Θρη̃νοι
καὶ ἐγένετο μετὰ τὸ αἰχμαλωτισθη̃ναι τὸν Ισραηλ καὶ Ιερουσαλημ ἐρημωθη̃ναι ἐκάθισεν Ιερεμιας κλαίων καὶ ἐθρήνησεν τὸν θρη̃νον του̃τον ἐπὶ Ιερουσαλημ καὶ εἰ̃πεν 1:1 πω̃ς ἐκάθισεν μόνη ἡ πόλις ἡ πεπληθυμμένη λαω̃ν ἐγενήθη ὡς χήρα πεπληθυμμένη ἐν ἔθνεσιν ἄρχουσα ἐν χώραις ἐγενήθη εἰς φόρον 1:2 κλαίουσα ἔκλαυσεν ἐν νυκτί καὶ τὰ δάκρυα αὐτη̃ς ἐπὶ τω̃ν σιαγόνων αὐτη̃ς καὶ οὐχ ὑπάρχει ὁ παρακαλω̃ν αὐτὴν ἀπὸ πάντων τω̃ν ἀγαπώντων αὐτήν πάντες οἱ φιλου̃ντες αὐτὴν ἠθέτησαν ἐν αὐτη̨̃ ἐγένοντο αὐτη̨̃ εἰς ἐχθρούς 1:3 μετω̨κίσθη ἡ Ιουδαία ἀπὸ ταπεινώσεως αὐτη̃ς καὶ ἀπὸ πλήθους δουλείας αὐτη̃ς ἐκάθισεν ἐν ἔθνεσιν οὐχ εὑ̃ρεν ἀνάπαυσιν πάντες οἱ καταδιώκοντες αὐτὴν κατέλαβον αὐτὴν ἀνὰ μέσον τω̃ν θλιβόντων 1:4 ὁδοὶ Σιων πενθου̃σιν παρὰ τὸ μὴ εἰ̃ναι ἐρχομένους ἐν ἑορτη̨̃ πα̃σαι αἱ πύλαι αὐτη̃ς ἠφανισμέναι οἱ ἱερει̃ς αὐτη̃ς ἀναστενάζουσιν αἱ παρθένοι αὐτη̃ς ἀγόμεναι καὶ αὐτὴ πικραινομένη ἐν ἑαυτη̨̃ 1:5 ἐγένοντο οἱ θλίβοντες αὐτὴν εἰς κεφαλήν καὶ οἱ ἐχθροὶ αὐτη̃ς εὐθηνου̃σαν ὅτι κύριος ἐταπείνωσεν αὐτὴν ἐπὶ τὸ πλη̃θος τω̃ν ἀσεβειω̃ν αὐτη̃ς τὰ νήπια αὐτη̃ς ἐπορεύθησαν ἐν αἰχμαλωσία̨ κατὰ πρόσωπον θλίβοντος 1:6 καὶ ἐξη̃λθεν ἐκ θυγατρὸς Σιων πα̃σα ἡ εὐπρέπεια αὐτη̃ς ἐγένοντο οἱ ἄρχοντες αὐτη̃ς ὡς κριοὶ οὐχ εὑρίσκοντες νομὴν καὶ ἐπορεύοντο ἐν οὐκ ἰσχύι κατὰ πρόσωπον διώκοντος 1:7 ἐμνήσθη Ιερουσαλημ ἡμερω̃ν ταπεινώσεως αὐτη̃ς καὶ ἀπωσμω̃ν αὐτη̃ς πάντα τὰ ἐπιθυμήματα αὐτη̃ς ὅσα ἠ̃ν ἐξ ἡμερω̃ν ἀρχαίων ἐν τω̨̃ πεσει̃ν τὸν λαὸν αὐτη̃ς εἰς χει̃ρας θλίβοντος καὶ οὐκ ἠ̃ν ὁ βοηθω̃ν αὐτη̨̃ ἰδόντες οἱ ἐχθροὶ αὐτη̃ς ἐγέλασαν ἐπὶ μετοικεσία̨ αὐτη̃ς 1:8 ἁμαρτίαν ἥμαρτεν Ιερουσαλημ διὰ του̃το εἰς σάλον ἐγένετο πάντες οἱ δοξάζοντες αὐτὴν ἐταπείνωσαν αὐτήν εἰ̃δον γὰρ τὴν ἀσχημοσύνην αὐτη̃ς καί γε αὐτὴ στενάζουσα καὶ ἀπεστράφη ὀπίσω 1:9 ἀκαθαρσία αὐτη̃ς πρὸς ποδω̃ν αὐτη̃ς οὐκ ἐμνήσθη ἔσχατα αὐτη̃ς καὶ κατεβίβασεν ὑπέρογκα οὐκ ἔστιν ὁ παρακαλω̃ν αὐτήν ἰδέ κύριε τὴν ταπείνωσίν μου ὅτι ἐμεγαλύνθη ἐχθρός 1:10 χει̃ρα αὐτου̃ ἐξεπέτασεν θλίβων ἐπὶ πάντα τὰ ἐπιθυμήματα αὐτη̃ς εἰ̃δεν γὰρ ἔθνη εἰσελθόντα εἰς τὸ ἁγίασμα αὐτη̃ς ἃ ἐνετείλω μὴ εἰσελθει̃ν αὐτὰ εἰς ἐκκλησίαν σου 1:11 πα̃ς ὁ λαὸς αὐτη̃ς καταστενάζοντες ζητου̃ντες ἄρτον ἔδωκαν τὰ ἐπιθυμήματα αὐτη̃ς ἐν βρώσει του̃ ἐπιστρέψαι ψυχήν ἰδέ κύριε καὶ ἐπίβλεψον ὅτι ἐγενήθην ἠτιμωμένη 1:12 οὐ πρὸς ὑμα̃ς πάντες οἱ παραπορευόμενοι ὁδόν ἐπιστρέψατε καὶ ἴδετε εἰ ἔστιν ἄλγος κατὰ τὸ ἄλγος μου ὃ ἐγενήθη φθεγξάμενος ἐν ἐμοὶ ἐταπείνωσέν με κύριος ἐν ἡμέρα̨ ὀργη̃ς θυμου̃ αὐτου̃ 1:13 ἐξ ὕψους αὐτου̃ ἀπέστειλεν πυ̃ρ ἐν τοι̃ς ὀστέοις μου κατήγαγεν αὐτό διεπέτασεν δίκτυον τοι̃ς ποσίν μου ἀπέστρεψέν με εἰς τὰ ὀπίσω ἔδωκέν με ἠφανισμένην ὅλην τὴν ἡμέραν ὀδυνωμένην 1:14 ἐγρηγορήθη ἐπὶ τὰ ἀσεβήματά μου ἐν χερσίν μου συνεπλάκησαν ἀνέβησαν ἐπὶ τὸν τράχηλόν μου ἠσθένησεν ἡ ἰσχύς μου ὅτι ἔδωκεν κύριος ἐν χερσίν μου ὀδύνας οὐ δυνήσομαι στη̃ναι 1:15 ἐξη̃ρεν πάντας τοὺς ἰσχυρούς μου ὁ κύριος ἐκ μέσου μου ἐκάλεσεν ἐπ' ἐμὲ καιρὸν του̃ συντρι̃ψαι ἐκλεκτούς μου ληνὸν ἐπάτησεν κύριος παρθένω̨ θυγατρὶ Ιουδα ἐπὶ τούτοις ἐγὼ κλαίω 1:16 ὁ ὀφθαλμός μου κατήγαγεν ὕδωρ ὅτι ἐμακρύνθη ἀπ' ἐμου̃ ὁ παρακαλω̃ν με ὁ ἐπιστρέφων ψυχήν μου ἐγένοντο οἱ υἱοί μου ἠφανισμένοι ὅτι ἐκραταιώθη ὁ ἐχθρός 1:17 διεπέτασεν Σιων χει̃ρας αὐτη̃ς οὐκ ἔστιν ὁ παρακαλω̃ν αὐτήν ἐνετείλατο κύριος τω̨̃ Ιακωβ κύκλω̨ αὐτου̃ οἱ θλίβοντες αὐτόν ἐγενήθη Ιερουσαλημ εἰς ἀποκαθημένην ἀνὰ μέσον αὐτω̃ν 1:18 δίκαιός ἐστιν κύριος ὅτι τὸ στόμα αὐτου̃ παρεπίκρανα ἀκούσατε δή πάντες οἱ λαοί καὶ ἴδετε τὸ ἄλγος μου παρθένοι μου καὶ νεανίσκοι μου ἐπορεύθησαν ἐν αἰχμαλωσία̨ 1:19 ἐκάλεσα τοὺς ἐραστάς μου αὐτοὶ δὲ παρελογίσαντό με οἱ ἱερει̃ς μου καὶ οἱ πρεσβύτεροί μου ἐν τη̨̃ πόλει ἐξέλιπον ὅτι ἐζήτησαν βρω̃σιν αὐτοι̃ς ἵνα ἐπιστρέψωσιν ψυχὰς αὐτω̃ν καὶ οὐχ εὑ̃ρον 1:20 ἰδέ κύριε ὅτι θλίβομαι ἡ κοιλία μου ἐταράχθη καὶ ἡ καρδία μου ἐστράφη ἐν ἐμοί ὅτι παραπικραίνουσα παρεπίκρανα ἔξωθεν ἠτέκνωσέν με μάχαιρα ὥσπερ θάνατος ἐν οἴκω̨ 1:21 ἀκούσατε δὴ ὅτι στενάζω ἐγώ οὐκ ἔστιν ὁ παρακαλω̃ν με πάντες οἱ ἐχθροί μου ἤκουσαν τὰ κακά μου καὶ ἐχάρησαν ὅτι σὺ ἐποίησας ἐπήγαγες ἡμέραν ἐκάλεσας καιρόν καὶ ἐγένοντο ὅμοιοι ἐμοί 1:22 εἰσέλθοι πα̃σα ἡ κακία αὐτω̃ν κατὰ πρόσωπόν σου καὶ ἐπιφύλλισον αὐτοι̃ς ὃν τρόπον ἐποίησαν ἐπιφυλλίδα περὶ πάντων τω̃ν ἁμαρτημάτων μου ὅτι πολλοὶ οἱ στεναγμοί μου καὶ ἡ καρδία μου λυπει̃ται 2:1 πω̃ς ἐγνόφωσεν ἐν ὀργη̨̃ αὐτου̃ κύριος τὴν θυγατέρα Σιων κατέρριψεν ἐξ οὐρανου̃ εἰς γη̃ν δόξασμα Ισραηλ καὶ οὐκ ἐμνήσθη ὑποποδίου ποδω̃ν αὐτου̃ ἐν ἡμέρα̨ ὀργη̃ς αὐτου̃ 2:2 κατεπόντισεν κύριος οὐ φεισάμενος πάντα τὰ ὡραι̃α Ιακωβ καθει̃λεν ἐν θυμω̨̃ αὐτου̃ τὰ ὀχυρώματα τη̃ς θυγατρὸς Ιουδα ἐκόλλησεν εἰς τὴν γη̃ν ἐβεβήλωσεν βασιλέα αὐτη̃ς καὶ ἄρχοντας αὐτη̃ς 2:3 συνέκλασεν ἐν ὀργη̨̃ θυμου̃ αὐτου̃ πα̃ν κέρας Ισραηλ ἀπέστρεψεν ὀπίσω δεξιὰν αὐτου̃ ἀπὸ προσώπου ἐχθρου̃ καὶ ἀνη̃ψεν ἐν Ιακωβ ὡς πυ̃ρ φλόγα καὶ κατέφαγεν πάντα τὰ κύκλω̨ 2:4 ἐνέτεινεν τόξον αὐτου̃ ὡς ἐχθρός ἐστερέωσεν δεξιὰν αὐτου̃ ὡς ὑπεναντίος καὶ ἀπέκτεινεν πάντα τὰ ἐπιθυμήματα ὀφθαλμω̃ν μου ἐν σκηνη̨̃ θυγατρὸς Σιων ἐξέχεεν ὡς πυ̃ρ τὸν θυμὸν αὐτου̃ 2:5 ἐγενήθη κύριος ὡς ἐχθρός κατεπόντισεν Ισραηλ κατεπόντισεν πάσας τὰς βάρεις αὐτη̃ς διέφθειρεν τὰ ὀχυρώματα αὐτου̃ καὶ ἐπλήθυνεν τη̨̃ θυγατρὶ Ιουδα ταπεινουμένην καὶ τεταπεινωμένην 2:6 καὶ διεπέτασεν ὡς ἄμπελον τὸ σκήνωμα αὐτου̃ διέφθειρεν ἑορτὴν αὐτου̃ ἐπελάθετο κύριος ὃ ἐποίησεν ἐν Σιων ἑορτη̃ς καὶ σαββάτου καὶ παρώξυνεν ἐμβριμήματι ὀργη̃ς αὐτου̃ βασιλέα καὶ ἱερέα καὶ ἄρχοντα 2:7 ἀπώσατο κύριος θυσιαστήριον αὐτου̃ ἀπετίναξεν ἁγίασμα αὐτου̃ συνέτριψεν ἐν χειρὶ ἐχθρου̃ τει̃χος βάρεων αὐτη̃ς φωνὴν ἔδωκαν ἐν οἴκω̨ κυρίου ὡς ἐν ἡμέρα̨ ἑορτη̃ς 2:8 καὶ ἐπέστρεψεν κύριος του̃ διαφθει̃ραι τει̃χος θυγατρὸς Σιων ἐξέτεινεν μέτρον οὐκ ἀπέστρεψεν χει̃ρα αὐτου̃ ἀπὸ καταπατήματος καὶ ἐπένθησεν τὸ προτείχισμα καὶ τει̃χος ὁμοθυμαδὸν ἠσθένησεν 2:9 ἐνεπάγησαν εἰς γη̃ν πύλαι αὐτη̃ς ἀπώλεσεν καὶ συνέτριψεν μοχλοὺς αὐτη̃ς βασιλέα αὐτη̃ς καὶ ἄρχοντας αὐτη̃ς ἐν τοι̃ς ἔθνεσιν οὐκ ἔστιν νόμος καί γε προφη̃ται αὐτη̃ς οὐκ εἰ̃δον ὅρασιν παρὰ κυρίου 2:10 ἐκάθισαν εἰς τὴν γη̃ν ἐσιώπησαν πρεσβύτεροι θυγατρὸς Σιων ἀνεβίβασαν χου̃ν ἐπὶ τὴν κεφαλὴν αὐτω̃ν περιεζώσαντο σάκκους κατήγαγον εἰς γη̃ν ἀρχηγοὺς παρθένους ἐν Ιερουσαλημ 2:11 ἐξέλιπον ἐν δάκρυσιν οἱ ὀφθαλμοί μου ἐταράχθη ἡ καρδία μου ἐξεχύθη εἰς γη̃ν ἡ δόξα μου ἐπὶ τὸ σύντριμμα τη̃ς θυγατρὸς του̃ λαου̃ μου ἐν τω̨̃ ἐκλιπει̃ν νήπιον καὶ θηλάζοντα ἐν πλατείαις πόλεως 2:12 ται̃ς μητράσιν αὐτω̃ν εἰ̃παν που̃ σι̃τος καὶ οἰ̃νος ἐν τω̨̃ ἐκλύεσθαι αὐτοὺς ὡς τραυματίας ἐν πλατείαις πόλεως ἐν τω̨̃ ἐκχει̃σθαι ψυχὰς αὐτω̃ν εἰς κόλπον μητέρων αὐτω̃ν 2:13 τί μαρτυρήσω σοι ἢ τί ὁμοιώσω σοι θύγατερ Ιερουσαλημ τίς σώσει σε καὶ παρακαλέσει σε παρθένος θύγατερ Σιων ὅτι ἐμεγαλύνθη ποτήριον συντριβη̃ς σου τίς ἰάσεταί σε 2:14 προφη̃ταί σου εἴδοσάν σοι μάταια καὶ ἀφροσύνην καὶ οὐκ ἀπεκάλυψαν ἐπὶ τὴν ἀδικίαν σου του̃ ἐπιστρέψαι αἰχμαλωσίαν σου καὶ εἴδοσάν σοι λήμματα μάταια καὶ ἐξώσματα 2:15 ἐκρότησαν ἐπὶ σὲ χει̃ρας πάντες οἱ παραπορευόμενοι ὁδόν ἐσύρισαν καὶ ἐκίνησαν τὴν κεφαλὴν αὐτω̃ν ἐπὶ τὴν θυγατέρα Ιερουσαλημ ἠ̃ αὕτη ἡ πόλις ἣν ἐρου̃σιν στέφανος δόξης εὐφροσύνη πάσης τη̃ς γη̃ς 2:16 διήνοιξαν ἐπὶ σὲ στόμα αὐτω̃ν πάντες οἱ ἐχθροί σου ἐσύρισαν καὶ ἔβρυξαν ὀδόντας εἰ̃παν κατεπίομεν αὐτήν πλὴν αὕτη ἡ ἡμέρα ἣν προσεδοκω̃μεν εὕρομεν αὐτήν εἴδομεν 2:17 ἐποίησεν κύριος ἃ ἐνεθυμήθη συνετέλεσεν ῥήματα αὐτου̃ ἃ ἐνετείλατο ἐξ ἡμερω̃ν ἀρχαίων καθει̃λεν καὶ οὐκ ἐφείσατο καὶ ηὔφρανεν ἐπὶ σὲ ἐχθρόν ὕψωσεν κέρας θλίβοντός σε 2:18 ἐβόησεν καρδία αὐτω̃ν πρὸς κύριον τείχη Σιων καταγάγετε ὡς χειμάρρους δάκρυα ἡμέρας καὶ νυκτός μὴ δω̨̃ς ἔκνηψιν σεαυτη̨̃ μὴ σιωπήσαιτο θύγατερ ὁ ὀφθαλμός σου 2:19 ἀνάστα ἀγαλλίασαι ἐν νυκτὶ εἰς ἀρχὰς φυλακη̃ς σου ἔκχεον ὡς ὕδωρ καρδίαν σου ἀπέναντι προσώπου κυρίου ἀ̃ρον πρὸς αὐτὸν χει̃ράς σου περὶ ψυχη̃ς νηπίων σου τω̃ν ἐκλυομένων λιμω̨̃ ἐπ' ἀρχη̃ς πασω̃ν ἐξόδων 2:20 ἰδέ κύριε καὶ ἐπίβλεψον τίνι ἐπεφύλλισας οὕτως εἰ φάγονται γυναι̃κες καρπὸν κοιλίας αὐτω̃ν ἐπιφυλλίδα ἐποίησεν μάγειρος φονευθήσονται νήπια θηλάζοντα μαστούς ἀποκτενει̃ς ἐν ἁγιάσματι κυρίου ἱερέα καὶ προφήτην 2:21 ἐκοιμήθησαν εἰς τὴν ἔξοδον παιδάριον καὶ πρεσβύτης παρθένοι μου καὶ νεανίσκοι μου ἐπορεύθησαν ἐν αἰχμαλωσία̨ ἐν ῥομφαία̨ καὶ ἐν λιμω̨̃ ἀπέκτεινας ἐν ἡμέρα̨ ὀργη̃ς σου ἐμαγείρευσας οὐκ ἐφείσω 2:22 ἐκάλεσεν ἡμέραν ἑορτη̃ς παροικίας μου κυκλόθεν καὶ οὐκ ἐγένοντο ἐν ἡμέρα̨ ὀργη̃ς κυρίου ἀνασω̨ζόμενος καὶ καταλελειμμένος ὡς ἐπεκράτησα καὶ ἐπλήθυνα ἐχθρούς μου πάντας 3:1 ἐγὼ ἀνὴρ ὁ βλέπων πτωχείαν ἐν ῥάβδω̨ θυμου̃ αὐτου̃ ἐπ' ἐμέ 3:2 παρέλαβέν με καὶ ἀπήγαγεν εἰς σκότος καὶ οὐ φω̃ς 3:3 πλὴν ἐν ἐμοὶ ἐπέστρεψεν χει̃ρα αὐτου̃ ὅλην τὴν ἡμέραν 3:4 ἐπαλαίωσεν σάρκας μου καὶ δέρμα μου ὀστέα μου συνέτριψεν 3:5 ἀνω̨κοδόμησεν κατ' ἐμου̃ καὶ ἐκύκλωσεν κεφαλήν μου καὶ ἐμόχθησεν 3:6 ἐν σκοτεινοι̃ς ἐκάθισέν με ὡς νεκροὺς αἰω̃νος 3:7 ἀνω̨κοδόμησεν κατ' ἐμου̃ καὶ οὐκ ἐξελεύσομαι ἐβάρυνεν χαλκόν μου 3:8 καί γε κεκράξομαι καὶ βοήσω ἀπέφραξεν προσευχήν μου 3:9 ἀνω̨κοδόμησεν ὁδούς μου ἐνέφραξεν τρίβους μου ἐτάραξεν 3:10 ἄρκος ἐνεδρεύουσα αὐτός μοι λέων ἐν κρυφαίοις 3:11 κατεδίωξεν ἀφεστηκότα καὶ κατέπαυσέν με ἔθετό με ἠφανισμένην 3:12 ἐνέτεινεν τόξον αὐτου̃ καὶ ἐστήλωσέν με ὡς σκοπὸν εἰς βέλος 3:13 εἰσήγαγεν τοι̃ς νεφροι̃ς μου ἰοὺς φαρέτρας αὐτου̃ 3:14 ἐγενήθην γέλως παντὶ λαω̨̃ μου ψαλμὸς αὐτω̃ν ὅλην τὴν ἡμέραν 3:15 ἐχόρτασέν με πικρίας ἐμέθυσέν με χολη̃ς 3:16 καὶ ἐξέβαλεν ψήφω̨ ὀδόντας μου ἐψώμισέν με σποδόν 3:17 καὶ ἀπώσατο ἐξ εἰρήνης ψυχήν μου ἐπελαθόμην ἀγαθὰ 3:18 καὶ εἰ̃πα ἀπώλετο νει̃κός μου καὶ ἡ ἐλπίς μου ἀπὸ κυρίου 3:19 ἐμνήσθην ἀπὸ πτωχείας μου καὶ ἐκ διωγμου̃ μου πικρίας καὶ χολη̃ς μου 3:20 μνησθήσεται καὶ καταδολεσχήσει ἐπ' ἐμὲ ἡ ψυχή μου 3:21 ταύτην τάξω εἰς τὴν καρδίαν μου διὰ του̃το ὑπομενω̃ 3:25 ἀγαθὸς κύριος τοι̃ς ὑπομένουσιν αὐτόν ψυχη̨̃ ἣ ζητήσει αὐτὸν ἀγαθὸν 3:26 καὶ ὑπομενει̃ καὶ ἡσυχάσει εἰς τὸ σωτήριον κυρίου 3:27 ἀγαθὸν ἀνδρὶ ὅταν ἄρη̨ ζυγὸν ἐν νεότητι αὐτου̃ 3:28 καθήσεται κατὰ μόνας καὶ σιωπήσεται ὅτι ἠ̃ρεν ἐφ' ἑαυτω̨̃ 3:30 δώσει τω̨̃ παίοντι αὐτὸν σιαγόνα χορτασθήσεται ὀνειδισμω̃ν 3:31 ὅτι οὐκ εἰς τὸν αἰω̃να ἀπώσεται κύριος 3:32 ὅτι ὁ ταπεινώσας οἰκτιρήσει κατὰ τὸ πλη̃θος του̃ ἐλέους αὐτου̃ 3:33 ὅτι οὐκ ἀπεκρίθη ἀπὸ καρδίας αὐτου̃ καὶ ἐταπείνωσεν υἱοὺς ἀνδρός 3:34 του̃ ταπεινω̃σαι ὑπὸ τοὺς πόδας αὐτου̃ πάντας δεσμίους γη̃ς 3:35 του̃ ἐκκλι̃ναι κρίσιν ἀνδρὸς κατέναντι προσώπου ὑψίστου 3:36 καταδικάσαι ἄνθρωπον ἐν τω̨̃ κρίνεσθαι αὐτὸν κύριος οὐκ εἰ̃πεν 3:37 τίς οὕτως εἰ̃πεν καὶ ἐγενήθη κύριος οὐκ ἐνετείλατο 3:38 ἐκ στόματος ὑψίστου οὐκ ἐξελεύσεται τὰ κακὰ καὶ τὸ ἀγαθόν 3:39 τί γογγύσει ἄνθρωπος ζω̃ν ἀνὴρ περὶ τη̃ς ἁμαρτίας αὐτου̃ 3:40 ἐξηρευνήθη ἡ ὁδὸς ἡμω̃ν καὶ ἠτάσθη καὶ ἐπιστρέψωμεν ἕως κυρίου 3:41 ἀναλάβωμεν καρδίας ἡμω̃ν ἐπὶ χειρω̃ν πρὸς ὑψηλὸν ἐν οὐρανω̨̃ 3:42 ἡμαρτήσαμεν ἠσεβήσαμεν καὶ οὐχ ἱλάσθης 3:43 ἐπεσκέπασας ἐν θυμω̨̃ καὶ ἀπεδίωξας ἡμα̃ς ἀπέκτεινας οὐκ ἐφείσω 3:44 ἐπεσκέπασας νεφέλην σεαυτω̨̃ εἵνεκεν προσευχη̃ς 3:45 καμμύσαι με καὶ ἀπωσθη̃ναι ἔθηκας ἡμα̃ς ἐν μέσω̨ τω̃ν λαω̃ν 3:46 διήνοιξαν ἐφ' ἡμα̃ς τὸ στόμα αὐτω̃ν πάντες οἱ ἐχθροὶ ἡμω̃ν 3:47 φόβος καὶ θυμὸς ἐγενήθη ἡμι̃ν ἔπαρσις καὶ συντριβή 3:48 ἀφέσεις ὑδάτων κατάξει ὁ ὀφθαλμός μου ἐπὶ τὸ σύντριμμα τη̃ς θυγατρὸς του̃ λαου̃ μου 3:49 ὁ ὀφθαλμός μου κατεπόθη καὶ οὐ σιγήσομαι του̃ μὴ εἰ̃ναι ἔκνηψιν 3:50 ἕως οὑ̃ διακύψη̨ καὶ ἴδη̨ κύριος ἐξ οὐρανου̃ 3:51 ὁ ὀφθαλμός μου ἐπιφυλλιει̃ ἐπὶ τὴν ψυχήν μου παρὰ πάσας θυγατέρας πόλεως 3:52 θηρεύοντες ἐθήρευσάν με ὡς στρουθίον οἱ ἐχθροί μου δωρεάν 3:53 ἐθανάτωσαν ἐν λάκκω̨ ζωήν μου καὶ ἐπέθηκαν λίθον ἐπ' ἐμοί 3:54 ὑπερεχύθη ὕδωρ ἐπὶ κεφαλήν μου εἰ̃πα ἀπω̃σμαι 3:55 ἐπεκαλεσάμην τὸ ὄνομά σου κύριε ἐκ λάκκου κατωτάτου 3:56 φωνήν μου ἤκουσας μὴ κρύψη̨ς τὰ ὠ̃τά σου εἰς τὴν δέησίν μου 3:57 εἰς τὴν βοήθειάν μου ἤγγισας ἐν ἡ̨̃ σε ἡμέρα̨ ἐπεκαλεσάμην εἰ̃πάς μοι μὴ φοβου̃ 3:58 ἐδίκασας κύριε τὰς δίκας τη̃ς ψυχη̃ς μου ἐλυτρώσω τὴν ζωήν μου 3:59 εἰ̃δες κύριε τὰς ταραχάς μου ἔκρινας τὴν κρίσιν μου 3:60 εἰ̃δες πα̃σαν τὴν ἐκδίκησιν αὐτω̃ν εἰς πάντας διαλογισμοὺς αὐτω̃ν ἐν ἐμοί 3:61 ἤκουσας τὸν ὀνειδισμὸν αὐτω̃ν πάντας τοὺς διαλογισμοὺς αὐτω̃ν κατ' ἐμου̃ 3:62 χείλη ἐπανιστανομένων μοι καὶ μελέτας αὐτω̃ν κατ' ἐμου̃ ὅλην τὴν ἡμέραν 3:63 καθέδραν αὐτω̃ν καὶ ἀνάστασιν αὐτω̃ν ἐπίβλεψον ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτω̃ν 3:64 ἀποδώσεις αὐτοι̃ς ἀνταπόδομα κύριε κατὰ τὰ ἔργα τω̃ν χειρω̃ν αὐτω̃ν 3:65 ἀποδώσεις αὐτοι̃ς ὑπερασπισμὸν καρδίας μόχθον σου αὐτοι̃ς 3:66 καταδιώξεις ἐν ὀργη̨̃ καὶ ἐξαναλώσεις αὐτοὺς ὑποκάτω του̃ οὐρανου̃ κύριε 4:1 πω̃ς ἀμαυρωθήσεται χρυσίον ἀλλοιωθήσεται τὸ ἀργύριον τὸ ἀγαθόν ἐξεχύθησαν λίθοι ἅγιοι ἐπ' ἀρχη̃ς πασω̃ν ἐξόδων 4:2 υἱοὶ Σιων οἱ τίμιοι οἱ ἐπηρμένοι ἐν χρυσίω̨ πω̃ς ἐλογίσθησαν εἰς ἀγγει̃α ὀστράκινα ἔργα χειρω̃ν κεραμέως 4:3 καί γε δράκοντες ἐξέδυσαν μαστούς ἐθήλασαν σκύμνοι αὐτω̃ν θυγατέρες λαου̃ μου εἰς ἀνίατον ὡς στρουθίον ἐν ἐρήμω̨ 4:4 ἐκολλήθη ἡ γλω̃σσα θηλάζοντος πρὸς τὸν φάρυγγα αὐτου̃ ἐν δίψει νήπια ἤ̨τησαν ἄρτον ὁ διακλω̃ν οὐκ ἔστιν αὐτοι̃ς 4:5 οἱ ἔσθοντες τὰς τρυφὰς ἠφανίσθησαν ἐν ται̃ς ἐξόδοις οἱ τιθηνούμενοι ἐπὶ κόκκων περιεβάλοντο κοπρίας 4:6 καὶ ἐμεγαλύνθη ἀνομία θυγατρὸς λαου̃ μου ὑπὲρ ἀνομίας Σοδομων τη̃ς κατεστραμμένης ὥσπερ σπουδη̨̃ καὶ οὐκ ἐπόνεσαν ἐν αὐτη̨̃ χει̃ρας 4:7 ἐκαθαριώθησαν ναζιραι̃οι αὐτη̃ς ὑπὲρ χιόνα ἔλαμψαν ὑπὲρ γάλα ἐπυρρώθησαν ὑπὲρ λίθους σαπφείρου τὸ ἀπόσπασμα αὐτω̃ν 4:8 ἐσκότασεν ὑπὲρ ἀσβόλην τὸ εἰ̃δος αὐτω̃ν οὐκ ἐπεγνώσθησαν ἐν ται̃ς ἐξόδοις ἐπάγη δέρμα αὐτω̃ν ἐπὶ τὰ ὀστέα αὐτω̃ν ἐξηράνθησαν ἐγενήθησαν ὥσπερ ξύλον 4:9 καλοὶ ἠ̃σαν οἱ τραυματίαι ῥομφαίας ἢ οἱ τραυματίαι λιμου̃ ἐπορεύθησαν ἐκκεκεντημένοι ἀπὸ γενημάτων ἀγρω̃ν 4:10 χει̃ρες γυναικω̃ν οἰκτιρμόνων ἥψησαν τὰ παιδία αὐτω̃ν ἐγενήθησαν εἰς βρω̃σιν αὐται̃ς ἐν τω̨̃ συντρίμματι τη̃ς θυγατρὸς λαου̃ μου 4:11 συνετέλεσεν κύριος θυμὸν αὐτου̃ ἐξέχεεν θυμὸν ὀργη̃ς αὐτου̃ καὶ ἀνη̃ψεν πυ̃ρ ἐν Σιων καὶ κατέφαγεν τὰ θεμέλια αὐτη̃ς 4:12 οὐκ ἐπίστευσαν βασιλει̃ς γη̃ς πάντες οἱ κατοικου̃ντες τὴν οἰκουμένην ὅτι εἰσελεύσεται ἐχθρὸς καὶ ἐκθλίβων διὰ τω̃ν πυλω̃ν Ιερουσαλημ 4:13 ἐξ ἁμαρτιω̃ν προφητω̃ν αὐτη̃ς ἀδικιω̃ν ἱερέων αὐτη̃ς τω̃ν ἐκχεόντων αἱ̃μα δίκαιον ἐν μέσω̨ αὐτη̃ς 4:14 ἐσαλεύθησαν ἐγρήγοροι αὐτη̃ς ἐν ται̃ς ἐξόδοις ἐμολύνθησαν ἐν αἵματι ἐν τω̨̃ μὴ δύνασθαι αὐτοὺς ἥψαντο ἐνδυμάτων αὐτω̃ν 4:15 ἀπόστητε ἀκαθάρτων καλέσατε αὐτούς ἀπόστητε ἀπόστητε μὴ ἅπτεσθε ὅτι ἀνήφθησαν καί γε ἐσαλεύθησαν εἴπατε ἐν τοι̃ς ἔθνεσιν οὐ μὴ προσθω̃σιν του̃ παροικει̃ν 4:16 πρόσωπον κυρίου μερὶς αὐτω̃ν οὐ προσθήσει ἐπιβλέψαι αὐτοι̃ς πρόσωπον ἱερέων οὐκ ἔλαβον πρεσβύτας οὐκ ἠλέησαν 4:17 ἔτι ὄντων ἡμω̃ν ἐξέλιπον οἱ ὀφθαλμοὶ ἡμω̃ν εἰς τὴν βοήθειαν ἡμω̃ν μάταια ἀποσκοπευόντων ἡμω̃ν ἀπεσκοπεύσαμεν εἰς ἔθνος οὐ σω̨̃ζον 4:18 ἐθηρεύσαμεν μικροὺς ἡμω̃ν του̃ μὴ πορεύεσθαι ἐν ται̃ς πλατείαις ἡμω̃ν ἤγγικεν ὁ καιρὸς ἡμω̃ν ἐπληρώθησαν αἱ ἡμέραι ἡμω̃ν πάρεστιν ὁ καιρὸς ἡμω̃ν 4:19 κου̃φοι ἐγένοντο οἱ διώκοντες ἡμα̃ς ὑπὲρ ἀετοὺς οὐρανου̃ ἐπὶ τω̃ν ὀρέων ἐξήφθησαν ἐν ἐρήμω̨ ἐνήδρευσαν ἡμα̃ς 4:20 πνευ̃μα προσώπου ἡμω̃ν χριστὸς κυρίου συνελήμφθη ἐν ται̃ς διαφθοραι̃ς αὐτω̃ν οὑ̃ εἴπαμεν ἐν τη̨̃ σκια̨̃ αὐτου̃ ζησόμεθα ἐν τοι̃ς ἔθνεσιν 4:21 χαι̃ρε καὶ εὐφραίνου θύγατερ Ιδουμαίας ἡ κατοικου̃σα ἐπὶ γη̃ς καί γε ἐπὶ σὲ διελεύσεται τὸ ποτήριον κυρίου καὶ μεθυσθήση̨ καὶ ἀποχεει̃ς 4:22 ἐξέλιπεν ἡ ἀνομία σου θύγατερ Σιων οὐ προσθήσει ἔτι ἀποικίσαι σε ἐπεσκέψατο ἀνομίας σου θύγατερ Εδωμ ἀπεκάλυψεν ἐπὶ τὰ ἀσεβήματά σου 5:1 μνήσθητι κύριε ὅ τι ἐγενήθη ἡμι̃ν ἐπίβλεψον καὶ ἰδὲ τὸν ὀνειδισμὸν ἡμω̃ν 5:2 κληρονομία ἡμω̃ν μετεστράφη ἀλλοτρίοις οἱ οἰ̃κοι ἡμω̃ν ξένοις 5:3 ὀρφανοὶ ἐγενήθημεν οὐχ ὑπάρχει πατήρ μητέρες ἡμω̃ν ὡς αἱ χη̃ραι 5:4 ἐξ ἡμερω̃ν ἡμω̃ν ξύλα ἡμω̃ν ἐν ἀλλάγματι ἠ̃λθεν 5:5 ἐπὶ τὸν τράχηλον ἡμω̃ν ἐδιώχθημεν ἐκοπιάσαμεν οὐκ ἀνεπαύθημεν 5:6 Αἴγυπτος ἔδωκεν χει̃ρα Ασσουρ εἰς πλησμονὴν αὐτω̃ν 5:7 οἱ πατέρες ἡμω̃ν ἥμαρτον οὐχ ὑπάρχουσιν ἡμει̃ς τὰ ἀνομήματα αὐτω̃ν ὑπέσχομεν 5:8 δου̃λοι ἐκυρίευσαν ἡμω̃ν λυτρούμενος οὐκ ἔστιν ἐκ τη̃ς χειρὸς αὐτω̃ν 5:9 ἐν ται̃ς ψυχαι̃ς ἡμω̃ν εἰσοίσομεν ἄρτον ἡμω̃ν ἀπὸ προσώπου ῥομφαίας τη̃ς ἐρήμου 5:10 τὸ δέρμα ἡμω̃ν ὡς κλίβανος ἐπελειώθη συνεσπάσθησαν ἀπὸ προσώπου καταιγίδων λιμου̃ 5:11 γυναι̃κας ἐν Σιων ἐταπείνωσαν παρθένους ἐν πόλεσιν Ιουδα 5:12 ἄρχοντες ἐν χερσὶν αὐτω̃ν ἐκρεμάσθησαν πρεσβύτεροι οὐκ ἐδοξάσθησαν 5:13 ἐκλεκτοὶ κλαυθμὸν ἀνέλαβον καὶ νεανίσκοι ἐν ξύλω̨ ἠσθένησαν 5:14 καὶ πρεσβυ̃ται ἀπὸ πύλης κατέπαυσαν ἐκλεκτοὶ ἐκ ψαλμω̃ν αὐτω̃ν κατέπαυσαν 5:15 κατέλυσεν χαρὰ καρδίας ἡμω̃ν ἐστράφη εἰς πένθος ὁ χορὸς ἡμω̃ν 5:16 ἔπεσεν ὁ στέφανος τη̃ς κεφαλη̃ς ἡμω̃ν οὐαὶ δὴ ἡμι̃ν ὅτι ἡμάρτομεν 5:17 περὶ τούτου ἐγενήθη ὀδυνηρὰ ἡ καρδία ἡμω̃ν περὶ τούτου ἐσκότασαν οἱ ὀφθαλμοὶ ἡμω̃ν 5:18 ἐπ' ὄρος Σιων ὅτι ἠφανίσθη ἀλώπεκες διη̃λθον ἐν αὐτη̨̃ 5:19 σὺ δέ κύριε εἰς τὸν αἰω̃να κατοικήσεις ὁ θρόνος σου εἰς γενεὰν καὶ γενεάν 5:20 ἵνα τί εἰς νει̃κος ἐπιλήση̨ ἡμω̃ν καταλείψεις ἡμα̃ς εἰς μακρότητα ἡμερω̃ν 5:21 ἐπίστρεψον ἡμα̃ς κύριε πρὸς σέ καὶ ἐπιστραφησόμεθα καὶ ἀνακαίνισον ἡμέρας ἡμω̃ν καθὼς ἔμπροσθεν 5:22 ὅτι ἀπωθούμενος ἀπώσω ἡμα̃ς ὠργίσθης ἐφ' ἡμα̃ς ἕως σφόδρα . |
[X] |