Βὴλ καὶ Δράκων ('Αλεξανδρινòς Κω̃διξ, Βατικανòς Κω̃διξ)

1 καὶ ὁ βασιλεὺς 'Αστυάγης προσετέθη πρὸς τοὺς πατέρας αὐτου̃ καὶ παρέλαβεν Κυ̃ρος ὁ Πέρσης τὴν βασιλείαν αὐτου̃

2 καὶ ἠ̃ν Δανιηλ συμβιωτὴς του̃ βασιλέως καὶ ἔνδοξος ὑπὲρ πάντας τοὺς φίλους αὐτου̃

3 καὶ ἠ̃ν εἴδωλον τοι̃ς Βαβυλωνίοις ὡ̨̃ ὄνομα Βηλ καὶ ἐδαπανω̃ντο εἰς αὐτὸν ἑκάστης ἡμέρας σεμιδάλεως ἀρτάβαι δώδεκα καὶ πρόβατα τεσσαράκοντα καὶ οἴνου μετρηταὶ ἑ/ξ

4 καὶ ὁ βασιλεὺς ἐσέβετο αὐτὸν καὶ ἐπορεύετο καθ' ἑκάστην ἡμέραν προσκυνει̃ν αὐτω̨̃ Δανιηλ δὲ προσεκύνει τω̨̃ θεω̨̃ αὐτου̃

5 καὶ εἰ̃πεν αὐτω̨̃ ὁ βασιλεύς διὰ τί οὐ προσκυνει̃ς τω̨̃ Βηλ ὁ δὲ εἰ̃πεν ὁ/τι οὐ σέβομαι εἴδωλα χειροποίητα ἀλλὰ τὸν ζω̃ντα θεὸν τὸν κτίσαντα τὸν οὐρανὸν καὶ τὴν γη̃ν καὶ ἔχοντα πάσης σαρκὸς κυριείαν

6 καὶ εἰ̃πεν αὐτω̨̃ ὁ βασιλεύς οὐ δοκει̃ σοι Βηλ εἰ̃ναι ζω̃ν θεός ἠ̃ οὐχ ὁρα̨̃ς ὁ/σα ἐσθίει καὶ πίνει καθ' ἑκάστην ἡμέραν

7 καὶ εἰ̃πεν Δανιηλ γελάσας μὴ πλανω̃ βασιλευ̃ οὑ̃τος γὰρ ἔσωθεν μέν ἐστι πηλὸς ἔξωθεν δὲ χαλκὸς καὶ οὐ βέβρωκεν οὐδὲ πέπωκεν πώποτε

8 καὶ θυμωθεὶς ὁ βασιλεὺς ἐκάλεσεν τοὺς ἱερει̃ς αὐτου̃ καὶ εἰ̃πεν αὐτοι̃ς ἐὰν μὴ εἴπητέ μοι τίς ὁ κατέσθων τὴν δαπάνην ταύτην ἀποθανει̃σθε ἐὰν δὲ δείξητε ὁ/τι Βηλ κατεσθίει αὐτά ἀποθανει̃ται Δανιηλ ὁ/τι ἐβλασφήμησεν εἰς τὸν Βηλ

9 καὶ εἰ̃πεν Δανιηλ τω̨̃ βασιλει̃ γινέσθω κατὰ τὸ ῥη̃μά σου καὶ ἠ̃σαν ἱερει̃ς του̃ Βηλ ἑβδομήκοντα ἐκτὸς γυναικω̃ν καὶ τέκνων

10 καὶ ἠ̃λθεν ὁ βασιλεὺς μετὰ Δανιηλ εἰς τὸν οἰ̃κον του̃ Βηλ

11 καὶ εἰ̃παν οἱ ἱερει̃ς του̃ Βηλ ἰδοὺ ἡμει̃ς ἀποτρέχομεν ἔξω σὺ δέ βασιλευ̃ παράθες τὰ βρώματα καὶ τὸν οἰ̃νον κεράσας θὲς καὶ ἀπόκλεισον τὴν θύραν καὶ σφράγισον τω̨̃ δακτυλίω̨ σου καὶ ἐλθὼν πρωὶ ἐὰν μὴ εὑ/ρη̨ς πάντα βεβρωμένα ὑπὸ του̃ Βηλ ἀποθανούμεθα ἢ Δανιηλ ὁ ψευδόμενος καθ' ἡμω̃ν

12 αὐτοὶ δὲ κατεφρόνουν ὁ/τι πεποιήκεισαν ὑπὸ τὴν τράπεζαν κεκρυμμένην εἴσοδον καὶ δι' αὐτη̃ς εἰσεπορεύοντο διόλου καὶ ἀνήλουν αὐτά

13 καὶ ἐγένετο ὡς ἐξήλθοσαν ἐκει̃νοι καὶ ὁ βασιλεὺς παρέθηκεν τὰ βρώματα τω̨̃ Βηλ

14 καὶ ἐπέταξεν Δανιηλ τοι̃ς παιδαρίοις αὐτου̃ καὶ ἤνεγκαν τέφραν καὶ κατέσησαν ὁ/λον τὸν ναὸν ἐνώπιον του̃ βασιλέως μόνου καὶ ἐξελθόντες ἔκλεισαν τὴν θύραν καὶ ἐσφραγίσαντο ἐν τω̨̃ δακτυλίω̨ του̃ βασιλέως καὶ ἀπη̃λθον

15 οἱ δὲ ἱερει̃ς ἠ̃λθον τὴν νύκτα κατὰ τὸ ἔθος αὐτω̃ν καὶ αἱ γυναι̃κες καὶ τὰ τέκνα αὐτω̃ν καὶ κατέφαγον πάντα καὶ ἐξέπιον

16 καὶ ὤρθρισεν ὁ βασιλεὺς τὸ πρωὶ καὶ Δανιηλ μετ' αὐτου̃

17 καὶ εἰ̃πεν ὁ βασιλεύς σω̨̃οι αἱ σφραγι̃δες Δανιηλ ὁ δὲ εἰ̃πεν σω̨̃οι βασιλευ̃

18 καὶ ἐγένετο ἁ/μα τω̨̃ ἀνοι̃ξαι τὰς θύρας ἐπιβλέψας ὁ βασιλεὺς ἐπὶ τὴν τράπεζαν ἐβόησεν φωνη̨̃ μεγάλη̨ μέγας εἰ̃ Βηλ καὶ οὐκ ἔστιν παρὰ σοὶ δόλος οὐδὲ εἱ̃ς

19 καὶ ἐγέλασεν Δανιηλ καὶ ἐκράτησεν τὸν βασιλέα του̃ μὴ εἰσελθει̃ν αὐτὸν ἔσω καὶ εἰ̃πεν ἰδὲ δὴ τὸ ἔδαφος καὶ γνω̃θι τίνος τὰ ἴχνη ταυ̃τα

20 καὶ εἰ̃πεν ὁ βασιλεύς ὁρω̃ τὰ ἴχνη ἀνδρω̃ν καὶ γυναικω̃ν καὶ παιδίων

21 καὶ ὀργισθεὶς ὁ βασιλεὺς τότε συνέλαβεν τοὺς ἱερει̃ς καὶ τὰς γυναι̃κας καὶ τὰ τέκνα αὐτω̃ν καὶ ἔδειξαν αὐτω̨̃ τὰς κρυπτὰς θύρας δι' ὡ̃ν εἰσεπορεύοντο καὶ ἐδαπάνων τὰ ἐπὶ τη̨̃ τραπέζη̨

22 καὶ ἀπέκτεινεν αὐτοὺς ὁ βασιλεὺς καὶ ἔδωκεν τὸν Βηλ ἔκδοτον τω̨̃ Δανιηλ καὶ κατέστρεψεν αὐτὸν καὶ τὸ ἱερὸν αὐτου̃

23 καὶ ἠ̃ν δράκων μέγας καὶ ἐσέβοντο αὐτὸν οἱ Βαβυλώνιοι

24 καὶ εἰ̃πεν ὁ βασιλεὺς τω̨̃ Δανιηλ οὐ δύνασαι εἰπει̃ν ὁ/τι οὐκ ἔστιν οὑ̃τος θεὸς ζω̃ν καὶ προσκύνησον αὐτω̨̃

25 καὶ εἰ̃πεν Δανιηλ κυρίω̨ τω̨̃ θεω̨̃ μου προσκυνήσω ὁ/τι οὑ̃τός ἐστιν θεὸς ζω̃ν σὺ δέ βασιλευ̃ δός μοι ἐξουσίαν καὶ ἀποκτενω̃ τὸν δράκοντα ἄνευ μαχαίρας καὶ ῥάβδου

26 καὶ εἰ̃πεν ὁ βασιλεύς δίδωμί σοι

27 καὶ ἔλαβεν Δανιηλ πίσσαν καὶ στη̃ρ καὶ τρίχας καὶ ἡ/ψησεν ἐπὶ τὸ αὐτὸ καὶ ἐποίησεν μάζας καὶ ἔδωκεν εἰς τὸ στόμα του̃ δράκοντος καὶ φαγὼν διερράγη ὁ δράκων καὶ εἰ̃πεν ἴδετε τὰ σεβάσματα ὑμω̃ν

28 καὶ ἐγένετο ὡς ἤκουσαν οἱ Βαβυλώνιοι ἠγανάκτησαν λίαν καὶ συνεστράφησαν ἐπὶ τὸν βασιλέα καὶ εἰ̃παν Ιουδαι̃ος γέγονεν ὁ βασιλεύς τὸν Βηλ κατέσπασεν καὶ τὸν δράκοντα ἀπέκτεινεν καὶ τοὺς ἱερει̃ς κατέσφαξεν

29 καὶ εἰ̃παν ἐλθόντες πρὸς τὸν βασιλέα παράδος ἡμι̃ν τὸν Δανιηλ εἰ δὲ μή ἀποκτενου̃μέν σε καὶ τὸν οἰ̃κόν σου

30 καὶ εἰ̃δεν ὁ βασιλεὺς ὁ/τι ἐπείγουσιν αὐτὸν σφόδρα καὶ ἀναγκασθεὶς παρέδωκεν αὐτοι̃ς τὸν Δανιηλ

31 οἱ δὲ ἐνέβαλον αὐτὸν εἰς τὸν λάκκον τω̃ν λεόντων καὶ ἠ̃ν ἐκει̃ ἡμέρας ἑ/ξ

32 ἠ̃σαν δὲ ἐν τω̨̃ λάκκω̨ ἑπτὰ λέοντες καὶ ἐδίδετο αὐτοι̃ς τὴν ἡμέραν δύο σώματα καὶ δύο πρόβατα τότε δὲ οὐκ ἐδόθη αὐτοι̃ς ἱ/να καταφάγωσιν τὸν Δανιηλ

33 καὶ ἠ̃ν Αμβακουμ ὁ προφήτης ἐν τη̨̃ Ιουδαία̨ καὶ αὐτὸς ἡ/ψησεν ἑ/ψεμα καὶ ἐνέθρυψεν ἄρτους εἰς σκάφην καὶ ἐπορεύετο εἰς τὸ πεδίον ἀπενέγκαι τοι̃ς θερισται̃ς

34 καὶ εἰ̃πεν ἄγγελος κυρίου τω̨̃ Αμβακουμ ἀπένεγκε τὸ ἄριστον ὃ ἔχεις εἰς Βαβυλω̃να τω̨̃ Δανιηλ εἰς τὸν λάκκον τω̃ν λεόντων

35 καὶ εἰ̃πεν Αμβακουμ κύριε Βαβυλω̃να οὐχ ἑώρακα καὶ τὸν λάκκον οὐ γινώσκω

36 καὶ ἐπελάβετο ὁ ἄγγελος κυρίου τη̃ς κορυφη̃ς αὐτου̃ καὶ βαστάσας τη̃ς κόμης τη̃ς κεφαλη̃ς αὐτου̃ ἔθηκεν αὐτὸν εἰς Βαβυλω̃να ἐπάνω του̃ λάκκου ἐν τω̨̃ ῥοίζω̨ του̃ πνεύματος αὐτου̃

37 καὶ ἐβόησεν Αμβακουμ λέγων Δανιηλ Δανιηλ λαβὲ τὸ ἄριστον ὃ ἀπέστειλέν σοι ὁ θεός

38 καὶ εἰ̃πεν Δανιηλ ἐμνήσθης γάρ μου ὁ θεός καὶ οὐκ ἐγκατέλιπες τοὺς ἀγαπω̃ντάς σε

39 καὶ ἀναστὰς Δανιηλ ἔφαγεν ὁ δὲ ἄγγελος του̃ θεου̃ ἀπεκατέστησεν τὸν Αμβακουμ παραχρη̃μα εἰς τὸν τόπον αὐτου̃

40 ὁ δὲ βασιλεὺς ἠ̃λθεν τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ πενθη̃σαι τὸν Δανιηλ καὶ ἠ̃λθεν ἐπὶ τὸν λάκκον καὶ ἐνέβλεψεν καὶ ἰδοὺ Δανιηλ καθήμενος

41 καὶ ἀναβοήσας φωνη̨̃ μεγάλη̨ εἰ̃πεν μέγας εἰ̃ κύριε ὁ θεὸς του̃ Δανιηλ καὶ οὐκ ἔστιν πλὴν σου̃ ἄλλος

42 καὶ ἀνέσπασεν αὐτόν τοὺς δὲ αἰτίους τη̃ς ἀπωλείας αὐτου̃ ἐνέβαλεν εἰς τὸν λάκκον καὶ κατεβρώθησαν παραχρη̃μα ἐνώπιον αὐτου̃

.

Книго

[X]