'Αμὼς
1:1 λόγοι Αμως οἳ ἐγένοντο ἐν νακκαριμ ἐκ Θεκουε οὓς εἰ̃δεν ὑπὲρ Ιερουσαλημ ἐν ἡμέραις Οζιου βασιλέως Ιουδα καὶ ἐν ἡμέραις Ιεροβοαμ του̃ Ιωας βασιλέως Ισραηλ πρὸ δύο ἐτω̃ν του̃ σεισμου̃ 1:2 καὶ εἰ̃πεν κύριος ἐκ Σιων ἐφθέγξατο καὶ ἐξ Ιερουσαλημ ἔδωκεν φωνὴν αὐτου̃ καὶ ἐπένθησαν αἱ νομαὶ τω̃ν ποιμένων καὶ ἐξηράνθη ἡ κορυφὴ του̃ Καρμήλου 1:3 καὶ εἰ̃πεν κύριος ἐπὶ ται̃ς τρισὶν ἀσεβείαις Δαμασκου̃ καὶ ἐπὶ ται̃ς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν ἀνθ' ὡ̃ν ἔπριζον πρίοσιν σιδηροι̃ς τὰς ἐν γαστρὶ ἐχούσας τω̃ν ἐν Γαλααδ 1:4 καὶ ἐξαποστελω̃ πυ̃ρ εἰς τὸν οἰ̃κον Αζαηλ καὶ καταφάγεται θεμέλια υἱου̃ Αδερ 1:5 καὶ συντρίψω μοχλοὺς Δαμασκου̃ καὶ ἐξολεθρεύσω κατοικου̃ντας ἐκ πεδίου Ων καὶ κατακόψω φυλὴν ἐξ ἀνδρω̃ν Χαρραν καὶ αἰχμαλωτευθήσεται λαὸς Συρίας ἐπίκλητος λέγει κύριος 1:6 τάδε λέγει κύριος ἐπὶ ται̃ς τρισὶν ἀσεβείαις Γάζης καὶ ἐπὶ ται̃ς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτούς ἕνεκεν του̃ αἰχμαλωτευ̃σαι αὐτοὺς αἰχμαλωσίαν του̃ Σαλωμων του̃ συγκλει̃σαι εἰς τὴν Ιδουμαίαν 1:7 καὶ ἐξαποστελω̃ πυ̃ρ ἐπὶ τὰ τείχη Γάζης καὶ καταφάγεται θεμέλια αὐτη̃ς 1:8 καὶ ἐξολεθρεύσω κατοικου̃ντας ἐξ 'Αζώτου καὶ ἐξαρθήσεται φυλὴ ἐξ 'Ασκαλω̃νος καὶ ἐπάξω τὴν χει̃ρά μου ἐπὶ Ακκαρων καὶ ἀπολου̃νται οἱ κατάλοιποι τω̃ν ἀλλοφύλων λέγει κύριος 1:9 τάδε λέγει κύριος ἐπὶ ται̃ς τρισὶν ἀσεβείαις Τύρου καὶ ἐπὶ ται̃ς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτήν ἀνθ' ὡ̃ν συνέκλεισαν αἰχμαλωσίαν του̃ Σαλωμων εἰς τὴν Ιδουμαίαν καὶ οὐκ ἐμνήσθησαν διαθήκης ἀδελφω̃ν 1:10 καὶ ἐξαποστελω̃ πυ̃ρ ἐπὶ τὰ τείχη Τύρου καὶ καταφάγεται θεμέλια αὐτη̃ς 1:11 τάδε λέγει κύριος ἐπὶ ται̃ς τρισὶν ἀσεβείαις τη̃ς Ιδουμαίας καὶ ἐπὶ ται̃ς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτούς ἕνεκα του̃ διω̃ξαι αὐτοὺς ἐν ῥομφαία̨ τὸν ἀδελφὸν αὐτου̃ καὶ ἐλυμήνατο μήτραν ἐπὶ γη̃ς καὶ ἥρπασεν εἰς μαρτύριον φρίκην αὐτου̃ καὶ τὸ ὅρμημα αὐτου̃ ἐφύλαξεν εἰς νει̃κος 1:12 καὶ ἐξαποστελω̃ πυ̃ρ εἰς Θαιμαν καὶ καταφάγεται θεμέλια τειχέων αὐτη̃ς 1:13 τάδε λέγει κύριος ἐπὶ ται̃ς τρισὶν ἀσεβείαις υἱω̃ν Αμμων καὶ ἐπὶ ται̃ς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν ἀνθ' ὡ̃ν ἀνέσχιζον τὰς ἐν γαστρὶ ἐχούσας τω̃ν Γαλααδιτω̃ν ὅπως ἐμπλατύνωσιν τὰ ὅρια αὐτω̃ν 1:14 καὶ ἀνάψω πυ̃ρ ἐπὶ τὰ τείχη Ραββα καὶ καταφάγεται θεμέλια αὐτη̃ς μετὰ κραυγη̃ς ἐν ἡμέρα̨ πολέμου καὶ σεισθήσεται ἐν ἡμέρα̨ συντελείας αὐτη̃ς 1:15 καὶ πορεύσονται οἱ βασιλει̃ς αὐτη̃ς ἐν αἰχμαλωσία̨ οἱ ἱερει̃ς αὐτω̃ν καὶ οἱ ἄρχοντες αὐτω̃ν ἐπὶ τὸ αὐτό λέγει κύριος 2:1 τάδε λέγει κύριος ἐπὶ ται̃ς τρισὶν ἀσεβείαις Μωαβ καὶ ἐπὶ ται̃ς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν ἀνθ' ὡ̃ν κατέκαυσαν τὰ ὀστα̃ βασιλέως τη̃ς Ιδουμαίας εἰς κονίαν 2:2 καὶ ἐξαποστελω̃ πυ̃ρ ἐπὶ Μωαβ καὶ καταφάγεται θεμέλια τω̃ν πόλεων αὐτη̃ς καὶ ἀποθανει̃ται ἐν ἀδυναμία̨ Μωαβ μετὰ κραυγη̃ς καὶ μετὰ φωνη̃ς σάλπιγγος 2:3 καὶ ἐξολεθρεύσω κριτὴν ἐξ αὐτη̃ς καὶ πάντας τοὺς ἄρχοντας αὐτη̃ς ἀποκτενω̃ μετ' αὐτου̃ λέγει κύριος 2:4 τάδε λέγει κύριος ἐπὶ ται̃ς τρισὶν ἀσεβείαις υἱω̃ν Ιουδα καὶ ἐπὶ ται̃ς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν ἕνεκα του̃ ἀπώσασθαι αὐτοὺς τὸν νόμον κυρίου καὶ τὰ προστάγματα αὐτου̃ οὐκ ἐφυλάξαντο καὶ ἐπλάνησεν αὐτοὺς τὰ μάταια αὐτω̃ν ἃ ἐποίησαν οἱ̃ς ἐξηκολούθησαν οἱ πατέρες αὐτω̃ν ὀπίσω αὐτω̃ν 2:5 καὶ ἐξαποστελω̃ πυ̃ρ ἐπὶ Ιουδαν καὶ καταφάγεται θεμέλια Ιερουσαλημ 2:6 τάδε λέγει κύριος ἐπὶ ται̃ς τρισὶν ἀσεβείαις Ισραηλ καὶ ἐπὶ ται̃ς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν ἀνθ' ὡ̃ν ἀπέδοντο ἀργυρίου δίκαιον καὶ πένητα ἕνεκεν ὑποδημάτων 2:7 τὰ πατου̃ντα ἐπὶ τὸν χου̃ν τη̃ς γη̃ς καὶ ἐκονδύλιζον εἰς κεφαλὰς πτωχω̃ν καὶ ὁδὸν ταπεινω̃ν ἐξέκλιναν καὶ υἱὸς καὶ πατὴρ αὐτου̃ εἰσεπορεύοντο πρὸς τὴν αὐτὴν παιδίσκην ὅπως βεβηλώσωσιν τὸ ὄνομα του̃ θεου̃ αὐτω̃ν 2:8 καὶ τὰ ἱμάτια αὐτω̃ν δεσμεύοντες σχοινίοις παραπετάσματα ἐποίουν ἐχόμενα του̃ θυσιαστηρίου καὶ οἰ̃νον ἐκ συκοφαντιω̃ν ἔπινον ἐν τω̨̃ οἴκω̨ του̃ θεου̃ αὐτω̃ν 2:9 ἐγὼ δὲ ἐξη̃ρα τὸν Αμορραι̃ον ἐκ προσώπου αὐτω̃ν οὑ̃ ἠ̃ν καθὼς ὕψος κέδρου τὸ ὕψος αὐτου̃ καὶ ἰσχυρὸς ἠ̃ν ὡς δρυ̃ς καὶ ἐξη̃ρα τὸν καρπὸν αὐτου̃ ἐπάνωθεν καὶ τὰς ῥίζας αὐτου̃ ὑποκάτωθεν 2:10 καὶ ἐγὼ ἀνήγαγον ὑμα̃ς ἐκ γη̃ς Αἰγύπτου καὶ περιήγαγον ὑμα̃ς ἐν τη̨̃ ἐρήμω̨ τεσσαράκοντα ἔτη του̃ κατακληρονομη̃σαι τὴν γη̃ν τω̃ν Αμορραίων 2:11 καὶ ἔλαβον ἐκ τω̃ν υἱω̃ν ὑμω̃ν εἰς προφήτας καὶ ἐκ τω̃ν νεανίσκων ὑμω̃ν εἰς ἁγιασμόν μὴ οὐκ ἔστιν ταυ̃τα υἱοὶ Ισραηλ λέγει κύριος 2:12 καὶ ἐποτίζετε τοὺς ἡγιασμένους οἰ̃νον καὶ τοι̃ς προφήταις ἐνετέλλεσθε λέγοντες οὐ μὴ προφητεύσητε 2:13 διὰ του̃το ἰδοὺ ἐγὼ κυλίω ὑποκάτω ὑμω̃ν ὃν τρόπον κυλίεται ἡ ἅμαξα ἡ γέμουσα καλάμης 2:14 καὶ ἀπολει̃ται φυγὴ ἐκ δρομέως καὶ ὁ κραταιὸς οὐ μὴ κρατήση̨ τη̃ς ἰσχύος αὐτου̃ καὶ ὁ μαχητὴς οὐ μὴ σώση̨ τὴν ψυχὴν αὐτου̃ 2:15 καὶ ὁ τοξότης οὐ μὴ ὑποστη̨̃ καὶ ὁ ὀξὺς τοι̃ς ποσὶν αὐτου̃ οὐ μὴ διασωθη̨̃ οὐδὲ ὁ ἱππεὺς οὐ μὴ σώση̨ τὴν ψυχὴν αὐτου̃ 2:16 καὶ εὑρήσει τὴν καρδίαν αὐτου̃ ἐν δυναστείαις ὁ γυμνὸς διώξεται ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ λέγει κύριος 3:1 ἀκούσατε τὸν λόγον του̃τον ὃν ἐλάλησεν κύριος ἐφ' ὑμα̃ς οἰ̃κος Ισραηλ καὶ κατὰ πάσης φυλη̃ς ἡ̃ς ἀνήγαγον ἐκ γη̃ς Αἰγύπτου λέγων 3:2 πλὴν ὑμα̃ς ἔγνων ἐκ πασω̃ν φυλω̃ν τη̃ς γη̃ς διὰ του̃το ἐκδικήσω ἐφ' ὑμα̃ς πάσας τὰς ἁμαρτίας ὑμω̃ν 3:3 εἰ πορεύσονται δύο ἐπὶ τὸ αὐτὸ καθόλου ἐὰν μὴ γνωρίσωσιν ἑαυτούς 3:4 εἰ ἐρεύξεται λέων ἐκ του̃ δρυμου̃ αὐτου̃ θήραν οὐκ ἔχων εἰ δώσει σκύμνος φωνὴν αὐτου̃ ἐκ τη̃ς μάνδρας αὐτου̃ καθόλου ἐὰν μὴ ἁρπάση̨ τι 3:5 εἰ πεσει̃ται ὄρνεον ἐπὶ τὴν γη̃ν ἄνευ ἰξευτου̃ εἰ σχασθήσεται παγὶς ἐπὶ τη̃ς γη̃ς ἄνευ του̃ συλλαβει̃ν τι 3:6 εἰ φωνήσει σάλπιγξ ἐν πόλει καὶ λαὸς οὐ πτοηθήσεται εἰ ἔσται κακία ἐν πόλει ἣν κύριος οὐκ ἐποίησεν 3:7 διότι οὐ μὴ ποιήση̨ κύριος ὁ θεὸς πρα̃γμα ἐὰν μὴ ἀποκαλύψη̨ παιδείαν αὐτου̃ πρὸς τοὺς δούλους αὐτου̃ τοὺς προφήτας 3:8 λέων ἐρεύξεται καὶ τίς οὐ φοβηθήσεται κύριος ὁ θεὸς ἐλάλησεν καὶ τίς οὐ προφητεύσει 3:9 ἀπαγγείλατε χώραις ἐν 'Ασσυρίοις καὶ ἐπὶ τὰς χώρας τη̃ς Αἰγύπτου καὶ εἴπατε συνάχθητε ἐπὶ τὸ ὄρος Σαμαρείας καὶ ἴδετε θαυμαστὰ πολλὰ ἐν μέσω̨ αὐτη̃ς καὶ τὴν καταδυναστείαν τὴν ἐν αὐτη̨̃ 3:10 καὶ οὐκ ἔγνω ἃ ἔσται ἐναντίον αὐτη̃ς λέγει κύριος οἱ θησαυρίζοντες ἀδικίαν καὶ ταλαιπωρίαν ἐν ται̃ς χώραις αὐτω̃ν 3:11 διὰ του̃το τάδε λέγει κύριος ὁ θεός Τύρος κυκλόθεν ἡ γη̃ σου ἐρημωθήσεται καὶ κατάξει ἐκ σου̃ ἰσχύν σου καὶ διαρπαγήσονται αἱ χω̃ραί σου 3:12 τάδε λέγει κύριος ὃν τρόπον ὅταν ἐκσπάση̨ ὁ ποιμὴν ἐκ στόματος του̃ λέοντος δύο σκέλη ἢ λοβὸν ὠτίου οὕτως ἐκσπασθήσονται οἱ υἱοὶ Ισραηλ οἱ κατοικου̃ντες ἐν Σαμαρεία̨ κατέναντι φυλη̃ς καὶ ἐν Δαμασκω̨̃ ἱερει̃ς 3:13 ἀκούσατε καὶ ἐπιμαρτύρασθε τω̨̃ οἴκω̨ Ιακωβ λέγει κύριος ὁ θεὸς ὁ παντοκράτωρ 3:14 διότι ἐν τη̨̃ ἡμέρα̨ ὅταν ἐκδικω̃ ἀσεβείας του̃ Ισραηλ ἐπ' αὐτόν καὶ ἐκδικήσω ἐπὶ τὰ θυσιαστήρια Βαιθηλ καὶ κατασκαφήσεται τὰ κέρατα του̃ θυσιαστηρίου καὶ πεσου̃νται ἐπὶ τὴν γη̃ν 3:15 συγχεω̃ καὶ πατάξω τὸν οἰ̃κον τὸν περίπτερον ἐπὶ τὸν οἰ̃κον τὸν θερινόν καὶ ἀπολου̃νται οἰ̃κοι ἐλεφάντινοι καὶ προστεθήσονται οἰ̃κοι ἕτεροι πολλοί λέγει κύριος 4:1 ἀκούσατε τὸν λόγον του̃τον δαμάλεις τη̃ς Βασανίτιδος αἱ ἐν τω̨̃ ὄρει τη̃ς Σαμαρείας αἱ καταδυναστεύουσαι πτωχοὺς καὶ καταπατου̃σαι πένητας αἱ λέγουσαι τοι̃ς κυρίοις αὐτω̃ν ἐπίδοτε ἡμι̃ν ὅπως πίωμεν 4:2 ὀμνύει κύριος κατὰ τω̃ν ἁγίων αὐτου̃ διότι ἰδοὺ ἡμέραι ἔρχονται ἐφ' ὑμα̃ς καὶ λήμψονται ὑμα̃ς ἐν ὅπλοις καὶ τοὺς μεθ' ὑμω̃ν εἰς λέβητας ὑποκαιομένους ἐμβαλου̃σιν ἔμπυροι λοιμοί 4:3 καὶ ἐξενεχθήσεσθε γυμναὶ κατέναντι ἀλλήλων καὶ ἀπορριφήσεσθε εἰς τὸ ὄρος τὸ Ρεμμαν λέγει κύριος ὁ θεός 4:4 εἰσήλθατε εἰς Βαιθηλ καὶ ἠνομήσατε καὶ εἰς Γαλγαλα ἐπληθύνατε του̃ ἀσεβη̃σαι καὶ ἠνέγκατε εἰς τὸ πρωὶ θυσίας ὑμω̃ν εἰς τὴν τριημερίαν τὰ ἐπιδέκατα ὑμω̃ν 4:5 καὶ ἀνέγνωσαν ἔξω νόμον καὶ ἐπεκαλέσαντο ὁμολογίας ἀπαγγείλατε ὅτι ταυ̃τα ἠγάπησαν οἱ υἱοὶ Ισραηλ λέγει κύριος ὁ θεός 4:6 καὶ ἐγὼ δώσω ὑμι̃ν γομφιασμὸν ὀδόντων ἐν πάσαις ται̃ς πόλεσιν ὑμω̃ν καὶ ἔνδειαν ἄρτων ἐν πα̃σι τοι̃ς τόποις ὑμω̃ν καὶ οὐκ ἐπεστρέψατε πρός με λέγει κύριος 4:7 καὶ ἐγὼ ἀνέσχον ἐξ ὑμω̃ν τὸν ὑετὸν πρὸ τριω̃ν μηνω̃ν του̃ τρυγήτου καὶ βρέξω ἐπὶ πόλιν μίαν ἐπὶ δὲ πόλιν μίαν οὐ βρέξω μερὶς μία βραχήσεται καὶ μερίς ἐφ' ἣν οὐ βρέξω ἐπ' αὐτήν ξηρανθήσεται 4:8 καὶ συναθροισθήσονται δύο καὶ τρει̃ς πόλεις εἰς πόλιν μίαν του̃ πιει̃ν ὕδωρ καὶ οὐ μὴ ἐμπλησθω̃σιν καὶ οὐκ ἐπεστρέψατε πρός με λέγει κύριος 4:9 ἐπάταξα ὑμα̃ς ἐν πυρώσει καὶ ἐν ἰκτέρω̨ ἐπληθύνατε κήπους ὑμω̃ν ἀμπελω̃νας ὑμω̃ν καὶ συκω̃νας ὑμω̃ν καὶ ἐλαιω̃νας ὑμω̃ν κατέφαγεν ἡ κάμπη καὶ οὐδ' ὡ̃ς ἐπεστρέψατε πρός με λέγει κύριος 4:10 ἐξαπέστειλα εἰς ὑμα̃ς θάνατον ἐν ὁδω̨̃ Αἰγύπτου καὶ ἀπέκτεινα ἐν ῥομφαία̨ τοὺς νεανίσκους ὑμω̃ν μετὰ αἰχμαλωσίας ἵππων σου καὶ ἀνήγαγον ἐν πυρὶ τὰς παρεμβολὰς ὑμω̃ν ἐν τη̨̃ ὀργη̨̃ μου καὶ οὐδ' ὡ̃ς ἐπεστρέψατε πρός με λέγει κύριος 4:11 κατέστρεψα ὑμα̃ς καθὼς κατέστρεψεν ὁ θεὸς Σοδομα καὶ Γομορρα καὶ ἐγένεσθε ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός καὶ οὐδ' ὡ̃ς ἐπεστρέψατε πρός με λέγει κύριος 4:12 διὰ του̃το οὕτως ποιήσω σοι Ισραηλ πλὴν ὅτι οὕτως ποιήσω σοι ἑτοιμάζου του̃ ἐπικαλει̃σθαι τὸν θεόν σου Ισραηλ 4:13 διότι ἰδοὺ ἐγὼ στερεω̃ν βροντὴν καὶ κτίζων πνευ̃μα καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν χριστὸν αὐτου̃ ποιω̃ν ὄρθρον καὶ ὁμίχλην καὶ ἐπιβαίνων ἐπὶ τὰ ὕψη τη̃ς γη̃ς κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτω̨̃ 5:1 ἀκούσατε τὸν λόγον κυρίου του̃τον ὃν ἐγὼ λαμβάνω ἐφ' ὑμα̃ς θρη̃νον οἰ̃κος Ισραηλ 5:2 ἔπεσεν οὐκέτι μὴ προσθη̨̃ του̃ ἀναστη̃ναι παρθένος του̃ Ισραηλ ἔσφαλεν ἐπὶ τη̃ς γη̃ς αὐτη̃ς οὐκ ἔστιν ὁ ἀναστήσων αὐτήν 5:3 διότι τάδε λέγει κύριος κύριος ἡ πόλις ἐξ ἡ̃ς ἐξεπορεύοντο χίλιοι ὑπολειφθήσονται ἑκατόν καὶ ἐξ ἡ̃ς ἐξεπορεύοντο ἑκατόν ὑπολειφθήσονται δέκα τω̨̃ οἴκω̨ Ισραηλ 5:4 διότι τάδε λέγει κύριος πρὸς τὸν οἰ̃κον Ισραηλ ἐκζητήσατέ με καὶ ζήσεσθε 5:5 καὶ μὴ ἐκζητει̃τε Βαιθηλ καὶ εἰς Γαλγαλα μὴ εἰσπορεύεσθε καὶ ἐπὶ τὸ φρέαρ του̃ ὅρκου μὴ διαβαίνετε ὅτι Γαλγαλα αἰχμαλωτευομένη αἰχμαλωτευθήσεται καὶ Βαιθηλ ἔσται ὡς οὐχ ὑπάρχουσα 5:6 ἐκζητήσατε τὸν κύριον καὶ ζήσατε ὅπως μὴ ἀναλάμψη̨ ὡς πυ̃ρ ὁ οἰ̃κος Ιωσηφ καὶ καταφάγεται αὐτόν καὶ οὐκ ἔσται ὁ σβέσων τω̨̃ οἴκω̨ Ισραηλ 5:7 κύριος ὁ ποιω̃ν εἰς ὕψος κρίμα καὶ δικαιοσύνην εἰς γη̃ν ἔθηκεν 5:8 ποιω̃ν πάντα καὶ μετασκευάζων καὶ ἐκτρέπων εἰς τὸ πρωὶ σκιὰν θανάτου καὶ ἡμέραν εἰς νύκτα συσκοτάζων ὁ προσκαλούμενος τὸ ὕδωρ τη̃ς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ προσώπου τη̃ς γη̃ς κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτω̨̃ 5:9 ὁ διαιρω̃ν συντριμμὸν ἐπ' ἰσχὺν καὶ ταλαιπωρίαν ἐπὶ ὀχύρωμα ἐπάγων 5:10 ἐμίσησαν ἐν πύλαις ἐλέγχοντα καὶ λόγον ὅσιον ἐβδελύξαντο 5:11 διὰ του̃το ἀνθ' ὡ̃ν κατεκονδυλίζετε πτωχοὺς καὶ δω̃ρα ἐκλεκτὰ ἐδέξασθε παρ' αὐτω̃ν οἴκους ξυστοὺς ὠ̨κοδομήσατε καὶ οὐ μὴ κατοικήσητε ἐν αὐτοι̃ς ἀμπελω̃νας ἐπιθυμητοὺς ἐφυτεύσατε καὶ οὐ μὴ πίητε τὸν οἰ̃νον ἐξ αὐτω̃ν 5:12 ὅτι ἔγνων πολλὰς ἀσεβείας ὑμω̃ν καὶ ἰσχυραὶ αἱ ἁμαρτίαι ὑμω̃ν καταπατου̃ντες δίκαιον λαμβάνοντες ἀλλάγματα καὶ πένητας ἐν πύλαις ἐκκλίνοντες 5:13 διὰ του̃το ὁ συνίων ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ σιωπήσεται ὅτι καιρὸς πονηρός ἐστιν 5:14 ἐκζητήσατε τὸ καλὸν καὶ μὴ τὸ πονηρόν ὅπως ζήσητε καὶ ἔσται οὕτως μεθ' ὑμω̃ν κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὃν τρόπον εἴπατε 5:15 μεμισήκαμεν τὰ πονηρὰ καὶ ἠγαπήκαμεν τὰ καλά καὶ ἀποκαταστήσατε ἐν πύλαις κρίμα ὅπως ἐλεήση̨ κύριος ὁ θεὸς ὁ παντοκράτωρ τοὺς περιλοίπους του̃ Ιωσηφ 5:16 διὰ του̃το τάδε λέγει κύριος ὁ θεὸς ὁ παντοκράτωρ ἐν πάσαις πλατείαις κοπετός καὶ ἐν πάσαις ὁδοι̃ς ῥηθήσεται οὐαὶ οὐαί κληθήσεται γεωργὸς εἰς πένθος καὶ κοπετὸν καὶ εἰς εἰδότας θρη̃νον 5:17 καὶ ἐν πάσαις ὁδοι̃ς κοπετός διότι διελεύσομαι διὰ μέσου σου εἰ̃πεν κύριος 5:18 οὐαὶ οἱ ἐπιθυμου̃ντες τὴν ἡμέραν κυρίου ἵνα τί αὕτη ὑμι̃ν ἡ ἡμέρα του̃ κυρίου καὶ αὐτή ἐστιν σκότος καὶ οὐ φω̃ς 5:19 ὃν τρόπον ὅταν φύγη̨ ἄνθρωπος ἐκ προσώπου του̃ λέοντος καὶ ἐμπέση̨ αὐτω̨̃ ἡ ἄρκος καὶ εἰσπηδήση̨ εἰς τὸν οἰ̃κον αὐτου̃ καὶ ἀπερείσηται τὰς χει̃ρας αὐτου̃ ἐπὶ τὸν τοι̃χον καὶ δάκη̨ αὐτὸν ὁ ὄφις 5:20 οὐχὶ σκότος ἡ ἡμέρα του̃ κυρίου καὶ οὐ φω̃ς καὶ γνόφος οὐκ ἔχων φέγγος αὐτη̨̃ 5:21 μεμίσηκα ἀπω̃σμαι ἑορτὰς ὑμω̃ν καὶ οὐ μὴ ὀσφρανθω̃ ἐν ται̃ς πανηγύρεσιν ὑμω̃ν 5:22 διότι καὶ ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα καὶ θυσίας ὑμω̃ν οὐ προσδέξομαι αὐτά καὶ σωτηρίου ἐπιφανείας ὑμω̃ν οὐκ ἐπιβλέψομαι 5:23 μετάστησον ἀπ' ἐμου̃ ἠ̃χον ὠ̨δω̃ν σου καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι 5:24 καὶ κυλισθήσεται ὡς ὕδωρ κρίμα καὶ δικαιοσύνη ὡς χειμάρρους ἄβατος 5:25 μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἐν τη̨̃ ἐρήμω̨ τεσσαράκοντα ἔτη οἰ̃κος Ισραηλ 5:26 καὶ ἀνελάβετε τὴν σκηνὴν του̃ Μολοχ καὶ τὸ ἄστρον του̃ θεου̃ ὑμω̃ν Ραιφαν τοὺς τύπους αὐτω̃ν οὓς ἐποιήσατε ἑαυτοι̃ς 5:27 καὶ μετοικιω̃ ὑμα̃ς ἐπέκεινα Δαμασκου̃ λέγει κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτω̨̃ 6:1 οὐαὶ τοι̃ς ἐξουθενου̃σιν Σιων καὶ τοι̃ς πεποιθόσιν ἐπὶ τὸ ὄρος Σαμαρείας ἀπετρύγησαν ἀρχὰς ἐθνω̃ν καὶ εἰση̃λθον αὐτοί οἰ̃κος του̃ Ισραηλ 6:2 διάβητε πάντες καὶ ἴδετε καὶ διέλθατε ἐκει̃θεν εἰς Εμαθ Ραββα καὶ κατάβητε ἐκει̃θεν εἰς Γεθ ἀλλοφύλων τὰς κρατίστας ἐκ πασω̃ν τω̃ν βασιλειω̃ν τούτων εἰ πλέονα τὰ ὅρια αὐτω̃ν ἐστιν τω̃ν ὑμετέρων ὁρίων 6:3 οἱ ἐρχόμενοι εἰς ἡμέραν κακήν οἱ ἐγγίζοντες καὶ ἐφαπτόμενοι σαββάτων ψευδω̃ν 6:4 οἱ καθεύδοντες ἐπὶ κλινω̃ν ἐλεφαντίνων καὶ κατασπαταλω̃ντες ἐπὶ ται̃ς στρωμναι̃ς αὐτω̃ν καὶ ἔσθοντες ἐρίφους ἐκ ποιμνίων καὶ μοσχάρια ἐκ μέσου βουκολίων γαλαθηνά 6:5 οἱ ἐπικροτου̃ντες πρὸς τὴν φωνὴν τω̃ν ὀργάνων ὡς ἑστω̃τα ἐλογίσαντο καὶ οὐχ ὡς φεύγοντα 6:6 οἱ πίνοντες τὸν διυλισμένον οἰ̃νον καὶ τὰ πρω̃τα μύρα χριόμενοι καὶ οὐκ ἔπασχον οὐδὲν ἐπὶ τη̨̃ συντριβη̨̃ Ιωσηφ 6:7 διὰ του̃το νυ̃ν αἰχμάλωτοι ἔσονται ἀπ' ἀρχη̃ς δυναστω̃ν καὶ ἐξαρθήσεται χρεμετισμὸς ἵππων ἐξ Εφραιμ 6:8 ὅτι ὤμοσεν κύριος καθ' ἑαυτου̃ διότι βδελύσσομαι ἐγὼ πα̃σαν τὴν ὕβριν Ιακωβ καὶ τὰς χώρας αὐτου̃ μεμίσηκα καὶ ἐξαρω̃ πόλιν σὺν πα̃σιν τοι̃ς κατοικου̃σιν αὐτήν 6:9 καὶ ἔσται ἐὰν ὑπολειφθω̃σιν δέκα ἄνδρες ἐν οἰκία̨ μια̨̃ καὶ ἀποθανου̃νται καὶ ὑπολειφθήσονται οἱ κατάλοιποι 6:10 καὶ λήμψονται οἱ οἰκει̃οι αὐτω̃ν καὶ παραβιω̃νται του̃ ἐξενέγκαι τὰ ὀστα̃ αὐτω̃ν ἐκ του̃ οἴκου καὶ ἐρει̃ τοι̃ς προεστηκόσι τη̃ς οἰκίας εἰ ἔτι ὑπάρχει παρὰ σοί καὶ ἐρει̃ οὐκέτι καὶ ἐρει̃ σίγα ἕνεκα του̃ μὴ ὀνομάσαι τὸ ὄνομα κυρίου 6:11 διότι ἰδοὺ κύριος ἐντέλλεται καὶ πατάξει τὸν οἰ̃κον τὸν μέγαν θλάσμασιν καὶ τὸν οἰ̃κον τὸν μικρὸν ῥάγμασιν 6:12 εἰ διώξονται ἐν πέτραις ἵπποι εἰ παρασιωπήσονται ἐν θηλείαις ὅτι ὑμει̃ς ἐξεστρέψατε εἰς θυμὸν κρίμα καὶ καρπὸν δικαιοσύνης εἰς πικρίαν 6:13 οἱ εὐφραινόμενοι ἐπ' οὐδενὶ λόγω̨ οἱ λέγοντες οὐκ ἐν τη̨̃ ἰσχύι ἡμω̃ν ἔσχομεν κέρατα 6:14 διότι ἰδοὺ ἐγὼ ἐπεγείρω ἐφ' ὑμα̃ς οἰ̃κος του̃ Ισραηλ ἔθνος καὶ ἐκθλίψουσιν ὑμα̃ς του̃ μὴ εἰσελθει̃ν εἰς Εμαθ καὶ ἕως του̃ χειμάρρου τω̃ν δυσμω̃ν 7:1 οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἐπιγονὴ ἀκρίδων ἐρχομένη ἑωθινή καὶ ἰδοὺ βρου̃χος εἱ̃ς Γωγ ὁ βασιλεύς 7:2 καὶ ἔσται ἐὰν συντελέση̨ του̃ καταφαγει̃ν τὸν χόρτον τη̃ς γη̃ς καὶ εἰ̃πα κύριε κύριε ἵλεως γενου̃ τίς ἀναστήσει τὸν Ιακωβ ὅτι ὀλιγοστός ἐστιν 7:3 μετανόησον κύριε ἐπὶ τούτω̨ καὶ του̃το οὐκ ἔσται λέγει κύριος 7:4 οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἐκάλεσεν τὴν δίκην ἐν πυρὶ κύριος καὶ κατέφαγε τὴν ἄβυσσον τὴν πολλὴν καὶ κατέφαγεν τὴν μερίδα 7:5 καὶ εἰ̃πα κύριε κύριε κόπασον δή τίς ἀναστήσει τὸν Ιακωβ ὅτι ὀλιγοστός ἐστιν 7:6 μετανόησον κύριε ἐπὶ τούτω̨ καὶ του̃το οὐ μὴ γένηται λέγει κύριος 7:7 οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἀνὴρ ἑστηκὼς ἐπὶ τείχους ἀδαμαντίνου καὶ ἐν τη̨̃ χειρὶ αὐτου̃ ἀδάμας 7:8 καὶ εἰ̃πεν κύριος πρός με τί σὺ ὁρα̨̃ς Αμως καὶ εἰ̃πα ἀδάμαντα καὶ εἰ̃πεν κύριος πρός με ἰδοὺ ἐγὼ ἐντάσσω ἀδάμαντα ἐν μέσω̨ λαου̃ μου Ισραηλ οὐκέτι μὴ προσθω̃ του̃ παρελθει̃ν αὐτόν 7:9 καὶ ἀφανισθήσονται βωμοὶ του̃ γέλωτος καὶ αἱ τελεταὶ του̃ Ισραηλ ἐξερημωθήσονται καὶ ἀναστήσομαι ἐπὶ τὸν οἰ̃κον Ιεροβοαμ ἐν ῥομφαία̨ 7:10 καὶ ἐξαπέστειλεν Αμασιας ὁ ἱερεὺς Βαιθηλ πρὸς Ιεροβοαμ βασιλέα Ισραηλ λέγων συστροφὰς ποιει̃ται κατὰ σου̃ Αμως ἐν μέσω̨ οἴκου Ισραηλ οὐ μὴ δύνηται ἡ γη̃ ὑπενεγκει̃ν ἅπαντας τοὺς λόγους αὐτου̃ 7:11 διότι τάδε λέγει Αμως ἐν ῥομφαία̨ τελευτήσει Ιεροβοαμ ὁ δὲ Ισραηλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τη̃ς γη̃ς αὐτου̃ 7:12 καὶ εἰ̃πεν Αμασιας πρὸς Αμως ὁ ὁρω̃ν βάδιζε ἐκχώρησον εἰς γη̃ν Ιουδα καὶ ἐκει̃ καταβίου καὶ ἐκει̃ προφητεύσεις 7:13 εἰς δὲ Βαιθηλ οὐκέτι μὴ προσθη̨̃ς του̃ προφητευ̃σαι ὅτι ἁγίασμα βασιλέως ἐστὶν καὶ οἰ̃κος βασιλείας ἐστίν 7:14 καὶ ἀπεκρίθη Αμως καὶ εἰ̃πεν πρὸς Αμασιαν οὐκ ἤμην προφήτης ἐγὼ οὐδὲ υἱὸς προφήτου ἀλλ' ἢ αἰπόλος ἤμην καὶ κνίζων συκάμινα 7:15 καὶ ἀνέλαβέν με κύριος ἐκ τω̃ν προβάτων καὶ εἰ̃πεν κύριος πρός με βάδιζε προφήτευσον ἐπὶ τὸν λαόν μου Ισραηλ 7:16 καὶ νυ̃ν ἄκουε λόγον κυρίου σὺ λέγεις μὴ προφήτευε ἐπὶ τὸν Ισραηλ καὶ οὐ μὴ ὀχλαγωγήση̨ς ἐπὶ τὸν οἰ̃κον Ιακωβ 7:17 διὰ του̃το τάδε λέγει κύριος ἡ γυνή σου ἐν τη̨̃ πόλει πορνεύσει καὶ οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου ἐν ῥομφαία̨ πεσου̃νται καὶ ἡ γη̃ σου ἐν σχοινίω̨ καταμετρηθήσεται καὶ σὺ ἐν γη̨̃ ἀκαθάρτω̨ τελευτήσεις ὁ δὲ Ισραηλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τη̃ς γη̃ς αὐτου̃ 8:1 οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἄγγος ἰξευτου̃ 8:2 καὶ εἰ̃πεν τί σὺ βλέπεις Αμως καὶ εἰ̃πα ἄγγος ἰξευτου̃ καὶ εἰ̃πεν κύριος πρός με ἥκει τὸ πέρας ἐπὶ τὸν λαόν μου Ισραηλ οὐκέτι μὴ προσθω̃ του̃ παρελθει̃ν αὐτόν 8:3 καὶ ὀλολύξει τὰ φατνώματα του̃ ναου̃ ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ λέγει κύριος πολὺς ὁ πεπτωκὼς ἐν παντὶ τόπω̨ ἐπιρρίψω σιωπήν 8:4 ἀκούσατε δὴ ταυ̃τα οἱ ἐκτρίβοντες εἰς τὸ πρωὶ πένητα καὶ καταδυναστεύοντες πτωχοὺς ἀπὸ τη̃ς γη̃ς 8:5 οἱ λέγοντες πότε διελεύσεται ὁ μὴν καὶ ἐμπολήσομεν καὶ τὰ σάββατα καὶ ἀνοίξομεν θησαυροὺς του̃ ποιη̃σαι μικρὸν μέτρον καὶ του̃ μεγαλυ̃ναι στάθμια καὶ ποιη̃σαι ζυγὸν ἄδικον 8:6 του̃ κτα̃σθαι ἐν ἀργυρίω̨ πτωχοὺς καὶ ταπεινὸν ἀντὶ ὑποδημάτων καὶ ἀπὸ παντὸς γενήματος ἐμπορευσόμεθα 8:7 ὀμνύει κύριος καθ' ὑπερηφανίας Ιακωβ εἰ ἐπιλησθήσεται εἰς νει̃κος πάντα τὰ ἔργα ὑμω̃ν 8:8 καὶ ἐπὶ τούτοις οὐ ταραχθήσεται ἡ γη̃ καὶ πενθήσει πα̃ς ὁ κατοικω̃ν ἐν αὐτη̨̃ καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια καὶ καταβήσεται ὡς ποταμὸς Αἰγύπτου 8:9 καὶ ἔσται ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ λέγει κύριος ὁ θεός καὶ δύσεται ὁ ἥλιος μεσημβρίας καὶ συσκοτάσει ἐπὶ τη̃ς γη̃ς ἐν ἡμέρα̨ τὸ φω̃ς 8:10 καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμω̃ν εἰς πένθος καὶ πάσας τὰς ὠ̨δὰς ὑμω̃ν εἰς θρη̃νον καὶ ἀναβιβω̃ ἐπὶ πα̃σαν ὀσφὺν σάκκον καὶ ἐπὶ πα̃σαν κεφαλὴν φαλάκρωμα καὶ θήσομαι αὐτὸν ὡς πένθος ἀγαπητου̃ καὶ τοὺς μετ' αὐτου̃ ὡς ἡμέραν ὀδύνης 8:11 ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ ἐξαποστελω̃ λιμὸν ἐπὶ τὴν γη̃ν οὐ λιμὸν ἄρτου οὐδὲ δίψαν ὕδατος ἀλλὰ λιμὸν του̃ ἀκου̃σαι λόγον κυρίου 8:12 καὶ σαλευθήσονται ὕδατα ἕως θαλάσσης καὶ ἀπὸ βορρα̃ ἕως ἀνατολω̃ν περιδραμου̃νται ζητου̃ντες τὸν λόγον κυρίου καὶ οὐ μὴ εὕρωσιν 8:13 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐκλείψουσιν αἱ παρθένοι αἱ καλαὶ καὶ οἱ νεανίσκοι ἐν δίψει 8:14 οἱ ὀμνύοντες κατὰ του̃ ἱλασμου̃ Σαμαρείας καὶ οἱ λέγοντες ζη̨̃ ὁ θεός σου Δαν καὶ ζη̨̃ ὁ θεός σου Βηρσαβεε καὶ πεσου̃νται καὶ οὐ μὴ ἀναστω̃σιν ἔτι 9:1 εἰ̃δον τὸν κύριον ἐφεστω̃τα ἐπὶ του̃ θυσιαστηρίου καὶ εἰ̃πεν πάταξον ἐπὶ τὸ ἱλαστήριον καὶ σεισθήσεται τὰ πρόπυλα καὶ διάκοψον εἰς κεφαλὰς πάντων καὶ τοὺς καταλοίπους αὐτω̃ν ἐν ῥομφαία̨ ἀποκτενω̃ οὐ μὴ διαφύγη̨ ἐξ αὐτω̃ν φεύγων καὶ οὐ μὴ διασωθη̨̃ ἐξ αὐτω̃ν ἀνασω̨ζόμενος 9:2 ἐὰν κατορυγω̃σιν εἰς ἅ̨δου ἐκει̃θεν ἡ χείρ μου ἀνασπάσει αὐτούς καὶ ἐὰν ἀναβω̃σιν εἰς τὸν οὐρανόν ἐκει̃θεν κατάξω αὐτούς 9:3 ἐὰν ἐγκρυβω̃σιν εἰς τὴν κορυφὴν του̃ Καρμήλου ἐκει̃θεν ἐξερευνήσω καὶ λήμψομαι αὐτούς καὶ ἐὰν καταδύσωσιν ἐξ ὀφθαλμω̃ν μου εἰς τὰ βάθη τη̃ς θαλάσσης ἐκει̃ ἐντελου̃μαι τω̨̃ δράκοντι καὶ δήξεται αὐτούς 9:4 καὶ ἐὰν πορευθω̃σιν ἐν αἰχμαλωσία̨ πρὸ προσώπου τω̃ν ἐχθρω̃ν αὐτω̃ν ἐκει̃ ἐντελου̃μαι τη̨̃ ῥομφαία̨ καὶ ἀποκτενει̃ αὐτούς καὶ στηριω̃ τοὺς ὀφθαλμούς μου ἐπ' αὐτοὺς εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά 9:5 καὶ κύριος κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὁ ἐφαπτόμενος τη̃ς γη̃ς καὶ σαλεύων αὐτήν καὶ πενθήσουσιν πάντες οἱ κατοικου̃ντες αὐτήν καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια αὐτη̃ς καὶ καταβήσεται ὡς ποταμὸς Αἰγύπτου 9:6 ὁ οἰκοδομω̃ν εἰς τὸν οὐρανὸν ἀνάβασιν αὐτου̃ καὶ τὴν ἐπαγγελίαν αὐτου̃ ἐπὶ τη̃ς γη̃ς θεμελιω̃ν ὁ προσκαλούμενος τὸ ὕδωρ τη̃ς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον τη̃ς γη̃ς κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτω̨̃ 9:7 οὐχ ὡς υἱοὶ Αἰθιόπων ὑμει̃ς ἐστε ἐμοί υἱοὶ Ισραηλ λέγει κύριος οὐ τὸν Ισραηλ ἀνήγαγον ἐκ γη̃ς Αἰγύπτου καὶ τοὺς ἀλλοφύλους ἐκ Καππαδοκίας καὶ τοὺς Σύρους ἐκ βόθρου 9:8 ἰδοὺ οἱ ὀφθαλμοὶ κυρίου του̃ θεου̃ ἐπὶ τὴν βασιλείαν τω̃ν ἁμαρτωλω̃ν καὶ ἐξαρω̃ αὐτὴν ἀπὸ προσώπου τη̃ς γη̃ς πλὴν ὅτι οὐκ εἰς τέλος ἐξαρω̃ τὸν οἰ̃κον Ιακωβ λέγει κύριος 9:9 διότι ἰδοὺ ἐγὼ ἐντέλλομαι καὶ λικμιω̃ ἐν πα̃σι τοι̃ς ἔθνεσιν τὸν οἰ̃κον του̃ Ισραηλ ὃν τρόπον λικμα̃ται ἐν τω̨̃ λικμω̨̃ καὶ οὐ μὴ πέση̨ σύντριμμα ἐπὶ τὴν γη̃ν 9:10 ἐν ῥομφαία̨ τελευτήσουσι πάντες ἁμαρτωλοὶ λαου̃ μου οἱ λέγοντες οὐ μὴ ἐγγίση̨ οὐδ' οὐ μὴ γένηται ἐφ' ἡμα̃ς τὰ κακά 9:11 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἀναστήσω τὴν σκηνὴν Δαυιδ τὴν πεπτωκυι̃αν καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα αὐτη̃ς καὶ τὰ κατεσκαμμένα αὐτη̃ς ἀναστήσω καὶ ἀνοικοδομήσω αὐτὴν καθὼς αἱ ἡμέραι του̃ αἰω̃νος 9:12 ὅπως ἐκζητήσωσιν οἱ κατάλοιποι τω̃ν ἀνθρώπων καὶ πάντα τὰ ἔθνη ἐφ' οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ' αὐτούς λέγει κύριος ὁ θεὸς ὁ ποιω̃ν ταυ̃τα 9:13 ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ καταλήμψεται ὁ ἀλοητὸς τὸν τρύγητον καὶ περκάσει ἡ σταφυλὴ ἐν τω̨̃ σπόρω̨ καὶ ἀποσταλάξει τὰ ὄρη γλυκασμόν καὶ πάντες οἱ βουνοὶ σύμφυτοι ἔσονται 9:14 καὶ ἐπιστρέψω τὴν αἰχμαλωσίαν λαου̃ μου Ισραηλ καὶ οἰκοδομήσουσιν πόλεις τὰς ἠφανισμένας καὶ κατοικήσουσιν καὶ καταφυτεύσουσιν ἀμπελω̃νας καὶ πίονται τὸν οἰ̃νον αὐτω̃ν καὶ φυτεύσουσιν κήπους καὶ φάγονται τὸν καρπὸν αὐτω̃ν 9:15 καὶ καταφυτεύσω αὐτοὺς ἐπὶ τη̃ς γη̃ς αὐτω̃ν καὶ οὐ μὴ ἐκσπασθω̃σιν οὐκέτι ἀπὸ τη̃ς γη̃ς αὐτω̃ν ἡ̃ς ἔδωκα αὐτοι̃ς λέγει κύριος ὁ θεὸς ὁ παντοκράτωρ . |
[X] |