Βαροὺχ

1:1 καὶ οὑ̃τοι οἱ λόγοι του̃ βιβλίου οὓς ἔγραψεν Βαρουχ υἱὸς Νηριου υἱου̃ Μαασαιου υἱου̃ Σεδεκιου υἱου̃ Ασαδιου υἱου̃ Χελκιου ἐν Βαβυλω̃νι

1:2 ἐν τω̨̃ ἔτει τω̨̃ πέμπτω̨ ἐν ἑβδόμη̨ του̃ μηνὸς ἐν τω̨̃ καιρω̨̃ ὡ̨̃ ἔλαβον οἱ Χαλδαι̃οι τὴν Ιερουσαλημ καὶ ἐνέπρησαν αὐτὴν ἐν πυρί

1:3 καὶ ἀνέγνω Βαρουχ τοὺς λόγους του̃ βιβλίου τούτου ἐν ὠσὶν Ιεχονιου υἱου̃ Ιωακιμ βασιλέως Ιουδα καὶ ἐν ὠσὶ παντὸς του̃ λαου̃ τω̃ν ἐρχομένων πρὸς τὴν βίβλον

1:4 καὶ ἐν ὠσὶν τω̃ν δυνατω̃ν καὶ υἱω̃ν τω̃ν βασιλέων καὶ ἐν ὠσὶ τω̃ν πρεσβυτέρων καὶ ἐν ὠσὶ παντὸς του̃ λαου̃ ἀπὸ μικρου̃ ἕως μεγάλου πάντων τω̃ν κατοικούντων ἐν Βαβυλω̃νι ἐπὶ ποταμου̃ Σουδ

1:5 καὶ ἔκλαιον καὶ ἐνήστευον καὶ ηὔχοντο ἐναντίον κυρίου

1:6 καὶ συνήγαγον ἀργύριον καθὰ ἑκάστου ἠδύνατο ἡ χείρ

1:7 καὶ ἀπέστειλαν εἰς Ιερουσαλημ πρὸς Ιωακιμ υἱὸν Χελκιου υἱου̃ Σαλωμ τὸν ἱερέα καὶ πρὸς τοὺς ἱερει̃ς καὶ πρὸς πάντα τὸν λαὸν τοὺς εὑρεθέντας μετ' αὐτου̃ ἐν Ιερουσαλημ

1:8 ἐν τω̨̃ λαβει̃ν αὐτὸν τὰ σκεύη οἴκου κυρίου τὰ ἐξενεχθέντα ἐκ του̃ ναου̃ ἀποστρέψαι εἰς γη̃ν Ιουδα τη̨̃ δεκάτη̨ του̃ Σιουαν σκεύη ἀργυρα̃ ἃ ἐποίησεν Σεδεκιας υἱὸς Ιωσια βασιλεὺς Ιουδα

1:9 μετὰ τὸ ἀποικίσαι Ναβουχοδονοσορ βασιλέα Βαβυλω̃νος τὸν Ιεχονιαν καὶ τοὺς ἄρχοντας καὶ τοὺς δεσμώτας καὶ τοὺς δυνατοὺς καὶ τὸν λαὸν τη̃ς γη̃ς ἀπὸ Ιερουσαλημ καὶ ἤγαγεν αὐτὸν εἰς Βαβυλω̃να

1:10 καὶ εἰ̃παν ἰδοὺ ἀπεστείλαμεν πρὸς ὑμα̃ς ἀργύριον καὶ ἀγοράσατε του̃ ἀργυρίου ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας καὶ λίβανον καὶ ποιήσατε μαννα καὶ ἀνοίσατε ἐπὶ τὸ θυσιαστήριον κυρίου θεου̃ ἡμω̃ν

1:11 καὶ προσεύξασθε περὶ τη̃ς ζωη̃ς Ναβουχοδονοσορ βασιλέως Βαβυλω̃νος καὶ εἰς ζωὴν Βαλτασαρ υἱου̃ αὐτου̃ ἵνα ὠ̃σιν αἱ ἡμέραι αὐτω̃ν ὡς αἱ ἡμέραι του̃ οὐρανου̃ ἐπὶ τη̃ς γη̃ς

1:12 καὶ δώσει κύριος ἰσχὺν ἡμι̃ν καὶ φωτίσει τοὺς ὀφθαλμοὺς ἡμω̃ν καὶ ζησόμεθα ὑπὸ τὴν σκιὰν Ναβουχοδονοσορ βασιλέως Βαβυλω̃νος καὶ ὑπὸ τὴν σκιὰν Βαλτασαρ υἱου̃ αὐτου̃ καὶ δουλεύσομεν αὐτοι̃ς ἡμέρας πολλὰς καὶ εὑρήσομεν χάριν ἐναντίον αὐτω̃ν

1:13 καὶ προσεύξασθε περὶ ἡμω̃ν πρὸς κύριον τὸν θεὸν ἡμω̃ν ὅτι ἡμάρτομεν τω̨̃ κυρίω̨ θεω̨̃ ἡμω̃ν καὶ οὐκ ἀπέστρεψεν ὁ θυμὸς κυρίου καὶ ἡ ὀργὴ αὐτου̃ ἀφ' ἡμω̃ν ἕως τη̃ς ἡμέρας ταύτης

1:14 καὶ ἀναγνώσεσθε τὸ βιβλίον του̃το ὃ ἀπεστείλαμεν πρὸς ὑμα̃ς ἐξαγορευ̃σαι ἐν οἴκω̨ κυρίου ἐν ἡμέρα̨ ἑορτη̃ς καὶ ἐν ἡμέραις καιρου̃

1:15 καὶ ἐρει̃τε τω̨̃ κυρίω̨ θεω̨̃ ἡμω̃ν ἡ δικαιοσύνη ἡμι̃ν δὲ αἰσχύνη τω̃ν προσώπων ὡς ἡ ἡμέρα αὕτη ἀνθρώπω̨ Ιουδα καὶ τοι̃ς κατοικου̃σιν Ιερουσαλημ

1:16 καὶ τοι̃ς βασιλευ̃σιν ἡμω̃ν καὶ τοι̃ς ἄρχουσιν ἡμω̃ν καὶ τοι̃ς ἱερευ̃σιν ἡμω̃ν καὶ τοι̃ς προφήταις ἡμω̃ν καὶ τοι̃ς πατράσιν ἡμω̃ν

1:17 ὡ̃ν ἡμάρτομεν ἔναντι κυρίου

1:18 καὶ ἠπειθήσαμεν αὐτω̨̃ καὶ οὐκ ἠκούσαμεν τη̃ς φωνη̃ς κυρίου θεου̃ ἡμω̃ν πορεύεσθαι τοι̃ς προστάγμασιν κυρίου οἱ̃ς ἔδωκεν κατὰ πρόσωπον ἡμω̃ν

1:19 ἀπὸ τη̃ς ἡμέρας ἡ̃ς ἐξήγαγεν κύριος τοὺς πατέρας ἡμω̃ν ἐκ γη̃ς Αἰγύπτου καὶ ἕως τη̃ς ἡμέρας ταύτης ἤμεθα ἀπειθου̃ντες πρὸς κύριον θεὸν ἡμω̃ν καὶ ἐσχεδιάζομεν πρὸς τὸ μὴ ἀκούειν τη̃ς φωνη̃ς αὐτου̃

1:20 καὶ ἐκολλήθη εἰς ἡμα̃ς τὰ κακὰ καὶ ἡ ἀρά ἣν συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ παιδὶ αὐτου̃ ἐν ἡμέρα̨ ἡ̨̃ ἐξήγαγεν τοὺς πατέρας ἡμω̃ν ἐκ γη̃ς Αἰγύπτου δου̃ναι ἡμι̃ν γη̃ν ῥέουσαν γάλα καὶ μέλι ὡς ἡ ἡμέρα αὕτη

1:21 καὶ οὐκ ἠκούσαμεν τη̃ς φωνη̃ς κυρίου του̃ θεου̃ ἡμω̃ν κατὰ πάντας τοὺς λόγους τω̃ν προφητω̃ν ὡ̃ν ἀπέστειλεν πρὸς ἡμα̃ς

1:22 καὶ ὠ̨χόμεθα ἕκαστος ἐν διανοία̨ καρδίας αὐτου̃ τη̃ς πονηρα̃ς ἐργάζεσθαι θεοι̃ς ἑτέροις ποιη̃σαι τὰ κακὰ κατ' ὀφθαλμοὺς κυρίου θεου̃ ἡμω̃ν

2:1 καὶ ἔστησεν κύριος τὸν λόγον αὐτου̃ ὃν ἐλάλησεν ἐφ' ἡμα̃ς καὶ ἐπὶ τοὺς δικαστὰς ἡμω̃ν τοὺς δικάσαντας τὸν Ισραηλ καὶ ἐπὶ τοὺς βασιλει̃ς ἡμω̃ν καὶ ἐπὶ τοὺς ἄρχοντας ἡμω̃ν καὶ ἐπὶ ἄνθρωπον Ισραηλ καὶ Ιουδα

2:2 οὐκ ἐποιήθη ὑποκάτω παντὸς του̃ οὐρανου̃ καθὰ ἐποίησεν ἐν Ιερουσαλημ κατὰ τὰ γεγραμμένα ἐν τω̨̃ νόμω̨ Μωυση̃

2:3 του̃ φαγει̃ν ἡμα̃ς ἄνθρωπον σάρκας υἱου̃ αὐτου̃ καὶ ἄνθρωπον σάρκας θυγατρὸς αὐτου̃

2:4 καὶ ἔδωκεν αὐτοὺς ὑποχειρίους πάσαις ται̃ς βασιλείαις ται̃ς κύκλω̨ ἡμω̃ν εἰς ὀνειδισμὸν καὶ εἰς ἄβατον ἐν πα̃σι τοι̃ς λαοι̃ς τοι̃ς κύκλω̨ οὑ̃ διέσπειρεν αὐτοὺς κύριος ἐκει̃

2:5 καὶ ἐγενήθησαν ὑποκάτω καὶ οὐκ ἐπάνω ὅτι ἡμάρτομεν κυρίω̨ θεω̨̃ ἡμω̃ν πρὸς τὸ μὴ ἀκούειν τη̃ς φωνη̃ς αὐτου̃

2:6 τω̨̃ κυρίω̨ θεω̨̃ ἡμω̃ν ἡ δικαιοσύνη ἡμι̃ν δὲ καὶ τοι̃ς πατράσιν ἡμω̃ν ἡ αἰσχύνη τω̃ν προσώπων ὡς ἡ ἡμέρα αὕτη

2:7 ἃ ἐλάλησεν κύριος ἐφ' ἡμα̃ς πάντα τὰ κακὰ ταυ̃τα ἠ̃λθεν ἐφ' ἡμα̃ς

2:8 καὶ οὐκ ἐδεήθημεν του̃ προσώπου κυρίου του̃ ἀποστρέψαι ἕκαστον ἀπὸ τω̃ν νοημάτων τη̃ς καρδίας αὐτω̃ν τη̃ς πονηρα̃ς

2:9 καὶ ἐγρηγόρησεν κύριος ἐπὶ τοι̃ς κακοι̃ς καὶ ἐπήγαγε κύριος ἐφ' ἡμα̃ς ὅτι δίκαιος ὁ κύριος ἐπὶ πάντα τὰ ἔργα αὐτου̃ ἃ ἐνετείλατο ἡμι̃ν

2:10 καὶ οὐκ ἠκούσαμεν τη̃ς φωνη̃ς αὐτου̃ πορεύεσθαι τοι̃ς προστάγμασιν κυρίου οἱ̃ς ἔδωκεν κατὰ πρόσωπον ἡμω̃ν

2:11 καὶ νυ̃ν κύριε ὁ θεὸς Ισραηλ ὃς ἐξήγαγες τὸν λαόν σου ἐκ γη̃ς Αἰγύπτου ἐν χειρὶ κραταια̨̃ καὶ ἐν σημείοις καὶ ἐν τέρασιν καὶ ἐν δυνάμει μεγάλη̨ καὶ ἐν βραχίονι ὑψηλω̨̃ καὶ ἐποίησας σεαυτω̨̃ ὄνομα ὡς ἡ ἡμέρα αὕτη

2:12 ἡμάρτομεν ἠσεβήσαμεν ἠδικήσαμεν κύριε ὁ θεὸς ἡμω̃ν ἐπὶ πα̃σιν τοι̃ς δικαιώμασίν σου

2:13 ἀποστραφήτω ὁ θυμός σου ἀφ' ἡμω̃ν ὅτι κατελείφθημεν ὀλίγοι ἐν τοι̃ς ἔθνεσιν οὑ̃ διέσπειρας ἡμα̃ς ἐκει̃

2:14 εἰσάκουσον κύριε τη̃ς προσευχη̃ς ἡμω̃ν καὶ τη̃ς δεήσεως ἡμω̃ν καὶ ἐξελου̃ ἡμα̃ς ἕνεκεν σου̃ καὶ δὸς ἡμι̃ν χάριν κατὰ πρόσωπον τω̃ν ἀποικισάντων ἡμα̃ς

2:15 ἵνα γνω̨̃ πα̃σα ἡ γη̃ ὅτι σὺ κύριος ὁ θεὸς ἡμω̃ν ὅτι τὸ ὄνομά σου ἐπεκλήθη ἐπὶ Ισραηλ καὶ ἐπὶ τὸ γένος αὐτου̃

2:16 κύριε κάτιδε ἐκ του̃ οἴκου του̃ ἁγίου σου καὶ ἐννόησον εἰς ἡμα̃ς κλι̃νον κύριε τὸ οὐ̃ς σου καὶ ἄκουσον

2:17 ἄνοιξον κύριε τοὺς ὀφθαλμούς σου καὶ ἰδέ ὅτι οὐχ οἱ τεθνηκότες ἐν τω̨̃ ἅ̨δη̨ ὡ̃ν ἐλήμφθη τὸ πνευ̃μα αὐτω̃ν ἀπὸ τω̃ν σπλάγχνων αὐτω̃ν δώσουσιν δόξαν καὶ δικαίωμα τω̨̃ κυρίω̨

2:18 ἀλλὰ ἡ ψυχὴ ἡ λυπουμένη ἐπὶ τὸ μέγεθος ὃ βαδίζει κύπτον καὶ ἀσθενου̃ν καὶ οἱ ὀφθαλμοὶ οἱ ἐκλείποντες καὶ ἡ ψυχὴ ἡ πεινω̃σα δώσουσίν σοι δόξαν καὶ δικαιοσύνην κύριε

2:19 ὅτι οὐκ ἐπὶ τὰ δικαιώματα τω̃ν πατέρων ἡμω̃ν καὶ τω̃ν βασιλέων ἡμω̃ν ἡμει̃ς καταβάλλομεν τὸν ἔλεον ἡμω̃ν κατὰ πρόσωπόν σου κύριε ὁ θεὸς ἡμω̃ν

2:20 ὅτι ἐνη̃κας τὸν θυμόν σου καὶ τὴν ὀργήν σου εἰς ἡμα̃ς καθάπερ ἐλάλησας ἐν χειρὶ τω̃ν παίδων σου τω̃ν προφητω̃ν λέγων

2:21 οὕτως εἰ̃πεν κύριος κλίνατε τὸν ὠ̃μον ὑμω̃ν καὶ ἐργάσασθε τω̨̃ βασιλει̃ Βαβυλω̃νος καὶ καθίσατε ἐπὶ τὴν γη̃ν ἣν ἔδωκα τοι̃ς πατράσιν ὑμω̃ν

2:22 καὶ ἐὰν μὴ ἀκούσητε τη̃ς φωνη̃ς κυρίου ἐργάσασθαι τω̨̃ βασιλει̃ Βαβυλω̃νος

2:23 ἐκλείψειν ποιήσω ἐκ πόλεων Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ φωνὴν εὐφροσύνης καὶ φωνὴν χαρμοσύνης φωνὴν νυμφίου καὶ φωνὴν νύμφης καὶ ἔσται πα̃σα ἡ γη̃ εἰς ἄβατον ἀπὸ ἐνοικούντων

2:24 καὶ οὐκ ἠκούσαμεν τη̃ς φωνη̃ς σου ἐργάσασθαι τω̨̃ βασιλει̃ Βαβυλω̃νος καὶ ἔστησας τοὺς λόγους σου οὓς ἐλάλησας ἐν χερσὶν τω̃ν παίδων σου τω̃ν προφητω̃ν του̃ ἐξενεχθη̃ναι τὰ ὀστα̃ βασιλέων ἡμω̃ν καὶ τὰ ὀστα̃ τω̃ν πατέρων ἡμω̃ν ἐκ του̃ τόπου αὐτω̃ν

2:25 καὶ ἰδού ἐστιν ἐξερριμμένα τω̨̃ καύματι τη̃ς ἡμέρας καὶ τω̨̃ παγετω̨̃ τη̃ς νυκτός καὶ ἀπεθάνοσαν ἐν πόνοις πονηροι̃ς ἐν λιμω̨̃ καὶ ἐν ῥομφαία̨ καὶ ἐν ἀποστολη̨̃

2:26 καὶ ἔθηκας τὸν οἰ̃κον οὑ̃ ἐπεκλήθη τὸ ὄνομά σου ἐπ' αὐτω̨̃ ὡς ἡ ἡμέρα αὕτη διὰ πονηρίαν οἴκου Ισραηλ καὶ οἴκου Ιουδα

2:27 καὶ ἐποίησας εἰς ἡμα̃ς κύριε ὁ θεὸς ἡμω̃ν κατὰ πα̃σαν ἐπιείκειάν σου καὶ κατὰ πάντα οἰκτιρμόν σου τὸν μέγαν

2:28 καθὰ ἐλάλησας ἐν χειρὶ παιδός σου Μωυση̃ ἐν ἡμέρα̨ ἐντειλαμένου σου αὐτω̨̃ γράψαι τὸν νόμον σου ἐναντίον υἱω̃ν Ισραηλ λέγων

2:29 ἐὰν μὴ ἀκούσητε τη̃ς φωνη̃ς μου ἠ̃ μὴν ἡ βόμβησις ἡ μεγάλη ἡ πολλὴ αὕτη ἀποστρέψει εἰς μικρὰν ἐν τοι̃ς ἔθνεσιν οὑ̃ διασπερω̃ αὐτοὺς ἐκει̃

2:30 ὅτι ἔγνων ὅτι οὐ μὴ ἀκούσωσίν μου ὅτι λαὸς σκληροτράχηλός ἐστιν καὶ ἐπιστρέψουσιν ἐπὶ καρδίαν αὐτω̃ν ἐν γη̨̃ ἀποικισμου̃ αὐτω̃ν

2:31 καὶ γνώσονται ὅτι ἐγὼ κύριος ὁ θεὸς αὐτω̃ν καὶ δώσω αὐτοι̃ς καρδίαν καὶ ὠ̃τα ἀκούοντα

2:32 καὶ αἰνέσουσίν με ἐν γη̨̃ ἀποικισμου̃ αὐτω̃ν καὶ μνησθήσονται του̃ ὀνόματός μου

2:33 καὶ ἀποστρέψουσιν ἀπὸ του̃ νώτου αὐτω̃ν του̃ σκληρου̃ καὶ ἀπὸ πονηρω̃ν πραγμάτων αὐτω̃ν ὅτι μνησθήσονται τη̃ς ὁδου̃ πατέρων αὐτω̃ν τω̃ν ἁμαρτόντων ἔναντι κυρίου

2:34 καὶ ἀποστρέψω αὐτοὺς εἰς τὴν γη̃ν ἣν ὤμοσα τοι̃ς πατράσιν αὐτω̃ν τω̨̃ Αβρααμ καὶ τω̨̃ Ισαακ καὶ τω̨̃ Ιακωβ καὶ κυριεύσουσιν αὐτη̃ς καὶ πληθυνω̃ αὐτούς καὶ οὐ μὴ σμικρυνθω̃σιν

2:35 καὶ στήσω αὐτοι̃ς διαθήκην αἰώνιον του̃ εἰ̃ναί με αὐτοι̃ς εἰς θεὸν καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν καὶ οὐ κινήσω ἔτι τὸν λαόν μου Ισραηλ ἀπὸ τη̃ς γη̃ς ἡ̃ς ἔδωκα αὐτοι̃ς

3:1 κύριε παντοκράτωρ ὁ θεὸς Ισραηλ ψυχὴ ἐν στενοι̃ς καὶ πνευ̃μα ἀκηδιω̃ν κέκραγεν πρὸς σέ

3:2 ἄκουσον κύριε καὶ ἐλέησον ὅτι ἡμάρτομεν ἐναντίον σου

3:3 ὅτι σὺ καθήμενος τὸν αἰω̃να καὶ ἡμει̃ς ἀπολλύμενοι τὸν αἰω̃να

3:4 κύριε παντοκράτωρ ὁ θεὸς Ισραηλ ἄκουσον δὴ τη̃ς προσευχη̃ς τω̃ν τεθνηκότων Ισραηλ καὶ υἱω̃ν τω̃ν ἁμαρτανόντων ἐναντίον σου οἳ οὐκ ἤκουσαν τη̃ς φωνη̃ς κυρίου θεου̃ αὐτω̃ν καὶ ἐκολλήθη ἡμι̃ν τὰ κακά

3:5 μὴ μνησθη̨̃ς ἀδικιω̃ν πατέρων ἡμω̃ν ἀλλὰ μνήσθητι χειρός σου καὶ ὀνόματός σου ἐν τω̨̃ καιρω̨̃ τούτω̨

3:6 ὅτι σὺ κύριος ὁ θεὸς ἡμω̃ν καὶ αἰνέσομέν σε κύριε

3:7 ὅτι διὰ του̃το ἔδωκας τὸν φόβον σου ἐπὶ καρδίαν ἡμω̃ν του̃ ἐπικαλει̃σθαι τὸ ὄνομά σου καὶ αἰνέσομέν σε ἐν τη̨̃ ἀποικία̨ ἡμω̃ν ὅτι ἀπεστρέψαμεν ἀπὸ καρδίας ἡμω̃ν πα̃σαν ἀδικίαν πατέρων ἡμω̃ν τω̃ν ἡμαρτηκότων ἐναντίον σου

3:8 ἰδοὺ ἡμει̃ς σήμερον ἐν τη̨̃ ἀποικία̨ ἡμω̃ν οὑ̃ διέσπειρας ἡμα̃ς ἐκει̃ εἰς ὀνειδισμὸν καὶ εἰς ἀρὰν καὶ εἰς ὄφλησιν κατὰ πάσας τὰς ἀδικίας πατέρων ἡμω̃ν οἳ ἀπέστησαν ἀπὸ κυρίου θεου̃ ἡμω̃ν

3:9 ἄκουε Ισραηλ ἐντολὰς ζωη̃ς ἐνωτίσασθε γνω̃ναι φρόνησιν

3:10 τί ἐστιν Ισραηλ τί ὅτι ἐν γη̨̃ τω̃ν ἐχθρω̃ν εἰ̃ ἐπαλαιώθης ἐν γη̨̃ ἀλλοτρία̨

3:11 συνεμιάνθης τοι̃ς νεκροι̃ς προσελογίσθης μετὰ τω̃ν εἰς ἅ̨δου

3:12 ἐγκατέλιπες τὴν πηγὴν τη̃ς σοφίας

3:13 τη̨̃ ὁδω̨̃ του̃ θεου̃ εἰ ἐπορεύθης κατώ̨κεις ἂν ἐν εἰρήνη̨ τὸν αἰω̃να

3:14 μάθε που̃ ἐστιν φρόνησις που̃ ἐστιν ἰσχύς που̃ ἐστιν σύνεσις του̃ γνω̃ναι ἅμα που̃ ἐστιν μακροβίωσις καὶ ζωή που̃ ἐστιν φω̃ς ὀφθαλμω̃ν καὶ εἰρήνη

3:15 τίς εὑ̃ρεν τὸν τόπον αὐτη̃ς καὶ τίς εἰση̃λθεν εἰς τοὺς θησαυροὺς αὐτη̃ς

3:16 που̃ εἰσιν οἱ ἄρχοντες τω̃ν ἐθνω̃ν καὶ οἱ κυριεύοντες τω̃ν θηρίων τω̃ν ἐπὶ τη̃ς γη̃ς

3:17 οἱ ἐν τοι̃ς ὀρνέοις του̃ οὐρανου̃ ἐμπαίζοντες καὶ τὸ ἀργύριον θησαυρίζοντες καὶ τὸ χρυσίον ὡ̨̃ ἐπεποίθεισαν ἄνθρωποι καὶ οὐκ ἔστιν τέλος τη̃ς κτήσεως αὐτω̃ν

3:18 οἱ τὸ ἀργύριον τεκταίνοντες καὶ μεριμνω̃ντες καὶ οὐκ ἔστιν ἐξεύρεσις τω̃ν ἔργων αὐτω̃ν

3:19 ἠφανίσθησαν καὶ εἰς ἅ̨δου κατέβησαν καὶ ἄλλοι ἀντανέστησαν ἀντ' αὐτω̃ν

3:20 νεώτεροι εἰ̃δον φω̃ς καὶ κατώ̨κησαν ἐπὶ τη̃ς γη̃ς ὁδὸν δὲ ἐπιστήμης οὐκ ἔγνωσαν

3:21 οὐδὲ συνη̃καν τρίβους αὐτη̃ς οὐδὲ ἀντελάβοντο αὐτη̃ς οἱ υἱοὶ αὐτω̃ν ἀπὸ τη̃ς ὁδου̃ αὐτω̃ν πόρρω ἐγενήθησαν

3:22 οὐδὲ ἠκούσθη ἐν Χανααν οὐδὲ ὤφθη ἐν Θαιμαν

3:23 οὔτε υἱοὶ Αγαρ οἱ ἐκζητου̃ντες τὴν σύνεσιν ἐπὶ τη̃ς γη̃ς οἱ ἔμποροι τη̃ς Μερραν καὶ Θαιμαν οἱ μυθολόγοι καὶ οἱ ἐκζητηταὶ τη̃ς συνέσεως ὁδὸν τη̃ς σοφίας οὐκ ἔγνωσαν οὐδὲ ἐμνήσθησαν τὰς τρίβους αὐτη̃ς

3:24 ὠ̃ Ισραηλ ὡς μέγας ὁ οἰ̃κος του̃ θεου̃ καὶ ἐπιμήκης ὁ τόπος τη̃ς κτήσεως αὐτου̃

3:25 μέγας καὶ οὐκ ἔχει τελευτήν ὑψηλὸς καὶ ἀμέτρητος

3:26 ἐκει̃ ἐγεννήθησαν οἱ γίγαντες οἱ ὀνομαστοὶ οἱ ἀπ' ἀρχη̃ς γενόμενοι εὐμεγέθεις ἐπιστάμενοι πόλεμον

3:27 οὐ τούτους ἐξελέξατο ὁ θεὸς οὐδὲ ὁδὸν ἐπιστήμης ἔδωκεν αὐτοι̃ς

3:28 καὶ ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν φρόνησιν ἀπώλοντο διὰ τὴν ἀβουλίαν αὐτω̃ν

3:29 τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ ἔλαβεν αὐτὴν καὶ κατεβίβασεν αὐτὴν ἐκ τω̃ν νεφελω̃ν

3:30 τίς διέβη πέραν τη̃ς θαλάσσης καὶ εὑ̃ρεν αὐτὴν καὶ οἴσει αὐτὴν χρυσίου ἐκλεκτου̃

3:31 οὐκ ἔστιν ὁ γινώσκων τὴν ὁδὸν αὐτη̃ς οὐδὲ ὁ ἐνθυμούμενος τὴν τρίβον αὐτη̃ς

3:32 ἀλλὰ ὁ εἰδὼς τὰ πάντα γινώσκει αὐτήν ἐξευ̃ρεν αὐτὴν τη̨̃ συνέσει αὐτου̃ ὁ κατασκευάσας τὴν γη̃ν εἰς τὸν αἰω̃να χρόνον ἐνέπλησεν αὐτὴν κτηνω̃ν τετραπόδων

3:33 ὁ ἀποστέλλων τὸ φω̃ς καὶ πορεύεται ἐκάλεσεν αὐτό καὶ ὑπήκουσεν αὐτω̨̃ τρόμω̨

3:34 οἱ δὲ ἀστέρες ἔλαμψαν ἐν ται̃ς φυλακαι̃ς αὐτω̃ν καὶ εὐφράνθησαν

3:35 ἐκάλεσεν αὐτοὺς καὶ εἰ̃πον πάρεσμεν ἔλαμψαν μετ' εὐφροσύνης τω̨̃ ποιήσαντι αὐτούς

3:36 οὑ̃τος ὁ θεὸς ἡμω̃ν οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν

3:37 ἐξευ̃ρεν πα̃σαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ιακωβ τω̨̃ παιδὶ αὐτου̃ καὶ Ισραηλ τω̨̃ ἠγαπημένω̨ ὑπ' αὐτου̃

3:38 μετὰ του̃το ἐπὶ τη̃ς γη̃ς ὤφθη καὶ ἐν τοι̃ς ἀνθρώποις συνανεστράφη

4:1 αὕτη ἡ βίβλος τω̃ν προσταγμάτων του̃ θεου̃ καὶ ὁ νόμος ὁ ὑπάρχων εἰς τὸν αἰω̃να πάντες οἱ κρατου̃ντες αὐτη̃ς εἰς ζωήν οἱ δὲ καταλείποντες αὐτὴν ἀποθανου̃νται

4:2 ἐπιστρέφου Ιακωβ καὶ ἐπιλαβου̃ αὐτη̃ς διόδευσον πρὸς τὴν λάμψιν κατέναντι του̃ φωτὸς αὐτη̃ς

4:3 μὴ δω̨̃ς ἑτέρω̨ τὴν δόξαν σου καὶ τὰ συμφέροντά σοι ἔθνει ἀλλοτρίω̨

4:4 μακάριοί ἐσμεν Ισραηλ ὅτι τὰ ἀρεστὰ τω̨̃ θεω̨̃ ἡμι̃ν γνωστά ἐστιν

4:5 θαρσει̃τε λαός μου μνημόσυνον Ισραηλ

4:6 ἐπράθητε τοι̃ς ἔθνεσιν οὐκ εἰς ἀπώλειαν διὰ δὲ τὸ παροργίσαι ὑμα̃ς τὸν θεὸν παρεδόθητε τοι̃ς ὑπεναντίοις

4:7 παρωξύνατε γὰρ τὸν ποιήσαντα ὑμα̃ς θύσαντες δαιμονίοις καὶ οὐ θεω̨̃

4:8 ἐπελάθεσθε δὲ τὸν τροφεύσαντα ὑμα̃ς θεὸν αἰώνιον ἐλυπήσατε δὲ καὶ τὴν ἐκθρέψασαν ὑμα̃ς Ιερουσαλημ

4:9 εἰ̃δεν γὰρ τὴν ἐπελθου̃σαν ὑμι̃ν ὀργὴν παρὰ του̃ θεου̃ καὶ εἰ̃πεν ἀκούσατε αἱ πάροικοι Σιων ἐπήγαγέν μοι ὁ θεὸς πένθος μέγα

4:10 εἰ̃δον γὰρ τὴν αἰχμαλωσίαν τω̃ν υἱω̃ν μου καὶ τω̃ν θυγατέρων ἣν ἐπήγαγεν αὐτοι̃ς ὁ αἰώνιος

4:11 ἔθρεψα γὰρ αὐτοὺς μετ' εὐφροσύνης ἐξαπέστειλα δὲ μετὰ κλαυθμου̃ καὶ πένθους

4:12 μηδεὶς ἐπιχαιρέτω μοι τη̨̃ χήρα̨ καὶ καταλειφθείση̨ ὑπὸ πολλω̃ν ἠρημώθην διὰ τὰς ἁμαρτίας τω̃ν τέκνων μου διότι ἐξέκλιναν ἐκ νόμου θεου̃

4:13 δικαιώματα δὲ αὐτου̃ οὐκ ἔγνωσαν οὐδὲ ἐπορεύθησαν ὁδοι̃ς ἐντολω̃ν θεου̃ οὐδὲ τρίβους παιδείας ἐν δικαιοσύνη̨ αὐτου̃ ἐπέβησαν

4:14 ἐλθάτωσαν αἱ πάροικοι Σιων καὶ μνήσθητε τὴν αἰχμαλωσίαν τω̃ν υἱω̃ν μου καὶ θυγατέρων ἣν ἐπήγαγεν αὐτοι̃ς ὁ αἰώνιος

4:15 ἐπήγαγεν γὰρ ἐπ' αὐτοὺς ἔθνος μακρόθεν ἔθνος ἀναιδὲς καὶ ἀλλόγλωσσον οἳ οὐκ ἠ̨σχύνθησαν πρεσβύτην οὐδὲ παιδίον ἠλέησαν

4:16 καὶ ἀπήγαγον τοὺς ἀγαπητοὺς τη̃ς χήρας καὶ ἀπὸ τω̃ν θυγατέρων τὴν μόνην ἠρήμωσαν

4:17 ἐγὼ δὲ τί δυνατὴ βοηθη̃σαι ὑμι̃ν

4:18 ὁ γὰρ ἐπαγαγὼν τὰ κακὰ ὑμι̃ν ἐξελει̃ται ὑμα̃ς ἐκ χειρὸς ἐχθρω̃ν ὑμω̃ν

4:19 βαδίζετε τέκνα βαδίζετε ἐγὼ γὰρ κατελείφθην ἔρημος

4:20 ἐξεδυσάμην τὴν στολὴν τη̃ς εἰρήνης ἐνεδυσάμην δὲ σάκκον τη̃ς δεήσεώς μου κεκράξομαι πρὸς τὸν αἰώνιον ἐν ται̃ς ἡμέραις μου

4:21 θαρσει̃τε τέκνα βοήσατε πρὸς τὸν θεόν καὶ ἐξελει̃ται ὑμα̃ς ἐκ δυναστείας ἐκ χειρὸς ἐχθρω̃ν

4:22 ἐγὼ γὰρ ἤλπισα ἐπὶ τω̨̃ αἰωνίω̨ τὴν σωτηρίαν ὑμω̃ν καὶ ἠ̃λθέν μοι χαρὰ παρὰ του̃ ἁγίου ἐπὶ τη̨̃ ἐλεημοσύνη̨ ἣ ἥξει ὑμι̃ν ἐν τάχει παρὰ του̃ αἰωνίου σωτη̃ρος ὑμω̃ν

4:23 ἐξέπεμψα γὰρ ὑμα̃ς μετὰ πένθους καὶ κλαυθμου̃ ἀποδώσει δέ μοι ὁ θεὸς ὑμα̃ς μετὰ χαρμοσύνης καὶ εὐφροσύνης εἰς τὸν αἰω̃να

4:24 ὥσπερ γὰρ νυ̃ν ἑωράκασιν αἱ πάροικοι Σιων τὴν ὑμετέραν αἰχμαλωσίαν οὕτως ὄψονται ἐν τάχει τὴν παρὰ του̃ θεου̃ ὑμω̃ν σωτηρίαν ἣ ἐπελεύσεται ὑμι̃ν μετὰ δόξης μεγάλης καὶ λαμπρότητος του̃ αἰωνίου

4:25 τέκνα μακροθυμήσατε τὴν παρὰ του̃ θεου̃ ἐπελθου̃σαν ὑμι̃ν ὀργήν κατεδίωξέν σε ὁ ἐχθρός σου καὶ ὄψει αὐτου̃ τὴν ἀπώλειαν ἐν τάχει καὶ ἐπὶ τραχήλους αὐτω̃ν ἐπιβήση̨

4:26 οἱ τρυφεροί μου ἐπορεύθησαν ὁδοὺς τραχείας ἤρθησαν ὡς ποίμνιον ἡρπασμένον ὑπὸ ἐχθρω̃ν

4:27 θαρσήσατε τέκνα καὶ βοήσατε πρὸς τὸν θεόν ἔσται γὰρ ὑμω̃ν ὑπὸ του̃ ἐπάγοντος μνεία

4:28 ὥσπερ γὰρ ἐγένετο ἡ διάνοια ὑμω̃ν εἰς τὸ πλανηθη̃ναι ἀπὸ του̃ θεου̃ δεκαπλασιάσατε ἐπιστραφέντες ζητη̃σαι αὐτόν

4:29 ὁ γὰρ ἐπαγαγὼν ὑμι̃ν τὰ κακὰ ἐπάξει ὑμι̃ν τὴν αἰώνιον εὐφροσύνην μετὰ τη̃ς σωτηρίας ὑμω̃ν

4:30 θάρσει Ιερουσαλημ παρακαλέσει σε ὁ ὀνομάσας σε

4:31 δείλαιοι οἱ σὲ κακώσαντες καὶ ἐπιχαρέντες τη̨̃ ση̨̃ πτώσει

4:32 δείλαιαι αἱ πόλεις αἱ̃ς ἐδούλευσαν τὰ τέκνα σου δειλαία ἡ δεξαμένη τοὺς υἱούς σου

4:33 ὥσπερ γὰρ ἐχάρη ἐπὶ τη̨̃ ση̨̃ πτώσει καὶ εὐφράνθη ἐπὶ τω̨̃ πτώματί σου οὕτως λυπηθήσεται ἐπὶ τη̨̃ ἑαυτη̃ς ἐρημία̨

4:34 καὶ περιελω̃ αὐτη̃ς τὸ ἀγαλλίαμα τη̃ς πολυοχλίας καὶ τὸ ἀγαυρίαμα αὐτη̃ς ἔσται εἰς πένθος

4:35 πυ̃ρ γὰρ ἐπελεύσεται αὐτη̨̃ παρὰ του̃ αἰωνίου εἰς ἡμέρας μακράς καὶ κατοικηθήσεται ὑπὸ δαιμονίων τὸν πλείονα χρόνον

4:36 περίβλεψαι πρὸς ἀνατολάς Ιερουσαλημ καὶ ἰδὲ τὴν εὐφροσύνην τὴν παρὰ του̃ θεου̃ σοι ἐρχομένην

4:37 ἰδοὺ ἔρχονται οἱ υἱοί σου οὓς ἐξαπέστειλας ἔρχονται συνηγμένοι ἀπ' ἀνατολω̃ν ἕως δυσμω̃ν τω̨̃ ῥήματι του̃ ἁγίου χαίροντες τη̨̃ του̃ θεου̃ δόξη̨

5:1 ἔκδυσαι Ιερουσαλημ τὴν στολὴν του̃ πένθους καὶ τη̃ς κακώσεώς σου καὶ ἔνδυσαι τὴν εὐπρέπειαν τη̃ς παρὰ του̃ θεου̃ δόξης εἰς τὸν αἰω̃να

5:2 περιβαλου̃ τὴν διπλοΐδα τη̃ς παρὰ του̃ θεου̃ δικαιοσύνης ἐπίθου τὴν μίτραν ἐπὶ τὴν κεφαλήν σου τη̃ς δόξης του̃ αἰωνίου

5:3 ὁ γὰρ θεὸς δείξει τη̨̃ ὑπ' οὐρανὸν πάση̨ τὴν σὴν λαμπρότητα

5:4 κληθήσεται γάρ σου τὸ ὄνομα παρὰ του̃ θεου̃ εἰς τὸν αἰω̃να εἰρήνη δικαιοσύνης καὶ δόξα θεοσεβείας

5:5 ἀνάστηθι Ιερουσαλημ καὶ στη̃θι ἐπὶ του̃ ὑψηλου̃ καὶ περίβλεψαι πρὸς ἀνατολὰς καὶ ἰδέ σου συνηγμένα τὰ τέκνα ἀπὸ ἡλίου δυσμω̃ν ἕως ἀνατολω̃ν τω̨̃ ῥήματι του̃ ἁγίου χαίροντας τη̨̃ του̃ θεου̃ μνεία̨

5:6 ἐξη̃λθον γὰρ παρὰ σου̃ πεζοὶ ἀγόμενοι ὑπὸ ἐχθρω̃ν εἰσάγει δὲ αὐτοὺς ὁ θεὸς πρὸς σὲ αἰρομένους μετὰ δόξης ὡς θρόνον βασιλείας

5:7 συνέταξεν γὰρ ὁ θεὸς ταπεινου̃σθαι πα̃ν ὄρος ὑψηλὸν καὶ θι̃νας ἀενάους καὶ φάραγγας πληρου̃σθαι εἰς ὁμαλισμὸν τη̃ς γη̃ς ἵνα βαδίση̨ Ισραηλ ἀσφαλω̃ς τη̨̃ του̃ θεου̃ δόξη̨

5:8 ἐσκίασαν δὲ καὶ οἱ δρυμοὶ καὶ πα̃ν ξύλον εὐωδίας τω̨̃ Ισραηλ προστάγματι του̃ θεου̃

5:9 ἡγήσεται γὰρ ὁ θεὸς Ισραηλ μετ' εὐφροσύνης τω̨̃ φωτὶ τη̃ς δόξης αὐτου̃ σὺν ἐλεημοσύνη̨ καὶ δικαιοσύνη̨ τη̨̃ παρ' αὐτου̃

.

Книго

[X]