Ζαχαρίας

1:1 ἐν τω̨̃ ὀγδόω̨ μηνὶ ἔτους δευτέρου ἐπὶ Δαρείου ἐγένετο λόγος κυρίου πρὸς Ζαχαριαν τὸν του̃ Βαραχιου υἱὸν Αδδω τὸν προφήτην λέγων

1:2 ὠργίσθη κύριος ἐπὶ τοὺς πατέρας ὑμω̃ν ὀργὴν μεγάλην

1:3 καὶ ἐρει̃ς πρὸς αὐτούς τάδε λέγει κύριος παντοκράτωρ ἐπιστρέψατε πρός με καὶ ἐπιστραφήσομαι πρὸς ὑμα̃ς λέγει κύριος

1:4 καὶ μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμω̃ν οἱ̃ς ἐνεκάλεσαν αὐτοι̃ς οἱ προφη̃ται οἱ ἔμπροσθεν λέγοντες τάδε λέγει κύριος παντοκράτωρ ἀποστρέψατε ἀπὸ τω̃ν ὁδω̃ν ὑμω̃ν τω̃ν πονηρω̃ν καὶ ἀπὸ τω̃ν ἐπιτηδευμάτων ὑμω̃ν τω̃ν πονηρω̃ν καὶ οὐ προσέσχον του̃ εἰσακου̃σαί μου λέγει κύριος

1:5 οἱ πατέρες ὑμω̃ν που̃ εἰσιν καὶ οἱ προφη̃ται μὴ τὸν αἰω̃να ζήσονται

1:6 πλὴν τοὺς λόγους μου καὶ τὰ νόμιμά μου δέχεσθε ὅσα ἐγὼ ἐντέλλομαι ἐν πνεύματί μου τοι̃ς δούλοις μου τοι̃ς προφήταις οἳ κατελάβοσαν τοὺς πατέρας ὑμω̃ν καὶ ἀπεκρίθησαν καὶ εἰ̃παν καθὼς παρατέτακται κύριος παντοκράτωρ του̃ ποιη̃σαι κατὰ τὰς ὁδοὺς ὑμω̃ν καὶ κατὰ τὰ ἐπιτηδεύματα ὑμω̃ν οὕτως ἐποίησεν ὑμι̃ν

1:7 τη̨̃ τετράδι καὶ εἰκάδι τω̨̃ ἑνδεκάτω̨ μηνί οὑ̃τός ἐστιν ὁ μὴν Σαβατ ἐν τω̨̃ δευτέρω̨ ἔτει ἐπὶ Δαρείου ἐγένετο λόγος κυρίου πρὸς Ζαχαριαν τὸν του̃ Βαραχιου υἱὸν Αδδω τὸν προφήτην λέγων

1:8 ἑώρακα τὴν νύκτα καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐπὶ ἵππον πυρρόν καὶ οὑ̃τος εἱστήκει ἀνὰ μέσον τω̃ν δύο ὀρέων τω̃ν κατασκίων καὶ ὀπίσω αὐτου̃ ἵπποι πυρροὶ καὶ ψαροὶ καὶ ποικίλοι καὶ λευκοί

1:9 καὶ εἰ̃πα τί οὑ̃τοι κύριε καὶ εἰ̃πεν πρός με ὁ ἄγγελος ὁ λαλω̃ν ἐν ἐμοί ἐγὼ δείξω σοι τί ἐστιν ταυ̃τα

1:10 καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ ἐφεστηκὼς ἀνὰ μέσον τω̃ν ὀρέων καὶ εἰ̃πεν πρός με οὑ̃τοί εἰσιν οὓς ἐξαπέσταλκεν κύριος του̃ περιοδευ̃σαι τὴν γη̃ν

1:11 καὶ ἀπεκρίθησαν τω̨̃ ἀγγέλω̨ κυρίου τω̨̃ ἐφεστω̃τι ἀνὰ μέσον τω̃ν ὀρέων καὶ εἰ̃πον περιωδεύκαμεν πα̃σαν τὴν γη̃ν καὶ ἰδοὺ πα̃σα ἡ γη̃ κατοικει̃ται καὶ ἡσυχάζει

1:12 καὶ ἀπεκρίθη ὁ ἄγγελος κυρίου καὶ εἰ̃πεν κύριε παντοκράτωρ ἕως τίνος οὐ μὴ ἐλεήση̨ς τὴν Ιερουσαλημ καὶ τὰς πόλεις Ιουδα ἃς ὑπερει̃δες του̃το ἑβδομηκοστὸν ἔτος

1:13 καὶ ἀπεκρίθη κύριος παντοκράτωρ τω̨̃ ἀγγέλω̨ τω̨̃ λαλου̃ντι ἐν ἐμοὶ ῥήματα καλὰ καὶ λόγους παρακλητικούς

1:14 καὶ εἰ̃πεν πρός με ὁ ἄγγελος ὁ λαλω̃ν ἐν ἐμοί ἀνάκραγε λέγων τάδε λέγει κύριος παντοκράτωρ ἐζήλωκα τὴν Ιερουσαλημ καὶ τὴν Σιων ζη̃λον μέγαν

1:15 καὶ ὀργὴν μεγάλην ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα ἀνθ' ὡ̃ν ἐγὼ μὲν ὠργίσθην ὀλίγα αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά

1:16 διὰ του̃το τάδε λέγει κύριος ἐπιστρέψω ἐπὶ Ιερουσαλημ ἐν οἰκτιρμω̨̃ καὶ ὁ οἰ̃κός μου ἀνοικοδομηθήσεται ἐν αὐτη̨̃ λέγει κύριος παντοκράτωρ καὶ μέτρον ἐκταθήσεται ἐπὶ Ιερουσαλημ ἔτι

1:17 καὶ εἰ̃πεν πρός με ὁ ἄγγελος ὁ λαλω̃ν ἐν ἐμοί ἀνάκραγε λέγων τάδε λέγει κύριος παντοκράτωρ ἔτι διαχυθήσονται πόλεις ἐν ἀγαθοι̃ς καὶ ἐλεήσει κύριος ἔτι τὴν Σιων καὶ αἱρετιει̃ ἔτι τὴν Ιερουσαλημ

2:1 καὶ ἠ̃ρα τοὺς ὀφθαλμούς μου καὶ εἰ̃δον καὶ ἰδοὺ τέσσαρα κέρατα

2:2 καὶ εἰ̃πα πρὸς τὸν ἄγγελον τὸν λαλου̃ντα ἐν ἐμοί τί ἐστιν ταυ̃τα κύριε καὶ εἰ̃πεν πρός με ταυ̃τα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ιουδαν καὶ τὸν Ισραηλ

2:3 καὶ ἔδειξέν μοι κύριος τέσσαρας τέκτονας

2:4 καὶ εἰ̃πα τί οὑ̃τοι ἔρχονται ποιη̃σαι καὶ εἰ̃πεν πρός με ταυ̃τα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ιουδαν καὶ τὸν Ισραηλ κατέαξαν καὶ οὐδεὶς αὐτω̃ν ἠ̃ρεν κεφαλήν καὶ εἰση̃λθον οὑ̃τοι του̃ ὀξυ̃ναι αὐτὰ εἰς χει̃ρας αὐτω̃ν τὰ τέσσαρα κέρατα τὰ ἔθνη τὰ ἐπαιρόμενα κέρας ἐπὶ τὴν γη̃ν κυρίου του̃ διασκορπίσαι αὐτήν

2:5 καὶ ἠ̃ρα τοὺς ὀφθαλμούς μου καὶ εἰ̃δον καὶ ἰδοὺ ἀνὴρ καὶ ἐν τη̨̃ χειρὶ αὐτου̃ σχοινίον γεωμετρικόν

2:6 καὶ εἰ̃πα πρὸς αὐτόν που̃ σὺ πορεύη̨ καὶ εἰ̃πεν πρός με διαμετρη̃σαι τὴν Ιερουσαλημ του̃ ἰδει̃ν πηλίκον τὸ πλάτος αὐτη̃ς ἐστιν καὶ πηλίκον τὸ μη̃κος

2:7 καὶ ἰδοὺ ὁ ἄγγελος ὁ λαλω̃ν ἐν ἐμοὶ εἱστήκει καὶ ἄγγελος ἕτερος ἐξεπορεύετο εἰς συνάντησιν αὐτω̨̃

2:8 καὶ εἰ̃πεν πρὸς αὐτὸν λέγων δράμε καὶ λάλησον πρὸς τὸν νεανίαν ἐκει̃νον λέγων κατακάρπως κατοικηθήσεται Ιερουσαλημ ἀπὸ πλήθους ἀνθρώπων καὶ κτηνω̃ν ἐν μέσω̨ αὐτη̃ς

2:9 καὶ ἐγὼ ἔσομαι αὐτη̨̃ λέγει κύριος τει̃χος πυρὸς κυκλόθεν καὶ εἰς δόξαν ἔσομαι ἐν μέσω̨ αὐτη̃ς

2:10 ὠ̃ ὠ̃ φεύγετε ἀπὸ γη̃ς βορρα̃ λέγει κύριος διότι ἐκ τω̃ν τεσσάρων ἀνέμων του̃ οὐρανου̃ συνάξω ὑμα̃ς λέγει κύριος

2:11 εἰς Σιων ἀνασώ̨ζεσθε οἱ κατοικου̃ντες θυγατέρα Βαβυλω̃νος

2:12 διότι τάδε λέγει κύριος παντοκράτωρ ὀπίσω δόξης ἀπέσταλκέν με ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμα̃ς διότι ὁ ἁπτόμενος ὑμω̃ν ὡς ἁπτόμενος τη̃ς κόρης του̃ ὀφθαλμου̃ αὐτου̃

2:13 διότι ἰδοὺ ἐγὼ ἐπιφέρω τὴν χει̃ρά μου ἐπ' αὐτούς καὶ ἔσονται σκυ̃λα τοι̃ς δουλεύουσιν αὐτοι̃ς καὶ γνώσεσθε διότι κύριος παντοκράτωρ ἀπέσταλκέν με

2:14 τέρπου καὶ εὐφραίνου θύγατερ Σιων διότι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσω̨ σου λέγει κύριος

2:15 καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ ἔσονται αὐτω̨̃ εἰς λαὸν καὶ κατασκηνώσουσιν ἐν μέσω̨ σου καὶ ἐπιγνώση̨ ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέν με πρὸς σέ

2:16 καὶ κατακληρονομήσει κύριος τὸν Ιουδαν τὴν μερίδα αὐτου̃ ἐπὶ τὴν γη̃ν τὴν ἁγίαν καὶ αἱρετιει̃ ἔτι τὴν Ιερουσαλημ

2:17 εὐλαβείσθω πα̃σα σὰρξ ἀπὸ προσώπου κυρίου διότι ἐξεγήγερται ἐκ νεφελω̃ν ἁγίων αὐτου̃

3:1 καὶ ἔδειξέν μοι 'Ιησου̃ν τὸν ἱερέα τὸν μέγαν ἑστω̃τα πρὸ προσώπου ἀγγέλου κυρίου καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιω̃ν αὐτου̃ του̃ ἀντικει̃σθαι αὐτω̨̃

3:2 καὶ εἰ̃πεν κύριος πρὸς τὸν διάβολον ἐπιτιμήσαι κύριος ἐν σοί διάβολε καὶ ἐπιτιμήσαι κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ιερουσαλημ οὐκ ἰδοὺ του̃το ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός

3:3 καὶ 'Ιησου̃ς ἠ̃ν ἐνδεδυμένος ἱμάτια ῥυπαρὰ καὶ εἱστήκει πρὸ προσώπου του̃ ἀγγέλου

3:4 καὶ ἀπεκρίθη καὶ εἰ̃πεν πρὸς τοὺς ἑστηκότας πρὸ προσώπου αὐτου̃ λέγων ἀφέλετε τὰ ἱμάτια τὰ ῥυπαρὰ ἀπ' αὐτου̃ καὶ εἰ̃πεν πρὸς αὐτόν ἰδοὺ ἀφή̨ρηκα τὰς ἀνομίας σου καὶ ἐνδύσατε αὐτὸν ποδήρη

3:5 καὶ ἐπίθετε κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτου̃ καὶ περιέβαλον αὐτὸν ἱμάτια καὶ ἐπέθηκαν κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτου̃ καὶ ὁ ἄγγελος κυρίου εἱστήκει

3:6 καὶ διεμαρτύρατο ὁ ἄγγελος κυρίου πρὸς 'Ιησου̃ν λέγων

3:7 τάδε λέγει κύριος παντοκράτωρ ἐὰν ἐν ται̃ς ὁδοι̃ς μου πορεύη̨ καὶ ἐὰν τὰ προστάγματά μου φυλάξη̨ς καὶ σὺ διακρινει̃ς τὸν οἰ̃κόν μου καὶ ἐὰν διαφυλάξη̨ς καί γε τὴν αὐλήν μου καὶ δώσω σοι ἀναστρεφομένους ἐν μέσω̨ τω̃ν ἑστηκότων τούτων

3:8 ἄκουε δή 'Ιησου̃ ὁ ἱερεὺς ὁ μέγας σὺ καὶ οἱ πλησίον σου οἱ καθήμενοι πρὸ προσώπου σου διότι ἄνδρες τερατοσκόποι εἰσί διότι ἰδοὺ ἐγὼ ἄγω τὸν δου̃λόν μου 'Ανατολήν

3:9 διότι ὁ λίθος ὃν ἔδωκα πρὸ προσώπου 'Ιησου̃ ἐπὶ τὸν λίθον τὸν ἕνα ἑπτὰ ὀφθαλμοί εἰσιν ἰδοὺ ἐγὼ ὀρύσσω βόθρον λέγει κύριος παντοκράτωρ καὶ ψηλαφήσω πα̃σαν τὴν ἀδικίαν τη̃ς γη̃ς ἐκείνης ἐν ἡμέρα̨ μια̨̃

3:10 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ λέγει κύριος παντοκράτωρ συγκαλέσετε ἕκαστος τὸν πλησίον αὐτου̃ ὑποκάτω ἀμπέλου καὶ ὑποκάτω συκη̃ς

4:1 καὶ ἐπέστρεψεν ὁ ἄγγελος ὁ λαλω̃ν ἐν ἐμοὶ καὶ ἐξήγειρέν με ὃν τρόπον ὅταν ἐξεγερθη̨̃ ἄνθρωπος ἐξ ὕπνου αὐτου̃

4:2 καὶ εἰ̃πεν πρός με τί σύ βλέπεις καὶ εἰ̃πα ἑώρακα καὶ ἰδοὺ λυχνία χρυση̃ ὅλη καὶ τὸ λαμπάδιον ἐπάνω αὐτη̃ς καὶ ἑπτὰ λύχνοι ἐπάνω αὐτη̃ς καὶ ἑπτὰ ἐπαρυστρίδες τοι̃ς λύχνοις τοι̃ς ἐπάνω αὐτη̃ς

4:3 καὶ δύο ἐλαι̃αι ἐπάνω αὐτη̃ς μία ἐκ δεξιω̃ν του̃ λαμπαδίου καὶ μία ἐξ εὐωνύμων

4:4 καὶ ἐπηρώτησα καὶ εἰ̃πον πρὸς τὸν ἄγγελον τὸν λαλου̃ντα ἐν ἐμοὶ λέγων τί ἐστιν ταυ̃τα κύριε

4:5 καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλω̃ν ἐν ἐμοὶ καὶ εἰ̃πεν πρός με οὐ γινώσκεις τί ἐστιν ταυ̃τα καὶ εἰ̃πα οὐχί κύριε

4:6 καὶ ἀπεκρίθη καὶ εἰ̃πεν πρός με λέγων οὑ̃τος ὁ λόγος κυρίου πρὸς Ζοροβαβελ λέγων οὐκ ἐν δυνάμει μεγάλη̨ οὐδὲ ἐν ἰσχύι ἀλλ' ἢ ἐν πνεύματί μου λέγει κύριος παντοκράτωρ

4:7 τίς εἰ̃ σύ τὸ ὄρος τὸ μέγα πρὸ προσώπου Ζοροβαβελ του̃ κατορθω̃σαι καὶ ἐξοίσω τὸν λίθον τη̃ς κληρονομίας ἰσότητα χάριτος χάριτα αὐτη̃ς

4:8 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

4:9 αἱ χει̃ρες Ζοροβαβελ ἐθεμελίωσαν τὸν οἰ̃κον του̃τον καὶ αἱ χει̃ρες αὐτου̃ ἐπιτελέσουσιν αὐτόν καὶ ἐπιγνώση̨ διότι κύριος παντοκράτωρ ἐξαπέσταλκέν με πρὸς σέ

4:10 διότι τίς ἐξουδένωσεν εἰς ἡμέρας μικράς καὶ χαρου̃νται καὶ ὄψονται τὸν λίθον τὸν κασσιτέρινον ἐν χειρὶ Ζοροβαβελ ἑπτὰ οὑ̃τοι ὀφθαλμοὶ κυρίου εἰσὶν οἱ ἐπιβλέποντες ἐπὶ πα̃σαν τὴν γη̃ν

4:11 καὶ ἀπεκρίθην καὶ εἰ̃πα πρὸς αὐτόν τί αἱ δύο ἐλαι̃αι αὑ̃ται αἱ ἐκ δεξιω̃ν τη̃ς λυχνίας καὶ ἐξ εὐωνύμων

4:12 καὶ ἐπηρώτησα ἐκ δευτέρου καὶ εἰ̃πα πρὸς αὐτόν τί οἱ δύο κλάδοι τω̃ν ἐλαιω̃ν οἱ ἐν ται̃ς χερσὶν τω̃ν δύο μυξωτήρων τω̃ν χρυσω̃ν τω̃ν ἐπιχεόντων καὶ ἐπαναγόντων τὰς ἐπαρυστρίδας τὰς χρυσα̃ς

4:13 καὶ εἰ̃πεν πρός με οὐκ οἰ̃δας τί ἐστιν ταυ̃τα καὶ εἰ̃πα οὐχί κύριε

4:14 καὶ εἰ̃πεν οὑ̃τοι οἱ δύο υἱοὶ τη̃ς πιότητος παρεστήκασιν τω̨̃ κυρίω̨ πάσης τη̃ς γη̃ς

5:1 καὶ ἐπέστρεψα καὶ ἠ̃ρα τοὺς ὀφθαλμούς μου καὶ εἰ̃δον καὶ ἰδοὺ δρέπανον πετόμενον

5:2 καὶ εἰ̃πεν πρός με τί σὺ βλέπεις καὶ εἰ̃πα ἐγὼ ὁρω̃ δρέπανον πετόμενον μη̃κος πήχεων εἴκοσι καὶ πλάτος πήχεων δέκα

5:3 καὶ εἰ̃πεν πρός με αὕτη ἡ ἀρὰ ἡ ἐκπορευομένη ἐπὶ πρόσωπον πάσης τη̃ς γη̃ς διότι πα̃ς ὁ κλέπτης ἐκ τούτου ἕως θανάτου ἐκδικηθήσεται καὶ πα̃ς ὁ ἐπίορκος ἐκ τούτου ἕως θανάτου ἐκδικηθήσεται

5:4 καὶ ἐξοίσω αὐτό λέγει κύριος παντοκράτωρ καὶ εἰσελεύσεται εἰς τὸν οἰ̃κον του̃ κλέπτου καὶ εἰς τὸν οἰ̃κον του̃ ὀμνύοντος τω̨̃ ὀνόματί μου ἐπὶ ψεύδει καὶ καταλύσει ἐν μέσω̨ του̃ οἴκου αὐτου̃ καὶ συντελέσει αὐτὸν καὶ τὰ ξύλα αὐτου̃ καὶ τοὺς λίθους αὐτου̃

5:5 καὶ ἐξη̃λθεν ὁ ἄγγελος ὁ λαλω̃ν ἐν ἐμοὶ καὶ εἰ̃πεν πρός με ἀνάβλεψον τοι̃ς ὀφθαλμοι̃ς σου καὶ ἰδὲ τί τὸ ἐκπορευόμενον του̃το

5:6 καὶ εἰ̃πα τί ἐστιν καὶ εἰ̃πεν του̃το τὸ μέτρον τὸ ἐκπορευόμενον καὶ εἰ̃πεν αὕτη ἡ ἀδικία αὐτω̃ν ἐν πάση̨ τη̨̃ γη̨̃

5:7 καὶ ἰδοὺ τάλαντον μολίβου ἐξαιρόμενον καὶ ἰδοὺ μία γυνὴ ἐκάθητο ἐν μέσω̨ του̃ μέτρου

5:8 καὶ εἰ̃πεν αὕτη ἐστὶν ἡ ἀνομία καὶ ἔρριψεν αὐτὴν ἐν μέσω̨ του̃ μέτρου καὶ ἔρριψεν τὸν λίθον του̃ μολίβου εἰς τὸ στόμα αὐτη̃ς

5:9 καὶ ἠ̃ρα τοὺς ὀφθαλμούς μου καὶ εἰ̃δον καὶ ἰδοὺ δύο γυναι̃κες ἐκπορευόμεναι καὶ πνευ̃μα ἐν ται̃ς πτέρυξιν αὐτω̃ν καὶ αὑ̃ται εἰ̃χον πτέρυγας ὡς πτέρυγας ἔποπος καὶ ἀνέλαβον τὸ μέτρον ἀνὰ μέσον τη̃ς γη̃ς καὶ ἀνὰ μέσον του̃ οὐρανου̃

5:10 καὶ εἰ̃πα πρὸς τὸν ἄγγελον τὸν λαλου̃ντα ἐν ἐμοί που̃ αὑ̃ται ἀποφέρουσιν τὸ μέτρον

5:11 καὶ εἰ̃πεν πρός με οἰκοδομη̃σαι αὐτω̨̃ οἰκίαν ἐν γη̨̃ Βαβυλω̃νος καὶ ἑτοιμάσαι καὶ θήσουσιν αὐτὸ ἐκει̃ ἐπὶ τὴν ἑτοιμασίαν αὐτου̃

6:1 καὶ ἐπέστρεψα καὶ ἠ̃ρα τοὺς ὀφθαλμούς μου καὶ εἰ̃δον καὶ ἰδοὺ τέσσαρα ἅρματα ἐκπορευόμενα ἐκ μέσου δύο ὀρέων καὶ τὰ ὄρη ἠ̃ν ὄρη χαλκα̃

6:2 ἐν τω̨̃ ἅρματι τω̨̃ πρώτω̨ ἵπποι πυρροί καὶ ἐν τω̨̃ ἅρματι τω̨̃ δευτέρω̨ ἵπποι μέλανες

6:3 καὶ ἐν τω̨̃ ἅρματι τω̨̃ τρίτω̨ ἵπποι λευκοί καὶ ἐν τω̨̃ ἅρματι τω̨̃ τετάρτω̨ ἵπποι ποικίλοι ψαροί

6:4 καὶ ἀπεκρίθην καὶ εἰ̃πα πρὸς τὸν ἄγγελον τὸν λαλου̃ντα ἐν ἐμοί τί ἐστιν ταυ̃τα κύριε

6:5 καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλω̃ν ἐν ἐμοὶ καὶ εἰ̃πεν ταυ̃τά ἐστιν οἱ τέσσαρες ἄνεμοι του̃ οὐρανου̃ ἐκπορεύονται παραστη̃ναι τω̨̃ κυρίω̨ πάσης τη̃ς γη̃ς

6:6 ἐν ὡ̨̃ ἠ̃σαν οἱ ἵπποι οἱ μέλανες ἐξεπορεύοντο ἐπὶ γη̃ν βορρα̃ καὶ οἱ λευκοὶ ἐξεπορεύοντο κατόπισθεν αὐτω̃ν καὶ οἱ ποικίλοι ἐξεπορεύοντο ἐπὶ γη̃ν νότου

6:7 καὶ οἱ ψαροὶ ἐξεπορεύοντο καὶ ἐπέβλεπον του̃ πορεύεσθαι του̃ περιοδευ̃σαι τὴν γη̃ν καὶ εἰ̃πεν πορεύεσθε καὶ περιοδεύσατε τὴν γη̃ν καὶ περιώδευσαν τὴν γη̃ν

6:8 καὶ ἀνεβόησεν καὶ ἐλάλησεν πρός με λέγων ἰδοὺ οἱ ἐκπορευόμενοι ἐπὶ γη̃ν βορρα̃ ἀνέπαυσαν τὸν θυμόν μου ἐν γη̨̃ βορρα̃

6:9 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

6:10 λαβὲ τὰ ἐκ τη̃ς αἰχμαλωσίας παρὰ τω̃ν ἀρχόντων καὶ παρὰ τω̃ν χρησίμων αὐτη̃ς καὶ παρὰ τω̃ν ἐπεγνωκότων αὐτὴν καὶ εἰσελεύση̨ σὺ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ εἰς τὸν οἰ̃κον Ιωσιου του̃ Σοφονιου του̃ ἥκοντος ἐκ Βαβυλω̃νος

6:11 καὶ λήψη̨ ἀργύριον καὶ χρυσίον καὶ ποιήσεις στεφάνους καὶ ἐπιθήσεις ἐπὶ τὴν κεφαλὴν 'Ιησου̃ του̃ Ιωσεδεκ του̃ ἱερέως του̃ μεγάλου

6:12 καὶ ἐρει̃ς πρὸς αὐτόν τάδε λέγει κύριος παντοκράτωρ ἰδοὺ ἀνήρ 'Ανατολὴ ὄνομα αὐτω̨̃ καὶ ὑποκάτωθεν αὐτου̃ ἀνατελει̃ καὶ οἰκοδομήσει τὸν οἰ̃κον κυρίου

6:13 καὶ αὐτὸς λήμψεται ἀρετὴν καὶ καθίεται καὶ κατάρξει ἐπὶ του̃ θρόνου αὐτου̃ καὶ ἔσται ὁ ἱερεὺς ἐκ δεξιω̃ν αὐτου̃ καὶ βουλὴ εἰρηνικὴ ἔσται ἀνὰ μέσον ἀμφοτέρων

6:14 ὁ δὲ στέφανος ἔσται τοι̃ς ὑπομένουσιν καὶ τοι̃ς χρησίμοις αὐτη̃ς καὶ τοι̃ς ἐπεγνωκόσιν αὐτὴν καὶ εἰς χάριτα υἱου̃ Σοφονιου καὶ εἰς ψαλμὸν ἐν οἴκω̨ κυρίου

6:15 καὶ οἱ μακρὰν ἀπ' αὐτω̃ν ἥξουσιν καὶ οἰκοδομήσουσιν ἐν τω̨̃ οἴκω̨ κυρίου καὶ γνώσεσθε διότι κύριος παντοκράτωρ ἀπέσταλκέν με πρὸς ὑμα̃ς καὶ ἔσται ἐὰν εἰσακούοντες εἰσακούσητε τη̃ς φωνη̃ς κυρίου του̃ θεου̃ ὑμω̃ν

7:1 καὶ ἐγένετο ἐν τω̨̃ τετάρτω̨ ἔτει ἐπὶ Δαρείου του̃ βασιλέως ἐγένετο λόγος κυρίου πρὸς Ζαχαριαν τετράδι του̃ μηνὸς του̃ ἐνάτου ὅς ἐστιν Χασελευ

7:2 καὶ ἐξαπέστειλεν εἰς Βαιθηλ Σαρασαρ καὶ Αρβεσεερ ὁ βασιλεὺς καὶ οἱ ἄνδρες αὐτου̃ του̃ ἐξιλάσασθαι τὸν κύριον

7:3 λέγων πρὸς τοὺς ἱερει̃ς τοὺς ἐν τω̨̃ οἴκω̨ κυρίου παντοκράτορος καὶ πρὸς τοὺς προφήτας λέγων εἰσελήλυθεν ὡ̃δε ἐν τω̨̃ μηνὶ τω̨̃ πέμπτω̨ τὸ ἁγίασμα καθότι ἐποίησα ἤδη ἱκανὰ ἔτη

7:4 καὶ ἐγένετο λόγος κυρίου τω̃ν δυνάμεων πρός με λέγων

7:5 εἰπὸν πρὸς ἅπαντα τὸν λαὸν τη̃ς γη̃ς καὶ πρὸς τοὺς ἱερει̃ς λέγων ἐὰν νηστεύσητε ἢ κόψησθε ἐν ται̃ς πέμπταις ἢ ἐν ται̃ς ἑβδόμαις καὶ ἰδοὺ ἑβδομήκοντα ἔτη μὴ νηστείαν νενηστεύκατέ μοι

7:6 καὶ ἐὰν φάγητε ἢ πίητε οὐχ ὑμει̃ς ἔσθετε καὶ ὑμει̃ς πίνετε

7:7 οὐχ οὑ̃τοι οἱ λόγοι εἰσίν οὓς ἐλάλησεν κύριος ἐν χερσὶν τω̃ν προφητω̃ν τω̃ν ἔμπροσθεν ὅτε ἠ̃ν Ιερουσαλημ κατοικουμένη καὶ εὐθηνου̃σα καὶ αἱ πόλεις αὐτη̃ς κυκλόθεν καὶ ἡ ὀρεινὴ καὶ ἡ πεδινὴ κατω̨κει̃το

7:8 καὶ ἐγένετο λόγος κυρίου πρὸς Ζαχαριαν λέγων

7:9 τάδε λέγει κύριος παντοκράτωρ κρίμα δίκαιον κρίνατε καὶ ἔλεος καὶ οἰκτιρμὸν ποιει̃τε ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτου̃

7:10 καὶ χήραν καὶ ὀρφανὸν καὶ προσήλυτον καὶ πένητα μὴ καταδυναστεύετε καὶ κακίαν ἕκαστος του̃ ἀδελφου̃ αὐτου̃ μὴ μνησικακείτω ἐν ται̃ς καρδίαις ὑμω̃ν

7:11 καὶ ἠπείθησαν του̃ προσέχειν καὶ ἔδωκαν νω̃τον παραφρονου̃ντα καὶ τὰ ὠ̃τα αὐτω̃ν ἐβάρυναν του̃ μὴ εἰσακούειν

7:12 καὶ τὴν καρδίαν αὐτω̃ν ἔταξαν ἀπειθη̃ του̃ μὴ εἰσακούειν του̃ νόμου μου καὶ τοὺς λόγους οὓς ἐξαπέστειλεν κύριος παντοκράτωρ ἐν πνεύματι αὐτου̃ ἐν χερσὶν τω̃ν προφητω̃ν τω̃ν ἔμπροσθεν καὶ ἐγένετο ὀργὴ μεγάλη παρὰ κυρίου παντοκράτορος

7:13 καὶ ἔσται ὃν τρόπον εἰ̃πεν καὶ οὐκ εἰσήκουσαν αὐτου̃ οὕτως κεκράξονται καὶ οὐ μὴ εἰσακούσω λέγει κύριος παντοκράτωρ

7:14 καὶ ἐκβαλω̃ αὐτοὺς εἰς πάντα τὰ ἔθνη ἃ οὐκ ἔγνωσαν καὶ ἡ γη̃ ἀφανισθήσεται κατόπισθεν αὐτω̃ν ἐκ διοδεύοντος καὶ ἐξ ἀναστρέφοντος καὶ ἔταξαν γη̃ν ἐκλεκτὴν εἰς ἀφανισμόν

8:1 καὶ ἐγένετο λόγος κυρίου παντοκράτορος λέγων

8:2 τάδε λέγει κύριος παντοκράτωρ ἐζήλωσα τὴν Ιερουσαλημ καὶ τὴν Σιων ζη̃λον μέγαν καὶ θυμω̨̃ μεγάλω̨ ἐζήλωσα αὐτήν

8:3 τάδε λέγει κύριος καὶ ἐπιστρέψω ἐπὶ Σιων καὶ κατασκηνώσω ἐν μέσω̨ Ιερουσαλημ καὶ κληθήσεται ἡ Ιερουσαλημ πόλις ἡ ἀληθινὴ καὶ τὸ ὄρος κυρίου παντοκράτορος ὄρος ἅγιον

8:4 τάδε λέγει κύριος παντοκράτωρ ἔτι καθήσονται πρεσβύτεροι καὶ πρεσβύτεραι ἐν ται̃ς πλατείαις Ιερουσαλημ ἕκαστος τὴν ῥάβδον αὐτου̃ ἔχων ἐν τη̨̃ χειρὶ αὐτου̃ ἀπὸ πλήθους ἡμερω̃ν

8:5 καὶ αἱ πλατει̃αι τη̃ς πόλεως πλησθήσονται παιδαρίων καὶ κορασίων παιζόντων ἐν ται̃ς πλατείαις αὐτη̃ς

8:6 τάδε λέγει κύριος παντοκράτωρ διότι εἰ ἀδυνατήσει ἐνώπιον τω̃ν καταλοίπων του̃ λαου̃ τούτου ἐν ται̃ς ἡμέραις ἐκείναις μὴ καὶ ἐνώπιον ἐμου̃ ἀδυνατήσει λέγει κύριος παντοκράτωρ

8:7 τάδε λέγει κύριος παντοκράτωρ ἰδοὺ ἐγὼ ἀνασώ̨ζω τὸν λαόν μου ἀπὸ γη̃ς ἀνατολω̃ν καὶ ἀπὸ γη̃ς δυσμω̃ν

8:8 καὶ εἰσάξω αὐτοὺς καὶ κατασκηνώσω ἐν μέσω̨ Ιερουσαλημ καὶ ἔσονταί μοι εἰς λαόν καὶ ἐγὼ ἔσομαι αὐτοι̃ς εἰς θεὸν ἐν ἀληθεία̨ καὶ ἐν δικαιοσύνη̨

8:9 τάδε λέγει κύριος παντοκράτωρ κατισχυέτωσαν αἱ χει̃ρες ὑμω̃ν τω̃ν ἀκουόντων ἐν ται̃ς ἡμέραις ταύταις τοὺς λόγους τούτους ἐκ στόματος τω̃ν προφητω̃ν ἀφ' ἡ̃ς ἡμέρας τεθεμελίωται ὁ οἰ̃κος κυρίου παντοκράτορος καὶ ὁ ναὸς ἀφ' οὑ̃ ὠ̨κοδόμηται

8:10 διότι πρὸ τω̃ν ἡμερω̃ν ἐκείνων ὁ μισθὸς τω̃ν ἀνθρώπων οὐκ ἔσται εἰς ὄνησιν καὶ ὁ μισθὸς τω̃ν κτηνω̃ν οὐχ ὑπάρξει καὶ τω̨̃ ἐκπορευομένω̨ καὶ τω̨̃ εἰσπορευομένω̨ οὐκ ἔσται εἰρήνη ἀπὸ τη̃ς θλίψεως καὶ ἐξαποστελω̃ πάντας τοὺς ἀνθρώπους ἕκαστον ἐπὶ τὸν πλησίον αὐτου̃

8:11 καὶ νυ̃ν οὐ κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν ἐγὼ ποιω̃ τοι̃ς καταλοίποις του̃ λαου̃ τούτου λέγει κύριος παντοκράτωρ

8:12 ἀλλ' ἢ δείξω εἰρήνην ἡ ἄμπελος δώσει τὸν καρπὸν αὐτη̃ς καὶ ἡ γη̃ δώσει τὰ γενήματα αὐτη̃ς καὶ ὁ οὐρανὸς δώσει τὴν δρόσον αὐτου̃ καὶ κατακληρονομήσω τοι̃ς καταλοίποις του̃ λαου̃ μου πάντα ταυ̃τα

8:13 καὶ ἔσται ὃν τρόπον ἠ̃τε ἐν κατάρα̨ ἐν τοι̃ς ἔθνεσιν οἰ̃κος Ιουδα καὶ οἰ̃κος Ισραηλ οὕτως διασώσω ὑμα̃ς καὶ ἔσεσθε ἐν εὐλογία̨ θαρσει̃τε καὶ κατισχύετε ἐν ται̃ς χερσὶν ὑμω̃ν

8:14 διότι τάδε λέγει κύριος παντοκράτωρ ὃν τρόπον διενοήθην του̃ κακω̃σαι ὑμα̃ς ἐν τω̨̃ παροργίσαι με τοὺς πατέρας ὑμω̃ν λέγει κύριος παντοκράτωρ καὶ οὐ μετενόησα

8:15 οὕτως παρατέταγμαι καὶ διανενόημαι ἐν ται̃ς ἡμέραις ταύταις του̃ καλω̃ς ποιη̃σαι τὴν Ιερουσαλημ καὶ τὸν οἰ̃κον Ιουδα θαρσει̃τε

8:16 οὑ̃τοι οἱ λόγοι οὓς ποιήσετε λαλει̃τε ἀλήθειαν ἕκαστος πρὸς τὸν πλησίον αὐτου̃ καὶ κρίμα εἰρηνικὸν κρίνατε ἐν ται̃ς πύλαις ὑμω̃ν

8:17 καὶ ἕκαστος τὴν κακίαν του̃ πλησίον αὐτου̃ μὴ λογίζεσθε ἐν ται̃ς καρδίαις ὑμω̃ν καὶ ὅρκον ψευδη̃ μὴ ἀγαπα̃τε διότι ταυ̃τα πάντα ἐμίσησα λέγει κύριος παντοκράτωρ

8:18 καὶ ἐγένετο λόγος κύριου παντοκράτορος πρός με λέγων

8:19 τάδε λέγει κύριος παντοκράτωρ νηστεία ἡ τετρὰς καὶ νηστεία ἡ πέμπτη καὶ νηστεία ἡ ἑβδόμη καὶ νηστεία ἡ δεκάτη ἔσονται τω̨̃ οἴκω̨ Ιουδα εἰς χαρὰν καὶ εἰς εὐφροσύνην καὶ εἰς ἑορτὰς ἀγαθὰς καὶ εὐφρανθήσεσθε καὶ τὴν ἀλήθειαν καὶ τὴν εἰρήνην ἀγαπήσατε

8:20 τάδε λέγει κύριος παντοκράτωρ ἔτι ἥξουσιν λαοὶ πολλοὶ καὶ κατοικου̃ντες πόλεις πολλάς

8:21 καὶ συνελεύσονται κατοικου̃ντες πέντε πόλεις εἰς μίαν πόλιν λέγοντες πορευθω̃μεν δεηθη̃ναι του̃ προσώπου κυρίου καὶ ἐκζητη̃σαι τὸ πρόσωπον κυρίου παντοκράτορος πορεύσομαι κἀγώ

8:22 καὶ ἥξουσιν λαοὶ πολλοὶ καὶ ἔθνη πολλὰ ἐκζητη̃σαι τὸ πρόσωπον κυρίου παντοκράτορος ἐν Ιερουσαλημ καὶ του̃ ἐξιλάσκεσθαι τὸ πρόσωπον κυρίου

8:23 τάδε λέγει κύριος παντοκράτωρ ἐν ται̃ς ἡμέραις ἐκείναις ἐὰν ἐπιλάβωνται δέκα ἄνδρες ἐκ πασω̃ν τω̃ν γλωσσω̃ν τω̃ν ἐθνω̃ν καὶ ἐπιλάβωνται του̃ κρασπέδου ἀνδρὸς Ιουδαίου λέγοντες πορευσόμεθα μετὰ σου̃ διότι ἀκηκόαμεν ὅτι ὁ θεὸς μεθ' ὑμω̃ν ἐστιν

9:1 λη̃μμα λόγου κυρίου ἐν γη̨̃ Σεδραχ καὶ Δαμασκου̃ θυσία αὐτου̃ διότι κύριος ἐφορα̨̃ ἀνθρώπους καὶ πάσας φυλὰς του̃ Ισραηλ

9:2 καὶ Εμαθ ἐν τοι̃ς ὁρίοις αὐτη̃ς Τύρος καὶ Σιδών διότι ἐφρόνησαν σφόδρα

9:3 καὶ ὠ̨κοδόμησεν Τύρος ὀχυρώματα ἑαυτη̨̃ καὶ ἐθησαύρισεν ἀργύριον ὡς χου̃ν καὶ συνήγαγεν χρυσίον ὡς πηλὸν ὁδω̃ν

9:4 διὰ του̃το κύριος κληρονομήσει αὐτὴν καὶ πατάξει εἰς θάλασσαν δύναμιν αὐτη̃ς καὶ αὕτη ἐν πυρὶ καταναλωθήσεται

9:5 ὄψεται 'Ασκαλὼν καὶ φοβηθήσεται καὶ Γάζα καὶ ὀδυνηθήσεται σφόδρα καὶ Ακκαρων ὅτι ἠ̨σχύνθη ἐπὶ τω̨̃ παραπτώματι αὐτη̃ς καὶ ἀπολει̃ται βασιλεὺς ἐκ Γάζης καὶ 'Ασκαλὼν οὐ μὴ κατοικηθη̨̃

9:6 καὶ κατοικήσουσιν ἀλλογενει̃ς ἐν 'Αζώτω̨ καὶ καθελω̃ ὕβριν ἀλλοφύλων

9:7 καὶ ἐξαρω̃ τὸ αἱ̃μα αὐτω̃ν ἐκ στόματος αὐτω̃ν καὶ τὰ βδελύγματα αὐτω̃ν ἐκ μέσου ὀδόντων αὐτω̃ν καὶ ὑπολειφθήσεται καὶ οὑ̃τος τω̨̃ θεω̨̃ ἡμω̃ν καὶ ἔσονται ὡς χιλίαρχος ἐν Ιουδα καὶ Ακκαρων ὡς ὁ Ιεβουσαι̃ος

9:8 καὶ ὑποστήσομαι τω̨̃ οἴκω̨ μου ἀνάστημα του̃ μὴ διαπορεύεσθαι μηδὲ ἀνακάμπτειν καὶ οὐ μὴ ἐπέλθη̨ ἐπ' αὐτοὺς οὐκέτι ἐξελαύνων διότι νυ̃ν ἑώρακα ἐν τοι̃ς ὀφθαλμοι̃ς μου

9:9 χαι̃ρε σφόδρα θύγατερ Σιων κήρυσσε θύγατερ Ιερουσαλημ ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώ̨ζων αὐτός πραὺ̈ς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πω̃λον νέον

9:10 καὶ ἐξολεθρεύσει ἅρματα ἐξ Εφραιμ καὶ ἵππον ἐξ Ιερουσαλημ καὶ ἐξολεθρευθήσεται τόξον πολεμικόν καὶ πλη̃θος καὶ εἰρήνη ἐξ ἐθνω̃ν καὶ κατάρξει ὑδάτων ἕως θαλάσσης καὶ ποταμω̃ν διεκβολὰς γη̃ς

9:11 καὶ σὺ ἐν αἵματι διαθήκης ἐξαπέστειλας δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ

9:12 καθήσεσθε ἐν ὀχυρώματι δέσμιοι τη̃ς συναγωγη̃ς καὶ ἀντὶ μια̃ς ἡμέρας παροικεσίας σου διπλα̃ ἀνταποδώσω σοι

9:13 διότι ἐνέτεινά σε Ιουδα ἐμαυτω̨̃ τόξον ἔπλησα τὸν Εφραιμ καὶ ἐπεγερω̃ τὰ τέκνα σου Σιων ἐπὶ τὰ τέκνα τω̃ν 'Ελλήνων καὶ ψηλαφήσω σε ὡς ῥομφαίαν μαχητου̃

9:14 καὶ κύριος ἔσται ἐπ' αὐτοὺς καὶ ἐξελεύσεται ὡς ἀστραπὴ βολίς καὶ κύριος παντοκράτωρ ἐν σάλπιγγι σαλπιει̃ καὶ πορεύσεται ἐν σάλω̨ ἀπειλη̃ς αὐτου̃

9:15 κύριος παντοκράτωρ ὑπερασπιει̃ αὐτω̃ν καὶ καταναλώσουσιν αὐτοὺς καὶ καταχώσουσιν αὐτοὺς ἐν λίθοις σφενδόνης καὶ ἐκπίονται αὐτοὺς ὡς οἰ̃νον καὶ πλήσουσιν ὡς φιάλας θυσιαστήριον

9:16 καὶ σώσει αὐτοὺς κύριος ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ὡς πρόβατα λαὸν αὐτου̃ διότι λίθοι ἅγιοι κυλίονται ἐπὶ τη̃ς γη̃ς αὐτου̃

9:17 ὅτι εἴ τι ἀγαθὸν αὐτου̃ καὶ εἴ τι καλὸν παρ' αὐτου̃ σι̃τος νεανίσκοις καὶ οἰ̃νος εὐωδιάζων εἰς παρθένους

10:1 αἰτει̃σθε ὑετὸν παρὰ κυρίου καθ' ὥραν πρόιμον καὶ ὄψιμον κύριος ἐποίησεν φαντασίας καὶ ὑετὸν χειμερινὸν δώσει αὐτοι̃ς ἑκάστω̨ βοτάνην ἐν ἀγρω̨̃

10:2 διότι οἱ ἀποφθεγγόμενοι ἐλάλησαν κόπους καὶ οἱ μάντεις ὁράσεις ψευδει̃ς καὶ τὰ ἐνύπνια ψευδη̃ ἐλάλουν μάταια παρεκάλουν διὰ του̃το ἐξήρθησαν ὡς πρόβατα καὶ ἐκακώθησαν διότι οὐκ ἠ̃ν ἴασις

10:3 ἐπὶ τοὺς ποιμένας παρωξύνθη ὁ θυμός μου καὶ ἐπὶ τοὺς ἀμνοὺς ἐπισκέψομαι καὶ ἐπισκέψεται κύριος ὁ θεὸς ὁ παντοκράτωρ τὸ ποίμνιον αὐτου̃ τὸν οἰ̃κον Ιουδα καὶ τάξει αὐτοὺς ὡς ἵππον εὐπρεπη̃ αὐτου̃ ἐν πολέμω̨

10:4 καὶ ἐξ αὐτου̃ ἐπέβλεψεν καὶ ἐξ αὐτου̃ ἔταξεν καὶ ἐξ αὐτου̃ τόξον ἐν θυμω̨̃ ἐξ αὐτου̃ ἐξελεύσεται πα̃ς ὁ ἐξελαύνων ἐν τω̨̃ αὐτω̨̃

10:5 καὶ ἔσονται ὡς μαχηταὶ πατου̃ντες πηλὸν ἐν ται̃ς ὁδοι̃ς ἐν πολέμω̨ καὶ παρατάξονται διότι κύριος μετ' αὐτω̃ν καὶ καταισχυνθήσονται ἀναβάται ἵππων

10:6 καὶ κατισχύσω τὸν οἰ̃κον Ιουδα καὶ τὸν οἰ̃κον Ιωσηφ σώσω καὶ κατοικιω̃ αὐτούς ὅτι ἠγάπησα αὐτούς καὶ ἔσονται ὃν τρόπον οὐκ ἀπεστρεψάμην αὐτούς διότι ἐγὼ κύριος ὁ θεὸς αὐτω̃ν καὶ ἐπακούσομαι αὐτοι̃ς

10:7 καὶ ἔσονται ὡς μαχηταὶ του̃ Εφραιμ καὶ χαρήσεται ἡ καρδία αὐτω̃ν ὡς ἐν οἴνω̨ καὶ τὰ τέκνα αὐτω̃ν ὄψονται καὶ εὐφρανθήσονται καὶ χαρει̃ται ἡ καρδία αὐτω̃ν ἐπὶ τω̨̃ κυρίω̨

10:8 σημανω̃ αὐτοι̃ς καὶ εἰσδέξομαι αὐτούς διότι λυτρώσομαι αὐτούς καὶ πληθυνθήσονται καθότι ἠ̃σαν πολλοί

10:9 καὶ σπερω̃ αὐτοὺς ἐν λαοι̃ς καὶ οἱ μακρὰν μνησθήσονταί μου ἐκθρέψουσιν τὰ τέκνα αὐτω̃ν καὶ ἐπιστρέψουσιν

10:10 καὶ ἐπιστρέψω αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου καὶ ἐξ 'Ασσυρίων εἰσδέξομαι αὐτοὺς καὶ εἰς τὴν Γαλααδι̃τιν καὶ εἰς τὸν Λίβανον εἰσάξω αὐτούς καὶ οὐ μὴ ὑπολειφθη̨̃ ἐξ αὐτω̃ν οὐδὲ εἱ̃ς

10:11 καὶ διελεύσονται ἐν θαλάσση̨ στενη̨̃ καὶ πατάξουσιν ἐν θαλάσση̨ κύματα καὶ ξηρανθήσεται πάντα τὰ βάθη ποταμω̃ν καὶ ἀφαιρεθήσεται πα̃σα ὕβρις 'Ασσυρίων καὶ σκη̃πτρον Αἰγύπτου περιαιρεθήσεται

10:12 καὶ κατισχύσω αὐτοὺς ἐν κυρίω̨ θεω̨̃ αὐτω̃ν καὶ ἐν τω̨̃ ὀνόματι αὐτου̃ κατακαυχήσονται λέγει κύριος

11:1 διάνοιξον ὁ Λίβανος τὰς θύρας σου καὶ καταφαγέτω πυ̃ρ τὰς κέδρους σου

11:2 ὀλολυξάτω πίτυς διότι πέπτωκεν κέδρος ὅτι μεγάλως μεγιστα̃νες ἐταλαιπώρησαν ὀλολύξατε δρύες τη̃ς Βασανίτιδος ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος

11:3 φωνὴ θρηνούντων ποιμένων ὅτι τεταλαιπώρηκεν ἡ μεγαλωσύνη αὐτω̃ν φωνὴ ὠρυομένων λεόντων ὅτι τεταλαιπώρηκεν τὸ φρύαγμα του̃ Ιορδάνου

11:4 τάδε λέγει κύριος παντοκράτωρ ποιμαίνετε τὰ πρόβατα τη̃ς σφαγη̃ς

11:5 ἃ οἱ κτησάμενοι κατέσφαζον καὶ οὐ μετεμέλοντο καὶ οἱ πωλου̃ντες αὐτὰ ἔλεγον εὐλογητὸς κύριος καὶ πεπλουτήκαμεν καὶ οἱ ποιμένες αὐτω̃ν οὐκ ἔπασχον οὐδὲν ἐπ' αὐτοι̃ς

11:6 διὰ του̃το οὐ φείσομαι οὐκέτι ἐπὶ τοὺς κατοικου̃ντας τὴν γη̃ν λέγει κύριος καὶ ἰδοὺ ἐγὼ παραδίδωμι τοὺς ἀνθρώπους ἕκαστον εἰς χει̃ρας του̃ πλησίον αὐτου̃ καὶ εἰς χει̃ρας βασιλέως αὐτου̃ καὶ κατακόψουσιν τὴν γη̃ν καὶ οὐ μὴ ἐξέλωμαι ἐκ χειρὸς αὐτω̃ν

11:7 καὶ ποιμανω̃ τὰ πρόβατα τη̃ς σφαγη̃ς εἰς τὴν Χαναανι̃τιν καὶ λήμψομαι ἐμαυτω̨̃ δύο ῥάβδους τὴν μίαν ἐκάλεσα Κάλλος καὶ τὴν ἑτέραν ἐκάλεσα Σχοίνισμα καὶ ποιμανω̃ τὰ πρόβατα

11:8 καὶ ἐξαρω̃ τοὺς τρει̃ς ποιμένας ἐν μηνὶ ἑνί καὶ βαρυνθήσεται ἡ ψυχή μου ἐπ' αὐτούς καὶ γὰρ αἱ ψυχαὶ αὐτω̃ν ἐπωρύοντο ἐπ' ἐμέ

11:9 καὶ εἰ̃πα οὐ ποιμανω̃ ὑμα̃ς τὸ ἀποθνη̨̃σκον ἀποθνη̨σκέτω καὶ τὸ ἐκλει̃πον ἐκλειπέτω καὶ τὰ κατάλοιπα κατεσθιέτωσαν ἕκαστος τὰς σάρκας του̃ πλησίον αὐτου̃

11:10 καὶ λήμψομαι τὴν ῥάβδον μου τὴν καλὴν καὶ ἀπορρίψω αὐτὴν του̃ διασκεδάσαι τὴν διαθήκην μου ἣν διεθέμην πρὸς πάντας τοὺς λαούς

11:11 καὶ διασκεδασθήσεται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ γνώσονται οἱ Χαναναι̃οι τὰ πρόβατα τὰ φυλασσόμενα διότι λόγος κυρίου ἐστίν

11:12 καὶ ἐρω̃ πρὸς αὐτούς εἰ καλὸν ἐνώπιον ὑμω̃ν ἐστιν δότε στήσαντες τὸν μισθόν μου ἢ ἀπείπασθε καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργυρου̃ς

11:13 καὶ εἰ̃πεν κύριος πρός με κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον καὶ σκέψαι εἰ δόκιμόν ἐστιν ὃν τρόπον ἐδοκιμάσθην ὑπὲρ αὐτω̃ν καὶ ἔλαβον τοὺς τριάκοντα ἀργυρου̃ς καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἰ̃κον κυρίου εἰς τὸ χωνευτήριον

11:14 καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν τὸ Σχοίνισμα του̃ διασκεδάσαι τὴν κατάσχεσιν ἀνὰ μέσον Ιουδα καὶ ἀνὰ μέσον του̃ Ισραηλ

11:15 καὶ εἰ̃πεν κύριος πρός με ἔτι λαβὲ σεαυτω̨̃ σκεύη ποιμενικὰ ποιμένος ἀπείρου

11:16 διότι ἰδοὺ ἐγὼ ἐξεγείρω ποιμένα ἐπὶ τὴν γη̃ν τὸ ἐκλιμπάνον οὐ μὴ ἐπισκέψηται καὶ τὸ διεσκορπισμένον οὐ μὴ ζητήση̨ καὶ τὸ συντετριμμένον οὐ μὴ ἰάσηται καὶ τὸ ὁλόκληρον οὐ μὴ κατευθύνη̨ καὶ τὰ κρέα τω̃ν ἐκλεκτω̃ν καταφάγεται καὶ τοὺς ἀστραγάλους αὐτω̃ν ἐκστρέψει

11:17 ὠ̃ οἱ ποιμαίνοντες τὰ μάταια καὶ οἱ καταλελοιπότες τὰ πρόβατα μάχαιρα ἐπὶ τοὺς βραχίονας αὐτου̃ καὶ ἐπὶ τὸν ὀφθαλμὸν τὸν δεξιὸν αὐτου̃ ὁ βραχίων αὐτου̃ ξηραινόμενος ξηρανθήσεται καὶ ὁ ὀφθαλμὸς ὁ δεξιὸς αὐτου̃ ἐκτυφλούμενος ἐκτυφλωθήσεται

12:1 λη̃μμα λόγου κυρίου ἐπὶ τὸν Ισραηλ λέγει κύριος ἐκτείνων οὐρανὸν καὶ θεμελιω̃ν γη̃ν καὶ πλάσσων πνευ̃μα ἀνθρώπου ἐν αὐτω̨̃

12:2 ἰδοὺ ἐγὼ τίθημι τὴν Ιερουσαλημ ὡς πρόθυρα σαλευόμενα πα̃σι τοι̃ς λαοι̃ς κύκλω̨ καὶ ἐν τη̨̃ Ιουδαία̨ ἔσται περιοχὴ ἐπὶ Ιερουσαλημ

12:3 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ θήσομαι τὴν Ιερουσαλημ λίθον καταπατούμενον πα̃σιν τοι̃ς ἔθνεσιν πα̃ς ὁ καταπατω̃ν αὐτὴν ἐμπαίζων ἐμπαίξεται καὶ ἐπισυναχθήσονται ἐπ' αὐτὴν πάντα τὰ ἔθνη τη̃ς γη̃ς

12:4 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ λέγει κύριος παντοκράτωρ πατάξω πάντα ἵππον ἐν ἐκστάσει καὶ τὸν ἀναβάτην αὐτου̃ ἐν παραφρονήσει ἐπὶ δὲ τὸν οἰ̃κον Ιουδα διανοίξω τοὺς ὀφθαλμούς μου καὶ πάντας τοὺς ἵππους τω̃ν λαω̃ν πατάξω ἐν ἀποτυφλώσει

12:5 καὶ ἐρου̃σιν οἱ χιλίαρχοι Ιουδα ἐν ται̃ς καρδίαις αὐτω̃ν εὑρήσομεν ἑαυτοι̃ς τοὺς κατοικου̃ντας Ιερουσαλημ ἐν κυρίω̨ παντοκράτορι θεω̨̃ αὐτω̃ν

12:6 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ θήσομαι τοὺς χιλιάρχους Ιουδα ὡς δαλὸν πυρὸς ἐν ξύλοις καὶ ὡς λαμπάδα πυρὸς ἐν καλάμη̨ καὶ καταφάγονται ἐκ δεξιω̃ν καὶ ἐξ εὐωνύμων πάντας τοὺς λαοὺς κυκλόθεν καὶ κατοικήσει Ιερουσαλημ ἔτι καθ' ἑαυτήν

12:7 καὶ σώσει κύριος τὰ σκηνώματα Ιουδα καθὼς ἀπ' ἀρχη̃ς ὅπως μὴ μεγαλύνηται καύχημα οἴκου Δαυιδ καὶ ἔπαρσις τω̃ν κατοικούντων Ιερουσαλημ ἐπὶ τὸν Ιουδαν

12:8 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ὑπερασπιει̃ κύριος ὑπὲρ τω̃ν κατοικούντων Ιερουσαλημ καὶ ἔσται ὁ ἀσθενω̃ν ἐν αὐτοι̃ς ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ ὡς οἰ̃κος Δαυιδ ὁ δὲ οἰ̃κος Δαυιδ ὡς οἰ̃κος θεου̃ ὡς ἄγγελος κυρίου ἐνώπιον αὐτω̃ν

12:9 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ζητήσω του̃ ἐξα̃ραι πάντα τὰ ἔθνη τὰ ἐπερχόμενα ἐπὶ Ιερουσαλημ

12:10 καὶ ἐκχεω̃ ἐπὶ τὸν οἰ̃κον Δαυιδ καὶ ἐπὶ τοὺς κατοικου̃ντας Ιερουσαλημ πνευ̃μα χάριτος καὶ οἰκτιρμου̃ καὶ ἐπιβλέψονται πρός με ἀνθ' ὡ̃ν κατωρχήσαντο καὶ κόψονται ἐπ' αὐτὸν κοπετὸν ὡς ἐπ' ἀγαπητὸν καὶ ὀδυνηθήσονται ὀδύνην ὡς ἐπὶ πρωτοτόκω̨

12:11 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ μεγαλυνθήσεται ὁ κοπετὸς ἐν Ιερουσαλημ ὡς κοπετὸς ῥοω̃νος ἐν πεδίω̨ ἐκκοπτομένου

12:12 καὶ κόψεται ἡ γη̃ κατὰ φυλὰς φυλάς φυλὴ καθ' ἑαυτὴν καὶ αἱ γυναι̃κες αὐτω̃ν καθ' ἑαυτάς φυλὴ οἰ̃κου Δαυιδ καθ' ἑαυτὴν καὶ αἱ γυναι̃κες αὐτω̃ν καθ' ἑαυτάς φυλὴ οἴκου Ναθαν καθ' ἑαυτὴν καὶ αἱ γυναι̃κες αὐτω̃ν καθ' ἑαυτάς

12:13 φυλὴ οἴκου Λευι καθ' ἑαυτὴν καὶ αἱ γυναι̃κες αὐτω̃ν καθ' ἑαυτάς φυλὴ του̃ Συμεων καθ' ἑαυτὴν καὶ αἱ γυναι̃κες αὐτω̃ν καθ' ἑαυτάς

12:14 πα̃σαι αἱ φυλαὶ αἱ ὑπολελειμμέναι φυλὴ καθ' ἑαυτὴν καὶ αἱ γυναι̃κες αὐτω̃ν καθ' ἑαυτάς

13:1 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἔσται πα̃ς τόπος διανοιγόμενος ἐν τω̨̃ οἴκω̨ Δαυιδ

13:2 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ λέγει κύριος ἐξολεθρεύσω τὰ ὀνόματα τω̃ν εἰδώλων ἀπὸ τη̃ς γη̃ς καὶ οὐκέτι ἔσται αὐτω̃ν μνεία καὶ τοὺς ψευδοπροφήτας καὶ τὸ πνευ̃μα τὸ ἀκάθαρτον ἐξαρω̃ ἀπὸ τη̃ς γη̃ς

13:3 καὶ ἔσται ἐὰν προφητεύση̨ ἄνθρωπος ἔτι καὶ ἐρει̃ πρὸς αὐτὸν ὁ πατὴρ αὐτου̃ καὶ ἡ μήτηρ αὐτου̃ οἱ γεννήσαντες αὐτόν οὐ ζήση̨ ὅτι ψευδη̃ ἐλάλησας ἐπ' ὀνόματι κυρίου καὶ συμποδιου̃σιν αὐτὸν ὁ πατὴρ αὐτου̃ καὶ ἡ μήτηρ αὐτου̃ οἱ γεννήσαντες αὐτὸν ἐν τω̨̃ προφητεύειν αὐτόν

13:4 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καταισχυνθήσονται οἱ προφη̃ται ἕκαστος ἐκ τη̃ς ὁράσεως αὐτου̃ ἐν τω̨̃ προφητεύειν αὐτόν καὶ ἐνδύσονται δέρριν τριχίνην ἀνθ' ὡ̃ν ἐψεύσαντο

13:5 καὶ ἐρει̃ οὔκ εἰμι προφήτης ἐγώ διότι ἄνθρωπος ἐργαζόμενος τὴν γη̃ν ἐγώ εἰμι ὅτι ἄνθρωπος ἐγέννησέν με ἐκ νεότητός μου

13:6 καὶ ἐρω̃ πρὸς αὐτόν τί αἱ πληγαὶ αὑ̃ται ἀνὰ μέσον τω̃ν χειρω̃ν σου καὶ ἐρει̃ ἃς ἐπλήγην ἐν τω̨̃ οἴκω̨ τω̨̃ ἀγαπητω̨̃ μου

13:7 ῥομφαία ἐξεγέρθητι ἐπὶ τοὺς ποιμένας μου καὶ ἐπ' ἄνδρα πολίτην μου λέγει κύριος παντοκράτωρ πατάξατε τοὺς ποιμένας καὶ ἐκσπάσατε τὰ πρόβατα καὶ ἐπάξω τὴν χει̃ρά μου ἐπὶ τοὺς ποιμένας

13:8 καὶ ἔσται ἐν πάση̨ τη̨̃ γη̨̃ λέγει κύριος τὰ δύο μέρη ἐξολεθρευθήσεται καὶ ἐκλείψει τὸ δὲ τρίτον ὑπολειφθήσεται ἐν αὐτη̨̃

13:9 καὶ διάξω τὸ τρίτον διὰ πυρὸς καὶ πυρώσω αὐτούς ὡς πυρου̃ται τὸ ἀργύριον καὶ δοκιμω̃ αὐτούς ὡς δοκιμάζεται τὸ χρυσίον αὐτὸς ἐπικαλέσεται τὸ ὄνομά μου κἀγὼ ἐπακούσομαι αὐτω̨̃ καὶ ἐρω̃ λαός μου οὑ̃τός ἐστιν καὶ αὐτὸς ἐρει̃ κύριος ὁ θεός μου

14:1 ἰδοὺ ἡμέραι ἔρχονται του̃ κυρίου καὶ διαμερισθήσεται τὰ σκυ̃λά σου ἐν σοί

14:2 καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ιερουσαλημ εἰς πόλεμον καὶ ἁλώσεται ἡ πόλις καὶ διαρπαγήσονται αἱ οἰκίαι καὶ αἱ γυναι̃κες μολυνθήσονται καὶ ἐξελεύσεται τὸ ἥμισυ τη̃ς πόλεως ἐν αἰχμαλωσία̨ οἱ δὲ κατάλοιποι του̃ λαου̃ μου οὐ μὴ ἐξολεθρευθω̃σιν ἐκ τη̃ς πόλεως

14:3 καὶ ἐξελεύσεται κύριος καὶ παρατάξεται ἐν τοι̃ς ἔθνεσιν ἐκείνοις καθὼς ἡμέρα παρατάξεως αὐτου̃ ἐν ἡμέρα̨ πολέμου

14:4 καὶ στήσονται οἱ πόδες αὐτου̃ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐπὶ τὸ ὄρος τω̃ν ἐλαιω̃ν τὸ κατέναντι Ιερουσαλημ ἐξ ἀνατολω̃ν καὶ σχισθήσεται τὸ ὄρος τω̃ν ἐλαιω̃ν τὸ ἥμισυ αὐτου̃ πρὸς ἀνατολὰς καὶ τὸ ἥμισυ αὐτου̃ πρὸς θάλασσαν χάος μέγα σφόδρα καὶ κλινει̃ τὸ ἥμισυ του̃ ὄρους πρὸς βορρα̃ν καὶ τὸ ἥμισυ αὐτου̃ πρὸς νότον

14:5 καὶ ἐμφραχθήσεται φάραγξ ὀρέων μου καὶ ἐγκολληθήσεται φάραγξ ὀρέων ἕως Ιασολ καὶ ἐμφραχθήσεται καθὼς ἐνεφράγη ἐν ται̃ς ἡμέραις του̃ σεισμου̃ ἐν ἡμέραις Οζιου βασιλέως Ιουδα καὶ ἥξει κύριος ὁ θεός μου καὶ πάντες οἱ ἅγιοι μετ' αὐτου̃

14:6 ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ οὐκ ἔσται φω̃ς καὶ ψυ̃χος καὶ πάγος

14:7 ἔσται μίαν ἡμέραν καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τω̨̃ κυρίω̨ καὶ οὐχ ἡμέρα καὶ οὐ νύξ καὶ πρὸς ἑσπέραν ἔσται φω̃ς

14:8 καὶ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐξελεύσεται ὕδωρ ζω̃ν ἐξ Ιερουσαλημ τὸ ἥμισυ αὐτου̃ εἰς τὴν θάλασσαν τὴν πρώτην καὶ τὸ ἥμισυ αὐτου̃ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην καὶ ἐν θέρει καὶ ἐν ἔαρι ἔσται οὕτως

14:9 καὶ ἔσται κύριος εἰς βασιλέα ἐπὶ πα̃σαν τὴν γη̃ν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἔσται κύριος εἱ̃ς καὶ τὸ ὄνομα αὐτου̃ ἕν

14:10 κυκλω̃ν πα̃σαν τὴν γη̃ν καὶ τὴν ἔρημον ἀπὸ Γαβε ἕως Ρεμμων κατὰ νότον Ιερουσαλημ Ραμα δὲ ἐπὶ τόπου μενει̃ ἀπὸ τη̃ς πύλης Βενιαμιν ἕως του̃ τόπου τη̃ς πύλης τη̃ς πρώτης ἕως τη̃ς πύλης τω̃ν γωνιω̃ν καὶ ἕως του̃ πύργου Ανανεηλ ἕως τω̃ν ὑποληνίων του̃ βασιλέως

14:11 κατοικήσουσιν ἐν αὐτη̨̃ καὶ οὐκ ἔσται ἀνάθεμα ἔτι καὶ κατοικήσει Ιερουσαλημ πεποιθότως

14:12 καὶ αὕτη ἔσται ἡ πτω̃σις ἣν κόψει κύριος πάντας τοὺς λαούς ὅσοι ἐπεστράτευσαν ἐπὶ Ιερουσαλημ τακήσονται αἱ σάρκες αὐτω̃ν ἑστηκότων αὐτω̃ν ἐπὶ τοὺς πόδας αὐτω̃ν καὶ οἱ ὀφθαλμοὶ αὐτω̃ν ῥυήσονται ἐκ τω̃ν ὀπω̃ν αὐτω̃ν καὶ ἡ γλω̃σσα αὐτω̃ν τακήσεται ἐν τω̨̃ στόματι αὐτω̃ν

14:13 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἔκστασις κυρίου ἐπ' αὐτοὺς μεγάλη καὶ ἐπιλήμψονται ἕκαστος τη̃ς χειρὸς του̃ πλησίον αὐτου̃ καὶ συμπλακήσεται ἡ χεὶρ αὐτου̃ πρὸς χει̃ρα του̃ πλησίον αὐτου̃

14:14 καὶ ὁ Ιουδας παρατάξεται ἐν Ιερουσαλημ καὶ συνάξει τὴν ἰσχὺν πάντων τω̃ν λαω̃ν κυκλόθεν χρυσίον καὶ ἀργύριον καὶ ἱματισμὸν εἰς πλη̃θος σφόδρα

14:15 καὶ αὕτη ἔσται ἡ πτω̃σις τω̃ν ἵππων καὶ τω̃ν ἡμιόνων καὶ τω̃ν καμήλων καὶ τω̃ν ὄνων καὶ πάντων τω̃ν κτηνω̃ν τω̃ν ὄντων ἐν ται̃ς παρεμβολαι̃ς ἐκείναις κατὰ τὴν πτω̃σιν ταύτην

14:16 καὶ ἔσται ὅσοι ἐὰν καταλειφθω̃σιν ἐκ πάντων τω̃ν ἐθνω̃ν τω̃ν ἐλθόντων ἐπὶ Ιερουσαλημ καὶ ἀναβήσονται κατ' ἐνιαυτὸν του̃ προσκυνη̃σαι τω̨̃ βασιλει̃ κυρίω̨ παντοκράτορι καὶ του̃ ἑορτάζειν τὴν ἑορτὴν τη̃ς σκηνοπηγίας

14:17 καὶ ἔσται ὅσοι ἐὰν μὴ ἀναβω̃σιν ἐκ πασω̃ν τω̃ν φυλω̃ν τη̃ς γη̃ς εἰς Ιερουσαλημ του̃ προσκυνη̃σαι τω̨̃ βασιλει̃ κυρίω̨ παντοκράτορι καὶ οὑ̃τοι ἐκείνοις προστεθήσονται

14:18 ἐὰν δὲ φυλὴ Αἰγύπτου μὴ ἀναβη̨̃ μηδὲ ἔλθη̨ ἐκει̃ καὶ ἐπὶ τούτοις ἔσται ἡ πτω̃σις ἣν πατάξει κύριος πάντα τὰ ἔθνη ὅσα ἐὰν μὴ ἀναβη̨̃ του̃ ἑορτάσαι τὴν ἑορτὴν τη̃ς σκηνοπηγίας

14:19 αὕτη ἔσται ἡ ἁμαρτία Αἰγύπτου καὶ ἡ ἁμαρτία πάντων τω̃ν ἐθνω̃ν ὅσα ἂν μὴ ἀναβη̨̃ του̃ ἑορτάσαι τὴν ἑορτὴν τη̃ς σκηνοπηγίας

14:20 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἔσται τὸ ἐπὶ τὸν χαλινὸν του̃ ἵππου ἅγιον τω̨̃ κυρίω̨ παντοκράτορι καὶ ἔσονται οἱ λέβητες οἱ ἐν τω̨̃ οἴκω̨ κυρίου ὡς φιάλαι πρὸ προσώπου του̃ θυσιαστηρίου

14:21 καὶ ἔσται πα̃ς λέβης ἐν Ιερουσαλημ καὶ ἐν τω̨̃ Ιουδα ἅγιον τω̨̃ κυρίω̨ παντοκράτορι καὶ ἥξουσιν πάντες οἱ θυσιάζοντες καὶ λήμψονται ἐξ αὐτω̃ν καὶ ἑψήσουσιν ἐν αὐτοι̃ς καὶ οὐκ ἔσται Χαναναι̃ος οὐκέτι ἐν τω̨̃ οἴκω̨ κυρίου παντοκράτορος ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨

.

Книго

[X]