'Αβδιοὺ

1 ὅρασις Αβδιου τάδε λέγει κύριος ὁ θεὸς τη̨̃ Ιδουμαία̨ ἀκοὴν ἤκουσα παρὰ κυρίου καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν ἀνάστητε καὶ ἐξαναστω̃μεν ἐπ' αὐτὴν εἰς πόλεμον

2 ἰδοὺ ὀλιγοστὸν δέδωκά σε ἐν τοι̃ς ἔθνεσιν ἠτιμωμένος σὺ εἰ̃ σφόδρα

3 ὑπερηφανία τη̃ς καρδίας σου ἐπη̃ρέν σε κατασκηνου̃ντα ἐν ται̃ς ὀπαι̃ς τω̃ν πετρω̃ν ὑψω̃ν κατοικίαν αὐτου̃ λέγων ἐν καρδία̨ αὐτου̃ τίς με κατάξει ἐπὶ τὴν γη̃ν

4 ἐὰν μετεωρισθη̨̃ς ὡς ἀετὸς καὶ ἐὰν ἀνὰ μέσον τω̃ν ἄστρων θη̨̃ς νοσσιάν σου ἐκει̃θεν κατάξω σε λέγει κύριος

5 εἰ κλέπται εἰση̃λθον πρὸς σὲ ἢ λη̨σταὶ νυκτός που̃ ἂν ἀπερρίφης οὐκ ἂν ἔκλεψαν τὰ ἱκανὰ ἑαυτοι̃ς καὶ εἰ τρυγηταὶ εἰση̃λθον πρὸς σέ οὐκ ἂν ὑπελίποντο ἐπιφυλλίδα

6 πω̃ς ἐξηρευνήθη Ησαυ καὶ κατελήμφθη αὐτου̃ τὰ κεκρυμμένα

7 ἕως τω̃ν ὁρίων σου ἐξαπέστειλάν σε πάντες οἱ ἄνδρες τη̃ς διαθήκης σου ἀντέστησάν σοι ἠδυνάσθησαν πρὸς σὲ ἄνδρες εἰρηνικοί σου ἔθηκαν ἔνεδρα ὑποκάτω σου οὐκ ἔστιν σύνεσις αὐτοι̃ς

8 ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ λέγει κύριος ἀπολω̃ σοφοὺς ἐκ τη̃ς Ιδουμαίας καὶ σύνεσιν ἐξ ὄρους Ησαυ

9 καὶ πτοηθήσονται οἱ μαχηταί σου οἱ ἐκ Θαιμαν ὅπως ἐξαρθη̨̃ ἄνθρωπος ἐξ ὄρους Ησαυ

10 διὰ τὴν σφαγὴν καὶ τὴν ἀσέβειαν τὴν εἰς τὸν ἀδελφόν σου Ιακωβ καὶ καλύψει σε αἰσχύνη καὶ ἐξαρθήση̨ εἰς τὸν αἰω̃να

11 ἀφ' ἡ̃ς ἡμέρας ἀντέστης ἐξ ἐναντίας ἐν ἡμέρα̨ αἰχμαλωτευόντων ἀλλογενω̃ν δύναμιν αὐτου̃ καὶ ἀλλότριοι εἰση̃λθον εἰς πύλας αὐτου̃ καὶ ἐπὶ Ιερουσαλημ ἔβαλον κλήρους καὶ σὺ ἠ̃ς ὡς εἱ̃ς ἐξ αὐτω̃ν

12 καὶ μὴ ἐπίδη̨ς ἡμέραν ἀδελφου̃ σου ἐν ἡμέρα̨ ἀλλοτρίων καὶ μὴ ἐπιχαρη̨̃ς ἐπὶ τοὺς υἱοὺς Ιουδα ἐν ἡμέρα̨ ἀπωλείας αὐτω̃ν καὶ μὴ μεγαλορρημονήση̨ς ἐν ἡμέρα̨ θλίψεως

13 μηδὲ εἰσέλθη̨ς εἰς πύλας λαω̃ν ἐν ἡμέρα̨ πόνων αὐτω̃ν μηδὲ ἐπίδη̨ς καὶ σὺ τὴν συναγωγὴν αὐτω̃ν ἐν ἡμέρα̨ ὀλέθρου αὐτω̃ν μηδὲ συνεπιθη̨̃ ἐπὶ τὴν δύναμιν αὐτω̃ν ἐν ἡμέρα̨ ἀπωλείας αὐτω̃ν

14 μηδὲ ἐπιστη̨̃ς ἐπὶ τὰς διεκβολὰς αὐτω̃ν του̃ ἐξολεθρευ̃σαι τοὺς ἀνασω̨ζομένους αὐτω̃ν μηδὲ συγκλείση̨ς τοὺς φεύγοντας ἐξ αὐτω̃ν ἐν ἡμέρα̨ θλίψεως

15 διότι ἐγγὺς ἡμέρα κυρίου ἐπὶ πάντα τὰ ἔθνη ὃν τρόπον ἐποίησας οὕτως ἔσται σοι τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου

16 διότι ὃν τρόπον ἔπιες ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου πίονται πάντα τὰ ἔθνη οἰ̃νον πίονται καὶ καταβήσονται καὶ ἔσονται καθὼς οὐχ ὑπάρχοντες

17 ἐν δὲ τω̨̃ ὄρει Σιων ἔσται ἡ σωτηρία καὶ ἔσται ἅγιον καὶ κατακληρονομήσουσιν ὁ οἰ̃κος Ιακωβ τοὺς κατακληρονομήσαντας αὐτούς

18 καὶ ἔσται ὁ οἰ̃κος Ιακωβ πυ̃ρ ὁ δὲ οἰ̃κος Ιωσηφ φλόξ ὁ δὲ οἰ̃κος Ησαυ εἰς καλάμην καὶ ἐκκαυθήσονται εἰς αὐτοὺς καὶ καταφάγονται αὐτούς καὶ οὐκ ἔσται πυροφόρος ἐν τω̨̃ οἴκω̨ Ησαυ διότι κύριος ἐλάλησεν

19 καὶ κατακληρονομήσουσιν οἱ ἐν Ναγεβ τὸ ὄρος τὸ Ησαυ καὶ οἱ ἐν τη̨̃ Σεφηλα τοὺς ἀλλοφύλους καὶ κατακληρονομήσουσιν τὸ ὄρος Εφραιμ καὶ τὸ πεδίον Σαμαρείας καὶ Βενιαμιν καὶ τὴν Γαλααδι̃τιν

20 καὶ τη̃ς μετοικεσίας ἡ ἀρχὴ αὕτη τοι̃ς υἱοι̃ς Ισραηλ γη̃ τω̃ν Χαναναίων ἕως Σαρεπτων καὶ ἡ μετοικεσία Ιερουσαλημ ἕως Εφραθα καὶ κληρονομήσουσιν τὰς πόλεις του̃ Ναγεβ

21 καὶ ἀναβήσονται ἄνδρες σεσω̨σμένοι ἐξ ὄρους Σιων του̃ ἐκδικη̃σαι τὸ ὄρος Ησαυ καὶ ἔσται τω̨̃ κυρίω̨ ἡ βασιλεία

.

Книго

[X]