Μιχαίας

1:1 καὶ ἐγένετο λόγος κυρίου πρὸς Μιχαιαν τὸν του̃ Μωρασθι ἐν ἡμέραις Ιωαθαμ καὶ Αχαζ καὶ Εζεκιου βασιλέων Ιουδα ὑπὲρ ὡ̃ν εἰ̃δεν περὶ Σαμαρείας καὶ περὶ Ιερουσαλημ

1:2 ἀκούσατε λαοί λόγους καὶ προσεχέτω ἡ γη̃ καὶ πάντες οἱ ἐν αὐτη̨̃ καὶ ἔσται κύριος ἐν ὑμι̃ν εἰς μαρτύριον κύριος ἐξ οἴκου ἁγίου αὐτου̃

1:3 διότι ἰδοὺ κύριος ἐκπορεύεται ἐκ του̃ τόπου αὐτου̃ καὶ καταβήσεται καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τη̃ς γη̃ς

1:4 καὶ σαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτου̃ καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς καὶ ὡς ὕδωρ καταφερόμενον ἐν καταβάσει

1:5 διὰ ἀσέβειαν Ιακωβ πάντα ταυ̃τα καὶ διὰ ἁμαρτίαν οἴκου Ισραηλ τίς ἡ ἀσέβεια του̃ Ιακωβ οὐ Σαμάρεια καὶ τίς ἡ ἁμαρτία οἴκου Ιουδα οὐχὶ Ιερουσαλημ

1:6 καὶ θήσομαι Σαμάρειαν εἰς ὀπωροφυλάκιον ἀγρου̃ καὶ εἰς φυτείαν ἀμπελω̃νος καὶ κατασπάσω εἰς χάος τοὺς λίθους αὐτη̃ς καὶ τὰ θεμέλια αὐτη̃ς ἀποκαλύψω

1:7 καὶ πάντα τὰ γλυπτὰ αὐτη̃ς κατακόψουσιν καὶ πάντα τὰ μισθώματα αὐτη̃ς ἐμπρήσουσιν ἐν πυρί καὶ πάντα τὰ εἴδωλα αὐτη̃ς θήσομαι εἰς ἀφανισμόν διότι ἐκ μισθωμάτων πορνείας συνήγαγεν καὶ ἐκ μισθωμάτων πορνείας συνέστρεψεν

1:8 ἕνεκεν τούτου κόψεται καὶ θρηνήσει πορεύσεται ἀνυπόδετος καὶ γυμνή ποιήσεται κοπετὸν ὡς δρακόντων καὶ πένθος ὡς θυγατέρων σειρήνων

1:9 ὅτι κατεκράτησεν ἡ πληγὴ αὐτη̃ς διότι ἠ̃λθεν ἕως Ιουδα καὶ ἥψατο ἕως πύλης λαου̃ μου ἕως Ιερουσαλημ

1:10 οἱ ἐν Γεθ μὴ μεγαλύνεσθε οἱ ἐν Ακιμ μὴ ἀνοικοδομει̃τε ἐξ οἴκου κατὰ γέλωτα γη̃ν καταπάσασθε κατὰ γέλωτα ὑμω̃ν

1:11 κατοικου̃σα καλω̃ς τὰς πόλεις αὐτη̃ς οὐκ ἐξη̃λθεν κατοικου̃σα Σεννααν κόψασθαι οἰ̃κον ἐχόμενον αὐτη̃ς λήμψεται ἐξ ὑμω̃ν πληγὴν ὀδύνης

1:12 τίς ἤρξατο εἰς ἀγαθὰ κατοικούση̨ ὀδύνας ὅτι κατέβη κακὰ παρὰ κυρίου ἐπὶ πύλας Ιερουσαλημ

1:13 ψόφος ἁρμάτων καὶ ἱππευόντων κατοικου̃σα Λαχις ἀρχηγὸς ἁμαρτίας αὐτή ἐστιν τη̨̃ θυγατρὶ Σιων ὅτι ἐν σοὶ εὑρέθησαν ἀσέβειαι του̃ Ισραηλ

1:14 διὰ του̃το δώσεις ἐξαποστελλομένους ἕως κληρονομίας Γεθ οἴκους ματαίους εἰς κενὰ ἐγένετο τοι̃ς βασιλευ̃σιν του̃ Ισραηλ

1:15 ἕως τοὺς κληρονόμους ἀγάγω σοι κατοικου̃σα Λαχις κληρονομία ἕως Οδολλαμ ἥξει ἡ δόξα τη̃ς θυγατρὸς Ισραηλ

1:16 ξύρησαι καὶ κει̃ραι ἐπὶ τὰ τέκνα τὰ τρυφερά σου ἐμπλάτυνον τὴν χηρείαν σου ὡς ἀετός ὅτι ἠ̨χμαλωτεύθησαν ἀπὸ σου̃

2:1 ἐγένοντο λογιζόμενοι κόπους καὶ ἐργαζόμενοι κακὰ ἐν ται̃ς κοίταις αὐτω̃ν καὶ ἅμα τη̨̃ ἡμέρα̨ συνετέλουν αὐτά διότι οὐκ ἠ̃ραν πρὸς τὸν θεὸν τὰς χει̃ρας αὐτω̃ν

2:2 καὶ ἐπεθύμουν ἀγροὺς καὶ διήρπαζον ὀρφανοὺς καὶ οἴκους κατεδυνάστευον καὶ διήρπαζον ἄνδρα καὶ τὸν οἰ̃κον αὐτου̃ ἄνδρα καὶ τὴν κληρονομίαν αὐτου̃

2:3 διὰ του̃το τάδε λέγει κύριος ἰδοὺ ἐγὼ λογίζομαι ἐπὶ τὴν φυλὴν ταύτην κακά ἐξ ὡ̃ν οὐ μὴ ἄρητε τοὺς τραχήλους ὑμω̃ν καὶ οὐ μὴ πορευθη̃τε ὀρθοὶ ἐξαίφνης ὅτι καιρὸς πονηρός ἐστιν

2:4 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ λημφθήσεται ἐφ' ὑμα̃ς παραβολή καὶ θρηνηθήσεται θρη̃νος ἐν μέλει λέγων ταλαιπωρία̨ ἐταλαιπωρήσαμεν μερὶς λαου̃ μου κατεμετρήθη ἐν σχοινίω̨ καὶ οὐκ ἠ̃ν ὁ κωλύσων αὐτὸν του̃ ἀποστρέψαι οἱ ἀγροὶ ἡμω̃ν διεμερίσθησαν

2:5 διὰ του̃το οὐκ ἔσται σοι βάλλων σχοινίον ἐν κλήρω̨ ἐν ἐκκλησία̨ κυρίου

2:6 μὴ κλαίετε δάκρυσιν μηδὲ δακρυέτωσαν ἐπὶ τούτοις οὐ γὰρ ἀπώσεται ὀνείδη

2:7 ὁ λέγων οἰ̃κος Ιακωβ παρώργισεν πνευ̃μα κυρίου εἰ ταυ̃τα τὰ ἐπιτηδεύματα αὐτου̃ ἐστιν οὐχ οἱ λόγοι αὐτου̃ εἰσιν καλοὶ μετ' αὐτου̃ καὶ ὀρθοὶ πεπόρευνται

2:8 καὶ ἔμπροσθεν ὁ λαός μου εἰς ἔχθραν ἀντέστη κατέναντι τη̃ς εἰρήνης αὐτου̃ τὴν δορὰν αὐτου̃ ἐξέδειραν του̃ ἀφελέσθαι ἐλπίδα συντριμμὸν πολέμου

2:9 διὰ του̃το ἡγούμενοι λαου̃ μου ἀπορριφήσονται ἐκ τω̃ν οἰκιω̃ν τρυφη̃ς αὐτω̃ν διὰ τὰ πονηρὰ ἐπιτηδεύματα αὐτω̃ν ἐξώσθησαν ἐγγίσατε ὄρεσιν αἰωνίοις

2:10 ἀνάστηθι καὶ πορεύου ὅτι οὐκ ἔστιν σοι αὕτη ἡ ἀνάπαυσις ἕνεκεν ἀκαθαρσίας διεφθάρητε φθορα̨̃

2:11 κατεδιώχθητε οὐδενὸς διώκοντος πνευ̃μα ἔστησεν ψευ̃δος ἐστάλαξέν σοι εἰς οἰ̃νον καὶ μέθυσμα καὶ ἔσται ἐκ τη̃ς σταγόνος του̃ λαου̃ τούτου

2:12 συναγόμενος συναχθήσεται Ιακωβ σὺν πα̃σιν ἐκδεχόμενος ἐκδέξομαι τοὺς καταλοίπους του̃ Ισραηλ ἐπὶ τὸ αὐτὸ θήσομαι τὴν ἀποστροφὴν αὐτω̃ν ὡς πρόβατα ἐν θλίψει ὡς ποίμνιον ἐν μέσω̨ κοίτης αὐτω̃ν ἐξαλου̃νται ἐξ ἀνθρώπων

2:13 διὰ τη̃ς διακοπη̃ς πρὸ προσώπου αὐτω̃ν διέκοψαν καὶ διη̃λθον πύλην καὶ ἐξη̃λθον δι' αὐτη̃ς καὶ ἐξη̃λθεν ὁ βασιλεὺς αὐτω̃ν πρὸ προσώπου αὐτω̃ν ὁ δὲ κύριος ἡγήσεται αὐτω̃ν

3:1 καὶ ἐρει̃ ἀκούσατε δὴ ταυ̃τα αἱ ἀρχαὶ οἴκου Ιακωβ καὶ οἱ κατάλοιποι οἴκου Ισραηλ οὐχ ὑμι̃ν ἐστιν του̃ γνω̃ναι τὸ κρίμα

3:2 οἱ μισου̃ντες τὰ καλὰ καὶ ζητου̃ντες τὰ πονηρά ἁρπάζοντες τὰ δέρματα αὐτω̃ν ἀπ' αὐτω̃ν καὶ τὰς σάρκας αὐτω̃ν ἀπὸ τω̃ν ὀστέων αὐτω̃ν

3:3 ὃν τρόπον κατέφαγον τὰς σάρκας του̃ λαου̃ μου καὶ τὰ δέρματα αὐτω̃ν ἀπὸ τω̃ν ὀστέων αὐτω̃ν ἐξέδειραν καὶ τὰ ὀστέα αὐτω̃ν συνέθλασαν καὶ ἐμέλισαν ὡς σάρκας εἰς λέβητα καὶ ὡς κρέα εἰς χύτραν

3:4 οὕτως κεκράξονται πρὸς κύριον καὶ οὐκ εἰσακούσεται αὐτω̃ν καὶ ἀποστρέψει τὸ πρόσωπον αὐτου̃ ἀπ' αὐτω̃ν ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἀνθ' ὡ̃ν ἐπονηρεύσαντο ἐν τοι̃ς ἐπιτηδεύμασιν αὐτω̃ν ἐπ' αὐτούς

3:5 τάδε λέγει κύριος ἐπὶ τοὺς προφήτας τοὺς πλανω̃ντας τὸν λαόν μου τοὺς δάκνοντας ἐν τοι̃ς ὀδου̃σιν αὐτω̃ν καὶ κηρύσσοντας ἐπ' αὐτὸν εἰρήνην καὶ οὐκ ἐδόθη εἰς τὸ στόμα αὐτω̃ν ἤγειραν ἐπ' αὐτὸν πόλεμον

3:6 διὰ του̃το νὺξ ὑμι̃ν ἔσται ἐξ ὁράσεως καὶ σκοτία ὑμι̃ν ἔσται ἐκ μαντείας καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προφήτας καὶ συσκοτάσει ἐπ' αὐτοὺς ἡ ἡμέρα

3:7 καὶ καταισχυνθήσονται οἱ ὁρω̃ντες τὰ ἐνύπνια καὶ καταγελασθήσονται οἱ μάντεις καὶ καταλαλήσουσιν κατ' αὐτω̃ν πάντες αὐτοί διότι οὐκ ἔσται ὁ εἰσακούων αὐτω̃ν

3:8 ἐὰν μὴ ἐγὼ ἐμπλήσω ἰσχὺν ἐν πνεύματι κυρίου καὶ κρίματος καὶ δυναστείας του̃ ἀπαγγει̃λαι τω̨̃ Ιακωβ ἀσεβείας αὐτου̃ καὶ τω̨̃ Ισραηλ ἁμαρτίας αὐτου̃

3:9 ἀκούσατε δὴ ταυ̃τα οἱ ἡγούμενοι οἴκου Ιακωβ καὶ οἱ κατάλοιποι οἴκου Ισραηλ οἱ βδελυσσόμενοι κρίμα καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες

3:10 οἱ οἰκοδομου̃ντες Σιων ἐν αἵμασιν καὶ Ιερουσαλημ ἐν ἀδικίαις

3:11 οἱ ἡγούμενοι αὐτη̃ς μετὰ δώρων ἔκρινον καὶ οἱ ἱερει̃ς αὐτη̃ς μετὰ μισθου̃ ἀπεκρίνοντο καὶ οἱ προφη̃ται αὐτη̃ς μετὰ ἀργυρίου ἐμαντεύοντο καὶ ἐπὶ τὸν κύριον ἐπανεπαύοντο λέγοντες οὐχὶ κύριος ἐν ἡμι̃ν ἐστιν οὐ μὴ ἐπέλθη̨ ἐφ' ἡμα̃ς κακά

3:12 διὰ του̃το δι' ὑμα̃ς Σιων ὡς ἀγρὸς ἀροτριαθήσεται καὶ Ιερουσαλημ ὡς ὀπωροφυλάκιον ἔσται καὶ τὸ ὄρος του̃ οἴκου ὡς ἄλσος δρυμου̃

4:1 καὶ ἔσται ἐπ' ἐσχάτων τω̃ν ἡμερω̃ν ἐμφανὲς τὸ ὄρος του̃ κυρίου ἕτοιμον ἐπὶ τὰς κορυφὰς τω̃ν ὀρέων καὶ μετεωρισθήσεται ὑπεράνω τω̃ν βουνω̃ν καὶ σπεύσουσιν πρὸς αὐτὸ λαοί

4:2 καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐρου̃σιν δευ̃τε ἀναβω̃μεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἰ̃κον του̃ θεου̃ Ιακωβ καὶ δείξουσιν ἡμι̃ν τὴν ὁδὸν αὐτου̃ καὶ πορευσόμεθα ἐν ται̃ς τρίβοις αὐτου̃ ὅτι ἐκ Σιων ἐξελεύσεται νόμος καὶ λόγος κυρίου ἐξ Ιερουσαλημ

4:3 καὶ κρινει̃ ἀνὰ μέσον λαω̃ν πολλω̃ν καὶ ἐξελέγξει ἔθνη ἰσχυρὰ ἕως εἰς γη̃ν μακράν καὶ κατακόψουσιν τὰς ῥομφαίας αὐτω̃ν εἰς ἄροτρα καὶ τὰ δόρατα αὐτω̃ν εἰς δρέπανα καὶ οὐκέτι μὴ ἀντάρη̨ ἔθνος ἐπ' ἔθνος ῥομφαίαν καὶ οὐκέτι μὴ μάθωσιν πολεμει̃ν

4:4 καὶ ἀναπαύσεται ἕκαστος ὑποκάτω ἀμπέλου αὐτου̃ καὶ ἕκαστος ὑποκάτω συκη̃ς αὐτου̃ καὶ οὐκ ἔσται ὁ ἐκφοβω̃ν διότι τὸ στόμα κυρίου παντοκράτορος ἐλάλησεν ταυ̃τα

4:5 ὅτι πάντες οἱ λαοὶ πορεύσονται ἕκαστος τὴν ὁδὸν αὐτου̃ ἡμει̃ς δὲ πορευσόμεθα ἐν ὀνόματι κυρίου θεου̃ ἡμω̃ν εἰς τὸν αἰω̃να καὶ ἐπέκεινα

4:6 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ λέγει κύριος συνάξω τὴν συντετριμμένην καὶ τὴν ἐξωσμένην εἰσδέξομαι καὶ οὓς ἀπωσάμην

4:7 καὶ θήσομαι τὴν συντετριμμένην εἰς ὑπόλειμμα καὶ τὴν ἀπωσμένην εἰς ἔθνος ἰσχυρόν καὶ βασιλεύσει κύριος ἐπ' αὐτοὺς ἐν ὄρει Σιων ἀπὸ του̃ νυ̃ν καὶ ἕως εἰς τὸν αἰω̃να

4:8 καὶ σύ πύργος ποιμνίου αὐχμώδης θύγατερ Σιων ἐπὶ σὲ ἥξει καὶ εἰσελεύσεται ἡ ἀρχὴ ἡ πρώτη βασιλεία ἐκ Βαβυλω̃νος τη̨̃ θυγατρὶ Ιερουσαλημ

4:9 καὶ νυ̃ν ἵνα τί ἔγνως κακά μὴ βασιλεὺς οὐκ ἠ̃ν σοι ἢ ἡ βουλή σου ἀπώλετο ὅτι κατεκράτησάν σου ὠδι̃νες ὡς τικτούσης

4:10 ὤδινε καὶ ἀνδρίζου καὶ ἔγγιζε θύγατερ Σιων ὡς τίκτουσα διότι νυ̃ν ἐξελεύση̨ ἐκ πόλεως καὶ κατασκηνώσεις ἐν πεδίω̨ καὶ ἥξεις ἕως Βαβυλω̃νος ἐκει̃θεν ῥύσεταί σε καὶ ἐκει̃θεν λυτρώσεταί σε κύριος ὁ θεός σου ἐκ χειρὸς ἐχθρω̃ν σου

4:11 καὶ νυ̃ν ἐπισυνήχθη ἐπὶ σὲ ἔθνη πολλὰ οἱ λέγοντες ἐπιχαρούμεθα καὶ ἐπόψονται ἐπὶ Σιων οἱ ὀφθαλμοὶ ἡμω̃ν

4:12 αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὸν λογισμὸν κυρίου καὶ οὐ συνη̃καν τὴν βουλὴν αὐτου̃ ὅτι συνήγαγεν αὐτοὺς ὡς δράγματα ἅλωνος

4:13 ἀνάστηθι καὶ ἀλόα αὐτούς θύγατερ Σιων ὅτι τὰ κέρατά σου θήσομαι σιδηρα̃ καὶ τὰς ὁπλάς σου θήσομαι χαλκα̃ς καὶ κατατήξεις ἐν αὐτοι̃ς ἔθνη καὶ λεπτυνει̃ς λαοὺς πολλοὺς καὶ ἀναθήσεις τω̨̃ κυρίω̨ τὸ πλη̃θος αὐτω̃ν καὶ τὴν ἰσχὺν αὐτω̃ν τω̨̃ κυρίω̨ πάσης τη̃ς γη̃ς

4:14 νυ̃ν ἐμφραχθήσεται θυγάτηρ Εφραιμ ἐν φραγμω̨̃ συνοχὴν ἔταξεν ἐφ' ἡμα̃ς ἐν ῥάβδω̨ πατάξουσιν ἐπὶ σιαγόνα τὰς φυλὰς του̃ Ισραηλ

5:1 καὶ σύ Βηθλεεμ οἰ̃κος του̃ Εφραθα ὀλιγοστὸς εἰ̃ του̃ εἰ̃ναι ἐν χιλιάσιν Ιουδα ἐκ σου̃ μοι ἐξελεύσεται του̃ εἰ̃ναι εἰς ἄρχοντα ἐν τω̨̃ Ισραηλ καὶ αἱ ἔξοδοι αὐτου̃ ἀπ' ἀρχη̃ς ἐξ ἡμερω̃ν αἰω̃νος

5:2 διὰ του̃το δώσει αὐτοὺς ἕως καιρου̃ τικτούσης τέξεται καὶ οἱ ἐπίλοιποι τω̃ν ἀδελφω̃ν αὐτω̃ν ἐπιστρέψουσιν ἐπὶ τοὺς υἱοὺς Ισραηλ

5:3 καὶ στήσεται καὶ ὄψεται καὶ ποιμανει̃ τὸ ποίμνιον αὐτου̃ ἐν ἰσχύι κυρίου καὶ ἐν τη̨̃ δόξη̨ του̃ ὀνόματος κυρίου του̃ θεου̃ αὐτω̃ν ὑπάρξουσιν διότι νυ̃ν μεγαλυνθήσεται ἕως ἄκρων τη̃ς γη̃ς

5:4 καὶ ἔσται αὕτη εἰρήνη ὅταν 'Ασσύριος ἐπέλθη̨ ἐπὶ τὴν γη̃ν ὑμω̃ν καὶ ὅταν ἐπιβη̨̃ ἐπὶ τὴν χώραν ὑμω̃ν καὶ ἐπεγερθήσονται ἐπ' αὐτὸν ἑπτὰ ποιμένες καὶ ὀκτὼ δήγματα ἀνθρώπων

5:5 καὶ ποιμανου̃σιν τὸν Ασσουρ ἐν ῥομφαία̨ καὶ τὴν γη̃ν του̃ Νεβρωδ ἐν τη̨̃ τάφρω̨ αὐτη̃ς καὶ ῥύσεται ἐκ του̃ Ασσουρ ὅταν ἐπέλθη̨ ἐπὶ τὴν γη̃ν ὑμω̃ν καὶ ὅταν ἐπιβη̨̃ ἐπὶ τὰ ὅρια ὑμω̃ν

5:6 καὶ ἔσται τὸ ὑπόλειμμα του̃ Ιακωβ ἐν τοι̃ς ἔθνεσιν ἐν μέσω̨ λαω̃ν πολλω̃ν ὡς δρόσος παρὰ κυρίου πίπτουσα καὶ ὡς ἄρνες ἐπὶ ἄγρωστιν ὅπως μὴ συναχθη̨̃ μηδεὶς μηδὲ ὑποστη̨̃ ἐν υἱοι̃ς ἀνθρώπων

5:7 καὶ ἔσται τὸ ὑπόλειμμα του̃ Ιακωβ ἐν τοι̃ς ἔθνεσιν ἐν μέσω̨ λαω̃ν πολλω̃ν ὡς λέων ἐν κτήνεσιν ἐν τω̨̃ δρυμω̨̃ καὶ ὡς σκύμνος ἐν ποιμνίοις προβάτων ὃν τρόπον ὅταν διέλθη̨ καὶ διαστείλας ἁρπάση̨ καὶ μὴ ἠ̨̃ ὁ ἐξαιρούμενος

5:8 ὑψωθήσεται ἡ χείρ σου ἐπὶ τοὺς θλίβοντάς σε καὶ πάντες οἱ ἐχθροί σου ἐξολεθρευθήσονται

5:9 καὶ ἔσται ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ λέγει κύριος ἐξολεθρεύσω τοὺς ἵππους σου ἐκ μέσου σου καὶ ἀπολω̃ τὰ ἅρματά σου

5:10 καὶ ἐξολεθρεύσω τὰς πόλεις τη̃ς γη̃ς σου καὶ ἐξαρω̃ πάντα τὰ ὀχυρώματά σου

5:11 καὶ ἐξαρω̃ τὰ φάρμακά σου ἐκ τω̃ν χειρω̃ν σου καὶ ἀποφθεγγόμενοι οὐκ ἔσονται ἐν σοί

5:12 καὶ ἐξολεθρεύσω τὰ γλυπτά σου καὶ τὰς στήλας σου ἐκ μέσου σου καὶ οὐκέτι μὴ προσκυνήση̨ς τοι̃ς ἔργοις τω̃ν χειρω̃ν σου

5:13 καὶ ἐκκόψω τὰ ἄλση σου ἐκ μέσου σου καὶ ἀφανιω̃ τὰς πόλεις σου

5:14 καὶ ποιήσω ἐν ὀργη̨̃ καὶ ἐν θυμω̨̃ ἐκδίκησιν ἐν τοι̃ς ἔθνεσιν ἀνθ' ὡ̃ν οὐκ εἰσήκουσαν

6:1 ἀκούσατε δὴ λόγον κυρίου κύριος εἰ̃πεν ἀνάστηθι κρίθητι πρὸς τὰ ὄρη καὶ ἀκουσάτωσαν οἱ βουνοὶ φωνήν σου

6:2 ἀκούσατε βουνοί τὴν κρίσιν του̃ κυρίου καὶ αἱ φάραγγες θεμέλια τη̃ς γη̃ς ὅτι κρίσις τω̨̃ κυρίω̨ πρὸς τὸν λαὸν αὐτου̃ καὶ μετὰ του̃ Ισραηλ διελεγχθήσεται

6:3 λαός μου τί ἐποίησά σοι ἢ τί ἐλύπησά σε ἢ τί παρηνώχλησά σοι ἀποκρίθητί μοι

6:4 διότι ἀνήγαγόν σε ἐκ γη̃ς Αἰγύπτου καὶ ἐξ οἴκου δουλείας ἐλυτρωσάμην σε καὶ ἐξαπέστειλα πρὸ προσώπου σου τὸν Μωυση̃ν καὶ Ααρων καὶ Μαριαμ

6:5 λαός μου μνήσθητι δὴ τί ἐβουλεύσατο κατὰ σου̃ Βαλακ βασιλεὺς Μωαβ καὶ τί ἀπεκρίθη αὐτω̨̃ Βαλααμ υἱὸς του̃ Βεωρ ἀπὸ τω̃ν σχοίνων ἕως του̃ Γαλγαλ ὅπως γνωσθη̨̃ ἡ δικαιοσύνη του̃ κυρίου

6:6 ἐν τίνι καταλάβω τὸν κύριον ἀντιλήμψομαι θεου̃ μου ὑψίστου εἰ καταλήμψομαι αὐτὸν ἐν ὁλοκαυτώμασιν ἐν μόσχοις ἐνιαυσίοις

6:7 εἰ προσδέξεται κύριος ἐν χιλιάσιν κριω̃ν ἢ ἐν μυριάσιν χειμάρρων πιόνων εἰ δω̃ πρωτότοκά μου ἀσεβείας καρπὸν κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχη̃ς μου

6:8 εἰ ἀνηγγέλη σοι ἄνθρωπε τί καλόν ἢ τί κύριος ἐκζητει̃ παρὰ σου̃ ἀλλ' ἢ του̃ ποιει̃ν κρίμα καὶ ἀγαπα̃ν ἔλεον καὶ ἕτοιμον εἰ̃ναι του̃ πορεύεσθαι μετὰ κυρίου θεου̃ σου

6:9 φωνὴ κυρίου τη̨̃ πόλει ἐπικληθήσεται καὶ σώσει φοβουμένους τὸ ὄνομα αὐτου̃ ἄκουε φυλή καὶ τίς κοσμήσει πόλιν

6:10 μὴ πυ̃ρ καὶ οἰ̃κος ἀνόμου θησαυρίζων θησαυροὺς ἀνόμους καὶ μετὰ ὕβρεως ἀδικία

6:11 εἰ δικαιωθήσεται ἐν ζυγω̨̃ ἄνομος καὶ ἐν μαρσίππω̨ στάθμια δόλου

6:12 ἐξ ὡ̃ν τὸν πλου̃τον αὐτω̃ν ἀσεβείας ἔπλησαν καὶ οἱ κατοικου̃ντες αὐτὴν ἐλάλουν ψευδη̃ καὶ ἡ γλω̃σσα αὐτω̃ν ὑψώθη ἐν τω̨̃ στόματι αὐτω̃ν

6:13 καὶ ἐγὼ ἄρξομαι του̃ πατάξαι σε ἀφανιω̃ σε ἐπὶ ται̃ς ἁμαρτίαις σου

6:14 σὺ φάγεσαι καὶ οὐ μὴ ἐμπλησθη̨̃ς καὶ σκοτάσει ἐν σοὶ καὶ ἐκνεύσει καὶ οὐ μὴ διασωθη̨̃ς καὶ ὅσοι ἐὰν διασωθω̃σιν εἰς ῥομφαίαν παραδοθήσονται

6:15 σὺ σπερει̃ς καὶ οὐ μὴ ἀμήση̨ς σὺ πιέσεις ἐλαίαν καὶ οὐ μὴ ἀλείψη̨ ἔλαιον καὶ οἰ̃νον καὶ οὐ μὴ πίητε καὶ ἀφανισθήσεται νόμιμα λαου̃ μου

6:16 καὶ ἐφύλαξας τὰ δικαιώματα Ζαμβρι καὶ πάντα τὰ ἔργα οἴκου Αχααβ καὶ ἐπορεύθητε ἐν ται̃ς βουλαι̃ς αὐτω̃ν ὅπως παραδω̃ σε εἰς ἀφανισμὸν καὶ τοὺς κατοικου̃ντας αὐτὴν εἰς συρισμόν καὶ ὀνείδη λαω̃ν λήμψεσθε

7:1 οἴμμοι ὅτι ἐγενόμην ὡς συνάγων καλάμην ἐν ἀμήτω̨ καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγήτω̨ οὐχ ὑπάρχοντος βότρυος του̃ φαγει̃ν τὰ πρωτόγονα οἴμμοι ψυχή

7:2 ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τη̃ς γη̃ς καὶ κατορθω̃ν ἐν ἀνθρώποις οὐχ ὑπάρχει πάντες εἰς αἵματα δικάζονται ἕκαστος τὸν πλησίον αὐτου̃ ἐκθλίβουσιν ἐκθλιβη̨̃

7:3 ἐπὶ τὸ κακὸν τὰς χει̃ρας αὐτω̃ν ἑτοιμάζουσιν ὁ ἄρχων αἰτει̃ καὶ ὁ κριτὴς εἰρηνικοὺς λόγους ἐλάλησεν καταθύμιον ψυχη̃ς αὐτου̃ ἐστιν καὶ ἐξελου̃μαι

7:4 τὰ ἀγαθὰ αὐτω̃ν ὡς σὴς ἐκτρώγων καὶ βαδίζων ἐπὶ κανόνος ἐν ἡμέρα̨ σκοπια̃ς οὐαὶ οὐαί αἱ ἐκδικήσεις σου ἥκασιν νυ̃ν ἔσονται κλαυθμοὶ αὐτω̃ν

7:5 μὴ καταπιστεύετε ἐν φίλοις καὶ μὴ ἐλπίζετε ἐπὶ ἡγουμένοις ἀπὸ τη̃ς συγκοίτου σου φύλαξαι του̃ ἀναθέσθαι τι αὐτη̨̃

7:6 διότι υἱὸς ἀτιμάζει πατέρα θυγάτηρ ἐπαναστήσεται ἐπὶ τὴν μητέρα αὐτη̃ς νύμφη ἐπὶ τὴν πενθερὰν αὐτη̃ς ἐχθροὶ ἀνδρὸς πάντες οἱ ἄνδρες οἱ ἐν τω̨̃ οἴκω̨ αὐτου̃

7:7 ἐγὼ δὲ ἐπὶ τὸν κύριον ἐπιβλέψομαι ὑπομενω̃ ἐπὶ τω̨̃ θεω̨̃ τω̨̃ σωτη̃ρί μου εἰσακούσεταί μου ὁ θεός μου

7:8 μὴ ἐπίχαιρέ μοι ἡ ἐχθρά μου ὅτι πέπτωκα καὶ ἀναστήσομαι διότι ἐὰν καθίσω ἐν τω̨̃ σκότει κύριος φωτιει̃ μοι

7:9 ὀργὴν κυρίου ὑποίσω ὅτι ἥμαρτον αὐτω̨̃ ἕως του̃ δικαιω̃σαι αὐτὸν τὴν δίκην μου καὶ ποιήσει τὸ κρίμα μου καὶ ἐξάξει με εἰς τὸ φω̃ς ὄψομαι τὴν δικαιοσύνην αὐτου̃

7:10 καὶ ὄψεται ἡ ἐχθρά μου καὶ περιβαλει̃ται αἰσχύνην ἡ λέγουσα πρός με που̃ κύριος ὁ θεός σου οἱ ὀφθαλμοί μου ἐπόψονται αὐτήν νυ̃ν ἔσται εἰς καταπάτημα ὡς πηλὸς ἐν ται̃ς ὁδοι̃ς

7:11 ἡμέρας ἀλοιφη̃ς πλίνθου ἐξάλειψίς σου ἡ ἡμέρα ἐκείνη καὶ ἀποτρίψεται νόμιμά σου

7:12 ἡ ἡμέρα ἐκείνη καὶ αἱ πόλεις σου ἥξουσιν εἰς ὁμαλισμὸν καὶ εἰς διαμερισμὸν 'Ασσυρίων καὶ αἱ πόλεις σου αἱ ὀχυραὶ εἰς διαμερισμὸν ἀπὸ Τύρου ἕως του̃ ποταμου̃ Συρίας ἡμέρα ὕδατος καὶ θορύβου

7:13 καὶ ἔσται ἡ γη̃ εἰς ἀφανισμὸν σὺν τοι̃ς κατοικου̃σιν αὐτὴν ἐκ καρπω̃ν ἐπιτηδευμάτων αὐτω̃ν

7:14 ποίμαινε λαόν σου ἐν ῥάβδω̨ σου πρόβατα κληρονομίας σου κατασκηνου̃ντας καθ' ἑαυτοὺς δρυμὸν ἐν μέσω̨ του̃ Καρμήλου νεμήσονται τὴν Βασανι̃τιν καὶ τὴν Γαλααδι̃τιν καθὼς αἱ ἡμέραι του̃ αἰω̃νος

7:15 καὶ κατὰ τὰς ἡμέρας ἐξοδίας σου ἐξ Αἰγύπτου ὄψεσθε θαυμαστά

7:16 ὄψονται ἔθνη καὶ καταισχυνθήσονται ἐκ πάσης τη̃ς ἰσχύος αὐτω̃ν ἐπιθήσουσιν χει̃ρας ἐπὶ τὸ στόμα αὐτω̃ν τὰ ὠ̃τα αὐτω̃ν ἀποκωφωθήσονται

7:17 λείξουσιν χου̃ν ὡς ὄφεις σύροντες γη̃ν συγχυθήσονται ἐν συγκλεισμω̨̃ αὐτω̃ν ἐπὶ τω̨̃ κυρίω̨ θεω̨̃ ἡμω̃ν ἐκστήσονται καὶ φοβηθήσονται ἀπὸ σου̃

7:18 τίς θεὸς ὥσπερ σύ ἐξαίρων ἀδικίας καὶ ὑπερβαίνων ἀσεβείας τοι̃ς καταλοίποις τη̃ς κληρονομίας αὐτου̃ καὶ οὐ συνέσχεν εἰς μαρτύριον ὀργὴν αὐτου̃ ὅτι θελητὴς ἐλέους ἐστίν

7:19 αὐτὸς ἐπιστρέψει καὶ οἰκτιρήσει ἡμα̃ς καταδύσει τὰς ἀδικίας ἡμω̃ν καὶ ἀπορριφήσονται εἰς τὰ βάθη τη̃ς θαλάσσης πάσας τὰς ἁμαρτίας ἡμω̃ν

7:20 δώσεις ἀλήθειαν τω̨̃ Ιακωβ ἔλεον τω̨̃ Αβρααμ καθότι ὤμοσας τοι̃ς πατράσιν ἡμω̃ν κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν

.

Книго

[X]