'Ησαΐας
1:1 ὅρασις ἣν εἰ̃δεν Ησαιας υἱὸς Αμως ἣν εἰ̃δεν κατὰ τη̃ς Ιουδαίας καὶ κατὰ Ιερουσαλημ ἐν βασιλεία̨ Οζιου καὶ Ιωαθαμ καὶ Αχαζ καὶ Εζεκιου οἳ ἐβασίλευσαν τη̃ς Ιουδαίας 1:2 ἄκουε οὐρανέ καὶ ἐνωτίζου γη̃ ὅτι κύριος ἐλάλησεν υἱοὺς ἐγέννησα καὶ ὕψωσα αὐτοὶ δέ με ἠθέτησαν 1:3 ἔγνω βου̃ς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην του̃ κυρίου αὐτου̃ Ισραηλ δέ με οὐκ ἔγνω καὶ ὁ λαός με οὐ συνη̃κεν 1:4 οὐαὶ ἔθνος ἁμαρτωλόν λαὸς πλήρης ἁμαρτιω̃ν σπέρμα πονηρόν υἱοὶ ἄνομοι ἐγκατελίπατε τὸν κύριον καὶ παρωργίσατε τὸν ἅγιον του̃ Ισραηλ 1:5 τί ἔτι πληγη̃τε προστιθέντες ἀνομίαν πα̃σα κεφαλὴ εἰς πόνον καὶ πα̃σα καρδία εἰς λύπην 1:6 ἀπὸ ποδω̃ν ἕως κεφαλη̃ς οὔτε τραυ̃μα οὔτε μώλωψ οὔτε πληγὴ φλεγμαίνουσα οὐκ ἔστιν μάλαγμα ἐπιθει̃ναι οὔτε ἔλαιον οὔτε καταδέσμους 1:7 ἡ γη̃ ὑμω̃ν ἔρημος αἱ πόλεις ὑμω̃ν πυρίκαυστοι τὴν χώραν ὑμω̃ν ἐνώπιον ὑμω̃ν ἀλλότριοι κατεσθίουσιν αὐτήν καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ λαω̃ν ἀλλοτρίων 1:8 ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιων ὡς σκηνὴ ἐν ἀμπελω̃νι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτω̨ ὡς πόλις πολιορκουμένη 1:9 καὶ εἰ μὴ κύριος σαβαωθ ἐγκατέλιπεν ἡμι̃ν σπέρμα ὡς Σοδομα ἂν ἐγενήθημεν καὶ ὡς Γομορρα ἂν ὡμοιώθημεν 1:10 ἀκούσατε λόγον κυρίου ἄρχοντες Σοδομων προσέχετε νόμον θεου̃ λαὸς Γομορρας 1:11 τί μοι πλη̃θος τω̃ν θυσιω̃ν ὑμω̃ν λέγει κύριος πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριω̃ν καὶ στέαρ ἀρνω̃ν καὶ αἱ̃μα ταύρων καὶ τράγων οὐ βούλομαι 1:12 οὐδ' ἐὰν ἔρχησθε ὀφθη̃ναί μοι τίς γὰρ ἐξεζήτησεν ταυ̃τα ἐκ τω̃ν χειρω̃ν ὑμω̃ν πατει̃ν τὴν αὐλήν μου 1:13 οὐ προσθήσεσθε ἐὰν φέρητε σεμίδαλιν μάταιον θυμίαμα βδέλυγμά μοί ἐστιν τὰς νουμηνίας ὑμω̃ν καὶ τὰ σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι νηστείαν καὶ ἀργίαν 1:14 καὶ τὰς νουμηνίας ὑμω̃ν καὶ τὰς ἑορτὰς ὑμω̃ν μισει̃ ἡ ψυχή μου ἐγενήθητέ μοι εἰς πλησμονήν οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμω̃ν 1:15 ὅταν τὰς χει̃ρας ἐκτείνητε πρός με ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμω̃ν καὶ ἐὰν πληθύνητε τὴν δέησιν οὐκ εἰσακούσομαι ὑμω̃ν αἱ γὰρ χει̃ρες ὑμω̃ν αἵματος πλήρεις 1:16 λούσασθε καθαροὶ γένεσθε ἀφέλετε τὰς πονηρίας ἀπὸ τω̃ν ψυχω̃ν ὑμω̃ν ἀπέναντι τω̃ν ὀφθαλμω̃ν μου παύσασθε ἀπὸ τω̃ν πονηριω̃ν ὑμω̃ν 1:17 μάθετε καλὸν ποιει̃ν ἐκζητήσατε κρίσιν ῥύσασθε ἀδικούμενον κρίνατε ὀρφανω̨̃ καὶ δικαιώσατε χήραν 1:18 καὶ δευ̃τε καὶ διελεγχθω̃μεν λέγει κύριος καὶ ἐὰν ὠ̃σιν αἱ ἁμαρτίαι ὑμω̃ν ὡς φοινικου̃ν ὡς χιόνα λευκανω̃ ἐὰν δὲ ὠ̃σιν ὡς κόκκινον ὡς ἔριον λευκανω̃ 1:19 καὶ ἐὰν θέλητε καὶ εἰσακούσητέ μου τὰ ἀγαθὰ τη̃ς γη̃ς φάγεσθε 1:20 ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου μάχαιρα ὑμα̃ς κατέδεται τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταυ̃τα 1:21 πω̃ς ἐγένετο πόρνη πόλις πιστὴ Σιων πλήρης κρίσεως ἐν ἡ̨̃ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτη̨̃ νυ̃ν δὲ φονευταί 1:22 τὸ ἀργύριον ὑμω̃ν ἀδόκιμον οἱ κάπηλοί σου μίσγουσι τὸν οἰ̃νον ὕδατι 1:23 οἱ ἄρχοντές σου ἀπειθου̃σιν κοινωνοὶ κλεπτω̃ν ἀγαπω̃ντες δω̃ρα διώκοντες ἀνταπόδομα ὀρφανοι̃ς οὐ κρίνοντες καὶ κρίσιν χηρω̃ν οὐ προσέχοντες 1:24 διὰ του̃το τάδε λέγει ὁ δεσπότης κύριος σαβαωθ οὐαὶ οἱ ἰσχύοντες Ισραηλ οὐ παύσεται γάρ μου ὁ θυμὸς ἐν τοι̃ς ὑπεναντίοις καὶ κρίσιν ἐκ τω̃ν ἐχθρω̃ν μου ποιήσω 1:25 καὶ ἐπάξω τὴν χει̃ρά μου ἐπὶ σὲ καὶ πυρώσω σε εἰς καθαρόν τοὺς δὲ ἀπειθου̃ντας ἀπολέσω καὶ ἀφελω̃ πάντας ἀνόμους ἀπὸ σου̃ καὶ πάντας ὑπερηφάνους ταπεινώσω 1:26 καὶ ἐπιστήσω τοὺς κριτάς σου ὡς τὸ πρότερον καὶ τοὺς συμβούλους σου ὡς τὸ ἀπ' ἀρχη̃ς καὶ μετὰ ταυ̃τα κληθήση̨ πόλις δικαιοσύνης μητρόπολις πιστὴ Σιων 1:27 μετὰ γὰρ κρίματος σωθήσεται ἡ αἰχμαλωσία αὐτη̃ς καὶ μετὰ ἐλεημοσύνης 1:28 καὶ συντριβήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα καὶ οἱ ἐγκαταλείποντες τὸν κύριον συντελεσθήσονται 1:29 διότι αἰσχυνθήσονται ἐπὶ τοι̃ς εἰδώλοις αὐτω̃ν ἃ αὐτοὶ ἠβούλοντο καὶ ἐπη̨σχύνθησαν ἐπὶ τοι̃ς κήποις αὐτω̃ν ἃ ἐπεθύμησαν 1:30 ἔσονται γὰρ ὡς τερέβινθος ἀποβεβληκυι̃α τὰ φύλλα καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων 1:31 καὶ ἔσται ἡ ἰσχὺς αὐτω̃ν ὡς καλάμη στιππύου καὶ αἱ ἐργασίαι αὐτω̃ν ὡς σπινθη̃ρες πυρός καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα καὶ οὐκ ἔσται ὁ σβέσων 2:1 ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ησαιαν υἱὸν Αμως περὶ τη̃ς Ιουδαίας καὶ περὶ Ιερουσαλημ 2:2 ὅτι ἔσται ἐν ται̃ς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος κυρίου καὶ ὁ οἰ̃κος του̃ θεου̃ ἐπ' ἄκρων τω̃ν ὀρέων καὶ ὑψωθήσεται ὑπεράνω τω̃ν βουνω̃ν καὶ ἥξουσιν ἐπ' αὐτὸ πάντα τὰ ἔθνη 2:3 καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐρου̃σιν δευ̃τε καὶ ἀναβω̃μεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἰ̃κον του̃ θεου̃ Ιακωβ καὶ ἀναγγελει̃ ἡμι̃ν τὴν ὁδὸν αὐτου̃ καὶ πορευσόμεθα ἐν αὐτη̨̃ ἐκ γὰρ Σιων ἐξελεύσεται νόμος καὶ λόγος κυρίου ἐξ Ιερουσαλημ 2:4 καὶ κρινει̃ ἀνὰ μέσον τω̃ν ἐθνω̃ν καὶ ἐλέγξει λαὸν πολύν καὶ συγκόψουσιν τὰς μαχαίρας αὐτω̃ν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτω̃ν εἰς δρέπανα καὶ οὐ λήμψεται ἔτι ἔθνος ἐπ' ἔθνος μάχαιραν καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμει̃ν 2:5 καὶ νυ̃ν ὁ οἰ̃κος του̃ Ιακωβ δευ̃τε πορευθω̃μεν τω̨̃ φωτὶ κυρίου 2:6 ἀνη̃κεν γὰρ τὸν λαὸν αὐτου̃ τὸν οἰ̃κον του̃ Ισραηλ ὅτι ἐνεπλήσθη ὡς τὸ ἀπ' ἀρχη̃ς ἡ χώρα αὐτω̃ν κληδονισμω̃ν ὡς ἡ τω̃ν ἀλλοφύλων καὶ τέκνα πολλὰ ἀλλόφυλα ἐγενήθη αὐτοι̃ς 2:7 ἐνεπλήσθη γὰρ ἡ χώρα αὐτω̃ν ἀργυρίου καὶ χρυσίου καὶ οὐκ ἠ̃ν ἀριθμὸς τω̃ν θησαυρω̃ν αὐτω̃ν καὶ ἐνεπλήσθη ἡ γη̃ ἵππων καὶ οὐκ ἠ̃ν ἀριθμὸς τω̃ν ἁρμάτων αὐτω̃ν 2:8 καὶ ἐνεπλήσθη ἡ γη̃ βδελυγμάτων τω̃ν ἔργων τω̃ν χειρω̃ν αὐτω̃ν καὶ προσεκύνησαν οἱ̃ς ἐποίησαν οἱ δάκτυλοι αὐτω̃ν 2:9 καὶ ἔκυψεν ἄνθρωπος καὶ ἐταπεινώθη ἀνήρ καὶ οὐ μὴ ἀνήσω αὐτούς 2:10 καὶ νυ̃ν εἰσέλθετε εἰς τὰς πέτρας καὶ κρύπτεσθε εἰς τὴν γη̃ν ἀπὸ προσώπου του̃ φόβου κυρίου καὶ ἀπὸ τη̃ς δόξης τη̃ς ἰσχύος αὐτου̃ ὅταν ἀναστη̨̃ θραυ̃σαι τὴν γη̃ν 2:11 οἱ γὰρ ὀφθαλμοὶ κυρίου ὑψηλοί ὁ δὲ ἄνθρωπος ταπεινός καὶ ταπεινωθήσεται τὸ ὕψος τω̃ν ἀνθρώπων καὶ ὑψωθήσεται κύριος μόνος ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ 2:12 ἡμέρα γὰρ κυρίου σαβαωθ ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον καὶ ταπεινωθήσονται 2:13 καὶ ἐπὶ πα̃σαν κέδρον του̃ Λιβάνου τω̃ν ὑψηλω̃ν καὶ μετεώρων καὶ ἐπὶ πα̃ν δένδρον βαλάνου Βασαν 2:14 καὶ ἐπὶ πα̃ν ὄρος καὶ ἐπὶ πάντα βουνὸν ὑψηλὸν 2:15 καὶ ἐπὶ πάντα πύργον ὑψηλὸν καὶ ἐπὶ πα̃ν τει̃χος ὑψηλὸν 2:16 καὶ ἐπὶ πα̃ν πλοι̃ον θαλάσσης καὶ ἐπὶ πα̃σαν θέαν πλοίων κάλλους 2:17 καὶ ταπεινωθήσεται πα̃ς ἄνθρωπος καὶ πεσει̃ται ὕψος ἀνθρώπων καὶ ὑψωθήσεται κύριος μόνος ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ 2:18 καὶ τὰ χειροποίητα πάντα κατακρύψουσιν 2:19 εἰσενέγκαντες εἰς τὰ σπήλαια καὶ εἰς τὰς σχισμὰς τω̃ν πετρω̃ν καὶ εἰς τὰς τρώγλας τη̃ς γη̃ς ἀπὸ προσώπου του̃ φόβου κυρίου καὶ ἀπὸ τη̃ς δόξης τη̃ς ἰσχύος αὐτου̃ ὅταν ἀναστη̨̃ θραυ̃σαι τὴν γη̃ν 2:20 τη̨̃ γὰρ ἡμέρα̨ ἐκείνη̨ ἐκβαλει̃ ἄνθρωπος τὰ βδελύγματα αὐτου̃ τὰ ἀργυρα̃ καὶ τὰ χρυσα̃ ἃ ἐποίησαν προσκυνει̃ν τοι̃ς ματαίοις καὶ ται̃ς νυκτερίσιν 2:21 του̃ εἰσελθει̃ν εἰς τὰς τρώγλας τη̃ς στερεα̃ς πέτρας καὶ εἰς τὰς σχισμὰς τω̃ν πετρω̃ν ἀπὸ προσώπου του̃ φόβου κυρίου καὶ ἀπὸ τη̃ς δόξης τη̃ς ἰσχύος αὐτου̃ ὅταν ἀναστη̨̃ θραυ̃σαι τὴν γη̃ν 3:1 ἰδοὺ δὴ ὁ δεσπότης κύριος σαβαωθ ἀφελει̃ ἀπὸ τη̃ς Ιουδαίας καὶ ἀπὸ Ιερουσαλημ ἰσχύοντα καὶ ἰσχύουσαν ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος 3:2 γίγαντα καὶ ἰσχύοντα καὶ ἄνθρωπον πολεμιστὴν καὶ δικαστὴν καὶ προφήτην καὶ στοχαστὴν καὶ πρεσβύτερον 3:3 καὶ πεντηκόνταρχον καὶ θαυμαστὸν σύμβουλον καὶ σοφὸν ἀρχιτέκτονα καὶ συνετὸν ἀκροατήν 3:4 καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτω̃ν καὶ ἐμπαι̃κται κυριεύσουσιν αὐτω̃ν 3:5 καὶ συμπεσει̃ται ὁ λαός ἄνθρωπος πρὸς ἄνθρωπον καὶ ἄνθρωπος πρὸς τὸν πλησίον αὐτου̃ προσκόψει τὸ παιδίον πρὸς τὸν πρεσβύτην ὁ ἄτιμος πρὸς τὸν ἔντιμον 3:6 ὅτι ἐπιλήμψεται ἄνθρωπος του̃ ἀδελφου̃ αὐτου̃ ἢ του̃ οἰκείου του̃ πατρὸς αὐτου̃ λέγων ἱμάτιον ἔχεις ἀρχηγὸς ἡμω̃ν γενου̃ καὶ τὸ βρω̃μα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω 3:7 καὶ ἀποκριθεὶς ἐρει̃ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ οὐκ ἔσομαί σου ἀρχηγός οὐ γὰρ ἔστιν ἐν τω̨̃ οἴκω̨ μου ἄρτος οὐδὲ ἱμάτιον οὐκ ἔσομαι ἀρχηγὸς του̃ λαου̃ τούτου 3:8 ὅτι ἀνει̃ται Ιερουσαλημ καὶ ἡ Ιουδαία συμπέπτωκεν καὶ αἱ γλω̃σσαι αὐτω̃ν μετὰ ἀνομίας τὰ πρὸς κύριον ἀπειθου̃ντες διότι νυ̃ν ἐταπεινώθη ἡ δόξα αὐτω̃ν 3:9 καὶ ἡ αἰσχύνη του̃ προσώπου αὐτω̃ν ἀντέστη αὐτοι̃ς τὴν δὲ ἁμαρτίαν αὐτω̃ν ὡς Σοδομων ἀνήγγειλαν καὶ ἐνεφάνισαν οὐαὶ τη̨̃ ψυχη̨̃ αὐτω̃ν διότι βεβούλευνται βουλὴν πονηρὰν καθ' ἑαυτω̃ν 3:10 εἰπόντες δήσωμεν τὸν δίκαιον ὅτι δύσχρηστος ἡμι̃ν ἐστιν τοίνυν τὰ γενήματα τω̃ν ἔργων αὐτω̃ν φάγονται 3:11 οὐαὶ τω̨̃ ἀνόμω̨ πονηρὰ κατὰ τὰ ἔργα τω̃ν χειρω̃ν αὐτου̃ συμβήσεται αὐτω̨̃ 3:12 λαός μου οἱ πράκτορες ὑμω̃ν καλαμω̃νται ὑμα̃ς καὶ οἱ ἀπαιτου̃ντες κυριεύουσιν ὑμω̃ν λαός μου οἱ μακαρίζοντες ὑμα̃ς πλανω̃σιν ὑμα̃ς καὶ τὸν τρίβον τω̃ν ποδω̃ν ὑμω̃ν ταράσσουσιν 3:13 ἀλλὰ νυ̃ν καταστήσεται εἰς κρίσιν κύριος καὶ στήσει εἰς κρίσιν τὸν λαὸν αὐτου̃ 3:14 αὐτὸς κύριος εἰς κρίσιν ἥξει μετὰ τω̃ν πρεσβυτέρων του̃ λαου̃ καὶ μετὰ τω̃ν ἀρχόντων αὐτου̃ ὑμει̃ς δὲ τί ἐνεπυρίσατε τὸν ἀμπελω̃νά μου καὶ ἡ ἁρπαγὴ του̃ πτωχου̃ ἐν τοι̃ς οἴκοις ὑμω̃ν 3:15 τί ὑμει̃ς ἀδικει̃τε τὸν λαόν μου καὶ τὸ πρόσωπον τω̃ν πτωχω̃ν καταισχύνετε 3:16 τάδε λέγει κύριος ἀνθ' ὡ̃ν ὑψώθησαν αἱ θυγατέρες Σιων καὶ ἐπορεύθησαν ὑψηλω̨̃ τραχήλω̨ καὶ ἐν νεύμασιν ὀφθαλμω̃ν καὶ τη̨̃ πορεία̨ τω̃ν ποδω̃ν ἅμα σύρουσαι τοὺς χιτω̃νας καὶ τοι̃ς ποσὶν ἅμα παίζουσαι 3:17 καὶ ταπεινώσει ὁ θεὸς ἀρχούσας θυγατέρας Σιων καὶ κύριος ἀποκαλύψει τὸ σχη̃μα αὐτω̃ν 3:18 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ ἀφελει̃ κύριος τὴν δόξαν του̃ ἱματισμου̃ αὐτω̃ν καὶ τοὺς κόσμους αὐτω̃ν καὶ τὰ ἐμπλόκια καὶ τοὺς κοσύμβους καὶ τοὺς μηνίσκους 3:19 καὶ τὸ κάθεμα καὶ τὸν κόσμον του̃ προσώπου αὐτω̃ν 3:20 καὶ τὴν σύνθεσιν του̃ κόσμου τη̃ς δόξης καὶ τοὺς χλιδω̃νας καὶ τὰ ψέλια καὶ τὸ ἐμπλόκιον καὶ τὰ περιδέξια καὶ τοὺς δακτυλίους καὶ τὰ ἐνώτια 3:21 καὶ τὰ περιπόρφυρα καὶ τὰ μεσοπόρφυρα 3:22 καὶ τὰ ἐπιβλήματα τὰ κατὰ τὴν οἰκίαν καὶ τὰ διαφανη̃ λακωνικὰ 3:23 καὶ τὰ βύσσινα καὶ τὰ ὑακίνθινα καὶ τὰ κόκκινα καὶ τὴν βύσσον σὺν χρυσίω̨ καὶ ὑακίνθω̨ συγκαθυφασμένα καὶ θέριστρα κατάκλιτα 3:24 καὶ ἔσται ἀντὶ ὀσμη̃ς ἡδείας κονιορτός καὶ ἀντὶ ζώνης σχοινίω̨ ζώση̨ καὶ ἀντὶ του̃ κόσμου τη̃ς κεφαλη̃ς του̃ χρυσίου φαλάκρωμα ἕξεις διὰ τὰ ἔργα σου καὶ ἀντὶ του̃ χιτω̃νος του̃ μεσοπορφύρου περιζώση̨ σάκκον 3:25 καὶ ὁ υἱός σου ὁ κάλλιστος ὃν ἀγαπα̨̃ς μαχαίρα̨ πεσει̃ται καὶ οἱ ἰσχύοντες ὑμω̃ν μαχαίρα̨ πεσου̃νται 3:26 καὶ ταπεινωθήσονται καὶ πενθήσουσιν αἱ θη̃και του̃ κόσμου ὑμω̃ν καὶ καταλειφθήση̨ μόνη καὶ εἰς τὴν γη̃ν ἐδαφισθήση̨ 4:1 καὶ ἐπιλήμψονται ἑπτὰ γυναι̃κες ἀνθρώπου ἑνὸς λέγουσαι τὸν ἄρτον ἡμω̃ν φαγόμεθα καὶ τὰ ἱμάτια ἡμω̃ν περιβαλούμεθα πλὴν τὸ ὄνομα τὸ σὸν κεκλήσθω ἐφ' ἡμα̃ς ἄφελε τὸν ὀνειδισμὸν ἡμω̃ν 4:2 τη̨̃ δὲ ἡμέρα̨ ἐκείνη̨ ἐπιλάμψει ὁ θεὸς ἐν βουλη̨̃ μετὰ δόξης ἐπὶ τη̃ς γη̃ς του̃ ὑψω̃σαι καὶ δοξάσαι τὸ καταλειφθὲν του̃ Ισραηλ 4:3 καὶ ἔσται τὸ ὑπολειφθὲν ἐν Σιων καὶ τὸ καταλειφθὲν ἐν Ιερουσαλημ ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωὴν ἐν Ιερουσαλημ 4:4 ὅτι ἐκπλυνει̃ κύριος τὸν ῥύπον τω̃ν υἱω̃ν καὶ τω̃ν θυγατέρων Σιων καὶ τὸ αἱ̃μα ἐκκαθαριει̃ ἐκ μέσου αὐτω̃ν ἐν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως 4:5 καὶ ἥξει καὶ ἔσται πα̃ς τόπος του̃ ὄρους Σιων καὶ πάντα τὰ περικύκλω̨ αὐτη̃ς σκιάσει νεφέλη ἡμέρας καὶ ὡς καπνου̃ καὶ ὡς φωτὸς πυρὸς καιομένου νυκτός πάση̨ τη̨̃ δόξη̨ σκεπασθήσεται 4:6 καὶ ἔσται εἰς σκιὰν ἀπὸ καύματος καὶ ἐν σκέπη̨ καὶ ἐν ἀποκρύφω̨ ἀπὸ σκληρότητος καὶ ὑετου̃ 5:1 ἄ̨σω δὴ τω̨̃ ἠγαπημένω̨ ἀ̨̃σμα του̃ ἀγαπητου̃ τω̨̃ ἀμπελω̃νί μου ἀμπελὼν ἐγενήθη τω̨̃ ἠγαπημένω̨ ἐν κέρατι ἐν τόπω̨ πίονι 5:2 καὶ φραγμὸν περιέθηκα καὶ ἐχαράκωσα καὶ ἐφύτευσα ἄμπελον σωρηχ καὶ ὠ̨κοδόμησα πύργον ἐν μέσω̨ αὐτου̃ καὶ προλήνιον ὤρυξα ἐν αὐτω̨̃ καὶ ἔμεινα του̃ ποιη̃σαι σταφυλήν ἐποίησεν δὲ ἀκάνθας 5:3 καὶ νυ̃ν ἄνθρωπος του̃ Ιουδα καὶ οἱ ἐνοικου̃ντες ἐν Ιερουσαλημ κρίνατε ἐν ἐμοὶ καὶ ἀνὰ μέσον του̃ ἀμπελω̃νός μου 5:4 τί ποιήσω ἔτι τω̨̃ ἀμπελω̃νί μου καὶ οὐκ ἐποίησα αὐτω̨̃ διότι ἔμεινα του̃ ποιη̃σαι σταφυλήν ἐποίησεν δὲ ἀκάνθας 5:5 νυ̃ν δὲ ἀναγγελω̃ ὑμι̃ν τί ποιήσω τω̨̃ ἀμπελω̃νί μου ἀφελω̃ τὸν φραγμὸν αὐτου̃ καὶ ἔσται εἰς διαρπαγήν καὶ καθελω̃ τὸν τοι̃χον αὐτου̃ καὶ ἔσται εἰς καταπάτημα 5:6 καὶ ἀνήσω τὸν ἀμπελω̃νά μου καὶ οὐ μὴ τμηθη̨̃ οὐδὲ μὴ σκαφη̨̃ καὶ ἀναβήσεται εἰς αὐτὸν ὡς εἰς χέρσον ἄκανθα καὶ ται̃ς νεφέλαις ἐντελου̃μαι του̃ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν 5:7 ὁ γὰρ ἀμπελὼν κυρίου σαβαωθ οἰ̃κος του̃ Ισραηλ ἐστίν καὶ ἄνθρωπος του̃ Ιουδα νεόφυτον ἠγαπημένον ἔμεινα του̃ ποιη̃σαι κρίσιν ἐποίησεν δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν 5:8 οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες ἵνα του̃ πλησίον ἀφέλωνταί τι μὴ οἰκήσετε μόνοι ἐπὶ τη̃ς γη̃ς 5:9 ἠκούσθη γὰρ εἰς τὰ ὠ̃τα κυρίου σαβαωθ ταυ̃τα ἐὰν γὰρ γένωνται οἰκίαι πολλαί εἰς ἔρημον ἔσονται μεγάλαι καὶ καλαί καὶ οὐκ ἔσονται οἱ ἐνοικου̃ντες ἐν αὐται̃ς 5:10 οὑ̃ γὰρ ἐργω̃νται δέκα ζεύγη βοω̃ν ποιήσει κεράμιον ἕν καὶ ὁ σπείρων ἀρτάβας ἓξ ποιήσει μέτρα τρία 5:11 οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωὶ καὶ τὸ σικερα διώκοντες οἱ μένοντες τὸ ὀψέ ὁ γὰρ οἰ̃νος αὐτοὺς συγκαύσει 5:12 μετὰ γὰρ κιθάρας καὶ ψαλτηρίου καὶ τυμπάνων καὶ αὐλω̃ν τὸν οἰ̃νον πίνουσιν τὰ δὲ ἔργα κυρίου οὐκ ἐμβλέπουσιν καὶ τὰ ἔργα τω̃ν χειρω̃ν αὐτου̃ οὐ κατανοου̃σιν 5:13 τοίνυν αἰχμάλωτος ὁ λαός μου ἐγενήθη διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τὸν κύριον καὶ πλη̃θος ἐγενήθη νεκρω̃ν διὰ λιμὸν καὶ δίψαν ὕδατος 5:14 καὶ ἐπλάτυνεν ὁ ἅ̨δης τὴν ψυχὴν αὐτου̃ καὶ διήνοιξεν τὸ στόμα αὐτου̃ του̃ μὴ διαλιπει̃ν καὶ καταβήσονται οἱ ἔνδοξοι καὶ οἱ μεγάλοι καὶ οἱ πλούσιοι καὶ οἱ λοιμοὶ αὐτη̃ς 5:15 καὶ ταπεινωθήσεται ἄνθρωπος καὶ ἀτιμασθήσεται ἀνήρ καὶ οἱ ὀφθαλμοὶ οἱ μετέωροι ταπεινωθήσονται 5:16 καὶ ὑψωθήσεται κύριος σαβαωθ ἐν κρίματι καὶ ὁ θεὸς ὁ ἅγιος δοξασθήσεται ἐν δικαιοσύνη̨ 5:17 καὶ βοσκηθήσονται οἱ διηρπασμένοι ὡς ταυ̃ροι καὶ τὰς ἐρήμους τω̃ν ἀπειλημμένων ἄρνες φάγονται 5:18 οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίω̨ μακρω̨̃ καὶ ὡς ζυγου̃ ἱμάντι δαμάλεως τὰς ἀνομίας 5:19 οἱ λέγοντες τὸ τάχος ἐγγισάτω ἃ ποιήσει ἵνα ἴδωμεν καὶ ἐλθάτω ἡ βουλὴ του̃ ἁγίου Ισραηλ ἵνα γνω̃μεν 5:20 οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρόν οἱ τιθέντες τὸ σκότος φω̃ς καὶ τὸ φω̃ς σκότος οἱ τιθέντες τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ πικρόν 5:21 οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοι̃ς καὶ ἐνώπιον ἑαυτω̃ν ἐπιστήμονες 5:22 οὐαὶ οἱ ἰσχύοντες ὑμω̃ν οἱ τὸν οἰ̃νον πίνοντες καὶ οἱ δυνάσται οἱ κεραννύντες τὸ σικερα 5:23 οἱ δικαιου̃ντες τὸν ἀσεβη̃ ἕνεκεν δώρων καὶ τὸ δίκαιον του̃ δικαίου αἴροντες 5:24 διὰ του̃το ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρὸς καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνειμένης ἡ ῥίζα αὐτω̃ν ὡς χνου̃ς ἔσται καὶ τὸ ἄνθος αὐτω̃ν ὡς κονιορτὸς ἀναβήσεται οὐ γὰρ ἠθέλησαν τὸν νόμον κυρίου σαβαωθ ἀλλὰ τὸ λόγιον του̃ ἁγίου Ισραηλ παρώξυναν 5:25 καὶ ἐθυμώθη ὀργη̨̃ κύριος σαβαωθ ἐπὶ τὸν λαὸν αὐτου̃ καὶ ἐπέβαλεν τὴν χει̃ρα αὐτου̃ ἐπ' αὐτοὺς καὶ ἐπάταξεν αὐτούς καὶ παρωξύνθη τὰ ὄρη καὶ ἐγενήθη τὰ θνησιμαι̃α αὐτω̃ν ὡς κοπρία ἐν μέσω̨ ὁδου̃ καὶ ἐν πα̃σι τούτοις οὐκ ἀπεστράφη ὁ θυμός ἀλλ' ἔτι ἡ χεὶρ ὑψηλή 5:26 τοιγαρου̃ν ἀρει̃ σύσσημον ἐν τοι̃ς ἔθνεσιν τοι̃ς μακρὰν καὶ συριει̃ αὐτοι̃ς ἀπ' ἄκρου τη̃ς γη̃ς καὶ ἰδοὺ ταχὺ κούφως ἔρχονται 5:27 οὐ πεινάσουσιν οὐδὲ κοπιάσουσιν οὐδὲ νυστάξουσιν οὐδὲ κοιμηθήσονται οὐδὲ λύσουσιν τὰς ζώνας αὐτω̃ν ἀπὸ τη̃ς ὀσφύος αὐτω̃ν οὐδὲ μὴ ῥαγω̃σιν οἱ ἱμάντες τω̃ν ὑποδημάτων αὐτω̃ν 5:28 ὡ̃ν τὰ βέλη ὀξει̃ά ἐστιν καὶ τὰ τόξα αὐτω̃ν ἐντεταμένα οἱ πόδες τω̃ν ἵππων αὐτω̃ν ὡς στερεὰ πέτρα ἐλογίσθησαν οἱ τροχοὶ τω̃ν ἁρμάτων αὐτω̃ν ὡς καταιγίς 5:29 ὁρμω̃σιν ὡς λέοντες καὶ παρέστηκαν ὡς σκύμνος λέοντος καὶ ἐπιλήμψεται καὶ βοήσει ὡς θηρίου καὶ ἐκβαλει̃ καὶ οὐκ ἔσται ὁ ῥυόμενος αὐτούς 5:30 καὶ βοήσει δι' αὐτοὺς ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ὡς φωνὴ θαλάσσης κυμαινούσης καὶ ἐμβλέψονται εἰς τὴν γη̃ν καὶ ἰδοὺ σκότος σκληρὸν ἐν τη̨̃ ἀπορία̨ αὐτω̃ν 6:1 καὶ ἐγένετο του̃ ἐνιαυτου̃ οὑ̃ ἀπέθανεν Οζιας ὁ βασιλεύς εἰ̃δον τὸν κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλου̃ καὶ ἐπηρμένου καὶ πλήρης ὁ οἰ̃κος τη̃ς δόξης αὐτου̃ 6:2 καὶ σεραφιν εἱστήκεισαν κύκλω̨ αὐτου̃ ἓξ πτέρυγες τω̨̃ ἑνὶ καὶ ἓξ πτέρυγες τω̨̃ ἑνί καὶ ται̃ς μὲν δυσὶν κατεκάλυπτον τὸ πρόσωπον καὶ ται̃ς δυσὶν κατεκάλυπτον τοὺς πόδας καὶ ται̃ς δυσὶν ἐπέταντο 6:3 καὶ ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον καὶ ἔλεγον ἅγιος ἅγιος ἅγιος κύριος σαβαωθ πλήρης πα̃σα ἡ γη̃ τη̃ς δόξης αὐτου̃ 6:4 καὶ ἐπήρθη τὸ ὑπέρθυρον ἀπὸ τη̃ς φωνη̃ς ἡ̃ς ἐκέκραγον καὶ ὁ οἰ̃κος ἐπλήσθη καπνου̃ 6:5 καὶ εἰ̃πα ὠ̃ τάλας ἐγώ ὅτι κατανένυγμαι ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων ἐν μέσω̨ λαου̃ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκω̃ καὶ τὸν βασιλέα κύριον σαβαωθ εἰ̃δον τοι̃ς ὀφθαλμοι̃ς μου 6:6 καὶ ἀπεστάλη πρός με ἓν τω̃ν σεραφιν καὶ ἐν τη̨̃ χειρὶ εἰ̃χεν ἄνθρακα ὃν τη̨̃ λαβίδι ἔλαβεν ἀπὸ του̃ θυσιαστηρίου 6:7 καὶ ἥψατο του̃ στόματός μου καὶ εἰ̃πεν ἰδοὺ ἥψατο του̃το τω̃ν χειλέων σου καὶ ἀφελει̃ τὰς ἀνομίας σου καὶ τὰς ἁμαρτίας σου περικαθαριει̃ 6:8 καὶ ἤκουσα τη̃ς φωνη̃ς κυρίου λέγοντος τίνα ἀποστείλω καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν του̃τον καὶ εἰ̃πα ἰδού εἰμι ἐγώ ἀπόστειλόν με 6:9 καὶ εἰ̃πεν πορεύθητι καὶ εἰπὸν τω̨̃ λαω̨̃ τούτω̨ ἀκοη̨̃ ἀκούσετε καὶ οὐ μὴ συνη̃τε καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε 6:10 ἐπαχύνθη γὰρ ἡ καρδία του̃ λαου̃ τούτου καὶ τοι̃ς ὠσὶν αὐτω̃ν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτω̃ν ἐκάμμυσαν μήποτε ἴδωσιν τοι̃ς ὀφθαλμοι̃ς καὶ τοι̃ς ὠσὶν ἀκούσωσιν καὶ τη̨̃ καρδία̨ συνω̃σιν καὶ ἐπιστρέψωσιν καὶ ἰάσομαι αὐτούς 6:11 καὶ εἰ̃πα ἕως πότε κύριε καὶ εἰ̃πεν ἕως ἂν ἐρημωθω̃σιν πόλεις παρὰ τὸ μὴ κατοικει̃σθαι καὶ οἰ̃κοι παρὰ τὸ μὴ εἰ̃ναι ἀνθρώπους καὶ ἡ γη̃ καταλειφθήσεται ἔρημος 6:12 καὶ μετὰ ταυ̃τα μακρυνει̃ ὁ θεὸς τοὺς ἀνθρώπους καὶ οἱ καταλειφθέντες πληθυνθήσονται ἐπὶ τη̃ς γη̃ς 6:13 καὶ ἔτι ἐπ' αὐτη̃ς ἔστιν τὸ ἐπιδέκατον καὶ πάλιν ἔσται εἰς προνομὴν ὡς τερέβινθος καὶ ὡς βάλανος ὅταν ἐκπέση̨ ἀπὸ τη̃ς θήκης αὐτη̃ς 7:1 καὶ ἐγένετο ἐν ται̃ς ἡμέραις Αχαζ του̃ Ιωαθαμ του̃ υἱου̃ Οζιου βασιλέως Ιουδα ἀνέβη Ραασσων βασιλεὺς Αραμ καὶ Φακεε υἱὸς Ρομελιου βασιλεὺς Ισραηλ ἐπὶ Ιερουσαλημ πολεμη̃σαι αὐτὴν καὶ οὐκ ἠδυνήθησαν πολιορκη̃σαι αὐτήν 7:2 καὶ ἀνηγγέλη εἰς τὸν οἰ̃κον Δαυιδ λέγοντες συνεφώνησεν Αραμ πρὸς τὸν Εφραιμ καὶ ἐξέστη ἡ ψυχὴ αὐτου̃ καὶ ἡ ψυχὴ του̃ λαου̃ αὐτου̃ ὃν τρόπον ὅταν ἐν δρυμω̨̃ ξύλον ὑπὸ πνεύματος σαλευθη̨̃ 7:3 καὶ εἰ̃πεν κύριος πρὸς Ησαιαν ἔξελθε εἰς συνάντησιν Αχαζ σὺ καὶ ὁ καταλειφθεὶς Ιασουβ ὁ υἱός σου πρὸς τὴν κολυμβήθραν τη̃ς ἄνω ὁδου̃ του̃ ἀγρου̃ του̃ γναφέως 7:4 καὶ ἐρει̃ς αὐτω̨̃ φύλαξαι του̃ ἡσυχάσαι καὶ μὴ φοβου̃ μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τω̃ν δύο ξύλων τω̃ν δαλω̃ν τω̃ν καπνιζομένων τούτων ὅταν γὰρ ὀργὴ του̃ θυμου̃ μου γένηται πάλιν ἰάσομαι 7:5 καὶ ὁ υἱὸς του̃ Αραμ καὶ ὁ υἱὸς του̃ Ρομελιου ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν περὶ σου̃ λέγοντες 7:6 ἀναβησόμεθα εἰς τὴν Ιουδαίαν καὶ συλλαλήσαντες αὐτοι̃ς ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμα̃ς καὶ βασιλεύσομεν αὐτη̃ς τὸν υἱὸν Ταβεηλ 7:7 τάδε λέγει κύριος σαβαωθ οὐ μὴ ἐμμείνη̨ ἡ βουλὴ αὕτη οὐδὲ ἔσται 7:8 ἀλλ' ἡ κεφαλὴ Αραμ Δαμασκός ἀλλ' ἔτι ἑξήκοντα καὶ πέντε ἐτω̃ν ἐκλείψει ἡ βασιλεία Εφραιμ ἀπὸ λαου̃ 7:9 καὶ ἡ κεφαλὴ Εφραιμ Σομορων καὶ ἡ κεφαλὴ Σομορων υἱὸς του̃ Ρομελιου καὶ ἐὰν μὴ πιστεύσητε οὐδὲ μὴ συνη̃τε 7:10 καὶ προσέθετο κύριος λαλη̃σαι τω̨̃ Αχαζ λέγων 7:11 αἴτησαι σεαυτω̨̃ σημει̃ον παρὰ κυρίου θεου̃ σου εἰς βάθος ἢ εἰς ὕψος 7:12 καὶ εἰ̃πεν Αχαζ οὐ μὴ αἰτήσω οὐδ' οὐ μὴ πειράσω κύριον 7:13 καὶ εἰ̃πεν ἀκούσατε δή οἰ̃κος Δαυιδ μὴ μικρὸν ὑμι̃ν ἀγω̃να παρέχειν ἀνθρώποις καὶ πω̃ς κυρίω̨ παρέχετε ἀγω̃να 7:14 διὰ του̃το δώσει κύριος αὐτὸς ὑμι̃ν σημει̃ον ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν καὶ καλέσεις τὸ ὄνομα αὐτου̃ Εμμανουηλ 7:15 βούτυρον καὶ μέλι φάγεται πρὶν ἢ γνω̃ναι αὐτὸν ἢ προελέσθαι πονηρὰ ἐκλέξεται τὸ ἀγαθόν 7:16 διότι πρὶν ἢ γνω̃ναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν ἀπειθει̃ πονηρία̨ του̃ ἐκλέξασθαι τὸ ἀγαθόν καὶ καταλειφθήσεται ἡ γη̃ ἣν σὺ φοβη̨̃ ἀπὸ προσώπου τω̃ν δύο βασιλέων 7:17 ἀλλὰ ἐπάξει ὁ θεὸς ἐπὶ σὲ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὸν οἰ̃κον του̃ πατρός σου ἡμέρας αἳ οὔπω ἥκασιν ἀφ' ἡ̃ς ἡμέρας ἀφει̃λεν Εφραιμ ἀπὸ Ιουδα τὸν βασιλέα τω̃ν 'Ασσυρίων 7:18 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ συριει̃ κύριος μυίαις ὃ κυριεύει μέρους ποταμου̃ Αἰγύπτου καὶ τη̨̃ μελίσση̨ ἥ ἐστιν ἐν χώρα̨ 'Ασσυρίων 7:19 καὶ ἐλεύσονται πάντες καὶ ἀναπαύσονται ἐν ται̃ς φάραγξι τη̃ς χώρας καὶ ἐν ται̃ς τρώγλαις τω̃ν πετρω̃ν καὶ εἰς τὰ σπήλαια καὶ εἰς πα̃σαν ῥαγάδα καὶ ἐν παντὶ ξύλω̨ 7:20 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ξυρήσει κύριος τω̨̃ ξυρω̨̃ τω̨̃ μεγάλω̨ καὶ μεμεθυσμένω̨ ὅ ἐστιν πέραν του̃ ποταμου̃ βασιλέως 'Ασσυρίων τὴν κεφαλὴν καὶ τὰς τρίχας τω̃ν ποδω̃ν καὶ τὸν πώγωνα ἀφελει̃ 7:21 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ θρέψει ἄνθρωπος δάμαλιν βοω̃ν καὶ δύο πρόβατα 7:22 καὶ ἔσται ἀπὸ του̃ πλει̃στον ποιει̃ν γάλα βούτυρον καὶ μέλι φάγεται πα̃ς ὁ καταλειφθεὶς ἐπὶ τη̃ς γη̃ς 7:23 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ πα̃ς τόπος οὑ̃ ἐὰν ὠ̃σιν χίλιαι ἄμπελοι χιλίων σίκλων εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανθαν 7:24 μετὰ βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκει̃ ὅτι χέρσος καὶ ἄκανθα ἔσται πα̃σα ἡ γη̃ 7:25 καὶ πα̃ν ὄρος ἀροτριώμενον ἀροτριαθήσεται καὶ οὐ μὴ ἐπέλθη̨ ἐκει̃ φόβος ἔσται γὰρ ἀπὸ τη̃ς χέρσου καὶ ἀκάνθης εἰς βόσκημα προβάτου καὶ εἰς καταπάτημα βοός 8:1 καὶ εἰ̃πεν κύριος πρός με λαβὲ σεαυτω̨̃ τόμον καινου̃ μεγάλου καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου του̃ ὀξέως προνομὴν ποιη̃σαι σκύλων πάρεστιν γάρ 8:2 καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους τὸν Ουριαν καὶ τὸν Ζαχαριαν υἱὸν Βαραχιου 8:3 καὶ προση̃λθον πρὸς τὴν προφη̃τιν καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν υἱόν καὶ εἰ̃πεν κύριός μοι κάλεσον τὸ ὄνομα αὐτου̃ ταχέως σκύλευσον ὀξέως προνόμευσον 8:4 διότι πρὶν ἢ γνω̃ναι τὸ παιδίον καλει̃ν πατέρα ἢ μητέρα λήμψεται δύναμιν Δαμασκου̃ καὶ τὰ σκυ̃λα Σαμαρείας ἔναντι βασιλέως 'Ασσυρίων 8:5 καὶ προσέθετο κύριος λαλη̃σαί μοι ἔτι 8:6 διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν του̃τον τὸ ὕδωρ του̃ Σιλωαμ τὸ πορευόμενον ἡσυχη̨̃ ἀλλὰ βούλεσθαι ἔχειν τὸν Ραασσων καὶ τὸν υἱὸν Ρομελιου βασιλέα ἐφ' ὑμω̃ν 8:7 διὰ του̃το ἰδοὺ ἀνάγει κύριος ἐφ' ὑμα̃ς τὸ ὕδωρ του̃ ποταμου̃ τὸ ἰσχυρὸν καὶ τὸ πολύ τὸν βασιλέα τω̃ν 'Ασσυρίων καὶ τὴν δόξαν αὐτου̃ καὶ ἀναβήσεται ἐπὶ πα̃σαν φάραγγα ὑμω̃ν καὶ περιπατήσει ἐπὶ πα̃ν τει̃χος ὑμω̃ν 8:8 καὶ ἀφελει̃ ἀπὸ τη̃ς Ιουδαίας ἄνθρωπον ὃς δυνήσεται κεφαλὴν ἀ̃ραι ἢ δυνατὸν συντελέσασθαί τι καὶ ἔσται ἡ παρεμβολὴ αὐτου̃ ὥστε πληρω̃σαι τὸ πλάτος τη̃ς χώρας σου μεθ' ἡμω̃ν ὁ θεός 8:9 γνω̃τε ἔθνη καὶ ἡττα̃σθε ἐπακούσατε ἕως ἐσχάτου τη̃ς γη̃ς ἰσχυκότες ἡττα̃σθε ἐὰν γὰρ πάλιν ἰσχύσητε πάλιν ἡττηθήσεσθε 8:10 καὶ ἣν ἂν βουλεύσησθε βουλήν διασκεδάσει κύριος καὶ λόγον ὃν ἐὰν λαλήσητε οὐ μὴ ἐμμείνη̨ ὑμι̃ν ὅτι μεθ' ἡμω̃ν κύριος ὁ θεός 8:11 οὕτως λέγει κύριος τη̨̃ ἰσχυρα̨̃ χειρὶ ἀπειθου̃σιν τη̨̃ πορεία̨ τη̃ς ὁδου̃ του̃ λαου̃ τούτου λέγοντες 8:12 μήποτε εἴπητε σκληρόν πα̃ν γάρ ὃ ἐὰν εἴπη̨ ὁ λαὸς οὑ̃τος σκληρόν ἐστιν τὸν δὲ φόβον αὐτου̃ οὐ μὴ φοβηθη̃τε οὐδὲ μὴ ταραχθη̃τε 8:13 κύριον αὐτὸν ἁγιάσατε καὶ αὐτὸς ἔσται σου φόβος 8:14 καὶ ἐὰν ἐπ' αὐτω̨̃ πεποιθὼς ἠ̨̃ς ἔσται σοι εἰς ἁγίασμα καὶ οὐχ ὡς λίθου προσκόμματι συναντήσεσθε αὐτω̨̃ οὐδὲ ὡς πέτρας πτώματι ὁ δὲ οἰ̃κος Ιακωβ ἐν παγίδι καὶ ἐν κοιλάσματι ἐγκαθήμενοι ἐν Ιερουσαλημ 8:15 διὰ του̃το ἀδυνατήσουσιν ἐν αὐτοι̃ς πολλοὶ καὶ πεσου̃νται καὶ συντριβήσονται καὶ ἐγγιου̃σιν καὶ ἁλώσονται ἄνθρωποι ἐν ἀσφαλεία̨ ὄντες 8:16 τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον του̃ μὴ μαθει̃ν 8:17 καὶ ἐρει̃ μενω̃ τὸν θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτου̃ ἀπὸ του̃ οἴκου Ιακωβ καὶ πεποιθὼς ἔσομαι ἐπ' αὐτω̨̃ 8:18 ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός καὶ ἔσται εἰς σημει̃α καὶ τέρατα ἐν τω̨̃ οἴκω̨ Ισραηλ παρὰ κυρίου σαβαωθ ὃς κατοικει̃ ἐν τω̨̃ ὄρει Σιων 8:19 καὶ ἐὰν εἴπωσιν πρὸς ὑμα̃ς ζητήσατε τοὺς ἀπὸ τη̃ς γη̃ς φωνου̃ντας καὶ τοὺς ἐγγαστριμύθους τοὺς κενολογου̃ντας οἳ ἐκ τη̃ς κοιλίας φωνου̃σιν οὐκ ἔθνος πρὸς θεὸν αὐτου̃ τί ἐκζητου̃σιν περὶ τω̃ν ζώντων τοὺς νεκρούς 8:20 νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν ἵνα εἴπωσιν οὐχ ὡς τὸ ῥη̃μα του̃το περὶ οὑ̃ οὐκ ἔστιν δω̃ρα δου̃ναι περὶ αὐτου̃ 8:21 καὶ ἥξει ἐφ' ὑμα̃ς σκληρὰ λιμός καὶ ἔσται ὡς ἂν πεινάσητε λυπηθήσεσθε καὶ κακω̃ς ἐρει̃τε τὸν ἄρχοντα καὶ τὰ παταχρα καὶ ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω 8:22 καὶ εἰς τὴν γη̃ν κάτω ἐμβλέψονται καὶ ἰδοὺ θλι̃ψις καὶ στενοχωρία καὶ σκότος ἀπορία στενὴ καὶ σκότος ὥστε μὴ βλέπειν 8:23 καὶ οὐκ ἀπορηθήσεται ὁ ἐν στενοχωρία̨ ὢν ἕως καιρου̃ του̃το πρω̃τον ποίει ταχὺ ποίει χώρα Ζαβουλων ἡ γη̃ Νεφθαλιμ ὁδὸν θαλάσσης καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν κατοικου̃ντες καὶ πέραν του̃ Ιορδάνου Γαλιλαία τω̃ν ἐθνω̃ν τὰ μέρη τη̃ς Ιουδαίας 9:1 ὁ λαὸς ὁ πορευόμενος ἐν σκότει ἴδετε φω̃ς μέγα οἱ κατοικου̃ντες ἐν χώρα̨ καὶ σκια̨̃ θανάτου φω̃ς λάμψει ἐφ' ὑμα̃ς 9:2 τὸ πλει̃στον του̃ λαου̃ ὃ κατήγαγες ἐν εὐφροσύνη̨ σου καὶ εὐφρανθήσονται ἐνώπιόν σου ὡς οἱ εὐφραινόμενοι ἐν ἀμήτω̨ καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκυ̃λα 9:3 διότι ἀφή̨ρηται ὁ ζυγὸς ὁ ἐπ' αὐτω̃ν κείμενος καὶ ἡ ῥάβδος ἡ ἐπὶ του̃ τραχήλου αὐτω̃ν τὴν γὰρ ῥάβδον τω̃ν ἀπαιτούντων διεσκέδασεν κύριος ὡς τη̨̃ ἡμέρα̨ τη̨̃ ἐπὶ Μαδιαμ 9:4 ὅτι πα̃σαν στολὴν ἐπισυνηγμένην δόλω̨ καὶ ἱμάτιον μετὰ καταλλαγη̃ς ἀποτείσουσιν καὶ θελήσουσιν εἰ ἐγενήθησαν πυρίκαυστοι 9:5 ὅτι παιδίον ἐγεννήθη ἡμι̃ν υἱὸς καὶ ἐδόθη ἡμι̃ν οὑ̃ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ του̃ ὤμου αὐτου̃ καὶ καλει̃ται τὸ ὄνομα αὐτου̃ μεγάλης βουλη̃ς ἄγγελος ἐγὼ γὰρ ἄξω εἰρήνην ἐπὶ τοὺς ἄρχοντας εἰρήνην καὶ ὑγίειαν αὐτω̨̃ 9:6 μεγάλη ἡ ἀρχὴ αὐτου̃ καὶ τη̃ς εἰρήνης αὐτου̃ οὐκ ἔστιν ὅριον ἐπὶ τὸν θρόνον Δαυιδ καὶ τὴν βασιλείαν αὐτου̃ κατορθω̃σαι αὐτὴν καὶ ἀντιλαβέσθαι αὐτη̃ς ἐν δικαιοσύνη̨ καὶ ἐν κρίματι ἀπὸ του̃ νυ̃ν καὶ εἰς τὸν αἰω̃να χρόνον ὁ ζη̃λος κυρίου σαβαωθ ποιήσει ταυ̃τα 9:7 θάνατον ἀπέστειλεν κύριος ἐπὶ Ιακωβ καὶ ἠ̃λθεν ἐπὶ Ισραηλ 9:8 καὶ γνώσονται πα̃ς ὁ λαὸς του̃ Εφραιμ καὶ οἱ ἐγκαθήμενοι ἐν Σαμαρεία̨ ἐφ' ὕβρει καὶ ὑψηλη̨̃ καρδία̨ λέγοντες 9:9 πλίνθοι πεπτώκασιν ἀλλὰ δευ̃τε λαξεύσωμεν λίθους καὶ ἐκκόψωμεν συκαμίνους καὶ κέδρους καὶ οἰκοδομήσωμεν ἑαυτοι̃ς πύργον 9:10 καὶ ῥάξει ὁ θεὸς τοὺς ἐπανιστανομένους ἐπ' ὄρος Σιων ἐπ' αὐτοὺς καὶ τοὺς ἐχθροὺς αὐτω̃ν διασκεδάσει 9:11 Συρίαν ἀφ' ἡλίου ἀνατολω̃ν καὶ τοὺς 'Έλληνας ἀφ' ἡλίου δυσμω̃ν τοὺς κατεσθίοντας τὸν Ισραηλ ὅλω̨ τω̨̃ στόματι ἐπὶ τούτοις πα̃σιν οὐκ ἀπεστράφη ὁ θυμός ἀλλ' ἔτι ἡ χεὶρ ὑψηλή 9:12 καὶ ὁ λαὸς οὐκ ἀπεστράφη ἕως ἐπλήγη καὶ τὸν κύριον οὐκ ἐξεζήτησαν 9:13 καὶ ἀφει̃λεν κύριος ἀπὸ Ισραηλ κεφαλὴν καὶ οὐράν μέγαν καὶ μικρὸν ἐν μια̨̃ ἡμέρα̨ 9:14 πρεσβύτην καὶ τοὺς τὰ πρόσωπα θαυμάζοντας αὕτη ἡ ἀρχή καὶ προφήτην διδάσκοντα ἄνομα οὑ̃τος ἡ οὐρά 9:15 καὶ ἔσονται οἱ μακαρίζοντες τὸν λαὸν του̃τον πλανω̃ντες καὶ πλανω̃σιν ὅπως καταπίωσιν αὐτούς 9:16 διὰ του̃το ἐπὶ τοὺς νεανίσκους αὐτω̃ν οὐκ εὐφρανθήσεται ὁ θεὸς καὶ τοὺς ὀρφανοὺς αὐτω̃ν καὶ τὰς χήρας αὐτω̃ν οὐκ ἐλεήσει ὅτι πάντες ἄνομοι καὶ πονηροί καὶ πα̃ν στόμα λαλει̃ ἄδικα ἐπὶ πα̃σιν τούτοις οὐκ ἀπεστράφη ὁ θυμός ἀλλ' ἔτι ἡ χεὶρ ὑψηλή 9:17 καὶ καυθήσεται ὡς πυ̃ρ ἡ ἀνομία καὶ ὡς ἄγρωστις ξηρὰ βρωθήσεται ὑπὸ πυρός καὶ καυθήσεται ἐν τοι̃ς δάσεσι του̃ δρυμου̃ καὶ συγκαταφάγεται τὰ κύκλω̨ τω̃ν βουνω̃ν πάντα 9:18 διὰ θυμὸν ὀργη̃ς κυρίου συγκέκαυται ἡ γη̃ ὅλη καὶ ἔσται ὁ λαὸς ὡς ὑπὸ πυρὸς κατακεκαυμένος ἄνθρωπος τὸν ἀδελφὸν αὐτου̃ οὐκ ἐλεήσει 9:19 ἀλλὰ ἐκκλινει̃ εἰς τὰ δεξιά ὅτι πεινάσει καὶ φάγεται ἐκ τω̃ν ἀριστερω̃ν καὶ οὐ μὴ ἐμπλησθη̨̃ ἄνθρωπος ἔσθων τὰς σάρκας του̃ βραχίονος αὐτου̃ 9:20 φάγεται γὰρ Μανασση του̃ Εφραιμ καὶ Εφραιμ του̃ Μανασση ὅτι ἅμα πολιορκήσουσιν τὸν Ιουδαν ἐπὶ τούτοις πα̃σιν οὐκ ἀπεστράφη ὁ θυμός ἀλλ' ἔτι ἡ χεὶρ ὑψηλή 10:1 οὐαὶ τοι̃ς γράφουσιν πονηρίαν γράφοντες γὰρ πονηρίαν γράφουσιν 10:2 ἐκκλίνοντες κρίσιν πτωχω̃ν ἁρπάζοντες κρίμα πενήτων του̃ λαου̃ μου ὥστε εἰ̃ναι αὐτοι̃ς χήραν εἰς ἁρπαγὴν καὶ ὀρφανὸν εἰς προνομήν 10:3 καὶ τί ποιήσουσιν ἐν τη̨̃ ἡμέρα̨ τη̃ς ἐπισκοπη̃ς ἡ γὰρ θλι̃ψις ὑμι̃ν πόρρωθεν ἥξει καὶ πρὸς τίνα καταφεύξεσθε του̃ βοηθηθη̃ναι καὶ που̃ καταλείψετε τὴν δόξαν ὑμω̃ν 10:4 του̃ μὴ ἐμπεσει̃ν εἰς ἐπαγωγήν ἐπὶ πα̃σι τούτοις οὐκ ἀπεστράφη ὁ θυμός ἀλλ' ἔτι ἡ χεὶρ ὑψηλή 10:5 οὐαὶ 'Ασσυρίοις ἡ ῥάβδος του̃ θυμου̃ μου καὶ ὀργη̃ς ἐστιν ἐν ται̃ς χερσὶν αὐτω̃ν 10:6 τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελω̃ καὶ τω̨̃ ἐμω̨̃ λαω̨̃ συντάξω ποιη̃σαι σκυ̃λα καὶ προνομὴν καὶ καταπατει̃ν τὰς πόλεις καὶ θει̃ναι αὐτὰς εἰς κονιορτόν 10:7 αὐτὸς δὲ οὐχ οὕτως ἐνεθυμήθη καὶ τη̨̃ ψυχη̨̃ οὐχ οὕτως λελόγισται ἀλλὰ ἀπαλλάξει ὁ νου̃ς αὐτου̃ καὶ του̃ ἔθνη ἐξολεθρευ̃σαι οὐκ ὀλίγα 10:8 καὶ ἐὰν εἴπωσιν αὐτω̨̃ σὺ μόνος εἰ̃ ἄρχων 10:9 καὶ ἐρει̃ οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βαβυλω̃νος καὶ Χαλαννη οὑ̃ ὁ πύργος ὠ̨κοδομήθη καὶ ἔλαβον 'Αραβίαν καὶ Δαμασκὸν καὶ Σαμάρειαν 10:10 ὃν τρόπον ταύτας ἔλαβον ἐν τη̨̃ χειρί μου καὶ πάσας τὰς ἀρχὰς λήμψομαι ὀλολύξατε τὰ γλυπτὰ ἐν Ιερουσαλημ καὶ ἐν Σαμαρεία̨ 10:11 ὃν τρόπον γὰρ ἐποίησα Σαμαρεία̨ καὶ τοι̃ς χειροποιήτοις αὐτη̃ς οὕτως ποιήσω καὶ Ιερουσαλημ καὶ τοι̃ς εἰδώλοις αὐτη̃ς 10:12 καὶ ἔσται ὅταν συντελέση̨ κύριος πάντα ποιω̃ν ἐν τω̨̃ ὄρει Σιων καὶ ἐν Ιερουσαλημ ἐπάξει ἐπὶ τὸν νου̃ν τὸν μέγαν τὸν ἄρχοντα τω̃ν 'Ασσυρίων καὶ ἐπὶ τὸ ὕψος τη̃ς δόξης τω̃ν ὀφθαλμω̃ν αὐτου̃ 10:13 εἰ̃πεν γάρ τη̨̃ ἰσχύι ποιήσω καὶ τη̨̃ σοφία̨ τη̃ς συνέσεως ἀφελω̃ ὅρια ἐθνω̃ν καὶ τὴν ἰσχὺν αὐτω̃ν προνομεύσω καὶ σείσω πόλεις κατοικουμένας 10:14 καὶ τὴν οἰκουμένην ὅλην καταλήμψομαι τη̨̃ χειρὶ ὡς νοσσιὰν καὶ ὡς καταλελειμμένα ὠ̨ὰ ἀρω̃ καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με ἢ ἀντείπη̨ μοι 10:15 μὴ δοξασθήσεται ἀξίνη ἄνευ του̃ κόπτοντος ἐν αὐτη̨̃ ἢ ὑψωθήσεται πρίων ἄνευ του̃ ἕλκοντος αὐτόν ὡσαύτως ἐάν τις ἄρη̨ ῥάβδον ἢ ξύλον 10:16 καὶ οὐχ οὕτως ἀλλὰ ἀποστελει̃ κύριος σαβαωθ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν καὶ εἰς τὴν σὴν δόξαν πυ̃ρ καιόμενον καυθήσεται 10:17 καὶ ἔσται τὸ φω̃ς του̃ Ισραηλ εἰς πυ̃ρ καὶ ἁγιάσει αὐτὸν ἐν πυρὶ καιομένω̨ καὶ φάγεται ὡσεὶ χόρτον τὴν ὕλην τη̨̃ ἡμέρα̨ ἐκείνη̨ 10:18 ἀποσβεσθήσεται τὰ ὄρη καὶ οἱ βουνοὶ καὶ οἱ δρυμοί καὶ καταφάγεται ἀπὸ ψυχη̃ς ἕως σαρκω̃ν καὶ ἔσται ὁ φεύγων ὡς ὁ φεύγων ἀπὸ φλογὸς καιομένης 10:19 καὶ οἱ καταλειφθέντες ἀπ' αὐτω̃ν ἔσονται ἀριθμός καὶ παιδίον γράψει αὐτούς 10:20 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ οὐκέτι προστεθήσεται τὸ καταλειφθὲν Ισραηλ καὶ οἱ σωθέντες του̃ Ιακωβ οὐκέτι μὴ πεποιθότες ὠ̃σιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς ἀλλὰ ἔσονται πεποιθότες ἐπὶ τὸν θεὸν τὸν ἅγιον του̃ Ισραηλ τη̨̃ ἀληθεία̨ 10:21 καὶ ἔσται τὸ καταλειφθὲν του̃ Ιακωβ ἐπὶ θεὸν ἰσχύοντα 10:22 καὶ ἐὰν γένηται ὁ λαὸς Ισραηλ ὡς ἡ ἄμμος τη̃ς θαλάσσης τὸ κατάλειμμα αὐτω̃ν σωθήσεται λόγον γὰρ συντελω̃ν καὶ συντέμνων ἐν δικαιοσύνη̨ 10:23 ὅτι λόγον συντετμημένον ποιήσει ὁ θεὸς ἐν τη̨̃ οἰκουμένη̨ ὅλη̨ 10:24 διὰ του̃το τάδε λέγει κύριος σαβαωθ μὴ φοβου̃ ὁ λαός μου οἱ κατοικου̃ντες ἐν Σιων ἀπὸ 'Ασσυρίων ὅτι ἐν ῥάβδω̨ πατάξει σε πληγὴν γὰρ ἐγὼ ἐπάγω ἐπὶ σὲ του̃ ἰδει̃ν ὁδὸν Αἰγύπτου 10:25 ἔτι γὰρ μικρὸν καὶ παύσεται ἡ ὀργή ὁ δὲ θυμός μου ἐπὶ τὴν βουλὴν αὐτω̃ν 10:26 καὶ ἐπεγερει̃ ὁ θεὸς ἐπ' αὐτοὺς κατὰ τὴν πληγὴν τὴν Μαδιαμ ἐν τόπω̨ θλίψεως καὶ ὁ θυμὸς αὐτου̃ τη̨̃ ὁδω̨̃ τη̨̃ κατὰ θάλασσαν εἰς τὴν ὁδὸν τὴν κατ' Αἴγυπτον 10:27 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἀφαιρεθήσεται ὁ φόβος αὐτου̃ ἀπὸ σου̃ καὶ ὁ ζυγὸς αὐτου̃ ἀπὸ του̃ ὤμου σου καὶ καταφθαρήσεται ὁ ζυγὸς ἀπὸ τω̃ν ὤμων ὑμω̃ν 10:28 ἥξει γὰρ εἰς τὴν πόλιν Αγγαι καὶ παρελεύσεται εἰς Μαγεδω καὶ ἐν Μαχμας θήσει τὰ σκεύη αὐτου̃ 10:29 καὶ παρελεύσεται φάραγγα καὶ ἥξει εἰς Αγγαι φόβος λήμψεται Ραμα πόλιν Σαουλ φεύξεται 10:30 ἡ θυγάτηρ Γαλλιμ ἐπακούσεται Λαισα ἐπακούσεται Αναθωθ 10:31 ἐξέστη Μαδεβηνα καὶ οἱ κατοικου̃ντες Γιββιρ παρακαλει̃τε 10:32 σήμερον ἐν ὁδω̨̃ του̃ μει̃ναι τη̨̃ χειρὶ παρακαλει̃τε τὸ ὄρος τὴν θυγατέρα Σιων καὶ οἱ βουνοὶ οἱ ἐν Ιερουσαλημ 10:33 ἰδοὺ γὰρ ὁ δεσπότης κύριος σαβαωθ συνταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύος καὶ οἱ ὑψηλοὶ τη̨̃ ὕβρει συντριβήσονται καὶ οἱ ὑψηλοὶ ταπεινωθήσονται 10:34 καὶ πεσου̃νται οἱ ὑψηλοὶ μαχαίρα̨ ὁ δὲ Λίβανος σὺν τοι̃ς ὑψηλοι̃ς πεσει̃ται 11:1 καὶ ἐξελεύσεται ῥάβδος ἐκ τη̃ς ῥίζης Ιεσσαι καὶ ἄνθος ἐκ τη̃ς ῥίζης ἀναβήσεται 11:2 καὶ ἀναπαύσεται ἐπ' αὐτὸν πνευ̃μα του̃ θεου̃ πνευ̃μα σοφίας καὶ συνέσεως πνευ̃μα βουλη̃ς καὶ ἰσχύος πνευ̃μα γνώσεως καὶ εὐσεβείας 11:3 ἐμπλήσει αὐτὸν πνευ̃μα φόβου θεου̃ οὐ κατὰ τὴν δόξαν κρινει̃ οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει 11:4 ἀλλὰ κρινει̃ ταπεινω̨̃ κρίσιν καὶ ἐλέγξει τοὺς ταπεινοὺς τη̃ς γη̃ς καὶ πατάξει γη̃ν τω̨̃ λόγω̨ του̃ στόματος αὐτου̃ καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελει̃ ἀσεβη̃ 11:5 καὶ ἔσται δικαιοσύνη̨ ἐζωσμένος τὴν ὀσφὺν αὐτου̃ καὶ ἀληθεία̨ εἰλημένος τὰς πλευράς 11:6 καὶ συμβοσκηθήσεται λύκος μετὰ ἀρνός καὶ πάρδαλις συναναπαύσεται ἐρίφω̨ καὶ μοσχάριον καὶ ταυ̃ρος καὶ λέων ἅμα βοσκηθήσονται καὶ παιδίον μικρὸν ἄξει αὐτούς 11:7 καὶ βου̃ς καὶ ἄρκος ἅμα βοσκηθήσονται καὶ ἅμα τὰ παιδία αὐτω̃ν ἔσονται καὶ λέων καὶ βου̃ς ἅμα φάγονται ἄχυρα 11:8 καὶ παιδίον νήπιον ἐπὶ τρώγλην ἀσπίδων καὶ ἐπὶ κοίτην ἐκγόνων ἀσπίδων τὴν χει̃ρα ἐπιβαλει̃ 11:9 καὶ οὐ μὴ κακοποιήσωσιν οὐδὲ μὴ δύνωνται ἀπολέσαι οὐδένα ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου ὅτι ἐνεπλήσθη ἡ σύμπασα του̃ γνω̃ναι τὸν κύριον ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας 11:10 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἡ ῥίζα του̃ Ιεσσαι καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνω̃ν ἐπ' αὐτω̨̃ ἔθνη ἐλπιου̃σιν καὶ ἔσται ἡ ἀνάπαυσις αὐτου̃ τιμή 11:11 καὶ ἔσται τη̨̃ ἡμέρα̨ ἐκείνη̨ προσθήσει κύριος του̃ δει̃ξαι τὴν χει̃ρα αὐτου̃ του̃ ζηλω̃σαι τὸ καταλειφθὲν ὑπόλοιπον του̃ λαου̃ ὃ ἂν καταλειφθη̨̃ ἀπὸ τω̃ν 'Ασσυρίων καὶ ἀπὸ Αἰγύπτου καὶ Βαβυλωνίας καὶ Αἰθιοπίας καὶ ἀπὸ Αιλαμιτω̃ν καὶ ἀπὸ ἡλίου ἀνατολω̃ν καὶ ἐξ 'Αραβίας 11:12 καὶ ἀρει̃ σημει̃ον εἰς τὰ ἔθνη καὶ συνάξει τοὺς ἀπολομένους Ισραηλ καὶ τοὺς διεσπαρμένους του̃ Ιουδα συνάξει ἐκ τω̃ν τεσσάρων πτερύγων τη̃ς γη̃ς 11:13 καὶ ἀφαιρεθήσεται ὁ ζη̃λος Εφραιμ καὶ οἱ ἐχθροὶ Ιουδα ἀπολου̃νται Εφραιμ οὐ ζηλώσει Ιουδαν καὶ Ιουδας οὐ θλίψει Εφραιμ 11:14 καὶ πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων θάλασσαν ἅμα προνομεύσουσιν καὶ τοὺς ἀφ' ἡλίου ἀνατολω̃ν καὶ Ιδουμαίαν καὶ ἐπὶ Μωαβ πρω̃τον τὰς χει̃ρας ἐπιβαλου̃σιν οἱ δὲ υἱοὶ Αμμων πρω̃τοι ὑπακούσονται 11:15 καὶ ἐρημώσει κύριος τὴν θάλασσαν Αἰγύπτου καὶ ἐπιβαλει̃ τὴν χει̃ρα αὐτου̃ ἐπὶ τὸν ποταμὸν πνεύματι βιαίω̨ καὶ πατάξει ἑπτὰ φάραγγας ὥστε διαπορεύεσθαι αὐτὸν ἐν ὑποδήμασιν 11:16 καὶ ἔσται δίοδος τω̨̃ καταλειφθέντι μου λαω̨̃ ἐν Αἰγύπτω̨ καὶ ἔσται τω̨̃ Ισραηλ ὡς ἡ ἡμέρα ὅτε ἐξη̃λθεν ἐκ γη̃ς Αἰγύπτου 12:1 καὶ ἐρει̃ς ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ εὐλογήσω σε κύριε διότι ὠργίσθης μοι καὶ ἀπέστρεψας τὸν θυμόν σου καὶ ἠλέησάς με 12:2 ἰδοὺ ὁ θεός μου σωτήρ μου κύριος πεποιθὼς ἔσομαι ἐπ' αὐτω̨̃ καὶ σωθήσομαι ἐν αὐτω̨̃ καὶ οὐ φοβηθήσομαι διότι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου κύριος καὶ ἐγένετό μοι εἰς σωτηρίαν 12:3 καὶ ἀντλήσετε ὕδωρ μετ' εὐφροσύνης ἐκ τω̃ν πηγω̃ν του̃ σωτηρίου 12:4 καὶ ἐρει̃ς ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ὑμνει̃τε κύριον βοα̃τε τὸ ὄνομα αὐτου̃ ἀναγγείλατε ἐν τοι̃ς ἔθνεσιν τὰ ἔνδοξα αὐτου̃ μιμνή̨σκεσθε ὅτι ὑψώθη τὸ ὄνομα αὐτου̃ 12:5 ὑμνήσατε τὸ ὄνομα κυρίου ὅτι ὑψηλὰ ἐποίησεν ἀναγγείλατε ταυ̃τα ἐν πάση̨ τη̨̃ γη̨̃ 12:6 ἀγαλλια̃σθε καὶ εὐφραίνεσθε οἱ κατοικου̃ντες Σιων ὅτι ὑψώθη ὁ ἅγιος του̃ Ισραηλ ἐν μέσω̨ αὐτη̃ς 13:1 ὅρασις ἣν εἰ̃δεν Ησαιας υἱὸς Αμως κατὰ Βαβυλω̃νος 13:2 ἐπ' ὄρους πεδινου̃ ἄρατε σημει̃ον ὑψώσατε τὴν φωνὴν αὐτοι̃ς μὴ φοβει̃σθε παρακαλει̃τε τη̨̃ χειρί ἀνοίξατε οἱ ἄρχοντες 13:3 ἐγὼ συντάσσω καὶ ἐγὼ ἄγω αὐτούς ἡγιασμένοι εἰσίν καὶ ἐγὼ ἄγω αὐτούς γίγαντες ἔρχονται πληρω̃σαι τὸν θυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες 13:4 φωνὴ ἐθνω̃ν πολλω̃ν ἐπὶ τω̃ν ὀρέων ὁμοία ἐθνω̃ν πολλω̃ν φωνὴ βασιλέων καὶ ἐθνω̃ν συνηγμένων κύριος σαβαωθ ἐντέταλται ἔθνει ὁπλομάχω̨ 13:5 ἔρχεσθαι ἐκ γη̃ς πόρρωθεν ἀπ' ἄκρου θεμελίου του̃ οὐρανου̃ κύριος καὶ οἱ ὁπλομάχοι αὐτου̃ του̃ καταφθει̃ραι τὴν οἰκουμένην ὅλην 13:6 ὀλολύζετε ἐγγὺς γὰρ ἡ ἡμέρα κυρίου καὶ συντριβὴ παρὰ του̃ θεου̃ ἥξει 13:7 διὰ του̃το πα̃σα χεὶρ ἐκλυθήσεται καὶ πα̃σα ψυχὴ ἀνθρώπου δειλιάσει 13:8 καὶ ταραχθήσονται οἱ πρέσβεις καὶ ὠδι̃νες αὐτοὺς ἕξουσιν ὡς γυναικὸς τικτούσης καὶ συμφοράσουσιν ἕτερος πρὸς τὸν ἕτερον καὶ ἐκστήσονται καὶ τὸ πρόσωπον αὐτω̃ν ὡς φλὸξ μεταβαλου̃σιν 13:9 ἰδοὺ γὰρ ἡμέρα κυρίου ἀνίατος ἔρχεται θυμου̃ καὶ ὀργη̃ς θει̃ναι τὴν οἰκουμένην ὅλην ἔρημον καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτη̃ς 13:10 οἱ γὰρ ἀστέρες του̃ οὐρανου̃ καὶ ὁ 'Ωρίων καὶ πα̃ς ὁ κόσμος του̃ οὐρανου̃ τὸ φω̃ς οὐ δώσουσιν καὶ σκοτισθήσεται του̃ ἡλίου ἀνατέλλοντος καὶ ἡ σελήνη οὐ δώσει τὸ φω̃ς αὐτη̃ς 13:11 καὶ ἐντελου̃μαι τη̨̃ οἰκουμένη̨ ὅλη̨ κακὰ καὶ τοι̃ς ἀσεβέσιν τὰς ἁμαρτίας αὐτω̃ν καὶ ἀπολω̃ ὕβριν ἀνόμων καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω 13:12 καὶ ἔσονται οἱ καταλελειμμένοι ἔντιμοι μα̃λλον ἢ τὸ χρυσίον τὸ ἄπυρον καὶ ὁ ἄνθρωπος μα̃λλον ἔντιμος ἔσται ἢ ὁ λίθος ὁ ἐκ Σουφιρ 13:13 ὁ γὰρ οὐρανὸς θυμωθήσεται καὶ ἡ γη̃ σεισθήσεται ἐκ τω̃ν θεμελίων αὐτη̃ς διὰ θυμὸν ὀργη̃ς κυρίου σαβαωθ τη̨̃ ἡμέρα̨ ἡ̨̃ ἂν ἐπέλθη̨ ὁ θυμὸς αὐτου̃ 13:14 καὶ ἔσονται οἱ καταλελειμμένοι ὡς δορκάδιον φευ̃γον καὶ ὡς πρόβατον πλανώμενον καὶ οὐκ ἔσται ὁ συνάγων ὥστε ἄνθρωπον εἰς τὸν λαὸν αὐτου̃ ἀποστραφη̃ναι καὶ ἄνθρωπον εἰς τὴν χώραν αὐτου̃ διω̃ξαι 13:15 ὃς γὰρ ἂν ἁλω̨̃ ἡττηθήσεται καὶ οἵτινες συνηγμένοι εἰσίν μαχαίρα̨ πεσου̃νται 13:16 καὶ τὰ τέκνα αὐτω̃ν ἐνώπιον αὐτω̃ν ῥάξουσιν καὶ τὰς οἰκίας αὐτω̃ν προνομεύσουσιν καὶ τὰς γυναι̃κας αὐτω̃ν ἕξουσιν 13:17 ἰδοὺ ἐπεγείρω ὑμι̃ν τοὺς Μήδους οἳ οὐ λογίζονται ἀργύριον οὐδὲ χρυσίου χρείαν ἔχουσιν 13:18 τοξεύματα νεανίσκων συντρίψουσιν καὶ τὰ τέκνα ὑμω̃ν οὐ μὴ ἐλεήσωσιν οὐδὲ ἐπὶ τοι̃ς τέκνοις οὐ φείσονται οἱ ὀφθαλμοὶ αὐτω̃ν 13:19 καὶ ἔσται Βαβυλών ἣ καλει̃ται ἔνδοξος ὑπὸ βασιλέως Χαλδαίων ὃν τρόπον κατέστρεψεν ὁ θεὸς Σοδομα καὶ Γομορρα 13:20 οὐ κατοικηθήσεται εἰς τὸν αἰω̃να χρόνον οὐδὲ μὴ εἰσέλθωσιν εἰς αὐτὴν διὰ πολλω̃ν γενεω̃ν οὐδὲ μὴ διέλθωσιν αὐτὴν 'Άραβες οὐδὲ ποιμένες οὐ μὴ ἀναπαύσωνται ἐν αὐτη̨̃ 13:21 καὶ ἀναπαύσονται ἐκει̃ θηρία καὶ ἐμπλησθήσονται αἱ οἰκίαι ἤχου καὶ ἀναπαύσονται ἐκει̃ σειρη̃νες καὶ δαιμόνια ἐκει̃ ὀρχήσονται 13:22 καὶ ὀνοκένταυροι ἐκει̃ κατοικήσουσιν καὶ νοσσοποιήσουσιν ἐχι̃νοι ἐν τοι̃ς οἴκοις αὐτω̃ν ταχὺ ἔρχεται καὶ οὐ χρονιει̃ 14:1 καὶ ἐλεήσει κύριος τὸν Ιακωβ καὶ ἐκλέξεται ἔτι τὸν Ισραηλ καὶ ἀναπαύσονται ἐπὶ τη̃ς γη̃ς αὐτω̃ν καὶ ὁ γιώρας προστεθήσεται πρὸς αὐτοὺς καὶ προστεθήσεται πρὸς τὸν οἰ̃κον Ιακωβ 14:2 καὶ λήμψονται αὐτοὺς ἔθνη καὶ εἰσάξουσιν εἰς τὸν τόπον αὐτω̃ν καὶ κατακληρονομήσουσιν καὶ πληθυνθήσονται ἐπὶ τη̃ς γη̃ς του̃ θεου̃ εἰς δούλους καὶ δούλας καὶ ἔσονται αἰχμάλωτοι οἱ αἰχμαλωτεύσαντες αὐτούς καὶ κυριευθήσονται οἱ κυριεύσαντες αὐτω̃ν 14:3 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἀναπαύσει σε ὁ θεὸς ἐκ τη̃ς ὀδύνης καὶ του̃ θυμου̃ σου καὶ τη̃ς δουλείας σου τη̃ς σκληρα̃ς ἡ̃ς ἐδούλευσας αὐτοι̃ς 14:4 καὶ λήμψη̨ τὸν θρη̃νον του̃τον ἐπὶ τὸν βασιλέα Βαβυλω̃νος καὶ ἐρει̃ς ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ πω̃ς ἀναπέπαυται ὁ ἀπαιτω̃ν καὶ ἀναπέπαυται ὁ ἐπισπουδαστής 14:5 συνέτριψεν ὁ θεὸς τὸν ζυγὸν τω̃ν ἁμαρτωλω̃ν τὸν ζυγὸν τω̃ν ἀρχόντων 14:6 πατάξας ἔθνος θυμω̨̃ πληγη̨̃ ἀνιάτω̨ παίων ἔθνος πληγὴν θυμου̃ ἣ οὐκ ἐφείσατο 14:7 ἀνεπαύσατο πεποιθώς πα̃σα ἡ γη̃ βοα̨̃ μετ' εὐφροσύνης 14:8 καὶ τὰ ξύλα του̃ Λιβάνου εὐφράνθησαν ἐπὶ σοὶ καὶ ἡ κέδρος του̃ Λιβάνου ἀφ' οὑ̃ σὺ κεκοίμησαι οὐκ ἀνέβη ὁ κόπτων ἡμα̃ς 14:9 ὁ ἅ̨δης κάτωθεν ἐπικράνθη συναντήσας σοι συνηγέρθησάν σοι πάντες οἱ γίγαντες οἱ ἄρξαντες τη̃ς γη̃ς οἱ ἐγείραντες ἐκ τω̃ν θρόνων αὐτω̃ν πάντας βασιλει̃ς ἐθνω̃ν 14:10 πάντες ἀποκριθήσονται καὶ ἐρου̃σίν σοι καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμει̃ς ἐν ἡμι̃ν δὲ κατελογίσθης 14:11 κατέβη δὲ εἰς ἅ̨δου ἡ δόξα σου ἡ πολλή σου εὐφροσύνη ὑποκάτω σου στρώσουσιν ση̃ψιν καὶ τὸ κατακάλυμμά σου σκώληξ 14:12 πω̃ς ἐξέπεσεν ἐκ του̃ οὐρανου̃ ὁ ἑωσφόρος ὁ πρωὶ ἀνατέλλων συνετρίβη εἰς τὴν γη̃ν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη 14:13 σὺ δὲ εἰ̃πας ἐν τη̨̃ διανοία̨ σου εἰς τὸν οὐρανὸν ἀναβήσομαι ἐπάνω τω̃ν ἄστρων του̃ οὐρανου̃ θήσω τὸν θρόνον μου καθιω̃ ἐν ὄρει ὑψηλω̨̃ ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ τὰ πρὸς βορρα̃ν 14:14 ἀναβήσομαι ἐπάνω τω̃ν νεφελω̃ν ἔσομαι ὅμοιος τω̨̃ ὑψίστω̨ 14:15 νυ̃ν δὲ εἰς ἅ̨δου καταβήση̨ καὶ εἰς τὰ θεμέλια τη̃ς γη̃ς 14:16 οἱ ἰδόντες σε θαυμάσουσιν ἐπὶ σοὶ καὶ ἐρου̃σιν οὑ̃τος ὁ ἄνθρωπος ὁ παροξύνων τὴν γη̃ν σείων βασιλει̃ς 14:17 ὁ θεὶς τὴν οἰκουμένην ὅλην ἔρημον καὶ τὰς πόλεις καθει̃λεν τοὺς ἐν ἐπαγωγη̨̃ οὐκ ἔλυσεν 14:18 πάντες οἱ βασιλει̃ς τω̃ν ἐθνω̃ν ἐκοιμήθησαν ἐν τιμη̨̃ ἄνθρωπος ἐν τω̨̃ οἴκω̨ αὐτου̃ 14:19 σὺ δὲ ῥιφήση̨ ἐν τοι̃ς ὄρεσιν ὡς νεκρὸς ἐβδελυγμένος μετὰ πολλω̃ν τεθνηκότων ἐκκεκεντημένων μαχαίραις καταβαινόντων εἰς ἅ̨δου ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ ἔσται καθαρόν 14:20 οὕτως οὐδὲ σὺ ἔση̨ καθαρός διότι τὴν γη̃ν μου ἀπώλεσας καὶ τὸν λαόν μου ἀπέκτεινας οὐ μὴ μείνη̨ς εἰς τὸν αἰω̃να χρόνον σπέρμα πονηρόν 14:21 ἑτοίμασον τὰ τέκνα σου σφαγη̃ναι ται̃ς ἁμαρτίαις του̃ πατρός σου ἵνα μὴ ἀναστω̃σιν καὶ τὴν γη̃ν κληρονομήσωσιν καὶ ἐμπλήσωσι τὴν γη̃ν πόλεων 14:22 καὶ ἐπαναστήσομαι αὐτοι̃ς λέγει κύριος σαβαωθ καὶ ἀπολω̃ αὐτω̃ν ὄνομα καὶ κατάλειμμα καὶ σπέρμα τάδε λέγει κύριος 14:23 καὶ θήσω τὴν Βαβυλωνίαν ἔρημον ὥστε κατοικει̃ν ἐχίνους καὶ ἔσται εἰς οὐδέν καὶ θήσω αὐτὴν πηλου̃ βάραθρον εἰς ἀπώλειαν 14:24 τάδε λέγει κύριος σαβαωθ ὃν τρόπον εἴρηκα οὕτως ἔσται καὶ ὃν τρόπον βεβούλευμαι οὕτως μενει̃ 14:25 του̃ ἀπολέσαι τοὺς 'Ασσυρίους ἀπὸ τη̃ς γη̃ς τη̃ς ἐμη̃ς καὶ ἀπὸ τω̃ν ὀρέων μου καὶ ἔσονται εἰς καταπάτημα καὶ ἀφαιρεθήσεται ἀπ' αὐτω̃ν ὁ ζυγὸς αὐτω̃ν καὶ τὸ κυ̃δος αὐτω̃ν ἀπὸ τω̃ν ὤμων ἀφαιρεθήσεται 14:26 αὕτη ἡ βουλή ἣν βεβούλευται κύριος ἐπὶ τὴν οἰκουμένην ὅλην καὶ αὕτη ἡ χεὶρ ἡ ὑψηλὴ ἐπὶ πάντα τὰ ἔθνη τη̃ς οἰκουμένης 14:27 ἃ γὰρ ὁ θεὸς ὁ ἅγιος βεβούλευται τίς διασκεδάσει καὶ τὴν χει̃ρα τὴν ὑψηλὴν τίς ἀποστρέψει 14:28 του̃ ἔτους οὑ̃ ἀπέθανεν Αχαζ ὁ βασιλεύς ἐγενήθη τὸ ῥη̃μα του̃το 14:29 μὴ εὐφρανθείητε πάντες οἱ ἀλλόφυλοι συνετρίβη γὰρ ὁ ζυγὸς του̃ παίοντος ὑμα̃ς ἐκ γὰρ σπέρματος ὄφεων ἐξελεύσεται ἔκγονα ἀσπίδων καὶ τὰ ἔκγονα αὐτω̃ν ἐξελεύσονται ὄφεις πετόμενοι 14:30 καὶ βοσκηθήσονται πτωχοὶ δι' αὐτου̃ πτωχοὶ δὲ ἄνδρες ἐπ' εἰρήνης ἀναπαύσονται ἀνελει̃ δὲ λιμω̨̃ τὸ σπέρμα σου καὶ τὸ κατάλειμμά σου ἀνελει̃ 14:31 ὀλολύζετε πύλαι πόλεων κεκραγέτωσαν πόλεις τεταραγμέναι οἱ ἀλλόφυλοι πάντες ὅτι καπνὸς ἀπὸ βορρα̃ ἔρχεται καὶ οὐκ ἔστιν του̃ εἰ̃ναι 14:32 καὶ τί ἀποκριθήσονται βασιλει̃ς ἐθνω̃ν ὅτι κύριος ἐθεμελίωσεν Σιων καὶ δι' αὐτου̃ σωθήσονται οἱ ταπεινοὶ του̃ λαου̃ 15:1 τὸ ῥη̃μα τὸ κατὰ τη̃ς Μωαβίτιδος νυκτὸς ἀπολει̃ται ἡ Μωαβι̃τις νυκτὸς γὰρ ἀπολει̃ται τὸ τει̃χος τη̃ς Μωαβίτιδος 15:2 λυπει̃σθε ἐφ' ἑαυτοι̃ς ἀπολει̃ται γὰρ καὶ Δηβων οὑ̃ ὁ βωμὸς ὑμω̃ν ἐκει̃ ἀναβήσεσθε κλαίειν ἐπὶ Ναβαυ τη̃ς Μωαβίτιδος ὀλολύζετε ἐπὶ πάσης κεφαλη̃ς φαλάκρωμα πάντες βραχίονες κατατετμημένοι 15:3 ἐν ται̃ς πλατείαις αὐτη̃ς περιζώσασθε σάκκους καὶ κόπτεσθε ἐπὶ τω̃ν δωμάτων αὐτη̃ς καὶ ἐν ται̃ς ῥύμαις αὐτη̃ς πάντες ὀλολύζετε μετὰ κλαυθμου̃ 15:4 ὅτι κέκραγεν Εσεβων καὶ Ελεαλη ἕως Ιασσα ἠκούσθη ἡ φωνὴ αὐτω̃ν διὰ του̃το ἡ ὀσφὺς τη̃ς Μωαβίτιδος βοα̨̃ ἡ ψυχὴ αὐτη̃ς γνώσεται 15:5 ἡ καρδία τη̃ς Μωαβίτιδος βοα̨̃ ἐν αὐτη̨̃ ἕως Σηγωρ δάμαλις γάρ ἐστιν τριετής ἐπὶ δὲ τη̃ς ἀναβάσεως τη̃ς Λουιθ πρὸς σὲ κλαίοντες ἀναβήσονται τη̨̃ ὁδω̨̃ Αρωνιιμ βοα̨̃ σύντριμμα καὶ σεισμός 15:6 τὸ ὕδωρ τη̃ς Νεμριμ ἔρημον ἔσται καὶ ὁ χόρτος αὐτη̃ς ἐκλείψει χόρτος γὰρ χλωρὸς οὐκ ἔσται 15:7 μὴ καὶ οὕτως μέλλει σωθη̃ναι ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα 'Άραβας καὶ λήμψονται αὐτήν 15:8 συνη̃ψεν γὰρ ἡ βοὴ τὸ ὅριον τη̃ς Μωαβίτιδος τη̃ς Αγαλλιμ καὶ ὀλολυγμὸς αὐτη̃ς ἕως του̃ φρέατος του̃ Αιλιμ 15:9 τὸ δὲ ὕδωρ τὸ Ρεμμων πλησθήσεται αἵματος ἐπάξω γὰρ ἐπὶ Ρεμμων 'Άραβας καὶ ἀρω̃ τὸ σπέρμα Μωαβ καὶ Αριηλ καὶ τὸ κατάλοιπον Αδαμα 16:1 ἀποστελω̃ ὡς ἑρπετὰ ἐπὶ τὴν γη̃ν μὴ πέτρα ἔρημός ἐστιν τὸ ὄρος Σιων 16:2 ἔση̨ γὰρ ὡς πετεινου̃ ἀνιπταμένου νεοσσὸς ἀφη̨ρημένος θύγατερ Μωαβ ἔπειτα δέ Αρνων 16:3 πλείονα βουλεύου ποιει̃τε σκέπην πένθους αὐτη̨̃ διὰ παντός ἐν μεσημβρινη̨̃ σκοτία̨ φεύγουσιν ἐξέστησαν μὴ ἀπαχθη̨̃ς 16:4 παροικήσουσίν σοι οἱ φυγάδες Μωαβ ἔσονται σκέπη ὑμι̃ν ἀπὸ προσώπου διώκοντος ὅτι ἤρθη ἡ συμμαχία σου καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατω̃ν ἐπὶ τη̃ς γη̃ς 16:5 καὶ διορθωθήσεται μετ' ἐλέους θρόνος καὶ καθίεται ἐπ' αὐτου̃ μετὰ ἀληθείας ἐν σκηνη̨̃ Δαυιδ κρίνων καὶ ἐκζητω̃ν κρίμα καὶ σπεύδων δικαιοσύνην 16:6 ἠκούσαμεν τὴν ὕβριν Μωαβ ὑβριστὴς σφόδρα τὴν ὑπερηφανίαν ἐξη̃ρας οὐχ οὕτως ἡ μαντεία σου 16:7 οὐχ οὕτως ὀλολύξει Μωαβ ἐν γὰρ τη̨̃ Μωαβίτιδι πάντες ὀλολύξουσιν τοι̃ς κατοικου̃σιν Δεσεθ μελετήσεις καὶ οὐκ ἐντραπήση̨ 16:8 τὰ πεδία Εσεβων πενθήσει ἄμπελος Σεβαμα καταπίνοντες τὰ ἔθνη καταπατήσατε τὰς ἀμπέλους αὐτη̃ς ἕως Ιαζηρ οὐ μὴ συνάψητε πλανήθητε τὴν ἔρημον οἱ ἀπεσταλμένοι ἐγκατελείφθησαν διέβησαν γὰρ τὴν ἔρημον 16:9 διὰ του̃το κλαύσομαι ὡς τὸν κλαυθμὸν Ιαζηρ ἄμπελον Σεβαμα τὰ δένδρα σου κατέβαλεν Εσεβων καὶ Ελεαλη ὅτι ἐπὶ τω̨̃ θερισμω̨̃ καὶ ἐπὶ τω̨̃ τρυγήτω̨ σου καταπατήσω καὶ πάντα πεσου̃νται 16:10 καὶ ἀρθήσεται εὐφροσύνη καὶ ἀγαλλίαμα ἐκ τω̃ν ἀμπελώνων σου καὶ ἐν τοι̃ς ἀμπελω̃σίν σου οὐ μὴ εὐφρανθήσονται καὶ οὐ μὴ πατήσουσιν οἰ̃νον εἰς τὰ ὑπολήνια πέπαυται γάρ 16:11 διὰ του̃το ἡ κοιλία μου ἐπὶ Μωαβ ὡς κιθάρα ἠχήσει καὶ τὰ ἐντός μου ὡσεὶ τει̃χος ὃ ἐνεκαίνισας 16:12 καὶ ἔσται εἰς τὸ ἐντραπη̃ναί σε ὅτι ἐκοπίασεν Μωαβ ἐπὶ τοι̃ς βωμοι̃ς καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτη̃ς ὥστε προσεύξασθαι καὶ οὐ μὴ δύνηται ἐξελέσθαι αὐτόν 16:13 του̃το τὸ ῥη̃μα ὃ ἐλάλησεν κύριος ἐπὶ Μωαβ ὁπότε καὶ ἐλάλησεν 16:14 καὶ νυ̃ν λέγω ἐν τρισὶν ἔτεσιν ἐτω̃ν μισθωτου̃ ἀτιμασθήσεται ἡ δόξα Μωαβ ἐν παντὶ τω̨̃ πλούτω̨ τω̨̃ πολλω̨̃ καὶ καταλειφθήσεται ὀλιγοστὸς καὶ οὐκ ἔντιμος 17:1 τὸ ῥη̃μα τὸ κατὰ Δαμασκου̃ ἰδοὺ Δαμασκὸς ἀρθήσεται ἀπὸ πόλεων καὶ ἔσται εἰς πτω̃σιν 17:2 καταλελειμμένη εἰς τὸν αἰω̃να εἰς κοίτην ποιμνίων καὶ ἀνάπαυσιν καὶ οὐκ ἔσται ὁ διώκων 17:3 καὶ οὐκέτι ἔσται ὀχυρὰ του̃ καταφυγει̃ν Εφραιμ καὶ οὐκέτι ἔσται βασιλεία ἐν Δαμασκω̨̃ καὶ τὸ λοιπὸν τω̃ν Σύρων ἀπολει̃ται οὐ γὰρ σὺ βελτίων εἰ̃ τω̃ν υἱω̃ν Ισραηλ καὶ τη̃ς δόξης αὐτω̃ν τάδε λέγει κύριος σαβαωθ 17:4 ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἔκλειψις τη̃ς δόξης Ιακωβ καὶ τὰ πίονα τη̃ς δόξης αὐτου̃ σεισθήσεται 17:5 καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγη̨ ἀμητὸν ἑστηκότα καὶ σπέρμα σταχύων ἐν τω̨̃ βραχίονι αὐτου̃ ἀμήση̨ καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγη̨ στάχυν ἐν φάραγγι στερεα̨̃ 17:6 καὶ καταλειφθη̨̃ ἐν αὐτη̨̃ καλάμη ἢ ὡς ῥω̃γες ἐλαίας δύο ἢ τρει̃ς ἐπ' ἄκρου μετεώρου ἢ τέσσαρες ἢ πέντε ἐπὶ τω̃ν κλάδων αὐτω̃ν καταλειφθη̨̃ τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ 17:7 τη̨̃ ἡμέρα̨ ἐκείνη̨ πεποιθὼς ἔσται ἄνθρωπος ἐπὶ τω̨̃ ποιήσαντι αὐτόν οἱ δὲ ὀφθαλμοὶ αὐτου̃ εἰς τὸν ἅγιον του̃ Ισραηλ ἐμβλέψονται 17:8 καὶ οὐ μὴ πεποιθότες ὠ̃σιν ἐπὶ τοι̃ς βωμοι̃ς οὐδὲ ἐπὶ τοι̃ς ἔργοις τω̃ν χειρω̃ν αὐτω̃ν ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτω̃ν καὶ οὐκ ὄψονται τὰ δένδρα αὐτω̃ν οὐδὲ τὰ βδελύγματα αὐτω̃ν 17:9 τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἔσονται αἱ πόλεις σου ἐγκαταλελειμμέναι ὃν τρόπον ἐγκατέλιπον οἱ Αμορραι̃οι καὶ οἱ Ευαι̃οι ἀπὸ προσώπου τω̃ν υἱω̃ν Ισραηλ καὶ ἔσονται ἔρημοι 17:10 διότι κατέλιπες τὸν θεὸν τὸν σωτη̃ρά σου καὶ κυρίου του̃ βοηθου̃ σου οὐκ ἐμνήσθης διὰ του̃το φυτεύσεις φύτευμα ἄπιστον καὶ σπέρμα ἄπιστον 17:11 τη̨̃ δὲ ἡμέρα̨ ἡ̨̃ ἂν φυτεύση̨ς πλανηθήση̨ τὸ δὲ πρωί ἐὰν σπείρη̨ς ἀνθήσει εἰς ἀμητὸν ἡ̨̃ ἂν ἡμέρα̨ κληρώση̨ καὶ ὡς πατὴρ ἀνθρώπου κληρώση̨ τοι̃ς υἱοι̃ς σου 17:12 οὐαὶ πλη̃θος ἐθνω̃ν πολλω̃ν ὡς θάλασσα κυμαίνουσα οὕτως ταραχθήσεσθε καὶ νω̃τος ἐθνω̃ν πολλω̃ν ὡς ὕδωρ ἠχήσει 17:13 ὡς ὕδωρ πολὺ ἔθνη πολλά ὡς ὕδατος πολλου̃ βία̨ καταφερομένου καὶ ἀποσκορακιει̃ αὐτὸν καὶ πόρρω αὐτὸν διώξεται ὡς χνου̃ν ἀχύρου λικμώντων ἀπέναντι ἀνέμου καὶ ὡς κονιορτὸν τροχου̃ καταιγὶς φέρουσα 17:14 πρὸς ἑσπέραν ἔσται πένθος πρὶν ἢ πρωὶ καὶ οὐκ ἔσται αὕτη ἡ μερὶς τω̃ν ὑμα̃ς προνομευσάντων καὶ κληρονομία τοι̃ς ὑμα̃ς κληρονομήσασιν 18:1 οὐαὶ γη̃ς πλοίων πτέρυγες ἐπέκεινα ποταμω̃ν Αἰθιοπίας 18:2 ὁ ἀποστέλλων ἐν θαλάσση̨ ὅμηρα καὶ ἐπιστολὰς βυβλίνας ἐπάνω του̃ ὕδατος πορεύσονται γὰρ ἄγγελοι κου̃φοι πρὸς ἔθνος μετέωρον καὶ ξένον λαὸν καὶ χαλεπόν τίς αὐτου̃ ἐπέκεινα ἔθνος ἀνέλπιστον καὶ καταπεπατημένον νυ̃ν οἱ ποταμοὶ τη̃ς γη̃ς 18:3 πάντες ὡς χώρα κατοικουμένη κατοικηθήσεται ἡ χώρα αὐτω̃ν ὡσεὶ σημει̃ον ἀπὸ ὄρους ἀρθη̨̃ ὡς σάλπιγγος φωνὴ ἀκουστὸν ἔσται 18:4 ὅτι οὕτως εἰ̃πέν μοι κύριος ἀσφάλεια ἔσται ἐν τη̨̃ ἐμη̨̃ πόλει ὡς φω̃ς καύματος μεσημβρίας καὶ ὡς νεφέλη δρόσου ἡμέρας ἀμήτου ἔσται 18:5 πρὸ του̃ θερισμου̃ ὅταν συντελεσθη̨̃ ἄνθος καὶ ὄμφαξ ἀνθήση̨ ἄνθος ὀμφακίζουσα καὶ ἀφελει̃ τὰ βοτρύδια τὰ μικρὰ τοι̃ς δρεπάνοις καὶ τὰς κληματίδας ἀφελει̃ καὶ κατακόψει 18:6 καὶ καταλείψει ἅμα τοι̃ς πετεινοι̃ς του̃ οὐρανου̃ καὶ τοι̃ς θηρίοις τη̃ς γη̃ς καὶ συναχθήσεται ἐπ' αὐτοὺς τὰ πετεινὰ του̃ οὐρανου̃ καὶ πάντα τὰ θηρία τη̃ς γη̃ς ἐπ' αὐτὸν ἥξει 18:7 ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἀνενεχθήσεται δω̃ρα κυρίω̨ σαβαωθ ἐκ λαου̃ τεθλιμμένου καὶ τετιλμένου καὶ ἀπὸ λαου̃ μεγάλου ἀπὸ του̃ νυ̃ν καὶ εἰς τὸν αἰω̃να χρόνον ἔθνος ἐλπίζον καὶ καταπεπατημένον ὅ ἐστιν ἐν μέρει ποταμου̃ τη̃ς χώρας αὐτου̃ εἰς τὸν τόπον οὑ̃ τὸ ὄνομα κυρίου σαβαωθ ἐπεκλήθη ὄρος Σιων 19:1 ὅρασις Αἰγύπτου ἰδοὺ κύριος κάθηται ἐπὶ νεφέλης κούφης καὶ ἥξει εἰς Αἴγυπτον καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτου̃ καὶ ἡ καρδία αὐτω̃ν ἡττηθήσεται ἐν αὐτοι̃ς 19:2 καὶ ἐπεγερθήσονται Αἰγύπτιοι ἐπ' Αἰγυπτίους καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτου̃ καὶ ἄνθρωπος τὸν πλησίον αὐτου̃ πόλις ἐπὶ πόλιν καὶ νομὸς ἐπὶ νομόν 19:3 καὶ ταραχθήσεται τὸ πνευ̃μα τω̃ν Αἰγυπτίων ἐν αὐτοι̃ς καὶ τὴν βουλὴν αὐτω̃ν διασκεδάσω καὶ ἐπερωτήσουσιν τοὺς θεοὺς αὐτω̃ν καὶ τὰ ἀγάλματα αὐτω̃ν καὶ τοὺς ἐκ τη̃ς γη̃ς φωνου̃ντας καὶ τοὺς ἐγγαστριμύθους 19:4 καὶ παραδώσω Αἴγυπτον εἰς χει̃ρας ἀνθρώπων κυρίων σκληρω̃ν καὶ βασιλει̃ς σκληροὶ κυριεύσουσιν αὐτω̃ν τάδε λέγει κύριος σαβαωθ 19:5 καὶ πίονται οἱ Αἰγύπτιοι ὕδωρ τὸ παρὰ θάλασσαν ὁ δὲ ποταμὸς ἐκλείψει καὶ ξηρανθήσεται 19:6 καὶ ἐκλείψουσιν οἱ ποταμοὶ καὶ αἱ διώρυγες του̃ ποταμου̃ καὶ ξηρανθήσεται πα̃σα συναγωγὴ ὕδατος καὶ ἐν παντὶ ἕλει καλάμου καὶ παπύρου 19:7 καὶ τὸ ἄχι τὸ χλωρὸν πα̃ν τὸ κύκλω̨ του̃ ποταμου̃ καὶ πα̃ν τὸ σπειρόμενον διὰ του̃ ποταμου̃ ξηρανθήσεται ἀνεμόφθορον 19:8 καὶ στενάξουσιν οἱ ἁλεει̃ς καὶ στενάξουσιν πάντες οἱ βάλλοντες ἄγκιστρον εἰς τὸν ποταμόν καὶ οἱ βάλλοντες σαγήνας καὶ οἱ ἀμφιβολει̃ς πενθήσουσιν 19:9 καὶ αἰσχύνη λήμψεται τοὺς ἐργαζομένους τὸ λίνον τὸ σχιστὸν καὶ τοὺς ἐργαζομένους τὴν βύσσον 19:10 καὶ ἔσονται οἱ διαζόμενοι αὐτὰ ἐν ὀδύνη̨ καὶ πάντες οἱ τὸν ζυ̃θον ποιου̃ντες λυπηθήσονται καὶ τὰς ψυχὰς πονέσουσιν 19:11 καὶ μωροὶ ἔσονται οἱ ἄρχοντες Τάνεως οἱ σοφοὶ σύμβουλοι του̃ βασιλέως ἡ βουλὴ αὐτω̃ν μωρανθήσεται πω̃ς ἐρει̃τε τω̨̃ βασιλει̃ υἱοὶ συνετω̃ν ἡμει̃ς υἱοὶ βασιλέων τω̃ν ἐξ ἀρχη̃ς 19:12 που̃ εἰσιν νυ̃ν οἱ σοφοί σου καὶ ἀναγγειλάτωσάν σοι καὶ εἰπάτωσαν τί βεβούλευται κύριος σαβαωθ ἐπ' Αἴγυπτον 19:13 ἐξέλιπον οἱ ἄρχοντες Τάνεως καὶ ὑψώθησαν οἱ ἄρχοντες Μέμφεως καὶ πλανήσουσιν Αἴγυπτον κατὰ φυλάς 19:14 κύριος γὰρ ἐκέρασεν αὐτοι̃ς πνευ̃μα πλανήσεως καὶ ἐπλάνησαν Αἴγυπτον ἐν πα̃σι τοι̃ς ἔργοις αὐτω̃ν ὡς πλανα̃ται ὁ μεθύων καὶ ὁ ἐμω̃ν ἅμα 19:15 καὶ οὐκ ἔσται τοι̃ς Αἰγυπτίοις ἔργον ὃ ποιήσει κεφαλὴν καὶ οὐράν ἀρχὴν καὶ τέλος 19:16 τη̨̃ δὲ ἡμέρα̨ ἐκείνη̨ ἔσονται οἱ Αἰγύπτιοι ὡς γυναι̃κες ἐν φόβω̨ καὶ ἐν τρόμω̨ ἀπὸ προσώπου τη̃ς χειρὸς κυρίου σαβαωθ ἣν αὐτὸς ἐπιβαλει̃ αὐτοι̃ς 19:17 καὶ ἔσται ἡ χώρα τω̃ν Ιουδαίων τοι̃ς Αἰγυπτίοις εἰς φόβητρον πα̃ς ὃς ἐὰν ὀνομάση̨ αὐτὴν αὐτοι̃ς φοβηθήσονται διὰ τὴν βουλήν ἣν βεβούλευται κύριος ἐπ' αὐτήν 19:18 τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἔσονται πέντε πόλεις ἐν Αἰγύπτω̨ λαλου̃σαι τη̨̃ γλώσση̨ τη̨̃ Χανανίτιδι καὶ ὀμνύουσαι τω̨̃ ὀνόματι κυρίου πόλισ-ασεδεκ κληθήσεται ἡ μία πόλις 19:19 τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἔσται θυσιαστήριον τω̨̃ κυρίω̨ ἐν χώρα̨ Αἰγυπτίων καὶ στήλη πρὸς τὸ ὅριον αὐτη̃ς τω̨̃ κυρίω̨ 19:20 καὶ ἔσται εἰς σημει̃ον εἰς τὸν αἰω̃να κυρίω̨ ἐν χώρα̨ Αἰγύπτου ὅτι κεκράξονται πρὸς κύριον διὰ τοὺς θλίβοντας αὐτούς καὶ ἀποστελει̃ αὐτοι̃ς κύριος ἄνθρωπον ὃς σώσει αὐτούς κρίνων σώσει αὐτούς 19:21 καὶ γνωστὸς ἔσται κύριος τοι̃ς Αἰγυπτίοις καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν κύριον ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ ποιήσουσιν θυσίας καὶ εὔξονται εὐχὰς τω̨̃ κυρίω̨ καὶ ἀποδώσουσιν 19:22 καὶ πατάξει κύριος τοὺς Αἰγυπτίους πληγη̨̃ μεγάλη̨ καὶ ἰάσεται αὐτοὺς ἰάσει καὶ ἐπιστραφήσονται πρὸς κύριον καὶ εἰσακούσεται αὐτω̃ν καὶ ἰάσεται αὐτούς 19:23 τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἔσται ὁδὸς Αἰγύπτου πρὸς 'Ασσυρίους καὶ εἰσελεύσονται 'Ασσύριοι εἰς Αἴγυπτον καὶ Αἰγύπτιοι πορεύσονται πρὸς 'Ασσυρίους καὶ δουλεύσουσιν οἱ Αἰγύπτιοι τοι̃ς 'Ασσυρίοις 19:24 τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἔσται Ισραηλ τρίτος ἐν τοι̃ς 'Ασσυρίοις καὶ ἐν τοι̃ς Αἰγυπτίοις εὐλογημένος ἐν τη̨̃ γη̨̃ 19:25 ἣν εὐλόγησεν κύριος σαβαωθ λέγων εὐλογημένος ὁ λαός μου ὁ ἐν Αἰγύπτω̨ καὶ ὁ ἐν 'Ασσυρίοις καὶ ἡ κληρονομία μου Ισραηλ 20:1 του̃ ἔτους οὑ̃ εἰση̃λθεν Ταναθαν εἰς 'Άζωτον ἡνίκα ἀπεστάλη ὑπὸ Αρνα βασιλέως 'Ασσυρίων καὶ ἐπολέμησεν τὴν 'Άζωτον καὶ κατελάβετο αὐτήν 20:2 τότε ἐλάλησεν κύριος πρὸς Ησαιαν λέγων πορεύου καὶ ἄφελε τὸν σάκκον ἀπὸ τη̃ς ὀσφύος σου καὶ τὰ σανδάλιά σου ὑπόλυσαι ἀπὸ τω̃ν ποδω̃ν σου καὶ ἐποίησεν οὕτως πορευόμενος γυμνὸς καὶ ἀνυπόδετος 20:3 καὶ εἰ̃πεν κύριος ὃν τρόπον πεπόρευται Ησαιας ὁ παι̃ς μου γυμνὸς καὶ ἀνυπόδετος τρία ἔτη ἔσται σημει̃α καὶ τέρατα τοι̃ς Αἰγυπτίοις καὶ Αἰθίοψιν 20:4 ὅτι οὕτως ἄξει βασιλεὺς 'Ασσυρίων τὴν αἰχμαλωσίαν Αἰγύπτου καὶ Αἰθιόπων νεανίσκους καὶ πρεσβύτας γυμνοὺς καὶ ἀνυποδέτους ἀνακεκαλυμμένους τὴν αἰσχύνην Αἰγύπτου 20:5 καὶ αἰσχυνθήσονται ἡττηθέντες οἱ Αἰγύπτιοι ἐπὶ τοι̃ς Αἰθίοψιν ἐφ' οἱ̃ς ἠ̃σαν πεποιθότες οἱ Αἰγύπτιοι ἠ̃σαν γὰρ αὐτοι̃ς δόξα 20:6 καὶ ἐρου̃σιν οἱ κατοικου̃ντες ἐν τη̨̃ νήσω̨ ταύτη̨ ἰδοὺ ἡμει̃ς ἠ̃μεν πεποιθότες του̃ φυγει̃ν εἰς αὐτοὺς εἰς βοήθειαν οἳ οὐκ ἐδύναντο σωθη̃ναι ἀπὸ βασιλέως 'Ασσυρίων καὶ πω̃ς ἡμει̃ς σωθησόμεθα 21:1 τὸ ὅραμα τη̃ς ἐρήμου ὡς καταιγὶς δι' ἐρήμου διέλθοι ἐξ ἐρήμου ἐρχομένη ἐκ γη̃ς φοβερὸν 21:2 τὸ ὅραμα καὶ σκληρὸν ἀνηγγέλη μοι ὁ ἀθετω̃ν ἀθετει̃ ὁ ἀνομω̃ν ἀνομει̃ ἐπ' ἐμοὶ οἱ Αιλαμι̃ται καὶ οἱ πρέσβεις τω̃ν Περσω̃ν ἐπ' ἐμὲ ἔρχονται νυ̃ν στενάξω καὶ παρακαλέσω ἐμαυτόν 21:3 διὰ του̃το ἐνεπλήσθη ἡ ὀσφύς μου ἐκλύσεως καὶ ὠδι̃νες ἔλαβόν με ὡς τὴν τίκτουσαν ἠδίκησα τὸ μὴ ἀκου̃σαι ἐσπούδασα τὸ μὴ βλέπειν 21:4 ἡ καρδία μου πλανα̃ται καὶ ἡ ἀνομία με βαπτίζει ἡ ψυχή μου ἐφέστηκεν εἰς φόβον 21:5 ἑτοίμασον τὴν τράπεζαν πίετε φάγετε ἀναστάντες οἱ ἄρχοντες ἑτοιμάσατε θυρεούς 21:6 ὅτι οὕτως εἰ̃πεν κύριος πρός με βαδίσας σεαυτω̨̃ στη̃σον σκοπὸν καὶ ὃ ἂν ἴδη̨ς ἀνάγγειλον 21:7 καὶ εἰ̃δον ἀναβάτας ἱππει̃ς δύο ἀναβάτην ὄνου καὶ ἀναβάτην καμήλου ἀκρόασαι ἀκρόασιν πολλὴν 21:8 καὶ κάλεσον Ουριαν εἰς τὴν σκοπιὰν κυρίου καὶ εἰ̃πεν ἔστην διὰ παντὸς ἡμέρας καὶ ἐπὶ τη̃ς παρεμβολη̃ς ἔστην ὅλην τὴν νύκτα 21:9 καὶ ἰδοὺ αὐτὸς ἔρχεται ἀναβάτης συνωρίδος καὶ ἀποκριθεὶς εἰ̃πεν πέπτωκεν Βαβυλών καὶ πάντα τὰ ἀγάλματα αὐτη̃ς καὶ τὰ χειροποίητα αὐτη̃ς συνετρίβησαν εἰς τὴν γη̃ν 21:10 ἀκούσατε οἱ καταλελειμμένοι καὶ οἱ ὀδυνώμενοι ἀκούσατε ἃ ἤκουσα παρὰ κυρίου σαβαωθ ὁ θεὸς του̃ Ισραηλ ἀνήγγειλεν ἡμι̃ν 21:11 τὸ ὅραμα τη̃ς Ιδουμαίας πρὸς ἐμὲ καλει̃ παρὰ του̃ Σηιρ φυλάσσετε ἐπάλξεις 21:12 φυλάσσω τὸ πρωὶ καὶ τὴν νύκτα ἐὰν ζητη̨̃ς ζήτει καὶ παρ' ἐμοὶ οἴκει 21:13 ἐν τω̨̃ δρυμω̨̃ ἑσπέρας κοιμηθήση̨ ἐν τη̨̃ ὁδω̨̃ Δαιδαν 21:14 εἰς συνάντησιν διψω̃ντι ὕδωρ φέρετε οἱ ἐνοικου̃ντες ἐν χώρα̨ Θαιμαν ἄρτοις συναντα̃τε τοι̃ς φεύγουσιν 21:15 διὰ τὸ πλη̃θος τω̃ν φευγόντων καὶ διὰ τὸ πλη̃θος τω̃ν πλανωμένων καὶ διὰ τὸ πλη̃θος τη̃ς μαχαίρας καὶ διὰ τὸ πλη̃θος τω̃ν τοξευμάτων τω̃ν διατεταμένων καὶ διὰ τὸ πλη̃θος τω̃ν πεπτωκότων ἐν τω̨̃ πολέμω̨ 21:16 ὅτι οὕτως εἰ̃πέν μοι κύριος ἔτι ἐνιαυτὸς ὡς ἐνιαυτὸς μισθωτου̃ ἐκλείψει ἡ δόξα τω̃ν υἱω̃ν Κηδαρ 21:17 καὶ τὸ κατάλοιπον τω̃ν τοξευμάτων τω̃ν ἰσχυρω̃ν υἱω̃ν Κηδαρ ἔσται ὀλίγον διότι κύριος ἐλάλησεν ὁ θεὸς Ισραηλ 22:1 τὸ ῥη̃μα τη̃ς φάραγγος Σιων τί ἐγένετό σοι νυ̃ν ὅτι ἀνέβητε πάντες εἰς δώματα 22:2 μάταια ἐνεπλήσθη ἡ πόλις βοώντων οἱ τραυματίαι σου οὐ τραυματίαι μαχαίρας οὐδὲ οἱ νεκροί σου νεκροὶ πολέμου 22:3 πάντες οἱ ἄρχοντές σου πεφεύγασιν καὶ οἱ ἁλόντες σκληρω̃ς δεδεμένοι εἰσίν καὶ οἱ ἰσχύοντες ἐν σοὶ πόρρω πεφεύγασιν 22:4 διὰ του̃το εἰ̃πα ἄφετέ με πικρω̃ς κλαύσομαι μὴ κατισχύσητε παρακαλει̃ν με ἐπὶ τὸ σύντριμμα τη̃ς θυγατρὸς του̃ γένους μου 22:5 ὅτι ἡμέρα ταραχη̃ς καὶ ἀπωλείας καὶ καταπατήματος καὶ πλάνησις παρὰ κυρίου σαβαωθ ἐν φάραγγι Σιων πλανω̃νται ἀπὸ μικρου̃ ἕως μεγάλου πλανω̃νται ἐπὶ τὰ ὄρη 22:6 οἱ δὲ Αιλαμι̃ται ἔλαβον φαρέτρας ἀναβάται ἄνθρωποι ἐφ' ἵπποις καὶ συναγωγὴ παρατάξεως 22:7 καὶ ἔσονται αἱ ἐκλεκταὶ φάραγγές σου πλησθήσονται ἁρμάτων οἱ δὲ ἱππει̃ς ἐμφράξουσι τὰς πύλας σου 22:8 καὶ ἀνακαλύψουσιν τὰς πύλας Ιουδα καὶ ἐμβλέψονται τη̨̃ ἡμέρα̨ ἐκείνη̨ εἰς τοὺς ἐκλεκτοὺς οἴκους τη̃ς πόλεως 22:9 καὶ ἀνακαλύψουσιν τὰ κρυπτὰ τω̃ν οἴκων τη̃ς ἄκρας Δαυιδ καὶ εἴδοσαν ὅτι πλείους εἰσὶν καὶ ὅτι ἀπέστρεψαν τὸ ὕδωρ τη̃ς ἀρχαίας κολυμβήθρας εἰς τὴν πόλιν 22:10 καὶ ὅτι καθείλοσαν τοὺς οἴκους Ιερουσαλημ εἰς ὀχύρωμα του̃ τείχους τη̨̃ πόλει 22:11 καὶ ἐποιήσατε ἑαυτοι̃ς ὕδωρ ἀνὰ μέσον τω̃ν δύο τειχέων ἐσώτερον τη̃ς κολυμβήθρας τη̃ς ἀρχαίας καὶ οὐκ ἐνεβλέψατε εἰς τὸν ἀπ' ἀρχη̃ς ποιήσαντα αὐτὴν καὶ τὸν κτίσαντα αὐτὴν οὐκ εἴδετε 22:12 καὶ ἐκάλεσεν κύριος σαβαωθ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ κλαυθμὸν καὶ κοπετὸν καὶ ξύρησιν καὶ ζω̃σιν σάκκων 22:13 αὐτοὶ δὲ ἐποιήσαντο εὐφροσύνην καὶ ἀγαλλίαμα σφάζοντες μόσχους καὶ θύοντες πρόβατα ὥστε φαγει̃ν κρέα καὶ πιει̃ν οἰ̃νον λέγοντες φάγωμεν καὶ πίωμεν αὔριον γὰρ ἀποθνή̨σκομεν 22:14 καὶ ἀνακεκαλυμμένα ταυ̃τά ἐστιν ἐν τοι̃ς ὠσὶν κυρίου σαβαωθ ὅτι οὐκ ἀφεθήσεται ὑμι̃ν αὕτη ἡ ἁμαρτία ἕως ἂν ἀποθάνητε 22:15 τάδε λέγει κύριος σαβαωθ πορεύου εἰς τὸ παστοφόριον πρὸς Σομναν τὸν ταμίαν καὶ εἰπὸν αὐτω̨̃ 22:16 τί σὺ ὡ̃δε καὶ τί σοί ἐστιν ὡ̃δε ὅτι ἐλατόμησας σεαυτω̨̃ ὡ̃δε μνημει̃ον καὶ ἐποίησας σεαυτω̨̃ ἐν ὑψηλω̨̃ μνημει̃ον καὶ ἔγραψας σεαυτω̨̃ ἐν πέτρα̨ σκηνήν 22:17 ἰδοὺ δὴ κύριος σαβαωθ ἐκβαλει̃ καὶ ἐκτρίψει ἄνδρα καὶ ἀφελει̃ τὴν στολήν σου 22:18 καὶ τὸν στέφανόν σου τὸν ἔνδοξον καὶ ῥίψει σε εἰς χώραν μεγάλην καὶ ἀμέτρητον καὶ ἐκει̃ ἀποθανη̨̃ καὶ θήσει τὸ ἅρμα σου τὸ καλὸν εἰς ἀτιμίαν καὶ τὸν οἰ̃κον του̃ ἄρχοντός σου εἰς καταπάτημα 22:19 καὶ ἀφαιρεθήση̨ ἐκ τη̃ς οἰκονομίας σου καὶ ἐκ τη̃ς στάσεώς σου 22:20 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καλέσω τὸν παι̃δά μου Ελιακιμ τὸν του̃ Χελκιου 22:21 καὶ ἐνδύσω αὐτὸν τὴν στολήν σου καὶ τὸν στέφανόν σου δώσω αὐτω̨̃ καὶ τὸ κράτος καὶ τὴν οἰκονομίαν σου δώσω εἰς τὰς χει̃ρας αὐτου̃ καὶ ἔσται ὡς πατὴρ τοι̃ς ἐνοικου̃σιν ἐν Ιερουσαλημ καὶ τοι̃ς ἐνοικου̃σιν ἐν Ιουδα 22:22 καὶ δώσω τὴν δόξαν Δαυιδ αὐτω̨̃ καὶ ἄρξει καὶ οὐκ ἔσται ὁ ἀντιλέγων 22:23 καὶ στήσω αὐτὸν ἄρχοντα ἐν τόπω̨ πιστω̨̃ καὶ ἔσται εἰς θρόνον δόξης του̃ οἴκου του̃ πατρὸς αὐτου̃ 22:24 καὶ ἔσται πεποιθὼς ἐπ' αὐτὸν πα̃ς ἔνδοξος ἐν τω̨̃ οἴκω̨ του̃ πατρὸς αὐτου̃ ἀπὸ μικρου̃ ἕως μεγάλου καὶ ἔσονται ἐπικρεμάμενοι αὐτω̨̃ 22:25 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ τάδε λέγει κύριος σαβαωθ κινηθήσεται ὁ ἄνθρωπος ὁ ἐστηριγμένος ἐν τόπω̨ πιστω̨̃ καὶ πεσει̃ται καὶ ἀφαιρεθήσεται ἡ δόξα ἡ ἐπ' αὐτόν ὅτι κύριος ἐλάλησεν 23:1 τὸ ὅραμα Τύρου ὀλολύζετε πλοι̃α Καρχηδόνος ὅτι ἀπώλετο καὶ οὐκέτι ἔρχονται ἐκ γη̃ς Κιτιαίων ἠ̃κται αἰχμάλωτος 23:2 τίνι ὅμοιοι γεγόνασιν οἱ ἐνοικου̃ντες ἐν τη̨̃ νήσω̨ μεταβόλοι Φοινίκης διαπερω̃ντες τὴν θάλασσαν 23:3 ἐν ὕδατι πολλω̨̃ σπέρμα μεταβόλων ὡς ἀμητου̃ εἰσφερομένου οἱ μεταβόλοι τω̃ν ἐθνω̃ν 23:4 αἰσχύνθητι Σιδών εἰ̃πεν ἡ θάλασσα ἡ δὲ ἰσχὺς τη̃ς θαλάσσης εἰ̃πεν οὐκ ὤδινον οὐδὲ ἔτεκον οὐδὲ ἐξέθρεψα νεανίσκους οὐδὲ ὕψωσα παρθένους 23:5 ὅταν δὲ ἀκουστὸν γένηται Αἰγύπτω̨ λήμψεται αὐτοὺς ὀδύνη περὶ Τύρου 23:6 ἀπέλθατε εἰς Καρχηδόνα ὀλολύξατε οἱ ἐνοικου̃ντες ἐν τη̨̃ νήσω̨ ταύτη̨ 23:7 οὐχ αὕτη ἠ̃ν ὑμω̃ν ἡ ὕβρις ἡ ἀπ' ἀρχη̃ς πρὶν ἢ παραδοθη̃ναι αὐτήν 23:8 τίς ταυ̃τα ἐβούλευσεν ἐπὶ Τύρον μὴ ἥσσων ἐστὶν ἢ οὐκ ἰσχύει οἱ ἔμποροι αὐτη̃ς ἔνδοξοι ἄρχοντες τη̃ς γη̃ς 23:9 κύριος σαβαωθ ἐβουλεύσατο παραλυ̃σαι πα̃σαν τὴν ὕβριν τω̃ν ἐνδόξων καὶ ἀτιμάσαι πα̃ν ἔνδοξον ἐπὶ τη̃ς γη̃ς 23:10 ἐργάζου τὴν γη̃ν σου καὶ γὰρ πλοι̃α οὐκέτι ἔρχεται ἐκ Καρχηδόνος 23:11 ἡ δὲ χείρ σου οὐκέτι ἰσχύει κατὰ θάλασσαν ἡ παροξύνουσα βασιλει̃ς κύριος σαβαωθ ἐνετείλατο περὶ Χανααν ἀπολέσαι αὐτη̃ς τὴν ἰσχύν 23:12 καὶ ἐρου̃σιν οὐκέτι μὴ προσθη̃τε του̃ ὑβρίζειν καὶ ἀδικει̃ν τὴν θυγατέρα Σιδω̃νος καὶ ἐὰν ἀπέλθη̨ς εἰς Κιτιει̃ς οὐδὲ ἐκει̃ σοι ἀνάπαυσις ἔσται 23:13 καὶ εἰς γη̃ν Χαλδαίων καὶ αὕτη ἠρήμωται ἀπὸ τω̃ν 'Ασσυρίων οὐδὲ ἐκει̃ σοι ἀνάπαυσις ἔσται ὅτι ὁ τοι̃χος αὐτη̃ς πέπτωκεν 23:14 ὀλολύζετε πλοι̃α Καρχηδόνος ὅτι ἀπώλετο τὸ ὀχύρωμα ὑμω̃ν 23:15 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καταλειφθήσεται Τύρος ἔτη ἑβδομήκοντα ὡς χρόνος βασιλέως ὡς χρόνος ἀνθρώπου καὶ ἔσται μετὰ ἑβδομήκοντα ἔτη ἔσται Τύρος ὡς ἀ̨̃σμα πόρνης 23:16 λαβὲ κιθάραν ῥέμβευσον πόλεις πόρνη ἐπιλελησμένη καλω̃ς κιθάρισον πολλὰ ἀ̨̃σον ἵνα σου μνεία γένηται 23:17 καὶ ἔσται μετὰ ἑβδομήκοντα ἔτη ἐπισκοπὴν ποιήσει ὁ θεὸς Τύρου καὶ πάλιν ἀποκατασταθήσεται εἰς τὸ ἀρχαι̃ον καὶ ἔσται ἐμπόριον πάσαις ται̃ς βασιλείαις τη̃ς οἰκουμένης 23:18 καὶ ἔσται αὐτη̃ς ἡ ἐμπορία καὶ ὁ μισθὸς ἅγιον τω̨̃ κυρίω̨ οὐκ αὐτοι̃ς συναχθήσεται ἀλλὰ τοι̃ς κατοικου̃σιν ἔναντι κυρίου πα̃σα ἡ ἐμπορία αὐτη̃ς φαγει̃ν καὶ πιει̃ν καὶ ἐμπλησθη̃ναι εἰς συμβολὴν μνημόσυνον ἔναντι κυρίου 24:1 ἰδοὺ κύριος καταφθείρει τὴν οἰκουμένην καὶ ἐρημώσει αὐτὴν καὶ ἀνακαλύψει τὸ πρόσωπον αὐτη̃ς καὶ διασπερει̃ τοὺς ἐνοικου̃ντας ἐν αὐτη̨̃ 24:2 καὶ ἔσται ὁ λαὸς ὡς ὁ ἱερεὺς καὶ ὁ παι̃ς ὡς ὁ κύριος καὶ ἡ θεράπαινα ὡς ἡ κυρία ἔσται ὁ ἀγοράζων ὡς ὁ πωλω̃ν καὶ ὁ δανείζων ὡς ὁ δανειζόμενος καὶ ὁ ὀφείλων ὡς ὡ̨̃ ὀφείλει 24:3 φθορα̨̃ φθαρήσεται ἡ γη̃ καὶ προνομη̨̃ προνομευθήσεται ἡ γη̃ τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταυ̃τα 24:4 ἐπένθησεν ἡ γη̃ καὶ ἐφθάρη ἡ οἰκουμένη ἐπένθησαν οἱ ὑψηλοὶ τη̃ς γη̃ς 24:5 ἡ δὲ γη̃ ἠνόμησεν διὰ τοὺς κατοικου̃ντας αὐτήν διότι παρέβησαν τὸν νόμον καὶ ἤλλαξαν τὰ προστάγματα διαθήκην αἰώνιον 24:6 διὰ του̃το ἀρὰ ἔδεται τὴν γη̃ν ὅτι ἡμάρτοσαν οἱ κατοικου̃ντες αὐτήν διὰ του̃το πτωχοὶ ἔσονται οἱ ἐνοικου̃ντες ἐν τη̨̃ γη̨̃ καὶ καταλειφθήσονται ἄνθρωποι ὀλίγοι 24:7 πενθήσει οἰ̃νος πενθήσει ἄμπελος στενάξουσιν πάντες οἱ εὐφραινόμενοι τὴν ψυχήν 24:8 πέπαυται εὐφροσύνη τυμπάνων πέπαυται αὐθάδεια καὶ πλου̃τος ἀσεβω̃ν πέπαυται φωνὴ κιθάρας 24:9 ἠ̨σχύνθησαν οὐκ ἔπιον οἰ̃νον πικρὸν ἐγένετο τὸ σικερα τοι̃ς πίνουσιν 24:10 ἠρημώθη πα̃σα πόλις κλείσει οἰκίαν του̃ μὴ εἰσελθει̃ν 24:11 ὀλολύζετε περὶ του̃ οἴνου πανταχη̨̃ πέπαυται πα̃σα εὐφροσύνη τη̃ς γη̃ς 24:12 καὶ καταλειφθήσονται πόλεις ἔρημοι καὶ οἰ̃κοι ἐγκαταλελειμμένοι ἀπολου̃νται 24:13 ταυ̃τα πάντα ἔσται ἐν τη̨̃ γη̨̃ ἐν μέσω̨ τω̃ν ἐθνω̃ν ὃν τρόπον ἐάν τις καλαμήσηται ἐλαίαν οὕτως καλαμήσονται αὐτούς καὶ ἐὰν παύσηται ὁ τρύγητος 24:14 οὑ̃τοι φωνη̨̃ βοήσονται οἱ δὲ καταλειφθέντες ἐπὶ τη̃ς γη̃ς εὐφρανθήσονται ἅμα τη̨̃ δόξη̨ κυρίου ταραχθήσεται τὸ ὕδωρ τη̃ς θαλάσσης 24:15 διὰ του̃το ἡ δόξα κυρίου ἐν ται̃ς νήσοις ἔσται τη̃ς θαλάσσης τὸ ὄνομα κυρίου ἔνδοξον ἔσται κύριε ὁ θεὸς Ισραηλ 24:16 ἀπὸ τω̃ν πτερύγων τη̃ς γη̃ς τέρατα ἠκούσαμεν ἐλπὶς τω̨̃ εὐσεβει̃ καὶ ἐρου̃σιν οὐαὶ τοι̃ς ἀθετου̃σιν οἱ ἀθετου̃ντες τὸν νόμον 24:17 φόβος καὶ βόθυνος καὶ παγὶς ἐφ' ὑμα̃ς τοὺς ἐνοικου̃ντας ἐπὶ τη̃ς γη̃ς 24:18 καὶ ἔσται ὁ φεύγων τὸν φόβον ἐμπεσει̃ται εἰς τὸν βόθυνον ὁ δὲ ἐκβαίνων ἐκ του̃ βοθύνου ἁλώσεται ὑπὸ τη̃ς παγίδος ὅτι θυρίδες ἐκ του̃ οὐρανου̃ ἠνεώ̨χθησαν καὶ σεισθήσεται τὰ θεμέλια τη̃ς γη̃ς 24:19 ταραχη̨̃ ταραχθήσεται ἡ γη̃ καὶ ἀπορία̨ ἀπορηθήσεται ἡ γη̃ 24:20 ἔκλινεν καὶ σεισθήσεται ὡς ὀπωροφυλάκιον ἡ γη̃ ὡς ὁ μεθύων καὶ κραιπαλω̃ν καὶ πεσει̃ται καὶ οὐ μὴ δύνηται ἀναστη̃ναι κατίσχυσεν γὰρ ἐπ' αὐτη̃ς ἡ ἀνομία 24:21 καὶ ἐπάξει ὁ θεὸς ἐπὶ τὸν κόσμον του̃ οὐρανου̃ τὴν χει̃ρα καὶ ἐπὶ τοὺς βασιλει̃ς τη̃ς γη̃ς 24:22 καὶ συνάξουσιν καὶ ἀποκλείσουσιν εἰς ὀχύρωμα καὶ εἰς δεσμωτήριον διὰ πολλω̃ν γενεω̃ν ἐπισκοπὴ ἔσται αὐτω̃ν 24:23 καὶ τακήσεται ἡ πλίνθος καὶ πεσει̃ται τὸ τει̃χος ὅτι βασιλεύσει κύριος ἐν Σιων καὶ ἐν Ιερουσαλημ καὶ ἐνώπιον τω̃ν πρεσβυτέρων δοξασθήσεται 25:1 κύριε ὁ θεός μου δοξάσω σε ὑμνήσω τὸ ὄνομά σου ὅτι ἐποίησας θαυμαστὰ πράγματα βουλὴν ἀρχαίαν ἀληθινήν γένοιτο κύριε 25:2 ὅτι ἔθηκας πόλεις εἰς χω̃μα πόλεις ὀχυρὰς του̃ πεσει̃ν αὐτω̃ν τὰ θεμέλια τω̃ν ἀσεβω̃ν πόλις εἰς τὸν αἰω̃να οὐ μὴ οἰκοδομηθη̨̃ 25:3 διὰ του̃το εὐλογήσει σε ὁ λαὸς ὁ πτωχός καὶ πόλεις ἀνθρώπων ἀδικουμένων εὐλογήσουσίν σε 25:4 ἐγένου γὰρ πάση̨ πόλει ταπεινη̨̃ βοηθὸς καὶ τοι̃ς ἀθυμήσασιν διὰ ἔνδειαν σκέπη ἀπὸ ἀνθρώπων πονηρω̃ν ῥύση̨ αὐτούς σκέπη διψώντων καὶ πνευ̃μα ἀνθρώπων ἀδικουμένων 25:5 εὐλογήσουσίν σε ὡς ἄνθρωποι ὀλιγόψυχοι διψω̃ντες ἐν Σιων ἀπὸ ἀνθρώπων ἀσεβω̃ν οἱ̃ς ἡμα̃ς παρέδωκας 25:6 καὶ ποιήσει κύριος σαβαωθ πα̃σι τοι̃ς ἔθνεσιν ἐπὶ τὸ ὄρος του̃το πίονται εὐφροσύνην πίονται οἰ̃νον χρίσονται μύρον 25:7 ἐν τω̨̃ ὄρει τούτω̨ παράδος ταυ̃τα πάντα τοι̃ς ἔθνεσιν ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη 25:8 κατέπιεν ὁ θάνατος ἰσχύσας καὶ πάλιν ἀφει̃λεν ὁ θεὸς πα̃ν δάκρυον ἀπὸ παντὸς προσώπου τὸ ὄνειδος του̃ λαου̃ ἀφει̃λεν ἀπὸ πάσης τη̃ς γη̃ς τὸ γὰρ στόμα κυρίου ἐλάλησεν 25:9 καὶ ἐρου̃σιν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἰδοὺ ὁ θεὸς ἡμω̃ν ἐφ' ὡ̨̃ ἠλπίζομεν καὶ ἠγαλλιώμεθα καὶ εὐφρανθησόμεθα ἐπὶ τη̨̃ σωτηρία̨ ἡμω̃ν 25:10 ὅτι ἀνάπαυσιν δώσει ὁ θεὸς ἐπὶ τὸ ὄρος του̃το καὶ καταπατηθήσεται ἡ Μωαβι̃τις ὃν τρόπον πατου̃σιν ἅλωνα ἐν ἁμάξαις 25:11 καὶ ἀνήσει τὰς χει̃ρας αὐτου̃ ὃν τρόπον καὶ αὐτὸς ἐταπείνωσεν του̃ ἀπολέσαι καὶ ταπεινώσει τὴν ὕβριν αὐτου̃ ἐφ' ἃ τὰς χει̃ρας ἐπέβαλεν 25:12 καὶ τὸ ὕψος τη̃ς καταφυγη̃ς του̃ τοίχου σου ταπεινώσει καὶ καταβήσεται ἕως του̃ ἐδάφους 26:1 τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἄ̨σονται τὸ ἀ̨̃σμα του̃το ἐπὶ γη̃ς Ιουδα λέγοντες ἰδοὺ πόλις ὀχυρά καὶ σωτήριον ἡμω̃ν θήσει τει̃χος καὶ περίτειχος 26:2 ἀνοίξατε πύλας εἰσελθάτω λαὸς φυλάσσων δικαιοσύνην καὶ φυλάσσων ἀλήθειαν 26:3 ἀντιλαμβανόμενος ἀληθείας καὶ φυλάσσων εἰρήνην ὅτι ἐπὶ σοὶ 26:4 ἤλπισαν κύριε ἕως του̃ αἰω̃νος ὁ θεὸς ὁ μέγας ὁ αἰώνιος 26:5 ὃς ταπεινώσας κατήγαγες τοὺς ἐνοικου̃ντας ἐν ὑψηλοι̃ς πόλεις ὀχυρὰς καταβαλει̃ς καὶ κατάξεις ἕως ἐδάφους 26:6 καὶ πατήσουσιν αὐτοὺς πόδες πραέων καὶ ταπεινω̃ν 26:7 ὁδὸς εὐσεβω̃ν εὐθει̃α ἐγένετο καὶ παρεσκευασμένη ἡ ὁδὸς τω̃ν εὐσεβω̃ν 26:8 ἡ γὰρ ὁδὸς κυρίου κρίσις ἠλπίσαμεν ἐπὶ τω̨̃ ὀνόματί σου καὶ ἐπὶ τη̨̃ μνεία̨ 26:9 ἡ̨̃ ἐπιθυμει̃ ἡ ψυχὴ ἡμω̃ν ἐκ νυκτὸς ὀρθρίζει τὸ πνευ̃μά μου πρὸς σέ ὁ θεός διότι φω̃ς τὰ προστάγματά σου ἐπὶ τη̃ς γη̃ς δικαιοσύνην μάθετε οἱ ἐνοικου̃ντες ἐπὶ τη̃ς γη̃ς 26:10 πέπαυται γὰρ ὁ ἀσεβής οὐ μὴ μάθη̨ δικαιοσύνην ἐπὶ τη̃ς γη̃ς ἀλήθειαν οὐ μὴ ποιήση̨ ἀρθήτω ὁ ἀσεβής ἵνα μὴ ἴδη̨ τὴν δόξαν κυρίου 26:11 κύριε ὑψηλός σου ὁ βραχίων καὶ οὐκ ἤ̨δεισαν γνόντες δὲ αἰσχυνθήσονται ζη̃λος λήμψεται λαὸν ἀπαίδευτον καὶ νυ̃ν πυ̃ρ τοὺς ὑπεναντίους ἔδεται 26:12 κύριε ὁ θεὸς ἡμω̃ν εἰρήνην δὸς ἡμι̃ν πάντα γὰρ ἀπέδωκας ἡμι̃ν 26:13 κύριε ὁ θεὸς ἡμω̃ν κτη̃σαι ἡμα̃ς κύριε ἐκτὸς σου̃ ἄλλον οὐκ οἴδαμεν τὸ ὄνομά σου ὀνομάζομεν 26:14 οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν οὐδὲ ἰατροὶ οὐ μὴ ἀναστήσωσιν διὰ του̃το ἐπήγαγες καὶ ἀπώλεσας καὶ ἠ̃ρας πα̃ν ἄρσεν αὐτω̃ν 26:15 πρόσθες αὐτοι̃ς κακά κύριε πρόσθες κακὰ πα̃σιν τοι̃ς ἐνδόξοις τη̃ς γη̃ς 26:16 κύριε ἐν θλίψει ἐμνήσθην σου ἐν θλίψει μικρα̨̃ ἡ παιδεία σου ἡμι̃ν 26:17 καὶ ὡς ἡ ὠδίνουσα ἐγγίζει του̃ τεκει̃ν καὶ ἐπὶ τη̨̃ ὠδι̃νι αὐτη̃ς ἐκέκραξεν οὕτως ἐγενήθημεν τω̨̃ ἀγαπητω̨̃ σου διὰ τὸν φόβον σου κύριε 26:18 ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν πνευ̃μα σωτηρίας σου ἐποιήσαμεν ἐπὶ τη̃ς γη̃ς ἀλλὰ πεσου̃νται οἱ ἐνοικου̃ντες ἐπὶ τη̃ς γη̃ς 26:19 ἀναστήσονται οἱ νεκροί καὶ ἐγερθήσονται οἱ ἐν τοι̃ς μνημείοις καὶ εὐφρανθήσονται οἱ ἐν τη̨̃ γη̨̃ ἡ γὰρ δρόσος ἡ παρὰ σου̃ ἴαμα αὐτοι̃ς ἐστιν ἡ δὲ γη̃ τω̃ν ἀσεβω̃ν πεσει̃ται 26:20 βάδιζε λαός μου εἴσελθε εἰς τὰ ταμίειά σου ἀπόκλεισον τὴν θύραν σου ἀποκρύβηθι μικρὸν ὅσον ὅσον ἕως ἂν παρέλθη̨ ἡ ὀργὴ κυρίου 26:21 ἰδοὺ γὰρ κύριος ἀπὸ του̃ ἁγίου ἐπάγει τὴν ὀργὴν ἐπὶ τοὺς ἐνοικου̃ντας ἐπὶ τη̃ς γη̃ς καὶ ἀνακαλύψει ἡ γη̃ τὸ αἱ̃μα αὐτη̃ς καὶ οὐ κατακαλύψει τοὺς ἀνη̨ρημένους 27:1 τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐπάξει ὁ θεὸς τὴν μάχαιραν τὴν ἁγίαν καὶ τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα ὄφιν φεύγοντα ἐπὶ τὸν δράκοντα ὄφιν σκολιὸν καὶ ἀνελει̃ τὸν δράκοντα 27:2 τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἀμπελὼν καλός ἐπιθύμημα ἐξάρχειν κατ' αὐτη̃ς 27:3 ἐγὼ πόλις ἰσχυρά πόλις πολιορκουμένη μάτην ποτιω̃ αὐτήν ἁλώσεται γὰρ νυκτός ἡμέρας δὲ πεσει̃ται τὸ τει̃χος 27:4 οὐκ ἔστιν ἣ οὐκ ἐπελάβετο αὐτη̃ς τίς με θήσει φυλάσσειν καλάμην ἐν ἀγρω̨̃ διὰ τὴν πολεμίαν ταύτην ἠθέτηκα αὐτήν τοίνυν διὰ του̃το ἐποίησεν κύριος ὁ θεὸς πάντα ὅσα συνέταξεν κατακέκαυμαι 27:5 βοήσονται οἱ ἐνοικου̃ντες ἐν αὐτη̨̃ ποιήσωμεν εἰρήνην αὐτω̨̃ ποιήσωμεν εἰρήνην 27:6 οἱ ἐρχόμενοι τέκνα Ιακωβ βλαστήσει καὶ ἐξανθήσει Ισραηλ καὶ ἐμπλησθήσεται ἡ οἰκουμένη του̃ καρπου̃ αὐτου̃ 27:7 μὴ ὡς αὐτὸς ἐπάταξεν καὶ αὐτὸς οὕτως πληγήσεται καὶ ὡς αὐτὸς ἀνει̃λεν οὕτως ἀναιρεθήσεται 27:8 μαχόμενος καὶ ὀνειδίζων ἐξαποστελει̃ αὐτούς οὐ σὺ ἠ̃σθα ὁ μελετω̃ν τω̨̃ πνεύματι τω̨̃ σκληρω̨̃ ἀνελει̃ν αὐτοὺς πνεύματι θυμου̃ 27:9 διὰ του̃το ἀφαιρεθήσεται ἡ ἀνομία Ιακωβ καὶ του̃τό ἐστιν ἡ εὐλογία αὐτου̃ ὅταν ἀφέλωμαι αὐτου̃ τὴν ἁμαρτίαν ὅταν θω̃σιν πάντας τοὺς λίθους τω̃ν βωμω̃ν κατακεκομμένους ὡς κονίαν λεπτήν καὶ οὐ μὴ μείνη̨ τὰ δένδρα αὐτω̃ν καὶ τὰ εἴδωλα αὐτω̃ν ἐκκεκομμένα ὥσπερ δρυμὸς μακράν 27:10 τὸ κατοικούμενον ποίμνιον ἀνειμένον ἔσται ὡς ποίμνιον καταλελειμμένον καὶ ἔσται πολὺν χρόνον εἰς βόσκημα καὶ ἐκει̃ ἀναπαύσονται 27:11 καὶ μετὰ χρόνον οὐκ ἔσται ἐν αὐτη̨̃ πα̃ν χλωρὸν διὰ τὸ ξηρανθη̃ναι γυναι̃κες ἐρχόμεναι ἀπὸ θέας δευ̃τε οὐ γὰρ λαός ἐστιν ἔχων σύνεσιν διὰ του̃το οὐ μὴ οἰκτιρήση̨ ὁ ποιήσας αὐτούς οὐδὲ ὁ πλάσας αὐτοὺς οὐ μὴ ἐλεήση̨ 27:12 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ συμφράξει κύριος ἀπὸ τη̃ς διώρυγος του̃ ποταμου̃ ἕως 'Ρινοκορούρων ὑμει̃ς δὲ συναγάγετε τοὺς υἱοὺς Ισραηλ κατὰ ἕνα ἕνα 27:13 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ σαλπιου̃σιν τη̨̃ σάλπιγγι τη̨̃ μεγάλη̨ καὶ ἥξουσιν οἱ ἀπολόμενοι ἐν τη̨̃ χώρα̨ τω̃ν 'Ασσυρίων καὶ οἱ ἀπολόμενοι ἐν Αἰγύπτω̨ καὶ προσκυνήσουσιν τω̨̃ κυρίω̨ ἐπὶ τὸ ὄρος τὸ ἅγιον ἐν Ιερουσαλημ 28:1 οὐαὶ τω̨̃ στεφάνω̨ τη̃ς ὕβρεως οἱ μισθωτοὶ Εφραιμ τὸ ἄνθος τὸ ἐκπεσὸν ἐκ τη̃ς δόξης ἐπὶ τη̃ς κορυφη̃ς του̃ ὄρους του̃ παχέος οἱ μεθύοντες ἄνευ οἴνου 28:2 ἰδοὺ ἰσχυρὸν καὶ σκληρὸν ὁ θυμὸς κυρίου ὡς χάλαζα καταφερομένη οὐκ ἔχουσα σκέπην βία̨ καταφερομένη ὡς ὕδατος πολὺ πλη̃θος συ̃ρον χώραν τη̨̃ γη̨̃ ποιήσει ἀνάπαυσιν ται̃ς χερσίν 28:3 καὶ τοι̃ς ποσὶν καταπατηθήσεται ὁ στέφανος τη̃ς ὕβρεως οἱ μισθωτοὶ του̃ Εφραιμ 28:4 καὶ ἔσται τὸ ἄνθος τὸ ἐκπεσὸν τη̃ς ἐλπίδος τη̃ς δόξης ἐπ' ἄκρου του̃ ὄρους του̃ ὑψηλου̃ ὡς πρόδρομος σύκου ὁ ἰδὼν αὐτὸ πρὶν ἢ εἰς τὴν χει̃ρα αὐτου̃ λαβει̃ν θελήσει αὐτὸ καταπιει̃ν 28:5 τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἔσται κύριος σαβαωθ ὁ στέφανος τη̃ς ἐλπίδος ὁ πλακεὶς τη̃ς δόξης τω̨̃ καταλειφθέντι μου λαω̨̃ 28:6 καταλειφθήσονται ἐπὶ πνεύματι κρίσεως ἐπὶ κρίσιν καὶ ἰσχὺν κωλύων ἀνελει̃ν 28:7 οὑ̃τοι γὰρ οἴνω̨ πεπλανημένοι εἰσίν ἐπλανήθησαν διὰ τὸ σικερα ἱερεὺς καὶ προφήτης ἐξέστησαν διὰ τὸν οἰ̃νον ἐσείσθησαν ἀπὸ τη̃ς μέθης του̃ σικερα ἐπλανήθησαν του̃τ' ἔστι φάσμα 28:8 ἀρὰ ἔδεται ταύτην τὴν βουλήν αὕτη γὰρ ἡ βουλὴ ἕνεκεν πλεονεξίας 28:9 τίνι ἀνηγγείλαμεν κακὰ καὶ τίνι ἀνηγγείλαμεν ἀγγελίαν οἱ ἀπογεγαλακτισμένοι ἀπὸ γάλακτος οἱ ἀπεσπασμένοι ἀπὸ μαστου̃ 28:10 θλι̃ψιν ἐπὶ θλι̃ψιν προσδέχου ἐλπίδα ἐπ' ἐλπίδι ἔτι μικρὸν ἔτι μικρὸν 28:11 διὰ φαυλισμὸν χειλέων διὰ γλώσσης ἑτέρας ὅτι λαλήσουσιν τω̨̃ λαω̨̃ τούτω̨ 28:12 λέγοντες αὐτω̨̃ του̃το τὸ ἀνάπαυμα τω̨̃ πεινω̃ντι καὶ του̃το τὸ σύντριμμα καὶ οὐκ ἠθέλησαν ἀκούειν 28:13 καὶ ἔσται αὐτοι̃ς τὸ λόγιον κυρίου του̃ θεου̃ θλι̃ψις ἐπὶ θλι̃ψιν ἐλπὶς ἐπ' ἐλπίδι ἔτι μικρὸν ἔτι μικρόν ἵνα πορευθω̃σιν καὶ πέσωσιν εἰς τὰ ὀπίσω καὶ κινδυνεύσουσιν καὶ συντριβήσονται καὶ ἁλώσονται 28:14 διὰ του̃το ἀκούσατε λόγον κυρίου ἄνδρες τεθλιμμένοι καὶ ἄρχοντες του̃ λαου̃ τούτου του̃ ἐν Ιερουσαλημ 28:15 ὅτι εἴπατε ἐποιήσαμεν διαθήκην μετὰ του̃ ἅ̨δου καὶ μετὰ του̃ θανάτου συνθήκας καταιγὶς φερομένη ἐὰν παρέλθη̨ οὐ μὴ ἔλθη̨ ἐφ' ἡμα̃ς ἐθήκαμεν ψευ̃δος τὴν ἐλπίδα ἡμω̃ν καὶ τω̨̃ ψεύδει σκεπασθησόμεθα 28:16 διὰ του̃το οὕτως λέγει κύριος ἰδοὺ ἐγὼ ἐμβαλω̃ εἰς τὰ θεμέλια Σιων λίθον πολυτελη̃ ἐκλεκτὸν ἀκρογωνιαι̃ον ἔντιμον εἰς τὰ θεμέλια αὐτη̃ς καὶ ὁ πιστεύων ἐπ' αὐτω̨̃ οὐ μὴ καταισχυνθη̨̃ 28:17 καὶ θήσω κρίσιν εἰς ἐλπίδα ἡ δὲ ἐλεημοσύνη μου εἰς σταθμούς καὶ οἱ πεποιθότες μάτην ψεύδει ὅτι οὐ μὴ παρέλθη̨ ὑμα̃ς καταιγίς 28:18 μὴ καὶ ἀφέλη̨ ὑμω̃ν τὴν διαθήκην του̃ θανάτου καὶ ἡ ἐλπὶς ὑμω̃ν ἡ πρὸς τὸν ἅ̨δην οὐ μὴ ἐμμείνη̨ καταιγὶς φερομένη ἐὰν ἐπέλθη̨ ἔσεσθε αὐτη̨̃ εἰς καταπάτημα 28:19 ὅταν παρέλθη̨ λήμψεται ὑμα̃ς πρωὶ πρωὶ παρελεύσεται ἡμέρας καὶ ἐν νυκτὶ ἔσται ἐλπὶς πονηρά μάθετε ἀκούειν 28:20 στενοχωρούμενοι οὐ δυνάμεθα μάχεσθαι αὐτοὶ δὲ ἀσθενου̃μεν του̃ ἡμα̃ς συναχθη̃ναι 28:21 ὥσπερ ὄρος ἀσεβω̃ν ἀναστήσεται καὶ ἔσται ἐν τη̨̃ φάραγγι Γαβαων μετὰ θυμου̃ ποιήσει τὰ ἔργα αὐτου̃ πικρίας ἔργον ὁ δὲ θυμὸς αὐτου̃ ἀλλοτρίως χρήσεται καὶ ἡ πικρία αὐτου̃ ἀλλοτρία 28:22 καὶ ὑμει̃ς μὴ εὐφρανθείητε μηδὲ ἰσχυσάτωσαν ὑμω̃ν οἱ δεσμοί διότι συντετελεσμένα καὶ συντετμημένα πράγματα ἤκουσα παρὰ κυρίου σαβαωθ ἃ ποιήσει ἐπὶ πα̃σαν τὴν γη̃ν 28:23 ἐνωτίζεσθε καὶ ἀκούετε τη̃ς φωνη̃ς μου προσέχετε καὶ ἀκούετε τοὺς λόγους μου 28:24 μὴ ὅλην τὴν ἡμέραν μέλλει ὁ ἀροτριω̃ν ἀροτρια̃ν ἢ σπόρον προετοιμάσει πρὶν ἐργάσασθαι τὴν γη̃ν 28:25 οὐχ ὅταν ὁμαλίση̨ αὐτη̃ς τὸ πρόσωπον τότε σπείρει μικρὸν μελάνθιον καὶ κύμινον καὶ πάλιν σπείρει πυρὸν καὶ κριθὴν καὶ ζέαν ἐν τοι̃ς ὁρίοις σου 28:26 καὶ παιδευθήση̨ κρίματι θεου̃ σου καὶ εὐφρανθήση̨ 28:27 οὐ γὰρ μετὰ σκληρότητος καθαίρεται τὸ μελάνθιον οὐδὲ τροχὸς ἁμάξης περιάξει ἐπὶ τὸ κύμινον ἀλλὰ ῥάβδω̨ ἐκτινάσσεται τὸ μελάνθιον τὸ δὲ κύμινον 28:28 μετὰ ἄρτου βρωθήσεται οὐ γὰρ εἰς τὸν αἰω̃να ἐγὼ ὑμι̃ν ὀργισθήσομαι οὐδὲ φωνὴ τη̃ς πικρίας μου καταπατήσει ὑμα̃ς 28:29 καὶ ταυ̃τα παρὰ κυρίου σαβαωθ ἐξη̃λθεν τὰ τέρατα βουλεύσασθε ὑψώσατε ματαίαν παράκλησιν 29:1 οὐαὶ πόλις Αριηλ ἣν Δαυιδ ἐπολέμησεν συναγάγετε γενήματα ἐνιαυτὸν ἐπ' ἐνιαυτόν φάγεσθε γὰρ σὺν Μωαβ 29:2 ἐκθλίψω γὰρ Αριηλ καὶ ἔσται αὐτη̃ς ἡ ἰσχὺς καὶ τὸ πλου̃τος ἐμοί 29:3 καὶ κυκλώσω ὡς Δαυιδ ἐπὶ σὲ καὶ βαλω̃ περὶ σὲ χάρακα καὶ θήσω περὶ σὲ πύργους 29:4 καὶ ταπεινωθήσονται οἱ λόγοι σου εἰς τὴν γη̃ν καὶ εἰς τὴν γη̃ν οἱ λόγοι σου δύσονται καὶ ἔσται ὡς οἱ φωνου̃ντες ἐκ τη̃ς γη̃ς ἡ φωνή σου καὶ πρὸς τὸ ἔδαφος ἡ φωνή σου ἀσθενήσει 29:5 καὶ ἔσται ὡς κονιορτὸς ἀπὸ τροχου̃ ὁ πλου̃τος τω̃ν ἀσεβω̃ν καὶ ὡς χνου̃ς φερόμενος καὶ ἔσται ὡς στιγμὴ παραχρη̃μα 29:6 παρὰ κυρίου σαβαωθ ἐπισκοπὴ γὰρ ἔσται μετὰ βροντη̃ς καὶ σεισμου̃ καὶ φωνη̃ς μεγάλης καταιγὶς φερομένη καὶ φλὸξ πυρὸς κατεσθίουσα 29:7 καὶ ἔσται ὡς ὁ ἐνυπνιαζόμενος ἐν ὕπνω̨ ὁ πλου̃τος τω̃ν ἐθνω̃ν πάντων ὅσοι ἐπεστράτευσαν ἐπὶ Αριηλ καὶ πάντες οἱ στρατευσάμενοι ἐπὶ Ιερουσαλημ καὶ πάντες οἱ συνηγμένοι ἐπ' αὐτὴν καὶ θλίβοντες αὐτήν 29:8 καὶ ἔσονται ὡς οἱ ἐν ὕπνω̨ πίνοντες καὶ ἔσθοντες καὶ ἐξαναστάντων μάταιον αὐτω̃ν τὸ ἐνύπνιον καὶ ὃν τρόπον ἐνυπνιάζεται ὁ διψω̃ν ὡς πίνων καὶ ἐξαναστὰς ἔτι διψα̨̃ ἡ δὲ ψυχὴ αὐτου̃ εἰς κενὸν ἤλπισεν οὕτως ἔσται ὁ πλου̃τος πάντων τω̃ν ἐθνω̃ν ὅσοι ἐπεστράτευσαν ἐπὶ τὸ ὄρος Σιων 29:9 ἐκλύθητε καὶ ἔκστητε καὶ κραιπαλήσατε οὐκ ἀπὸ σικερα οὐδὲ ἀπὸ οἴνου 29:10 ὅτι πεπότικεν ὑμα̃ς κύριος πνεύματι κατανύξεως καὶ καμμύσει τοὺς ὀφθαλμοὺς αὐτω̃ν καὶ τω̃ν προφητω̃ν αὐτω̃ν καὶ τω̃ν ἀρχόντων αὐτω̃ν οἱ ὁρω̃ντες τὰ κρυπτά 29:11 καὶ ἔσονται ὑμι̃ν πάντα τὰ ῥήματα ταυ̃τα ὡς οἱ λόγοι του̃ βιβλίου του̃ ἐσφραγισμένου τούτου ὃ ἐὰν δω̃σιν αὐτὸ ἀνθρώπω̨ ἐπισταμένω̨ γράμματα λέγοντες ἀνάγνωθι ταυ̃τα καὶ ἐρει̃ οὐ δύναμαι ἀναγνω̃ναι ἐσφράγισται γάρ 29:12 καὶ δοθήσεται τὸ βιβλίον του̃το εἰς χει̃ρας ἀνθρώπου μὴ ἐπισταμένου γράμματα καὶ ἐρει̃ αὐτω̨̃ ἀνάγνωθι του̃το καὶ ἐρει̃ οὐκ ἐπίσταμαι γράμματα 29:13 καὶ εἰ̃πεν κύριος ἐγγίζει μοι ὁ λαὸς οὑ̃τος τοι̃ς χείλεσιν αὐτω̃ν τιμω̃σίν με ἡ δὲ καρδία αὐτω̃ν πόρρω ἀπέχει ἀπ' ἐμου̃ μάτην δὲ σέβονταί με διδάσκοντες ἐντάλματα ἀνθρώπων καὶ διδασκαλίας 29:14 διὰ του̃το ἰδοὺ ἐγὼ προσθήσω του̃ μεταθει̃ναι τὸν λαὸν του̃τον καὶ μεταθήσω αὐτοὺς καὶ ἀπολω̃ τὴν σοφίαν τω̃ν σοφω̃ν καὶ τὴν σύνεσιν τω̃ν συνετω̃ν κρύψω 29:15 οὐαὶ οἱ βαθέως βουλὴν ποιου̃ντες καὶ οὐ διὰ κυρίου οὐαὶ οἱ ἐν κρυφη̨̃ βουλὴν ποιου̃ντες καὶ ἔσται ἐν σκότει τὰ ἔργα αὐτω̃ν καὶ ἐρου̃σιν τίς ἡμα̃ς ἑώρακεν καὶ τίς ἡμα̃ς γνώσεται ἢ ἃ ἡμει̃ς ποιου̃μεν 29:16 οὐχ ὡς ὁ πηλὸς του̃ κεραμέως λογισθήσεσθε μὴ ἐρει̃ τὸ πλάσμα τω̨̃ πλάσαντι οὐ σύ με ἔπλασας ἢ τὸ ποίημα τω̨̃ ποιήσαντι οὐ συνετω̃ς με ἐποίησας 29:17 οὐκέτι μικρὸν καὶ μετατεθήσεται ὁ Λίβανος ὡς τὸ ὄρος τὸ Χερμελ καὶ τὸ ὄρος τὸ Χερμελ εἰς δρυμὸν λογισθήσεται 29:18 καὶ ἀκούσονται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ κωφοὶ λόγους βιβλίου καὶ οἱ ἐν τω̨̃ σκότει καὶ οἱ ἐν τη̨̃ ὁμίχλη̨ ὀφθαλμοὶ τυφλω̃ν βλέψονται 29:19 καὶ ἀγαλλιάσονται πτωχοὶ διὰ κύριον ἐν εὐφροσύνη̨ καὶ οἱ ἀπηλπισμένοι τω̃ν ἀνθρώπων ἐμπλησθήσονται εὐφροσύνης 29:20 ἐξέλιπεν ἄνομος καὶ ἀπώλετο ὑπερήφανος καὶ ἐξωλεθρεύθησαν οἱ ἀνομου̃ντες ἐπὶ κακία̨ 29:21 καὶ οἱ ποιου̃ντες ἁμαρτει̃ν ἀνθρώπους ἐν λόγω̨ πάντας δὲ τοὺς ἐλέγχοντας ἐν πύλαις πρόσκομμα θήσουσιν καὶ ἐπλαγίασαν ἐν ἀδίκοις δίκαιον 29:22 διὰ του̃το τάδε λέγει κύριος ἐπὶ τὸν οἰ̃κον Ιακωβ ὃν ἀφώρισεν ἐξ Αβρααμ οὐ νυ̃ν αἰσχυνθήσεται Ιακωβ οὐδὲ νυ̃ν τὸ πρόσωπον μεταβαλει̃ Ισραηλ 29:23 ἀλλ' ὅταν ἴδωσιν τὰ τέκνα αὐτω̃ν τὰ ἔργα μου δι' ἐμὲ ἁγιάσουσιν τὸ ὄνομά μου καὶ ἁγιάσουσιν τὸν ἅγιον Ιακωβ καὶ τὸν θεὸν του̃ Ισραηλ φοβηθήσονται 29:24 καὶ γνώσονται οἱ τω̨̃ πνεύματι πλανώμενοι σύνεσιν οἱ δὲ γογγύζοντες μαθήσονται ὑπακούειν καὶ αἱ γλώσσαι αἱ ψελλίζουσαι μαθήσονται λαλει̃ν εἰρήνην 30:1 οὐαὶ τέκνα ἀποστάται τάδε λέγει κύριος ἐποιήσατε βουλὴν οὐ δι' ἐμου̃ καὶ συνθήκας οὐ διὰ του̃ πνεύματός μου προσθει̃ναι ἁμαρτίας ἐφ' ἁμαρτίαις 30:2 οἱ πορευόμενοι καταβη̃ναι εἰς Αἴγυπτον ἐμὲ δὲ οὐκ ἐπηρώτησαν του̃ βοηθηθη̃ναι ὑπὸ Φαραω καὶ σκεπασθη̃ναι ὑπὸ Αἰγυπτίων 30:3 ἔσται γὰρ ὑμι̃ν ἡ σκέπη Φαραω εἰς αἰσχύνην καὶ τοι̃ς πεποιθόσιν ἐπ' Αἴγυπτον ὄνειδος 30:4 ὅτι εἰσὶν ἐν Τάνει ἀρχηγοὶ ἄγγελοι πονηροί μάτην κοπιάσουσιν 30:5 πρὸς λαόν ὃς οὐκ ὠφελήσει αὐτοὺς οὔτε εἰς βοήθειαν οὔτε εἰς ὠφέλειαν ἀλλὰ εἰς αἰσχύνην καὶ ὄνειδος 30:6 ἡ ὅρασις τω̃ν τετραπόδων τω̃ν ἐν τη̨̃ ἐρήμω̨ ἐν τη̨̃ θλίψει καὶ τη̨̃ στενοχωρία̨ λέων καὶ σκύμνος λέοντος ἐκει̃θεν καὶ ἀσπίδες καὶ ἔκγονα ἀσπίδων πετομένων οἳ ἔφερον ἐπ' ὄνων καὶ καμήλων τὸν πλου̃τον αὐτω̃ν πρὸς ἔθνος ὃ οὐκ ὠφελήσει αὐτοὺς εἰς βοήθειαν ἀλλὰ εἰς αἰσχύνην καὶ ὄνειδος 30:7 Αἰγύπτιοι μάταια καὶ κενὰ ὠφελήσουσιν ὑμα̃ς ἀπάγγειλον αὐτοι̃ς ὅτι ματαία ἡ παράκλησις ὑμω̃ν αὕτη 30:8 νυ̃ν οὐ̃ν καθίσας γράψον ἐπὶ πυξίου ταυ̃τα καὶ εἰς βιβλίον ὅτι ἔσται εἰς ἡμέρας καιρω̃ν ταυ̃τα καὶ ἕως εἰς τὸν αἰω̃να 30:9 ὅτι λαὸς ἀπειθής ἐστιν υἱοὶ ψευδει̃ς οἳ οὐκ ἠβούλοντο ἀκούειν τὸν νόμον του̃ θεου̃ 30:10 οἱ λέγοντες τοι̃ς προφήταις μὴ ἀναγγέλλετε ἡμι̃ν καὶ τοι̃ς τὰ ὁράματα ὁρω̃σιν μὴ λαλει̃τε ἡμι̃ν ἀλλὰ ἡμι̃ν λαλει̃τε καὶ ἀναγγέλλετε ἡμι̃ν ἑτέραν πλάνησιν 30:11 καὶ ἀποστρέψατε ἡμα̃ς ἀπὸ τη̃ς ὁδου̃ ταύτης ἀφέλετε ἀφ' ἡμω̃ν τὸν τρίβον του̃τον καὶ ἀφέλετε ἀφ' ἡμω̃ν τὸν ἅγιον του̃ Ισραηλ 30:12 διὰ του̃το οὕτως λέγει κύριος ὁ ἅγιος του̃ Ισραηλ ὅτι ἠπειθήσατε τοι̃ς λόγοις τούτοις καὶ ἠλπίσατε ἐπὶ ψεύδει καὶ ὅτι ἐγόγγυσας καὶ πεποιθὼς ἐγένου ἐπὶ τω̨̃ λόγω̨ τούτω̨ 30:13 διὰ του̃το ἔσται ὑμι̃ν ἡ ἁμαρτία αὕτη ὡς τει̃χος πι̃πτον παραχρη̃μα πόλεως ὀχυρα̃ς ἑαλωκυίας ἡ̃ς παραχρη̃μα πάρεστιν τὸ πτω̃μα 30:14 καὶ τὸ πτω̃μα αὐτη̃ς ἔσται ὡς σύντριμμα ἀγγείου ὀστρακίνου ἐκ κεραμίου λεπτὰ ὥστε μὴ εὑρει̃ν ἐν αὐτοι̃ς ὄστρακον ἐν ὡ̨̃ πυ̃ρ ἀρει̃ς καὶ ἐν ὡ̨̃ ἀποσυριει̃ς ὕδωρ μικρόν 30:15 οὕτω λέγει κύριος ὁ ἅγιος του̃ Ισραηλ ὅταν ἀποστραφεὶς στενάξη̨ς τότε σωθήση̨ καὶ γνώση̨ που̃ ἠ̃σθα ὅτε ἐπεποίθεις ἐπὶ τοι̃ς ματαίοις ματαία ἡ ἰσχὺς ὑμω̃ν ἐγενήθη καὶ οὐκ ἠβούλεσθε ἀκούειν 30:16 ἀλλ' εἴπατε ἐφ' ἵππων φευξόμεθα διὰ του̃το φεύξεσθε καὶ εἴπατε ἐπὶ κούφοις ἀναβάται ἐσόμεθα διὰ του̃το κου̃φοι ἔσονται οἱ διώκοντες ὑμα̃ς 30:17 διὰ φωνὴν ἑνὸς φεύξονται χίλιοι καὶ διὰ φωνὴν πέντε φεύξονται πολλοί ἕως ἂν καταλειφθη̃τε ὡς ἱστὸς ἐπ' ὄρους καὶ ὡς σημαίαν φέρων ἐπὶ βουνου̃ 30:18 καὶ πάλιν μενει̃ ὁ θεὸς του̃ οἰκτιρη̃σαι ὑμα̃ς καὶ διὰ του̃το ὑψωθήσεται του̃ ἐλεη̃σαι ὑμα̃ς διότι κριτὴς κύριος ὁ θεὸς ἡμω̃ν ἐστιν καὶ που̃ καταλείψετε τὴν δόξαν ὑμω̃ν μακάριοι οἱ ἐμμένοντες ἐν αὐτω̨̃ 30:19 διότι λαὸς ἅγιος ἐν Σιων οἰκήσει καὶ Ιερουσαλημ κλαυθμω̨̃ ἔκλαυσεν ἐλέησόν με ἐλεήσει σε τὴν φωνὴν τη̃ς κραυγη̃ς σου ἡνίκα εἰ̃δεν ἐπήκουσέν σου 30:20 καὶ δώσει κύριος ὑμι̃ν ἄρτον θλίψεως καὶ ὕδωρ στενόν καὶ οὐκέτι μὴ ἐγγίσωσίν σοι οἱ πλανω̃ντές σε ὅτι οἱ ὀφθαλμοί σου ὄψονται τοὺς πλανω̃ντάς σε 30:21 καὶ τὰ ὠ̃τά σου ἀκούσονται τοὺς λόγους τω̃ν ὀπίσω σε πλανησάντων οἱ λέγοντες αὕτη ἡ ὁδός πορευθω̃μεν ἐν αὐτη̨̃ εἴτε δεξιὰ εἴτε ἀριστερά 30:22 καὶ ἐξαρει̃ς τὰ εἴδωλα τὰ περιηργυρωμένα καὶ τὰ περικεχρυσωμένα λεπτὰ ποιήσεις καὶ λικμήσεις ὡς ὕδωρ ἀποκαθημένης καὶ ὡς κόπρον ὤσεις αὐτά 30:23 τότε ἔσται ὁ ὑετὸς τω̨̃ σπέρματι τη̃ς γη̃ς σου καὶ ὁ ἄρτος του̃ γενήματος τη̃ς γη̃ς σου ἔσται πλησμονὴ καὶ λιπαρός καὶ βοσκηθήσεταί σου τὰ κτήνη τη̨̃ ἡμέρα̨ ἐκείνη̨ τόπον πίονα καὶ εὐρύχωρον 30:24 οἱ ταυ̃ροι ὑμω̃ν καὶ οἱ βόες οἱ ἐργαζόμενοι τὴν γη̃ν φάγονται ἄχυρα ἀναπεποιημένα ἐν κριθη̨̃ λελικμημένα 30:25 καὶ ἔσται ἐπὶ παντὸς ὄρους ὑψηλου̃ καὶ ἐπὶ παντὸς βουνου̃ μετεώρου ὕδωρ διαπορευόμενον ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ὅταν ἀπόλωνται πολλοὶ καὶ ὅταν πέσωσιν πύργοι 30:26 καὶ ἔσται τὸ φω̃ς τη̃ς σελήνης ὡς τὸ φω̃ς του̃ ἡλίου καὶ τὸ φω̃ς του̃ ἡλίου ἔσται ἑπταπλάσιον ἐν τη̨̃ ἡμέρα̨ ὅταν ἰάσηται κύριος τὸ σύντριμμα του̃ λαου̃ αὐτου̃ καὶ τὴν ὀδύνην τη̃ς πληγη̃ς σου ἰάσεται 30:27 ἰδοὺ τὸ ὄνομα κυρίου διὰ χρόνου ἔρχεται πολλου̃ καιόμενος ὁ θυμός μετὰ δόξης τὸ λόγιον τω̃ν χειλέων αὐτου̃ τὸ λόγιον ὀργη̃ς πλη̃ρες καὶ ἡ ὀργὴ του̃ θυμου̃ ὡς πυ̃ρ ἔδεται 30:28 καὶ τὸ πνευ̃μα αὐτου̃ ὡς ὕδωρ ἐν φάραγγι συ̃ρον ἥξει ἕως του̃ τραχήλου καὶ διαιρεθήσεται του̃ ἔθνη ταράξαι ἐπὶ πλανήσει ματαία̨ καὶ διώξεται αὐτοὺς πλάνησις καὶ λήμψεται αὐτοὺς κατὰ πρόσωπον αὐτω̃ν 30:29 μὴ διὰ παντὸς δει̃ ὑμα̃ς εὐφραίνεσθαι καὶ εἰσπορεύεσθαι εἰς τὰ ἅγιά μου διὰ παντὸς ὡσεὶ ἑορτάζοντας καὶ ὡσεὶ εὐφραινομένους εἰσελθει̃ν μετὰ αὐλου̃ εἰς τὸ ὄρος του̃ κυρίου πρὸς τὸν θεὸν του̃ Ισραηλ 30:30 καὶ ἀκουστὴν ποιήσει ὁ θεὸς τὴν δόξαν τη̃ς φωνη̃ς αὐτου̃ καὶ τὸν θυμὸν του̃ βραχίονος αὐτου̃ δείξει μετὰ θυμου̃ καὶ ὀργη̃ς καὶ φλογὸς κατεσθιούσης κεραυνώσει βιαίως καὶ ὡς ὕδωρ καὶ χάλαζα συγκαταφερομένη βία̨ 30:31 διὰ γὰρ φωνὴν κυρίου ἡττηθήσονται 'Ασσύριοι τη̨̃ πληγη̨̃ ἡ̨̃ ἂν πατάξη̨ αὐτούς 30:32 καὶ ἔσται αὐτω̨̃ κυκλόθεν ὅθεν ἠ̃ν αὐτω̨̃ ἡ ἐλπὶς τη̃ς βοηθείας ἐφ' ἡ̨̃ αὐτὸς ἐπεποίθει αὐτοὶ μετὰ αὐλω̃ν καὶ κιθάρας πολεμήσουσιν αὐτὸν ἐκ μεταβολη̃ς 30:33 σὺ γὰρ πρὸ ἡμερω̃ν ἀπαιτηθήση̨ μὴ καὶ σοὶ ἡτοιμάσθη βασιλεύειν φάραγγα βαθει̃αν ξύλα κείμενα πυ̃ρ καὶ ξύλα πολλά ὁ θυμὸς κυρίου ὡς φάραγξ ὑπὸ θείου καιομένη 31:1 οὐαὶ οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν οἱ ἐφ' ἵπποις πεποιθότες καὶ ἐφ' ἅρμασιν ἔστιν γὰρ πολλά καὶ ἐφ' ἵπποις πλη̃θος σφόδρα καὶ οὐκ ἠ̃σαν πεποιθότες ἐπὶ τὸν ἅγιον του̃ Ισραηλ καὶ τὸν θεὸν οὐκ ἐξεζήτησαν 31:2 καὶ αὐτὸς σοφὸς ἠ̃γεν ἐπ' αὐτοὺς κακά καὶ ὁ λόγος αὐτου̃ οὐ μὴ ἀθετηθη̨̃ καὶ ἐπαναστήσεται ἐπ' οἴκους ἀνθρώπων πονηρω̃ν καὶ ἐπὶ τὴν ἐλπίδα αὐτω̃ν τὴν ματαίαν 31:3 Αἰγύπτιον ἄνθρωπον καὶ οὐ θεόν ἵππων σάρκας καὶ οὐκ ἔστιν βοήθεια ὁ δὲ κύριος ἐπάξει τὴν χει̃ρα αὐτου̃ ἐπ' αὐτούς καὶ κοπιάσουσιν οἱ βοηθου̃ντες καὶ ἅμα πάντες ἀπολου̃νται 31:4 ὅτι οὕτως εἰ̃πέν μοι κύριος ὃν τρόπον ἐὰν βοήση̨ ὁ λέων ἢ ὁ σκύμνος ἐπὶ τη̨̃ θήρα̨ ἡ̨̃ ἔλαβεν καὶ κεκράξη̨ ἐπ' αὐτη̨̃ ἕως ἂν ἐμπλησθη̨̃ τὰ ὄρη τη̃ς φωνη̃ς αὐτου̃ καὶ ἡττήθησαν καὶ τὸ πλη̃θος του̃ θυμου̃ ἐπτοήθησαν οὕτως καταβήσεται κύριος σαβαωθ ἐπιστρατευ̃σαι ἐπὶ τὸ ὄρος τὸ Σιων ἐπὶ τὰ ὄρη αὐτη̃ς 31:5 ὡς ὄρνεα πετόμενα οὕτως ὑπερασπιει̃ κύριος ὑπὲρ Ιερουσαλημ καὶ ἐξελει̃ται καὶ περιποιήσεται καὶ σώσει 31:6 ἐπιστράφητε οἱ τὴν βαθει̃αν βουλὴν βουλευόμενοι καὶ ἄνομον 31:7 ὅτι τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἀπαρνήσονται οἱ ἄνθρωποι τὰ χειροποίητα αὐτω̃ν τὰ ἀργυρα̃ καὶ τὰ χρυσα̃ ἃ ἐποίησαν αἱ χει̃ρες αὐτω̃ν 31:8 καὶ πεσει̃ται Ασσουρ οὐ μάχαιρα ἀνδρὸς οὐδὲ μάχαιρα ἀνθρώπου καταφάγεται αὐτόν καὶ φεύξεται οὐκ ἀπὸ προσώπου μαχαίρας οἱ δὲ νεανίσκοι ἔσονται εἰς ἥττημα 31:9 πέτρα̨ γὰρ περιλημφθήσονται ὡς χάρακι καὶ ἡττηθήσονται ὁ δὲ φεύγων ἁλώσεται τάδε λέγει κύριος μακάριος ὃς ἔχει ἐν Σιων σπέρμα καὶ οἰκείους ἐν Ιερουσαλημ 32:1 ἰδοὺ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν 32:2 καὶ ἔσται ὁ ἄνθρωπος κρύπτων τοὺς λόγους αὐτου̃ καὶ κρυβήσεται ὡς ἀφ' ὕδατος φερομένου καὶ φανήσεται ἐν Σιων ὡς ποταμὸς φερόμενος ἔνδοξος ἐν γη̨̃ διψώση̨ 32:3 καὶ οὐκέτι ἔσονται πεποιθότες ἐπ' ἀνθρώποις ἀλλὰ τὰ ὠ̃τα δώσουσιν ἀκούειν 32:4 καὶ ἡ καρδία τω̃ν ἀσθενούντων προσέξει του̃ ἀκούειν καὶ αἱ γλω̃σσαι αἱ ψελλίζουσαι ταχὺ μαθήσονται λαλει̃ν εἰρήνην 32:5 καὶ οὐκέτι μὴ εἴπωσιν τω̨̃ μωρω̨̃ ἄρχειν καὶ οὐκέτι μὴ εἴπωσιν οἱ ὑπηρέται σου σίγα 32:6 ὁ γὰρ μωρὸς μωρὰ λαλήσει καὶ ἡ καρδία αὐτου̃ μάταια νοήσει του̃ συντελει̃ν ἄνομα καὶ λαλει̃ν πρὸς κύριον πλάνησιν του̃ διασπει̃ραι ψυχὰς πεινώσας καὶ τὰς ψυχὰς τὰς διψώσας κενὰς ποιη̃σαι 32:7 ἡ γὰρ βουλὴ τω̃ν πονηρω̃ν ἄνομα βουλεύσεται καταφθει̃ραι ταπεινοὺς ἐν λόγοις ἀδίκοις καὶ διασκεδάσαι λόγους ταπεινω̃ν ἐν κρίσει 32:8 οἱ δὲ εὐσεβει̃ς συνετὰ ἐβουλεύσαντο καὶ αὕτη ἡ βουλὴ μενει̃ 32:9 γυναι̃κες πλούσιαι ἀνάστητε καὶ ἀκούσατε τη̃ς φωνη̃ς μου θυγατέρες ἐν ἐλπίδι ἀκούσατε τοὺς λόγους μου 32:10 ἡμέρας ἐνιαυτου̃ μνείαν ποιήσασθε ἐν ὀδύνη̨ μετ' ἐλπίδος ἀνήλωται ὁ τρύγητος πέπαυται ὁ σπόρος καὶ οὐκέτι μὴ ἔλθη̨ 32:11 ἔκστητε λυπήθητε αἱ πεποιθυι̃αι ἐκδύσασθε γυμναὶ γένεσθε περιζώσασθε σάκκους τὰς ὀσφύας 32:12 καὶ ἐπὶ τω̃ν μαστω̃ν κόπτεσθε ἀπὸ ἀγρου̃ ἐπιθυμήματος καὶ ἀμπέλου γενήματος 32:13 ἡ γη̃ του̃ λαου̃ μου ἄκανθα καὶ χόρτος ἀναβήσεται καὶ ἐκ πάσης οἰκίας εὐφροσύνη ἀρθήσεται πόλις πλουσία 32:14 οἰ̃κοι ἐγκαταλελειμμένοι πλου̃τον πόλεως καὶ οἴκους ἐπιθυμητοὺς ἀφήσουσιν καὶ ἔσονται αἱ κω̃μαι σπήλαια ἕως του̃ αἰω̃νος εὐφροσύνη ὄνων ἀγρίων βοσκήματα ποιμένων 32:15 ἕως ἂν ἐπέλθη̨ ἐφ' ὑμα̃ς πνευ̃μα ἀφ' ὑψηλου̃ καὶ ἔσται ἔρημος ὁ Χερμελ καὶ ὁ Χερμελ εἰς δρυμὸν λογισθήσεται 32:16 καὶ ἀναπαύσεται ἐν τη̨̃ ἐρήμω̨ κρίμα καὶ δικαιοσύνη ἐν τω̨̃ Καρμήλω̨ κατοικήσει 32:17 καὶ ἔσται τὰ ἔργα τη̃ς δικαιοσύνης εἰρήνη καὶ κρατήσει ἡ δικαιοσύνη ἀνάπαυσιν καὶ πεποιθότες ἕως του̃ αἰω̃νος 32:18 καὶ κατοικήσει ὁ λαὸς αὐτου̃ ἐν πόλει εἰρήνης καὶ ἐνοικήσει πεποιθώς καὶ ἀναπαύσονται μετὰ πλούτου 32:19 ἡ δὲ χάλαζα ἐὰν καταβη̨̃ οὐκ ἐφ' ὑμα̃ς ἥξει καὶ ἔσονται οἱ ἐνοικου̃ντες ἐν τοι̃ς δρυμοι̃ς πεποιθότες ὡς οἱ ἐν τη̨̃ πεδινη̨̃ 32:20 μακάριοι οἱ σπείροντες ἐπὶ πα̃ν ὕδωρ οὑ̃ βου̃ς καὶ ὄνος πατει̃ 33:1 οὐαὶ τοι̃ς ταλαιπωρου̃σιν ὑμα̃ς ὑμα̃ς δὲ οὐδεὶς ποιει̃ ταλαιπώρους καὶ ὁ ἀθετω̃ν ὑμα̃ς οὐκ ἀθετει̃ ἁλώσονται οἱ ἀθετου̃ντες καὶ παραδοθήσονται καὶ ὡς σὴς ἐπὶ ἱματίου οὕτως ἡττηθήσονται 33:2 κύριε ἐλέησον ἡμα̃ς ἐπὶ σοὶ γὰρ πεποίθαμεν ἐγενήθη τὸ σπέρμα τω̃ν ἀπειθούντων εἰς ἀπώλειαν ἡ δὲ σωτηρία ἡμω̃ν ἐν καιρω̨̃ θλίψεως 33:3 διὰ φωνὴν του̃ φόβου σου ἐξέστησαν λαοὶ ἀπὸ του̃ φόβου σου καὶ διεσπάρησαν τὰ ἔθνη 33:4 νυ̃ν δὲ συναχθήσεται τὰ σκυ̃λα ὑμω̃ν μικρου̃ καὶ μεγάλου ὃν τρόπον ἐάν τις συναγάγη̨ ἀκρίδας οὕτως ἐμπαίξουσιν ὑμι̃ν 33:5 ἅγιος ὁ θεὸς ὁ κατοικω̃ν ἐν ὑψηλοι̃ς ἐνεπλήσθη Σιων κρίσεως καὶ δικαιοσύνης 33:6 ἐν νόμω̨ παραδοθήσονται ἐν θησαυροι̃ς ἡ σωτηρία ἡμω̃ν ἐκει̃ σοφία καὶ ἐπιστήμη καὶ εὐσέβεια πρὸς τὸν κύριον οὑ̃τοί εἰσιν θησαυροὶ δικαιοσύνης 33:7 ἰδοὺ δὴ ἐν τω̨̃ φόβω̨ ὑμω̃ν αὐτοὶ φοβηθήσονται οὓς ἐφοβει̃σθε φοβηθήσονται ἀφ' ὑμω̃ν ἄγγελοι γὰρ ἀποσταλήσονται ἀξιου̃ντες εἰρήνην πικρω̃ς κλαίοντες παρακαλου̃ντες εἰρήνην 33:8 ἐρημωθήσονται γὰρ αἱ τούτων ὁδοί πέπαυται ὁ φόβος τω̃ν ἐθνω̃ν καὶ ἡ πρὸς τούτους διαθήκη αἴρεται καὶ οὐ μὴ λογίσησθε αὐτοὺς ἀνθρώπους 33:9 ἐπένθησεν ἡ γη̃ ἠ̨σχύνθη ὁ Λίβανος ἕλη ἐγένετο ὁ Σαρων φανερὰ ἔσται ἡ Γαλιλαία καὶ ὁ Κάρμηλος 33:10 νυ̃ν ἀναστήσομαι λέγει κύριος νυ̃ν δοξασθήσομαι νυ̃ν ὑψωθήσομαι 33:11 νυ̃ν ὄψεσθε νυ̃ν αἰσθηθήσεσθε ματαία ἔσται ἡ ἰσχὺς του̃ πνεύματος ὑμω̃ν πυ̃ρ ὑμα̃ς κατέδεται 33:12 καὶ ἔσονται ἔθνη κατακεκαυμένα ὡς ἄκανθα ἐν ἀγρω̨̃ ἐρριμμένη καὶ κατακεκαυμένη 33:13 ἀκούσονται οἱ πόρρωθεν ἃ ἐποίησα γνώσονται οἱ ἐγγίζοντες τὴν ἰσχύν μου 33:14 ἀπέστησαν οἱ ἐν Σιων ἄνομοι λήμψεται τρόμος τοὺς ἀσεβει̃ς τίς ἀναγγελει̃ ὑμι̃ν ὅτι πυ̃ρ καίεται τίς ἀναγγελει̃ ὑμι̃ν τὸν τόπον τὸν αἰώνιον 33:15 πορευόμενος ἐν δικαιοσύνη̨ λαλω̃ν εὐθει̃αν ὁδόν μισω̃ν ἀνομίαν καὶ ἀδικίαν καὶ τὰς χει̃ρας ἀποσειόμενος ἀπὸ δώρων βαρύνων τὰ ὠ̃τα ἵνα μὴ ἀκούση̨ κρίσιν αἵματος καμμύων τοὺς ὀφθαλμοὺς ἵνα μὴ ἴδη̨ ἀδικίαν 33:16 οὑ̃τος οἰκήσει ἐν ὑψηλω̨̃ σπηλαίω̨ πέτρας ἰσχυρα̃ς ἄρτος αὐτω̨̃ δοθήσεται καὶ τὸ ὕδωρ αὐτου̃ πιστόν 33:17 βασιλέα μετὰ δόξης ὄψεσθε καὶ οἱ ὀφθαλμοὶ ὑμω̃ν ὄψονται γη̃ν πόρρωθεν 33:18 ἡ ψυχὴ ὑμω̃ν μελετήσει φόβον που̃ εἰσιν οἱ γραμματικοί που̃ εἰσιν οἱ συμβουλεύοντες που̃ ἐστιν ὁ ἀριθμω̃ν τοὺς τρεφομένους 33:19 μικρὸν καὶ μέγαν λαόν ὡ̨̃ οὐ συνεβουλεύσαντο οὐδὲ ἤ̨δει βαθύφωνον ὥστε μὴ ἀκου̃σαι λαὸς πεφαυλισμένος καὶ οὐκ ἔστιν τω̨̃ ἀκούοντι σύνεσις 33:20 ἰδοὺ Σιων ἡ πόλις τὸ σωτήριον ἡμω̃ν οἱ ὀφθαλμοί σου ὄψονται Ιερουσαλημ πόλις πλουσία σκηναὶ αἳ οὐ μὴ σεισθω̃σιν οὐδὲ μὴ κινηθω̃σιν οἱ πάσσαλοι τη̃ς σκηνη̃ς αὐτη̃ς εἰς τὸν αἰω̃να χρόνον οὐδὲ τὰ σχοινία αὐτη̃ς οὐ μὴ διαρραγω̃σιν 33:21 ὅτι τὸ ὄνομα κυρίου μέγα ὑμι̃ν τόπος ὑμι̃ν ἔσται ποταμοὶ καὶ διώρυγες πλατει̃ς καὶ εὐρύχωροι οὐ πορεύση̨ ταύτην τὴν ὁδόν οὐδὲ πορεύσεται πλοι̃ον ἐλαυ̃νον 33:22 ὁ γὰρ θεός μου μέγας ἐστίν οὐ παρελεύσεταί με κύριος κριτὴς ἡμω̃ν κύριος ἄρχων ἡμω̃ν κύριος βασιλεὺς ἡμω̃ν κύριος οὑ̃τος ἡμα̃ς σώσει 33:23 ἐρράγησαν τὰ σχοινία σου ὅτι οὐκ ἐνίσχυσεν ὁ ἱστός σου ἔκλινεν οὐ χαλάσει τὰ ἱστία οὐκ ἀρει̃ σημει̃ον ἕως οὑ̃ παραδοθη̨̃ εἰς προνομήν τοίνυν πολλοὶ χωλοὶ προνομὴν ποιήσουσιν 33:24 καὶ οὐ μὴ εἴπη̨ κοπιω̃ ὁ λαὸς ὁ ἐνοικω̃ν ἐν αὐτοι̃ς ἀφέθη γὰρ αὐτοι̃ς ἡ ἁμαρτία 34:1 προσαγάγετε ἔθνη καὶ ἀκούσατε ἄρχοντες ἀκουσάτω ἡ γη̃ καὶ οἱ ἐν αὐτη̨̃ ἡ οἰκουμένη καὶ ὁ λαὸς ὁ ἐν αὐτη̨̃ 34:2 διότι θυμὸς κυρίου ἐπὶ πάντα τὰ ἔθνη καὶ ὀργὴ ἐπὶ τὸν ἀριθμὸν αὐτω̃ν του̃ ἀπολέσαι αὐτοὺς καὶ παραδου̃ναι αὐτοὺς εἰς σφαγήν 34:3 οἱ δὲ τραυματίαι αὐτω̃ν ῥιφήσονται καὶ οἱ νεκροί καὶ ἀναβήσεται αὐτω̃ν ἡ ὀσμή καὶ βραχήσεται τὰ ὄρη ἀπὸ του̃ αἵματος αὐτω̃ν 34:4 καὶ ἑλιγήσεται ὁ οὐρανὸς ὡς βιβλίον καὶ πάντα τὰ ἄστρα πεσει̃ται ὡς φύλλα ἐξ ἀμπέλου καὶ ὡς πίπτει φύλλα ἀπὸ συκη̃ς 34:5 ἐμεθύσθη ἡ μάχαιρά μου ἐν τω̨̃ οὐρανω̨̃ ἰδοὺ ἐπὶ τὴν Ιδουμαίαν καταβήσεται καὶ ἐπὶ τὸν λαὸν τη̃ς ἀπωλείας μετὰ κρίσεως 34:6 ἡ μάχαιρα κυρίου ἐνεπλήσθη αἵματος ἐπαχύνθη ἀπὸ στέατος ἀρνω̃ν καὶ ἀπὸ στέατος τράγων καὶ κριω̃ν ὅτι θυσία κυρίω̨ ἐν Βοσορ καὶ σφαγὴ μεγάλη ἐν τη̨̃ Ιδουμαία̨ 34:7 καὶ συμπεσου̃νται οἱ ἁδροὶ μετ' αὐτω̃ν καὶ οἱ κριοὶ καὶ οἱ ταυ̃ροι καὶ μεθυσθήσεται ἡ γη̃ ἀπὸ του̃ αἵματος καὶ ἀπὸ του̃ στέατος αὐτω̃ν ἐμπλησθήσεται 34:8 ἡμέρα γὰρ κρίσεως κυρίου καὶ ἐνιαυτὸς ἀνταποδόσεως κρίσεως Σιων 34:9 καὶ στραφήσονται αὐτη̃ς αἱ φάραγγες εἰς πίσσαν καὶ ἡ γη̃ αὐτη̃ς εἰς θει̃ον καὶ ἔσται αὐτη̃ς ἡ γη̃ καιομένη ὡς πίσσα 34:10 νυκτὸς καὶ ἡμέρας καὶ οὐ σβεσθήσεται εἰς τὸν αἰω̃να χρόνον καὶ ἀναβήσεται ὁ καπνὸς αὐτη̃ς ἄνω εἰς γενεὰς ἐρημωθήσεται καὶ εἰς χρόνον πολύν 34:11 καὶ κατοικήσουσιν ἐν αὐτη̨̃ ὄρνεα καὶ ἐχι̃νοι καὶ ἴβεις καὶ κόρακες καὶ ἐπιβληθήσεται ἐπ' αὐτὴν σπαρτίον γεωμετρίας ἐρήμου καὶ ὀνοκένταυροι οἰκήσουσιν ἐν αὐτη̨̃ 34:12 οἱ ἄρχοντες αὐτη̃ς οὐκ ἔσονται οἱ γὰρ βασιλει̃ς αὐτη̃ς καὶ οἱ ἄρχοντες αὐτη̃ς καὶ οἱ μεγιστα̃νες αὐτη̃ς ἔσονται εἰς ἀπώλειαν 34:13 καὶ ἀναφύσει εἰς τὰς πόλεις αὐτω̃ν ἀκάνθινα ξύλα καὶ εἰς τὰ ὀχυρώματα αὐτη̃ς καὶ ἔσται ἔπαυλις σειρήνων καὶ αὐλὴ στρουθω̃ν 34:14 καὶ συναντήσουσιν δαιμόνια ὀνοκενταύροις καὶ βοήσουσιν ἕτερος πρὸς τὸν ἕτερον ἐκει̃ ἀναπαύσονται ὀνοκένταυροι εὑ̃ρον γὰρ αὑτοι̃ς ἀνάπαυσιν 34:15 ἐκει̃ ἐνόσσευσεν ἐχι̃νος καὶ ἔσωσεν ἡ γη̃ τὰ παιδία αὐτη̃ς μετὰ ἀσφαλείας ἐκει̃ ἔλαφοι συνήντησαν καὶ εἰ̃δον τὰ πρόσωπα ἀλλήλων 34:16 ἀριθμω̨̃ παρη̃λθον καὶ μία αὐτω̃ν οὐκ ἀπώλετο ἑτέρα τὴν ἑτέραν οὐκ ἐζήτησαν ὅτι κύριος ἐνετείλατο αὐτοι̃ς καὶ τὸ πνευ̃μα αὐτου̃ συνήγαγεν αὐτάς 34:17 καὶ αὐτὸς ἐπιβαλει̃ αὐτοι̃ς κλήρους καὶ ἡ χεὶρ αὐτου̃ διεμέρισεν βόσκεσθαι εἰς τὸν αἰω̃να χρόνον κληρονομήσετε εἰς γενεὰς γενεω̃ν ἀναπαύσονται ἐπ' αὐτη̃ς 35:1 εὐφράνθητι ἔρημος διψω̃σα ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον 35:2 καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα του̃ Ιορδάνου καὶ ἡ δόξα του̃ Λιβάνου ἐδόθη αὐτη̨̃ καὶ ἡ τιμὴ του̃ Καρμήλου καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν κυρίου καὶ τὸ ὕψος του̃ θεου̃ 35:3 ἰσχύσατε χει̃ρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα 35:4 παρακαλέσατε οἱ ὀλιγόψυχοι τη̨̃ διανοία̨ ἰσχύσατε μὴ φοβει̃σθε ἰδοὺ ὁ θεὸς ἡμω̃ν κρίσιν ἀνταποδίδωσιν καὶ ἀνταποδώσει αὐτὸς ἥξει καὶ σώσει ἡμα̃ς 35:5 τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλω̃ν καὶ ὠ̃τα κωφω̃ν ἀκούσονται 35:6 τότε ἁλει̃ται ὡς ἔλαφος ὁ χωλός καὶ τρανὴ ἔσται γλω̃σσα μογιλάλων ὅτι ἐρράγη ἐν τη̨̃ ἐρήμω̨ ὕδωρ καὶ φάραγξ ἐν γη̨̃ διψώση̨ 35:7 καὶ ἡ ἄνυδρος ἔσται εἰς ἕλη καὶ εἰς τὴν διψω̃σαν γη̃ν πηγὴ ὕδατος ἔσται ἐκει̃ εὐφροσύνη ὀρνέων ἔπαυλις καλάμου καὶ ἕλη 35:8 ἐκει̃ ἔσται ὁδὸς καθαρὰ καὶ ὁδὸς ἁγία κληθήσεται καὶ οὐ μὴ παρέλθη̨ ἐκει̃ ἀκάθαρτος οὐδὲ ἔσται ἐκει̃ ὁδὸς ἀκάθαρτος οἱ δὲ διεσπαρμένοι πορεύσονται ἐπ' αὐτη̃ς καὶ οὐ μὴ πλανηθω̃σιν 35:9 καὶ οὐκ ἔσται ἐκει̃ λέων οὐδὲ τω̃ν θηρίων τω̃ν πονηρω̃ν οὐ μὴ ἀναβη̨̃ ἐπ' αὐτὴν οὐδὲ μὴ εὑρεθη̨̃ ἐκει̃ ἀλλὰ πορεύσονται ἐν αὐτη̨̃ λελυτρωμένοι 35:10 καὶ συνηγμένοι διὰ κύριον ἀποστραφήσονται καὶ ἥξουσιν εἰς Σιων μετ' εὐφροσύνης καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλη̃ς αὐτω̃ν ἐπὶ γὰρ κεφαλη̃ς αὐτω̃ν αἴνεσις καὶ ἀγαλλίαμα καὶ εὐφροσύνη καταλήμψεται αὐτούς ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός 36:1 καὶ ἐγένετο του̃ τεσσαρεσκαιδεκάτου ἔτους βασιλεύοντος Εζεκιου ἀνέβη Σενναχηριμ βασιλεὺς 'Ασσυρίων ἐπὶ τὰς πόλεις τη̃ς Ιουδαίας τὰς ὀχυρὰς καὶ ἔλαβεν αὐτάς 36:2 καὶ ἀπέστειλεν βασιλεὺς 'Ασσυρίων Ραψακην ἐκ Λαχις εἰς Ιερουσαλημ πρὸς τὸν βασιλέα Εζεκιαν μετὰ δυνάμεως πολλη̃ς καὶ ἔστη ἐν τω̨̃ ὑδραγωγω̨̃ τη̃ς κολυμβήθρας τη̃ς ἄνω ἐν τη̨̃ ὁδω̨̃ του̃ ἀγρου̃ του̃ γναφέως 36:3 καὶ ἐξη̃λθεν πρὸς αὐτὸν Ελιακιμ ὁ του̃ Χελκιου ὁ οἰκονόμος καὶ Σομνας ὁ γραμματεὺς καὶ Ιωαχ ὁ του̃ Ασαφ ὁ ὑπομνηματογράφος 36:4 καὶ εἰ̃πεν αὐτοι̃ς Ραψακης εἴπατε Εζεκια τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας βασιλεὺς 'Ασσυρίων τί πεποιθὼς εἰ̃ 36:5 μὴ ἐν βουλη̨̃ ἢ λόγοις χειλέων παράταξις γίνεται καὶ νυ̃ν ἐπὶ τίνι πέποιθας ὅτι ἀπειθει̃ς μοι 36:6 ἰδοὺ πεποιθὼς εἰ̃ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην ἐπ' Αἴγυπτον ὃς ἂν ἐπ' αὐτὴν ἐπιστηρισθη̨̃ εἰσελεύσεται εἰς τὴν χει̃ρα αὐτου̃ οὕτως ἐστὶν Φαραω βασιλεὺς Αἰγύπτου καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτω̨̃ 36:7 εἰ δὲ λέγετε ἐπὶ κύριον τὸν θεὸν ἡμω̃ν πεποίθαμεν 36:8 νυ̃ν μείχθητε τω̨̃ κυρίω̨ μου τω̨̃ βασιλει̃ 'Ασσυρίων καὶ δώσω ὑμι̃ν δισχιλίαν ἵππον εἰ δυνήσεσθε δου̃ναι ἀναβάτας ἐπ' αὐτούς 36:9 καὶ πω̃ς δύνασθε ἀποστρέψαι εἰς πρόσωπον τοπάρχου ἑνός οἰκέται εἰσὶν οἱ πεποιθότες ἐπ' Αἰγυπτίοις εἰς ἵππον καὶ ἀναβάτην 36:10 καὶ νυ̃ν μὴ ἄνευ κυρίου ἀνέβημεν ἐπὶ τὴν χώραν ταύτην πολεμη̃σαι αὐτήν 36:11 καὶ εἰ̃πεν πρὸς αὐτὸν Ελιακιμ καὶ Σομνας καὶ Ιωαχ λάλησον πρὸς τοὺς παι̃δάς σου Συριστί ἀκούομεν γὰρ ἡμει̃ς καὶ μὴ λάλει πρὸς ἡμα̃ς Ιουδαϊστί καὶ ἵνα τί λαλει̃ς εἰς τὰ ὠ̃τα τω̃ν ἀνθρώπων τω̃ν ἐπὶ τω̨̃ τείχει 36:12 καὶ εἰ̃πεν Ραψακης πρὸς αὐτούς μὴ πρὸς τὸν κύριον ὑμω̃ν ἢ πρὸς ὑμα̃ς ἀπέσταλκέν με ὁ κύριός μου λαλη̃σαι τοὺς λόγους τούτους οὐχὶ πρὸς τοὺς ἀνθρώπους τοὺς καθημένους ἐπὶ τω̨̃ τείχει ἵνα φάγωσιν κόπρον καὶ πίωσιν οὐ̃ρον μεθ' ὑμω̃ν ἅμα 36:13 καὶ ἔστη Ραψακης καὶ ἐβόησεν φωνη̨̃ μεγάλη̨ Ιουδαϊστὶ καὶ εἰ̃πεν ἀκούσατε τοὺς λόγους του̃ βασιλέως του̃ μεγάλου βασιλέως 'Ασσυρίων 36:14 τάδε λέγει ὁ βασιλεύς μὴ ἀπατάτω ὑμα̃ς Εζεκιας λόγοις οἳ οὐ δυνήσονται ῥύσασθαι ὑμα̃ς 36:15 καὶ μὴ λεγέτω ὑμι̃ν Εζεκιας ὅτι ῥύσεται ὑμα̃ς ὁ θεός καὶ οὐ μὴ παραδοθη̨̃ ἡ πόλις αὕτη ἐν χειρὶ βασιλέως 'Ασσυρίων 36:16 μὴ ἀκούετε Εζεκιου τάδε λέγει ὁ βασιλεὺς 'Ασσυρίων εἰ βούλεσθε εὐλογηθη̃ναι ἐκπορεύεσθε πρός με καὶ φάγεσθε ἕκαστος τὴν ἄμπελον αὐτου̃ καὶ τὰς συκα̃ς καὶ πίεσθε ὕδωρ του̃ λάκκου ὑμω̃ν 36:17 ἕως ἂν ἔλθω καὶ λάβω ὑμα̃ς εἰς γη̃ν ὡς ἡ γη̃ ὑμω̃ν γη̃ σίτου καὶ οἴνου καὶ ἄρτων καὶ ἀμπελώνων 36:18 μὴ ὑμα̃ς ἀπατάτω Εζεκιας λέγων ὁ θεὸς ὑμω̃ν ῥύσεται ὑμα̃ς μὴ ἐρρύσαντο οἱ θεοὶ τω̃ν ἐθνω̃ν ἕκαστος τὴν ἑαυτου̃ χώραν ἐκ χειρὸς βασιλέως 'Ασσυρίων 36:19 που̃ ἐστιν ὁ θεὸς Αιμαθ καὶ Αρφαθ καὶ που̃ ὁ θεὸς τη̃ς πόλεως Σεπφαριμ μὴ ἐδύναντο ῥύσασθαι Σαμάρειαν ἐκ χειρός μου 36:20 τίς τω̃ν θεω̃ν πάντων τω̃ν ἐθνω̃ν τούτων ἐρρύσατο τὴν γη̃ν αὐτου̃ ἐκ τη̃ς χειρός μου ὅτι ῥύσεται ὁ θεὸς Ιερουσαλημ ἐκ χειρός μου 36:21 καὶ ἐσιώπησαν καὶ οὐδεὶς ἀπεκρίθη αὐτω̨̃ λόγον διὰ τὸ προστάξαι τὸν βασιλέα μηδένα ἀποκριθη̃ναι 36:22 καὶ εἰση̃λθεν Ελιακιμ ὁ του̃ Χελκιου ὁ οἰκονόμος καὶ Σομνας ὁ γραμματεὺς τη̃ς δυνάμεως καὶ Ιωαχ ὁ του̃ Ασαφ ὁ ὑπομνηματογράφος πρὸς Εζεκιαν ἐσχισμένοι τοὺς χιτω̃νας καὶ ἀπήγγειλαν αὐτω̨̃ τοὺς λόγους Ραψακου 37:1 καὶ ἐγένετο ἐν τω̨̃ ἀκου̃σαι τὸν βασιλέα Εζεκιαν ἔσχισεν τὰ ἱμάτια καὶ σάκκον περιεβάλετο καὶ ἀνέβη εἰς τὸν οἰ̃κον κυρίου 37:2 καὶ ἀπέστειλεν Ελιακιμ τὸν οἰκονόμον καὶ Σομναν τὸν γραμματέα καὶ τοὺς πρεσβυτέρους τω̃ν ἱερέων περιβεβλημένους σάκκους πρὸς Ησαιαν υἱὸν Αμως τὸν προφήτην 37:3 καὶ εἰ̃παν αὐτω̨̃ τάδε λέγει Εζεκιας ἡμέρα θλίψεως καὶ ὀνειδισμου̃ καὶ ἐλεγμου̃ καὶ ὀργη̃ς ἡ σήμερον ἡμέρα ὅτι ἥκει ἡ ὠδὶν τη̨̃ τικτούση̨ ἰσχὺν δὲ οὐκ ἔχει του̃ τεκει̃ν 37:4 εἰσακούσαι κύριος ὁ θεός σου τοὺς λόγους Ραψακου οὓς ἀπέστειλεν βασιλεὺς 'Ασσυρίων ὀνειδίζειν θεὸν ζω̃ντα καὶ ὀνειδίζειν λόγους οὓς ἤκουσεν κύριος ὁ θεός σου καὶ δεηθήση̨ πρὸς κύριον τὸν θεόν σου περὶ τω̃ν καταλελειμμένων τούτων 37:5 καὶ ἠ̃λθον οἱ παι̃δες του̃ βασιλέως πρὸς Ησαιαν 37:6 καὶ εἰ̃πεν αὐτοι̃ς Ησαιας οὕτως ἐρει̃τε πρὸς τὸν κύριον ὑμω̃ν τάδε λέγει κύριος μὴ φοβηθη̨̃ς ἀπὸ τω̃ν λόγων ὡ̃ν ἤκουσας οὓς ὠνείδισάν με οἱ πρέσβεις βασιλέως 'Ασσυρίων 37:7 ἰδοὺ ἐγὼ ἐμβαλω̃ εἰς αὐτὸν πνευ̃μα καὶ ἀκούσας ἀγγελίαν ἀποστραφήσεται εἰς τὴν χώραν αὐτου̃ καὶ πεσει̃ται μαχαίρα̨ ἐν τη̨̃ γη̨̃ αὐτου̃ 37:8 καὶ ἀπέστρεψεν Ραψακης καὶ κατέλαβεν πολιορκου̃ντα τὸν βασιλέα Λομναν καὶ ἤκουσεν βασιλεὺς 'Ασσυρίων ὅτι 37:9 ἐξη̃λθεν Θαρακα βασιλεὺς Αἰθιόπων πολιορκη̃σαι αὐτόν καὶ ἀκούσας ἀπέστρεψεν καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Εζεκιαν λέγων 37:10 οὕτως ἐρει̃τε Εζεκια βασιλει̃ τη̃ς Ιουδαίας μή σε ἀπατάτω ὁ θεός σου ἐφ' ὡ̨̃ πεποιθὼς εἰ̃ ἐπ' αὐτω̨̃ λέγων οὐ μὴ παραδοθη̨̃ Ιερουσαλημ εἰς χει̃ρας βασιλέως 'Ασσυρίων 37:11 ἢ οὐκ ἤκουσας ἃ ἐποίησαν βασιλει̃ς 'Ασσυρίων πα̃σαν τὴν γη̃ν ὡς ἀπώλεσαν 37:12 μὴ ἐρρύσαντο αὐτοὺς οἱ θεοὶ τω̃ν ἐθνω̃ν οὓς οἱ πατέρες μου ἀπώλεσαν τήν τε Γωζαν καὶ Χαρραν καὶ Ραφες αἵ εἰσιν ἐν χώρα̨ Θεμαδ 37:13 που̃ εἰσιν οἱ βασιλει̃ς Αιμαθ καὶ Αρφαθ καὶ πόλεως Σεπφαριμ Αναγ Ουγαυα 37:14 καὶ ἔλαβεν Εζεκιας τὸ βιβλίον παρὰ τω̃ν ἀγγέλων καὶ ἤνοιξεν αὐτὸ ἐναντίον κυρίου 37:15 καὶ προσεύξατο Εζεκιας πρὸς κύριον λέγων 37:16 κύριε σαβαωθ ὁ θεὸς Ισραηλ ὁ καθήμενος ἐπὶ τω̃ν χερουβιν σὺ θεὸς μόνος εἰ̃ πάσης βασιλείας τη̃ς οἰκουμένης σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γη̃ν 37:17 εἰσάκουσον κύριε εἴσβλεψον κύριε καὶ ἰδὲ τοὺς λόγους οὓς ἀπέστειλεν Σενναχηριμ ὀνειδίζειν θεὸν ζω̃ντα 37:18 ἐπ' ἀληθείας γὰρ ἠρήμωσαν βασιλει̃ς 'Ασσυρίων τὴν οἰκουμένην ὅλην καὶ τὴν χώραν αὐτω̃ν 37:19 καὶ ἐνέβαλον τὰ εἴδωλα αὐτω̃ν εἰς τὸ πυ̃ρ οὐ γὰρ θεοὶ ἠ̃σαν ἀλλὰ ἔργα χειρω̃ν ἀνθρώπων ξύλα καὶ λίθοι καὶ ἀπώλεσαν αὐτούς 37:20 σὺ δέ κύριε ὁ θεὸς ἡμω̃ν σω̃σον ἡμα̃ς ἐκ χειρὸς αὐτω̃ν ἵνα γνω̨̃ πα̃σα βασιλεία τη̃ς γη̃ς ὅτι σὺ εἰ̃ ὁ θεὸς μόνος 37:21 καὶ ἀπεστάλη Ησαιας υἱὸς Αμως πρὸς Εζεκιαν καὶ εἰ̃πεν αὐτω̨̃ τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἤκουσα ἃ προσηύξω πρός με περὶ Σενναχηριμ βασιλέως 'Ασσυρίων 37:22 οὑ̃τος ὁ λόγος ὃν ἐλάλησεν περὶ αὐτου̃ ὁ θεός ἐφαύλισέν σε καὶ ἐμυκτήρισέν σε παρθένος θυγάτηρ Σιων ἐπὶ σοὶ κεφαλὴν ἐκίνησεν θυγάτηρ Ιερουσαλημ 37:23 τίνα ὠνείδισας καὶ παρώξυνας ἢ πρὸς τίνα ὕψωσας τὴν φωνήν σου καὶ οὐκ ἠ̃ρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου εἰς τὸν ἅγιον του̃ Ισραηλ 37:24 ὅτι δι' ἀγγέλων ὠνείδισας κύριον σὺ γὰρ εἰ̃πας τω̨̃ πλήθει τω̃ν ἁρμάτων ἐγὼ ἀνέβην εἰς ὕψος ὀρέων καὶ εἰς τὰ ἔσχατα του̃ Λιβάνου καὶ ἔκοψα τὸ ὕψος τη̃ς κέδρου αὐτου̃ καὶ τὸ κάλλος τη̃ς κυπαρίσσου καὶ εἰση̃λθον εἰς ὕψος μέρους του̃ δρυμου̃ 37:25 καὶ ἔθηκα γέφυραν καὶ ἠρήμωσα ὕδατα καὶ πα̃σαν συναγωγὴν ὕδατος 37:26 οὐ ταυ̃τα ἤκουσας πάλαι ἃ ἐγὼ ἐποίησα ἐξ ἀρχαίων ἡμερω̃ν συνέταξα νυ̃ν δὲ ἐπέδειξα ἐξερημω̃σαι ἔθνη ἐν ὀχυροι̃ς καὶ ἐνοικου̃ντας ἐν πόλεσιν ὀχυραι̃ς 37:27 ἀνη̃κα τὰς χει̃ρας καὶ ἐξηράνθησαν καὶ ἐγένοντο ὡς χόρτος ξηρὸς ἐπὶ δωμάτων καὶ ὡς ἄγρωστις 37:28 νυ̃ν δὲ τὴν ἀνάπαυσίν σου καὶ τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου ἐγὼ ἐπίσταμαι 37:29 ὁ δὲ θυμός σου ὃν ἐθυμώθης καὶ ἡ πικρία σου ἀνέβη πρός με καὶ ἐμβαλω̃ φιμὸν εἰς τὴν ῥι̃νά σου καὶ χαλινὸν εἰς τὰ χείλη σου καὶ ἀποστρέψω σε τη̨̃ ὁδω̨̃ ἡ̨̃ ἠ̃λθες ἐν αὐτη̨̃ 37:30 του̃το δέ σοι τὸ σημει̃ον φάγε του̃τον τὸν ἐνιαυτὸν ἃ ἔσπαρκας τω̨̃ δὲ ἐνιαυτω̨̃ τω̨̃ δευτέρω̨ τὸ κατάλειμμα τω̨̃ δὲ τρίτω̨ σπείραντες ἀμήσατε καὶ φυτεύσατε ἀμπελω̃νας καὶ φάγεσθε τὸν καρπὸν αὐτω̃ν 37:31 καὶ ἔσονται οἱ καταλελειμμένοι ἐν τη̨̃ Ιουδαία̨ φυήσουσιν ῥίζαν κάτω καὶ ποιήσουσιν σπέρμα ἄνω 37:32 ὅτι ἐξ Ιερουσαλημ ἐξελεύσονται οἱ καταλελειμμένοι καὶ οἱ σω̨ζόμενοι ἐξ ὄρους Σιων ὁ ζη̃λος κυρίου σαβαωθ ποιήσει ταυ̃τα 37:33 διὰ του̃το οὕτως λέγει κύριος ἐπὶ βασιλέα 'Ασσυρίων οὐ μὴ εἰσέλθη̨ εἰς τὴν πόλιν ταύτην οὐδὲ μὴ βάλη̨ ἐπ' αὐτὴν βέλος οὐδὲ μὴ ἐπιβάλη̨ ἐπ' αὐτὴν θυρεὸν οὐδὲ μὴ κυκλώση̨ ἐπ' αὐτὴν χάρακα 37:34 ἀλλὰ τη̨̃ ὁδω̨̃ ἡ̨̃ ἠ̃λθεν ἐν αὐτη̨̃ ἀποστραφήσεται τάδε λέγει κύριος 37:35 ὑπερασπιω̃ ὑπὲρ τη̃ς πόλεως ταύτης του̃ σω̃σαι αὐτὴν δι' ἐμὲ καὶ διὰ Δαυιδ τὸν παι̃δά μου 37:36 καὶ ἐξη̃λθεν ἄγγελος κυρίου καὶ ἀνει̃λεν ἐκ τη̃ς παρεμβολη̃ς τω̃ν 'Ασσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας καὶ ἐξαναστάντες τὸ πρωὶ εὑ̃ρον πάντα τὰ σώματα νεκρά 37:37 καὶ ἀποστραφεὶς ἀπη̃λθεν βασιλεὺς 'Ασσυρίων καὶ ὤ̨κησεν ἐν Νινευη 37:38 καὶ ἐν τω̨̃ αὐτὸν προσκυνει̃ν ἐν τω̨̃ οἴκω̨ Νασαραχ τὸν παταχρον αὐτου̃ Αδραμελεχ καὶ Σαρασαρ οἱ υἱοὶ αὐτου̃ ἐπάταξαν αὐτὸν μαχαίραις αὐτοὶ δὲ διεσώθησαν εἰς 'Αρμενίαν καὶ ἐβασίλευσεν Ασορδαν ὁ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃ 38:1 ἐγένετο δὲ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἐμαλακίσθη Εζεκιας ἕως θανάτου καὶ ἠ̃λθεν πρὸς αὐτὸν Ησαιας υἱὸς Αμως ὁ προφήτης καὶ εἰ̃πεν πρὸς αὐτόν τάδε λέγει κύριος τάξαι περὶ του̃ οἴκου σου ἀποθνή̨σκεις γὰρ σὺ καὶ οὐ ζήση̨ 38:2 καὶ ἀπέστρεψεν Εζεκιας τὸ πρόσωπον αὐτου̃ πρὸς τὸν τοι̃χον καὶ προσηύξατο πρὸς κύριον 38:3 λέγων μνήσθητι κύριε ὡς ἐπορεύθην ἐνώπιόν σου μετὰ ἀληθείας ἐν καρδία̨ ἀληθινη̨̃ καὶ τὰ ἀρεστὰ ἐνώπιόν σου ἐποίησα καὶ ἔκλαυσεν Εζεκιας κλαυθμω̨̃ μεγάλω̨ 38:4 καὶ ἐγένετο λόγος κυρίου πρὸς Ησαιαν λέγων 38:5 πορεύθητι καὶ εἰπὸν Εζεκια τάδε λέγει κύριος ὁ θεὸς Δαυιδ του̃ πατρός σου ἤκουσα τη̃ς φωνη̃ς τη̃ς προσευχη̃ς σου καὶ εἰ̃δον τὰ δάκρυά σου ἰδοὺ προστίθημι πρὸς τὸν χρόνον σου ἔτη δέκα πέντε 38:6 καὶ ἐκ χειρὸς βασιλέως 'Ασσυρίων σώσω σε καὶ ὑπὲρ τη̃ς πόλεως ταύτης ὑπερασπιω̃ 38:7 του̃το δέ σοι τὸ σημει̃ον παρὰ κυρίου ὅτι ὁ θεὸς ποιήσει τὸ ῥη̃μα του̃το 38:8 τὴν σκιὰν τω̃ν ἀναβαθμω̃ν οὓς κατέβη ὁ ἥλιος τοὺς δέκα ἀναβαθμοὺς του̃ οἴκου του̃ πατρός σου ἀποστρέψω τὸν ἥλιον τοὺς δέκα ἀναβαθμούς καὶ ἀνέβη ὁ ἥλιος τοὺς δέκα ἀναβαθμούς οὓς κατέβη ἡ σκιά 38:9 προσευχὴ Εζεκιου βασιλέως τη̃ς Ιουδαίας ἡνίκα ἐμαλακίσθη καὶ ἀνέστη ἐκ τη̃ς μαλακίας αὐτου̃ 38:10 ἐγὼ εἰ̃πα ἐν τω̨̃ ὕψει τω̃ν ἡμερω̃ν μου ἐν πύλαις ἅ̨δου καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα 38:11 εἰ̃πα οὐκέτι μὴ ἴδω τὸ σωτήριον του̃ θεου̃ ἐπὶ τη̃ς γη̃ς οὐκέτι μὴ ἴδω ἄνθρωπον 38:12 ἐκ τη̃ς συγγενείας μου κατέλιπον τὸ λοιπὸν τη̃ς ζωη̃ς μου ἐξη̃λθεν καὶ ἀπη̃λθεν ἀπ' ἐμου̃ ὥσπερ ὁ καταλύων σκηνὴν πήξας τὸ πνευ̃μά μου παρ' ἐμοὶ ἐγένετο ὡς ἱστὸς ἐρίθου ἐγγιζούσης ἐκτεμει̃ν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ παρεδόθην 38:13 ἕως πρωὶ ὡς λέοντι οὕτως τὰ ὀστα̃ μου συνέτριψεν ἀπὸ γὰρ τη̃ς ἡμέρας ἕως τη̃ς νυκτὸς παρεδόθην 38:14 ὡς χελιδών οὕτως φωνήσω καὶ ὡς περιστερά οὕτως μελετήσω ἐξέλιπον γάρ μου οἱ ὀφθαλμοὶ του̃ βλέπειν εἰς τὸ ὕψος του̃ οὐρανου̃ πρὸς τὸν κύριον ὃς ἐξείλατό με 38:15 καὶ ἀφείλατό μου τὴν ὀδύνην τη̃ς ψυχη̃ς 38:16 κύριε περὶ αὐτη̃ς γὰρ ἀνηγγέλη σοι καὶ ἐξήγειράς μου τὴν πνοήν καὶ παρακληθεὶς ἔζησα 38:17 εἵλου γάρ μου τὴν ψυχήν ἵνα μὴ ἀπόληται καὶ ἀπέρριψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας μου 38:18 οὐ γὰρ οἱ ἐν ἅ̨δου αἰνέσουσίν σε οὐδὲ οἱ ἀποθανόντες εὐλογήσουσίν σε οὐδὲ ἐλπιου̃σιν οἱ ἐν ἅ̨δου τὴν ἐλεημοσύνην σου 38:19 οἱ ζω̃ντως εὐλογήσουσίν σε ὃν τρόπον κἀγώ ἀπὸ γὰρ τη̃ς σήμερον παιδία ποιήσω ἃ ἀναγγελου̃σιν τὴν δικαιοσύνην σου 38:20 κύριε τη̃ς σωτηρίας μου καὶ οὐ παύσομαι εὐλογω̃ν σε μετὰ ψαλτηρίου πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς μου κατέναντι του̃ οἴκου του̃ θεου̃ 38:21 καὶ εἰ̃πεν Ησαιας πρὸς Εζεκιαν λαβὲ παλάθην ἐκ σύκων καὶ τρι̃ψον καὶ κατάπλασαι καὶ ὑγιὴς ἔση̨ 38:22 καὶ εἰ̃πεν Εζεκιας του̃το τὸ σημει̃ον ὅτι ἀναβήσομαι εἰς τὸν οἰ̃κον κυρίου του̃ θεου̃ 39:1 ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἀπέστειλεν Μαρωδαχ υἱὸς του̃ Λααδαν ὁ βασιλεὺς τη̃ς Βαβυλωνίας ἐπιστολὰς καὶ πρέσβεις καὶ δω̃ρα Εζεκια ἤκουσεν γὰρ ὅτι ἐμαλακίσθη ἕως θανάτου καὶ ἀνέστη 39:2 καὶ ἐχάρη ἐπ' αὐτοι̃ς Εζεκιας χαρὰν μεγάλην καὶ ἔδειξεν αὐτοι̃ς τὸν οἰ̃κον του̃ νεχωθα καὶ τη̃ς στακτη̃ς καὶ τω̃ν θυμιαμάτων καὶ του̃ μύρου καὶ του̃ ἀργυρίου καὶ του̃ χρυσίου καὶ πάντας τοὺς οἴκους τω̃ν σκευω̃ν τη̃ς γάζης καὶ πάντα ὅσα ἠ̃ν ἐν τοι̃ς θησαυροι̃ς αὐτου̃ καὶ οὐκ ἠ̃ν οὐθέν ὃ οὐκ ἔδειξεν Εζεκιας ἐν τω̨̃ οἴκω̨ αὐτου̃ 39:3 καὶ ἠ̃λθεν Ησαιας ὁ προφήτης πρὸς τὸν βασιλέα Εζεκιαν καὶ εἰ̃πεν πρὸς αὐτόν τί λέγουσιν οἱ ἄνθρωποι οὑ̃τοι καὶ πόθεν ἥκασιν πρὸς σέ καὶ εἰ̃πεν Εζεκιας ἐκ γη̃ς πόρρωθεν ἥκασιν πρός με ἐκ Βαβυλω̃νος 39:4 καὶ εἰ̃πεν Ησαιας τί εἴδοσαν ἐν τω̨̃ οἴκω̨ σου καὶ εἰ̃πεν Εζεκιας πάντα τὰ ἐν τω̨̃ οἴκω̨ μου εἴδοσαν καὶ οὐκ ἔστιν ἐν τω̨̃ οἴκω̨ μου ὃ οὐκ εἴδοσαν ἀλλὰ καὶ τὰ ἐν τοι̃ς θησαυροι̃ς μου 39:5 καὶ εἰ̃πεν αὐτω̨̃ Ησαιας ἄκουσον τὸν λόγον κυρίου σαβαωθ 39:6 ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ λήμψονται πάντα τὰ ἐν τω̨̃ οἴκω̨ σου καὶ ὅσα συνήγαγον οἱ πατέρες σου ἕως τη̃ς ἡμέρας ταύτης εἰς Βαβυλω̃να ἥξει καὶ οὐδὲν οὐ μὴ καταλίπωσιν εἰ̃πεν δὲ ὁ θεὸς 39:7 ὅτι καὶ ἀπὸ τω̃ν τέκνων σου ὡ̃ν ἐγέννησας λήμψονται καὶ ποιήσουσιν σπάδοντας ἐν τω̨̃ οἴκω̨ του̃ βασιλέως τω̃ν Βαβυλωνίων 39:8 καὶ εἰ̃πεν Εζεκιας πρὸς Ησαιαν ἀγαθὸς ὁ λόγος κυρίου ὃν ἐλάλησεν γενέσθω δὴ εἰρήνη καὶ δικαιοσύνη ἐν ται̃ς ἡμέραις μου 40:1 παρακαλει̃τε παρακαλει̃τε τὸν λαόν μου λέγει ὁ θεός 40:2 ἱερει̃ς λαλήσατε εἰς τὴν καρδίαν Ιερουσαλημ παρακαλέσατε αὐτήν ὅτι ἐπλήσθη ἡ ταπείνωσις αὐτη̃ς λέλυται αὐτη̃ς ἡ ἁμαρτία ὅτι ἐδέξατο ἐκ χειρὸς κυρίου διπλα̃ τὰ ἁμαρτήματα αὐτη̃ς 40:3 φωνὴ βοω̃ντος ἐν τη̨̃ ἐρήμω̨ ἑτοιμάσατε τὴν ὁδὸν κυρίου εὐθείας ποιει̃τε τὰς τρίβους του̃ θεου̃ ἡμω̃ν 40:4 πα̃σα φάραγξ πληρωθήσεται καὶ πα̃ν ὄρος καὶ βουνὸς ταπεινωθήσεται καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθει̃αν καὶ ἡ τραχει̃α εἰς πεδία 40:5 καὶ ὀφθήσεται ἡ δόξα κυρίου καὶ ὄψεται πα̃σα σὰρξ τὸ σωτήριον του̃ θεου̃ ὅτι κύριος ἐλάλησεν 40:6 φωνὴ λέγοντος βόησον καὶ εἰ̃πα τί βοήσω πα̃σα σὰρξ χόρτος καὶ πα̃σα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου 40:7 ἐξηράνθη ὁ χόρτος καὶ τὸ ἄνθος ἐξέπεσεν 40:8 τὸ δὲ ῥη̃μα του̃ θεου̃ ἡμω̃ν μένει εἰς τὸν αἰω̃να 40:9 ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιων ὕψωσον τη̨̃ ἰσχύι τὴν φωνήν σου ὁ εὐαγγελιζόμενος Ιερουσαλημ ὑψώσατε μὴ φοβει̃σθε εἰπὸν ται̃ς πόλεσιν Ιουδα ἰδοὺ ὁ θεὸς ὑμω̃ν 40:10 ἰδοὺ κύριος μετὰ ἰσχύος ἔρχεται καὶ ὁ βραχίων μετὰ κυριείας ἰδοὺ ὁ μισθὸς αὐτου̃ μετ' αὐτου̃ καὶ τὸ ἔργον ἐναντίον αὐτου̃ 40:11 ὡς ποιμὴν ποιμανει̃ τὸ ποίμνιον αὐτου̃ καὶ τω̨̃ βραχίονι αὐτου̃ συνάξει ἄρνας καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει 40:12 τίς ἐμέτρησεν τη̨̃ χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμη̨̃ καὶ πα̃σαν τὴν γη̃ν δρακί τίς ἔστησεν τὰ ὄρη σταθμω̨̃ καὶ τὰς νάπας ζυγω̨̃ 40:13 τίς ἔγνω νου̃ν κυρίου καὶ τίς αὐτου̃ σύμβουλος ἐγένετο ὃς συμβιβα̨̃ αὐτόν 40:14 ἢ πρὸς τίνα συνεβουλεύσατο καὶ συνεβίβασεν αὐτόν ἢ τίς ἔδειξεν αὐτω̨̃ κρίσιν ἢ ὁδὸν συνέσεως τίς ἔδειξεν αὐτω̨̃ 40:15 εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου καὶ ὡς ῥοπὴ ζυγου̃ ἐλογίσθησαν καὶ ὡς σίελος λογισθήσονται 40:16 ὁ δὲ Λίβανος οὐχ ἱκανὸς εἰς καυ̃σιν καὶ πάντα τὰ τετράποδα οὐχ ἱκανὰ εἰς ὁλοκάρπωσιν 40:17 καὶ πάντα τὰ ἔθνη ὡς οὐδέν εἰσι καὶ εἰς οὐθὲν ἐλογίσθησαν 40:18 τίνι ὡμοιώσατε κύριον καὶ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν 40:19 μὴ εἰκόνα ἐποίησεν τέκτων ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτόν ὁμοίωμα κατεσκεύασεν αὐτόν 40:20 ξύλον γὰρ ἄσηπτον ἐκλέγεται τέκτων καὶ σοφω̃ς ζητει̃ πω̃ς στήσει αὐτου̃ εἰκόνα καὶ ἵνα μὴ σαλεύηται 40:21 οὐ γνώσεσθε οὐκ ἀκούσεσθε οὐκ ἀνηγγέλη ἐξ ἀρχη̃ς ὑμι̃ν οὐκ ἔγνωτε τὰ θεμέλια τη̃ς γη̃ς 40:22 ὁ κατέχων τὸν γυ̃ρον τη̃ς γη̃ς καὶ οἱ ἐνοικου̃ντες ἐν αὐτη̨̃ ὡς ἀκρίδες ὁ στήσας ὡς καμάραν τὸν οὐρανὸν καὶ διατείνας ὡς σκηνὴν κατοικει̃ν 40:23 ὁ διδοὺς ἄρχοντας εἰς οὐδὲν ἄρχειν τὴν δὲ γη̃ν ὡς οὐδὲν ἐποίησεν 40:24 οὐ γὰρ μὴ σπείρωσιν οὐδὲ μὴ φυτεύσωσιν οὐδὲ μὴ ῥιζωθη̨̃ εἰς τὴν γη̃ν ἡ ῥίζα αὐτω̃ν ἔπνευσεν ἐπ' αὐτοὺς καὶ ἐξηράνθησαν καὶ καταιγὶς ὡς φρύγανα ἀναλήμψεται αὐτούς 40:25 νυ̃ν οὐ̃ν τίνι με ὡμοιώσατε καὶ ὑψωθήσομαι εἰ̃πεν ὁ ἅγιος 40:26 ἀναβλέψατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμω̃ν καὶ ἴδετε τίς κατέδειξεν πάντα ταυ̃τα ὁ ἐκφέρων κατὰ ἀριθμὸν τὸν κόσμον αὐτου̃ πάντας ἐπ' ὀνόματι καλέσει ἀπὸ πολλη̃ς δόξης καὶ ἐν κράτει ἰσχύος οὐδέν σε ἔλαθεν 40:27 μὴ γὰρ εἴπη̨ς Ιακωβ καὶ τί ἐλάλησας Ισραηλ ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ του̃ θεου̃ καὶ ὁ θεός μου τὴν κρίσιν ἀφει̃λεν καὶ ἀπέστη 40:28 καὶ νυ̃ν οὐκ ἔγνως εἰ μὴ ἤκουσας θεὸς αἰώνιος ὁ θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τη̃ς γη̃ς οὐ πεινάσει οὐδὲ κοπιάσει οὐδὲ ἔστιν ἐξεύρεσις τη̃ς φρονήσεως αὐτου̃ 40:29 διδοὺς τοι̃ς πεινω̃σιν ἰσχὺν καὶ τοι̃ς μὴ ὀδυνωμένοις λύπην 40:30 πεινάσουσιν γὰρ νεώτεροι καὶ κοπιάσουσιν νεανίσκοι καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται 40:31 οἱ δὲ ὑπομένοντες τὸν θεὸν ἀλλάξουσιν ἰσχύν πτεροφυήσουσιν ὡς ἀετοί δραμου̃νται καὶ οὐ κοπιάσουσιν βαδιου̃νται καὶ οὐ πεινάσουσιν 41:1 ἐγκαινίζεσθε πρός με νη̃σοι οἱ γὰρ ἄρχοντες ἀλλάξουσιν ἰσχύν ἐγγισάτωσαν καὶ λαλησάτωσαν ἅμα τότε κρίσιν ἀναγγειλάτωσαν 41:2 τίς ἐξήγειρεν ἀπὸ ἀνατολω̃ν δικαιοσύνην ἐκάλεσεν αὐτὴν κατὰ πόδας αὐτου̃ καὶ πορεύσεται δώσει ἐναντίον ἐθνω̃ν καὶ βασιλει̃ς ἐκστήσει καὶ δώσει εἰς γη̃ν τὰς μαχαίρας αὐτω̃ν καὶ ὡς φρύγανα ἐξωσμένα τὰ τόξα αὐτω̃ν 41:3 καὶ διώξεται αὐτοὺς καὶ διελεύσεται ἐν εἰρήνη̨ ἡ ὁδὸς τω̃ν ποδω̃ν αὐτου̃ 41:4 τίς ἐνήργησεν καὶ ἐποίησεν ταυ̃τα ἐκάλεσεν αὐτὴν ὁ καλω̃ν αὐτὴν ἀπὸ γενεω̃ν ἀρχη̃ς ἐγὼ θεὸς πρω̃τος καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι 41:5 εἴδοσαν ἔθνη καὶ ἐφοβήθησαν τὰ ἄκρα τη̃ς γη̃ς ἤγγισαν καὶ ἤλθοσαν ἅμα 41:6 κρίνων ἕκαστος τω̨̃ πλησίον καὶ τω̨̃ ἀδελφω̨̃ βοηθη̃σαι καὶ ἐρει̃ 41:7 ἴσχυσεν ἀνὴρ τέκτων καὶ χαλκεὺς τύπτων σφύρη̨ ἅμα ἐλαύνων ποτὲ μὲν ἐρει̃ σύμβλημα καλόν ἐστιν ἰσχύρωσαν αὐτὰ ἐν ἥλοις θήσουσιν αὐτὰ καὶ οὐ κινηθήσονται 41:8 σὺ δέ Ισραηλ παι̃ς μου Ιακωβ ὃν ἐξελεξάμην σπέρμα Αβρααμ ὃν ἠγάπησα 41:9 οὑ̃ ἀντελαβόμην ἀπ' ἄκρων τη̃ς γη̃ς καὶ ἐκ τω̃ν σκοπιω̃ν αὐτη̃ς ἐκάλεσά σε καὶ εἰ̃πά σοι παι̃ς μου εἰ̃ ἐξελεξάμην σε καὶ οὐκ ἐγκατέλιπόν σε 41:10 μὴ φοβου̃ μετὰ σου̃ γάρ εἰμι μὴ πλανω̃ ἐγὼ γάρ εἰμι ὁ θεός σου ὁ ἐνισχύσας σε καὶ ἐβοήθησά σοι καὶ ἠσφαλισάμην σε τη̨̃ δεξια̨̃ τη̨̃ δικαία̨ μου 41:11 ἰδοὺ αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι ἔσονται γὰρ ὡς οὐκ ὄντες καὶ ἀπολου̃νται πάντες οἱ ἀντίδικοί σου 41:12 ζητήσεις αὐτοὺς καὶ οὐ μὴ εὕρη̨ς τοὺς ἀνθρώπους οἳ παροινήσουσιν εἰς σέ ἔσονται γὰρ ὡς οὐκ ὄντες καὶ οὐκ ἔσονται οἱ ἀντιπολεμου̃ντές σε 41:13 ὅτι ἐγὼ ὁ θεός σου ὁ κρατω̃ν τη̃ς δεξια̃ς σου ὁ λέγων σοι μὴ φοβου̃ 41:14 Ιακωβ ὀλιγοστὸς Ισραηλ ἐγὼ ἐβοήθησά σοι λέγει ὁ θεὸς ὁ λυτρούμενός σε Ισραηλ 41:15 ἰδοὺ ἐποίησά σε ὡς τροχοὺς ἁμάξης ἀλοω̃ντας καινοὺς πριστηροειδει̃ς καὶ ἀλοήσεις ὄρη καὶ λεπτυνει̃ς βουνοὺς καὶ ὡς χνου̃ν θήσεις 41:16 καὶ λικμήσεις καὶ ἄνεμος λήμψεται αὐτούς καὶ καταιγὶς διασπερει̃ αὐτούς σὺ δὲ εὐφρανθήση̨ ἐν τοι̃ς ἁγίοις Ισραηλ καὶ ἀγαλλιάσονται 41:17 οἱ πτωχοὶ καὶ οἱ ἐνδεει̃ς ζητήσουσιν γὰρ ὕδωρ καὶ οὐκ ἔσται ἡ γλω̃σσα αὐτω̃ν ἀπὸ τη̃ς δίψης ἐξηράνθη ἐγὼ κύριος ὁ θεός ἐγὼ ἐπακούσομαι ὁ θεὸς Ισραηλ καὶ οὐκ ἐγκαταλείψω αὐτούς 41:18 ἀλλὰ ἀνοίξω ἐπὶ τω̃ν ὀρέων ποταμοὺς καὶ ἐν μέσω̨ πεδίων πηγάς ποιήσω τὴν ἔρημον εἰς ἕλη καὶ τὴν διψω̃σαν γη̃ν ἐν ὑδραγωγοι̃ς 41:19 θήσω εἰς τὴν ἄνυδρον γη̃ν κέδρον καὶ πύξον καὶ μυρσίνην καὶ κυπάρισσον καὶ λεύκην 41:20 ἵνα ἴδωσιν καὶ γνω̃σιν καὶ ἐννοηθω̃σιν καὶ ἐπιστω̃νται ἅμα ὅτι χεὶρ κυρίου ἐποίησεν ταυ̃τα πάντα καὶ ὁ ἅγιος του̃ Ισραηλ κατέδειξεν 41:21 ἐγγίζει ἡ κρίσις ὑμω̃ν λέγει κύριος ὁ θεός ἤγγισαν αἱ βουλαὶ ὑμω̃ν λέγει ὁ βασιλεὺς Ιακωβ 41:22 ἐγγισάτωσαν καὶ ἀναγγειλάτωσαν ὑμι̃ν ἃ συμβήσεται ἢ τὰ πρότερα τίνα ἠ̃ν εἴπατε καὶ ἐπιστήσομεν τὸν νου̃ν καὶ γνωσόμεθα τί τὰ ἔσχατα καὶ τὰ ἐπερχόμενα εἴπατε ἡμι̃ν 41:23 ἀναγγείλατε ἡμι̃ν τὰ ἐπερχόμενα ἐπ' ἐσχάτου καὶ γνωσόμεθα ὅτι θεοί ἐστε εὐ̃ ποιήσατε καὶ κακώσατε καὶ θαυμασόμεθα καὶ ὀψόμεθα ἅμα 41:24 ὅτι πόθεν ἐστὲ ὑμει̃ς καὶ πόθεν ἡ ἐργασία ὑμω̃ν ἐκ γη̃ς βδέλυγμα ἐξελέξαντο ὑμα̃ς 41:25 ἐγὼ δὲ ἤγειρα τὸν ἀπὸ βορρα̃ καὶ τὸν ἀφ' ἡλίου ἀνατολω̃ν κληθήσονται τω̨̃ ὀνόματί μου ἐρχέσθωσαν ἄρχοντες καὶ ὡς πηλὸς κεραμέως καὶ ὡς κεραμεὺς καταπατω̃ν τὸν πηλόν οὕτως καταπατηθήσεσθε 41:26 τίς γὰρ ἀναγγελει̃ τὰ ἐξ ἀρχη̃ς ἵνα γνω̃μεν καὶ τὰ ἔμπροσθεν καὶ ἐρου̃μεν ὅτι ἀληθη̃ ἐστιν οὐκ ἔστιν ὁ προλέγων οὐδὲ ὁ ἀκούων ὑμω̃ν τοὺς λόγους 41:27 ἀρχὴν Σιων δώσω καὶ Ιερουσαλημ παρακαλέσω εἰς ὁδόν 41:28 ἀπὸ γὰρ τω̃ν ἐθνω̃ν ἰδοὺ οὐδείς καὶ ἀπὸ τω̃ν εἰδώλων αὐτω̃ν οὐκ ἠ̃ν ὁ ἀναγγέλλων καὶ ἐὰν ἐρωτήσω αὐτούς πόθεν ἐστέ οὐ μὴ ἀποκριθω̃σίν μοι 41:29 εἰσὶν γὰρ οἱ ποιου̃ντες ὑμα̃ς καὶ μάτην οἱ πλανω̃ντες ὑμα̃ς 42:1 Ιακωβ ὁ παι̃ς μου ἀντιλήμψομαι αὐτου̃ Ισραηλ ὁ ἐκλεκτός μου προσεδέξατο αὐτὸν ἡ ψυχή μου ἔδωκα τὸ πνευ̃μά μου ἐπ' αὐτόν κρίσιν τοι̃ς ἔθνεσιν ἐξοίσει 42:2 οὐ κεκράξεται οὐδὲ ἀνήσει οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτου̃ 42:3 κάλαμον τεθλασμένον οὐ συντρίψει καὶ λίνον καπνιζόμενον οὐ σβέσει ἀλλὰ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν 42:4 ἀναλάμψει καὶ οὐ θραυσθήσεται ἕως ἂν θη̨̃ ἐπὶ τη̃ς γη̃ς κρίσιν καὶ ἐπὶ τω̨̃ ὀνόματι αὐτου̃ ἔθνη ἐλπιου̃σιν 42:5 οὕτως λέγει κύριος ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν ὁ στερεώσας τὴν γη̃ν καὶ τὰ ἐν αὐτη̨̃ καὶ διδοὺς πνοὴν τω̨̃ λαω̨̃ τω̨̃ ἐπ' αὐτη̃ς καὶ πνευ̃μα τοι̃ς πατου̃σιν αὐτήν 42:6 ἐγὼ κύριος ὁ θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνη̨ καὶ κρατήσω τη̃ς χειρός σου καὶ ἐνισχύσω σε καὶ ἔδωκά σε εἰς διαθήκην γένους εἰς φω̃ς ἐθνω̃ν 42:7 ἀνοι̃ξαι ὀφθαλμοὺς τυφλω̃ν ἐξαγαγει̃ν ἐκ δεσμω̃ν δεδεμένους καὶ ἐξ οἴκου φυλακη̃ς καθημένους ἐν σκότει 42:8 ἐγὼ κύριος ὁ θεός του̃τό μού ἐστιν τὸ ὄνομα τὴν δόξαν μου ἑτέρω̨ οὐ δώσω οὐδὲ τὰς ἀρετάς μου τοι̃ς γλυπτοι̃ς 42:9 τὰ ἀπ' ἀρχη̃ς ἰδοὺ ἥκασιν καὶ καινὰ ἃ ἐγὼ ἀναγγελω̃ καὶ πρὸ του̃ ἀνατει̃λαι ἐδηλώθη ὑμι̃ν 42:10 ὑμνήσατε τω̨̃ κυρίω̨ ὕμνον καινόν ἡ ἀρχὴ αὐτου̃ δοξάζετε τὸ ὄνομα αὐτου̃ ἀπ' ἄκρου τη̃ς γη̃ς οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν καὶ πλέοντες αὐτήν αἱ νη̃σοι καὶ οἱ κατοικου̃ντες αὐτάς 42:11 εὐφράνθητι ἔρημος καὶ αἱ κω̃μαι αὐτη̃ς ἐπαύλεις καὶ οἱ κατοικου̃ντες Κηδαρ εὐφρανθήσονται οἱ κατοικου̃ντες Πέτραν ἀπ' ἄκρων τω̃ν ὀρέων βοήσουσιν 42:12 δώσουσιν τω̨̃ θεω̨̃ δόξαν τὰς ἀρετὰς αὐτου̃ ἐν ται̃ς νήσοις ἀναγγελου̃σιν 42:13 κύριος ὁ θεὸς τω̃ν δυνάμεων ἐξελεύσεται καὶ συντρίψει πόλεμον ἐπεγερει̃ ζη̃λον καὶ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς αὐτου̃ μετὰ ἰσχύος 42:14 ἐσιώπησα μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομαι ἐκαρτέρησα ὡς ἡ τίκτουσα ἐκστήσω καὶ ξηρανω̃ ἅμα 42:15 καὶ θήσω ποταμοὺς εἰς νήσους καὶ ἕλη ξηρανω̃ 42:16 καὶ ἄξω τυφλοὺς ἐν ὁδω̨̃ ἡ̨̃ οὐκ ἔγνωσαν καὶ τρίβους οὓς οὐκ ἤ̨δεισαν πατη̃σαι ποιήσω αὐτούς ποιήσω αὐτοι̃ς τὸ σκότος εἰς φω̃ς καὶ τὰ σκολιὰ εἰς εὐθει̃αν ταυ̃τα τὰ ῥήματα ποιήσω καὶ οὐκ ἐγκαταλείψω αὐτούς 42:17 αὐτοὶ δὲ ἀπεστράφησαν εἰς τὰ ὀπίσω αἰσχύνθητε αἰσχύνην οἱ πεποιθότες ἐπὶ τοι̃ς γλυπτοι̃ς οἱ λέγοντες τοι̃ς χωνευτοι̃ς ὑμει̃ς ἐστε θεοὶ ἡμω̃ν 42:18 οἱ κωφοί ἀκούσατε καὶ οἱ τυφλοί ἀναβλέψατε ἰδει̃ν 42:19 καὶ τίς τυφλὸς ἀλλ' ἢ οἱ παι̃δές μου καὶ κωφοὶ ἀλλ' ἢ οἱ κυριεύοντες αὐτω̃ν καὶ ἐτυφλώθησαν οἱ δου̃λοι του̃ θεου̃ 42:20 εἴδετε πλεονάκις καὶ οὐκ ἐφυλάξασθε ἠνοιγμένα τὰ ὠ̃τα καὶ οὐκ ἠκούσατε 42:21 κύριος ὁ θεὸς ἐβούλετο ἵνα δικαιωθη̨̃ καὶ μεγαλύνη̨ αἴνεσιν καὶ εἰ̃δον 42:22 καὶ ἐγένετο ὁ λαὸς πεπρονομευμένος καὶ διηρπασμένος ἡ γὰρ παγὶς ἐν τοι̃ς ταμιείοις πανταχου̃ καὶ ἐν οἴκοις ἅμα ὅπου ἔκρυψαν αὐτούς ἐγένοντο εἰς προνομήν καὶ οὐκ ἠ̃ν ὁ ἐξαιρούμενος ἅρπαγμα καὶ οὐκ ἠ̃ν ὁ λέγων ἀπόδος 42:23 τίς ἐν ὑμι̃ν ὃς ἐνωτιει̃ται ταυ̃τα εἰσακούσεται εἰς τὰ ἐπερχόμενα 42:24 τίς ἔδωκεν εἰς διαρπαγὴν Ιακωβ καὶ Ισραηλ τοι̃ς προνομεύουσιν αὐτόν οὐχὶ ὁ θεός ὡ̨̃ ἡμάρτοσαν αὐτω̨̃ καὶ οὐκ ἐβούλοντο ἐν ται̃ς ὁδοι̃ς αὐτου̃ πορεύεσθαι οὐδὲ ἀκούειν του̃ νόμου αὐτου̃ 42:25 καὶ ἐπήγαγεν ἐπ' αὐτοὺς ὀργὴν θυμου̃ αὐτου̃ καὶ κατίσχυσεν αὐτοὺς πόλεμος καὶ οἱ συμφλέγοντες αὐτοὺς κύκλω̨ καὶ οὐκ ἔγνωσαν ἕκαστος αὐτω̃ν οὐδὲ ἔθεντο ἐπὶ ψυχήν 43:1 καὶ νυ̃ν οὕτως λέγει κύριος ὁ θεὸς ὁ ποιήσας σε Ιακωβ ὁ πλάσας σε Ισραηλ μὴ φοβου̃ ὅτι ἐλυτρωσάμην σε ἐκάλεσά σε τὸ ὄνομά σου ἐμὸς εἰ̃ σύ 43:2 καὶ ἐὰν διαβαίνη̨ς δι' ὕδατος μετὰ σου̃ εἰμι καὶ ποταμοὶ οὐ συγκλύσουσίν σε καὶ ἐὰν διέλθη̨ς διὰ πυρός οὐ μὴ κατακαυθη̨̃ς φλὸξ οὐ κατακαύσει σε 43:3 ὅτι ἐγὼ κύριος ὁ θεός σου ὁ ἅγιος Ισραηλ ὁ σώ̨ζων σε ἐποίησά σου ἄλλαγμα Αἴγυπτον καὶ Αἰθιοπίαν καὶ Σοήνην ὑπὲρ σου̃ 43:4 ἀφ' οὑ̃ ἔντιμος ἐγένου ἐναντίον μου ἐδοξάσθης κἀγώ σε ἠγάπησα καὶ δώσω ἀνθρώπους πολλοὺς ὑπὲρ σου̃ καὶ ἄρχοντας ὑπὲρ τη̃ς κεφαλη̃ς σου 43:5 μὴ φοβου̃ ὅτι μετὰ σου̃ εἰμι ἀπὸ ἀνατολω̃ν ἄξω τὸ σπέρμα σου καὶ ἀπὸ δυσμω̃ν συνάξω σε 43:6 ἐρω̃ τω̨̃ βορρα̨̃ ἄγε καὶ τω̨̃ λιβί μὴ κώλυε ἄγε τοὺς υἱούς μου ἀπὸ γη̃ς πόρρωθεν καὶ τὰς θυγατέρας μου ἀπ' ἄκρων τη̃ς γη̃ς 43:7 πάντας ὅσοι ἐπικέκληνται τω̨̃ ὀνόματί μου ἐν γὰρ τη̨̃ δόξη̨ μου κατεσκεύασα αὐτὸν καὶ ἔπλασα καὶ ἐποίησα αὐτόν 43:8 καὶ ἐξήγαγον λαὸν τυφλόν καὶ ὀφθαλμοί εἰσιν ὡσαύτως τυφλοί καὶ κωφοὶ τὰ ὠ̃τα ἔχοντες 43:9 πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτω̃ν τίς ἀναγγελει̃ ταυ̃τα ἢ τὰ ἐξ ἀρχη̃ς τίς ἀναγγελει̃ ὑμι̃ν ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτω̃ν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθη̃ 43:10 γένεσθέ μοι μάρτυρες κἀγὼ μάρτυς λέγει κύριος ὁ θεός καὶ ὁ παι̃ς ὃν ἐξελεξάμην ἵνα γνω̃τε καὶ πιστεύσητε καὶ συνη̃τε ὅτι ἐγώ εἰμι ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος θεὸς καὶ μετ' ἐμὲ οὐκ ἔσται 43:11 ἐγὼ ὁ θεός καὶ οὐκ ἔστιν πάρεξ ἐμου̃ σώ̨ζων 43:12 ἀνήγγειλα καὶ ἔσωσα ὠνείδισα καὶ οὐκ ἠ̃ν ἐν ὑμι̃ν ἀλλότριος ὑμει̃ς ἐμοὶ μάρτυρες κἀγὼ μάρτυς λέγει κύριος ὁ θεός 43:13 ἔτι ἀπ' ἀρχη̃ς καὶ οὐκ ἔστιν ὁ ἐκ τω̃ν χειρω̃ν μου ἐξαιρούμενος ποιήσω καὶ τίς ἀποστρέψει αὐτό 43:14 οὕτως λέγει κύριος ὁ θεὸς ὁ λυτρούμενος ὑμα̃ς ὁ ἅγιος Ισραηλ ἕνεκεν ὑμω̃ν ἀποστελω̃ εἰς Βαβυλω̃να καὶ ἐπεγερω̃ πάντας φεύγοντας καὶ Χαλδαι̃οι ἐν πλοίοις δεθήσονται 43:15 ἐγὼ κύριος ὁ θεὸς ὁ ἅγιος ὑμω̃ν ὁ καταδείξας Ισραηλ βασιλέα ὑμω̃ν 43:16 οὕτως λέγει κύριος ὁ διδοὺς ὁδὸν ἐν θαλάσση̨ καὶ ἐν ὕδατι ἰσχυρω̨̃ τρίβον 43:17 ὁ ἐξαγαγὼν ἅρματα καὶ ἵππον καὶ ὄχλον ἰσχυρόν ἀλλὰ ἐκοιμήθησαν καὶ οὐκ ἀναστήσονται ἐσβέσθησαν ὡς λίνον ἐσβεσμένον 43:18 μὴ μνημονεύετε τὰ πρω̃τα καὶ τὰ ἀρχαι̃α μὴ συλλογίζεσθε 43:19 ἰδοὺ ποιω̃ καινὰ ἃ νυ̃ν ἀνατελει̃ καὶ γνώσεσθε αὐτά καὶ ποιήσω ἐν τη̨̃ ἐρήμω̨ ὁδὸν καὶ ἐν τη̨̃ ἀνύδρω̨ ποταμούς 43:20 εὐλογήσει με τὰ θηρία του̃ ἀγρου̃ σειρη̃νες καὶ θυγατέρες στρουθω̃ν ὅτι ἔδωκα ἐν τη̨̃ ἐρήμω̨ ὕδωρ καὶ ποταμοὺς ἐν τη̨̃ ἀνύδρω̨ ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτόν 43:21 λαόν μου ὃν περιεποιησάμην τὰς ἀρετάς μου διηγει̃σθαι 43:22 οὐ νυ̃ν ἐκάλεσά σε Ιακωβ οὐδὲ κοπια̃σαί σε ἐποίησα Ισραηλ 43:23 οὐκ ἐμοὶ πρόβατα τη̃ς ὁλοκαρπώσεώς σου οὐδὲ ἐν ται̃ς θυσίαις σου ἐδόξασάς με οὐδὲ ἔγκοπον ἐποίησά σε ἐν λιβάνω̨ 43:24 οὐδὲ ἐκτήσω μοι ἀργυρίου θυμίαμα οὐδὲ τὸ στέαρ τω̃ν θυσιω̃ν σου ἐπεθύμησα ἀλλὰ ἐν ται̃ς ἁμαρτίαις σου καὶ ἐν ται̃ς ἀδικίαις σου προέστην σου 43:25 ἐγώ εἰμι ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου καὶ οὐ μὴ μνησθήσομαι 43:26 σὺ δὲ μνήσθητι καὶ κριθω̃μεν λέγε σὺ τὰς ἀνομίας σου πρω̃τος ἵνα δικαιωθη̨̃ς 43:27 οἱ πατέρες ὑμω̃ν πρω̃τοι καὶ οἱ ἄρχοντες αὐτω̃ν ἠνόμησαν εἰς ἐμέ 43:28 καὶ ἐμίαναν οἱ ἄρχοντες τὰ ἅγιά μου καὶ ἔδωκα ἀπολέσαι Ιακωβ καὶ Ισραηλ εἰς ὀνειδισμόν 44:1 νυ̃ν δὲ ἄκουσον παι̃ς μου Ιακωβ καὶ Ισραηλ ὃν ἐξελεξάμην 44:2 οὕτως λέγει κύριος ὁ θεὸς ὁ ποιήσας σε καὶ ὁ πλάσας σε ἐκ κοιλίας ἔτι βοηθηθήση̨ μὴ φοβου̃ παι̃ς μου Ιακωβ καὶ ὁ ἠγαπημένος Ισραηλ ὃν ἐξελεξάμην 44:3 ὅτι ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοι̃ς πορευομένοις ἐν ἀνύδρω̨ ἐπιθήσω τὸ πνευ̃μά μου ἐπὶ τὸ σπέρμα σου καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου 44:4 καὶ ἀνατελου̃σιν ὡσεὶ χόρτος ἀνὰ μέσον ὕδατος καὶ ὡς ἰτέα ἐπὶ παραρρέον ὕδωρ 44:5 οὑ̃τος ἐρει̃ του̃ θεου̃ εἰμι καὶ οὑ̃τος βοήσεται ἐπὶ τω̨̃ ὀνόματι Ιακωβ καὶ ἕτερος ἐπιγράψει του̃ θεου̃ εἰμι ἐπὶ τω̨̃ ὀνόματι Ισραηλ 44:6 οὕτως λέγει ὁ θεὸς ὁ βασιλεὺς του̃ Ισραηλ ὁ ῥυσάμενος αὐτὸν θεὸς σαβαωθ ἐγὼ πρω̃τος καὶ ἐγὼ μετὰ ταυ̃τα πλὴν ἐμου̃ οὐκ ἔστιν θεός 44:7 τίς ὥσπερ ἐγώ στήτω καλεσάτω καὶ ἑτοιμασάτω μοι ἀφ' οὑ̃ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰω̃να καὶ τὰ ἐπερχόμενα πρὸ του̃ ἐλθει̃ν ἀναγγειλάτωσαν ὑμι̃ν 44:8 μὴ παρακαλύπτεσθε οὐκ ἀπ' ἀρχη̃ς ἠνωτίσασθε καὶ ἀπήγγειλα ὑμι̃ν μάρτυρες ὑμει̃ς ἐστε εἰ ἔστιν θεὸς πλὴν ἐμου̃ καὶ οὐκ ἠ̃σαν τότε 44:9 οἱ πλάσσοντες καὶ γλύφοντες πάντες μάταιοι οἱ ποιου̃ντες τὰ καταθύμια αὐτω̃ν ἃ οὐκ ὠφελήσει αὐτούς ἀλλὰ αἰσχυνθήσονται 44:10 πάντες οἱ πλάσσοντες θεὸν καὶ γλύφοντες ἀνωφελη̃ 44:11 καὶ πάντες ὅθεν ἐγένοντο ἐξηράνθησαν καὶ κωφοὶ ἀπὸ ἀνθρώπων συναχθήτωσαν πάντες καὶ στήτωσαν ἅμα ἐντραπήτωσαν καὶ αἰσχυνθήτωσαν ἅμα 44:12 ὅτι ὤξυνεν τέκτων σίδηρον σκεπάρνω̨ εἰργάσατο αὐτὸ καὶ ἐν τερέτρω̨ ἔτρησεν αὐτό εἰργάσατο αὐτὸ ἐν τω̨̃ βραχίονι τη̃ς ἰσχύος αὐτου̃ καὶ πεινάσει καὶ ἀσθενήσει καὶ οὐ μὴ πίη̨ ὕδωρ ἐκλεξάμενος 44:13 τέκτων ξύλον ἔστησεν αὐτὸ ἐν μέτρω̨ καὶ ἐν κόλλη̨ ἐρρύθμισεν αὐτό ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς καὶ ὡς ὡραιότητα ἀνθρώπου στη̃σαι αὐτὸ ἐν οἴκω̨ 44:14 ὃ ἔκοψεν ξύλον ἐκ του̃ δρυμου̃ ὃ ἐφύτευσεν κύριος καὶ ὑετὸς ἐμήκυνεν 44:15 ἵνα ἠ̨̃ ἀνθρώποις εἰς καυ̃σιν καὶ λαβὼν ἀπ' αὐτου̃ ἐθερμάνθη καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ' αὐτω̃ν τὸ δὲ λοιπὸν εἰργάσαντο εἰς θεούς καὶ προσκυνου̃σιν αὐτούς 44:16 οὑ̃ τὸ ἥμισυ αὐτου̃ κατέκαυσαν ἐν πυρὶ καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ' αὐτω̃ν καὶ ἐπ' αὐτου̃ κρέας ὀπτήσας ἔφαγεν καὶ ἐνεπλήσθη καὶ θερμανθεὶς εἰ̃πεν ἡδύ μοι ὅτι ἐθερμάνθην καὶ εἰ̃δον πυ̃ρ 44:17 τὸ δὲ λοιπὸν ἐποίησεν εἰς θεὸν γλυπτὸν καὶ προσκυνει̃ αὐτω̨̃ καὶ προσεύχεται λέγων ἐξελου̃ με ὅτι θεός μου εἰ̃ σύ 44:18 οὐκ ἔγνωσαν φρονη̃σαι ὅτι ἀπημαυρώθησαν του̃ βλέπειν τοι̃ς ὀφθαλμοι̃ς αὐτω̃ν καὶ του̃ νοη̃σαι τη̨̃ καρδία̨ αὐτω̃ν 44:19 καὶ οὐκ ἐλογίσατο τη̨̃ καρδία̨ αὐτου̃ οὐδὲ ἀνελογίσατο ἐν τη̨̃ ψυχη̨̃ αὐτου̃ οὐδὲ ἔγνω τη̨̃ φρονήσει ὅτι τὸ ἥμισυ αὐτου̃ κατέκαυσεν ἐν πυρὶ καὶ ἔπεψεν ἐπὶ τω̃ν ἀνθράκων αὐτου̃ ἄρτους καὶ ὀπτήσας κρέας ἔφαγεν καὶ τὸ λοιπὸν αὐτου̃ εἰς βδέλυγμα ἐποίησεν καὶ προσκυνου̃σιν αὐτω̨̃ 44:20 γνω̃τε ὅτι σποδὸς ἡ καρδία αὐτω̃ν καὶ πλανω̃νται καὶ οὐδεὶς δύναται ἐξελέσθαι τὴν ψυχὴν αὐτου̃ ἴδετε οὐκ ἐρει̃τε ὅτι ψευ̃δος ἐν τη̨̃ δεξια̨̃ μου 44:21 μνήσθητι ταυ̃τα Ιακωβ καὶ Ισραηλ ὅτι παι̃ς μου εἰ̃ σύ ἔπλασά σε παι̃δά μου καὶ σύ Ισραηλ μὴ ἐπιλανθάνου μου 44:22 ἰδοὺ γὰρ ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομίας σου καὶ ὡς γνόφον τὰς ἁμαρτίας σου ἐπιστράφητι πρός με καὶ λυτρώσομαί σε 44:23 εὐφράνθητε οὐρανοί ὅτι ἠλέησεν ὁ θεὸς τὸν Ισραηλ σαλπίσατε θεμέλια τη̃ς γη̃ς βοήσατε ὄρη εὐφροσύνην οἱ βουνοὶ καὶ πάντα τὰ ξύλα τὰ ἐν αὐτοι̃ς ὅτι ἐλυτρώσατο ὁ θεὸς τὸν Ιακωβ καὶ Ισραηλ δοξασθήσεται 44:24 οὕτως λέγει κύριος ὁ λυτρούμενός σε καὶ ὁ πλάσσων σε ἐκ κοιλίας ἐγὼ κύριος ὁ συντελω̃ν πάντα ἐξέτεινα τὸν οὐρανὸν μόνος καὶ ἐστερέωσα τὴν γη̃ν τίς ἕτερος 44:25 διασκεδάσει σημει̃α ἐγγαστριμύθων καὶ μαντείας ἀπὸ καρδίας ἀποστρέφων φρονίμους εἰς τὰ ὀπίσω καὶ τὴν βουλὴν αὐτω̃ν μωρεύων 44:26 καὶ ἱστω̃ν ῥήματα παιδὸς αὐτου̃ καὶ τὴν βουλὴν τω̃ν ἀγγέλων αὐτου̃ ἀληθεύων ὁ λέγων Ιερουσαλημ κατοικηθήση̨ καὶ ται̃ς πόλεσιν τη̃ς Ιουδαίας οἰκοδομηθήσεσθε καὶ τὰ ἔρημα αὐτη̃ς ἀνατελει̃ 44:27 ὁ λέγων τη̨̃ ἀβύσσω̨ ἐρημωθήση̨ καὶ τοὺς ποταμούς σου ξηρανω̃ 44:28 ὁ λέγων Κύρω̨ φρονει̃ν καὶ πάντα τὰ θελήματά μου ποιήσει ὁ λέγων Ιερουσαλημ οἰκοδομηθήση̨ καὶ τὸν οἰ̃κον τὸν ἅγιόν μου θεμελιώσω 45:1 οὕτως λέγει κύριος ὁ θεὸς τω̨̃ χριστω̨̃ μου Κύρω̨ οὑ̃ ἐκράτησα τη̃ς δεξια̃ς ἐπακου̃σαι ἔμπροσθεν αὐτου̃ ἔθνη καὶ ἰσχὺν βασιλέων διαρρήξω ἀνοίξω ἔμπροσθεν αὐτου̃ θύρας καὶ πόλεις οὐ συγκλεισθήσονται 45:2 ἐγὼ ἔμπροσθέν σου πορεύσομαι καὶ ὄρη ὁμαλιω̃ θύρας χαλκα̃ς συντρίψω καὶ μοχλοὺς σιδηρου̃ς συγκλάσω 45:3 καὶ δώσω σοι θησαυροὺς σκοτεινούς ἀποκρύφους ἀοράτους ἀνοίξω σοι ἵνα γνω̨̃ς ὅτι ἐγὼ κύριος ὁ θεὸς ὁ καλω̃ν τὸ ὄνομά σου θεὸς Ισραηλ 45:4 ἕνεκεν Ιακωβ του̃ παιδός μου καὶ Ισραηλ του̃ ἐκλεκτου̃ μου ἐγὼ καλέσω σε τω̨̃ ὀνόματί σου καὶ προσδέξομαί σε σὺ δὲ οὐκ ἔγνως με 45:5 ὅτι ἐγὼ κύριος ὁ θεός καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμου̃ θεός καὶ οὐκ ἤ̨δεις με 45:6 ἵνα γνω̃σιν οἱ ἀπὸ ἀνατολω̃ν ἡλίου καὶ οἱ ἀπὸ δυσμω̃ν ὅτι οὐκ ἔστιν πλὴν ἐμου̃ ἐγὼ κύριος ὁ θεός καὶ οὐκ ἔστιν ἔτι 45:7 ἐγὼ ὁ κατασκευάσας φω̃ς καὶ ποιήσας σκότος ὁ ποιω̃ν εἰρήνην καὶ κτίζων κακά ἐγὼ κύριος ὁ θεὸς ὁ ποιω̃ν ταυ̃τα πάντα 45:8 εὐφρανθήτω ὁ οὐρανὸς ἄνωθεν καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην ἀνατειλάτω ἡ γη̃ ἔλεος καὶ δικαιοσύνην ἀνατειλάτω ἅμα ἐγώ εἰμι κύριος ὁ κτίσας σε 45:9 ποι̃ον βέλτιον κατεσκεύασα ὡς πηλὸν κεραμέως μὴ ὁ ἀροτριω̃ν ἀροτριάσει τὴν γη̃ν ὅλην τὴν ἡμέραν μὴ ἐρει̃ ὁ πηλὸς τω̨̃ κεραμει̃ τί ποιει̃ς ὅτι οὐκ ἐργάζη̨ οὐδὲ ἔχεις χει̃ρας 45:10 ὁ λέγων τω̨̃ πατρί τί γεννήσεις καὶ τη̨̃ μητρί τί ὠδινήσεις 45:11 ὅτι οὕτως λέγει κύριος ὁ θεὸς ὁ ἅγιος Ισραηλ ὁ ποιήσας τὰ ἐπερχόμενα ἐρωτήσατέ με περὶ τω̃ν υἱω̃ν μου καὶ περὶ τω̃ν θυγατέρων μου καὶ περὶ τω̃ν ἔργων τω̃ν χειρω̃ν μου ἐντείλασθέ μοι 45:12 ἐγὼ ἐποίησα γη̃ν καὶ ἄνθρωπον ἐπ' αὐτη̃ς ἐγὼ τη̨̃ χειρί μου ἐστερέωσα τὸν οὐρανόν ἐγὼ πα̃σι τοι̃ς ἄστροις ἐνετειλάμην 45:13 ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης βασιλέα καὶ πα̃σαι αἱ ὁδοὶ αὐτου̃ εὐθει̃αι οὑ̃τος οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλωσίαν του̃ λαου̃ μου ἐπιστρέψει οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων εἰ̃πεν κύριος σαβαωθ 45:14 οὕτως λέγει κύριος σαβαωθ ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπορία Αἰθιόπων καὶ οἱ Σεβωιν ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ σοὶ ἔσονται δου̃λοι καὶ ὀπίσω σου ἀκολουθήσουσιν δεδεμένοι χειροπέδαις καὶ προσκυνήσουσίν σοι καὶ ἐν σοὶ προσεύξονται ὅτι ἐν σοὶ ὁ θεός ἐστιν καὶ ἐρου̃σιν οὐκ ἔστιν θεὸς πλὴν σου̃ 45:15 σὺ γὰρ εἰ̃ θεός καὶ οὐκ ἤ̨δειμεν ὁ θεὸς του̃ Ισραηλ σωτήρ 45:16 αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτω̨̃ καὶ πορεύσονται ἐν αἰσχύνη̨ ἐγκαινίζεσθε πρός με νη̃σοι 45:17 Ισραηλ σώ̨ζεται ὑπὸ κυρίου σωτηρίαν αἰώνιον οὐκ αἰσχυνθήσονται οὐδὲ μὴ ἐντραπω̃σιν ἕως του̃ αἰω̃νος 45:18 οὕτως λέγει κύριος ὁ ποιήσας τὸν οὐρανόν οὑ̃τος ὁ θεὸς ὁ καταδείξας τὴν γη̃ν καὶ ποιήσας αὐτήν αὐτὸς διώρισεν αὐτήν οὐκ εἰς κενὸν ἐποίησεν αὐτὴν ἀλλὰ κατοικει̃σθαι ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἔτι 45:19 οὐκ ἐν κρυφη̨̃ λελάληκα οὐδὲ ἐν τόπω̨ γη̃ς σκοτεινω̨̃ οὐκ εἰ̃πα τω̨̃ σπέρματι Ιακωβ μάταιον ζητήσατε ἐγώ εἰμι ἐγώ εἰμι κύριος λαλω̃ν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήθειαν 45:20 συνάχθητε καὶ ἥκετε βουλεύσασθε ἅμα οἱ σω̨ζόμενοι ἀπὸ τω̃ν ἐθνω̃ν οὐκ ἔγνωσαν οἱ αἴροντες τὸ ξύλον γλύμμα αὐτω̃ν καὶ προσευχόμενοι ὡς πρὸς θεούς οἳ οὐ σώ̨ζουσιν 45:21 εἰ ἀναγγελου̃σιν ἐγγισάτωσαν ἵνα γνω̃σιν ἅμα τίς ἀκουστὰ ἐποίησεν ταυ̃τα ἀπ' ἀρχη̃ς τότε ἀνηγγέλη ὑμι̃ν ἐγὼ ὁ θεός καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμου̃ δίκαιος καὶ σωτὴρ οὐκ ἔστιν πάρεξ ἐμου̃ 45:22 ἐπιστράφητε πρός με καὶ σωθήσεσθε οἱ ἀπ' ἐσχάτου τη̃ς γη̃ς ἐγώ εἰμι ὁ θεός καὶ οὐκ ἔστιν ἄλλος 45:23 κατ' ἐμαυτου̃ ὀμνύω ἠ̃ μὴν ἐξελεύσεται ἐκ του̃ στόματός μου δικαιοσύνη οἱ λόγοι μου οὐκ ἀποστραφήσονται ὅτι ἐμοὶ κάμψει πα̃ν γόνυ καὶ ἐξομολογήσεται πα̃σα γλω̃σσα τω̨̃ θεω̨̃ 45:24 λέγων δικαιοσύνη καὶ δόξα πρὸς αὐτὸν ἥξουσιν καὶ αἰσχυνθήσονται πάντες οἱ ἀφορίζοντες ἑαυτούς 45:25 ἀπὸ κυρίου δικαιωθήσονται καὶ ἐν τω̨̃ θεω̨̃ ἐνδοξασθήσονται πα̃ν τὸ σπέρμα τω̃ν υἱω̃ν Ισραηλ 46:1 ἔπεσε Βηλ συνετρίβη Δαγων ἐγένετο τὰ γλυπτὰ αὐτω̃ν εἰς θηρία καὶ κτήνη αἴρετε αὐτὰ καταδεδεμένα ὡς φορτίον κοπιω̃ντι 46:2 καὶ πεινω̃ντι καὶ ἐκλελυμένω̨ οὐκ ἰσχύοντι ἅμα οἳ οὐ δυνήσονται σωθη̃ναι ἀπὸ πολέμου αὐτοὶ δὲ αἰχμάλωτοι ἤχθησαν 46:3 ἀκούσατέ μου οἰ̃κος του̃ Ιακωβ καὶ πα̃ν τὸ κατάλοιπον του̃ Ισραηλ οἱ αἰρόμενοι ἐκ κοιλίας καὶ παιδευόμενοι ἐκ παιδίου 46:4 ἕως γήρους ἐγώ εἰμι καὶ ἕως ἂν καταγηράσητε ἐγώ εἰμι ἐγὼ ἀνέχομαι ὑμω̃ν ἐγὼ ἐποίησα καὶ ἐγὼ ἀνήσω ἐγὼ ἀναλήμψομαι καὶ σώσω ὑμα̃ς 46:5 τίνι με ὡμοιώσατε ἴδετε τεχνάσασθε οἱ πλανώμενοι 46:6 οἱ συμβαλλόμενοι χρυσίον ἐκ μαρσιππίου καὶ ἀργύριον ἐν ζυγω̨̃ στήσουσιν ἐν σταθμω̨̃ καὶ μισθωσάμενοι χρυσοχόον ἐποίησαν χειροποίητα καὶ κύψαντες προσκυνου̃σιν αὐτοι̃ς 46:7 αἴρουσιν αὐτὸ ἐπὶ τω̃ν ὤμων καὶ πορεύονται ἐὰν δὲ θω̃σιν αὐτό ἐπὶ του̃ τόπου αὐτου̃ μένει οὐ μὴ κινηθη̨̃ καὶ ὃς ἂν βοήση̨ πρὸς αὐτόν οὐ μὴ εἰσακούση̨ ἀπὸ κακω̃ν οὐ μὴ σώση̨ αὐτόν 46:8 μνήσθητε ταυ̃τα καὶ στενάξατε μετανοήσατε οἱ πεπλανημένοι ἐπιστρέψατε τη̨̃ καρδία̨ 46:9 καὶ μνήσθητε τὰ πρότερα ἀπὸ του̃ αἰω̃νος ὅτι ἐγώ εἰμι ὁ θεός καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμου̃ 46:10 ἀναγγέλλων πρότερον τὰ ἔσχατα πρὶν αὐτὰ γενέσθαι καὶ ἅμα συνετελέσθη καὶ εἰ̃πα πα̃σά μου ἡ βουλὴ στήσεται καὶ πάντα ὅσα βεβούλευμαι ποιήσω 46:11 καλω̃ν ἀπ' ἀνατολω̃ν πετεινὸν καὶ ἀπὸ γη̃ς πόρρωθεν περὶ ὡ̃ν βεβούλευμαι ἐλάλησα καὶ ἤγαγον ἔκτισα καὶ ἐποίησα ἤγαγον αὐτὸν καὶ εὐόδωσα τὴν ὁδὸν αὐτου̃ 46:12 ἀκούσατέ μου οἱ ἀπολωλεκότες τὴν καρδίαν οἱ μακρὰν ἀπὸ τη̃ς δικαιοσύνης 46:13 ἤγγισα τὴν δικαιοσύνην μου καὶ τὴν σωτηρίαν τὴν παρ' ἐμου̃ οὐ βραδυνω̃ δέδωκα ἐν Σιων σωτηρίαν τω̨̃ Ισραηλ εἰς δόξασμα 47:1 κατάβηθι κάθισον ἐπὶ τὴν γη̃ν παρθένος θυγάτηρ Βαβυλω̃νος εἴσελθε εἰς τὸ σκότος θυγάτηρ Χαλδαίων ὅτι οὐκέτι προστεθήση̨ κληθη̃ναι ἁπαλὴ καὶ τρυφερά 47:2 λαβὲ μύλον ἄλεσον ἄλευρον ἀποκάλυψαι τὸ κατακάλυμμά σου ἀνακάλυψαι τὰς πολιάς ἀνάσυραι τὰς κνήμας διάβηθι ποταμούς 47:3 ἀνακαλυφθήσεται ἡ αἰσχύνη σου φανήσονται οἱ ὀνειδισμοί σου τὸ δίκαιον ἐκ σου̃ λήμψομαι οὐκέτι μὴ παραδω̃ ἀνθρώποις 47:4 εἰ̃πεν ὁ ῥυσάμενός σε κύριος σαβαωθ ὄνομα αὐτω̨̃ ἅγιος Ισραηλ 47:5 κάθισον κατανενυγμένη εἴσελθε εἰς τὸ σκότος θυγάτηρ Χαλδαίων οὐκέτι μὴ κληθη̨̃ς ἰσχὺς βασιλείας 47:6 παρωξύνθην ἐπὶ τω̨̃ λαω̨̃ μου ἐμίανας τὴν κληρονομίαν μου ἐγὼ ἔδωκα εἰς τὴν χει̃ρά σου σὺ δὲ οὐκ ἔδωκας αὐτοι̃ς ἔλεος του̃ πρεσβυτέρου ἐβάρυνας τὸν ζυγὸν σφόδρα 47:7 καὶ εἰ̃πας εἰς τὸν αἰω̃να ἔσομαι ἄρχουσα οὐκ ἐνόησας ταυ̃τα ἐν τη̨̃ καρδία̨ σου οὐδὲ ἐμνήσθης τὰ ἔσχατα 47:8 νυ̃ν δὲ ἄκουσον ταυ̃τα ἡ τρυφερὰ ἡ καθημένη πεποιθυι̃α ἡ λέγουσα ἐν τη̨̃ καρδία̨ αὐτη̃ς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἑτέρα οὐ καθιω̃ χήρα οὐδὲ γνώσομαι ὀρφανείαν 47:9 νυ̃ν δὲ ἥξει ἐξαίφνης ἐπὶ σὲ τὰ δύο ταυ̃τα ἐν μια̨̃ ἡμέρα̨ χηρεία καὶ ἀτεκνία ἥξει ἐξαίφνης ἐπὶ σὲ ἐν τη̨̃ φαρμακεία̨ σου ἐν τη̨̃ ἰσχύι τω̃ν ἐπαοιδω̃ν σου σφόδρα 47:10 τη̨̃ ἐλπίδι τη̃ς πονηρίας σου σὺ γὰρ εἰ̃πας ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἑτέρα γνω̃θι ὅτι ἡ σύνεσις τούτων καὶ ἡ πορνεία σου ἔσται σοι αἰσχύνη καὶ εἰ̃πας τη̨̃ καρδία̨ σου ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἑτέρα 47:11 καὶ ἥξει ἐπὶ σὲ ἀπώλεια καὶ οὐ μὴ γνω̨̃ς βόθυνος καὶ ἐμπεση̨̃ εἰς αὐτόν καὶ ἥξει ἐπὶ σὲ ταλαιπωρία καὶ οὐ μὴ δυνήση̨ καθαρὰ γενέσθαι καὶ ἥξει ἐπὶ σὲ ἐξαπίνης ἀπώλεια καὶ οὐ μὴ γνω̨̃ς 47:12 στη̃θι νυ̃ν ἐν ται̃ς ἐπαοιδαι̃ς σου καὶ τη̨̃ πολλη̨̃ φαρμακεία̨ σου ἃ ἐμάνθανες ἐκ νεότητός σου εἰ δυνήση̨ ὠφεληθη̃ναι 47:13 κεκοπίακας ἐν ται̃ς βουλαι̃ς σου στήτωσαν καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι του̃ οὐρανου̃ οἱ ὁρω̃ντες τοὺς ἀστέρας ἀναγγειλάτωσάν σοι τί μέλλει ἐπὶ σὲ ἔρχεσθαι 47:14 ἰδοὺ πάντες ὡς φρύγανα ἐπὶ πυρὶ κατακαήσονται καὶ οὐ μὴ ἐξέλωνται τὴν ψυχὴν αὐτω̃ν ἐκ φλογός ὅτι ἔχεις ἄνθρακας πυρός κάθισαι ἐπ' αὐτούς 47:15 οὑ̃τοι ἔσονταί σοι βοήθεια ἐκοπίασας ἐν τη̨̃ μεταβολη̨̃ σου ἐκ νεότητος ἄνθρωπος καθ' ἑαυτὸν ἐπλανήθη σοὶ δὲ οὐκ ἔσται σωτηρία 48:1 ἀκούσατε ταυ̃τα οἰ̃κος Ιακωβ οἱ κεκλημένοι τω̨̃ ὀνόματι Ισραηλ καὶ οἱ ἐξ Ιουδα ἐξελθόντες οἱ ὀμνύοντες τω̨̃ ὀνόματι κυρίου θεου̃ Ισραηλ μιμνη̨σκόμενοι οὐ μετὰ ἀληθείας οὐδὲ μετὰ δικαιοσύνης 48:2 καὶ ἀντεχόμενοι τω̨̃ ὀνόματι τη̃ς πόλεως τη̃ς ἁγίας καὶ ἐπὶ τω̨̃ θεω̨̃ του̃ Ισραηλ ἀντιστηριζόμενοι κύριος σαβαωθ ὄνομα αὐτω̨̃ 48:3 τὰ πρότερα ἔτι ἀνήγγειλα καὶ ἐκ του̃ στόματός μου ἐξη̃λθεν καὶ ἀκουστὸν ἐγένετο ἐξάπινα ἐποίησα καὶ ἐπη̃λθεν 48:4 γινώσκω ἐγὼ ὅτι σκληρὸς εἰ̃ καὶ νευ̃ρον σιδηρου̃ν ὁ τράχηλός σου καὶ τὸ μέτωπόν σου χαλκου̃ν 48:5 καὶ ἀνήγγειλά σοι πάλαι πρὶν ἐλθει̃ν ἐπὶ σὲ ἀκουστόν σοι ἐποίησα μὴ εἴπη̨ς ὅτι τὰ εἴδωλά μου ἐποίησαν καὶ μὴ εἴπη̨ς ὅτι τὰ γλυπτὰ καὶ τὰ χωνευτὰ ἐνετείλατό μοι 48:6 ἠκούσατε πάντα καὶ ὑμει̃ς οὐκ ἔγνωτε ἀλλὰ καὶ ἀκουστά σοι ἐποίησα τὰ καινὰ ἀπὸ του̃ νυ̃ν ἃ μέλλει γίνεσθαι καὶ οὐκ εἰ̃πας 48:7 νυ̃ν γίνεται καὶ οὐ πάλαι καὶ οὐ προτέραις ἡμέραις ἤκουσας αὐτά μὴ εἴπη̨ς ὅτι ναί γινώσκω αὐτά 48:8 οὔτε ἔγνως οὔτε ἠπίστω οὔτε ἀπ' ἀρχη̃ς ἤνοιξά σου τὰ ὠ̃τα ἔγνων γὰρ ὅτι ἀθετω̃ν ἀθετήσεις καὶ ἄνομος ἔτι ἐκ κοιλίας κληθήση̨ 48:9 ἕνεκεν του̃ ἐμου̃ ὀνόματος δείξω σοι τὸν θυμόν μου καὶ τὰ ἔνδοξά μου ἐπάξω ἐπὶ σοί ἵνα μὴ ἐξολεθρεύσω σε 48:10 ἰδοὺ πέπρακά σε οὐχ ἕνεκεν ἀργυρίου ἐξειλάμην δέ σε ἐκ καμίνου πτωχείας 48:11 ἕνεκεν ἐμου̃ ποιήσω σοι ὅτι τὸ ἐμὸν ὄνομα βεβηλου̃ται καὶ τὴν δόξαν μου ἑτέρω̨ οὐ δώσω 48:12 ἄκουέ μου Ιακωβ καὶ Ισραηλ ὃν ἐγὼ καλω̃ ἐγώ εἰμι πρω̃τος καὶ ἐγώ εἰμι εἰς τὸν αἰω̃να 48:13 καὶ ἡ χείρ μου ἐθεμελίωσεν τὴν γη̃ν καὶ ἡ δεξιά μου ἐστερέωσεν τὸν οὐρανόν καλέσω αὐτούς καὶ στήσονται ἅμα 48:14 καὶ συναχθήσονται πάντες καὶ ἀκούσονται τίς αὐτοι̃ς ἀνήγγειλεν ταυ̃τα ἀγαπω̃ν σε ἐποίησα τὸ θέλημά σου ἐπὶ Βαβυλω̃να του̃ ἀ̃ραι σπέρμα Χαλδαίων 48:15 ἐγὼ ἐλάλησα ἐγὼ ἐκάλεσα ἤγαγον αὐτὸν καὶ εὐόδωσα τὴν ὁδὸν αὐτου̃ 48:16 προσαγάγετε πρός με καὶ ἀκούσατε ταυ̃τα οὐκ ἀπ' ἀρχη̃ς ἐν κρυφη̨̃ ἐλάλησα οὐδὲ ἐν τόπω̨ γη̃ς σκοτεινω̨̃ ἡνίκα ἐγένετο ἐκει̃ ἤμην καὶ νυ̃ν κύριος ἀπέσταλκέν με καὶ τὸ πνευ̃μα αὐτου̃ 48:17 οὕτως λέγει κύριος ὁ ῥυσάμενός σε ὁ ἅγιος Ισραηλ ἐγώ εἰμι ὁ θεός σου δέδειχά σοι του̃ εὑρει̃ν σε τὴν ὁδόν ἐν ἡ̨̃ πορεύση̨ ἐν αὐτη̨̃ 48:18 καὶ εἰ ἤκουσας τω̃ν ἐντολω̃ν μου ἐγένετο ἂν ὡσεὶ ποταμὸς ἡ εἰρήνη σου καὶ ἡ δικαιοσύνη σου ὡς κυ̃μα θαλάσσης 48:19 καὶ ἐγένετο ἂν ὡς ἡ ἄμμος τὸ σπέρμα σου καὶ τὰ ἔκγονα τη̃ς κοιλίας σου ὡς ὁ χου̃ς τη̃ς γη̃ς οὐδὲ νυ̃ν οὐ μὴ ἐξολεθρευθη̨̃ς οὐδὲ ἀπολει̃ται τὸ ὄνομά σου ἐνώπιόν μου 48:20 ἔξελθε ἐκ Βαβυλω̃νος φεύγων ἀπὸ τω̃ν Χαλδαίων φωνὴν εὐφροσύνης ἀναγγείλατε καὶ ἀκουστὸν γενέσθω του̃το ἀπαγγείλατε ἕως ἐσχάτου τη̃ς γη̃ς λέγετε ἐρρύσατο κύριος τὸν δου̃λον αὐτου̃ Ιακωβ 48:21 καὶ ἐὰν διψήσωσιν δι' ἐρήμου ἄξει αὐτούς ὕδωρ ἐκ πέτρας ἐξάξει αὐτοι̃ς σχισθήσεται πέτρα καὶ ῥυήσεται ὕδωρ καὶ πίεται ὁ λαός μου 48:22 οὐκ ἔστιν χαίρειν τοι̃ς ἀσεβέσιν λέγει κύριος 49:1 ἀκούσατέ μου νη̃σοι καὶ προσέχετε ἔθνη διὰ χρόνου πολλου̃ στήσεται λέγει κύριος ἐκ κοιλίας μητρός μου ἐκάλεσεν τὸ ὄνομά μου 49:2 καὶ ἔθηκεν τὸ στόμα μου ὡσεὶ μάχαιραν ὀξει̃αν καὶ ὑπὸ τὴν σκέπην τη̃ς χειρὸς αὐτου̃ ἔκρυψέν με ἔθηκέν με ὡς βέλος ἐκλεκτὸν καὶ ἐν τη̨̃ φαρέτρα̨ αὐτου̃ ἐσκέπασέν με 49:3 καὶ εἰ̃πέν μοι δου̃λός μου εἰ̃ σύ Ισραηλ καὶ ἐν σοὶ δοξασθήσομαι 49:4 καὶ ἐγὼ εἰ̃πα κενω̃ς ἐκοπίασα καὶ εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου διὰ του̃το ἡ κρίσις μου παρὰ κυρίω̨ καὶ ὁ πόνος μου ἐναντίον του̃ θεου̃ μου 49:5 καὶ νυ̃ν οὕτως λέγει κύριος ὁ πλάσας με ἐκ κοιλίας δου̃λον ἑαυτω̨̃ του̃ συναγαγει̃ν τὸν Ιακωβ καὶ Ισραηλ πρὸς αὐτόν συναχθήσομαι καὶ δοξασθήσομαι ἐναντίον κυρίου καὶ ὁ θεός μου ἔσται μου ἰσχύς 49:6 καὶ εἰ̃πέν μοι μέγα σοί ἐστιν του̃ κληθη̃ναί σε παι̃δά μου του̃ στη̃σαι τὰς φυλὰς Ιακωβ καὶ τὴν διασπορὰν του̃ Ισραηλ ἐπιστρέψαι ἰδοὺ τέθεικά σε εἰς διαθήκην γένους εἰς φω̃ς ἐθνω̃ν του̃ εἰ̃ναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τη̃ς γη̃ς 49:7 οὕτως λέγει κύριος ὁ ῥυσάμενός σε ὁ θεὸς Ισραηλ ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτου̃ τὸν βδελυσσόμενον ὑπὸ τω̃ν ἐθνω̃ν τω̃ν δούλων τω̃ν ἀρχόντων βασιλει̃ς ὄψονται αὐτὸν καὶ ἀναστήσονται ἄρχοντες καὶ προσκυνήσουσιν αὐτω̨̃ ἕνεκεν κυρίου ὅτι πιστός ἐστιν ὁ ἅγιος Ισραηλ καὶ ἐξελεξάμην σε 49:8 οὕτως λέγει κύριος καιρω̨̃ δεκτω̨̃ ἐπήκουσά σου καὶ ἐν ἡμέρα̨ σωτηρίας ἐβοήθησά σοι καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνω̃ν του̃ καταστη̃σαι τὴν γη̃ν καὶ κληρονομη̃σαι κληρονομίαν ἐρήμου 49:9 λέγοντα τοι̃ς ἐν δεσμοι̃ς ἐξέλθατε καὶ τοι̃ς ἐν τω̨̃ σκότει ἀνακαλυφθη̃ναι καὶ ἐν πάσαις ται̃ς ὁδοι̃ς αὐτω̃ν βοσκηθήσονται καὶ ἐν πάσαις ται̃ς τρίβοις ἡ νομὴ αὐτω̃ν 49:10 οὐ πεινάσουσιν οὐδὲ διψήσουσιν οὐδὲ πατάξει αὐτοὺς καύσων οὐδὲ ὁ ἥλιος ἀλλὰ ὁ ἐλεω̃ν αὐτοὺς παρακαλέσει καὶ διὰ πηγω̃ν ὑδάτων ἄξει αὐτούς 49:11 καὶ θήσω πα̃ν ὄρος εἰς ὁδὸν καὶ πα̃σαν τρίβον εἰς βόσκημα αὐτοι̃ς 49:12 ἰδοὺ οὑ̃τοι πόρρωθεν ἔρχονται οὑ̃τοι ἀπὸ βορρα̃ καὶ οὑ̃τοι ἀπὸ θαλάσσης ἄλλοι δὲ ἐκ γη̃ς Περσω̃ν 49:13 εὐφραίνεσθε οὐρανοί καὶ ἀγαλλιάσθω ἡ γη̃ ῥηξάτωσαν τὰ ὄρη εὐφροσύνην καὶ οἱ βουνοὶ δικαιοσύνην ὅτι ἠλέησεν ὁ θεὸς τὸν λαὸν αὐτου̃ καὶ τοὺς ταπεινοὺς του̃ λαου̃ αὐτου̃ παρεκάλεσεν 49:14 εἰ̃πεν δὲ Σιων ἐγκατέλιπέν με κύριος καὶ ὁ κύριος ἐπελάθετό μου 49:15 μὴ ἐπιλήσεται γυνὴ του̃ παιδίου αὐτη̃ς του̃ μὴ ἐλεη̃σαι τὰ ἔκγονα τη̃ς κοιλίας αὐτη̃ς εἰ δὲ καὶ ἐπιλάθοιτο ταυ̃τα γυνή ἀλλ' ἐγὼ οὐκ ἐπιλήσομαί σου εἰ̃πεν κύριος 49:16 ἰδοὺ ἐπὶ τω̃ν χειρω̃ν μου ἐζωγράφησά σου τὰ τείχη καὶ ἐνώπιόν μου εἰ̃ διὰ παντός 49:17 καὶ ταχὺ οἰκοδομηθήση̨ ὑφ' ὡ̃ν καθη̨ρέθης καὶ οἱ ἐρημώσαντές σε ἐκ σου̃ ἐξελεύσονται 49:18 ἀ̃ρον κύκλω̨ τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ πάντας ἰδοὺ συνήχθησαν καὶ ἤλθοσαν πρὸς σέ ζω̃ ἐγώ λέγει κύριος ὅτι πάντας αὐτοὺς ἐνδύση̨ καὶ περιθήση̨ αὐτοὺς ὡς κόσμον νύμφης 49:19 ὅτι τὰ ἔρημά σου καὶ τὰ διεφθαρμένα καὶ τὰ πεπτωκότα νυ̃ν στενοχωρήσει ἀπὸ τω̃ν κατοικούντων καὶ μακρυνθήσονται ἀπὸ σου̃ οἱ καταπίνοντές σε 49:20 ἐρου̃σιν γὰρ εἰς τὰ ὠ̃τά σου οἱ υἱοί σου οὓς ἀπολώλεκας στενός μοι ὁ τόπος ποίησόν μοι τόπον ἵνα κατοικήσω 49:21 καὶ ἐρει̃ς ἐν τη̨̃ καρδία̨ σου τίς ἐγέννησέν μοι τούτους ἐγὼ δὲ ἄτεκνος καὶ χήρα τούτους δὲ τίς ἐξέθρεψέν μοι ἐγὼ δὲ κατελείφθην μόνη οὑ̃τοι δέ μοι που̃ ἠ̃σαν 49:22 οὕτως λέγει κύριος ἰδοὺ αἴρω εἰς τὰ ἔθνη τὴν χει̃ρά μου καὶ εἰς τὰς νήσους ἀρω̃ σύσσημόν μου καὶ ἄξουσιν τοὺς υἱούς σου ἐν κόλπω̨ τὰς δὲ θυγατέρας σου ἐπ' ὤμων ἀρου̃σιν 49:23 καὶ ἔσονται βασιλει̃ς τιθηνοί σου αἱ δὲ ἄρχουσαι τροφοί σου ἐπὶ πρόσωπον τη̃ς γη̃ς προσκυνήσουσίν σοι καὶ τὸν χου̃ν τω̃ν ποδω̃ν σου λείξουσιν καὶ γνώση̨ ὅτι ἐγὼ κύριος καὶ οὐκ αἰσχυνθήση̨ 49:24 μὴ λήμψεταί τις παρὰ γίγαντος σκυ̃λα καὶ ἐὰν αἰχμαλωτεύση̨ τις ἀδίκως σωθήσεται 49:25 οὕτως λέγει κύριος ἐάν τις αἰχμαλωτεύση̨ γίγαντα λήμψεται σκυ̃λα λαμβάνων δὲ παρὰ ἰσχύοντος σωθήσεται ἐγὼ δὲ τὴν κρίσιν σου κρινω̃ καὶ ἐγὼ τοὺς υἱούς σου ῥύσομαι 49:26 καὶ φάγονται οἱ θλίψαντές σε τὰς σάρκας αὐτω̃ν καὶ πίονται ὡς οἰ̃νον νέον τὸ αἱ̃μα αὐτω̃ν καὶ μεθυσθήσονται καὶ αἰσθανθήσεται πα̃σα σὰρξ ὅτι ἐγὼ κύριος ὁ ῥυσάμενός σε καὶ ἀντιλαμβανόμενος ἰσχύος Ιακωβ 50:1 οὕτως λέγει κύριος ποι̃ον τὸ βιβλίον του̃ ἀποστασίου τη̃ς μητρὸς ὑμω̃ν ὡ̨̃ ἐξαπέστειλα αὐτήν ἢ τίνι ὑπόχρεω̨ πέπρακα ὑμα̃ς ἰδοὺ ται̃ς ἁμαρτίαις ὑμω̃ν ἐπράθητε καὶ ται̃ς ἀνομίαις ὑμω̃ν ἐξαπέστειλα τὴν μητέρα ὑμω̃ν 50:2 τί ὅτι ἠ̃λθον καὶ οὐκ ἠ̃ν ἄνθρωπος ἐκάλεσα καὶ οὐκ ἠ̃ν ὁ ὑπακούων μὴ οὐκ ἰσχύει ἡ χείρ μου του̃ ῥύσασθαι ἢ οὐκ ἰσχύω του̃ ἐξελέσθαι ἰδοὺ τη̨̃ ἀπειλη̨̃ μου ἐξερημώσω τὴν θάλασσαν καὶ θήσω ποταμοὺς ἐρήμους καὶ ξηρανθήσονται οἱ ἰχθύες αὐτω̃ν ἀπὸ του̃ μὴ εἰ̃ναι ὕδωρ καὶ ἀποθανου̃νται ἐν δίψει 50:3 καὶ ἐνδύσω τὸν οὐρανὸν σκότος καὶ θήσω ὡς σάκκον τὸ περιβόλαιον αὐτου̃ 50:4 κύριος δίδωσίν μοι γλω̃σσαν παιδείας του̃ γνω̃ναι ἐν καιρω̨̃ ἡνίκα δει̃ εἰπει̃ν λόγον ἔθηκέν μοι πρωί προσέθηκέν μοι ὠτίον ἀκούειν 50:5 καὶ ἡ παιδεία κυρίου ἀνοίγει μου τὰ ὠ̃τα ἐγὼ δὲ οὐκ ἀπειθω̃ οὐδὲ ἀντιλέγω 50:6 τὸν νω̃τόν μου δέδωκα εἰς μάστιγας τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων 50:7 καὶ κύριος βοηθός μου ἐγενήθη διὰ του̃το οὐκ ἐνετράπην ἀλλὰ ἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνθω̃ 50:8 ὅτι ἐγγίζει ὁ δικαιώσας με τίς ὁ κρινόμενός μοι ἀντιστήτω μοι ἅμα καὶ τίς ὁ κρινόμενός μοι ἐγγισάτω μοι 50:9 ἰδοὺ κύριος βοηθει̃ μοι τίς κακώσει με ἰδοὺ πάντες ὑμει̃ς ὡς ἱμάτιον παλαιωθήσεσθε καὶ ὡς σὴς καταφάγεται ὑμα̃ς 50:10 τίς ἐν ὑμι̃ν ὁ φοβούμενος τὸν κύριον ἀκουσάτω τη̃ς φωνη̃ς του̃ παιδὸς αὐτου̃ οἱ πορευόμενοι ἐν σκότει οὐκ ἔστιν αὐτοι̃ς φω̃ς πεποίθατε ἐπὶ τω̨̃ ὀνόματι κυρίου καὶ ἀντιστηρίσασθε ἐπὶ τω̨̃ θεω̨̃ 50:11 ἰδοὺ πάντες ὑμει̃ς πυ̃ρ καίετε καὶ κατισχύετε φλόγα πορεύεσθε τω̨̃ φωτὶ του̃ πυρὸς ὑμω̃ν καὶ τη̨̃ φλογί ἡ̨̃ ἐξεκαύσατε δι' ἐμὲ ἐγένετο ταυ̃τα ὑμι̃ν ἐν λύπη̨ κοιμηθήσεσθε 51:1 ἀκούσατέ μου οἱ διώκοντες τὸ δίκαιον καὶ ζητου̃ντες τὸν κύριον ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν ἣν ἐλατομήσατε καὶ εἰς τὸν βόθυνον του̃ λάκκου ὃν ὠρύξατε 51:2 ἐμβλέψατε εἰς Αβρααμ τὸν πατέρα ὑμω̃ν καὶ εἰς Σαρραν τὴν ὠδίνουσαν ὑμα̃ς ὅτι εἱ̃ς ἠ̃ν καὶ ἐκάλεσα αὐτὸν καὶ εὐλόγησα αὐτὸν καὶ ἠγάπησα αὐτὸν καὶ ἐπλήθυνα αὐτόν 51:3 καὶ σὲ νυ̃ν παρακαλέσω Σιων καὶ παρεκάλεσα πάντα τὰ ἔρημα αὐτη̃ς καὶ θήσω τὰ ἔρημα αὐτη̃ς ὡς παράδεισον κυρίου εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτη̨̃ ἐξομολόγησιν καὶ φωνὴν αἰνέσεως 51:4 ἀκούσατέ μου ἀκούσατε λαός μου καὶ οἱ βασιλει̃ς πρός με ἐνωτίσασθε ὅτι νόμος παρ' ἐμου̃ ἐξελεύσεται καὶ ἡ κρίσις μου εἰς φω̃ς ἐθνω̃ν 51:5 ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου καὶ ἐξελεύσεται ὡς φω̃ς τὸ σωτήριόν μου καὶ εἰς τὸν βραχίονά μου ἔθνη ἐλπιου̃σιν ἐμὲ νη̃σοι ὑπομενου̃σιν καὶ εἰς τὸν βραχίονά μου ἐλπιου̃σιν 51:6 ἄρατε εἰς τὸν οὐρανὸν τοὺς ὀφθαλμοὺς ὑμω̃ν καὶ ἐμβλέψατε εἰς τὴν γη̃ν κάτω ὅτι ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη ἡ δὲ γη̃ ὡς ἱμάτιον παλαιωθήσεται οἱ δὲ κατοικου̃ντες τὴν γη̃ν ὥσπερ ταυ̃τα ἀποθανου̃νται τὸ δὲ σωτήριόν μου εἰς τὸν αἰω̃να ἔσται ἡ δὲ δικαιοσύνη μου οὐ μὴ ἐκλίπη̨ 51:7 ἀκούσατέ μου οἱ εἰδότες κρίσιν λαός μου οὑ̃ ὁ νόμος μου ἐν τη̨̃ καρδία̨ ὑμω̃ν μὴ φοβει̃σθε ὀνειδισμὸν ἀνθρώπων καὶ τω̨̃ φαυλισμω̨̃ αὐτω̃ν μὴ ἡττα̃σθε 51:8 ὥσπερ γὰρ ἱμάτιον βρωθήσεται ὑπὸ χρόνου καὶ ὡς ἔρια βρωθήσεται ὑπὸ σητός ἡ δὲ δικαιοσύνη μου εἰς τὸν αἰω̃να ἔσται τὸ δὲ σωτήριόν μου εἰς γενεὰς γενεω̃ν 51:9 ἐξεγείρου ἐξεγείρου Ιερουσαλημ καὶ ἔνδυσαι τὴν ἰσχὺν του̃ βραχίονός σου ἐξεγείρου ὡς ἐν ἀρχη̨̃ ἡμέρας ὡς γενεὰ αἰω̃νος οὐ σὺ εἰ̃ 51:10 ἡ ἐρημου̃σα θάλασσαν ὕδωρ ἀβύσσου πλη̃θος ἡ θει̃σα τὰ βάθη τη̃ς θαλάσσης ὁδὸν διαβάσεως ῥυομένοις 51:11 καὶ λελυτρωμένοις ὑπὸ γὰρ κυρίου ἀποστραφήσονται καὶ ἥξουσιν εἰς Σιων μετ' εὐφροσύνης καὶ ἀγαλλιάματος αἰωνίου ἐπὶ γὰρ τη̃ς κεφαλη̃ς αὐτω̃ν ἀγαλλίασις καὶ αἴνεσις καὶ εὐφροσύνη καταλήμψεται αὐτούς ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός 51:12 ἐγώ εἰμι ἐγώ εἰμι ὁ παρακαλω̃ν σε γνω̃θι τίνα εὐλαβηθει̃σα ἐφοβήθης ἀπὸ ἀνθρώπου θνητου̃ καὶ ἀπὸ υἱου̃ ἀνθρώπου οἳ ὡσεὶ χόρτος ἐξηράνθησαν 51:13 καὶ ἐπελάθου θεὸν τὸν ποιήσαντά σε τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ θεμελιώσαντα τὴν γη̃ν καὶ ἐφόβου ἀεὶ πάσας τὰς ἡμέρας τὸ πρόσωπον του̃ θυμου̃ του̃ θλίβοντός σε ὃν τρόπον γὰρ ἐβουλεύσατο του̃ ἀ̃ραί σε καὶ νυ̃ν που̃ ὁ θυμὸς του̃ θλίβοντός σε 51:14 ἐν γὰρ τω̨̃ σώ̨ζεσθαί σε οὐ στήσεται οὐδὲ χρονιει̃ 51:15 ὅτι ἐγὼ ὁ θεός σου ὁ ταράσσων τὴν θάλασσαν καὶ ἠχω̃ν τὰ κύματα αὐτη̃ς κύριος σαβαωθ ὄνομά μοι 51:16 θήσω τοὺς λόγους μου εἰς τὸ στόμα σου καὶ ὑπὸ τὴν σκιὰν τη̃ς χειρός μου σκεπάσω σε ἐν ἡ̨̃ ἔστησα τὸν οὐρανὸν καὶ ἐθεμελίωσα τὴν γη̃ν καὶ ἐρει̃ Σιων λαός μου εἰ̃ σύ 51:17 ἐξεγείρου ἐξεγείρου ἀνάστηθι Ιερουσαλημ ἡ πιου̃σα τὸ ποτήριον του̃ θυμου̃ ἐκ χειρὸς κυρίου τὸ ποτήριον γὰρ τη̃ς πτώσεως τὸ κόνδυ του̃ θυμου̃ ἐξέπιες καὶ ἐξεκένωσας 51:18 καὶ οὐκ ἠ̃ν ὁ παρακαλω̃ν σε ἀπὸ πάντων τω̃ν τέκνων σου ὡ̃ν ἔτεκες καὶ οὐκ ἠ̃ν ὁ ἀντιλαμβανόμενος τη̃ς χειρός σου οὐδὲ ἀπὸ πάντων τω̃ν υἱω̃ν σου ὡ̃ν ὕψωσας 51:19 δύο ταυ̃τα ἀντικείμενά σοι τίς σοι συλλυπηθήσεται πτω̃μα καὶ σύντριμμα λιμὸς καὶ μάχαιρα τίς σε παρακαλέσει 51:20 οἱ υἱοί σου οἱ ἀπορούμενοι οἱ καθεύδοντες ἐπ' ἄκρου πάσης ἐξόδου ὡς σευτλίον ἡμίεφθον οἱ πλήρεις θυμου̃ κυρίου ἐκλελυμένοι διὰ κυρίου του̃ θεου̃ 51:21 διὰ του̃το ἄκουε τεταπεινωμένη καὶ μεθύουσα οὐκ ἀπὸ οἴνου 51:22 οὕτως λέγει κύριος ὁ θεὸς ὁ κρίνων τὸν λαὸν αὐτου̃ ἰδοὺ εἴληφα ἐκ τη̃ς χειρός σου τὸ ποτήριον τη̃ς πτώσεως τὸ κόνδυ του̃ θυμου̃ καὶ οὐ προσθήση̨ ἔτι πιει̃ν αὐτό 51:23 καὶ ἐμβαλω̃ αὐτὸ εἰς τὰς χει̃ρας τω̃ν ἀδικησάντων σε καὶ τω̃ν ταπεινωσάντων σε οἳ εἰ̃παν τη̨̃ ψυχη̨̃ σου κύψον ἵνα παρέλθωμεν καὶ ἔθηκας ἴσα τη̨̃ γη̨̃ τὰ μετάφρενά σου ἔξω τοι̃ς παραπορευομένοις 52:1 ἐξεγείρου ἐξεγείρου Σιων ἔνδυσαι τὴν ἰσχύν σου Σιων καὶ ἔνδυσαι τὴν δόξαν σου Ιερουσαλημ πόλις ἡ ἁγία οὐκέτι προστεθήσεται διελθει̃ν διὰ σου̃ ἀπερίτμητος καὶ ἀκάθαρτος 52:2 ἐκτίναξαι τὸν χου̃ν καὶ ἀνάστηθι κάθισον Ιερουσαλημ ἔκδυσαι τὸν δεσμὸν του̃ τραχήλου σου ἡ αἰχμάλωτος θυγάτηρ Σιων 52:3 ὅτι τάδε λέγει κύριος δωρεὰν ἐπράθητε καὶ οὐ μετὰ ἀργυρίου λυτρωθήσεσθε 52:4 οὕτως λέγει κύριος εἰς Αἴγυπτον κατέβη ὁ λαός μου τὸ πρότερον παροικη̃σαι ἐκει̃ καὶ εἰς 'Ασσυρίους βία̨ ἤχθησαν 52:5 καὶ νυ̃ν τί ὡ̃δέ ἐστε τάδε λέγει κύριος ὅτι ἐλήμφθη ὁ λαός μου δωρεάν θαυμάζετε καὶ ὀλολύζετε τάδε λέγει κύριος δι' ὑμα̃ς διὰ παντὸς τὸ ὄνομά μου βλασφημει̃ται ἐν τοι̃ς ἔθνεσιν 52:6 διὰ του̃το γνώσεται ὁ λαός μου τὸ ὄνομά μου ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ὅτι ἐγώ εἰμι αὐτὸς ὁ λαλω̃ν πάρειμι 52:7 ὡς ὥρα ἐπὶ τω̃ν ὀρέων ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης ὡς εὐαγγελιζόμενος ἀγαθά ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου λέγων Σιων βασιλεύσει σου ὁ θεός 52:8 ὅτι φωνὴ τω̃ν φυλασσόντων σε ὑψώθη καὶ τη̨̃ φωνη̨̃ ἅμα εὐφρανθήσονται ὅτι ὀφθαλμοὶ πρὸς ὀφθαλμοὺς ὄψονται ἡνίκα ἂν ἐλεήση̨ κύριος τὴν Σιων 52:9 ῥηξάτω εὐφροσύνην ἅμα τὰ ἔρημα Ιερουσαλημ ὅτι ἠλέησεν κύριος αὐτὴν καὶ ἐρρύσατο Ιερουσαλημ 52:10 καὶ ἀποκαλύψει κύριος τὸν βραχίονα αὐτου̃ τὸν ἅγιον ἐνώπιον πάντων τω̃ν ἐθνω̃ν καὶ ὄψονται πάντα τὰ ἄκρα τη̃ς γη̃ς τὴν σωτηρίαν τὴν παρὰ του̃ θεου̃ 52:11 ἀπόστητε ἀπόστητε ἐξέλθατε ἐκει̃θεν καὶ ἀκαθάρτου μὴ ἅπτεσθε ἐξέλθατε ἐκ μέσου αὐτη̃ς ἀφορίσθητε οἱ φέροντες τὰ σκεύη κυρίου 52:12 ὅτι οὐ μετὰ ταραχη̃ς ἐξελεύσεσθε οὐδὲ φυγη̨̃ πορεύσεσθε πορεύσεται γὰρ πρότερος ὑμω̃ν κύριος καὶ ὁ ἐπισυνάγων ὑμα̃ς κύριος ὁ θεὸς Ισραηλ 52:13 ἰδοὺ συνήσει ὁ παι̃ς μου καὶ ὑψωθήσεται καὶ δοξασθήσεται σφόδρα 52:14 ὃν τρόπον ἐκστήσονται ἐπὶ σὲ πολλοί οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἰ̃δός σου καὶ ἡ δόξα σου ἀπὸ τω̃ν ἀνθρώπων 52:15 οὕτως θαυμάσονται ἔθνη πολλὰ ἐπ' αὐτω̨̃ καὶ συνέξουσιν βασιλει̃ς τὸ στόμα αὐτω̃ν ὅτι οἱ̃ς οὐκ ἀνηγγέλη περὶ αὐτου̃ ὄψονται καὶ οἳ οὐκ ἀκηκόασιν συνήσουσιν 53:1 κύριε τίς ἐπίστευσεν τη̨̃ ἀκοη̨̃ ἡμω̃ν καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη 53:2 ἀνηγγείλαμεν ἐναντίον αὐτου̃ ὡς παιδίον ὡς ῥίζα ἐν γη̨̃ διψώση̨ οὐκ ἔστιν εἰ̃δος αὐτω̨̃ οὐδὲ δόξα καὶ εἴδομεν αὐτόν καὶ οὐκ εἰ̃χεν εἰ̃δος οὐδὲ κάλλος 53:3 ἀλλὰ τὸ εἰ̃δος αὐτου̃ ἄτιμον ἐκλει̃πον παρὰ πάντας ἀνθρώπους ἄνθρωπος ἐν πληγη̨̃ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτου̃ ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη 53:4 οὑ̃τος τὰς ἁμαρτίας ἡμω̃ν φέρει καὶ περὶ ἡμω̃ν ὀδυνα̃ται καὶ ἡμει̃ς ἐλογισάμεθα αὐτὸν εἰ̃ναι ἐν πόνω̨ καὶ ἐν πληγη̨̃ καὶ ἐν κακώσει 53:5 αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἀνομίας ἡμω̃ν καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμω̃ν παιδεία εἰρήνης ἡμω̃ν ἐπ' αὐτόν τω̨̃ μώλωπι αὐτου̃ ἡμει̃ς ἰάθημεν 53:6 πάντες ὡς πρόβατα ἐπλανήθημεν ἄνθρωπος τη̨̃ ὁδω̨̃ αὐτου̃ ἐπλανήθη καὶ κύριος παρέδωκεν αὐτὸν ται̃ς ἁμαρτίαις ἡμω̃ν 53:7 καὶ αὐτὸς διὰ τὸ κεκακω̃σθαι οὐκ ἀνοίγει τὸ στόμα ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον του̃ κείροντος αὐτὸν ἄφωνος οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτου̃ 53:8 ἐν τη̨̃ ταπεινώσει ἡ κρίσις αὐτου̃ ἤρθη τὴν γενεὰν αὐτου̃ τίς διηγήσεται ὅτι αἴρεται ἀπὸ τη̃ς γη̃ς ἡ ζωὴ αὐτου̃ ἀπὸ τω̃ν ἀνομιω̃ν του̃ λαου̃ μου ἤχθη εἰς θάνατον 53:9 καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τη̃ς ταφη̃ς αὐτου̃ καὶ τοὺς πλουσίους ἀντὶ του̃ θανάτου αὐτου̃ ὅτι ἀνομίαν οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τω̨̃ στόματι αὐτου̃ 53:10 καὶ κύριος βούλεται καθαρίσαι αὐτὸν τη̃ς πληγη̃ς ἐὰν δω̃τε περὶ ἁμαρτίας ἡ ψυχὴ ὑμω̃ν ὄψεται σπέρμα μακρόβιον καὶ βούλεται κύριος ἀφελει̃ν 53:11 ἀπὸ του̃ πόνου τη̃ς ψυχη̃ς αὐτου̃ δει̃ξαι αὐτω̨̃ φω̃ς καὶ πλάσαι τη̨̃ συνέσει δικαιω̃σαι δίκαιον εὐ̃ δουλεύοντα πολλοι̃ς καὶ τὰς ἁμαρτίας αὐτω̃ν αὐτὸς ἀνοίσει 53:12 διὰ του̃το αὐτὸς κληρονομήσει πολλοὺς καὶ τω̃ν ἰσχυρω̃ν μεριει̃ σκυ̃λα ἀνθ' ὡ̃ν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτου̃ καὶ ἐν τοι̃ς ἀνόμοις ἐλογίσθη καὶ αὐτὸς ἁμαρτίας πολλω̃ν ἀνήνεγκεν καὶ διὰ τὰς ἁμαρτίας αὐτω̃ν παρεδόθη 54:1 εὐφράνθητι στει̃ρα ἡ οὐ τίκτουσα ῥη̃ξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα ὅτι πολλὰ τὰ τέκνα τη̃ς ἐρήμου μα̃λλον ἢ τη̃ς ἐχούσης τὸν ἄνδρα εἰ̃πεν γὰρ κύριος 54:2 πλάτυνον τὸν τόπον τη̃ς σκηνη̃ς σου καὶ τω̃ν αὐλαιω̃ν σου πη̃ξον μὴ φείση̨ μάκρυνον τὰ σχοινίσματά σου καὶ τοὺς πασσάλους σου κατίσχυσον 54:3 ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει καὶ πόλεις ἠρημωμένας κατοικιει̃ς 54:4 μὴ φοβου̃ ὅτι κατη̨σχύνθης μηδὲ ἐντραπη̨̃ς ὅτι ὠνειδίσθης ὅτι αἰσχύνην αἰώνιον ἐπιλήση̨ καὶ ὄνειδος τη̃ς χηρείας σου οὐ μὴ μνησθήση̨ 54:5 ὅτι κύριος ὁ ποιω̃ν σε κύριος σαβαωθ ὄνομα αὐτω̨̃ καὶ ὁ ῥυσάμενός σε αὐτὸς θεὸς Ισραηλ πάση̨ τη̨̃ γη̨̃ κληθήσεται 54:6 οὐχ ὡς γυναι̃κα καταλελειμμένην καὶ ὀλιγόψυχον κέκληκέν σε κύριος οὐδ' ὡς γυναι̃κα ἐκ νεότητος μεμισημένην εἰ̃πεν ὁ θεός σου 54:7 χρόνον μικρὸν κατέλιπόν σε καὶ μετὰ ἐλέους μεγάλου ἐλεήσω σε 54:8 ἐν θυμω̨̃ μικρω̨̃ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπὸ σου̃ καὶ ἐν ἐλέει αἰωνίω̨ ἐλεήσω σε εἰ̃πεν ὁ ῥυσάμενός σε κύριος 54:9 ἀπὸ του̃ ὕδατος του̃ ἐπὶ Νωε του̃τό μοί ἐστιν καθότι ὤμοσα αὐτω̨̃ ἐν τω̨̃ χρόνω̨ ἐκείνω̨ τη̨̃ γη̨̃ μὴ θυμωθήσεσθαι ἐπὶ σοὶ ἔτι μηδὲ ἐν ἀπειλη̨̃ σου 54:10 τὰ ὄρη μεταστήσεσθαι οὐδὲ οἱ βουνοί σου μετακινηθήσονται οὕτως οὐδὲ τὸ παρ' ἐμου̃ σοι ἔλεος ἐκλείψει οὐδὲ ἡ διαθήκη τη̃ς εἰρήνης σου οὐ μὴ μεταστη̨̃ εἰ̃πεν γὰρ κύριος ἵλεώς σοι 54:11 ταπεινὴ καὶ ἀκατάστατος οὐ παρεκλήθης ἰδοὺ ἐγὼ ἑτοιμάζω σοὶ ἄνθρακα τὸν λίθον σου καὶ τὰ θεμέλιά σου σάπφειρον 54:12 καὶ θήσω τὰς ἐπάλξεις σου ἴασπιν καὶ τὰς πύλας σου λίθους κρυστάλλου καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτοὺς 54:13 καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς θεου̃ καὶ ἐν πολλη̨̃ εἰρήνη̨ τὰ τέκνα σου 54:14 καὶ ἐν δικαιοσύνη̨ οἰκοδομηθήση̨ ἀπέχου ἀπὸ ἀδίκου καὶ οὐ φοβηθήση̨ καὶ τρόμος οὐκ ἐγγιει̃ σοι 54:15 ἰδοὺ προσήλυτοι προσελεύσονταί σοι δι' ἐμου̃ καὶ ἐπὶ σὲ καταφεύξονται 54:16 ἰδοὺ ἐγὼ κτίζω σε οὐχ ὡς χαλκεὺς φυσω̃ν ἄνθρακας καὶ ἐκφέρων σκευ̃ος εἰς ἔργον ἐγὼ δὲ ἔκτισά σε οὐκ εἰς ἀπώλειαν φθει̃ραι 54:17 πα̃ν σκευ̃ος φθαρτόν ἐπὶ σὲ οὐκ εὐοδώσω καὶ πα̃σα φωνὴ ἀναστήσεται ἐπὶ σὲ εἰς κρίσιν πάντας αὐτοὺς ἡττήσεις οἱ δὲ ἔνοχοί σου ἔσονται ἐν αὐτη̨̃ ἔστιν κληρονομία τοι̃ς θεραπεύουσιν κύριον καὶ ὑμει̃ς ἔσεσθέ μοι δίκαιοι λέγει κύριος 55:1 οἱ διψω̃ντες πορεύεσθε ἐφ' ὕδωρ καὶ ὅσοι μὴ ἔχετε ἀργύριον βαδίσαντες ἀγοράσατε καὶ πίετε ἄνευ ἀργυρίου καὶ τιμη̃ς οἴνου καὶ στέαρ 55:2 ἵνα τί τιμα̃σθε ἀργυρίου καὶ τὸν μόχθον ὑμω̃ν οὐκ εἰς πλησμονήν ἀκούσατέ μου καὶ φάγεσθε ἀγαθά καὶ ἐντρυφήσει ἐν ἀγαθοι̃ς ἡ ψυχὴ ὑμω̃ν 55:3 προσέχετε τοι̃ς ὠτίοις ὑμω̃ν καὶ ἐπακολουθήσατε ται̃ς ὁδοι̃ς μου ἐπακούσατέ μου καὶ ζήσεται ἐν ἀγαθοι̃ς ἡ ψυχὴ ὑμω̃ν καὶ διαθήσομαι ὑμι̃ν διαθήκην αἰώνιον τὰ ὅσια Δαυιδ τὰ πιστά 55:4 ἰδοὺ μαρτύριον ἐν ἔθνεσιν δέδωκα αὐτόν ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν 55:5 ἔθνη ἃ οὐκ ἤ̨δεισάν σε ἐπικαλέσονταί σε καὶ λαοί οἳ οὐκ ἐπίστανταί σε ἐπὶ σὲ καταφεύξονται ἕνεκεν του̃ θεου̃ σου του̃ ἁγίου Ισραηλ ὅτι ἐδόξασέν σε 55:6 ζητήσατε τὸν θεὸν καὶ ἐν τω̨̃ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε ἡνίκα δ' ἂν ἐγγίζη̨ ὑμι̃ν 55:7 ἀπολιπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτου̃ καὶ ἀνὴρ ἄνομος τὰς βουλὰς αὐτου̃ καὶ ἐπιστραφήτω ἐπὶ κύριον καὶ ἐλεηθήσεται ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας ὑμω̃ν 55:8 οὐ γάρ εἰσιν αἱ βουλαί μου ὥσπερ αἱ βουλαὶ ὑμω̃ν οὐδὲ ὥσπερ αἱ ὁδοὶ ὑμω̃ν αἱ ὁδοί μου λέγει κύριος 55:9 ἀλλ' ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τη̃ς γη̃ς οὕτως ἀπέχει ἡ ὁδός μου ἀπὸ τω̃ν ὁδω̃ν ὑμω̃ν καὶ τὰ διανοήματα ὑμω̃ν ἀπὸ τη̃ς διανοίας μου 55:10 ὡς γὰρ ἐὰν καταβη̨̃ ὑετὸς ἢ χιὼν ἐκ του̃ οὐρανου̃ καὶ οὐ μὴ ἀποστραφη̨̃ ἕως ἂν μεθύση̨ τὴν γη̃ν καὶ ἐκτέκη̨ καὶ ἐκβλαστήση̨ καὶ δω̨̃ σπέρμα τω̨̃ σπείροντι καὶ ἄρτον εἰς βρω̃σιν 55:11 οὕτως ἔσται τὸ ῥη̃μά μου ὃ ἐὰν ἐξέλθη̨ ἐκ του̃ στόματός μου οὐ μὴ ἀποστραφη̨̃ ἕως ἂν συντελεσθη̨̃ ὅσα ἠθέλησα καὶ εὐοδώσω τὰς ὁδούς σου καὶ τὰ ἐντάλματά μου 55:12 ἐν γὰρ εὐφροσύνη̨ ἐξελεύσεσθε καὶ ἐν χαρα̨̃ διδαχθήσεσθε τὰ γὰρ ὄρη καὶ οἱ βουνοὶ ἐξαλου̃νται προσδεχόμενοι ὑμα̃ς ἐν χαρα̨̃ καὶ πάντα τὰ ξύλα του̃ ἀγρου̃ ἐπικροτήσει τοι̃ς κλάδοις 55:13 καὶ ἀντὶ τη̃ς στοιβη̃ς ἀναβήσεται κυπάρισσος ἀντὶ δὲ τη̃ς κονύζης ἀναβήσεται μυρσίνη καὶ ἔσται κύριος εἰς ὄνομα καὶ εἰς σημει̃ον αἰώνιον καὶ οὐκ ἐκλείψει 56:1 τάδε λέγει κύριος φυλάσσεσθε κρίσιν ποιήσατε δικαιοσύνην ἤγγισεν γὰρ τὸ σωτήριόν μου παραγίνεσθαι καὶ τὸ ἔλεός μου ἀποκαλυφθη̃ναι 56:2 μακάριος ἀνὴρ ὁ ποιω̃ν ταυ̃τα καὶ ἄνθρωπος ὁ ἀντεχόμενος αὐτω̃ν καὶ φυλάσσων τὰ σάββατα μὴ βεβηλου̃ν καὶ διατηρω̃ν τὰς χει̃ρας αὐτου̃ μὴ ποιει̃ν ἀδίκημα 56:3 μὴ λεγέτω ὁ ἀλλογενὴς ὁ προσκείμενος πρὸς κύριον ἀφοριει̃ με ἄρα κύριος ἀπὸ του̃ λαου̃ αὐτου̃ καὶ μὴ λεγέτω ὁ εὐνου̃χος ὅτι ἐγώ εἰμι ξύλον ξηρόν 56:4 τάδε λέγει κύριος τοι̃ς εὐνούχοις ὅσοι ἂν φυλάξωνται τὰ σάββατά μου καὶ ἐκλέξωνται ἃ ἐγὼ θέλω καὶ ἀντέχωνται τη̃ς διαθήκης μου 56:5 δώσω αὐτοι̃ς ἐν τω̨̃ οἴκω̨ μου καὶ ἐν τω̨̃ τείχει μου τόπον ὀνομαστὸν κρείττω υἱω̃ν καὶ θυγατέρων ὄνομα αἰώνιον δώσω αὐτοι̃ς καὶ οὐκ ἐκλείψει 56:6 καὶ τοι̃ς ἀλλογενέσι τοι̃ς προσκειμένοις κυρίω̨ δουλεύειν αὐτω̨̃ καὶ ἀγαπα̃ν τὸ ὄνομα κυρίου του̃ εἰ̃ναι αὐτω̨̃ εἰς δούλους καὶ δούλας καὶ πάντας τοὺς φυλασσομένους τὰ σάββατά μου μὴ βεβηλου̃ν καὶ ἀντεχομένους τη̃ς διαθήκης μου 56:7 εἰσάξω αὐτοὺς εἰς τὸ ὄρος τὸ ἅγιόν μου καὶ εὐφρανω̃ αὐτοὺς ἐν τω̨̃ οἴκω̨ τη̃ς προσευχη̃ς μου τὰ ὁλοκαυτώματα αὐτω̃ν καὶ αἱ θυσίαι αὐτω̃ν ἔσονται δεκταὶ ἐπὶ του̃ θυσιαστηρίου μου ὁ γὰρ οἰ̃κός μου οἰ̃κος προσευχη̃ς κληθήσεται πα̃σιν τοι̃ς ἔθνεσιν 56:8 εἰ̃πεν κύριος ὁ συνάγων τοὺς διεσπαρμένους Ισραηλ ὅτι συνάξω ἐπ' αὐτὸν συναγωγήν 56:9 πάντα τὰ θηρία τὰ ἄγρια δευ̃τε φάγετε πάντα τὰ θηρία του̃ δρυμου̃ 56:10 ἴδετε ὅτι πάντες ἐκτετύφλωνται οὐκ ἔγνωσαν φρονη̃σαι πάντες κύνες ἐνεοί οὐ δυνήσονται ὑλακτει̃ν ἐνυπνιαζόμενοι κοίτην φιλου̃ντες νυστάξαι 56:11 καὶ οἱ κύνες ἀναιδει̃ς τη̨̃ ψυχη̨̃ οὐκ εἰδότες πλησμονήν καί εἰσιν πονηροὶ οὐκ εἰδότες σύνεσιν πάντες ἐν ται̃ς ὁδοι̃ς αὐτω̃ν ἐξηκολούθησαν ἕκαστος κατὰ τὸ ἑαυτου̃ 57:1 ἴδετε ὡς ὁ δίκαιος ἀπώλετο καὶ οὐδεὶς ἐκδέχεται τη̨̃ καρδία̨ καὶ ἄνδρες δίκαιοι αἴρονται καὶ οὐδεὶς κατανοει̃ ἀπὸ γὰρ προσώπου ἀδικίας ἠ̃ρται ὁ δίκαιος 57:2 ἔσται ἐν εἰρήνη̨ ἡ ταφὴ αὐτου̃ ἠ̃ρται ἐκ του̃ μέσου 57:3 ὑμει̃ς δὲ προσαγάγετε ὡ̃δε υἱοὶ ἄνομοι σπέρμα μοιχω̃ν καὶ πόρνης 57:4 ἐν τίνι ἐνετρυφήσατε καὶ ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμω̃ν καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλω̃σσαν ὑμω̃ν οὐχ ὑμει̃ς ἐστε τέκνα ἀπωλείας σπέρμα ἄνομον 57:5 οἱ παρακαλου̃ντες ἐπὶ τὰ εἴδωλα ὑπὸ δένδρα δασέα σφάζοντες τὰ τέκνα αὐτω̃ν ἐν ται̃ς φάραγξιν ἀνὰ μέσον τω̃ν πετρω̃ν 57:6 ἐκείνη σου ἡ μερίς οὑ̃τός σου ὁ κλη̃ρος κἀκείνοις ἐξέχεας σπονδὰς κἀκείνοις ἀνήνεγκας θυσίας ἐπὶ τούτοις οὐ̃ν οὐκ ὀργισθήσομαι 57:7 ἐπ' ὄρος ὑψηλὸν καὶ μετέωρον ἐκει̃ σου ἡ κοίτη κἀκει̃ ἀνεβίβασας θυσίας 57:8 καὶ ὀπίσω τω̃ν σταθμω̃ν τη̃ς θύρας σου ἔθηκας μνημόσυνά σου ὤ̨ου ὅτι ἐὰν ἀπ' ἐμου̃ ἀποστη̨̃ς πλει̃όν τι ἕξεις ἠγάπησας τοὺς κοιμωμένους μετὰ σου̃ 57:9 καὶ ἐπλήθυνας τὴν πορνείαν σου μετ' αὐτω̃ν καὶ πολλοὺς ἐποίησας τοὺς μακρὰν ἀπὸ σου̃ καὶ ἀπέστειλας πρέσβεις ὑπὲρ τὰ ὅριά σου καὶ ἀπέστρεψας καὶ ἐταπεινώθης ἕως ἅ̨δου 57:10 ται̃ς πολυοδίαις σου ἐκοπίασας καὶ οὐκ εἰ̃πας παύσομαι ἐνισχύουσα ὅτι ἔπραξας ταυ̃τα διὰ του̃το οὐ κατεδεήθης μου 57:11 σύ τίνα εὐλαβηθει̃σα ἐφοβήθης καὶ ἐψεύσω με καὶ οὐκ ἐμνήσθης μου οὐδὲ ἔλαβές με εἰς τὴν διάνοιαν οὐδὲ εἰς τὴν καρδίαν σου κἀγώ σε ἰδὼν παρορω̃ καὶ ἐμὲ οὐκ ἐφοβήθης 57:12 κἀγὼ ἀπαγγελω̃ τὴν δικαιοσύνην μου καὶ τὰ κακά σου ἃ οὐκ ὠφελήσουσίν σε 57:13 ὅταν ἀναβοήση̨ς ἐξελέσθωσάν σε ἐν τη̨̃ θλίψει σου τούτους γὰρ πάντας ἄνεμος λήμψεται καὶ ἀποίσει καταιγίς οἱ δὲ ἀντεχόμενοί μου κτήσονται γη̃ν καὶ κληρονομήσουσιν τὸ ὄρος τὸ ἅγιόν μου 57:14 καὶ ἐρου̃σιν καθαρίσατε ἀπὸ προσώπου αὐτου̃ ὁδοὺς καὶ ἄρατε σκω̃λα ἀπὸ τη̃ς ὁδου̃ του̃ λαου̃ μου 57:15 τάδε λέγει κύριος ὁ ὕψιστος ὁ ἐν ὑψηλοι̃ς κατοικω̃ν τὸν αἰω̃να ἅγιος ἐν ἁγίοις ὄνομα αὐτω̨̃ κύριος ὕψιστος ἐν ἁγίοις ἀναπαυόμενος καὶ ὀλιγοψύχοις διδοὺς μακροθυμίαν καὶ διδοὺς ζωὴν τοι̃ς συντετριμμένοις τὴν καρδίαν 57:16 οὐκ εἰς τὸν αἰω̃να ἐκδικήσω ὑμα̃ς οὐδὲ διὰ παντὸς ὀργισθήσομαι ὑμι̃ν πνευ̃μα γὰρ παρ' ἐμου̃ ἐξελεύσεται καὶ πνοὴν πα̃σαν ἐγὼ ἐποίησα 57:17 δι' ἁμαρτίαν βραχύ τι ἐλύπησα αὐτὸν καὶ ἐπάταξα αὐτὸν καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ' αὐτου̃ καὶ ἐλυπήθη καὶ ἐπορεύθη στυγνὸς ἐν ται̃ς ὁδοι̃ς αὐτου̃ 57:18 τὰς ὁδοὺς αὐτου̃ ἑώρακα καὶ ἰασάμην αὐτὸν καὶ παρεκάλεσα αὐτὸν καὶ ἔδωκα αὐτω̨̃ παράκλησιν ἀληθινήν 57:19 εἰρήνην ἐπ' εἰρήνην τοι̃ς μακρὰν καὶ τοι̃ς ἐγγὺς οὐ̃σιν καὶ εἰ̃πεν κύριος ἰάσομαι αὐτούς 57:20 οἱ δὲ ἄδικοι οὕτως κλυδωνισθήσονται καὶ ἀναπαύσασθαι οὐ δυνήσονται 57:21 οὐκ ἔστιν χαίρειν τοι̃ς ἀσεβέσιν εἰ̃πεν κύριος ὁ θεός 58:1 ἀναβόησον ἐν ἰσχύι καὶ μὴ φείση̨ ὡς σάλπιγγα ὕψωσον τὴν φωνήν σου καὶ ἀνάγγειλον τω̨̃ λαω̨̃ μου τὰ ἁμαρτήματα αὐτω̃ν καὶ τω̨̃ οἴκω̨ Ιακωβ τὰς ἀνομίας αὐτω̃ν 58:2 ἐμὲ ἡμέραν ἐξ ἡμέρας ζητου̃σιν καὶ γνω̃ναί μου τὰς ὁδοὺς ἐπιθυμου̃σιν ὡς λαὸς δικαιοσύνην πεποιηκὼς καὶ κρίσιν θεου̃ αὐτου̃ μὴ ἐγκαταλελοιπὼς αἰτου̃σίν με νυ̃ν κρίσιν δικαίαν καὶ ἐγγίζειν θεω̨̃ ἐπιθυμου̃σιν 58:3 λέγοντες τί ὅτι ἐνηστεύσαμεν καὶ οὐκ εἰ̃δες ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμω̃ν καὶ οὐκ ἔγνως ἐν γὰρ ται̃ς ἡμέραις τω̃ν νηστειω̃ν ὑμω̃ν εὑρίσκετε τὰ θελήματα ὑμω̃ν καὶ πάντας τοὺς ὑποχειρίους ὑμω̃ν ὑπονύσσετε 58:4 εἰ εἰς κρίσεις καὶ μάχας νηστεύετε καὶ τύπτετε πυγμαι̃ς ταπεινόν ἵνα τί μοι νηστεύετε ὡς σήμερον ἀκουσθη̃ναι ἐν κραυγη̨̃ τὴν φωνὴν ὑμω̃ν 58:5 οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην καὶ ἡμέραν ταπεινου̃ν ἄνθρωπον τὴν ψυχὴν αὐτου̃ οὐδ' ἂν κάμψη̨ς ὡς κρίκον τὸν τράχηλόν σου καὶ σάκκον καὶ σποδὸν ὑποστρώση̨ οὐδ' οὕτως καλέσετε νηστείαν δεκτήν 58:6 οὐχὶ τοιαύτην νηστείαν ἐγὼ ἐξελεξάμην λέγει κύριος ἀλλὰ λυ̃ε πάντα σύνδεσμον ἀδικίας διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων ἀπόστελλε τεθραυσμένους ἐν ἀφέσει καὶ πα̃σαν συγγραφὴν ἄδικον διάσπα 58:7 διάθρυπτε πεινω̃ντι τὸν ἄρτον σου καὶ πτωχοὺς ἀστέγους εἴσαγε εἰς τὸν οἰ̃κόν σου ἐὰν ἴδη̨ς γυμνόν περίβαλε καὶ ἀπὸ τω̃ν οἰκείων του̃ σπέρματός σου οὐχ ὑπερόψη̨ 58:8 τότε ῥαγήσεται πρόιμον τὸ φω̃ς σου καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελει̃ καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου καὶ ἡ δόξα του̃ θεου̃ περιστελει̃ σε 58:9 τότε βοήση̨ καὶ ὁ θεὸς εἰσακούσεταί σου ἔτι λαλου̃ντός σου ἐρει̃ ἰδοὺ πάρειμι ἐὰν ἀφέλη̨ς ἀπὸ σου̃ σύνδεσμον καὶ χειροτονίαν καὶ ῥη̃μα γογγυσμου̃ 58:10 καὶ δω̨̃ς πεινω̃ντι τὸν ἄρτον ἐκ ψυχη̃ς σου καὶ ψυχὴν τεταπεινωμένην ἐμπλήση̨ς τότε ἀνατελει̃ ἐν τω̨̃ σκότει τὸ φω̃ς σου καὶ τὸ σκότος σου ὡς μεσημβρία 58:11 καὶ ἔσται ὁ θεός σου μετὰ σου̃ διὰ παντός καὶ ἐμπλησθήση̨ καθάπερ ἐπιθυμει̃ ἡ ψυχή σου καὶ τὰ ὀστα̃ σου πιανθήσεται καὶ ἔση̨ ὡς κη̃πος μεθύων καὶ ὡς πηγὴ ἣν μὴ ἐξέλιπεν ὕδωρ καὶ τὰ ὀστα̃ σου ὡς βοτάνη ἀνατελει̃ καὶ πιανθήσεται καὶ κληρονομήσουσι γενεὰς γενεω̃ν 58:12 καὶ οἰκοδομηθήσονταί σου αἱ ἔρημοι αἰώνιοι καὶ ἔσται σου τὰ θεμέλια αἰώνια γενεω̃ν γενεαι̃ς καὶ κληθήση̨ οἰκοδόμος φραγμω̃ν καὶ τοὺς τρίβους τοὺς ἀνὰ μέσον παύσεις 58:13 ἐὰν ἀποστρέψη̨ς τὸν πόδα σου ἀπὸ τω̃ν σαββάτων του̃ μὴ ποιει̃ν τὰ θελήματά σου ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ ἁγία̨ καὶ καλέσεις τὰ σάββατα τρυφερά ἅγια τω̨̃ θεω̨̃ σου οὐκ ἀρει̃ς τὸν πόδα σου ἐπ' ἔργω̨ οὐδὲ λαλήσεις λόγον ἐν ὀργη̨̃ ἐκ του̃ στόματός σου 58:14 καὶ ἔση̨ πεποιθὼς ἐπὶ κύριον καὶ ἀναβιβάσει σε ἐπὶ τὰ ἀγαθὰ τη̃ς γη̃ς καὶ ψωμιει̃ σε τὴν κληρονομίαν Ιακωβ του̃ πατρός σου τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταυ̃τα 59:1 μὴ οὐκ ἰσχύει ἡ χεὶρ κυρίου του̃ σω̃σαι ἢ ἐβάρυνεν τὸ οὐ̃ς αὐτου̃ του̃ μὴ εἰσακου̃σαι 59:2 ἀλλὰ τὰ ἁμαρτήματα ὑμω̃ν διιστω̃σιν ἀνὰ μέσον ὑμω̃ν καὶ του̃ θεου̃ καὶ διὰ τὰς ἁμαρτίας ὑμω̃ν ἀπέστρεψεν τὸ πρόσωπον αὐτου̃ ἀφ' ὑμω̃ν του̃ μὴ ἐλεη̃σαι 59:3 αἱ γὰρ χει̃ρες ὑμω̃ν μεμολυμμέναι αἵματι καὶ οἱ δάκτυλοι ὑμω̃ν ἐν ἁμαρτίαις τὰ δὲ χείλη ὑμω̃ν ἐλάλησεν ἀνομίαν καὶ ἡ γλω̃σσα ὑμω̃ν ἀδικίαν μελετα̨̃ 59:4 οὐδεὶς λαλει̃ δίκαια οὐδὲ ἔστιν κρίσις ἀληθινή πεποίθασιν ἐπὶ ματαίοις καὶ λαλου̃σιν κενά ὅτι κύουσιν πόνον καὶ τίκτουσιν ἀνομίαν 59:5 ὠ̨ὰ ἀσπίδων ἔρρηξαν καὶ ἱστὸν ἀράχνης ὑφαίνουσιν καὶ ὁ μέλλων τω̃ν ὠ̨ω̃ν αὐτω̃ν φαγει̃ν συντρίψας οὔριον εὑ̃ρεν καὶ ἐν αὐτω̨̃ βασιλίσκος 59:6 ὁ ἱστὸς αὐτω̃ν οὐκ ἔσται εἰς ἱμάτιον οὐδὲ μὴ περιβάλωνται ἀπὸ τω̃ν ἔργων αὐτω̃ν τὰ γὰρ ἔργα αὐτω̃ν ἔργα ἀνομίας 59:7 οἱ δὲ πόδες αὐτω̃ν ἐπὶ πονηρίαν τρέχουσιν ταχινοὶ ἐκχέαι αἱ̃μα καὶ οἱ διαλογισμοὶ αὐτω̃ν διαλογισμοὶ ἀφρόνων σύντριμμα καὶ ταλαιπωρία ἐν ται̃ς ὁδοι̃ς αὐτω̃ν 59:8 καὶ ὁδὸν εἰρήνης οὐκ οἴδασιν καὶ οὐκ ἔστιν κρίσις ἐν ται̃ς ὁδοι̃ς αὐτω̃ν αἱ γὰρ τρίβοι αὐτω̃ν διεστραμμέναι ἃς διοδεύουσιν καὶ οὐκ οἴδασιν εἰρήνην 59:9 διὰ του̃το ἀπέστη ἡ κρίσις ἀπ' αὐτω̃ν καὶ οὐ μὴ καταλάβη̨ αὐτοὺς δικαιοσύνη ὑπομεινάντων αὐτω̃ν φω̃ς ἐγένετο αὐτοι̃ς σκότος μείναντες αὐγὴν ἐν ἀωρία̨ περιεπάτησαν 59:10 ψηλαφήσουσιν ὡς τυφλοὶ τοι̃χον καὶ ὡς οὐχ ὑπαρχόντων ὀφθαλμω̃ν ψηλαφήσουσιν καὶ πεσου̃νται ἐν μεσημβρία̨ ὡς ἐν μεσονυκτίω̨ ὡς ἀποθνή̨σκοντες στενάξουσιν 59:11 ὡς ἄρκος καὶ ὡς περιστερὰ ἅμα πορεύσονται ἀνεμείναμεν κρίσιν καὶ οὐκ ἔστιν σωτηρία μακρὰν ἀφέστηκεν ἀφ' ἡμω̃ν 59:12 πολλὴ γὰρ ἡμω̃ν ἡ ἀνομία ἐναντίον σου καὶ αἱ ἁμαρτίαι ἡμω̃ν ἀντέστησαν ἡμι̃ν αἱ γὰρ ἀνομίαι ἡμω̃ν ἐν ἡμι̃ν καὶ τὰ ἀδικήματα ἡμω̃ν ἔγνωμεν 59:13 ἠσεβήσαμεν καὶ ἐψευσάμεθα καὶ ἀπέστημεν ἀπὸ ὄπισθεν του̃ θεου̃ ἡμω̃ν ἐλαλήσαμεν ἄδικα καὶ ἠπειθήσαμεν ἐκύομεν καὶ ἐμελετήσαμεν ἀπὸ καρδίας ἡμω̃ν λόγους ἀδίκους 59:14 καὶ ἀπεστήσαμεν ὀπίσω τὴν κρίσιν καὶ ἡ δικαιοσύνη μακρὰν ἀφέστηκεν ὅτι καταναλώθη ἐν ται̃ς ὁδοι̃ς αὐτω̃ν ἡ ἀλήθεια καὶ δι' εὐθείας οὐκ ἠδύναντο διελθει̃ν 59:15 καὶ ἡ ἀλήθεια ἠ̃ρται καὶ μετέστησαν τὴν διάνοιαν του̃ συνιέναι καὶ εἰ̃δεν κύριος καὶ οὐκ ἤρεσεν αὐτω̨̃ ὅτι οὐκ ἠ̃ν κρίσις 59:16 καὶ εἰ̃δεν καὶ οὐκ ἠ̃ν ἀνήρ καὶ κατενόησεν καὶ οὐκ ἠ̃ν ὁ ἀντιλημψόμενος καὶ ἠμύνατο αὐτοὺς τω̨̃ βραχίονι αὐτου̃ καὶ τη̨̃ ἐλεημοσύνη̨ ἐστηρίσατο 59:17 καὶ ἐνεδύσατο δικαιοσύνην ὡς θώρακα καὶ περιέθετο περικεφαλαίαν σωτηρίου ἐπὶ τη̃ς κεφαλη̃ς καὶ περιεβάλετο ἱμάτιον ἐκδικήσεως καὶ τὸ περιβόλαιον 59:18 ὡς ἀνταποδώσων ἀνταπόδοσιν ὄνειδος τοι̃ς ὑπεναντίοις 59:19 καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμω̃ν τὸ ὄνομα κυρίου καὶ οἱ ἀπ' ἀνατολω̃ν ἡλίου τὸ ὄνομα τὸ ἔνδοξον ἥξει γὰρ ὡς ποταμὸς βίαιος ἡ ὀργὴ παρὰ κυρίου ἥξει μετὰ θυμου̃ 59:20 καὶ ἥξει ἕνεκεν Σιων ὁ ῥυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ιακωβ 59:21 καὶ αὕτη αὐτοι̃ς ἡ παρ' ἐμου̃ διαθήκη εἰ̃πεν κύριος τὸ πνευ̃μα τὸ ἐμόν ὅ ἐστιν ἐπὶ σοί καὶ τὰ ῥήματα ἃ ἔδωκα εἰς τὸ στόμα σου οὐ μὴ ἐκλίπη̨ ἐκ του̃ στόματός σου καὶ ἐκ του̃ στόματος του̃ σπέρματός σου εἰ̃πεν γὰρ κύριος ἀπὸ του̃ νυ̃ν καὶ εἰς τὸν αἰω̃να 60:1 φωτίζου φωτίζου Ιερουσαλημ ἥκει γάρ σου τὸ φω̃ς καὶ ἡ δόξα κυρίου ἐπὶ σὲ ἀνατέταλκεν 60:2 ἰδοὺ σκότος καὶ γνόφος καλύψει γη̃ν ἐπ' ἔθνη ἐπὶ δὲ σὲ φανήσεται κύριος καὶ ἡ δόξα αὐτου̃ ἐπὶ σὲ ὀφθήσεται 60:3 καὶ πορεύσονται βασιλει̃ς τω̨̃ φωτί σου καὶ ἔθνη τη̨̃ λαμπρότητί σου 60:4 ἀ̃ρον κύκλω̨ τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ συνηγμένα τὰ τέκνα σου ἰδοὺ ἥκασιν πάντες οἱ υἱοί σου μακρόθεν καὶ αἱ θυγατέρες σου ἐπ' ὤμων ἀρθήσονται 60:5 τότε ὄψη̨ καὶ φοβηθήση̨ καὶ ἐκστήση̨ τη̨̃ καρδία̨ ὅτι μεταβαλει̃ εἰς σὲ πλου̃τος θαλάσσης καὶ ἐθνω̃ν καὶ λαω̃ν καὶ ἥξουσίν σοι 60:6 ἀγέλαι καμήλων καὶ καλύψουσίν σε κάμηλοι Μαδιαμ καὶ Γαιφα πάντες ἐκ Σαβα ἥξουσιν φέροντες χρυσίον καὶ λίβανον οἴσουσιν καὶ τὸ σωτήριον κυρίου εὐαγγελιου̃νται 60:7 καὶ πάντα τὰ πρόβατα Κηδαρ συναχθήσονταί σοι καὶ κριοὶ Ναβαιωθ ἥξουσίν σοι καὶ ἀνενεχθήσεται δεκτὰ ἐπὶ τὸ θυσιαστήριόν μου καὶ ὁ οἰ̃κος τη̃ς προσευχη̃ς μου δοξασθήσεται 60:8 τίνες οἵδε ὡς νεφέλαι πέτανται καὶ ὡς περιστεραὶ σὺν νεοσσοι̃ς 60:9 ἐμὲ νη̃σοι ὑπέμειναν καὶ πλοι̃α Θαρσις ἐν πρώτοις ἀγαγει̃ν τὰ τέκνα σου μακρόθεν καὶ τὸν ἄργυρον καὶ τὸν χρυσὸν μετ' αὐτω̃ν διὰ τὸ ὄνομα κυρίου τὸ ἅγιον καὶ διὰ τὸ τὸν ἅγιον του̃ Ισραηλ ἔνδοξον εἰ̃ναι 60:10 καὶ οἰκοδομήσουσιν ἀλλογενει̃ς τὰ τείχη σου καὶ οἱ βασιλει̃ς αὐτω̃ν παραστήσονταί σοι διὰ γὰρ ὀργήν μου ἐπάταξά σε καὶ διὰ ἔλεον ἠγάπησά σε 60:11 καὶ ἀνοιχθήσονται αἱ πύλαι σου διὰ παντός ἡμέρας καὶ νυκτὸς οὐ κλεισθήσονται εἰσαγαγει̃ν πρὸς σὲ δύναμιν ἐθνω̃ν καὶ βασιλει̃ς ἀγομένους 60:12 τὰ γὰρ ἔθνη καὶ οἱ βασιλει̃ς οἵτινες οὐ δουλεύσουσίν σοι ἀπολου̃νται καὶ τὰ ἔθνη ἐρημία̨ ἐρημωθήσονται 60:13 καὶ ἡ δόξα του̃ Λιβάνου πρὸς σὲ ἥξει ἐν κυπαρίσσω̨ καὶ πεύκη̨ καὶ κέδρω̨ ἅμα δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου 60:14 καὶ πορεύσονται πρὸς σὲ δεδοικότες υἱοὶ ταπεινωσάντων σε καὶ παροξυνάντων σε καὶ κληθήση̨ πόλις κυρίου Σιων ἁγίου Ισραηλ 60:15 διὰ τὸ γεγενη̃σθαί σε ἐγκαταλελειμμένην καὶ μεμισημένην καὶ οὐκ ἠ̃ν ὁ βοηθω̃ν καὶ θήσω σε ἀγαλλίαμα αἰώνιον εὐφροσύνην γενεω̃ν γενεαι̃ς 60:16 καὶ θηλάσεις γάλα ἐθνω̃ν καὶ πλου̃τον βασιλέων φάγεσαι καὶ γνώση̨ ὅτι ἐγὼ κύριος ὁ σώ̨ζων σε καὶ ἐξαιρούμενός σε θεὸς Ισραηλ 60:17 καὶ ἀντὶ χαλκου̃ οἴσω σοι χρυσίον ἀντὶ δὲ σιδήρου οἴσω σοι ἀργύριον ἀντὶ δὲ ξύλων οἴσω σοι χαλκόν ἀντὶ δὲ λίθων σίδηρον καὶ δώσω τοὺς ἄρχοντάς σου ἐν εἰρήνη̨ καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιοσύνη̨ 60:18 καὶ οὐκ ἀκουσθήσεται ἔτι ἀδικία ἐν τη̨̃ γη̨̃ σου οὐδὲ σύντριμμα οὐδὲ ταλαιπωρία ἐν τοι̃ς ὁρίοις σου ἀλλὰ κληθήσεται σωτήριον τὰ τείχη σου καὶ αἱ πύλαι σου γλύμμα 60:19 καὶ οὐκ ἔσται σοι ὁ ἥλιος εἰς φω̃ς ἡμέρας οὐδὲ ἀνατολὴ σελήνης φωτιει̃ σοι τὴν νύκτα ἀλλ' ἔσται σοι κύριος φω̃ς αἰώνιον καὶ ὁ θεὸς δόξα σου 60:20 οὐ γὰρ δύσεται ὁ ἥλιός σοι καὶ ἡ σελήνη σοι οὐκ ἐκλείψει ἔσται γὰρ κύριός σοι φω̃ς αἰώνιον καὶ ἀναπληρωθήσονται αἱ ἡμέραι του̃ πένθους σου 60:21 καὶ ὁ λαός σου πα̃ς δίκαιος καὶ δι' αἰω̃νος κληρονομήσουσιν τὴν γη̃ν φυλάσσων τὸ φύτευμα ἔργα χειρω̃ν αὐτου̃ εἰς δόξαν 60:22 ὁ ὀλιγοστὸς ἔσται εἰς χιλιάδας καὶ ὁ ἐλάχιστος εἰς ἔθνος μέγα ἐγὼ κύριος κατὰ καιρὸν συνάξω αὐτούς 61:1 πνευ̃μα κυρίου ἐπ' ἐμέ οὑ̃ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοι̃ς ἀπέσταλκέν με ἰάσασθαι τοὺς συντετριμμένους τη̨̃ καρδία̨ κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοι̃ς ἀνάβλεψιν 61:2 καλέσαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως παρακαλέσαι πάντας τοὺς πενθου̃ντας 61:3 δοθη̃ναι τοι̃ς πενθου̃σιν Σιων δόξαν ἀντὶ σποδου̃ ἄλειμμα εὐφροσύνης τοι̃ς πενθου̃σιν καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας καὶ κληθήσονται γενεαὶ δικαιοσύνης φύτευμα κυρίου εἰς δόξαν 61:4 καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίας ἐξηρημωμένας πρότερον ἐξαναστήσουσιν καὶ καινιου̃σιν πόλεις ἐρήμους ἐξηρημωμένας εἰς γενεάς 61:5 καὶ ἥξουσιν ἀλλογενει̃ς ποιμαίνοντες τὰ πρόβατά σου καὶ ἀλλόφυλοι ἀροτη̃ρες καὶ ἀμπελουργοί 61:6 ὑμει̃ς δὲ ἱερει̃ς κυρίου κληθήσεσθε λειτουργοὶ θεου̃ ἰσχὺν ἐθνω̃ν κατέδεσθε καὶ ἐν τω̨̃ πλούτω̨ αὐτω̃ν θαυμασθήσεσθε 61:7 οὕτως ἐκ δευτέρας κληρονομήσουσιν τὴν γη̃ν καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλη̃ς αὐτω̃ν 61:8 ἐγὼ γάρ εἰμι κύριος ὁ ἀγαπω̃ν δικαιοσύνην καὶ μισω̃ν ἁρπάγματα ἐξ ἀδικίας καὶ δώσω τὸν μόχθον αὐτω̃ν δικαίοις καὶ διαθήκην αἰώνιον διαθήσομαι αὐτοι̃ς 61:9 καὶ γνωσθήσεται ἐν τοι̃ς ἔθνεσιν τὸ σπέρμα αὐτω̃ν καὶ τὰ ἔκγονα αὐτω̃ν πα̃ς ὁ ὁρω̃ν αὐτοὺς ἐπιγνώσεται αὐτούς ὅτι οὑ̃τοί εἰσιν σπέρμα ηὐλογημένον ὑπὸ θεου̃ 61:10 καὶ εὐφροσύνη̨ εὐφρανθήσονται ἐπὶ κύριον ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τω̨̃ κυρίω̨ ἐνέδυσεν γάρ με ἱμάτιον σωτηρίου καὶ χιτω̃να εὐφροσύνης ὡς νυμφίω̨ περιέθηκέν μοι μίτραν καὶ ὡς νύμφην κατεκόσμησέν με κόσμω̨ 61:11 καὶ ὡς γη̃ν αὔξουσαν τὸ ἄνθος αὐτη̃ς καὶ ὡς κη̃πος τὰ σπέρματα αὐτου̃ οὕτως ἀνατελει̃ κύριος δικαιοσύνην καὶ ἀγαλλίαμα ἐναντίον πάντων τω̃ν ἐθνω̃ν 62:1 διὰ Σιων οὐ σιωπήσομαι καὶ διὰ Ιερουσαλημ οὐκ ἀνήσω ἕως ἂν ἐξέλθη̨ ὡς φω̃ς ἡ δικαιοσύνη μου τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται 62:2 καὶ ὄψονται ἔθνη τὴν δικαιοσύνην σου καὶ βασιλει̃ς τὴν δόξαν σου καὶ καλέσει σε τὸ ὄνομά σου τὸ καινόν ὃ ὁ κύριος ὀνομάσει αὐτό 62:3 καὶ ἔση̨ στέφανος κάλλους ἐν χειρὶ κυρίου καὶ διάδημα βασιλείας ἐν χειρὶ θεου̃ σου 62:4 καὶ οὐκέτι κληθήση̨ καταλελειμμένη καὶ ἡ γη̃ σου οὐ κληθήσεται ἔρημος σοὶ γὰρ κληθήσεται θέλημα ἐμόν καὶ τη̨̃ γη̨̃ σου οἰκουμένη 62:5 καὶ ὡς συνοικω̃ν νεανίσκος παρθένω̨ οὕτως κατοικήσουσιν οἱ υἱοί σου μετὰ σου̃ καὶ ἔσται ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφη̨ οὕτως εὐφρανθήσεται κύριος ἐπὶ σοί 62:6 καὶ ἐπὶ τω̃ν τειχέων σου Ιερουσαλημ κατέστησα φύλακας ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα οἳ διὰ τέλους οὐ σιωπήσονται μιμνη̨σκόμενοι κυρίου 62:7 οὐκ ἔστιν γὰρ ὑμι̃ν ὅμοιος ἐὰν διορθώση̨ καὶ ποιήση̨ Ιερουσαλημ ἀγαυρίαμα ἐπὶ τη̃ς γη̃ς 62:8 ὤμοσεν κύριος κατὰ τη̃ς δεξια̃ς αὐτου̃ καὶ κατὰ τη̃ς ἰσχύος του̃ βραχίονος αὐτου̃ εἰ ἔτι δώσω τὸν σι̃τόν σου καὶ τὰ βρώματά σου τοι̃ς ἐχθροι̃ς σου καὶ εἰ ἔτι πίονται υἱοὶ ἀλλότριοι τὸν οἰ̃νόν σου ἐφ' ὡ̨̃ ἐμόχθησας 62:9 ἀλλ' ἢ οἱ συνάγοντες φάγονται αὐτὰ καὶ αἰνέσουσιν κύριον καὶ οἱ συνάγοντες πίονται αὐτὰ ἐν ται̃ς ἐπαύλεσιν ται̃ς ἁγίαις μου 62:10 πορεύεσθε διὰ τω̃ν πυλω̃ν μου καὶ ὁδοποιήσατε τω̨̃ λαω̨̃ μου καὶ τοὺς λίθους τοὺς ἐκ τη̃ς ὁδου̃ διαρρίψατε ἐξάρατε σύσσημον εἰς τὰ ἔθνη 62:11 ἰδοὺ γὰρ κύριος ἐποίησεν ἀκουστὸν ἕως ἐσχάτου τη̃ς γη̃ς εἴπατε τη̨̃ θυγατρὶ Σιων ἰδού σοι ὁ σωτὴρ παραγίνεται ἔχων τὸν ἑαυτου̃ μισθὸν καὶ τὸ ἔργον πρὸ προσώπου αὐτου̃ 62:12 καὶ καλέσει αὐτὸν λαὸν ἅγιον λελυτρωμένον ὑπὸ κυρίου σὺ δὲ κληθήση̨ ἐπιζητουμένη πόλις καὶ οὐκ ἐγκαταλελειμμένη 63:1 τίς οὑ̃τος ὁ παραγινόμενος ἐξ Εδωμ ἐρύθημα ἱματίων ἐκ Βοσορ οὕτως ὡραι̃ος ἐν στολη̨̃ βία̨ μετὰ ἰσχύος ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου 63:2 διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητου̃ ληνου̃ 63:3 πλήρης καταπεπατημένης καὶ τω̃ν ἐθνω̃ν οὐκ ἔστιν ἀνὴρ μετ' ἐμου̃ καὶ κατεπάτησα αὐτοὺς ἐν θυμω̨̃ καὶ κατέθλασα αὐτοὺς ὡς γη̃ν καὶ κατήγαγον τὸ αἱ̃μα αὐτω̃ν εἰς γη̃ν 63:4 ἡμέρα γὰρ ἀνταποδόσεως ἐπη̃λθεν αὐτοι̃ς καὶ ἐνιαυτὸς λυτρώσεως πάρεστιν 63:5 καὶ ἐπέβλεψα καὶ οὐδεὶς βοηθός καὶ προσενόησα καὶ οὐθεὶς ἀντελαμβάνετο καὶ ἐρρύσατο αὐτοὺς ὁ βραχίων μου καὶ ὁ θυμός μου ἐπέστη 63:6 καὶ κατεπάτησα αὐτοὺς τη̨̃ ὀργη̨̃ μου καὶ κατήγαγον τὸ αἱ̃μα αὐτω̃ν εἰς γη̃ν 63:7 τὸν ἔλεον κυρίου ἐμνήσθην τὰς ἀρετὰς κυρίου ἐν πα̃σιν οἱ̃ς ὁ κύριος ἡμι̃ν ἀνταποδίδωσιν κύριος κριτὴς ἀγαθὸς τω̨̃ οἴκω̨ Ισραηλ ἐπάγει ἡμι̃ν κατὰ τὸ ἔλεος αὐτου̃ καὶ κατὰ τὸ πλη̃θος τη̃ς δικαιοσύνης αὐτου̃ 63:8 καὶ εἰ̃πεν οὐχ ὁ λαός μου τέκνα οὐ μὴ ἀθετήσωσιν καὶ ἐγένετο αὐτοι̃ς εἰς σωτηρίαν 63:9 ἐκ πάσης θλίψεως οὐ πρέσβυς οὐδὲ ἄγγελος ἀλλ' αὐτὸς κύριος ἔσωσεν αὐτοὺς διὰ τὸ ἀγαπα̃ν αὐτοὺς καὶ φείδεσθαι αὐτω̃ν αὐτὸς ἐλυτρώσατο αὐτοὺς καὶ ἀνέλαβεν αὐτοὺς καὶ ὕψωσεν αὐτοὺς πάσας τὰς ἡμέρας του̃ αἰω̃νος 63:10 αὐτοὶ δὲ ἠπείθησαν καὶ παρώξυναν τὸ πνευ̃μα τὸ ἅγιον αὐτου̃ καὶ ἐστράφη αὐτοι̃ς εἰς ἔχθραν καὶ αὐτὸς ἐπολέμησεν αὐτούς 63:11 καὶ ἐμνήσθη ἡμερω̃ν αἰωνίων ὁ ἀναβιβάσας ἐκ τη̃ς γη̃ς τὸν ποιμένα τω̃ν προβάτων που̃ ἐστιν ὁ θεὶς ἐν αὐτοι̃ς τὸ πνευ̃μα τὸ ἅγιον 63:12 ὁ ἀγαγὼν τη̨̃ δεξια̨̃ Μωυση̃ν ὁ βραχίων τη̃ς δόξης αὐτου̃ κατίσχυσεν ὕδωρ ἀπὸ προσώπου αὐτου̃ ποιη̃σαι αὐτω̨̃ ὄνομα αἰώνιον 63:13 ἤγαγεν αὐτοὺς διὰ τη̃ς ἀβύσσου ὡς ἵππον δι' ἐρήμου καὶ οὐκ ἐκοπίασαν 63:14 καὶ ὡς κτήνη διὰ πεδίου κατέβη πνευ̃μα παρὰ κυρίου καὶ ὡδήγησεν αὐτούς οὕτως ἤγαγες τὸν λαόν σου ποιη̃σαι σεαυτω̨̃ ὄνομα δόξης 63:15 ἐπίστρεψον ἐκ του̃ οὐρανου̃ καὶ ἰδὲ ἐκ του̃ οἴκου του̃ ἁγίου σου καὶ δόξης που̃ ἐστιν ὁ ζη̃λός σου καὶ ἡ ἰσχύς σου που̃ ἐστιν τὸ πλη̃θος του̃ ἐλέους σου καὶ τω̃ν οἰκτιρμω̃ν σου ὅτι ἀνέσχου ἡμω̃ν 63:16 σὺ γὰρ ἡμω̃ν εἰ̃ πατήρ ὅτι Αβρααμ οὐκ ἔγνω ἡμα̃ς καὶ Ισραηλ οὐκ ἐπέγνω ἡμα̃ς ἀλλὰ σύ κύριε πατὴρ ἡμω̃ν ῥυ̃σαι ἡμα̃ς ἀπ' ἀρχη̃ς τὸ ὄνομά σου ἐφ' ἡμα̃ς ἐστιν 63:17 τί ἐπλάνησας ἡμα̃ς κύριε ἀπὸ τη̃ς ὁδου̃ σου ἐσκλήρυνας ἡμω̃ν τὰς καρδίας του̃ μὴ φοβει̃σθαί σε ἐπίστρεψον διὰ τοὺς δούλους σου διὰ τὰς φυλὰς τη̃ς κληρονομίας σου 63:18 ἵνα μικρὸν κληρονομήσωμεν του̃ ὄρους του̃ ἁγίου σου οἱ ὑπεναντίοι ἡμω̃ν κατεπάτησαν τὸ ἁγίασμά σου 63:19 ἐγενόμεθα ὡς τὸ ἀπ' ἀρχη̃ς ὅτε οὐκ ἠ̃ρξας ἡμω̃ν οὐδὲ ἐπεκλήθη τὸ ὄνομά σου ἐφ' ἡμα̃ς ἐὰν ἀνοίξη̨ς τὸν οὐρανόν τρόμος λήμψεται ἀπὸ σου̃ ὄρη καὶ τακήσονται 64:1 ὡς κηρὸς ἀπὸ πυρὸς τήκεται καὶ κατακαύσει πυ̃ρ τοὺς ὑπεναντίους καὶ φανερὸν ἔσται τὸ ὄνομα κυρίου ἐν τοι̃ς ὑπεναντίοις ἀπὸ προσώπου σου ἔθνη ταραχθήσονται 64:2 ὅταν ποιη̨̃ς τὰ ἔνδοξα τρόμος λήμψεται ἀπὸ σου̃ ὄρη 64:3 ἀπὸ του̃ αἰω̃νος οὐκ ἠκούσαμεν οὐδὲ οἱ ὀφθαλμοὶ ἡμω̃ν εἰ̃δον θεὸν πλὴν σου̃ καὶ τὰ ἔργα σου ἃ ποιήσεις τοι̃ς ὑπομένουσιν ἔλεον 64:4 συναντήσεται γὰρ τοι̃ς ποιου̃σιν τὸ δίκαιον καὶ τω̃ν ὁδω̃ν σου μνησθήσονται ἰδοὺ σὺ ὠργίσθης καὶ ἡμει̃ς ἡμάρτομεν διὰ του̃το ἐπλανήθημεν 64:5 καὶ ἐγενήθημεν ὡς ἀκάθαρτοι πάντες ἡμει̃ς ὡς ῥάκος ἀποκαθημένης πα̃σα ἡ δικαιοσύνη ἡμω̃ν καὶ ἐξερρύημεν ὡς φύλλα διὰ τὰς ἀνομίας ἡμω̃ν οὕτως ἄνεμος οἴσει ἡμα̃ς 64:6 καὶ οὐκ ἔστιν ὁ ἐπικαλούμενος τὸ ὄνομά σου καὶ ὁ μνησθεὶς ἀντιλαβέσθαι σου ὅτι ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφ' ἡμω̃ν καὶ παρέδωκας ἡμα̃ς διὰ τὰς ἁμαρτίας ἡμω̃ν 64:7 καὶ νυ̃ν κύριε πατὴρ ἡμω̃ν σύ ἡμει̃ς δὲ πηλὸς ἔργον τω̃ν χειρω̃ν σου πάντες 64:8 μὴ ὀργίζου ἡμι̃ν σφόδρα καὶ μὴ ἐν καιρω̨̃ μνησθη̨̃ς ἁμαρτιω̃ν ἡμω̃ν καὶ νυ̃ν ἐπίβλεψον ὅτι λαός σου πάντες ἡμει̃ς 64:9 πόλις του̃ ἁγίου σου ἐγενήθη ἔρημος Σιων ὡς ἔρημος ἐγενήθη Ιερουσαλημ εἰς κατάραν 64:10 ὁ οἰ̃κος τὸ ἅγιον ἡμω̃ν καὶ ἡ δόξα ἣν ηὐλόγησαν οἱ πατέρες ἡμω̃ν ἐγενήθη πυρίκαυστος καὶ πάντα τὰ ἔνδοξα συνέπεσεν 64:11 καὶ ἐπὶ πα̃σι τούτοις ἀνέσχου κύριε καὶ ἐσιώπησας καὶ ἐταπείνωσας ἡμα̃ς σφόδρα 65:1 ἐμφανὴς ἐγενόμην τοι̃ς ἐμὲ μὴ ζητου̃σιν εὑρέθην τοι̃ς ἐμὲ μὴ ἐπερωτω̃σιν εἰ̃πα ἰδού εἰμι τω̨̃ ἔθνει οἳ οὐκ ἐκάλεσάν μου τὸ ὄνομα 65:2 ἐξεπέτασα τὰς χει̃ράς μου ὅλην τὴν ἡμέραν πρὸς λαὸν ἀπειθου̃ντα καὶ ἀντιλέγοντα οἳ οὐκ ἐπορεύθησαν ὁδω̨̃ ἀληθινη̨̃ ἀλλ' ὀπίσω τω̃ν ἁμαρτιω̃ν αὐτω̃ν 65:3 ὁ λαὸς οὑ̃τος ὁ παροξύνων με ἐναντίον ἐμου̃ διὰ παντός αὐτοὶ θυσιάζουσιν ἐν τοι̃ς κήποις καὶ θυμιω̃σιν ἐπὶ ται̃ς πλίνθοις τοι̃ς δαιμονίοις ἃ οὐκ ἔστιν 65:4 καὶ ἐν τοι̃ς μνήμασιν καὶ ἐν τοι̃ς σπηλαίοις κοιμω̃νται δι' ἐνύπνια οἱ ἔσθοντες κρέα ὕεια καὶ ζωμὸν θυσιω̃ν μεμολυμμένα πάντα τὰ σκεύη αὐτω̃ν 65:5 οἱ λέγοντες πόρρω ἀπ' ἐμου̃ μὴ ἐγγίση̨ς μου ὅτι καθαρός εἰμι οὑ̃τος καπνὸς του̃ θυμου̃ μου πυ̃ρ καίεται ἐν αὐτω̨̃ πάσας τὰς ἡμέρας 65:6 ἰδοὺ γέγραπται ἐνώπιόν μου οὐ σιωπήσω ἕως ἂν ἀποδω̃ εἰς τὸν κόλπον αὐτω̃ν 65:7 τὰς ἁμαρτίας αὐτω̃ν καὶ τω̃ν πατέρων αὐτω̃ν λέγει κύριος οἳ ἐθυμίασαν ἐπὶ τω̃ν ὀρέων καὶ ἐπὶ τω̃ν βουνω̃ν ὠνείδισάν με ἀποδώσω τὰ ἔργα αὐτω̃ν εἰς τὸν κόλπον αὐτω̃ν 65:8 οὕτως λέγει κύριος ὃν τρόπον εὑρεθήσεται ὁ ῥὼξ ἐν τω̨̃ βότρυι καὶ ἐρου̃σιν μὴ λυμήνη̨ αὐτὸν ὅτι εὐλογία κυρίου ἐστὶν ἐν αὐτω̨̃ οὕτως ποιήσω ἕνεκεν του̃ δουλεύοντός μοι τούτου ἕνεκεν οὐ μὴ ἀπολέσω πάντας 65:9 καὶ ἐξάξω τὸ ἐξ Ιακωβ σπέρμα καὶ τὸ ἐξ Ιουδα καὶ κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου καὶ κληρονομήσουσιν οἱ ἐκλεκτοί μου καὶ οἱ δου̃λοί μου καὶ κατοικήσουσιν ἐκει̃ 65:10 καὶ ἔσονται ἐν τω̨̃ δρυμω̨̃ ἐπαύλεις ποιμνίων καὶ φάραγξ Αχωρ εἰς ἀνάπαυσιν βουκολίων τω̨̃ λαω̨̃ μου οἳ ἐζήτησάν με 65:11 ὑμει̃ς δὲ οἱ ἐγκαταλιπόντες με καὶ ἐπιλανθανόμενοι τὸ ὄρος τὸ ἅγιόν μου καὶ ἑτοιμάζοντες τω̨̃ δαίμονι τράπεζαν καὶ πληρου̃ντες τη̨̃ τύχη̨ κέρασμα 65:12 ἐγὼ παραδώσω ὑμα̃ς εἰς μάχαιραν πάντες ἐν σφαγη̨̃ πεσει̃σθε ὅτι ἐκάλεσα ὑμα̃ς καὶ οὐχ ὑπηκούσατε ἐλάλησα καὶ παρηκούσατε καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον ἐμου̃ καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξασθε 65:13 διὰ του̃το τάδε λέγει κύριος ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται ὑμει̃ς δὲ πεινάσετε ἰδοὺ οἱ δουλεύοντές μοι πίονται ὑμει̃ς δὲ διψήσετε ἰδοὺ οἱ δουλεύοντές μοι εὐφρανθήσονται ὑμει̃ς δὲ αἰσχυνθήσεσθε 65:14 ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνη̨ ὑμει̃ς δὲ κεκράξεσθε διὰ τὸν πόνον τη̃ς καρδίας ὑμω̃ν καὶ ἀπὸ συντριβη̃ς πνεύματος ὀλολύξετε 65:15 καταλείψετε γὰρ τὸ ὄνομα ὑμω̃ν εἰς πλησμονὴν τοι̃ς ἐκλεκτοι̃ς μου ὑμα̃ς δὲ ἀνελει̃ κύριος τοι̃ς δὲ δουλεύουσιν αὐτω̨̃ κληθήσεται ὄνομα καινόν 65:16 ὃ εὐλογηθήσεται ἐπὶ τη̃ς γη̃ς εὐλογήσουσιν γὰρ τὸν θεὸν τὸν ἀληθινόν καὶ οἱ ὀμνύοντες ἐπὶ τη̃ς γη̃ς ὀμου̃νται τὸν θεὸν τὸν ἀληθινόν ἐπιλήσονται γὰρ τὴν θλι̃ψιν αὐτω̃ν τὴν πρώτην καὶ οὐκ ἀναβήσεται αὐτω̃ν ἐπὶ τὴν καρδίαν 65:17 ἔσται γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γη̃ καινή καὶ οὐ μὴ μνησθω̃σιν τω̃ν προτέρων οὐδ' οὐ μὴ ἐπέλθη̨ αὐτω̃ν ἐπὶ τὴν καρδίαν 65:18 ἀλλ' εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτη̨̃ ὅτι ἰδοὺ ἐγὼ ποιω̃ Ιερουσαλημ ἀγαλλίαμα καὶ τὸν λαόν μου εὐφροσύνην 65:19 καὶ ἀγαλλιάσομαι ἐπὶ Ιερουσαλημ καὶ εὐφρανθήσομαι ἐπὶ τω̨̃ λαω̨̃ μου καὶ οὐκέτι μὴ ἀκουσθη̨̃ ἐν αὐτη̨̃ φωνὴ κλαυθμου̃ οὐδὲ φωνὴ κραυγη̃ς 65:20 καὶ οὐ μὴ γένηται ἐκει̃ ἄωρος καὶ πρεσβύτης ὃς οὐκ ἐμπλήσει τὸν χρόνον αὐτου̃ ἔσται γὰρ ὁ νέος ἑκατὸν ἐτω̃ν ὁ δὲ ἀποθνή̨σκων ἁμαρτωλὸς ἑκατὸν ἐτω̃ν καὶ ἐπικατάρατος ἔσται 65:21 καὶ οἰκοδομήσουσιν οἰκίας καὶ αὐτοὶ ἐνοικήσουσιν καὶ καταφυτεύσουσιν ἀμπελω̃νας καὶ αὐτοὶ φάγονται τὰ γενήματα αὐτω̃ν 65:22 καὶ οὐ μὴ οἰκοδομήσουσιν καὶ ἄλλοι ἐνοικήσουσιν καὶ οὐ μὴ φυτεύσουσιν καὶ ἄλλοι φάγονται κατὰ γὰρ τὰς ἡμέρας του̃ ξύλου τη̃ς ζωη̃ς ἔσονται αἱ ἡμέραι του̃ λαου̃ μου τὰ ἔργα τω̃ν πόνων αὐτω̃ν παλαιώσουσιν 65:23 οἱ δὲ ἐκλεκτοί μου οὐ κοπιάσουσιν εἰς κενὸν οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν ὅτι σπέρμα ηὐλογημένον ὑπὸ θεου̃ ἐστιν καὶ τὰ ἔκγονα αὐτω̃ν μετ' αὐτω̃ν ἔσονται 65:24 καὶ ἔσται πρὶν κεκράξαι αὐτοὺς ἐγὼ ἐπακούσομαι αὐτω̃ν ἔτι λαλούντων αὐτω̃ν ἐρω̃ τί ἐστιν 65:25 τότε λύκοι καὶ ἄρνες βοσκηθήσονται ἅμα καὶ λέων ὡς βου̃ς φάγεται ἄχυρα ὄφις δὲ γη̃ν ὡς ἄρτον οὐκ ἀδικήσουσιν οὐδὲ μὴ λυμανου̃νται ἐπὶ τω̨̃ ὄρει τω̨̃ ἁγίω̨ μου λέγει κύριος 66:1 οὕτως λέγει κύριος ὁ οὐρανός μοι θρόνος ἡ δὲ γη̃ ὑποπόδιον τω̃ν ποδω̃ν μου ποι̃ον οἰ̃κον οἰκοδομήσετέ μοι ἢ ποι̃ος τόπος τη̃ς καταπαύσεώς μου 66:2 πάντα γὰρ ταυ̃τα ἐποίησεν ἡ χείρ μου καὶ ἔστιν ἐμὰ πάντα ταυ̃τα λέγει κύριος καὶ ἐπὶ τίνα ἐπιβλέψω ἀλλ' ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντα τοὺς λόγους μου 66:3 ὁ δὲ ἄνομος ὁ θύων μοι μόσχον ὡς ὁ ἀποκτέννων κύνα ὁ δὲ ἀναφέρων σεμίδαλιν ὡς αἱ̃μα ὕειον ὁ διδοὺς λίβανον εἰς μνημόσυνον ὡς βλάσφημος καὶ οὑ̃τοι ἐξελέξαντο τὰς ὁδοὺς αὐτω̃ν καὶ τὰ βδελύγματα αὐτω̃ν ἃ ἡ ψυχὴ αὐτω̃ν ἠθέλησεν 66:4 κἀγὼ ἐκλέξομαι τὰ ἐμπαίγματα αὐτω̃ν καὶ τὰς ἁμαρτίας ἀνταποδώσω αὐτοι̃ς ὅτι ἐκάλεσα αὐτοὺς καὶ οὐχ ὑπήκουσάν μου ἐλάλησα καὶ οὐκ ἤκουσαν καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον μου καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξαντο 66:5 ἀκούσατε τὸ ῥη̃μα κυρίου οἱ τρέμοντες τὸν λόγον αὐτου̃ εἴπατε ἀδελφοὶ ἡμω̃ν τοι̃ς μισου̃σιν ἡμα̃ς καὶ βδελυσσομένοις ἵνα τὸ ὄνομα κυρίου δοξασθη̨̃ καὶ ὀφθη̨̃ ἐν τη̨̃ εὐφροσύνη̨ αὐτω̃ν κἀκει̃νοι αἰσχυνθήσονται 66:6 φωνὴ κραυγη̃ς ἐκ πόλεως φωνὴ ἐκ ναου̃ φωνὴ κυρίου ἀνταποδιδόντος ἀνταπόδοσιν τοι̃ς ἀντικειμένοις 66:7 πρὶν ἢ τὴν ὠδίνουσαν τεκει̃ν πρὶν ἐλθει̃ν τὸν πόνον τω̃ν ὠδίνων ἐξέφυγεν καὶ ἔτεκεν ἄρσεν 66:8 τίς ἤκουσεν τοιου̃το καὶ τίς ἑώρακεν οὕτως ἠ̃ ὤδινεν γη̃ ἐν μια̨̃ ἡμέρα̨ ἢ καὶ ἐτέχθη ἔθνος εἰς ἅπαξ ὅτι ὤδινεν καὶ ἔτεκεν Σιων τὰ παιδία αὐτη̃ς 66:9 ἐγὼ δὲ ἔδωκα τὴν προσδοκίαν ταύτην καὶ οὐκ ἐμνήσθης μου εἰ̃πεν κύριος οὐκ ἰδοὺ ἐγὼ γεννω̃σαν καὶ στει̃ραν ἐποίησα εἰ̃πεν ὁ θεός 66:10 εὐφράνθητι Ιερουσαλημ καὶ πανηγυρίσατε ἐν αὐτη̨̃ πάντες οἱ ἀγαπω̃ντες αὐτήν χάρητε χαρα̨̃ πάντες ὅσοι πενθει̃τε ἐπ' αὐτη̃ς 66:11 ἵνα θηλάσητε καὶ ἐμπλησθη̃τε ἀπὸ μαστου̃ παρακλήσεως αὐτη̃ς ἵνα ἐκθηλάσαντες τρυφήσητε ἀπὸ εἰσόδου δόξης αὐτη̃ς 66:12 ὅτι τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐκκλίνω εἰς αὐτοὺς ὡς ποταμὸς εἰρήνης καὶ ὡς χειμάρρους ἐπικλύζων δόξαν ἐθνω̃ν τὰ παιδία αὐτω̃ν ἐπ' ὤμων ἀρθήσονται καὶ ἐπὶ γονάτων παρακληθήσονται 66:13 ὡς εἴ τινα μήτηρ παρακαλέσει οὕτως καὶ ἐγὼ παρακαλέσω ὑμα̃ς καὶ ἐν Ιερουσαλημ παρακληθήσεσθε 66:14 καὶ ὄψεσθε καὶ χαρήσεται ὑμω̃ν ἡ καρδία καὶ τὰ ὀστα̃ ὑμω̃ν ὡς βοτάνη ἀνατελει̃ καὶ γνωσθήσεται ἡ χεὶρ κυρίου τοι̃ς σεβομένοις αὐτόν καὶ ἀπειλήσει τοι̃ς ἀπειθου̃σιν 66:15 ἰδοὺ γὰρ κύριος ὡς πυ̃ρ ἥξει καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτου̃ ἀποδου̃ναι ἐν θυμω̨̃ ἐκδίκησιν καὶ ἀποσκορακισμὸν ἐν φλογὶ πυρός 66:16 ἐν γὰρ τω̨̃ πυρὶ κυρίου κριθήσεται πα̃σα ἡ γη̃ καὶ ἐν τη̨̃ ῥομφαία̨ αὐτου̃ πα̃σα σάρξ πολλοὶ τραυματίαι ἔσονται ὑπὸ κυρίου 66:17 οἱ ἁγνιζόμενοι καὶ καθαριζόμενοι εἰς τοὺς κήπους καὶ ἐν τοι̃ς προθύροις ἔσθοντες κρέας ὕειον καὶ τὰ βδελύγματα καὶ τὸν νυ̃ν ἐπὶ τὸ αὐτὸ ἀναλωθήσονται εἰ̃πεν κύριος 66:18 κἀγὼ τὰ ἔργα αὐτω̃ν καὶ τὸν λογισμὸν αὐτω̃ν ἐπίσταμαι ἔρχομαι συναγαγει̃ν πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας καὶ ἥξουσιν καὶ ὄψονται τὴν δόξαν μου 66:19 καὶ καταλείψω ἐπ' αὐτω̃ν σημει̃α καὶ ἐξαποστελω̃ ἐξ αὐτω̃ν σεσω̨σμένους εἰς τὰ ἔθνη εἰς Θαρσις καὶ Φουδ καὶ Λουδ καὶ Μοσοχ καὶ Θοβελ καὶ εἰς τὴν 'Ελλάδα καὶ εἰς τὰς νήσους τὰς πόρρω οἳ οὐκ ἀκηκόασίν μου τὸ ὄνομα οὐδὲ ἑωράκασιν τὴν δόξαν μου καὶ ἀναγγελου̃σίν μου τὴν δόξαν ἐν τοι̃ς ἔθνεσιν 66:20 καὶ ἄξουσιν τοὺς ἀδελφοὺς ὑμω̃ν ἐκ πάντων τω̃ν ἐθνω̃ν δω̃ρον κυρίω̨ μεθ' ἵππων καὶ ἁρμάτων ἐν λαμπήναις ἡμιόνων μετὰ σκιαδίων εἰς τὴν ἁγίαν πόλιν Ιερουσαλημ εἰ̃πεν κύριος ὡς ἂν ἐνέγκαισαν οἱ υἱοὶ Ισραηλ ἐμοὶ τὰς θυσίας αὐτω̃ν μετὰ ψαλμω̃ν εἰς τὸν οἰ̃κον κυρίου 66:21 καὶ ἀπ' αὐτω̃ν λήμψομαι ἐμοὶ ἱερει̃ς καὶ Λευίτας εἰ̃πεν κύριος 66:22 ὃν τρόπον γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γη̃ καινή ἃ ἐγὼ ποιω̃ μένει ἐνώπιόν μου λέγει κύριος οὕτως στήσεται τὸ σπέρμα ὑμω̃ν καὶ τὸ ὄνομα ὑμω̃ν 66:23 καὶ ἔσται μη̃να ἐκ μηνὸς καὶ σάββατον ἐκ σαββάτου ἥξει πα̃σα σὰρξ ἐνώπιόν μου προσκυνη̃σαι ἐν Ιερουσαλημ εἰ̃πεν κύριος 66:24 καὶ ἐξελεύσονται καὶ ὄψονται τὰ κω̃λα τω̃ν ἀνθρώπων τω̃ν παραβεβηκότων ἐν ἐμοί ὁ γὰρ σκώληξ αὐτω̃ν οὐ τελευτήσει καὶ τὸ πυ̃ρ αὐτω̃ν οὐ σβεσθήσεται καὶ ἔσονται εἰς ὅρασιν πάση̨ σαρκί . |
[X] |