'Ιωὴλ

1:1 λόγος κυρίου ὃς ἐγενήθη πρὸς Ιωηλ τὸν του̃ Βαθουηλ

1:2 ἀκούσατε δὴ ταυ̃τα οἱ πρεσβύτεροι καὶ ἐνωτίσασθε πάντες οἱ κατοικου̃ντες τὴν γη̃ν εἰ γέγονεν τοιαυ̃τα ἐν ται̃ς ἡμέραις ὑμω̃ν ἢ ἐν ται̃ς ἡμέραις τω̃ν πατέρων ὑμω̃ν

1:3 ὑπὲρ αὐτω̃ν τοι̃ς τέκνοις ὑμω̃ν διηγήσασθε καὶ τὰ τέκνα ὑμω̃ν τοι̃ς τέκνοις αὐτω̃ν καὶ τὰ τέκνα αὐτω̃ν εἰς γενεὰν ἑτέραν

1:4 τὰ κατάλοιπα τη̃ς κάμπης κατέφαγεν ἡ ἀκρίς καὶ τὰ κατάλοιπα τη̃ς ἀκρίδος κατέφαγεν ὁ βρου̃χος καὶ τὰ κατάλοιπα του̃ βρούχου κατέφαγεν ἡ ἐρυσίβη

1:5 ἐκνήψατε οἱ μεθύοντες ἐξ οἴνου αὐτω̃ν καὶ κλαύσατε θρηνήσατε πάντες οἱ πίνοντες οἰ̃νον εἰς μέθην ὅτι ἐξη̃ρται ἐκ στόματος ὑμω̃ν εὐφροσύνη καὶ χαρά

1:6 ὅτι ἔθνος ἀνέβη ἐπὶ τὴν γη̃ν μου ἰσχυρὸν καὶ ἀναρίθμητον οἱ ὀδόντες αὐτου̃ ὀδόντες λέοντος καὶ αἱ μύλαι αὐτου̃ σκύμνου

1:7 ἔθετο τὴν ἄμπελόν μου εἰς ἀφανισμὸν καὶ τὰς συκα̃ς μου εἰς συγκλασμόν ἐρευνω̃ν ἐξηρεύνησεν αὐτὴν καὶ ἔρριψεν ἐλεύκανεν κλήματα αὐτη̃ς

1:8 θρήνησον πρός με ὑπὲρ νύμφην περιεζωσμένην σάκκον ἐπὶ τὸν ἄνδρα αὐτη̃ς τὸν παρθενικόν

1:9 ἐξη̃ρται θυσία καὶ σπονδὴ ἐξ οἴκου κυρίου πενθει̃τε οἱ ἱερει̃ς οἱ λειτουργου̃ντες θυσιαστηρίω̨

1:10 ὅτι τεταλαιπώρηκεν τὰ πεδία πενθείτω ἡ γη̃ ὅτι τεταλαιπώρηκεν σι̃τος ἐξηράνθη οἰ̃νος ὠλιγώθη ἔλαιον

1:11 ἐξηράνθησαν οἱ γεωργοί θρηνει̃τε κτήματα ὑπὲρ πυρου̃ καὶ κριθη̃ς ὅτι ἀπόλωλεν τρυγητὸς ἐξ ἀγρου̃

1:12 ἡ ἄμπελος ἐξηράνθη καὶ αἱ συκαι̃ ὠλιγώθησαν ῥόα καὶ φοι̃νιξ καὶ μη̃λον καὶ πάντα τὰ ξύλα του̃ ἀγρου̃ ἐξηράνθησαν ὅτι ἤ̨σχυναν χαρὰν οἱ υἱοὶ τω̃ν ἀνθρώπων

1:13 περιζώσασθε καὶ κόπτεσθε οἱ ἱερει̃ς θρηνει̃τε οἱ λειτουργου̃ντες θυσιαστηρίω̨ εἰσέλθατε ὑπνώσατε ἐν σάκκοις λειτουργου̃ντες θεω̨̃ ὅτι ἀπέσχηκεν ἐξ οἴκου θεου̃ ὑμω̃ν θυσία καὶ σπονδή

1:14 ἁγιάσατε νηστείαν κηρύξατε θεραπείαν συναγάγετε πρεσβυτέρους πάντας κατοικου̃ντας γη̃ν εἰς οἰ̃κον θεου̃ ὑμω̃ν καὶ κεκράξατε πρὸς κύριον ἐκτενω̃ς

1:15 οἴμμοι οἴμμοι οἴμμοι εἰς ἡμέραν ὅτι ἐγγὺς ἡμέρα κυρίου καὶ ὡς ταλαιπωρία ἐκ ταλαιπωρίας ἥξει

1:16 κατέναντι τω̃ν ὀφθαλμω̃ν ὑμω̃ν βρώματα ἐξωλεθρεύθη ἐξ οἴκου θεου̃ ὑμω̃ν εὐφροσύνη καὶ χαρά

1:17 ἐσκίρτησαν δαμάλεις ἐπὶ ται̃ς φάτναις αὐτω̃ν ἠφανίσθησαν θησαυροί κατεσκάφησαν ληνοί ὅτι ἐξηράνθη σι̃τος

1:18 τί ἀποθήσομεν ἑαυτοι̃ς ἔκλαυσαν βουκόλια βοω̃ν ὅτι οὐχ ὑπη̃ρχεν νομὴ αὐτοι̃ς καὶ τὰ ποίμνια τω̃ν προβάτων ἠφανίσθησαν

1:19 πρὸς σέ κύριε βοήσομαι ὅτι πυ̃ρ ἀνήλωσεν τὰ ὡραι̃α τη̃ς ἐρήμου καὶ φλὸξ ἀνη̃ψεν πάντα τὰ ξύλα του̃ ἀγρου̃

1:20 καὶ τὰ κτήνη του̃ πεδίου ἀνέβλεψαν πρὸς σέ ὅτι ἐξηράνθησαν ἀφέσεις ὑδάτων καὶ πυ̃ρ κατέφαγεν τὰ ὡραι̃α τη̃ς ἐρήμου

2:1 σαλπίσατε σάλπιγγι ἐν Σιων κηρύξατε ἐν ὄρει ἁγίω̨ μου καὶ συγχυθήτωσαν πάντες οἱ κατοικου̃ντες τὴν γη̃ν διότι πάρεστιν ἡμέρα κυρίου ὅτι ἐγγύς

2:2 ἡμέρα σκότους καὶ γνόφου ἡμέρα νεφέλης καὶ ὁμίχλης ὡς ὄρθρος χυθήσεται ἐπὶ τὰ ὄρη λαὸς πολὺς καὶ ἰσχυρός ὅμοιος αὐτω̨̃ οὐ γέγονεν ἀπὸ του̃ αἰω̃νος καὶ μετ' αὐτὸν οὐ προστεθήσεται ἕως ἐτω̃ν εἰς γενεὰς γενεω̃ν

2:3 τὰ ἔμπροσθεν αὐτου̃ πυ̃ρ ἀναλίσκον καὶ τὰ ὀπίσω αὐτου̃ ἀναπτομένη φλόξ ὡς παράδεισος τρυφη̃ς ἡ γη̃ πρὸ προσώπου αὐτου̃ καὶ τὰ ὄπισθεν αὐτου̃ πεδίον ἀφανισμου̃ καὶ ἀνασω̨ζόμενος οὐκ ἔσται αὐτω̨̃

2:4 ὡς ὅρασις ἵππων ἡ ὄψις αὐτω̃ν καὶ ὡς ἱππει̃ς οὕτως καταδιώξονται

2:5 ὡς φωνὴ ἁρμάτων ἐπὶ τὰς κορυφὰς τω̃ν ὀρέων ἐξαλου̃νται καὶ ὡς φωνὴ φλογὸς πυρὸς κατεσθιούσης καλάμην καὶ ὡς λαὸς πολὺς καὶ ἰσχυρὸς παρατασσόμενος εἰς πόλεμον

2:6 ἀπὸ προσώπου αὐτου̃ συντριβήσονται λαοί πα̃ν πρόσωπον ὡς πρόσκαυμα χύτρας

2:7 ὡς μαχηταὶ δραμου̃νται καὶ ὡς ἄνδρες πολεμισταὶ ἀναβήσονται ἐπὶ τὰ τείχη καὶ ἕκαστος ἐν τη̨̃ ὁδω̨̃ αὐτου̃ πορεύσεται καὶ οὐ μὴ ἐκκλίνωσιν τὰς τρίβους αὐτω̃ν

2:8 καὶ ἕκαστος ἀπὸ του̃ ἀδελφου̃ αὐτου̃ οὐκ ἀφέξεται καταβαρυνόμενοι ἐν τοι̃ς ὅπλοις αὐτω̃ν πορεύσονται καὶ ἐν τοι̃ς βέλεσιν αὐτω̃ν πεσου̃νται καὶ οὐ μὴ συντελεσθω̃σιν

2:9 τη̃ς πόλεως ἐπιλήμψονται καὶ ἐπὶ τω̃ν τειχέων δραμου̃νται καὶ ἐπὶ τὰς οἰκίας ἀναβήσονται καὶ διὰ θυρίδων εἰσελεύσονται ὡς κλέπται

2:10 πρὸ προσώπου αὐτω̃ν συγχυθήσεται ἡ γη̃ καὶ σεισθήσεται ὁ οὐρανός ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσιν καὶ τὰ ἄστρα δύσουσιν τὸ φέγγος αὐτω̃ν

2:11 καὶ κύριος δώσει φωνὴν αὐτου̃ πρὸ προσώπου δυνάμεως αὐτου̃ ὅτι πολλή ἐστιν σφόδρα ἡ παρεμβολὴ αὐτου̃ ὅτι ἰσχυρὰ ἔργα λόγων αὐτου̃ διότι μεγάλη ἡ ἡμέρα του̃ κυρίου μεγάλη καὶ ἐπιφανὴς σφόδρα καὶ τίς ἔσται ἱκανὸς αὐτη̨̃

2:12 καὶ νυ̃ν λέγει κύριος ὁ θεὸς ὑμω̃ν ἐπιστράφητε πρός με ἐξ ὅλης τη̃ς καρδίας ὑμω̃ν καὶ ἐν νηστεία̨ καὶ ἐν κλαυθμω̨̃ καὶ ἐν κοπετω̨̃

2:13 καὶ διαρρήξατε τὰς καρδίας ὑμω̃ν καὶ μὴ τὰ ἱμάτια ὑμω̃ν καὶ ἐπιστράφητε πρὸς κύριον τὸν θεὸν ὑμω̃ν ὅτι ἐλεήμων καὶ οἰκτίρμων ἐστίν μακρόθυμος καὶ πολυέλεος καὶ μετανοω̃ν ἐπὶ ται̃ς κακίαις

2:14 τίς οἰ̃δεν εἰ ἐπιστρέψει καὶ μετανοήσει καὶ ὑπολείψεται ὀπίσω αὐτου̃ εὐλογίαν θυσίαν καὶ σπονδὴν κυρίω̨ τω̨̃ θεω̨̃ ἡμω̃ν

2:15 σαλπίσατε σάλπιγγι ἐν Σιων ἁγιάσατε νηστείαν κηρύξατε θεραπείαν

2:16 συναγάγετε λαόν ἁγιάσατε ἐκκλησίαν ἐκλέξασθε πρεσβυτέρους συναγάγετε νήπια θηλάζοντα μαστούς ἐξελθάτω νυμφίος ἐκ του̃ κοιτω̃νος αὐτου̃ καὶ νύμφη ἐκ του̃ παστου̃ αὐτη̃ς

2:17 ἀνὰ μέσον τη̃ς κρηπι̃δος του̃ θυσιαστηρίου κλαύσονται οἱ ἱερει̃ς οἱ λειτουργου̃ντες κυρίω̨ καὶ ἐρου̃σιν φει̃σαι κύριε του̃ λαου̃ σου καὶ μὴ δω̨̃ς τὴν κληρονομίαν σου εἰς ὄνειδος του̃ κατάρξαι αὐτω̃ν ἔθνη ὅπως μὴ εἴπωσιν ἐν τοι̃ς ἔθνεσιν που̃ ἐστιν ὁ θεὸς αὐτω̃ν

2:18 καὶ ἐζήλωσεν κύριος τὴν γη̃ν αὐτου̃ καὶ ἐφείσατο του̃ λαου̃ αὐτου̃

2:19 καὶ ἀπεκρίθη κύριος καὶ εἰ̃πεν τω̨̃ λαω̨̃ αὐτου̃ ἰδοὺ ἐγὼ ἐξαποστέλλω ὑμι̃ν τὸν σι̃τον καὶ τὸν οἰ̃νον καὶ τὸ ἔλαιον καὶ ἐμπλησθήσεσθε αὐτω̃ν καὶ οὐ δώσω ὑμα̃ς οὐκέτι εἰς ὀνειδισμὸν ἐν τοι̃ς ἔθνεσι

2:20 καὶ τὸν ἀπὸ βορρα̃ ἐκδιώξω ἀφ' ὑμω̃ν καὶ ἐξώσω αὐτὸν εἰς γη̃ν ἄνυδρον καὶ ἀφανιω̃ τὸ πρόσωπον αὐτου̃ εἰς τὴν θάλασσαν τὴν πρώτην καὶ τὰ ὀπίσω αὐτου̃ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην καὶ ἀναβήσεται ἡ σαπρία αὐτου̃ καὶ ἀναβήσεται ὁ βρόμος αὐτου̃ ὅτι ἐμεγάλυνεν τὰ ἔργα αὐτου̃

2:21 θάρσει γη̃ χαι̃ρε καὶ εὐφραίνου ὅτι ἐμεγάλυνεν κύριος του̃ ποιη̃σαι

2:22 θαρσει̃τε κτήνη του̃ πεδίου ὅτι βεβλάστηκεν πεδία τη̃ς ἐρήμου ὅτι ξύλον ἤνεγκεν τὸν καρπὸν αὐτου̃ ἄμπελος καὶ συκη̃ ἔδωκαν τὴν ἰσχὺν αὐτω̃ν

2:23 καὶ τὰ τέκνα Σιων χαίρετε καὶ εὐφραίνεσθε ἐπὶ τω̨̃ κυρίω̨ θεω̨̃ ὑμω̃ν διότι ἔδωκεν ὑμι̃ν τὰ βρώματα εἰς δικαιοσύνην καὶ βρέξει ὑμι̃ν ὑετὸν πρόιμον καὶ ὄψιμον καθὼς ἔμπροσθεν

2:24 καὶ πλησθήσονται αἱ ἅλωνες σίτου καὶ ὑπερεκχυθήσονται αἱ ληνοὶ οἴνου καὶ ἐλαίου

2:25 καὶ ἀνταποδώσω ὑμι̃ν ἀντὶ τω̃ν ἐτω̃ν ὡ̃ν κατέφαγεν ἡ ἀκρὶς καὶ ὁ βρου̃χος καὶ ἡ ἐρυσίβη καὶ ἡ κάμπη ἡ δύναμίς μου ἡ μεγάλη ἣν ἐξαπέστειλα εἰς ὑμα̃ς

2:26 καὶ φάγεσθε ἐσθίοντες καὶ ἐμπλησθήσεσθε καὶ αἰνέσετε τὸ ὄνομα κυρίου του̃ θεου̃ ὑμω̃ν ἃ ἐποίησεν μεθ' ὑμω̃ν εἰς θαυμάσια καὶ οὐ μὴ καταισχυνθη̨̃ ὁ λαός μου εἰς τὸν αἰω̃να

2:27 καὶ ἐπιγνώσεσθε ὅτι ἐν μέσω̨ του̃ Ισραηλ ἐγώ εἰμι καὶ ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμου̃ καὶ οὐ μὴ καταισχυνθω̃σιν οὐκέτι πα̃ς ὁ λαός μου εἰς τὸν αἰω̃να

3:1 καὶ ἔσται μετὰ ταυ̃τα καὶ ἐκχεω̃ ἀπὸ του̃ πνεύματός μου ἐπὶ πα̃σαν σάρκα καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμω̃ν καὶ αἱ θυγατέρες ὑμω̃ν καὶ οἱ πρεσβύτεροι ὑμω̃ν ἐνύπνια ἐνυπνιασθήσονται καὶ οἱ νεανίσκοι ὑμω̃ν ὁράσεις ὄψονται

3:2 καὶ ἐπὶ τοὺς δούλους καὶ ἐπὶ τὰς δούλας ἐν ται̃ς ἡμέραις ἐκείναις ἐκχεω̃ ἀπὸ του̃ πνεύματός μου

3:3 καὶ δώσω τέρατα ἐν τω̨̃ οὐρανω̨̃ καὶ ἐπὶ τη̃ς γη̃ς αἱ̃μα καὶ πυ̃ρ καὶ ἀτμίδα καπνου̃

3:4 ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἱ̃μα πρὶν ἐλθει̃ν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανη̃

3:5 καὶ ἔσται πα̃ς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται ὅτι ἐν τω̨̃ ὄρει Σιων καὶ ἐν Ιερουσαλημ ἔσται ἀνασω̨ζόμενος καθότι εἰ̃πεν κύριος καὶ εὐαγγελιζόμενοι οὓς κύριος προσκέκληται

4:1 διότι ἰδοὺ ἐγὼ ἐν ται̃ς ἡμέραις ἐκείναις καὶ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ὅταν ἐπιστρέψω τὴν αἰχμαλωσίαν Ιουδα καὶ Ιερουσαλημ

4:2 καὶ συνάξω πάντα τὰ ἔθνη καὶ κατάξω αὐτὰ εἰς τὴν κοιλάδα Ιωσαφατ καὶ διακριθήσομαι πρὸς αὐτοὺς ἐκει̃ ὑπὲρ του̃ λαου̃ μου καὶ τη̃ς κληρονομίας μου Ισραηλ οἳ διεσπάρησαν ἐν τοι̃ς ἔθνεσιν καὶ τὴν γη̃ν μου καταδιείλαντο

4:3 καὶ ἐπὶ τὸν λαόν μου ἔβαλον κλήρους καὶ ἔδωκαν τὰ παιδάρια πόρναις καὶ τὰ κοράσια ἐπώλουν ἀντὶ οἴνου καὶ ἔπινον

4:4 καὶ τί καὶ ὑμει̃ς ἐμοί Τύρος καὶ Σιδὼν καὶ πα̃σα Γαλιλαία ἀλλοφύλων μὴ ἀνταπόδομα ὑμει̃ς ἀνταποδίδοτέ μοι ἢ μνησικακει̃τε ὑμει̃ς ἐπ' ἐμοὶ ὀξέως καὶ ταχέως ἀνταποδώσω τὸ ἀνταπόδομα ὑμω̃ν εἰς κεφαλὰς ὑμω̃ν

4:5 ἀνθ' ὡ̃ν τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου ἐλάβετε καὶ τὰ ἐπίλεκτά μου καὶ τὰ καλὰ εἰσηνέγκατε εἰς τοὺς ναοὺς ὑμω̃ν

4:6 καὶ τοὺς υἱοὺς Ιουδα καὶ τοὺς υἱοὺς Ιερουσαλημ ἀπέδοσθε τοι̃ς υἱοι̃ς τω̃ν 'Ελλήνων ὅπως ἐξώσητε αὐτοὺς ἐκ τω̃ν ὁρίων αὐτω̃ν

4:7 ἰδοὺ ἐγὼ ἐξεγείρω αὐτοὺς ἐκ του̃ τόπου οὑ̃ ἀπέδοσθε αὐτοὺς ἐκει̃ καὶ ἀνταποδώσω τὸ ἀνταπόδομα ὑμω̃ν εἰς κεφαλὰς ὑμω̃ν

4:8 καὶ ἀποδώσομαι τοὺς υἱοὺς ὑμω̃ν καὶ τὰς θυγατέρας ὑμω̃ν εἰς χει̃ρας υἱω̃ν Ιουδα καὶ ἀποδώσονται αὐτοὺς εἰς αἰχμαλωσίαν εἰς ἔθνος μακρὰν ἀπέχον ὅτι κύριος ἐλάλησεν

4:9 κηρύξατε ταυ̃τα ἐν τοι̃ς ἔθνεσιν ἁγιάσατε πόλεμον ἐξεγείρατε τοὺς μαχητάς προσαγάγετε καὶ ἀναβαίνετε πάντες ἄνδρες πολεμισταί

4:10 συγκόψατε τὰ ἄροτρα ὑμω̃ν εἰς ῥομφαίας καὶ τὰ δρέπανα ὑμω̃ν εἰς σειρομάστας ὁ ἀδύνατος λεγέτω ὅτι ἰσχύω ἐγώ

4:11 συναθροίζεσθε καὶ εἰσπορεύεσθε πάντα τὰ ἔθνη κυκλόθεν καὶ συνάχθητε ἐκει̃ ὁ πραὺ̈ς ἔστω μαχητής

4:12 ἐξεγειρέσθωσαν καὶ ἀναβαινέτωσαν πάντα τὰ ἔθνη εἰς τὴν κοιλάδα Ιωσαφατ διότι ἐκει̃ καθιω̃ του̃ διακρι̃ναι πάντα τὰ ἔθνη κυκλόθεν

4:13 ἐξαποστείλατε δρέπανα ὅτι παρέστηκεν τρύγητος εἰσπορεύεσθε πατει̃τε διότι πλήρης ἡ ληνός ὑπερεκχει̃ται τὰ ὑπολήνια ὅτι πεπλήθυνται τὰ κακὰ αὐτω̃ν

4:14 ἠ̃χοι ἐξήχησαν ἐν τη̨̃ κοιλάδι τη̃ς δίκης ὅτι ἐγγὺς ἡμέρα κυρίου ἐν τη̨̃ κοιλάδι τη̃ς δίκης

4:15 ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσιν καὶ οἱ ἀστέρες δύσουσιν φέγγος αὐτω̃ν

4:16 ὁ δὲ κύριος ἐκ Σιων ἀνακεκράξεται καὶ ἐξ Ιερουσαλημ δώσει φωνὴν αὐτου̃ καὶ σεισθήσεται ὁ οὐρανὸς καὶ ἡ γη̃ ὁ δὲ κύριος φείσεται του̃ λαου̃ αὐτου̃ καὶ ἐνισχύσει κύριος τοὺς υἱοὺς Ισραηλ

4:17 καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν ὁ κατασκηνω̃ν ἐν Σιων ἐν ὄρει ἁγίω̨ μου καὶ ἔσται Ιερουσαλημ πόλις ἁγία καὶ ἀλλογενει̃ς οὐ διελεύσονται δι' αὐτη̃ς οὐκέτι

4:18 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἀποσταλάξει τὰ ὄρη γλυκασμόν καὶ οἱ βουνοὶ ῥυήσονται γάλα καὶ πα̃σαι αἱ ἀφέσεις Ιουδα ῥυήσονται ὕδατα καὶ πηγὴ ἐξ οἴκου κυρίου ἐξελεύσεται καὶ ποτιει̃ τὸν χειμάρρουν τω̃ν σχοίνων

4:19 Αἴγυπτος εἰς ἀφανισμὸν ἔσται καὶ ἡ Ιδουμαία εἰς πεδίον ἀφανισμου̃ ἔσται ἐξ ἀδικιω̃ν υἱω̃ν Ιουδα ἀνθ' ὡ̃ν ἐξέχεαν αἱ̃μα δίκαιον ἐν τη̨̃ γη̨̃ αὐτω̃ν

4:20 ἡ δὲ Ιουδαία εἰς τὸν αἰω̃να κατοικηθήσεται καὶ Ιερουσαλημ εἰς γενεὰς γενεω̃ν

4:21 καὶ ἐκδικήσω τὸ αἱ̃μα αὐτω̃ν καὶ οὐ μὴ ἀθω̨ώσω καὶ κύριος κατασκηνώσει ἐν Σιων

.

Книго

[X]