'Ιὼβ

1:1 ἄνθρωπός τις ἠ̃ν ἐν χώρα̨ τη̨̃ Αυσίτιδι ὡ̨̃ ὄνομα Ιωβ καὶ ἠ̃ν ὁ ἄνθρωπος ἐκει̃νος ἀληθινός ἄμεμπτος δίκαιος θεοσεβής ἀπεχόμενος ἀπὸ παντὸς πονηρου̃ πράγματος

1:2 ἐγένοντο δὲ αὐτω̨̃ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρει̃ς

1:3 καὶ ἠ̃ν τὰ κτήνη αὐτου̃ πρόβατα ἑπτακισχίλια κάμηλοι τρισχίλιαι ζεύγη βοω̃ν πεντακόσια ὄνοι θήλειαι νομάδες πεντακόσιαι καὶ ὑπηρεσία πολλὴ σφόδρα καὶ ἔργα μεγάλα ἠ̃ν αὐτω̨̃ ἐπὶ τη̃ς γη̃ς καὶ ἠ̃ν ὁ ἄνθρωπος ἐκει̃νος εὐγενὴς τω̃ν ἀφ' ἡλίου ἀνατολω̃ν

1:4 συμπορευόμενοι δὲ οἱ υἱοὶ αὐτου̃ πρὸς ἀλλήλους ἐποιου̃σαν πότον καθ' ἑκάστην ἡμέραν συμπαραλαμβάνοντες ἅμα καὶ τὰς τρει̃ς ἀδελφὰς αὐτω̃ν ἐσθίειν καὶ πίνειν μετ' αὐτω̃ν

1:5 καὶ ὡς ἂν συνετελέσθησαν αἱ ἡμέραι του̃ πότου ἀπέστελλεν Ιωβ καὶ ἐκαθάριζεν αὐτοὺς ἀνιστάμενος τὸ πρωὶ καὶ προσέφερεν περὶ αὐτω̃ν θυσίας κατὰ τὸν ἀριθμὸν αὐτω̃ν καὶ μόσχον ἕνα περὶ ἁμαρτίας περὶ τω̃ν ψυχω̃ν αὐτω̃ν ἔλεγεν γὰρ Ιωβ μήποτε οἱ υἱοί μου ἐν τη̨̃ διανοία̨ αὐτω̃ν κακὰ ἐνενόησαν πρὸς θεόν οὕτως οὐ̃ν ἐποίει Ιωβ πάσας τὰς ἡμέρας

1:6 καὶ ὡς ἐγένετο ἡ ἡμέρα αὕτη καὶ ἰδοὺ ἠ̃λθον οἱ ἄγγελοι του̃ θεου̃ παραστη̃ναι ἐνώπιον του̃ κυρίου καὶ ὁ διάβολος ἠ̃λθεν μετ' αὐτω̃ν

1:7 καὶ εἰ̃πεν ὁ κύριος τω̨̃ διαβόλω̨ πόθεν παραγέγονας καὶ ἀποκριθεὶς ὁ διάβολος τω̨̃ κυρίω̨ εἰ̃πεν περιελθὼν τὴν γη̃ν καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν πάρειμι

1:8 καὶ εἰ̃πεν αὐτω̨̃ ὁ κύριος προσέσχες τη̨̃ διανοία̨ σου κατὰ του̃ παιδός μου Ιωβ ὅτι οὐκ ἔστιν κατ' αὐτὸν τω̃ν ἐπὶ τη̃ς γη̃ς ἄνθρωπος ἄμεμπτος ἀληθινός θεοσεβής ἀπεχόμενος ἀπὸ παντὸς πονηρου̃ πράγματος

1:9 ἀπεκρίθη δὲ ὁ διάβολος καὶ εἰ̃πεν ἐναντίον του̃ κυρίου μὴ δωρεὰν σέβεται Ιωβ τὸν θεόν

1:10 οὐ σὺ περιέφραξας τὰ ἔξω αὐτου̃ καὶ τὰ ἔσω τη̃ς οἰκίας αὐτου̃ καὶ τὰ ἔξω πάντων τω̃ν ὄντων αὐτω̨̃ κύκλω̨ τὰ ἔργα τω̃ν χειρω̃ν αὐτου̃ εὐλόγησας καὶ τὰ κτήνη αὐτου̃ πολλὰ ἐποίησας ἐπὶ τη̃ς γη̃ς

1:11 ἀλλὰ ἀπόστειλον τὴν χει̃ρά σου καὶ ἅψαι πάντων ὡ̃ν ἔχει εἰ μὴν εἰς πρόσωπόν σε εὐλογήσει

1:12 τότε εἰ̃πεν ὁ κύριος τω̨̃ διαβόλω̨ ἰδοὺ πάντα ὅσα ἔστιν αὐτω̨̃ δίδωμι ἐν τη̨̃ χειρί σου ἀλλὰ αὐτου̃ μὴ ἅψη̨ καὶ ἐξη̃λθεν ὁ διάβολος παρὰ του̃ κυρίου

1:13 καὶ ἠ̃ν ὡς ἡ ἡμέρα αὕτη οἱ υἱοὶ Ιωβ καὶ αἱ θυγατέρες αὐτου̃ ἔπινον οἰ̃νον ἐν τη̨̃ οἰκία̨ του̃ ἀδελφου̃ αὐτω̃ν του̃ πρεσβυτέρου

1:14 καὶ ἰδοὺ ἄγγελος ἠ̃λθεν πρὸς Ιωβ καὶ εἰ̃πεν αὐτω̨̃ τὰ ζεύγη τω̃ν βοω̃ν ἠροτρία καὶ αἱ θήλειαι ὄνοι ἐβόσκοντο ἐχόμεναι αὐτω̃ν

1:15 καὶ ἐλθόντες οἱ αἰχμαλωτεύοντες ἠ̨χμαλώτευσαν αὐτὰς καὶ τοὺς παι̃δας ἀπέκτειναν ἐν μαχαίραις σωθεὶς δὲ ἐγὼ μόνος ἠ̃λθον του̃ ἀπαγγει̃λαί σοι

1:16 ἔτι τούτου λαλου̃ντος ἠ̃λθεν ἕτερος ἄγγελος καὶ εἰ̃πεν πρὸς Ιωβ πυ̃ρ ἔπεσεν ἐκ του̃ οὐρανου̃ καὶ κατέκαυσεν τὰ πρόβατα καὶ τοὺς ποιμένας κατέφαγεν ὁμοίως καὶ σωθεὶς ἐγὼ μόνος ἠ̃λθον του̃ ἀπαγγει̃λαί σοι

1:17 ἔτι τούτου λαλου̃ντος ἠ̃λθεν ἕτερος ἄγγελος καὶ εἰ̃πεν πρὸς Ιωβ οἱ ἱππει̃ς ἐποίησαν ἡμι̃ν κεφαλὰς τρει̃ς καὶ ἐκύκλωσαν τὰς καμήλους καὶ ἠ̨χμαλώτευσαν αὐτὰς καὶ τοὺς παι̃δας ἀπέκτειναν ἐν μαχαίραις ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἠ̃λθον του̃ ἀπαγγει̃λαί σοι

1:18 ἔτι τούτου λαλου̃ντος ἄλλος ἄγγελος ἔρχεται λέγων τω̨̃ Ιωβ τω̃ν υἱω̃ν σου καὶ τω̃ν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τω̨̃ ἀδελφω̨̃ αὐτω̃ν τω̨̃ πρεσβυτέρω̨

1:19 ἐξαίφνης πνευ̃μα μέγα ἐπη̃λθεν ἐκ τη̃ς ἐρήμου καὶ ἥψατο τω̃ν τεσσάρων γωνιω̃ν τη̃ς οἰκίας καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου καὶ ἐτελεύτησαν ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἠ̃λθον του̃ ἀπαγγει̃λαί σοι

1:20 οὕτως ἀναστὰς Ιωβ διέρρηξεν τὰ ἱμάτια αὐτου̃ καὶ ἐκείρατο τὴν κόμην τη̃ς κεφαλη̃ς αὐτου̃ καὶ πεσὼν χαμαὶ προσεκύνησεν καὶ εἰ̃πεν

1:21 αὐτὸς γυμνὸς ἐξη̃λθον ἐκ κοιλίας μητρός μου γυμνὸς καὶ ἀπελεύσομαι ἐκει̃ ὁ κύριος ἔδωκεν ὁ κύριος ἀφείλατο ὡς τω̨̃ κυρίω̨ ἔδοξεν οὕτως καὶ ἐγένετο εἴη τὸ ὄνομα κυρίου εὐλογημένον

1:22 ἐν τούτοις πα̃σιν τοι̃ς συμβεβηκόσιν αὐτω̨̃ οὐδὲν ἥμαρτεν Ιωβ ἐναντίον του̃ κυρίου καὶ οὐκ ἔδωκεν ἀφροσύνην τω̨̃ θεω̨̃

2:1 ἐγένετο δὲ ὡς ἡ ἡμέρα αὕτη καὶ ἠ̃λθον οἱ ἄγγελοι του̃ θεου̃ παραστη̃ναι ἔναντι κυρίου καὶ ὁ διάβολος ἠ̃λθεν ἐν μέσω̨ αὐτω̃ν παραστη̃ναι ἐναντίον του̃ κυρίου

2:2 καὶ εἰ̃πεν ὁ κύριος τω̨̃ διαβόλω̨ πόθεν σὺ ἔρχη̨ τότε εἰ̃πεν ὁ διάβολος ἐνώπιον του̃ κυρίου διαπορευθεὶς τὴν ὑπ' οὐρανὸν καὶ ἐμπεριπατήσας τὴν σύμπασαν πάρειμι

2:3 εἰ̃πεν δὲ ὁ κύριος πρὸς τὸν διάβολον προσέσχες οὐ̃ν τω̨̃ θεράποντί μου Ιωβ ὅτι οὐκ ἔστιν κατ' αὐτὸν τω̃ν ἐπὶ τη̃ς γη̃ς ἄνθρωπος ἄκακος ἀληθινός ἄμεμπτος θεοσεβής ἀπεχόμενος ἀπὸ παντὸς κακου̃ ἔτι δὲ ἔχεται ἀκακίας σὺ δὲ εἰ̃πας τὰ ὑπάρχοντα αὐτου̃ διὰ κενη̃ς ἀπολέσαι

2:4 ὑπολαβὼν δὲ ὁ διάβολος εἰ̃πεν τω̨̃ κυρίω̨ δέρμα ὑπὲρ δέρματος ὅσα ὑπάρχει ἀνθρώπω̨ ὑπὲρ τη̃ς ψυχη̃ς αὐτου̃ ἐκτείσει

2:5 οὐ μὴν δὲ ἀλλὰ ἀποστείλας τὴν χει̃ρά σου ἅψαι τω̃ν ὀστω̃ν αὐτου̃ καὶ τω̃ν σαρκω̃ν αὐτου̃ εἰ μὴν εἰς πρόσωπόν σε εὐλογήσει

2:6 εἰ̃πεν δὲ ὁ κύριος τω̨̃ διαβόλω̨ ἰδοὺ παραδίδωμί σοι αὐτόν μόνον τὴν ψυχὴν αὐτου̃ διαφύλαξον

2:7 ἐξη̃λθεν δὲ ὁ διάβολος ἀπὸ του̃ κυρίου καὶ ἔπαισεν τὸν Ιωβ ἕλκει πονηρω̨̃ ἀπὸ ποδω̃ν ἕως κεφαλη̃ς

2:8 καὶ ἔλαβεν ὄστρακον ἵνα τὸν ἰχω̃ρα ξύη̨ καὶ ἐκάθητο ἐπὶ τη̃ς κοπρίας ἔξω τη̃ς πόλεως

2:9 χρόνου δὲ πολλου̃ προβεβηκότος εἰ̃πεν αὐτω̨̃ ἡ γυνὴ αὐτου̃ μέχρι τίνος καρτερήσεις λέγων

2:9a ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τη̃ς σωτηρίας μου

2:9b ἰδοὺ γὰρ ἠφάνισταί σου τὸ μνημόσυνον ἀπὸ τη̃ς γη̃ς υἱοὶ καὶ θυγατέρες ἐμη̃ς κοιλίας ὠδι̃νες καὶ πόνοι οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων

2:9c σύ τε αὐτὸς ἐν σαπρία̨ σκωλήκων κάθησαι διανυκτερεύων αἴθριος

2:9d κἀγὼ πλανη̃τις καὶ λάτρις τόπον ἐκ τόπου περιερχομένη καὶ οἰκίαν ἐξ οἰκίας προσδεχομένη τὸν ἥλιον πότε δύσεται ἵνα ἀναπαύσωμαι τω̃ν μόχθων καὶ τω̃ν ὀδυνω̃ν αἵ με νυ̃ν συνέχουσιν

2:9e ἀλλὰ εἰπόν τι ῥη̃μα εἰς κύριον καὶ τελεύτα

2:10 ὁ δὲ ἐμβλέψας εἰ̃πεν αὐτη̨̃ ὥσπερ μία τω̃ν ἀφρόνων γυναικω̃ν ἐλάλησας εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου τὰ κακὰ οὐχ ὑποίσομεν ἐν πα̃σιν τούτοις τοι̃ς συμβεβηκόσιν αὐτω̨̃ οὐδὲν ἥμαρτεν Ιωβ τοι̃ς χείλεσιν ἐναντίον του̃ θεου̃

2:11 ἀκούσαντες δὲ οἱ τρει̃ς φίλοι αὐτου̃ τὰ κακὰ πάντα τὰ ἐπελθόντα αὐτω̨̃ παρεγένοντο ἕκαστος ἐκ τη̃ς ἰδίας χώρας πρὸς αὐτόν Ελιφας ὁ Θαιμανων βασιλεύς Βαλδαδ ὁ Σαυχαίων τύραννος Σωφαρ ὁ Μιναίων βασιλεύς καὶ παρεγένοντο πρὸς αὐτὸν ὁμοθυμαδὸν του̃ παρακαλέσαι καὶ ἐπισκέψασθαι αὐτόν

2:12 ἰδόντες δὲ αὐτὸν πόρρωθεν οὐκ ἐπέγνωσαν καὶ βοήσαντες φωνη̨̃ μεγάλη̨ ἔκλαυσαν ῥήξαντες ἕκαστος τὴν ἑαυτου̃ στολὴν καὶ καταπασάμενοι γη̃ν

2:13 παρεκάθισαν αὐτω̨̃ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας καὶ οὐδεὶς αὐτω̃ν ἐλάλησεν ἑώρων γὰρ τὴν πληγὴν δεινὴν οὐ̃σαν καὶ μεγάλην σφόδρα

3:1 μετὰ του̃το ἤνοιξεν Ιωβ τὸ στόμα αὐτου̃

3:2 καὶ κατηράσατο τὴν ἡμέραν αὐτου̃ λέγων

3:3 ἀπόλοιτο ἡ ἡμέρα ἐν ἡ̨̃ ἐγεννήθην καὶ ἡ νύξ ἐν ἡ̨̃ εἰ̃παν ἰδοὺ ἄρσεν

3:4 ἡ ἡμέρα ἐκείνη εἴη σκότος καὶ μὴ ἀναζητήσαι αὐτὴν ὁ κύριος ἄνωθεν μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος

3:5 ἐκλάβοι δὲ αὐτὴν σκότος καὶ σκιὰ θανάτου ἐπέλθοι ἐπ' αὐτὴν γνόφος

3:6 καταραθείη ἡ ἡμέρα καὶ ἡ νὺξ ἐκείνη ἀπενέγκαιτο αὐτὴν σκότος μὴ εἴη εἰς ἡμέρας ἐνιαυτου̃ μηδὲ ἀριθμηθείη εἰς ἡμέρας μηνω̃ν

3:7 ἀλλὰ ἡ νὺξ ἐκείνη εἴη ὀδύνη καὶ μὴ ἔλθοι ἐπ' αὐτὴν εὐφροσύνη μηδὲ χαρμονή

3:8 ἀλλὰ καταράσαιτο αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην ὁ μέλλων τὸ μέγα κη̃τος χειρώσασθαι

3:9 σκοτωθείη τὰ ἄστρα τη̃ς νυκτὸς ἐκείνης ὑπομείναι καὶ εἰς φωτισμὸν μὴ ἔλθοι καὶ μὴ ἴδοι ἑωσφόρον ἀνατέλλοντα

3:10 ὅτι οὐ συνέκλεισεν πύλας γαστρὸς μητρός μου ἀπήλλαξεν γὰρ ἂν πόνον ἀπὸ ὀφθαλμω̃ν μου

3:11 διὰ τί γὰρ ἐν κοιλία̨ οὐκ ἐτελεύτησα ἐκ γαστρὸς δὲ ἐξη̃λθον καὶ οὐκ εὐθὺς ἀπωλόμην

3:12 ἵνα τί δὲ συνήντησάν μοι γόνατα ἵνα τί δὲ μαστοὺς ἐθήλασα

3:13 νυ̃ν ἂν κοιμηθεὶς ἡσύχασα ὑπνώσας δὲ ἀνεπαυσάμην

3:14 μετὰ βασιλέων βουλευτω̃ν γη̃ς οἳ ἠγαυριω̃ντο ἐπὶ ξίφεσιν

3:15 ἢ μετὰ ἀρχόντων ὡ̃ν πολὺς ὁ χρυσός οἳ ἔπλησαν τοὺς οἴκους αὐτω̃ν ἀργυρίου

3:16 ἢ ὥσπερ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρὸς ἢ ὥσπερ νήπιοι οἳ οὐκ εἰ̃δον φω̃ς

3:17 ἐκει̃ ἀσεβει̃ς ἐξέκαυσαν θυμὸν ὀργη̃ς ἐκει̃ ἀνεπαύσαντο κατάκοποι τω̨̃ σώματι

3:18 ὁμοθυμαδὸν δὲ οἱ αἰώνιοι οὐκ ἤκουσαν φωνὴν φορολόγου

3:19 μικρὸς καὶ μέγας ἐκει̃ ἐστιν καὶ θεράπων οὐ δεδοικὼς τὸν κύριον αὐτου̃

3:20 ἵνα τί γὰρ δέδοται τοι̃ς ἐν πικρία̨ φω̃ς ζωὴ δὲ ται̃ς ἐν ὀδύναις ψυχαι̃ς

3:21 οἳ ὁμείρονται του̃ θανάτου καὶ οὐ τυγχάνουσιν ἀνορύσσοντες ὥσπερ θησαυρούς

3:22 περιχαρει̃ς δὲ ἐγένοντο ἐὰν κατατύχωσιν

3:23 θάνατος ἀνδρὶ ἀνάπαυμα συνέκλεισεν γὰρ ὁ θεὸς κατ' αὐτου̃

3:24 πρὸ γὰρ τω̃ν σίτων μου στεναγμός μοι ἥκει δακρύω δὲ ἐγὼ συνεχόμενος φόβω̨

3:25 φόβος γάρ ὃν ἐφρόντισα ἠ̃λθέν μοι καὶ ὃν ἐδεδοίκειν συνήντησέν μοι

3:26 οὔτε εἰρήνευσα οὔτε ἡσύχασα οὔτε ἀνεπαυσάμην ἠ̃λθεν δέ μοι ὀργή

4:1 ὑπολαβὼν δὲ Ελιφας ὁ Θαιμανίτης λέγει

4:2 μὴ πολλάκις σοι λελάληται ἐν κόπω̨ ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει

4:3 εἰ γὰρ σὺ ἐνουθέτησας πολλοὺς καὶ χει̃ρας ἀσθενου̃ς παρεκάλεσας

4:4 ἀσθενου̃ντάς τε ἐξανέστησας ῥήμασιν γόνασίν τε ἀδυνατου̃σιν θάρσος περιέθηκας

4:5 νυ̃ν δὲ ἥκει ἐπὶ σὲ πόνος καὶ ἥψατό σου σὺ δὲ ἐσπούδασας

4:6 πότερον οὐχ ὁ φόβος σού ἐστιν ἐν ἀφροσύνη̨ καὶ ἡ ἐλπίς σου καὶ ἡ ἀκακία τη̃ς ὁδου̃ σου

4:7 μνήσθητι οὐ̃ν τίς καθαρὸς ὢν ἀπώλετο ἢ πότε ἀληθινοὶ ὁλόρριζοι ἀπώλοντο

4:8 καθ' ὃν τρόπον εἰ̃δον τοὺς ἀροτριω̃ντας τὰ ἄτοπα οἱ δὲ σπείροντες αὐτὰ ὀδύνας θεριου̃σιν ἑαυτοι̃ς

4:9 ἀπὸ προστάγματος κυρίου ἀπολου̃νται ἀπὸ δὲ πνεύματος ὀργη̃ς αὐτου̃ ἀφανισθήσονται

4:10 σθένος λέοντος φωνὴ δὲ λεαίνης γαυρίαμα δὲ δρακόντων ἐσβέσθη

4:11 μυρμηκολέων ὤλετο παρὰ τὸ μὴ ἔχειν βοράν σκύμνοι δὲ λεόντων ἔλιπον ἀλλήλους

4:12 εἰ δέ τι ῥη̃μα ἀληθινὸν ἐγεγόνει ἐν λόγοις σου οὐθὲν ἄν σοι τούτων κακὸν ἀπήντησεν πότερον οὐ δέξεταί μου τὸ οὐ̃ς ἐξαίσια παρ' αὐτου̃

4:13 φόβοι δὲ καὶ ἠχὼ νυκτερινή ἐπιπίπτων φόβος ἐπ' ἀνθρώπους

4:14 φρίκη δέ μοι συνήντησεν καὶ τρόμος καὶ μεγάλως μου τὰ ὀστα̃ συνέσεισεν

4:15 καὶ πνευ̃μα ἐπὶ πρόσωπόν μου ἐπη̃λθεν ἔφριξαν δέ μου τρίχες καὶ σάρκες

4:16 ἀνέστην καὶ οὐκ ἐπέγνων εἰ̃δον καὶ οὐκ ἠ̃ν μορφὴ πρὸ ὀφθαλμω̃ν μου ἀλλ' ἢ αὔραν καὶ φωνὴν ἤκουον

4:17 τί γάρ μὴ καθαρὸς ἔσται βροτὸς ἐναντίον κυρίου ἢ ἀπὸ τω̃ν ἔργων αὐτου̃ ἄμεμπτος ἀνήρ

4:18 εἰ κατὰ παίδων αὐτου̃ οὐ πιστεύει κατὰ δὲ ἀγγέλων αὐτου̃ σκολιόν τι ἐπενόησεν

4:19 τοὺς δὲ κατοικου̃ντας οἰκίας πηλίνας ἐξ ὡ̃ν καὶ αὐτοὶ ἐκ του̃ αὐτου̃ πηλου̃ ἐσμεν ἔπαισεν αὐτοὺς σητὸς τρόπον

4:20 καὶ ἀπὸ πρωίθεν ἕως ἑσπέρας οὐκέτι εἰσίν παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς ἑαυτοι̃ς βοηθη̃σαι ἀπώλοντο

4:21 ἐνεφύσησεν γὰρ αὐτοι̃ς καὶ ἐξηράνθησαν ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν

5:1 ἐπικάλεσαι δέ εἴ τίς σοι ὑπακούσεται ἢ εἴ τινα ἀγγέλων ἁγίων ὄψη̨

5:2 καὶ γὰρ ἄφρονα ἀναιρει̃ ὀργή πεπλανημένον δὲ θανατοι̃ ζη̃λος

5:3 ἐγὼ δὲ ἑώρακα ἄφρονας ῥίζαν βάλλοντας ἀλλ' εὐθέως ἐβρώθη αὐτω̃ν ἡ δίαιτα

5:4 πόρρω γένοιντο οἱ υἱοὶ αὐτω̃ν ἀπὸ σωτηρίας κολαβρισθείησαν δὲ ἐπὶ θύραις ἡσσόνων καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος

5:5 ἃ γὰρ ἐκει̃νοι συνήγαγον δίκαιοι ἔδονται αὐτοὶ δὲ ἐκ κακω̃ν οὐκ ἐξαίρετοι ἔσονται ἐκσιφωνισθείη αὐτω̃ν ἡ ἰσχύς

5:6 οὐ γὰρ μὴ ἐξέλθη̨ ἐκ τη̃ς γη̃ς κόπος οὐδὲ ἐξ ὀρέων ἀναβλαστήσει πόνος

5:7 ἀλλὰ ἄνθρωπος γεννα̃ται κόπω̨ νεοσσοὶ δὲ γυπὸς τὰ ὑψηλὰ πέτονται

5:8 οὐ μὴν δὲ ἀλλὰ ἐγὼ δεηθήσομαι κυρίου κύριον δὲ τὸν πάντων δεσπότην ἐπικαλέσομαι

5:9 τὸν ποιου̃ντα μεγάλα καὶ ἀνεξιχνίαστα ἔνδοξά τε καὶ ἐξαίσια ὡ̃ν οὐκ ἔστιν ἀριθμός

5:10 τὸν διδόντα ὑετὸν ἐπὶ τὴν γη̃ν ἀποστέλλοντα ὕδωρ ἐπὶ τὴν ὑπ' οὐρανόν

5:11 τὸν ποιου̃ντα ταπεινοὺς εἰς ὕψος καὶ ἀπολωλότας ἐξεγείροντα

5:12 διαλλάσσοντα βουλὰς πανούργων καὶ οὐ μὴ ποιήσουσιν αἱ χει̃ρες αὐτω̃ν ἀληθές

5:13 ὁ καταλαμβάνων σοφοὺς ἐν τη̨̃ φρονήσει βουλὴν δὲ πολυπλόκων ἐξέστησεν

5:14 ἡμέρας συναντήσεται αὐτοι̃ς σκότος τὸ δὲ μεσημβρινὸν ψηλαφήσαισαν ἴσα νυκτί

5:15 ἀπόλοιντο δὲ ἐν πολέμω̨ ἀδύνατος δὲ ἐξέλθοι ἐκ χειρὸς δυνάστου

5:16 εἴη δὲ ἀδυνάτω̨ ἐλπίς ἀδίκου δὲ στόμα ἐμφραχθείη

5:17 μακάριος δὲ ἄνθρωπος ὃν ἤλεγξεν ὁ κύριος νουθέτημα δὲ παντοκράτορος μὴ ἀπαναίνου

5:18 αὐτὸς γὰρ ἀλγει̃ν ποιει̃ καὶ πάλιν ἀποκαθίστησιν ἔπαισεν καὶ αἱ χει̃ρες αὐτου̃ ἰάσαντο

5:19 ἑξάκις ἐξ ἀναγκω̃ν σε ἐξελει̃ται ἐν δὲ τω̨̃ ἑβδόμω̨ οὐ μὴ ἅψηταί σου κακόν

5:20 ἐν λιμω̨̃ ῥύσεταί σε ἐκ θανάτου ἐν πολέμω̨ δὲ ἐκ χειρὸς σιδήρου λύσει σε

5:21 ἀπὸ μάστιγος γλώσσης σε κρύψει καὶ οὐ μὴ φοβηθη̨̃ς ἀπὸ κακω̃ν ἐρχομένων

5:22 ἀδίκων καὶ ἀνόμων καταγελάση̨ ἀπὸ δὲ θηρίων ἀγρίων οὐ μὴ φοβηθη̨̃ς

5:23 θη̃ρες γὰρ ἄγριοι εἰρηνεύσουσίν σοι

5:24 εἰ̃τα γνώση̨ ὅτι εἰρηνεύσει σου ὁ οἰ̃κος ἡ δὲ δίαιτα τη̃ς σκηνη̃ς σου οὐ μὴ ἁμάρτη̨

5:25 γνώση̨ δὲ ὅτι πολὺ τὸ σπέρμα σου τὰ δὲ τέκνα σου ἔσται ὥσπερ τὸ παμβότανον του̃ ἀγρου̃

5:26 ἐλεύση̨ δὲ ἐν τάφω̨ ὥσπερ σι̃τος ὥριμος κατὰ καιρὸν θεριζόμενος ἢ ὥσπερ θιμωνιὰ ἅλωνος καθ' ὥραν συγκομισθει̃σα

5:27 ἰδοὺ ταυ̃τα οὕτως ἐξιχνιάσαμεν ταυ̃τά ἐστιν ἃ ἀκηκόαμεν σὺ δὲ γνω̃θι σεαυτω̨̃ εἴ τι ἔπραξας

6:1 ὑπολαβὼν δὲ Ιωβ λέγει

6:2 εἰ γάρ τις ἱστω̃ν στήσαι μου τὴν ὀργήν τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγω̨̃ ὁμοθυμαδόν

6:3 καὶ δὴ ἄμμου παραλίας βαρυτέρα ἔσται ἀλλ' ὡς ἔοικεν τὰ ῥήματά μού ἐστιν φαυ̃λα

6:4 βέλη γὰρ κυρίου ἐν τω̨̃ σώματί μού ἐστιν ὡ̃ν ὁ θυμὸς αὐτω̃ν ἐκπίνει μου τὸ αἱ̃μα ὅταν ἄρξωμαι λαλει̃ν κεντου̃σί με

6:5 τί γάρ μὴ διὰ κενη̃ς κεκράξεται ὄνος ἄγριος ἀλλ' ἢ τὰ σι̃τα ζητω̃ν εἰ δὲ καὶ ῥήξει φωνὴν βου̃ς ἐπὶ φάτνης ἔχων τὰ βρώματα

6:6 εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός εἰ δὲ καὶ ἔστιν γευ̃μα ἐν ῥήμασιν κενοι̃ς

6:7 οὐ δύναται γὰρ παύσασθαί μου ἡ ψυχή βρόμον γὰρ ὁρω̃ τὰ σι̃τά μου ὥσπερ ὀσμὴν λέοντος

6:8 εἰ γὰρ δώ̨η καὶ ἔλθοι μου ἡ αἴτησις καὶ τὴν ἐλπίδα μου δώ̨η ὁ κύριος

6:9 ἀρξάμενος ὁ κύριος τρωσάτω με εἰς τέλος δὲ μή με ἀνελέτω

6:10 εἴη δέ μου πόλις τάφος ἐφ' ἡ̃ς ἐπὶ τειχέων ἡλλόμην ἐπ' αὐτη̃ς οὐ μὴ φείσωμαι οὐ γὰρ ἐψευσάμην ῥήματα ἅγια θεου̃ μου

6:11 τίς γάρ μου ἡ ἰσχύς ὅτι ὑπομένω ἢ τίς μου ὁ χρόνος ὅτι ἀνέχεταί μου ἡ ψυχή

6:12 μὴ ἰσχὺς λίθων ἡ ἰσχύς μου ἢ αἱ σάρκες μού εἰσιν χάλκειαι

6:13 ἠ̃ οὐκ ἐπ' αὐτω̨̃ ἐπεποίθειν βοήθεια δὲ ἀπ' ἐμου̃ ἄπεστιν

6:14 ἀπείπατό με ἔλεος ἐπισκοπὴ δὲ κυρίου ὑπερει̃δέν με

6:15 οὐ προσει̃δόν με οἱ ἐγγύτατοί μου ὥσπερ χειμάρρους ἐκλείπων ἢ ὥσπερ κυ̃μα παρη̃λθόν με

6:16 οἵτινές με διευλαβου̃ντο νυ̃ν ἐπιπεπτώκασίν μοι ὥσπερ χιὼν ἢ κρύσταλλος πεπηγώς

6:17 καθὼς τακει̃σα θέρμης γενομένης οὐκ ἐπεγνώσθη ὅπερ ἠ̃ν

6:18 οὕτως κἀγὼ κατελείφθην ὑπὸ πάντων ἀπωλόμην δὲ καὶ ἔξοικος ἐγενόμην

6:19 ἴδετε ὁδοὺς Θαιμανων ἀτραποὺς Σαβων οἱ διορω̃ντες

6:20 καὶ αἰσχύνην ὀφειλήσουσιν οἱ ἐπὶ πόλεσιν καὶ χρήμασιν πεποιθότες

6:21 ἀτὰρ δὲ καὶ ὑμει̃ς ἐπέβητέ μοι ἀνελεημόνως ὥστε ἰδόντες τὸ ἐμὸν τραυ̃μα φοβήθητε

6:22 τί γάρ μή τι ὑμα̃ς ἤ̨τησα ἢ τη̃ς παρ' ὑμω̃ν ἰσχύος ἐπιδέομαι

6:23 ὥστε σω̃σαί με ἐξ ἐχθρω̃ν ἢ ἐκ χειρὸς δυναστω̃ν ῥύσασθαί με

6:24 διδάξατέ με ἐγὼ δὲ κωφεύσω εἴ τι πεπλάνημαι φράσατέ μοι

6:25 ἀλλ' ὡς ἔοικεν φαυ̃λα ἀληθινου̃ ῥήματα οὐ γὰρ παρ' ὑμω̃ν ἰσχὺν αἰτου̃μαι

6:26 οὐδὲ ὁ ἔλεγχος ὑμω̃ν ῥήμασίν με παύσει οὐδὲ γὰρ ὑμω̃ν φθέγμα ῥήματος ἀνέξομαι

6:27 πλὴν ὅτι ἐπ' ὀρφανω̨̃ ἐπιπίπτετε ἐνάλλεσθε δὲ ἐπὶ φίλω̨ ὑμω̃ν

6:28 νυνὶ δὲ εἰσβλέψας εἰς πρόσωπα ὑμω̃ν οὐ ψεύσομαι

6:29 καθίσατε δὴ καὶ μὴ εἴη ἄδικον καὶ πάλιν τω̨̃ δικαίω̨ συνέρχεσθε

6:30 οὐ γάρ ἐστιν ἐν γλώσση̨ μου ἄδικον ἢ ὁ λάρυγξ μου οὐχὶ σύνεσιν μελετα̨̃

7:1 πότερον οὐχὶ πειρατήριόν ἐστιν ὁ βίος ἀνθρώπου ἐπὶ τη̃ς γη̃ς καὶ ὥσπερ μισθίου αὐθημερινου̃ ἡ ζωὴ αὐτου̃

7:2 ἢ ὥσπερ θεράπων δεδοικὼς τὸν κύριον αὐτου̃ καὶ τετευχὼς σκια̃ς ἢ ὥσπερ μισθωτὸς ἀναμένων τὸν μισθὸν αὐτου̃

7:3 οὕτως κἀγὼ ὑπέμεινα μη̃νας κενούς νύκτες δὲ ὀδυνω̃ν δεδομέναι μοί εἰσιν

7:4 ἐὰν κοιμηθω̃ λέγω πότε ἡμέρα ὡς δ' ἂν ἀναστω̃ πάλιν πότε ἑσπέρα πλήρης δὲ γίνομαι ὀδυνω̃ν ἀπὸ ἑσπέρας ἕως πρωί

7:5 φύρεται δέ μου τὸ σω̃μα ἐν σαπρία̨ σκωλήκων τήκω δὲ βώλακας γη̃ς ἀπὸ ἰχω̃ρος ξύων

7:6 ὁ δὲ βίος μού ἐστιν ἐλαφρότερος λαλια̃ς ἀπόλωλεν δὲ ἐν κενη̨̃ ἐλπίδι

7:7 μνήσθητι οὐ̃ν ὅτι πνευ̃μά μου ἡ ζωὴ καὶ οὐκέτι ἐπανελεύσεται ὁ ὀφθαλμός μου ἰδει̃ν ἀγαθόν

7:8 οὐ περιβλέψεταί με ὀφθαλμὸς ὁρω̃ντός με οἱ ὀφθαλμοί σου ἐν ἐμοί καὶ οὐκέτι εἰμὶ

7:9 ὥσπερ νέφος ἀποκαθαρθὲν ἀπ' οὐρανου̃ ἐὰν γὰρ ἄνθρωπος καταβη̨̃ εἰς ἅ̨δην οὐκέτι μὴ ἀναβη̨̃

7:10 οὐδ' οὐ μὴ ἐπιστρέψη̨ ἔτι εἰς τὸν ἴδιον οἰ̃κον οὐδὲ μὴ ἐπιγνω̨̃ αὐτὸν ἔτι ὁ τόπος αὐτου̃

7:11 ἀτὰρ οὐ̃ν οὐδὲ ἐγὼ φείσομαι τω̨̃ στόματί μου λαλήσω ἐν ἀνάγκη̨ ὤν ἀνοίξω πικρίαν ψυχη̃ς μου συνεχόμενος

7:12 πότερον θάλασσά εἰμι ἢ δράκων ὅτι κατέταξας ἐπ' ἐμὲ φυλακήν

7:13 εἰ̃πα ὅτι παρακαλέσει με ἡ κλίνη μου ἀνοίσω δὲ πρὸς ἐμαυτὸν ἰδία̨ λόγον τη̨̃ κοίτη̨ μου

7:14 ἐκφοβει̃ς με ἐνυπνίοις καὶ ἐν ὁράμασίν με καταπλήσσεις

7:15 ἀπαλλάξεις ἀπὸ πνεύματός μου τὴν ψυχήν μου ἀπὸ δὲ θανάτου τὰ ὀστα̃ μου

7:16 οὐ γὰρ εἰς τὸν αἰω̃να ζήσομαι ἵνα μακροθυμήσω ἀπόστα ἀπ' ἐμου̃ κενὸς γάρ μου ὁ βίος

7:17 τί γάρ ἐστιν ἄνθρωπος ὅτι ἐμεγάλυνας αὐτὸν ἢ ὅτι προσέχεις τὸν νου̃ν εἰς αὐτὸν

7:18 ἢ ἐπισκοπὴν αὐτου̃ ποιήση̨ ἕως τὸ πρωὶ καὶ εἰς ἀνάπαυσιν αὐτὸν κρινει̃ς

7:19 ἕως τίνος οὐκ ἐα̨̃ς με οὐδὲ προΐη̨ με ἕως ἂν καταπίω τὸν πτύελόν μου ἐν ὀδύνη̨

7:20 εἰ ἐγὼ ἥμαρτον τί δύναμαί σοι πρα̃ξαι ὁ ἐπιστάμενος τὸν νου̃ν τω̃ν ἀνθρώπων διὰ τί ἔθου με κατεντευκτήν σου εἰμὶ δὲ ἐπὶ σοὶ φορτίον

7:21 καὶ διὰ τί οὐκ ἐποιήσω τη̃ς ἀνομίας μου λήθην καὶ καθαρισμὸν τη̃ς ἁμαρτίας μου νυνὶ δὲ εἰς γη̃ν ἀπελεύσομαι ὀρθρίζων δὲ οὐκέτι εἰμί

8:1 ὑπολαβὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει

8:2 μέχρι τίνος λαλήσεις ταυ̃τα πνευ̃μα πολυρη̃μον του̃ στόματός σου

8:3 μὴ ὁ κύριος ἀδικήσει κρίνων ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον

8:4 εἰ οἱ υἱοί σου ἥμαρτον ἐναντίον αὐτου̃ ἀπέστειλεν ἐν χειρὶ ἀνομίας αὐτω̃ν

8:5 σὺ δὲ ὄρθριζε πρὸς κύριον παντοκράτορα δεόμενος

8:6 εἰ καθαρὸς εἰ̃ καὶ ἀληθινός δεήσεως ἐπακούσεταί σου ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης

8:7 ἔσται οὐ̃ν τὰ μὲν πρω̃τά σου ὀλίγα τὰ δὲ ἔσχατά σου ἀμύθητα

8:8 ἐπερώτησον γὰρ γενεὰν πρώτην ἐξιχνίασον δὲ κατὰ γένος πατέρων

8:9 χθιζοὶ γάρ ἐσμεν καὶ οὐκ οἴδαμεν σκιὰ γάρ ἐστιν ἡμω̃ν ἐπὶ τη̃ς γη̃ς ὁ βίος

8:10 ἠ̃ οὐχ οὑ̃τοί σε διδάξουσιν καὶ ἀναγγελου̃σιν καὶ ἐκ καρδίας ἐξάξουσιν ῥήματα

8:11 μὴ θάλλει πάπυρος ἄνευ ὕδατος ἢ ὑψωθήσεται βούτομον ἄνευ πότου

8:12 ἔτι ὂν ἐπὶ ῥίζης καὶ οὐ μὴ θερισθη̨̃ πρὸ του̃ πιει̃ν πα̃σα βοτάνη οὐχὶ ξηραίνεται

8:13 οὕτως τοίνυν ἔσται τὰ ἔσχατα πάντων τω̃ν ἐπιλανθανομένων του̃ κυρίου ἐλπὶς γὰρ ἀσεβου̃ς ἀπολει̃ται

8:14 ἀοίκητος γὰρ αὐτου̃ ἔσται ὁ οἰ̃κος ἀράχνη δὲ αὐτου̃ ἀποβήσεται ἡ σκηνή

8:15 ἐὰν ὑπερείση̨ τὴν οἰκίαν αὐτου̃ οὐ μὴ στη̨̃ ἐπιλαβομένου δὲ αὐτου̃ οὐ μὴ ὑπομείνη̨

8:16 ὑγρὸς γάρ ἐστιν ὑπὸ ἡλίου καὶ ἐκ σαπρίας αὐτου̃ ὁ ῥάδαμνος αὐτου̃ ἐξελεύσεται

8:17 ἐπὶ συναγωγὴν λίθων κοιμα̃ται ἐν δὲ μέσω̨ χαλίκων ζήσεται

8:18 ἐὰν καταπίη̨ ὁ τόπος ψεύσεται αὐτόν οὐχ ἑόρακας τοιαυ̃τα

8:19 ὅτι καταστροφὴ ἀσεβου̃ς τοιαύτη ἐκ δὲ γη̃ς ἄλλον ἀναβλαστήσει

8:20 ὁ γὰρ κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον πα̃ν δὲ δω̃ρον ἀσεβου̃ς οὐ δέξεται

8:21 ἀληθινω̃ν δὲ στόμα ἐμπλήσει γέλωτος τὰ δὲ χείλη αὐτω̃ν ἐξομολογήσεως

8:22 οἱ δὲ ἐχθροὶ αὐτω̃ν ἐνδύσονται αἰσχύνην δίαιτα δὲ ἀσεβου̃ς οὐκ ἔσται

9:1 ὑπολαβὼν δὲ Ιωβ λέγει

9:2 ἐπ' ἀληθείας οἰ̃δα ὅτι οὕτως ἐστίν πω̃ς γὰρ ἔσται δίκαιος βροτὸς παρὰ κυρίω̨

9:3 ἐὰν γὰρ βούληται κριθη̃ναι αὐτω̨̃ οὐ μὴ ὑπακούση̨ αὐτω̨̃ ἵνα μὴ ἀντείπη̨ πρὸς ἕνα λόγον αὐτου̃ ἐκ χιλίων

9:4 σοφὸς γάρ ἐστιν διανοία̨ κραταιός τε καὶ μέγας τίς σκληρὸς γενόμενος ἐναντίον αὐτου̃ ὑπέμεινεν

9:5 ὁ παλαιω̃ν ὄρη καὶ οὐκ οἴδασιν ὁ καταστρέφων αὐτὰ ὀργη̨̃

9:6 ὁ σείων τὴν ὑπ' οὐρανὸν ἐκ θεμελίων οἱ δὲ στυ̃λοι αὐτη̃ς σαλεύονται

9:7 ὁ λέγων τω̨̃ ἡλίω̨ καὶ οὐκ ἀνατέλλει κατὰ δὲ ἄστρων κατασφραγίζει

9:8 ὁ τανύσας τὸν οὐρανὸν μόνος καὶ περιπατω̃ν ὡς ἐπ' ἐδάφους ἐπὶ θαλάσσης

9:9 ὁ ποιω̃ν Πλειάδα καὶ ἕσπερον καὶ ἀρκτου̃ρον καὶ ταμίεια νότου

9:10 ὁ ποιω̃ν μεγάλα καὶ ἀνεξιχνίαστα ἔνδοξά τε καὶ ἐξαίσια ὡ̃ν οὐκ ἔστιν ἀριθμός

9:11 ἐὰν ὑπερβη̨̃ με οὐ μὴ ἴδω καὶ ἐὰν παρέλθη̨ με οὐδ' ὡ̃ς ἔγνων

9:12 ἐὰν ἀπαλλάξη̨ τίς ἀποστρέψει ἢ τίς ἐρει̃ αὐτω̨̃ τί ἐποίησας

9:13 αὐτὸς γὰρ ἀπέστραπται ὀργήν ὑπ' αὐτου̃ ἐκάμφθησαν κήτη τὰ ὑπ' οὐρανόν

9:14 ἐὰν δέ μου ὑπακούσηται ἠ̃ διακρινει̃ τὰ ῥήματά μου

9:15 ἐάν τε γὰρ ὠ̃ δίκαιος οὐκ εἰσακούσεταί μου του̃ κρίματος αὐτου̃ δεηθήσομαι

9:16 ἐάν τε καλέσω καὶ ὑπακούση̨ οὐ πιστεύω ὅτι εἰσακήκοέν μου

9:17 μὴ γνόφω̨ με ἐκτρίψη̨ πολλὰ δέ μου τὰ συντρίμματα πεποίηκεν διὰ κενη̃ς

9:18 οὐκ ἐα̨̃ γάρ με ἀναπνευ̃σαι ἐνέπλησεν δέ με πικρίας

9:19 ὅτι μὲν γὰρ ἰσχύι κρατει̃ τίς οὐ̃ν κρίματι αὐτου̃ ἀντιστήσεται

9:20 ἐὰν γὰρ ὠ̃ δίκαιος τὸ στόμα μου ἀσεβήσει ἐάν τε ὠ̃ ἄμεμπτος σκολιὸς ἀποβήσομαι

9:21 εἴτε γὰρ ἠσέβησα οὐκ οἰ̃δα τη̨̃ ψυχη̨̃ πλὴν ὅτι ἀφαιρει̃ταί μου ἡ ζωή

9:22 διὸ εἰ̃πον μέγαν καὶ δυνάστην ἀπολλύει ὀργή

9:23 ὅτι φαυ̃λοι ἐν θανάτω̨ ἐξαισίω̨ ἀλλὰ δίκαιοι καταγελω̃νται

9:24 παραδέδονται γὰρ εἰς χει̃ρας ἀσεβου̃ς πρόσωπα κριτω̃ν αὐτη̃ς συγκαλύπτει εἰ δὲ μὴ αὐτός τίς ἐστιν

9:25 ὁ δὲ βίος μού ἐστιν ἐλαφρότερος δρομέως ἀπέδρασαν καὶ οὐκ εἴδοσαν

9:26 ἠ̃ καὶ ἔστιν ναυσὶν ἴχνος ὁδου̃ ἢ ἀετου̃ πετομένου ζητου̃ντος βοράν

9:27 ἐάν τε γὰρ εἴπω ἐπιλήσομαι λαλω̃ν συγκύψας τω̨̃ προσώπω̨ στενάξω

9:28 σείομαι πα̃σιν τοι̃ς μέλεσιν οἰ̃δα γὰρ ὅτι οὐκ ἀθω̨̃όν με ἐάσεις

9:29 ἐπειδὴ δέ εἰμι ἀσεβής διὰ τί οὐκ ἀπέθανον

9:30 ἐὰν γὰρ ἀπολούσωμαι χιόνι καὶ ἀποκαθάρωμαι χερσὶν καθαραι̃ς

9:31 ἱκανω̃ς ἐν ῥύπω̨ με ἔβαψας ἐβδελύξατο δέ με ἡ στολή

9:32 οὐ γὰρ εἰ̃ ἄνθρωπος κατ' ἐμέ ὡ̨̃ ἀντικρινου̃μαι ἵνα ἔλθωμεν ὁμοθυμαδὸν εἰς κρίσιν

9:33 εἴθε ἠ̃ν ὁ μεσίτης ἡμω̃ν καὶ ἐλέγχων καὶ διακούων ἀνὰ μέσον ἀμφοτέρων

9:34 ἀπαλλαξάτω ἀπ' ἐμου̃ τὴν ῥάβδον ὁ δὲ φόβος αὐτου̃ μή με στροβείτω

9:35 καὶ οὐ μὴ φοβηθω̃ ἀλλὰ λαλήσω οὐ γὰρ οὕτω συνεπίσταμαι

10:1 κάμνων τη̨̃ ψυχη̨̃ μου στένων ἐπαφήσω ἐπ' αὐτὸν τὰ ῥήματά μου λαλήσω πικρία̨ ψυχη̃ς μου συνεχόμενος

10:2 καὶ ἐρω̃ πρὸς κύριον μή με ἀσεβει̃ν δίδασκε καὶ διὰ τί με οὕτως ἔκρινας

10:3 ἠ̃ καλόν σοι ἐὰν ἀδικήσω ὅτι ἀπείπω ἔργα χειρω̃ν σου βουλη̨̃ δὲ ἀσεβω̃ν προσέσχες

10:4 ἠ̃ ὥσπερ βροτὸς ὁρα̨̃ καθορα̨̃ς ἢ καθὼς ὁρα̨̃ ἄνθρωπος βλέψη̨

10:5 ἠ̃ ὁ βίος σου ἀνθρώπινός ἐστιν ἢ τὰ ἔτη σου ἀνδρός

10:6 ὅτι ἀνεζήτησας τὴν ἀνομίαν μου καὶ τὰς ἁμαρτίας μου ἐξιχνίασας

10:7 οἰ̃δας γὰρ ὅτι οὐκ ἠσέβησα ἀλλὰ τίς ἐστιν ὁ ἐκ τω̃ν χειρω̃ν σου ἐξαιρούμενος

10:8 αἱ χει̃ρές σου ἔπλασάν με καὶ ἐποίησάν με μετὰ ταυ̃τα μεταβαλών με ἔπαισας

10:9 μνήσθητι ὅτι πηλόν με ἔπλασας εἰς δὲ γη̃ν με πάλιν ἀποστρέφεις

10:10 ἠ̃ οὐχ ὥσπερ γάλα με ἤμελξας ἐτύρωσας δέ με ἴσα τυρω̨̃

10:11 δέρμα καὶ κρέας με ἐνέδυσας ὀστέοις δὲ καὶ νεύροις με ἐνει̃ρας

10:12 ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ' ἐμοί ἡ δὲ ἐπισκοπή σου ἐφύλαξέν μου τὸ πνευ̃μα

10:13 ταυ̃τα ἔχων ἐν σεαυτω̨̃ οἰ̃δα ὅτι πάντα δύνασαι ἀδυνατει̃ δέ σοι οὐθέν

10:14 ἐάν τε γὰρ ἁμάρτω φυλάσσεις με ἀπὸ δὲ ἀνομίας οὐκ ἀθω̨̃όν με πεποίηκας

10:15 ἐάν τε γὰρ ἀσεβὴς ὠ̃ οἴμμοι ἐάν τε ὠ̃ δίκαιος οὐ δύναμαι ἀνακύψαι πλήρης γὰρ ἀτιμίας εἰμί

10:16 ἀγρεύομαι γὰρ ὥσπερ λέων εἰς σφαγήν πάλιν δὲ μεταβαλὼν δεινω̃ς με ὀλέκεις

10:17 ἐπανακαινίζων ἐπ' ἐμὲ τὴν ἔτασίν μου ὀργη̨̃ δὲ μεγάλη̨ μοι ἐχρήσω ἐπήγαγες δὲ ἐπ' ἐμὲ πειρατήρια

10:18 ἵνα τί οὐ̃ν ἐκ κοιλίας με ἐξήγαγες καὶ οὐκ ἀπέθανον ὀφθαλμὸς δέ με οὐκ εἰ̃δεν

10:19 καὶ ὥσπερ οὐκ ὢν ἐγενόμην διὰ τί γὰρ ἐκ γαστρὸς εἰς μνη̃μα οὐκ ἀπηλλάγην

10:20 ἠ̃ οὐκ ὀλίγος ἐστὶν ὁ χρόνος του̃ βίου μου ἔασόν με ἀναπαύσασθαι μικρὸν

10:21 πρὸ του̃ με πορευθη̃ναι ὅθεν οὐκ ἀναστρέψω εἰς γη̃ν σκοτεινὴν καὶ γνοφεράν

10:22 εἰς γη̃ν σκότους αἰωνίου οὑ̃ οὐκ ἔστιν φέγγος οὐδὲ ὁρα̃ν ζωὴν βροτω̃ν

11:1 ὑπολαβὼν δὲ Σωφαρ ὁ Μιναι̃ος λέγει

11:2 ὁ τὰ πολλὰ λέγων καὶ ἀντακούσεται ἢ καὶ ὁ εὔλαλος οἴεται εἰ̃ναι δίκαιος εὐλογημένος γεννητὸς γυναικὸς ὀλιγόβιος

11:3 μὴ πολὺς ἐν ῥήμασιν γίνου οὐ γάρ ἐστιν ὁ ἀντικρινόμενός σοι

11:4 μὴ γὰρ λέγε ὅτι καθαρός εἰμι τοι̃ς ἔργοις καὶ ἄμεμπτος ἐναντίον αὐτου̃

11:5 ἀλλὰ πω̃ς ἂν ὁ κύριος λαλήσαι πρὸς σέ καὶ ἀνοίξει χείλη αὐτου̃ μετὰ σου̃

11:6 εἰ̃τα ἀναγγελει̃ σοι δύναμιν σοφίας ὅτι διπλου̃ς ἔσται τω̃ν κατὰ σέ καὶ τότε γνώση̨ ὅτι ἄξιά σοι ἀπέβη ἀπὸ κυρίου ὡ̃ν ἡμάρτηκας

11:7 ἠ̃ ἴχνος κυρίου εὑρήσεις ἢ εἰς τὰ ἔσχατα ἀφίκου ἃ ἐποίησεν ὁ παντοκράτωρ

11:8 ὑψηλὸς ὁ οὐρανός καὶ τί ποιήσεις βαθύτερα δὲ τω̃ν ἐν ἅ̨δου τί οἰ̃δας

11:9 ἢ μακρότερα μέτρου γη̃ς ἢ εὔρους θαλάσσης

11:10 ἐὰν δὲ καταστρέψη̨ τὰ πάντα τίς ἐρει̃ αὐτω̨̃ τί ἐποίησας

11:11 αὐτὸς γὰρ οἰ̃δεν ἔργα ἀνόμων ἰδὼν δὲ ἄτοπα οὐ παρόψεται

11:12 ἄνθρωπος δὲ ἄλλως νήχεται λόγοις βροτὸς δὲ γεννητὸς γυναικὸς ἴσα ὄνω̨ ἐρημίτη̨

11:13 εἰ γὰρ σὺ καθαρὰν ἔθου τὴν καρδίαν σου ὑπτιάζεις δὲ χει̃ρας πρὸς αὐτόν

11:14 εἰ ἄνομόν τί ἐστιν ἐν χερσίν σου πόρρω ποίησον αὐτὸ ἀπὸ σου̃ ἀδικία δὲ ἐν διαίτη̨ σου μὴ αὐλισθήτω

11:15 οὕτως γὰρ ἀναλάμψει σου τὸ πρόσωπον ὥσπερ ὕδωρ καθαρόν ἐκδύση̨ δὲ ῥύπον καὶ οὐ μὴ φοβηθη̨̃ς

11:16 καὶ τὸν κόπον ἐπιλήση̨ ὥσπερ κυ̃μα παρελθὸν καὶ οὐ πτοηθήση̨

11:17 ἡ δὲ εὐχή σου ὥσπερ ἑωσφόρος ἐκ δὲ μεσημβρίας ἀνατελει̃ σοι ζωή

11:18 πεποιθώς τε ἔση̨ ὅτι ἔστιν σοι ἐλπίς ἐκ δὲ μερίμνης καὶ φροντίδος ἀναφανει̃ταί σοι εἰρήνη

11:19 ἡσυχάσεις γάρ καὶ οὐκ ἔσται ὁ πολεμω̃ν σε μεταβαλόμενοι δὲ πολλοί σου δεηθήσονται

11:20 σωτηρία δὲ αὐτοὺς ἀπολείψει ἡ γὰρ ἐλπὶς αὐτω̃ν ἀπώλεια ὀφθαλμοὶ δὲ ἀσεβω̃ν τακήσονται

12:1 ὑπολαβὼν δὲ Ιωβ λέγει

12:2 εἰ̃τα ὑμει̃ς ἐστε ἄνθρωποι ἠ̃ μεθ' ὑμω̃ν τελευτήσει σοφία

12:3 κἀμοὶ μὲν καρδία καθ' ὑμα̃ς ἐστιν

12:4 δίκαιος γὰρ ἀνὴρ καὶ ἄμεμπτος ἐγενήθη εἰς χλεύασμα

12:5 εἰς χρόνον γὰρ τακτὸν ἡτοίμαστο πεσει̃ν ὑπὸ ἄλλους οἴκους τε αὐτου̃ ἐκπορθει̃σθαι ὑπὸ ἀνόμων

12:6 οὐ μὴν δὲ ἀλλὰ μηδεὶς πεποιθέτω πονηρὸς ὢν ἀθω̨̃ος ἔσεσθαι ὅσοι παροργίζουσιν τὸν κύριον ὡς οὐχὶ καὶ ἔτασις αὐτω̃ν ἔσται

12:7 ἀλλὰ δὴ ἐπερώτησον τετράποδα ἐάν σοι εἴπωσιν πετεινὰ δὲ οὐρανου̃ ἐάν σοι ἀπαγγείλωσιν

12:8 ἐκδιήγησαι δὲ γη̨̃ ἐάν σοι φράση̨ καὶ ἐξηγήσονταί σοι οἱ ἰχθύες τη̃ς θαλάσσης

12:9 τίς οὐκ ἔγνω ἐν πα̃σι τούτοις ὅτι χεὶρ κυρίου ἐποίησεν ταυ̃τα

12:10 εἰ μὴ ἐν χειρὶ αὐτου̃ ψυχὴ πάντων τω̃ν ζώντων καὶ πνευ̃μα παντὸς ἀνθρώπου

12:11 οὐ̃ς μὲν γὰρ ῥήματα διακρίνει λάρυγξ δὲ σι̃τα γεύεται

12:12 ἐν πολλω̨̃ χρόνω̨ σοφία ἐν δὲ πολλω̨̃ βίω̨ ἐπιστήμη

12:13 παρ' αὐτω̨̃ σοφία καὶ δύναμις αὐτω̨̃ βουλὴ καὶ σύνεσις

12:14 ἐὰν καταβάλη̨ τίς οἰκοδομήσει ἐὰν κλείση̨ κατὰ ἀνθρώπων τίς ἀνοίξει

12:15 ἐὰν κωλύση̨ τὸ ὥδωρ ξηρανει̃ τὴν γη̃ν ἐὰν δὲ ἐπαφη̨̃ ἀπώλεσεν αὐτὴν καταστρέψας

12:16 παρ' αὐτω̨̃ κράτος καὶ ἰσχύς αὐτω̨̃ ἐπιστήμη καὶ σύνεσις

12:17 διάγων βουλευτὰς αἰχμαλώτους κριτὰς δὲ γη̃ς ἐξέστησεν

12:18 καθιζάνων βασιλει̃ς ἐπὶ θρόνους καὶ περιέδησεν ζώνη̨ ὀσφύας αὐτω̃ν

12:19 ἐξαποστέλλων ἱερει̃ς αἰχμαλώτους δυνάστας δὲ γη̃ς κατέστρεψεν

12:20 διαλλάσσων χείλη πιστω̃ν σύνεσιν δὲ πρεσβυτέρων ἔγνω

12:21 ἐκχέων ἀτιμίαν ἐπ' ἄρχοντας ταπεινοὺς δὲ ἰάσατο

12:22 ἀνακαλύπτων βαθέα ἐκ σκότους ἐξήγαγεν δὲ εἰς φω̃ς σκιὰν θανάτου

12:23 πλανω̃ν ἔθνη καὶ ἀπολλύων αὐτά καταστρωννύων ἔθνη καὶ καθοδηγω̃ν αὐτά

12:24 διαλλάσσων καρδίας ἀρχόντων γη̃ς ἐπλάνησεν δὲ αὐτοὺς ὁδω̨̃ ἡ̨̃ οὐκ ἤ̨δεισαν

12:25 ψηλαφήσαισαν σκότος καὶ μὴ φω̃ς πλανηθείησαν δὲ ὥσπερ ὁ μεθύων

13:1 ἰδοὺ ταυ̃τα ἑώρακέν μου ὁ ὀφθαλμὸς καὶ ἀκήκοέν μου τὸ οὐ̃ς

13:2 καὶ οἰ̃δα ὅσα καὶ ὑμει̃ς ἐπίστασθε καὶ οὐκ ἀσυνετώτερός εἰμι ὑμω̃ν

13:3 οὐ μὴν δὲ ἀλλ' ἐγὼ πρὸς κύριον λαλήσω ἐλέγξω δὲ ἐναντίον αὐτου̃ ἐὰν βούληται

13:4 ὑμει̃ς δέ ἐστε ἰατροὶ ἄδικοι καὶ ἰαταὶ κακω̃ν πάντες

13:5 εἴη δὲ ὑμι̃ν κωφευ̃σαι καὶ ἀποβήσεται ὑμι̃ν εἰς σοφίαν

13:6 ἀκούσατε ἔλεγχον στόματός μου κρίσιν δὲ χειλέων μου προσέχετε

13:7 πότερον οὐκ ἔναντι κυρίου λαλει̃τε ἔναντι δὲ αὐτου̃ φθέγγεσθε δόλον

13:8 ἠ̃ ὑποστελει̃σθε ὑμει̃ς δὲ αὐτοὶ κριταὶ γένεσθε

13:9 καλόν γε ἐὰν ἐξιχνιάση̨ ὑμα̃ς εἰ γὰρ τὰ πάντα ποιου̃ντες προστεθήσεσθε αὐτω̨̃

13:10 οὐθὲν ἡ̃ττον ἐλέγξει ὑμα̃ς εἰ δὲ καὶ κρυφη̨̃ πρόσωπα θαυμάσετε

13:11 πότερον οὐχὶ δεινὰ αὐτου̃ στροβήσει ὑμα̃ς φόβος δὲ παρ' αὐτου̃ ἐπιπεσει̃ται ὑμι̃ν

13:12 ἀποβήσεται δὲ ὑμω̃ν τὸ ἀγαυρίαμα ἴσα σποδω̨̃ τὸ δὲ σω̃μα πήλινον

13:13 κωφεύσατε ἵνα λαλήσω καὶ ἀναπαύσωμαι θυμου̃

13:14 ἀναλαβὼν τὰς σάρκας μου τοι̃ς ὀδου̃σιν ψυχὴν δέ μου θήσω ἐν χειρί

13:15 ἐάν με χειρώσηται ὁ δυνάστης ἐπεὶ καὶ ἠ̃ρκται ἠ̃ μὴν λαλήσω καὶ ἐλέγξω ἐναντίον αὐτου̃

13:16 καὶ του̃τό μοι ἀποβήσεται εἰς σωτηρίαν οὐ γὰρ ἐναντίον αὐτου̃ δόλος εἰσελεύσεται

13:17 ἀκούσατε ἀκούσατε τὰ ῥήματά μου ἀναγγελω̃ γὰρ ὑμω̃ν ἀκουόντων

13:18 ἰδοὺ ἐγὼ ἐγγύς εἰμι του̃ κρίματός μου οἰ̃δα ἐγὼ ὅτι δίκαιος ἀναφανου̃μαι

13:19 τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι ὅτι νυ̃ν κωφεύσω καὶ ἐκλείψω

13:20 δυει̃ν δέ μοι χρήση̨ τότε ἀπὸ του̃ προσώπου σου οὐ κρυβήσομαι

13:21 τὴν χει̃ρα ἀπ' ἐμου̃ ἀπέχου καὶ ὁ φόβος σου μή με καταπλησσέτω

13:22 εἰ̃τα καλέσεις ἐγὼ δέ σοι ὑπακούσομαι ἢ λαλήσεις ἐγὼ δέ σοι δώσω ἀνταπόκρισιν

13:23 πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου καὶ αἱ ἀνομίαι μου δίδαξόν με τίνες εἰσίν

13:24 διὰ τί ἀπ' ἐμου̃ κρύπτη̨ ἥγησαι δέ με ὑπεναντίον σοι

13:25 ἠ̃ ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήση̨ ἢ ὡς χόρτω̨ φερομένω̨ ὑπὸ πνεύματος ἀντίκεισαί μοι

13:26 ὅτι κατέγραψας κατ' ἐμου̃ κακά περιέθηκας δέ μοι νεότητος ἁμαρτίας

13:27 ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι ἐφύλαξας δέ μου πάντα τὰ ἔργα εἰς δὲ ῥίζας τω̃ν ποδω̃ν μου ἀφίκου

13:28 ὃ παλαιου̃ται ἴσα ἀσκω̨̃ ἢ ὥσπερ ἱμάτιον σητόβρωτον

14:1 βροτὸς γὰρ γεννητὸς γυναικὸς ὀλιγόβιος καὶ πλήρης ὀργη̃ς

14:2 ἢ ὥσπερ ἄνθος ἀνθη̃σαν ἐξέπεσεν ἀπέδρα δὲ ὥσπερ σκιὰ καὶ οὐ μὴ στη̨̃

14:3 οὐχὶ καὶ τούτου λόγον ἐποιήσω καὶ του̃τον ἐποίησας εἰσελθει̃ν ἐν κρίματι ἐνώπιόν σου

14:4 τίς γὰρ καθαρὸς ἔσται ἀπὸ ῥύπου ἀλλ' οὐθείς

14:5 ἐὰν καὶ μία ἡμέρα ὁ βίος αὐτου̃ ἐπὶ τη̃ς γη̃ς ἀριθμητοὶ δὲ μη̃νες αὐτου̃ παρὰ σοί εἰς χρόνον ἔθου καὶ οὐ μὴ ὑπερβη̨̃

14:6 ἀπόστα ἀπ' αὐτου̃ ἵνα ἡσυχάση̨ καὶ εὐδοκήση̨ τὸν βίον ὥσπερ ὁ μισθωτός

14:7 ἔστιν γὰρ δένδρω̨ ἐλπίς ἐὰν γὰρ ἐκκοπη̨̃ ἔτι ἐπανθήσει καὶ ὁ ῥάδαμνος αὐτου̃ οὐ μὴ ἐκλίπη̨

14:8 ἐὰν γὰρ γηράση̨ ἐν γη̨̃ ἡ ῥίζα αὐτου̃ ἐν δὲ πέτρα̨ τελευτήση̨ τὸ στέλεχος αὐτου̃

14:9 ἀπὸ ὀσμη̃ς ὕδατος ἀνθήσει ποιήσει δὲ θερισμὸν ὥσπερ νεόφυτον

14:10 ἀνὴρ δὲ τελευτήσας ὤ̨χετο πεσὼν δὲ βροτὸς οὐκέτι ἔστιν

14:11 χρόνω̨ γὰρ σπανίζεται θάλασσα ποταμὸς δὲ ἐρημωθεὶς ἐξηράνθη

14:12 ἄνθρωπος δὲ κοιμηθεὶς οὐ μὴ ἀναστη̨̃ ἕως ἂν ὁ οὐρανὸς οὐ μὴ συρραφη̨̃ καὶ οὐκ ἐξυπνισθήσονται ἐξ ὕπνου αὐτω̃ν

14:13 εἰ γὰρ ὄφελον ἐν ἅ̨δη̨ με ἐφύλαξας ἔκρυψας δέ με ἕως ἂν παύσηταί σου ἡ ὀργὴ καὶ τάξη̨ μοι χρόνον ἐν ὡ̨̃ μνείαν μου ποιήση̨

14:14 ἐὰν γὰρ ἀποθάνη̨ ἄνθρωπος ζήσεται συντελέσας ἡμέρας του̃ βίου αὐτου̃ ὑπομενω̃ ἕως ἂν πάλιν γένωμαι

14:15 εἰ̃τα καλέσεις ἐγὼ δέ σοι ὑπακούσομαι τὰ δὲ ἔργα τω̃ν χειρω̃ν σου μὴ ἀποποιου̃

14:16 ἠρίθμησας δέ μου τὰ ἐπιτηδεύματα καὶ οὐ μὴ παρέλθη̨ σε οὐδὲν τω̃ν ἁμαρτιω̃ν μου

14:17 ἐσφράγισας δέ μου τὰς ἀνομίας ἐν βαλλαντίω̨ ἐπεσημήνω δέ εἴ τι ἄκων παρέβην

14:18 καὶ πλὴν ὄρος πι̃πτον διαπεσει̃ται καὶ πέτρα παλαιωθήσεται ἐκ του̃ τόπου αὐτη̃ς

14:19 λίθους ἐλέαναν ὕδατα καὶ κατέκλυσεν ὕδατα ὕπτια του̃ χώματος τη̃ς γη̃ς καὶ ὑπομονὴν ἀνθρώπου ἀπώλεσας

14:20 ὠ̃σας αὐτὸν εἰς τέλος καὶ ὤ̨χετο ἐπέστησας αὐτω̨̃ τὸ πρόσωπον καὶ ἐξαπέστειλας

14:21 πολλω̃ν δὲ γενομένων τω̃ν υἱω̃ν αὐτου̃ οὐκ οἰ̃δεν ἐὰν δὲ ὀλίγοι γένωνται οὐκ ἐπίσταται

14:22 ἀλλ' ἢ αἱ σάρκες αὐτου̃ ἤλγησαν ἡ δὲ ψυχὴ αὐτου̃ ἐπένθησεν

15:1 ὑπολαβὼν δὲ Ελιφας ὁ Θαιμανίτης λέγει

15:2 πότερον σοφὸς ἀπόκρισιν δώσει συνέσεως πνεύματος καὶ ἐνέπλησεν πόνον γαστρὸς

15:3 ἐλέγχων ἐν ῥήμασιν οἱ̃ς οὐ δει̃ ἐν λόγοις οἱ̃ς οὐδὲν ὄφελος

15:4 οὐ καὶ σὺ ἀπεποιήσω φόβον συνετελέσω δὲ ῥήματα τοιαυ̃τα ἔναντι του̃ κυρίου

15:5 ἔνοχος εἰ̃ ῥήμασιν στόματός σου οὐδὲ διέκρινας ῥήματα δυναστω̃ν

15:6 ἐλέγξαι σε τὸ σὸν στόμα καὶ μὴ ἐγώ τὰ δὲ χείλη σου καταμαρτυρήσουσίν σου

15:7 τί γάρ μὴ πρω̃τος ἀνθρώπων ἐγενήθης ἢ πρὸ θινω̃ν ἐπάγης

15:8 ἠ̃ σύνταγμα κυρίου ἀκήκοας εἰς δὲ σὲ ἀφίκετο σοφία

15:9 τί γὰρ οἰ̃δας ὃ οὐκ οἴδαμεν ἢ τί συνίεις ὃ οὐχὶ καὶ ἡμει̃ς

15:10 καί γε πρεσβύτης καί γε παλαιὸς ἐν ἡμι̃ν βαρύτερος του̃ πατρός σου ἡμέραις

15:11 ὀλίγα ὡ̃ν ἡμάρτηκας μεμαστίγωσαι μεγάλως ὑπερβαλλόντως λελάληκας

15:12 τί ἐτόλμησεν ἡ καρδία σου ἢ τί ἐπήνεγκαν οἱ ὀφθαλμοί σου

15:13 ὅτι θυμὸν ἔρρηξας ἔναντι κυρίου ἐξήγαγες δὲ ἐκ στόματος ῥήματα τοιαυ̃τα

15:14 τίς γὰρ ὢν βροτός ὅτι ἔσται ἄμεμπτος ἢ ὡς ἐσόμενος δίκαιος γεννητὸς γυναικός

15:15 εἰ κατὰ ἁγίων οὐ πιστεύει οὐρανὸς δὲ οὐ καθαρὸς ἐναντίον αὐτου̃

15:16 ἔα δὲ ἐβδελυγμένος καὶ ἀκάθαρτος ἀνὴρ πίνων ἀδικίας ἴσα ποτω̨̃

15:17 ἀναγγελω̃ δέ σοι ἄκουέ μου ἃ δὴ ἑώρακα ἀναγγελω̃ σοι

15:18 ἃ σοφοὶ ἐρου̃σιν καὶ οὐκ ἔκρυψαν πατέρας αὐτω̃ν

15:19 αὐτοι̃ς μόνοις ἐδόθη ἡ γη̃ καὶ οὐκ ἐπη̃λθεν ἀλλογενὴς ἐπ' αὐτούς

15:20 πα̃ς ὁ βίος ἀσεβου̃ς ἐν φροντίδι ἔτη δὲ ἀριθμητὰ δεδομένα δυνάστη̨

15:21 ὁ δὲ φόβος αὐτου̃ ἐν ὠσὶν αὐτου̃ ὅταν δοκη̨̃ ἤδη εἰρηνεύειν ἥξει αὐτου̃ ἡ καταστροφή

15:22 μὴ πιστευέτω ἀποστραφη̃ναι ἀπὸ σκότους ἐντέταλται γὰρ ἤδη εἰς χει̃ρας σιδήρου

15:23 κατατέτακται δὲ εἰς σι̃τα γυψίν οἰ̃δεν δὲ ἐν ἑαυτω̨̃ ὅτι μένει εἰς πτω̃μα ἡμέρα δὲ αὐτὸν σκοτεινὴ στροβήσει

15:24 ἀνάγκη δὲ καὶ θλι̃ψις αὐτὸν καθέξει ὥσπερ στρατηγὸς πρωτοστάτης πίπτων

15:25 ὅτι ἠ̃ρκεν χει̃ρας ἐναντίον του̃ κυρίου ἔναντι δὲ κυρίου παντοκράτορος ἐτραχηλίασεν

15:26 ἔδραμεν δὲ ἐναντίον αὐτου̃ ὕβρει ἐν πάχει νώτου ἀσπίδος αὐτου̃

15:27 ὅτι ἐκάλυψεν τὸ πρόσωπον αὐτου̃ ἐν στέατι αὐτου̃ καὶ ἐποίησεν περιστόμιον ἐπὶ τω̃ν μηρίων

15:28 αὐλισθείη δὲ πόλεις ἐρήμους εἰσέλθοι δὲ εἰς οἴκους ἀοικήτους ἃ δὲ ἐκει̃νοι ἡτοίμασαν ἄλλοι ἀποίσονται

15:29 οὔτε μὴ πλουτισθη̨̃ οὔτε μὴ μείνη̨ αὐτου̃ τὰ ὑπάρχοντα οὐ μὴ βάλη̨ ἐπὶ τὴν γη̃ν σκιὰν

15:30 οὐδὲ μὴ ἐκφύγη̨ τὸ σκότος τὸν βλαστὸν αὐτου̃ μαράναι ἄνεμος ἐκπέσοι δὲ αὐτου̃ τὸ ἄνθος

15:31 μὴ πιστευέτω ὅτι ὑπομενει̃ κενὰ γὰρ ἀποβήσεται αὐτω̨̃

15:32 ἡ τομὴ αὐτου̃ πρὸ ὥρας φθαρήσεται καὶ ὁ ῥάδαμνος αὐτου̃ οὐ μὴ πυκάση̨

15:33 τρυγηθείη δὲ ὥσπερ ὄμφαξ πρὸ ὥρας ἐκπέσοι δὲ ὡς ἄνθος ἐλαίας

15:34 μαρτύριον γὰρ ἀσεβου̃ς θάνατος πυ̃ρ δὲ καύσει οἴκους δωροδεκτω̃ν

15:35 ἐν γαστρὶ δὲ λήμψεται ὀδύνας ἀποβήσεται δὲ αὐτω̨̃ κενά ἡ δὲ κοιλία αὐτου̃ ὑποίσει δόλον

16:1 ὑπολαβὼν δὲ Ιωβ λέγει

16:2 ἀκήκοα τοιαυ̃τα πολλά παρακλήτορες κακω̃ν πάντες

16:3 τί γάρ μὴ τάξις ἐστὶν ῥήμασιν πνεύματος ἢ τί παρενοχλήσει σοι ὅτι ἀποκρίνη̨

16:4 κἀγὼ καθ' ὑμα̃ς λαλήσω εἰ ὑπέκειτό γε ἡ ψυχὴ ὑμω̃ν ἀντὶ τη̃ς ἐμη̃ς εἰ̃τ' ἐναλου̃μαι ὑμι̃ν ῥήμασιν κινήσω δὲ καθ' ὑμω̃ν κεφαλήν

16:5 εἴη δὲ ἰσχὺς ἐν τω̨̃ στόματί μου κίνησιν δὲ χειλέων οὐ φείσομαι

16:6 ἐὰν γὰρ λαλήσω οὐκ ἀλγήσω τὸ τραυ̃μα ἐὰν δὲ καὶ σιωπήσω τί ἔλαττον τρωθήσομαι

16:7 νυ̃ν δὲ κατάκοπόν με πεποίηκεν μωρόν σεσηπότα

16:8 καὶ ἐπελάβου μου εἰς μαρτύριον ἐγενήθη καὶ ἀνέστη ἐν ἐμοὶ τὸ ψευ̃δός μου κατὰ πρόσωπόν μου ἀνταπεκρίθη

16:9 ὀργη̨̃ χρησάμενος κατέβαλέν με ἔβρυξεν ἐπ' ἐμὲ τοὺς ὀδόντας βέλη πειρατω̃ν αὐτου̃ ἐπ' ἐμοὶ ἔπεσεν

16:10 ἀκίσιν ὀφθαλμω̃ν ἐνήλατο ὀξει̃ ἔπαισέν με εἰς σιαγόνα ὁμοθυμαδὸν δὲ κατέδραμον ἐπ' ἐμοί

16:11 παρέδωκεν γάρ με ὁ κύριος εἰς χει̃ρας ἀδίκου ἐπὶ δὲ ἀσεβέσιν ἔρριψέν με

16:12 εἰρηνεύοντα διεσκέδασέν με λαβών με τη̃ς κόμης διέτιλεν κατέστησέν με ὥσπερ σκοπόν

16:13 ἐκύκλωσάν με λόγχαις βάλλοντες εἰς νεφρούς μου οὐ φειδόμενοι ἐξέχεαν εἰς τὴν γη̃ν τὴν χολήν μου

16:14 κατέβαλόν με πτω̃μα ἐπὶ πτώματι ἔδραμον πρός με δυνάμενοι

16:15 σάκκον ἔρραψα ἐπὶ βύρσης μου τὸ δὲ σθένος μου ἐν γη̨̃ ἐσβέσθη

16:16 ἡ γαστήρ μου συγκέκαυται ἀπὸ κλαυθμου̃ ἐπὶ δὲ βλεφάροις μου σκιά

16:17 ἄδικον δὲ οὐδὲν ἠ̃ν ἐν χερσίν μου εὐχὴ δέ μου καθαρά

16:18 γη̃ μὴ ἐπικαλύψη̨ς ἐφ' αἵματι τη̃ς σαρκός μου μηδὲ εἴη τόπος τη̨̃ κραυγη̨̃ μου

16:19 καὶ νυ̃ν ἰδοὺ ἐν οὐρανοι̃ς ὁ μάρτυς μου ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις

16:20 ἀφίκοιτό μου ἡ δέησις πρὸς κύριον ἔναντι δὲ αὐτου̃ στάζοι μου ὁ ὀφθαλμός

16:21 εἴη δὲ ἔλεγχος ἀνδρὶ ἔναντι κυρίου καὶ υἱὸς ἀνθρώπου τω̨̃ πλησίον αὐτου̃

16:22 ἔτη δὲ ἀριθμητὰ ἥκασιν ὁδω̨̃ δέ ἡ̨̃ οὐκ ἐπαναστραφήσομαι πορεύσομαι

17:1 ὀλέκομαι πνεύματι φερόμενος δέομαι δὲ ταφη̃ς καὶ οὐ τυγχάνω

17:2 λίσσομαι κάμνων καὶ τί ποιήσας

17:3 ἔκλεψαν δέ μου τὰ ὑπάρχοντα ἀλλότριοι τίς ἐστιν οὑ̃τος τη̨̃ χειρί μου συνδεθήτω

17:4 ὅτι καρδίαν αὐτω̃ν ἔκρυψας ἀπὸ φρονήσεως διὰ του̃το οὐ μὴ ὑψώση̨ς αὐτούς

17:5 τη̨̃ μερίδι ἀναγγελει̃ κακίας ὀφθαλμοὶ δέ μου ἐφ' υἱοι̃ς ἐτάκησαν

17:6 ἔθου δέ με θρύλημα ἐν ἔθνεσιν γέλως δὲ αὐτοι̃ς ἀπέβην

17:7 πεπώρωνται γὰρ ἀπὸ ὀργη̃ς οἱ ὀφθαλμοί μου πεπολιόρκημαι μεγάλως ὑπὸ πάντων

17:8 θαυ̃μα ἔσχεν ἀληθινοὺς ἐπὶ τούτω̨ δίκαιος δὲ ἐπὶ παρανόμω̨ ἐπανασταίη

17:9 σχοίη δὲ πιστὸς τὴν ἑαυτου̃ ὁδόν καθαρὸς δὲ χει̃ρας ἀναλάβοι θάρσος

17:10 οὐ μὴν δὲ ἀλλὰ πάντες ἐρείδετε καὶ δευ̃τε δή οὐ γὰρ εὑρίσκω ἐν ὑμι̃ν ἀληθές

17:11 αἱ ἡμέραι μου παρη̃λθον ἐν βρόμω̨ ἐρράγη δὲ τὰ ἄρθρα τη̃ς καρδίας μου

17:12 νύκτα εἰς ἡμέραν ἔθηκαν φω̃ς ἐγγὺς ἀπὸ προσώπου σκότους

17:13 ἐὰν γὰρ ὑπομείνω ἅ̨δης μου ὁ οἰ̃κος ἐν δὲ γνόφω̨ ἔστρωταί μου ἡ στρωμνή

17:14 θάνατον ἐπεκαλεσάμην πατέρα μου εἰ̃ναι μητέρα δέ μου καὶ ἀδελφὴν σαπρίαν

17:15 που̃ οὐ̃ν μου ἔτι ἐστὶν ἡ ἐλπίς ἠ̃ τὰ ἀγαθά μου ὄψομαι

17:16 ἠ̃ μετ' ἐμου̃ εἰς ἅ̨δην καταβήσονται ἢ ὁμοθυμαδὸν ἐπὶ χώματος καταβησόμεθα

18:1 ὑπολαβὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει

18:2 μέχρι τίνος οὐ παύση̨ ἐπίσχες ἵνα καὶ αὐτοὶ λαλήσωμεν

18:3 διὰ τί ὥσπερ τετράποδα σεσιωπήκαμεν ἐναντίον σου

18:4 κέχρηταί σοι ὀργή τί γάρ ἐὰν σὺ ἀποθάνη̨ς ἀοίκητος ἡ ὑπ' οὐρανόν ἢ καταστραφήσεται ὄρη ἐκ θεμελίων

18:5 καὶ φω̃ς ἀσεβω̃ν σβεσθήσεται καὶ οὐκ ἀποβήσεται αὐτω̃ν ἡ φλόξ

18:6 τὸ φω̃ς αὐτου̃ σκότος ἐν διαίτη̨ ὁ δὲ λύχνος ἐπ' αὐτω̨̃ σβεσθήσεται

18:7 θηρεύσαισαν ἐλάχιστοι τὰ ὑπάρχοντα αὐτου̃ σφάλαι δὲ αὐτου̃ ἡ βουλή

18:8 ἐμβέβληται δὲ ὁ ποὺς αὐτου̃ ἐν παγίδι ἐν δικτύω̨ ἑλιχθείη

18:9 ἔλθοισαν δὲ ἐπ' αὐτὸν παγίδες κατισχύσει ἐπ' αὐτὸν διψω̃ντας

18:10 κέκρυπται ἐν τη̨̃ γη̨̃ σχοινίον αὐτου̃ καὶ ἡ σύλλημψις αὐτου̃ ἐπὶ τρίβων

18:11 κύκλω̨ ὀλέσαισαν αὐτὸν ὀδύναι πολλοὶ δὲ περὶ πόδας αὐτου̃ ἔλθοισαν ἐν λιμω̨̃ στενω̨̃

18:12 πτω̃μα δὲ αὐτω̨̃ ἡτοίμασται ἐξαίσιον

18:13 βρωθείησαν αὐτου̃ κλω̃νες ποδω̃ν κατέδεται δὲ τὰ ὡραι̃α αὐτου̃ θάνατος

18:14 ἐκραγείη δὲ ἐκ διαίτης αὐτου̃ ἴασις σχοίη δὲ αὐτὸν ἀνάγκη αἰτία̨ βασιλικη̨̃

18:15 κατασκηνώσει ἐν τη̨̃ σκηνη̨̃ αὐτου̃ ἐν νυκτὶ αὐτου̃ κατασπαρήσονται τὰ εὐπρεπη̃ αὐτου̃ θείω̨

18:16 ὑποκάτωθεν αἱ ῥίζαι αὐτου̃ ξηρανθήσονται καὶ ἐπάνωθεν ἐπιπεσει̃ται θερισμὸς αὐτου̃

18:17 τὸ μνημόσυνον αὐτου̃ ἀπόλοιτο ἐκ γη̃ς καὶ ὑπάρχει ὄνομα αὐτω̨̃ ἐπὶ πρόσωπον ἐξωτέρω

18:18 ἀπώσειεν αὐτὸν ἐκ φωτὸς εἰς σκότος

18:19 οὐκ ἔσται ἐπίγνωστος ἐν λαω̨̃ αὐτου̃ οὐδὲ σεσω̨σμένος ἐν τη̨̃ ὑπ' οὐρανὸν ὁ οἰ̃κος αὐτου̃ ἀλλ' ἐν τοι̃ς αὐτου̃ ζήσονται ἕτεροι

18:20 ἐπ' αὐτω̨̃ ἐστέναξαν ἔσχατοι πρώτους δὲ ἔσχεν θαυ̃μα

18:21 οὑ̃τοί εἰσιν οἰ̃κοι ἀδίκων οὑ̃τος δὲ ὁ τόπος τω̃ν μὴ εἰδότων τὸν κύριον

19:1 ὑπολαβὼν δὲ Ιωβ λέγει

19:2 ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου καὶ καθαιρει̃τε με λόγοις

19:3 γνω̃τε μόνον ὅτι ὁ κύριος ἐποίησέ με οὕτως καταλαλει̃τέ μου οὐκ αἰσχυνόμενοί με ἐπίκεισθέ μοι

19:4 ναὶ δὴ ἐπ' ἀληθείας ἐγὼ ἐπλανήθην παρ' ἐμοὶ δὲ αὐλίζεται πλάνος

19:4a λαλη̃σαι ῥη̃μα ὃ οὐκ ἔδει τὰ δὲ ῥήματά μου πλανα̃ται καὶ οὐκ ἐπὶ καιρου̃

19:5 ἔα δὲ ὅτι ἐπ' ἐμοὶ μεγαλύνεσθε ἐνάλλεσθε δέ μοι ὀνείδει

19:6 γνω̃τε οὐ̃ν ὅτι ὁ κύριός ἐστιν ὁ ταράξας ὀχύρωμα δὲ αὐτου̃ ἐπ' ἐμὲ ὕψωσεν

19:7 ἰδοὺ γελω̃ ὀνείδει καὶ οὐ λαλήσω κεκράξομαι καὶ οὐδαμου̃ κρίμα

19:8 κύκλω̨ περιω̨κοδόμημαι καὶ οὐ μὴ διαβω̃ ἐπὶ πρόσωπόν μου σκότος ἔθετο

19:9 τὴν δὲ δόξαν ἀπ' ἐμου̃ ἐξέδυσεν ἀφει̃λεν δὲ στέφανον ἀπὸ κεφαλη̃ς μου

19:10 διέσπασέν με κύκλω̨ καὶ ὠ̨χόμην ἐξέκοψεν δὲ ὥσπερ δένδρον τὴν ἐλπίδα μου

19:11 δεινω̃ς δέ μοι ὀργη̨̃ ἐχρήσατο ἡγήσατο δέ με ὥσπερ ἐχθρόν

19:12 ὁμοθυμαδὸν δὲ ἠ̃λθον τὰ πειρατήρια αὐτου̃ ἐπ' ἐμοὶ ται̃ς ὁδοι̃ς μου ἐκύκλωσάν με ἐγκάθετοι

19:13 ἀπ' ἐμου̃ δὲ ἀδελφοί μου ἀπέστησαν ἔγνωσαν ἀλλοτρίους ἢ ἐμέ φίλοι δέ μου ἀνελεήμονες γεγόνασιν

19:14 οὐ προσεποιήσαντό με οἱ ἐγγύτατοί μου καὶ οἱ εἰδότες μου τὸ ὄνομα ἐπελάθοντό μου

19:15 γείτονες οἰκίας θεράπαιναί τέ μου ἀλλογενὴς ἤμην ἐναντίον αὐτω̃ν

19:16 θεράποντά μου ἐκάλεσα καὶ οὐχ ὑπήκουσεν στόμα δέ μου ἐδέετο

19:17 καὶ ἱκέτευον τὴν γυναι̃κά μου προσεκαλούμην δὲ κολακεύων υἱοὺς παλλακίδων μου

19:18 οἱ δὲ εἰς τὸν αἰω̃νά με ἀπεποιήσαντο ὅταν ἀναστω̃ κατ' ἐμου̃ λαλου̃σιν

19:19 ἐβδελύξαντο δέ με οἱ εἰδότες με οὓς δὴ ἠγαπήκειν ἐπανέστησάν μοι

19:20 ἐν δέρματί μου ἐσάπησαν αἱ σάρκες μου τὰ δὲ ὀστα̃ μου ἐν ὀδου̃σιν ἔχεται

19:21 ἐλεήσατέ με ἐλεήσατέ με ὠ̃ φίλοι χεὶρ γὰρ κυρίου ἡ ἁψαμένη μού ἐστιν

19:22 διὰ τί δέ με διώκετε ὥσπερ καὶ ὁ κύριος ἀπὸ δὲ σαρκω̃ν μου οὐκ ἐμπίπλασθε

19:23 τίς γὰρ ἂν δώ̨η γραφη̃ναι τὰ ῥήματά μου τεθη̃ναι δὲ αὐτὰ ἐν βιβλίω̨ εἰς τὸν αἰω̃να

19:24 ἐν γραφείω̨ σιδηρω̨̃ καὶ μολίβω̨ ἢ ἐν πέτραις ἐγγλυφη̃ναι

19:25 οἰ̃δα γὰρ ὅτι ἀέναός ἐστιν ὁ ἐκλύειν με μέλλων ἐπὶ γη̃ς

19:26 ἀναστήσαι τὸ δέρμα μου τὸ ἀνατλω̃ν ταυ̃τα παρὰ γὰρ κυρίου ταυ̃τά μοι συνετελέσθη

19:27 ἃ ἐγὼ ἐμαυτω̨̃ συνεπίσταμαι ἃ ὁ ὀφθαλμός μου ἑόρακεν καὶ οὐκ ἄλλος πάντα δέ μοι συντετέλεσται ἐν κόλπω̨

19:28 εἰ δὲ καὶ ἐρει̃τε τί ἐρου̃μεν ἔναντι αὐτου̃ καὶ ῥίζαν λόγου εὑρήσομεν ἐν αὐτω̨̃

19:29 εὐλαβήθητε δὴ καὶ ὑμει̃ς ἀπὸ ἐπικαλύμματος θυμὸς γὰρ ἐπ' ἀνόμους ἐπελεύσεται καὶ τότε γνώσονται που̃ ἐστιν αὐτω̃ν ἡ ὕλη

20:1 ὑπολαβὼν δὲ Σωφαρ ὁ Μιναι̃ος λέγει

20:2 οὐχ οὕτως ὑπελάμβανον ἀντερει̃ν σε ταυ̃τα καὶ οὐχὶ συνίετε μα̃λλον ἢ καὶ ἐγώ

20:3 παιδείαν ἐντροπη̃ς μου ἀκούσομαι καὶ πνευ̃μα ἐκ τη̃ς συνέσεως ἀποκρίνεταί μοι

20:4 μὴ ταυ̃τα ἔγνως ἀπὸ του̃ ἔτι ἀφ' οὑ̃ ἐτέθη ἄνθρωπος ἐπὶ τη̃ς γη̃ς

20:5 εὐφροσύνη γὰρ ἀσεβω̃ν πτω̃μα ἐξαίσιον χαρμονὴ δὲ παρανόμων ἀπώλεια

20:6 ἐὰν ἀναβη̨̃ εἰς οὐρανὸν αὐτου̃ τὰ δω̃ρα ἡ δὲ θυσία αὐτου̃ νεφω̃ν ἅψηται

20:7 ὅταν γὰρ δοκη̨̃ ἤδη κατεστηρίχθαι τότε εἰς τέλος ἀπολει̃ται οἱ δὲ ἰδόντες αὐτὸν ἐρου̃σιν που̃ ἐστιν

20:8 ὥσπερ ἐνύπνιον ἐκπετασθὲν οὐ μὴ εὑρεθη̨̃ ἔπτη δὲ ὥσπερ φάσμα νυκτερινόν

20:9 ὀφθαλμὸς παρέβλεψεν καὶ οὐ προσθήσει καὶ οὐκέτι προσνοήσει αὐτὸν ὁ τόπος αὐτου̃

20:10 τοὺς υἱοὺς αὐτου̃ ὀλέσαισαν ἥττονες αἱ δὲ χει̃ρες αὐτου̃ πυρσεύσαισαν ὀδύνας

20:11 ὀστα̃ αὐτου̃ ἐνεπλήσθησαν νεότητος αὐτου̃ καὶ μετ' αὐτου̃ ἐπὶ χώματος κοιμηθήσεται

20:12 ἐὰν γλυκανθη̨̃ ἐν στόματι αὐτου̃ κακία κρύψει αὐτὴν ὑπὸ τὴν γλω̃σσαν αὐτου̃

20:13 οὐ φείσεται αὐτη̃ς καὶ οὐκ ἐγκαταλείψει αὐτὴν καὶ συνέξει αὐτὴν ἐν μέσω̨ του̃ λάρυγγος αὐτου̃

20:14 καὶ οὐ μὴ δυνηθη̨̃ βοηθη̃σαι ἑαυτω̨̃ χολὴ ἀσπίδος ἐν γαστρὶ αὐτου̃

20:15 πλου̃τος ἀδίκως συναγόμενος ἐξεμεσθήσεται ἐξ οἰκίας αὐτου̃ ἐξελκύσει αὐτὸν ἄγγελος

20:16 θυμὸν δὲ δρακόντων θηλάσειεν ἀνέλοι δὲ αὐτὸν γλω̃σσα ὄφεως

20:17 μὴ ἴδοι ἄμελξιν νομάδων μηδὲ νομὰς μέλιτος καὶ βουτύρου

20:18 εἰς κενὰ καὶ μάταια ἐκοπίασεν πλου̃τον ἐξ οὑ̃ οὐ γεύσεται ὥσπερ στρίφνος ἀμάσητος ἀκατάποτος

20:19 πολλω̃ν γὰρ ἀδυνάτων οἴκους ἔθλασεν δίαιταν δὲ ἥρπασεν καὶ οὐκ ἔστησεν

20:20 οὐκ ἔστιν αὐτου̃ σωτηρία τοι̃ς ὑπάρχουσιν ἐν ἐπιθυμία̨ αὐτου̃ οὐ σωθήσεται

20:21 οὐκ ἔστιν ὑπόλειμμα τοι̃ς βρώμασιν αὐτου̃ διὰ του̃το οὐκ ἀνθήσει αὐτου̃ τὰ ἀγαθά

20:22 ὅταν δὲ δοκη̨̃ ἤδη πεπληρω̃σθαι θλιβήσεται πα̃σα δὲ ἀνάγκη ἐπ' αὐτὸν ἐπελεύσεται

20:23 εἴ πως πληρώσαι γαστέρα αὐτου̃ ἐπαποστείλαι ἐπ' αὐτὸν θυμὸν ὀργη̃ς νίψαι ἐπ' αὐτὸν ὀδύνας

20:24 καὶ οὐ μὴ σωθη̨̃ ἐκ χειρὸς σιδήρου τρώσαι αὐτὸν τόξον χάλκειον

20:25 διεξέλθοι δὲ διὰ σώματος αὐτου̃ βέλος ἀστραπαὶ δὲ ἐν διαίταις αὐτου̃ περιπατήσαισαν ἐπ' αὐτω̨̃ φόβοι

20:26 πα̃ν δὲ σκότος αὐτω̨̃ ὑπομείναι κατέδεται αὐτὸν πυ̃ρ ἄκαυστον κακώσαι δὲ αὐτου̃ ἐπήλυτος τὸν οἰ̃κον

20:27 ἀνακαλύψαι δὲ αὐτου̃ ὁ οὐρανὸς τὰς ἀνομίας γη̃ δὲ ἐπανασταίη αὐτω̨̃

20:28 ἑλκύσαι τὸν οἰ̃κον αὐτου̃ ἀπώλεια εἰς τέλος ἡμέρα ὀργη̃ς ἐπέλθοι αὐτω̨̃

20:29 αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβου̃ς παρὰ κυρίου καὶ κτη̃μα ὑπαρχόντων αὐτω̨̃ παρὰ του̃ ἐπισκόπου

21:1 ὑπολαβὼν δὲ Ιωβ λέγει

21:2 ἀκούσατε ἀκούσατέ μου τω̃ν λόγων ἵνα μὴ ἠ̨̃ μοι παρ' ὑμω̃ν αὕτη ἡ παράκλησις

21:3 ἄρατέ με ἐγὼ δὲ λαλήσω εἰ̃τ' οὐ καταγελάσετέ μου

21:4 τί γάρ μὴ ἀνθρώπου μου ἡ ἔλεγξις ἢ διὰ τί οὐ θυμωθήσομαι

21:5 εἰσβλέψαντες εἰς ἐμὲ θαυμάσατε χει̃ρα θέντες ἐπὶ σιαγόνι

21:6 ἐάν τε γὰρ μνησθω̃ ἐσπούδακα ἔχουσιν δέ μου τὰς σάρκας ὀδύναι

21:7 διὰ τί ἀσεβει̃ς ζω̃σιν πεπαλαίωνται δὲ καὶ ἐν πλούτω̨

21:8 ὁ σπόρος αὐτω̃ν κατὰ ψυχήν τὰ δὲ τέκνα αὐτω̃ν ἐν ὀφθαλμοι̃ς

21:9 οἱ οἰ̃κοι αὐτω̃ν εὐθηνου̃σιν φόβος δὲ οὐδαμου̃ μάστιξ δὲ παρὰ κυρίου οὐκ ἔστιν ἐπ' αὐτοι̃ς

21:10 ἡ βου̃ς αὐτω̃ν οὐκ ὠμοτόκησεν διεσώθη δὲ αὐτω̃ν ἐν γαστρὶ ἔχουσα καὶ οὐκ ἔσφαλεν

21:11 μένουσιν δὲ ὡς πρόβατα αἰώνια τὰ δὲ παιδία αὐτω̃ν προσπαίζουσιν

21:12 ἀναλαβόντες ψαλτήριον καὶ κιθάραν καὶ εὐφραίνονται φωνη̨̃ ψαλμου̃

21:13 συνετέλεσαν δὲ ἐν ἀγαθοι̃ς τὸν βίον αὐτω̃ν ἐν δὲ ἀναπαύσει ἅ̨δου ἐκοιμήθησαν

21:14 λέγει δὲ κυρίω̨ ἀπόστα ἀπ' ἐμου̃ ὁδούς σου εἰδέναι οὐ βούλομαι

21:15 τί ἱκανός ὅτι δουλεύσομεν αὐτω̨̃ καὶ τίς ὠφέλεια ὅτι ἀπαντήσομεν αὐτω̨̃

21:16 ἐν χερσὶν γὰρ ἠ̃ν αὐτω̃ν τὰ ἀγαθά ἔργα δὲ ἀσεβω̃ν οὐκ ἐφορα̨̃

21:17 οὐ μὴν δὲ ἀλλὰ καὶ ἀσεβω̃ν λύχνος σβεσθήσεται ἐπελεύσεται δὲ αὐτοι̃ς ἡ καταστροφή ὠδι̃νες δὲ αὐτοὺς ἕξουσιν ἀπὸ ὀργη̃ς

21:18 ἔσονται δὲ ὥσπερ ἄχυρα πρὸ ἀνέμου ἢ ὥσπερ κονιορτός ὃν ὑφείλατο λαι̃λαψ

21:19 ἐκλίποι υἱοὺς τὰ ὑπάρχοντα αὐτου̃ ἀνταποδώσει πρὸς αὐτὸν καὶ γνώσεται

21:20 ἴδοισαν οἱ ὀφθαλμοὶ αὐτου̃ τὴν ἑαυτου̃ σφαγήν ἀπὸ δὲ κυρίου μὴ διασωθείη

21:21 ὅτι τί θέλημα αὐτου̃ ἐν οἴκω̨ αὐτου̃ μετ' αὐτόν καὶ ἀριθμοὶ μηνω̃ν αὐτου̃ διη̨ρέθησαν

21:22 πότερον οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην αὐτὸς δὲ φόνους διακρινει̃

21:23 οὑ̃τος ἀποθανει̃ται ἐν κράτει ἁπλοσύνης αὐτου̃ ὅλος δὲ εὐπαθω̃ν καὶ εὐθηνω̃ν

21:24 τὰ δὲ ἔγκατα αὐτου̃ πλήρη στέατος μυελὸς δὲ αὐτου̃ διαχει̃ται

21:25 ὁ δὲ τελευτα̨̃ ὑπὸ πικρίας ψυχη̃ς οὐ φαγὼν οὐδὲν ἀγαθόν

21:26 ὁμοθυμαδὸν δὲ ἐπὶ γη̃ς κοιμω̃νται σαπρία δὲ αὐτοὺς ἐκάλυψεν

21:27 ὥστε οἰ̃δα ὑμα̃ς ὅτι τόλμη̨ ἐπίκεισθέ μοι

21:28 ὅτι ἐρει̃τε που̃ ἐστιν οἰ̃κος ἄρχοντος καὶ που̃ ἐστιν ἡ σκέπη τω̃ν σκηνωμάτων τω̃ν ἀσεβω̃ν

21:29 ἐρωτήσατε παραπορευομένους ὁδόν καὶ τὰ σημει̃α αὐτω̃ν οὐκ ἀπαλλοτριώσετε

21:30 ὅτι εἰς ἡμέραν ἀπωλείας κουφίζεται ὁ πονηρός εἰς ἡμέραν ὀργη̃ς αὐτου̃ ἀπαχθήσονται

21:31 τίς ἀπαγγελει̃ ἐπὶ προσώπου αὐτου̃ τὴν ὁδὸν αὐτου̃ καὶ αὐτὸς ἐποίησεν τίς ἀνταποδώσει αὐτω̨̃

21:32 καὶ αὐτὸς εἰς τάφους ἀπηνέχθη καὶ ἐπὶ σορω̨̃ ἠγρύπνησεν

21:33 ἐγλυκάνθησαν αὐτω̨̃ χάλικες χειμάρρου καὶ ὀπίσω αὐτου̃ πα̃ς ἄνθρωπος ἀπελεύσεται καὶ ἔμπροσθεν αὐτου̃ ἀναρίθμητοι

21:34 πω̃ς δὲ παρακαλει̃τέ με κενά τὸ δὲ ἐμὲ καταπαύσασθαι ἀφ' ὑμω̃ν οὐδέν

22:1 ὑπολαβὼν δὲ Ελιφας ὁ Θαιμανίτης λέγει

22:2 πότερον οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην

22:3 τί γὰρ μέλει τω̨̃ κυρίω̨ ἐὰν σὺ ἠ̃σθα τοι̃ς ἔργοις ἄμεμπτος ἢ ὠφέλεια ὅτι ἁπλώση̨ς τὴν ὁδόν σου

22:4 ἠ̃ λόγον σου ποιούμενος ἐλέγξει σε καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν

22:5 πότερον οὐχ ἡ κακία σού ἐστιν πολλή ἀναρίθμητοι δέ σού εἰσιν αἱ ἁμαρτίαι

22:6 ἠνεχύραζες δὲ τοὺς ἀδελφούς σου διὰ κενη̃ς ἀμφίασιν δὲ γυμνω̃ν ἀφείλου

22:7 οὐδὲ ὕδωρ διψω̃ντας ἐπότισας ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν

22:8 ἐθαύμασας δέ τινων πρόσωπον ὤ̨κισας δὲ τοὺς ἐπὶ τη̃ς γη̃ς

22:9 χήρας δὲ ἐξαπέστειλας κενάς ὀρφανοὺς δὲ ἐκάκωσας

22:10 τοιγαρου̃ν ἐκύκλωσάν σε παγίδες καὶ ἐσπούδασέν σε πόλεμος ἐξαίσιος

22:11 τὸ φω̃ς σοι σκότος ἀπέβη κοιμηθέντα δὲ ὕδωρ σε ἐκάλυψεν

22:12 μὴ οὐχὶ ὁ τὰ ὑψηλὰ ναίων ἐφορα̨̃ τοὺς δὲ ὕβρει φερομένους ἐταπείνωσεν

22:13 καὶ εἰ̃πας τί ἔγνω ὁ ἰσχυρός ἠ̃ κατὰ του̃ γνόφου κρινει̃

22:14 νέφη ἀποκρυφὴ αὐτου̃ καὶ οὐχ ὁραθήσεται καὶ γυ̃ρον οὐρανου̃ διαπορεύσεται

22:15 μὴ τρίβον αἰώνιον φυλάξεις ἣν ἐπάτησαν ἄνδρες ἄδικοι

22:16 οἳ συνελήμφθησαν ἄωροι ποταμὸς ἐπιρρέων οἱ θεμέλιοι αὐτω̃ν

22:17 οἱ λέγοντες κύριος τί ποιήσει ἡμι̃ν ἢ τί ἐπάξεται ἡμι̃ν ὁ παντοκράτωρ

22:18 ὃς δὲ ἐνέπλησεν τοὺς οἴκους αὐτω̃ν ἀγαθω̃ν βουλὴ δὲ ἀσεβω̃ν πόρρω ἀπ' αὐτου̃

22:19 ἰδόντες δίκαιοι ἐγέλασαν ἄμεμπτος δὲ ἐμυκτήρισεν

22:20 εἰ μὴ ἠφανίσθη ἡ ὑπόστασις αὐτω̃ν καὶ τὸ κατάλειμμα αὐτω̃ν καταφάγεται πυ̃ρ

22:21 γενου̃ δὴ σκληρός ἐὰν ὑπομείνη̨ς εἰ̃τ' ὁ καρπός σου ἔσται ἐν ἀγαθοι̃ς

22:22 ἔκλαβε δὲ ἐκ στόματος αὐτου̃ ἐξηγορίαν καὶ ἀνάλαβε τὰ ῥήματα αὐτου̃ ἐν καρδία̨ σου

22:23 ἐὰν δὲ ἐπιστραφη̨̃ς καὶ ταπεινώση̨ς σεαυτὸν ἔναντι κυρίου πόρρω ἐποίησας ἀπὸ διαίτης σου τὸ ἄδικον

22:24 θήση̨ ἐπὶ χώματι ἐν πέτρα̨ καὶ ὡς πέτρα̨ χειμάρρους Ωφιρ

22:25 ἔσται οὐ̃ν σου ὁ παντοκράτωρ βοηθὸς ἀπὸ ἐχθρω̃ν καθαρὸν δὲ ἀποδώσει σε ὥσπερ ἀργύριον πεπυρωμένον

22:26 εἰ̃τα παρρησιασθήση̨ ἔναντι κυρίου ἀναβλέψας εἰς τὸν οὐρανὸν ἱλαρω̃ς

22:27 εὐξαμένου δέ σου πρὸς αὐτὸν εἰσακούσεταί σου δώσει δέ σοι ἀποδου̃ναι τὰς εὐχάς

22:28 ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης ἐπὶ δὲ ὁδοι̃ς σου ἔσται φέγγος

22:29 ὅτι ἐταπείνωσεν αὐτόν καὶ ἐρει̃ς ὑπερηφανεύσατο καὶ κύφοντα ὀφθαλμοι̃ς σώσει

22:30 ῥύσεται ἀθω̨̃ον καὶ διασώθητι ἐν καθαραι̃ς χερσίν σου

23:1 ὑπολαβὼν δὲ Ιωβ λέγει

23:2 καὶ δὴ οἰ̃δα ὅτι ἐκ χειρός μου ἡ ἔλεγξίς ἐστιν καὶ ἡ χεὶρ αὐτου̃ βαρει̃α γέγονεν ἐπ' ἐμω̨̃ στεναγμω̨̃

23:3 τίς δ' ἄρα γνοίη ὅτι εὕροιμι αὐτὸν καὶ ἔλθοιμι εἰς τέλος

23:4 εἴποιμι δὲ ἐμαυτου̃ κρίμα τὸ δὲ στόμα μου ἐμπλήσαιμι ἐλέγχων

23:5 γνώ̨ην δὲ ῥήματα ἅ μοι ἐρει̃ αἰσθοίμην δὲ τίνα μοι ἀπαγγελει̃

23:6 καὶ εἰ ἐν πολλη̨̃ ἰσχύι ἐπελεύσεταί μοι εἰ̃τα ἐν ἀπειλη̨̃ μοι οὐ χρήσεται

23:7 ἀλήθεια γὰρ καὶ ἔλεγχος παρ' αὐτου̃ ἐξαγάγοι δὲ εἰς τέλος τὸ κρίμα μου

23:8 εἰς γὰρ πρω̃τα πορεύσομαι καὶ οὐκέτι εἰμί τὰ δὲ ἐπ' ἐσχάτοις τί οἰ̃δα

23:9 ἀριστερὰ ποιήσαντος αὐτου̃ καὶ οὐ κατέσχον περιβαλει̃ δεξιά καὶ οὐκ ὄψομαι

23:10 οἰ̃δεν γὰρ ἤδη ὁδόν μου διέκρινεν δέ με ὥσπερ τὸ χρυσίον

23:11 ἐξελεύσομαι δὲ ἐν ἐντάλμασιν αὐτου̃ ὁδοὺς γὰρ αὐτου̃ ἐφύλαξα καὶ οὐ μὴ ἐκκλίνω

23:12 ἀπὸ ἐνταλμάτων αὐτου̃ καὶ οὐ μὴ παρέλθω ἐν δὲ κόλπω̨ μου ἔκρυψα ῥήματα αὐτου̃

23:13 εἰ δὲ καὶ αὐτὸς ἔκρινεν οὕτως τίς ἐστιν ὁ ἀντειπὼν αὐτω̨̃ ὃ γὰρ αὐτὸς ἠθέλησεν καὶ ἐποίησεν

23:15 διὰ του̃το ἐπ' αὐτω̨̃ ἐσπούδακα νουθετούμενος δὲ ἐφρόντισα αὐτου̃

23:15a ἐπὶ τούτω̨ ἀπὸ προσώπου αὐτου̃ κατασπουδασθω̃ κατανοήσω καὶ πτοηθήσομαι ἐξ αὐτου̃

23:16 κύριος δὲ ἐμαλάκυνεν τὴν καρδίαν μου ὁ δὲ παντοκράτωρ ἐσπούδασέν με

23:17 οὐ γὰρ ἤ̨δειν ὅτι ἐπελεύσεταί μοι σκότος πρὸ προσώπου δέ μου ἐκάλυψεν γνόφος

24:1 διὰ τί δὲ κύριον ἔλαθον ὡ̃ραι

24:2 ἀσεβει̃ς δὲ ὅριον ὑπερέβησαν ποίμνιον σὺν ποιμένι ἁρπάσαντες

24:3 ὑποζύγιον ὀρφανω̃ν ἀπήγαγον καὶ βου̃ν χήρας ἠνεχύρασαν

24:4 ἐξέκλιναν ἀδυνάτους ἐξ ὁδου̃ δικαίας ὁμοθυμαδὸν ἐκρύβησαν πραει̃ς γη̃ς

24:5 ἀπέβησαν δὲ ὥσπερ ὄνοι ἐν ἀγρω̨̃ ὑπὲρ ἐμου̃ ἐξελθόντες τὴν ἑαυτω̃ν πρα̃ξιν ἡδύνθη αὐτω̨̃ ἄρτος εἰς νεωτέρους

24:6 ἀγρὸν πρὸ ὥρας οὐκ αὐτω̃ν ὄντα ἐθέρισαν ἀδύνατοι δὲ ἀμπελω̃νας ἀσεβω̃ν ἀμισθὶ καὶ ἀσιτὶ ἠργάσαντο

24:7 γυμνοὺς πολλοὺς ἐκοίμισαν ἄνευ ἱματίων ἀμφίασιν δὲ ψυχη̃ς αὐτω̃ν ἀφείλαντο

24:8 ἀπὸ ψεκάδων ὀρέων ὑγραίνονται παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σκέπην πέτραν περιεβάλοντο

24:9 ἥρπασαν ὀρφανὸν ἀπὸ μαστου̃ ἐκπεπτωκότα δὲ ἐταπείνωσαν

24:10 γυμνοὺς δὲ ἐκοίμισαν ἀδίκως πεινώντων δὲ τὸν ψωμὸν ἀφείλαντο

24:11 ἐν στενοι̃ς ἀδίκως ἐνήδρευσαν ὁδὸν δὲ δικαίαν οὐκ ἤ̨δεισαν

24:12 οἳ ἐκ πόλεως καὶ οἴκων ἰδίων ἐξεβάλλοντο ψυχὴ δὲ νηπίων ἐστέναξεν μέγα αὐτὸς δὲ διὰ τί τούτων ἐπισκοπὴν οὐ πεποίηται

24:13 ἐπὶ γη̃ς ὄντων αὐτω̃ν καὶ οὐκ ἐπέγνωσαν ὁδὸν δὲ δικαιοσύνης οὐκ ἤ̨δεισαν οὐδὲ ἀτραποὺς αὐτη̃ς ἐπορεύθησαν

24:14 γνοὺς δὲ αὐτω̃ν τὰ ἔργα παρέδωκεν αὐτοὺς εἰς σκότος καὶ νυκτὸς ἔσται ὡς κλέπτης

24:15 καὶ ὀφθαλμὸς μοιχου̃ ἐφύλαξεν σκότος λέγων οὐ προσνοήσει με ὀφθαλμός καὶ ἀποκρυβὴν προσώπου ἔθετο

24:16 διώρυξεν ἐν σκότει οἰκίας ἡμέρας ἐσφράγισαν ἑαυτούς οὐκ ἐπέγνωσαν φω̃ς

24:17 ὅτι ὁμοθυμαδὸν τὸ πρωὶ αὐτοι̃ς σκιὰ θανάτου ὅτι ἐπιγνώσεται ταραχὰς σκια̃ς θανάτου

24:18 ἐλαφρός ἐστιν ἐπὶ πρόσωπον ὕδατος καταραθείη ἡ μερὶς αὐτω̃ν ἐπὶ γη̃ς

24:19 ἀναφανείη δὲ τὰ φυτὰ αὐτω̃ν ἐπὶ γη̃ς ξηρά ἀγκαλίδα γὰρ ὀρφανω̃ν ἥρπασαν

24:20 εἰ̃τ' ἀνεμνήσθη αὐτου̃ ἡ ἁμαρτία ὥσπερ δὲ ὁμίχλη δρόσου ἀφανὴς ἐγένετο ἀποδοθείη δὲ αὐτω̨̃ ἃ ἔπραξεν συντριβείη δὲ πα̃ς ἄδικος ἴσα ξύλω̨ ἀνιάτω̨

24:21 στει̃ραν γὰρ οὐκ εὐ̃ ἐποίησεν καὶ γύναιον οὐκ ἠλέησεν

24:22 θυμω̨̃ δὲ κατέστρεψεν ἀδυνάτους ἀναστὰς τοιγαρου̃ν οὐ μὴ πιστεύση̨ κατὰ τη̃ς ἑαυτου̃ ζωη̃ς

24:23 μαλακισθεὶς μὴ ἐλπιζέτω ὑγιασθη̃ναι ἀλλὰ πεσει̃ται νόσω̨

24:24 πολλοὺς γὰρ ἐκάκωσεν τὸ ὕψωμα αὐτου̃ ἐμαράνθη δὲ ὥσπερ μολόχη ἐν καύματι ἢ ὥσπερ στάχυς ἀπὸ καλάμης αὐτόματος ἀποπεσών

24:25 εἰ δὲ μή τίς ἐστιν ὁ φάμενος ψευδη̃ με λέγειν καὶ θήσει εἰς οὐδὲν τὰ ῥήματά μου

25:1 ὑπολαβὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει

25:2 τί γὰρ προοίμιον ἢ φόβος παρ' αὐτου̃ ὁ ποιω̃ν τὴν σύμπασαν ἐν ὑψίστω̨

25:3 μὴ γάρ τις ὑπολάβοι ὅτι ἔστιν παρέλκυσις πειραται̃ς ἐπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἔνεδρα παρ' αὐτου̃

25:4 πω̃ς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι κυρίου ἢ τίς ἂν ἀποκαθαρίσαι ἑαυτὸν γεννητὸς γυναικός

25:5 εἰ σελήνη̨ συντάσσει καὶ οὐκ ἐπιφαύσκει ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον αὐτου̃

25:6 ἔα δέ ἄνθρωπος σαπρία καὶ υἱὸς ἀνθρώπου σκώληξ

26:1 ὑπολαβὼν δὲ Ιωβ λέγει

26:2 τίνι πρόσκεισαι ἢ τίνι μέλλεις βοηθει̃ν πότερον οὐχ ὡ̨̃ πολλὴ ἰσχὺς καὶ ὡ̨̃ βραχίων κραταιός ἐστιν

26:3 τίνι συμβεβούλευσαι οὐχ ὡ̨̃ πα̃σα σοφία ἢ τίνι ἐπακολουθήσεις οὐχ ὡ̨̃ μεγίστη δύναμις

26:4 τίνι ἀνήγγειλας ῥήματα πνοὴ δὲ τίνος ἐστὶν ἡ ἐξελθου̃σα ἐκ σου̃

26:5 μὴ γίγαντες μαιωθήσονται ὑποκάτωθεν ὕδατος καὶ τω̃ν γειτόνων αὐτου̃

26:6 γυμνὸς ὁ ἅ̨δης ἐπώπιον αὐτου̃ καὶ οὐκ ἔστιν περιβόλαιον τη̨̃ ἀπωλεία̨

26:7 ἐκτείνων βορέαν ἐπ' οὐδέν κρεμάζων γη̃ν ἐπὶ οὐδενός

26:8 δεσμεύων ὕδωρ ἐν νεφέλαις αὐτου̃ καὶ οὐκ ἐρράγη νέφος ὑποκάτω αὐτου̃

26:9 ὁ κρατω̃ν πρόσωπον θρόνου ἐκπετάζων ἐπ' αὐτὸν νέφος αὐτου̃

26:10 πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος μέχρι συντελείας φωτὸς μετὰ σκότους

26:11 στυ̃λοι οὐρανου̃ ἐπετάσθησαν καὶ ἐξέστησαν ἀπὸ τη̃ς ἐπιτιμήσεως αὐτου̃

26:12 ἰσχύι κατέπαυσεν τὴν θάλασσαν ἐπιστήμη̨ δὲ ἔτρωσε τὸ κη̃τος

26:13 κλει̃θρα δὲ οὐρανου̃ δεδοίκασιν αὐτόν προστάγματι δὲ ἐθανάτωσεν δράκοντα ἀποστάτην

26:14 ἰδοὺ ταυ̃τα μέρη ὁδου̃ αὐτου̃ καὶ ἐπὶ ἰκμάδα λόγου ἀκουσόμεθα ἐν αὐτω̨̃ σθένος δὲ βροντη̃ς αὐτου̃ τίς οἰ̃δεν ὁπότε ποιήσει

27:1 ἔτι δὲ προσθεὶς Ιωβ εἰ̃πεν τω̨̃ προοιμίω̨

27:2 ζη̨̃ κύριος ὃς οὕτω με κέκρικεν καὶ ὁ παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχήν

27:3 ἠ̃ μὴν ἔτι τη̃ς πνοη̃ς μου ἐνούσης πνευ̃μα δὲ θει̃ον τὸ περιόν μοι ἐν ῥισίν

27:4 μὴ λαλήσειν τὰ χείλη μου ἄνομα οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα

27:5 μή μοι εἴη δικαίους ὑμα̃ς ἀποφη̃ναι ἕως ἂν ἀποθάνω οὐ γὰρ ἀπαλλάξω μου τὴν ἀκακίαν

27:6 δικαιοσύνη̨ δὲ προσέχων οὐ μὴ προω̃μαι οὐ γὰρ σύνοιδα ἐμαυτω̨̃ ἄτοπα πράξας

27:7 οὐ μὴν δὲ ἀλλὰ εἴησαν οἱ ἐχθροί μου ὥσπερ ἡ καταστροφὴ τω̃ν ἀσεβω̃ν καὶ οἱ ἐπ' ἐμὲ ἐπανιστανόμενοι ὥσπερ ἡ ἀπώλεια τω̃ν παρανόμων

27:8 καὶ τίς γάρ ἐστιν ἐλπὶς ἀσεβει̃ ὅτι ἐπέχει πεποιθὼς ἐπὶ κύριον ἀ̃ρα σωθήσεται

27:9 ἠ̃ τὴν δέησιν αὐτου̃ εἰσακούσεται κύριος ἢ ἐπελθούσης αὐτω̨̃ ἀνάγκης

27:10 μὴ ἔχει τινὰ παρρησίαν ἔναντι αὐτου̃ ἢ ὡς ἐπικαλεσαμένου αὐτου̃ εἰσακούσεται αὐτου̃

27:11 ἀλλὰ δὴ ἀναγγελω̃ ὑμι̃ν τί ἐστιν ἐν χειρὶ κυρίου ἅ ἐστιν παρὰ παντοκράτορι οὐ ψεύσομαι

27:12 ἰδοὺ δὴ πάντες οἴδατε ὅτι κενὰ κενοι̃ς ἐπιβάλλετε

27:13 αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβου̃ς παρὰ κυρίου κτη̃μα δὲ δυναστω̃ν ἐλεύσεται παρὰ παντοκράτορος ἐπ' αὐτούς

27:14 ἐὰν δὲ πολλοὶ γένωνται οἱ υἱοὶ αὐτου̃ εἰς σφαγὴν ἔσονται ἐὰν δὲ καὶ ἀνδρωθω̃σιν προσαιτήσουσιν

27:15 οἱ δὲ περιόντες αὐτου̃ ἐν θανάτω̨ τελευτήσουσιν χήρας δὲ αὐτω̃ν οὐθεὶς ἐλεήσει

27:16 ἐὰν συναγάγη̨ ὥσπερ γη̃ν ἀργύριον ἴσα δὲ πηλω̨̃ ἑτοιμάση̨ χρυσίον

27:17 ταυ̃τα πάντα δίκαιοι περιποιήσονται τὰ δὲ χρήματα αὐτου̃ ἀληθινοὶ καθέξουσιν

27:18 ἀπέβη δὲ ὁ οἰ̃κος αὐτου̃ ὥσπερ ση̃τες καὶ ὥσπερ ἀράχνη

27:19 πλούσιος κοιμηθεὶς καὶ οὐ προσθήσει ὀφθαλμοὺς αὐτου̃ διήνοιξεν καὶ οὐκ ἔστιν

27:20 συνήντησαν αὐτω̨̃ ὥσπερ ὕδωρ αἱ ὀδύναι νυκτὶ δὲ ὑφείλατο αὐτὸν γνόφος

27:21 ἀναλήμψεται αὐτὸν καύσων καὶ ἀπελεύσεται καὶ λικμήσει αὐτὸν ἐκ του̃ τόπου αὐτου̃

27:22 καὶ ἐπιρρίψει ἐπ' αὐτὸν καὶ οὐ φείσεται ἐκ χειρὸς αὐτου̃ φυγη̨̃ φεύξεται

27:23 κροτήσει ἐπ' αὐτου̃ χει̃ρας αὐτου̃ καὶ συριει̃ αὐτὸν ἐκ του̃ τόπου αὐτου̃

28:1 ἔστιν γὰρ ἀργυρίω̨ τόπος ὅθεν γίνεται τόπος δὲ χρυσίω̨ ὅθεν διηθει̃ται

28:2 σίδηρος μὲν γὰρ ἐκ γη̃ς γίνεται χαλκὸς δὲ ἴσα λίθω̨ λατομει̃ται

28:3 τάξιν ἔθετο σκότει καὶ πα̃ν πέρας αὐτὸς ἐξακριβάζεται λίθος σκοτία καὶ σκιὰ θανάτου

28:4 διακοπὴ χειμάρρου ἀπὸ κονίας οἱ δὲ ἐπιλανθανόμενοι ὁδὸν δικαίαν ἠσθένησαν ἐκ βροτω̃ν

28:5 γη̃ ἐξ αὐτη̃ς ἐξελεύσεται ἄρτος ὑποκάτω αὐτη̃ς ἐστράφη ὡσεὶ πυ̃ρ

28:6 τόπος σαπφείρου οἱ λίθοι αὐτη̃ς καὶ χω̃μα χρυσίον αὐτω̨̃

28:7 τρίβος οὐκ ἔγνω αὐτὴν πετεινόν καὶ οὐ παρέβλεψεν αὐτὴν ὀφθαλμὸς γυπός

28:8 οὐκ ἐπάτησαν αὐτὴν υἱοὶ ἀλαζόνων οὐ παρη̃λθεν ἐπ' αὐτη̃ς λέων

28:9 ἐν ἀκροτόμω̨ ἐξέτεινεν χει̃ρα αὐτου̃ κατέστρεψεν δὲ ἐκ ῥιζω̃ν ὄρη

28:10 δίνας δὲ ποταμω̃ν ἔρρηξεν πα̃ν δὲ ἔντιμον εἰ̃δέν μου ὁ ὀφθαλμός

28:11 βάθη δὲ ποταμω̃ν ἀνεκάλυψεν ἔδειξεν δὲ ἑαυτου̃ δύναμιν εἰς φω̃ς

28:12 ἡ δὲ σοφία πόθεν εὑρέθη ποι̃ος δὲ τόπος ἐστὶν τη̃ς ἐπιστήμης

28:13 οὐκ οἰ̃δεν βροτὸς ὁδὸν αὐτη̃ς οὐδὲ μὴ εὑρεθη̨̃ ἐν ἀνθρώποις

28:14 ἄβυσσος εἰ̃πεν οὐκ ἔστιν ἐν ἐμοί καὶ θάλασσα εἰ̃πεν οὐκ ἔστιν μετ' ἐμου̃

28:15 οὐ δώσει συγκλεισμὸν ἀντ' αὐτη̃ς καὶ οὐ σταθήσεται ἀργύριον ἀντάλλαγμα αὐτη̃ς

28:16 καὶ οὐ συμβασταχθήσεται χρυσίω̨ Ωφιρ ἐν ὄνυχι τιμίω̨ καὶ σαπφείρω̨

28:17 οὐκ ἰσωθήσεται αὐτη̨̃ χρυσίον καὶ ὕαλος καὶ τὸ ἄλλαγμα αὐτη̃ς σκεύη χρυσα̃

28:18 μετέωρα καὶ γαβις οὐ μνησθήσεται καὶ ἕλκυσον σοφίαν ὑπὲρ τὰ ἐσώτατα

28:19 οὐκ ἰσωθήσεται αὐτη̨̃ τοπάζιον Αἰθιοπίας χρυσίω̨ καθαρω̨̃ οὐ συμβασταχθήσεται

28:20 ἡ δὲ σοφία πόθεν εὑρέθη ποι̃ος δὲ τόπος ἐστὶν τη̃ς συνέσεως

28:21 λέληθεν πάντα ἄνθρωπον καὶ ἀπὸ πετεινω̃ν του̃ οὐρανου̃ ἐκρύβη

28:22 ἡ ἀπώλεια καὶ ὁ θάνατος εἰ̃παν ἀκηκόαμεν δὲ αὐτη̃ς τὸ κλέος

28:23 ὁ θεὸς εὐ̃ συνέστησεν αὐτη̃ς τὴν ὁδόν αὐτὸς δὲ οἰ̃δεν τὸν τόπον αὐτη̃ς

28:24 αὐτὸς γὰρ τὴν ὑπ' οὐρανὸν πα̃σαν ἐφορα̨̃ εἰδὼς τὰ ἐν τη̨̃ γη̨̃ πάντα ἃ ἐποίησεν

28:25 ἀνέμων σταθμὸν ὕδατός τε μέτρα

28:26 ὅτε ἐποίησεν οὕτως ὑετὸν ἠρίθμησεν καὶ ὁδὸν ἐν τινάγματι φωνάς

28:27 τότε εἰ̃δεν αὐτὴν καὶ ἐξηγήσατο αὐτήν ἑτοιμάσας ἐξιχνίασεν

28:28 εἰ̃πεν δὲ ἀνθρώπω̨ ἰδοὺ ἡ θεοσέβειά ἐστιν σοφία τὸ δὲ ἀπέχεσθαι ἀπὸ κακω̃ν ἐστιν ἐπιστήμη

29:1 ἔτι δὲ προσθεὶς Ιωβ εἰ̃πεν τω̨̃ προοιμίω̨

29:2 τίς ἄν με θείη κατὰ μη̃να ἔμπροσθεν ἡμερω̃ν ὡ̃ν με ὁ θεὸς ἐφύλαξεν

29:3 ὡς ὅτε ηὔγει ὁ λύχνος αὐτου̃ ὑπὲρ κεφαλη̃ς μου ὅτε τω̨̃ φωτὶ αὐτου̃ ἐπορευόμην ἐν σκότει

29:4 ὅτε ἤμην ἐπιβρίθων ὁδοι̃ς ὅτε ὁ θεὸς ἐπισκοπὴν ἐποιει̃το του̃ οἴκου μου

29:5 ὅτε ἤμην ὑλώδης λίαν κύκλω̨ δέ μου οἱ παι̃δες

29:6 ὅτε ἐχέοντό μου αἱ ὁδοὶ βουτύρω̨ τὰ δὲ ὄρη μου ἐχέοντο γάλακτι

29:7 ὅτε ἐξεπορευόμην ὄρθριος ἐν πόλει ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος

29:8 ἰδόντες με νεανίσκοι ἐκρύβησαν πρεσβυ̃ται δὲ πάντες ἔστησαν

29:9 ἁδροὶ δὲ ἐπαύσαντο λαλου̃ντες δάκτυλον ἐπιθέντες ἐπὶ στόματι

29:10 οἱ δὲ ἀκούσαντες ἐμακάρισάν με καὶ γλω̃σσα αὐτω̃ν τω̨̃ λάρυγγι αὐτω̃ν ἐκολλήθη

29:11 ὅτι οὐ̃ς ἤκουσεν καὶ ἐμακάρισέν με ὀφθαλμὸς δὲ ἰδών με ἐξέκλινεν

29:12 διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου καὶ ὀρφανω̨̃ ὡ̨̃ οὐκ ἠ̃ν βοηθός ἐβοήθησα

29:13 εὐλογία ἀπολλυμένου ἐπ' ἐμὲ ἔλθοι στόμα δὲ χήρας με εὐλόγησεν

29:14 δικαιοσύνην δὲ ἐνεδεδύκειν ἠμφιασάμην δὲ κρίμα ἴσα διπλοΐδι

29:15 ὀφθαλμὸς ἤμην τυφλω̃ν ποὺς δὲ χωλω̃ν

29:16 ἐγὼ ἤμην πατὴρ ἀδυνάτων δίκην δέ ἣν οὐκ ἤ̨δειν ἐξιχνίασα

29:17 συνέτριψα δὲ μύλας ἀδίκων ἐκ δὲ μέσου τω̃ν ὀδόντων αὐτω̃ν ἅρπαγμα ἐξέσπασα

29:18 εἰ̃πα δέ ἡ ἡλικία μου γηράσει ὥσπερ στέλεχος φοίνικος πολὺν χρόνον βιώσω

29:19 ἡ ῥίζα μου διήνοικται ἐπὶ ὕδατος καὶ δρόσος αὐλισθήσεται ἐν τω̨̃ θερισμω̨̃ μου

29:20 ἡ δόξα μου καινὴ μετ' ἐμου̃ καὶ τὸ τόξον μου ἐν χειρὶ αὐτου̃ πορεύσεται

29:21 ἐμου̃ ἀκούσαντες προσέσχον ἐσιώπησαν δὲ ἐπὶ τη̨̃ ἐμη̨̃ βουλη̨̃

29:22 ἐπὶ δὲ τω̨̃ ἐμω̨̃ ῥήματι οὐ προσέθεντο περιχαρει̃ς δὲ ἐγίνοντο ὁπόταν αὐτοι̃ς ἐλάλουν

29:23 ὥσπερ γη̃ διψω̃σα προσδεχομένη τὸν ὑετόν οὕτως οὑ̃τοι τὴν ἐμὴν λαλιάν

29:24 ἐὰν γελάσω πρὸς αὐτούς οὐ μὴ πιστεύσωσιν καὶ φω̃ς του̃ προσώπου μου οὐκ ἀπέπιπτεν

29:25 ἐξελεξάμην ὁδὸν αὐτω̃ν καὶ ἐκάθισα ἄρχων καὶ κατεσκήνουν ὡσεὶ βασιλεὺς ἐν μονοζώνοις ὃν τρόπον παθεινοὺς παρακαλω̃ν

30:1 νυνὶ δὲ κατεγέλασάν μου ἐλάχιστοι νυ̃ν νουθετου̃σίν με ἐν μέρει ὡ̃ν ἐξουδένουν πατέρας αὐτω̃ν οὓς οὐχ ἡγησάμην εἰ̃ναι ἀξίους κυνω̃ν τω̃ν ἐμω̃ν νομάδων

30:2 καί γε ἰσχὺς χειρω̃ν αὐτω̃ν ἵνα τί μοι ἐπ' αὐτοὺς ἀπώλετο συντέλεια

30:3 ἐν ἐνδεία̨ καὶ λιμω̨̃ ἄγονος οἱ φεύγοντες ἄνυδρον ἐχθὲς συνοχὴν καὶ ταλαιπωρίαν

30:4 οἱ περικλω̃ντες ἅλιμα ἐπὶ ἠχου̃ντι οἵτινες ἅλιμα ἠ̃ν αὐτω̃ν τὰ σι̃τα ἄτιμοι δὲ καὶ πεφαυλισμένοι ἐνδεει̃ς παντὸς ἀγαθου̃ οἳ καὶ ῥίζας ξύλων ἐμασω̃ντο ὑπὸ λιμου̃ μεγάλου

30:5 ἐπανέστησάν μοι κλέπται

30:6 ὡ̃ν οἱ οἰ̃κοι αὐτω̃ν ἠ̃σαν τρω̃γλαι πετρω̃ν

30:7 ἀνὰ μέσον εὐήχων βοήσονται οἳ ὑπὸ φρύγανα ἄγρια διη̨τω̃ντο

30:8 ἀφρόνων υἱοὶ καὶ ἀτίμων ὄνομα καὶ κλέος ἐσβεσμένον ἀπὸ γη̃ς

30:9 νυνὶ δὲ κιθάρα ἐγώ εἰμι αὐτω̃ν καὶ ἐμὲ θρύλημα ἔχουσιν

30:10 ἐβδελύξαντο δέ με ἀποστάντες μακράν ἀπὸ δὲ προσώπου μου οὐκ ἐφείσαντο πτύελον

30:11 ἀνοίξας γὰρ φαρέτραν αὐτου̃ ἐκάκωσέν με καὶ χαλινὸν του̃ προσώπου μου ἐξαπέστειλαν

30:12 ἐπὶ δεξιω̃ν βλαστου̃ ἐπανέστησαν πόδα αὐτω̃ν ἐξέτειναν καὶ ὡδοποίησαν ἐπ' ἐμὲ τρίβους ἀπωλείας αὐτω̃ν

30:13 ἐξετρίβησαν τρίβοι μου ἐξέδυσεν γάρ μου τὴν στολήν

30:14 βέλεσιν αὐτου̃ κατηκόντισέν με κέχρηταί μοι ὡς βούλεται ἐν ὀδύναις πέφυρμαι

30:15 ἐπιστρέφονται δέ μου αἱ ὀδύναι ὤ̨χετό μου ἡ ἐλπὶς ὥσπερ πνευ̃μα καὶ ὥσπερ νέφος ἡ σωτηρία μου

30:16 καὶ νυ̃ν ἐπ' ἐμὲ ἐκχυθήσεται ἡ ψυχή μου ἔχουσιν δέ με ἡμέραι ὀδυνω̃ν

30:17 νυκτὶ δέ μου τὰ ὀστα̃ συγκέκαυται τὰ δὲ νευ̃ρά μου διαλέλυται

30:18 ἐν πολλη̨̃ ἰσχύι ἐπελάβετό μου τη̃ς στολη̃ς ὥσπερ τὸ περιστόμιον του̃ χιτω̃νός μου περιέσχεν με

30:19 ἥγησαι δέ με ἴσα πηλω̨̃ ἐν γη̨̃ καὶ σποδω̨̃ μου ἡ μερίς

30:20 κέκραγα δὲ πρὸς σὲ καὶ οὐκ εἰσακούεις μου ἔστησαν καὶ κατενόησάν με

30:21 ἐπέβης δέ μοι ἀνελεημόνως χειρὶ κραταια̨̃ με ἐμαστίγωσας

30:22 ἔταξας δέ με ἐν ὀδύναις καὶ ἀπέρριψάς με ἀπὸ σωτηρίας

30:23 οἰ̃δα γὰρ ὅτι θάνατός με ἐκτρίψει οἰκία γὰρ παντὶ θνητω̨̃ γη̃

30:24 εἰ γὰρ ὄφελον δυναίμην ἐμαυτὸν χειρώσασθαι ἢ δεηθείς γε ἑτέρου καὶ ποιήσει μοι του̃το

30:25 ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτω̨ ἔκλαυσα ἐστέναξα δὲ ἰδὼν ἄνδρα ἐν ἀνάγκαις

30:26 ἐγὼ δὲ ἐπέχων ἀγαθοι̃ς ἰδοὺ συνήντησάν μοι μα̃λλον ἡμέραι κακω̃ν

30:27 ἡ κοιλία μου ἐξέζεσεν καὶ οὐ σιωπήσεται προέφθασάν με ἡμέραι πτωχείας

30:28 στένων πεπόρευμαι ἄνευ φιμου̃ ἕστηκα δὲ ἐν ἐκκλησία̨ κεκραγώς

30:29 ἀδελφὸς γέγονα σειρήνων ἑται̃ρος δὲ στρουθω̃ν

30:30 τὸ δὲ δέρμα μου ἐσκότωται μεγάλως τὰ δὲ ὀστα̃ μου ἀπὸ καύματος

30:31 ἀπέβη δὲ εἰς πάθος μου ἡ κιθάρα ὁ δὲ ψαλμός μου εἰς κλαυθμὸν ἐμοί

31:1 διαθήκην ἐθέμην τοι̃ς ὀφθαλμοι̃ς μου καὶ οὐ συνήσω ἐπὶ παρθένον

31:2 καὶ τί ἐμέρισεν ὁ θεὸς ἀπάνωθεν καὶ κληρονομία ἱκανου̃ ἐξ ὑψίστων

31:3 οὐχὶ ἀπώλεια τω̨̃ ἀδίκω̨ καὶ ἀπαλλοτρίωσις τοι̃ς ποιου̃σιν ἀνομίαν

31:4 οὐχὶ αὐτὸς ὄψεται ὁδόν μου καὶ πάντα τὰ διαβήματά μου ἐξαριθμήσεται

31:5 εἰ δὲ ἤμην πεπορευμένος μετὰ γελοιαστω̃ν εἰ δὲ καὶ ἐσπούδασεν ὁ πούς μου εἰς δόλον

31:6 ἱσταίη με ἄρα ἐν ζυγω̨̃ δικαίω̨ οἰ̃δεν δὲ ὁ κύριος τὴν ἀκακίαν μου

31:7 εἰ ἐξέκλινεν ὁ πούς μου ἐκ τη̃ς ὁδου̃ εἰ δὲ καὶ τω̨̃ ὀφθαλμω̨̃ ἐπηκολούθησεν ἡ καρδία μου εἰ δὲ καὶ ται̃ς χερσίν μου ἡψάμην δώρων

31:8 σπείραιμι ἄρα καὶ ἄλλοι φάγοισαν ἄρριζος δὲ γενοίμην ἐπὶ γη̃ς

31:9 εἰ ἐξηκολούθησεν ἡ καρδία μου γυναικὶ ἀνδρὸς ἑτέρου εἰ καὶ ἐγκάθετος ἐγενόμην ἐπὶ θύραις αὐτη̃ς

31:10 ἀρέσαι ἄρα καὶ ἡ γυνή μου ἑτέρω̨ τὰ δὲ νήπιά μου ταπεινωθείη

31:11 θυμὸς γὰρ ὀργη̃ς ἀκατάσχετος τὸ μια̃ναι ἀνδρὸς γυναι̃κα

31:12 πυ̃ρ γάρ ἐστιν καιόμενον ἐπὶ πάντων τω̃ν μερω̃ν οὑ̃ δ' ἂν ἐπέλθη̨ ἐκ ῥιζω̃ν ἀπώλεσεν

31:13 εἰ δὲ καὶ ἐφαύλισα κρίμα θεράποντός μου ἢ θεραπαίνης κρινομένων αὐτω̃ν πρός με

31:14 τί γὰρ ποιήσω ἐὰν ἔτασίν μου ποιήσηται ὁ κύριος ἐὰν δὲ καὶ ἐπισκοπήν τίνα ἀπόκρισιν ποιήσομαι

31:15 πότερον οὐχ ὡς καὶ ἐγὼ ἐγενόμην ἐν γαστρί καὶ ἐκει̃νοι γεγόνασιν γεγόναμεν δὲ ἐν τη̨̃ αὐτη̨̃ κοιλία̨

31:16 ἀδύνατοι δὲ χρείαν ἥν ποτ' εἰ̃χον οὐκ ἀπέτυχον χήρας δὲ τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα

31:17 εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον μόνος καὶ οὐχὶ ὀρφανω̨̃ μετέδωκα

31:18 ὅτι ἐκ νεότητός μου ἐξέτρεφον ὡς πατὴρ καὶ ἐκ γαστρὸς μητρός μου ὡδήγησα

31:19 εἰ δὲ καὶ ὑπερει̃δον γυμνὸν ἀπολλύμενον καὶ οὐκ ἠμφίασα

31:20 ἀδύνατοι δὲ εἰ μὴ εὐλόγησάν με ἀπὸ δὲ κουρα̃ς ἀμνω̃ν μου ἐθερμάνθησαν οἱ ὠ̃μοι αὐτω̃ν

31:21 εἰ ἐπη̃ρα ὀρφανω̨̃ χει̃ρα πεποιθὼς ὅτι πολλή μοι βοήθεια περίεστιν

31:22 ἀποσταίη ἄρα ὁ ὠ̃μός μου ἀπὸ τη̃ς κλειδός ὁ δὲ βραχίων μου ἀπὸ του̃ ἀγκω̃νός μου συντριβείη

31:23 φόβος γὰρ κυρίου συνέσχεν με καὶ ἀπὸ του̃ λήμματος αὐτου̃ οὐχ ὑποίσω

31:24 εἰ ἔταξα χρυσίον ἰσχύν μου εἰ δὲ καὶ λίθω̨ πολυτελει̃ ἐπεποίθησα

31:25 εἰ δὲ καὶ εὐφράνθην πολλου̃ πλούτου μοι γενομένου εἰ δὲ καὶ ἐπ' ἀναριθμήτοις ἐθέμην χει̃ρά μου

31:26 ἠ̃ οὐχ ὁρω̃ μὲν ἥλιον τὸν ἐπιφαύσκοντα ἐκλείποντα σελήνην δὲ φθίνουσαν οὐ γὰρ ἐπ' αὐτοι̃ς ἐστιν

31:27 καὶ εἰ ἠπατήθη λάθρα̨ ἡ καρδία μου εἰ δὲ καὶ χει̃ρά μου ἐπιθεὶς ἐπὶ στόματί μου ἐφίλησα

31:28 καὶ του̃τό μοι ἄρα ἀνομία ἡ μεγίστη λογισθείη ὅτι ἐψευσάμην ἐναντίον κυρίου του̃ ὑψίστου

31:29 εἰ δὲ καὶ ἐπιχαρὴς ἐγενόμην πτώματι ἐχθρω̃ν μου καὶ εἰ̃πεν ἡ καρδία μου εὐ̃γε

31:30 ἀκούσαι ἄρα τὸ οὐ̃ς μου τὴν κατάραν μου θρυληθείην δὲ ἄρα ὑπὸ λαου̃ μου κακούμενος

31:31 εἰ δὲ καὶ πολλάκις εἰ̃πον αἱ θεράπαιναί μου τίς ἂν δώ̨η ἡμι̃ν τω̃ν σαρκω̃ν αὐτου̃ πλησθη̃ναι λίαν μου χρηστου̃ ὄντος

31:32 ἔξω δὲ οὐκ ηὐλίζετο ξένος ἡ δὲ θύρα μου παντὶ ἐλθόντι ἀνέω̨κτο

31:33 εἰ δὲ καὶ ἁμαρτὼν ἀκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου

31:34 οὐ γὰρ διετράπην πολυοχλίαν πλήθους του̃ μὴ ἐξαγορευ̃σαι ἐνώπιον αὐτω̃ν εἰ δὲ καὶ εἴασα ἀδύνατον ἐξελθει̃ν θύραν μου κόλπω̨ κενω̨̃

31:35 τίς δώ̨η ἀκούοντά μου χει̃ρα δὲ κυρίου εἰ μὴ ἐδεδοίκειν συγγραφὴν δέ ἣν εἰ̃χον κατά τινος

31:36 ἐπ' ὤμοις ἂν περιθέμενος στέφανον ἀνεγίνωσκον

31:37 καὶ εἰ μὴ ῥήξας αὐτὴν ἀπέδωκα οὐθὲν λαβὼν παρὰ χρεοφειλέτου

31:38 εἰ ἐπ' ἐμοί ποτε ἡ γη̃ ἐστέναξεν εἰ δὲ καὶ οἱ αὔλακες αὐτη̃ς ἔκλαυσαν ὁμοθυμαδόν

31:39 εἰ δὲ καὶ τὴν ἰσχὺν αὐτη̃ς ἔφαγον μόνος ἄνευ τιμη̃ς εἰ δὲ καὶ ψυχὴν κυρίου τη̃ς γη̃ς ἐκβαλὼν ἐλύπησα

31:40 ἀντὶ πυρου̃ ἄρα ἐξέλθοι μοι κνίδη ἀντὶ δὲ κριθη̃ς βάτος καὶ ἐπαύσατο Ιωβ ῥήμασιν

32:1 ἡσύχασαν δὲ καὶ οἱ τρει̃ς φίλοι αὐτου̃ ἔτι ἀντειπει̃ν Ιωβ ἠ̃ν γὰρ Ιωβ δίκαιος ἐναντίον αὐτω̃ν

32:2 ὠργίσθη δὲ Ελιους ὁ του̃ Βαραχιηλ ὁ Βουζίτης ἐκ τη̃ς συγγενείας Ραμ τη̃ς Αυσίτιδος χώρας ὠργίσθη δὲ τω̨̃ Ιωβ σφόδρα διότι ἀπέφηνεν ἑαυτὸν δίκαιον ἐναντίον κυρίου

32:3 καὶ κατὰ τω̃ν τριω̃ν δὲ φίλων ὠργίσθη σφόδρα διότι οὐκ ἠδυνήθησαν ἀποκριθη̃ναι ἀντίθετα Ιωβ καὶ ἔθεντο αὐτὸν εἰ̃ναι ἀσεβη̃

32:4 Ελιους δὲ ὑπέμεινεν δου̃ναι ἀπόκρισιν Ιωβ ὅτι πρεσβύτεροι αὐτου̃ εἰσιν ἡμέραις

32:5 καὶ εἰ̃δεν Ελιους ὅτι οὐκ ἔστιν ἀπόκρισις ἐν στόματι τω̃ν τριω̃ν ἀνδρω̃ν καὶ ἐθυμώθη ὀργὴ αὐτου̃

32:6 ὑπολαβὼν δὲ Ελιους ὁ του̃ Βαραχιηλ ὁ Βουζίτης εἰ̃πεν νεώτερος μέν εἰμι τω̨̃ χρόνω̨ ὑμει̃ς δέ ἐστε πρεσβύτεροι διὸ ἡσύχασα φοβηθεὶς του̃ ὑμι̃ν ἀναγγει̃λαι τὴν ἐμαυτου̃ ἐπιστήμην

32:7 εἰ̃πα δὲ ὅτι ὁ χρόνος ἐστὶν ὁ λαλω̃ν ἐν πολλοι̃ς δὲ ἔτεσιν οἴδασιν σοφίαν

32:8 ἀλλὰ πνευ̃μά ἐστιν ἐν βροτοι̃ς πνοὴ δὲ παντοκράτορός ἐστιν ἡ διδάσκουσα

32:9 οὐχ οἱ πολυχρόνιοί εἰσιν σοφοί οὐδ' οἱ γέροντες οἴδασιν κρίμα

32:10 διὸ εἰ̃πα ἀκούσατέ μου καὶ ἀναγγελω̃ ὑμι̃ν ἃ οἰ̃δα

32:11 ἐνωτίζεσθέ μου τὰ ῥήματα ἐρω̃ γὰρ ὑμω̃ν ἀκουόντων ἄχρι οὑ̃ ἐτάσητε λόγους

32:12 καὶ μέχρι ὑμω̃ν συνήσω καὶ ἰδοὺ οὐκ ἠ̃ν τω̨̃ Ιωβ ἐλέγχων ἀνταποκρινόμενος ῥήματα αὐτου̃ ἐξ ὑμω̃ν

32:13 ἵνα μὴ εἴπητε εὕρομεν σοφίαν κυρίω̨ προσθέμενοι

32:14 ἀνθρώπω̨ δὲ ἐπετρέψατε λαλη̃σαι τοιαυ̃τα ῥήματα

32:15 ἐπτοήθησαν οὐκ ἀπεκρίθησαν ἔτι ἐπαλαίωσαν ἐξ αὐτω̃ν λόγους

32:16 ὑπέμεινα οὐ γὰρ ἐλάλησαν ὅτι ἔστησαν οὐκ ἀπεκρίθησαν

32:17 ὑπολαβὼν δὲ Ελιους λέγει

32:18 πάλιν λαλήσω πλήρης γάρ εἰμι ῥημάτων ὀλέκει γάρ με τὸ πνευ̃μα τη̃ς γαστρός

32:19 ἡ δὲ γαστήρ μου ὥσπερ ἀσκὸς γλεύκους ζέων δεδεμένος ἢ ὥσπερ φυσητὴρ χαλκέως ἐρρηγώς

32:20 λαλήσω ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη

32:21 ἄνθρωπον γὰρ οὐ μὴ αἰσχυνθω̃ ἀλλὰ μὴν οὐδὲ βροτὸν οὐ μὴ ἐντραπω̃

32:22 οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπον εἰ δὲ μή καὶ ἐμὲ ση̃τες ἔδονται

33:1 οὐ μὴν δὲ ἀλλὰ ἄκουσον Ιωβ τὰ ῥήματά μου καὶ λαλιὰν ἐνωτίζου μου

33:2 ἰδοὺ γὰρ ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησεν ἡ γλω̃σσά μου

33:3 καθαρά μου ἡ καρδία ῥήμασιν σύνεσις δὲ χειλέων μου καθαρὰ νοήσει

33:4 πνευ̃μα θει̃ον τὸ ποιη̃σάν με πνοὴ δὲ παντοκράτορος ἡ διδάσκουσά με

33:5 ἐὰν δύνη̨ δός μοι ἀπόκρισιν πρὸς ταυ̃τα ὑπόμεινον στη̃θι κατ' ἐμὲ καὶ ἐγὼ κατὰ σέ

33:6 ἐκ πηλου̃ διήρτισαι σὺ ὡς καὶ ἐγώ ἐκ του̃ αὐτου̃ διηρτίσμεθα

33:7 οὐχ ὁ φόβος μού σε στροβήσει οὐδὲ ἡ χείρ μου βαρει̃α ἔσται ἐπὶ σοί

33:8 πλὴν εἰ̃πας ἐν ὠσίν μου φωνὴν ῥημάτων σου ἀκήκοα

33:9 διότι λέγεις καθαρός εἰμι οὐχ ἁμαρτών ἄμεμπτος δέ εἰμι οὐ γὰρ ἠνόμησα

33:10 μέμψιν δὲ κατ' ἐμου̃ εὑ̃ρεν ἥγηται δέ με ὥσπερ ὑπεναντίον

33:11 ἔθετο δὲ ἐν ξύλω̨ τὸν πόδα μου ἐφύλαξεν δέ μου πάσας τὰς ὁδούς

33:12 πω̃ς γὰρ λέγεις δίκαιός εἰμι καὶ οὐκ ἐπακήκοέν μου αἰώνιος γάρ ἐστιν ὁ ἐπάνω βροτω̃ν

33:13 λέγεις δέ διὰ τί τη̃ς δίκης μου οὐκ ἐπακήκοεν πα̃ν ῥη̃μα

33:14 ἐν γὰρ τω̨̃ ἅπαξ λαλήσαι ὁ κύριος ἐν δὲ τω̨̃ δευτέρω̨ ἐνύπνιον

33:15 ἢ ἐν μελέτη̨ νυκτερινη̨̃ ὡς ὅταν ἐπιπίπτη̨ δεινὸς φόβος ἐπ' ἀνθρώπους ἐπὶ νυσταγμάτων ἐπὶ κοίτης

33:16 τότε ἀνακαλύπτει νου̃ν ἀνθρώπων ἐν εἴδεσιν φόβου τοιούτοις αὐτοὺς ἐξεφόβησεν

33:17 ἀποστρέψαι ἄνθρωπον ἐξ ἀδικίας τὸ δὲ σω̃μα αὐτου̃ ἀπὸ πτώματος ἐρρύσατο

33:18 ἐφείσατο δὲ τη̃ς ψυχη̃ς αὐτου̃ ἀπὸ θανάτου καὶ μὴ πεσει̃ν αὐτὸν ἐν πολέμω̨

33:19 πάλιν δὲ ἤλεγξεν αὐτὸν ἐν μαλακία̨ ἐπὶ κοίτης καὶ πλη̃θος ὀστω̃ν αὐτου̃ ἐνάρκησεν

33:20 πα̃ν δὲ βρωτὸν σίτου οὐ μὴ δύνηται προσδέξασθαι καὶ ἡ ψυχὴ αὐτου̃ βρω̃σιν ἐπιθυμήσει

33:21 ἕως ἂν σαπω̃σιν αὐτου̃ αἱ σάρκες καὶ ἀποδείξη̨ τὰ ὀστα̃ αὐτου̃ κενά

33:22 ἤγγισεν δὲ εἰς θάνατον ἡ ψυχὴ αὐτου̃ ἡ δὲ ζωὴ αὐτου̃ ἐν ἅ̨δη̨

33:23 ἐὰν ὠ̃σιν χίλιοι ἄγγελοι θανατηφόροι εἱ̃ς αὐτω̃ν οὐ μὴ τρώση̨ αὐτόν ἐὰν νοήση̨ τη̨̃ καρδία̨ ἐπιστραφη̃ναι ἐπὶ κύριον ἀναγγείλη̨ δὲ ἀνθρώπω̨ τὴν ἑαυτου̃ μέμψιν τὴν δὲ ἄνοιαν αὐτου̃ δείξη̨

33:24 ἀνθέξεται του̃ μὴ πεσει̃ν αὐτὸν εἰς θάνατον ἀνανεώσει δὲ αὐτου̃ τὸ σω̃μα ὥσπερ ἀλοιφὴν ἐπὶ τοίχου τὰ δὲ ὀστα̃ αὐτου̃ ἐμπλήσει μυελου̃

33:25 ἁπαλυνει̃ δὲ αὐτου̃ τὰς σάρκας ὥσπερ νηπίου ἀποκαταστήσει δὲ αὐτὸν ἀνδρωθέντα ἐν ἀνθρώποις

33:26 εὐξάμενος δὲ πρὸς κύριον καὶ δεκτὰ αὐτω̨̃ ἔσται εἰσελεύσεται δὲ προσώπω̨ καθαρω̨̃ σὺν ἐξηγορία̨ ἀποδώσει δὲ ἀνθρώποις δικαιοσύνην

33:27 εἰ̃τα τότε ἀπομέμψεται ἄνθρωπος αὐτὸς ἑαυτω̨̃ λέγων οἱ̃α συνετέλουν καὶ οὐκ ἄξια ἤτασέν με ὡ̃ν ἥμαρτον

33:28 σω̃σον ψυχήν μου του̃ μὴ ἐλθει̃ν εἰς διαφθοράν καὶ ἡ ζωή μου φω̃ς ὄψεται

33:29 ἰδοὺ πάντα ταυ̃τα ἐργα̃ται ὁ ἰσχυρὸς ὁδοὺς τρει̃ς μετὰ ἀνδρός

33:30 ἀλλ' ἐρρύσατο τὴν ψυχήν μου ἐκ θανάτου ἵνα ἡ ζωή μου ἐν φωτὶ αἰνη̨̃ αὐτόν

33:31 ἐνωτίζου Ιωβ καὶ ἄκουέ μου κώφευσον καὶ ἐγώ εἰμι λαλήσω

33:32 εἰ εἰσὶν λόγοι ἀποκρίθητί μοι λάλησον θέλω γὰρ δικαιωθη̃ναί σε

33:33 εἰ μή σὺ ἄκουσόν μου κώφευσον καὶ διδάξω σε σοφίαν

34:1 ὑπολαβὼν δὲ Ελιους λέγει

34:2 ἀκούσατέ μου σοφοί ἐπιστάμενοι ἐνωτίζεσθε τὸ καλόν

34:3 ὅτι οὐ̃ς λόγους δοκιμάζει καὶ λάρυγξ γεύεται βρω̃σιν

34:4 κρίσιν ἑλώμεθα ἑαυτοι̃ς γνω̃μεν ἀνὰ μέσον ἑαυτω̃ν ὅ τι καλόν

34:5 ὅτι εἴρηκεν Ιωβ δίκαιός εἰμι ὁ κύριος ἀπήλλαξέν μου τὸ κρίμα

34:6 ἐψεύσατο δὲ τω̨̃ κρίματί μου βίαιον τὸ βέλος μου ἄνευ ἀδικίας

34:7 τίς ἀνὴρ ὥσπερ Ιωβ πίνων μυκτηρισμὸν ὥσπερ ὕδωρ

34:8 οὐχ ἁμαρτὼν οὐδὲ ἀσεβήσας ἢ ὁδου̃ κοινωνήσας μετὰ ποιούντων τὰ ἄνομα του̃ πορευθη̃ναι μετὰ ἀσεβω̃ν

34:9 μὴ γὰρ εἴπη̨ς ὅτι οὐκ ἔσται ἐπισκοπὴ ἀνδρός καὶ ἐπισκοπὴ αὐτω̨̃ παρὰ κυρίου

34:10 διό συνετοὶ καρδίας ἀκούσατέ μου μή μοι εἴη ἔναντι κυρίου ἀσεβη̃σαι καὶ ἔναντι παντοκράτορος ταράξαι τὸ δίκαιον

34:11 ἀλλὰ ἀποδιδοι̃ ἀνθρώπω̨ καθὰ ποιει̃ ἕκαστος αὐτω̃ν καὶ ἐν τρίβω̨ ἀνδρὸς εὑρήσει αὐτόν

34:12 οἴη̨ δὲ τὸν κύριον ἄτοπα ποιήσειν ἢ ὁ παντοκράτωρ ταράξει κρίσιν

34:13 ὃς ἐποίησεν τὴν γη̃ν τίς δέ ἐστιν ὁ ποιω̃ν τὴν ὑπ' οὐρανὸν καὶ τὰ ἐνόντα πάντα

34:14 εἰ γὰρ βούλοιτο συνέχειν καὶ τὸ πνευ̃μα παρ' αὐτω̨̃ κατασχει̃ν

34:15 τελευτήσει πα̃σα σὰρξ ὁμοθυμαδόν πα̃ς δὲ βροτὸς εἰς γη̃ν ἀπελεύσεται ὅθεν καὶ ἐπλάσθη

34:16 εἰ δὲ μὴ νουθετη̨̃ ἄκουε ταυ̃τα ἐνωτίζου φωνὴν ῥημάτων

34:17 ἰδὲ σὺ τὸν μισου̃ντα ἄνομα καὶ τὸν ὀλλύντα τοὺς πονηροὺς ὄντα αἰώνιον δίκαιον

34:18 ἀσεβὴς ὁ λέγων βασιλει̃ παρανομει̃ς ἀσεβέστατε τοι̃ς ἄρχουσιν

34:19 ὃς οὐκ ἐπη̨σχύνθη πρόσωπον ἐντίμου οὐδὲ οἰ̃δεν τιμὴν θέσθαι ἁδροι̃ς θαυμασθη̃ναι πρόσωπα αὐτω̃ν

34:20 κενὰ δὲ αὐτοι̃ς ἀποβήσεται τὸ κεκραγέναι καὶ δει̃σθαι ἀνδρός ἐχρήσαντο γὰρ παρανόμως ἐκκλινομένων ἀδυνάτων

34:21 αὐτὸς γὰρ ὁρατής ἐστιν ἔργων ἀνθρώπων λέληθεν δὲ αὐτὸν οὐδὲν ὡ̃ν πράσσουσιν

34:22 οὐδὲ ἔσται τόπος του̃ κρυβη̃ναι τοὺς ποιου̃ντας τὰ ἄνομα

34:23 ὅτι οὐκ ἐπ' ἄνδρα θήσει ἔτι ὁ γὰρ κύριος πάντας ἐφορα̨̃

34:24 ὁ καταλαμβάνων ἀνεξιχνίαστα ἔνδοξά τε καὶ ἐξαίσια ὡ̃ν οὐκ ἔστιν ἀριθμός

34:25 ὁ γνωρίζων αὐτω̃ν τὰ ἔργα καὶ στρέψει νύκτα καὶ ταπεινωθήσονται

34:26 ἔσβεσεν δὲ ἀσεβει̃ς ὁρατοὶ δὲ ἐναντίον αὐτου̃

34:27 ὅτι ἐξέκλιναν ἐκ νόμου θεου̃ δικαιώματα δὲ αὐτου̃ οὐκ ἐπέγνωσαν

34:28 του̃ ἐπαγαγει̃ν ἐπ' αὐτὸν κραυγὴν πένητος καὶ κραυγὴν πτωχω̃ν εἰσακούσεται

34:29 καὶ αὐτὸς ἡσυχίαν παρέξει καὶ τίς καταδικάσεται καὶ κρύψει πρόσωπον καὶ τίς ὄψεται αὐτόν καὶ κατὰ ἔθνους καὶ κατὰ ἀνθρώπου ὁμου̃

34:30 βασιλεύων ἄνθρωπον ὑποκριτὴν ἀπὸ δυσκολίας λαου̃

34:31 ὅτι πρὸς τὸν ἰσχυρὸν ὁ λέγων εἴληφα οὐκ ἐνεχυράσω

34:32 ἄνευ ἐμαυτου̃ ὄψομαι σὺ δει̃ξόν μοι εἰ ἀδικίαν ἠργασάμην οὐ μὴ προσθήσω

34:33 μὴ παρὰ σου̃ ἀποτείσει αὐτήν ὅτι ἀπώση̨ ὅτι σὺ ἐκλέξη̨ καὶ οὐκ ἐγώ καὶ τί ἔγνως λάλησον

34:34 διὸ συνετοὶ καρδίας ἐρου̃σιν ταυ̃τα ἀνὴρ δὲ σοφὸς ἀκήκοέν μου τὸ ῥη̃μα

34:35 Ιωβ δὲ οὐκ ἐν συνέσει ἐλάλησεν τὰ δὲ ῥήματα αὐτου̃ οὐκ ἐν ἐπιστήμη̨

34:36 οὐ μὴν δὲ ἀλλὰ μάθε Ιωβ μὴ δω̨̃ς ἔτι ἀνταπόκρισιν ὥσπερ οἱ ἄφρονες

34:37 ἵνα μὴ προσθω̃μεν ἐφ' ἁμαρτίαις ἡμω̃ν ἀνομία δὲ ἐφ' ἡμι̃ν λογισθήσεται πολλὰ λαλούντων ῥήματα ἐναντίον του̃ κυρίου

35:1 ὑπολαβὼν δὲ Ελιους λέγει

35:2 τί του̃το ἡγήσω ἐν κρίσει σὺ τίς εἰ̃ ὅτι εἰ̃πας δίκαιός εἰμι ἔναντι κυρίου

35:3 ἢ ἐρει̃ς τί ποιήσω ἁμαρτών

35:4 ἐγὼ σοὶ δώσω ἀπόκρισιν καὶ τοι̃ς τρισὶν φίλοις σου

35:5 ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἰδέ κατάμαθε δὲ νέφη ὡς ὑψηλὰ ἀπὸ σου̃

35:6 εἰ ἥμαρτες τί πράξεις εἰ δὲ καὶ πολλὰ ἠνόμησας τί δύνασαι ποιη̃σαι

35:7 ἐπεὶ δὲ οὐ̃ν δίκαιος εἰ̃ τί δώσεις αὐτω̨̃ ἢ τί ἐκ χειρός σου λήμψεται

35:8 ἀνδρὶ τω̨̃ ὁμοίω̨ σου ἡ ἀσέβειά σου καὶ υἱω̨̃ ἀνθρώπου ἡ δικαιοσύνη σου

35:9 ἀπὸ πλήθους συκοφαντούμενοι κεκράξονται βοήσονται ἀπὸ βραχίονος πολλω̃ν

35:10 καὶ οὐκ εἰ̃πεν που̃ ἐστιν ὁ θεὸς ὁ ποιήσας με ὁ κατατάσσων φυλακὰς νυκτερινάς

35:11 ὁ διορίζων με ἀπὸ τετραπόδων γη̃ς ἀπὸ δὲ πετεινω̃ν οὐρανου̃

35:12 ἐκει̃ κεκράξονται καὶ οὐ μὴ εἰσακούση̨ καὶ ἀπὸ ὕβρεως πονηρω̃ν

35:13 ἄτοπα γὰρ οὐ βούλεται ὁ κύριος ἰδει̃ν αὐτὸς γὰρ ὁ παντοκράτωρ ὁρατής ἐστιν

35:14 τω̃ν συντελούντων τὰ ἄνομα καὶ σώσει με κρίθητι δὲ ἐναντίον αὐτου̃ εἰ δύνασαι αἰνέσαι αὐτόν ὡς ἔστιν

35:15 καὶ νυ̃ν ὅτι οὐκ ἔστιν ἐπισκεπτόμενος ὀργὴν αὐτου̃ καὶ οὐκ ἔγνω παραπτώματι σφόδρα

35:16 καὶ Ιωβ ματαίως ἀνοίγει τὸ στόμα αὐτου̃ ἐν ἀγνωσία̨ ῥήματα βαρύνει

36:1 προσθεὶς δὲ Ελιους ἔτι λέγει

36:2 μει̃νόν με μικρὸν ἔτι ἵνα διδάξω σε ἔτι γὰρ ἐν ἐμοί ἐστιν λέξις

36:3 ἀναλαβὼν τὴν ἐπιστήμην μου μακρὰν ἔργοις δέ μου δίκαια ἐρω̃

36:4 ἐπ' ἀληθείας καὶ οὐκ ἄδικα ῥήματα ἀδίκως συνίεις

36:5 γίγνωσκε δὲ ὅτι ὁ κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον δυνατὸς ἰσχύι καρδίας

36:6 ἀσεβη̃ οὐ μὴ ζωοποιήσει καὶ κρίμα πτωχω̃ν δώσει

36:7 οὐκ ἀφελει̃ ἀπὸ δικαίου ὀφθαλμοὺς αὐτου̃ καὶ μετὰ βασιλέων εἰς θρόνον καὶ καθιει̃ αὐτοὺς εἰς νει̃κος καὶ ὑψωθήσονται

36:8 καὶ εἰ πεπεδημένοι ἐν χειροπέδαις συσχεθήσονται ἐν σχοινίοις πενίας

36:9 καὶ ἀναγγελει̃ αὐτοι̃ς τὰ ἔργα αὐτω̃ν καὶ τὰ παραπτώματα αὐτω̃ν ὅτι ἰσχύσουσιν

36:10 ἀλλὰ του̃ δικαίου εἰσακούσεται καὶ εἰ̃πεν ὅτι ἐπιστραφήσονται ἐξ ἀδικίας

36:11 ἐὰν ἀκούσωσιν καὶ δουλεύσωσιν συντελέσουσιν τὰς ἡμέρας αὐτω̃ν ἐν ἀγαθοι̃ς καὶ τὰ ἔτη αὐτω̃ν ἐν εὐπρεπείαις

36:12 ἀσεβει̃ς δὲ οὐ διασώ̨ζει παρὰ τὸ μὴ βούλεσθαι εἰδέναι αὐτοὺς τὸν κύριον καὶ διότι νουθετούμενοι ἀνήκοοι ἠ̃σαν

36:13 καὶ ὑποκριταὶ καρδία̨ τάξουσιν θυμόν οὐ βοήσονται ὅτι ἔδησεν αὐτούς

36:14 ἀποθάνοι τοίνυν ἐν νεότητι ἡ ψυχὴ αὐτω̃ν ἡ δὲ ζωὴ αὐτω̃ν τιτρωσκομένη ὑπὸ ἀγγέλων

36:15 ἀνθ' ὡ̃ν ἔθλιψαν ἀσθενη̃ καὶ ἀδύνατον κρίμα δὲ πραέων ἐκθήσει

36:16 καὶ προσέτι ἠπάτησέν σε ἐκ στόματος ἐχθρου̃ ἄβυσσος κατάχυσις ὑποκάτω αὐτη̃ς καὶ κατέβη τράπεζά σου πλήρης πιότητος

36:17 οὐχ ὑστερήσει δὲ ἀπὸ δικαίων κρίμα

36:18 θυμὸς δὲ ἐπ' ἀσεβει̃ς ἔσται δι' ἀσέβειαν δώρων ὡ̃ν ἐδέχοντο ἐπ' ἀδικίαις

36:19 μή σε ἐκκλινάτω ἑκὼν ὁ νου̃ς δεήσεως ἐν ἀνάγκη̨ ὄντων ἀδυνάτων καὶ πάντας τοὺς κραταιου̃ντας ἰσχύν

36:20 μὴ ἐξελκύση̨ς τὴν νύκτα του̃ ἀναβη̃ναι λαοὺς ἀντ' αὐτω̃ν

36:21 ἀλλὰ φύλαξαι μὴ πράξη̨ς ἄτοπα ἐπὶ του̃τον γὰρ ἐξείλω ἀπὸ πτωχείας

36:22 ἰδοὺ ὁ ἰσχυρὸς κραταιώσει ἐν ἰσχύι αὐτου̃ τίς γάρ ἐστιν κατ' αὐτὸν δυνάστης

36:23 τίς δέ ἐστιν ὁ ἐτάζων αὐτου̃ τὰ ἔργα ἢ τίς ὁ εἴπας ἔπραξεν ἄδικα

36:24 μνήσθητι ὅτι μεγάλα ἐστὶν αὐτου̃ τὰ ἔργα ὡ̃ν ἠ̃ρξαν ἄνδρες

36:25 πα̃ς ἄνθρωπος εἰ̃δεν ἐν ἑαυτω̨̃ ὅσοι τιτρωσκόμενοί εἰσιν βροτοί

36:26 ἰδοὺ ὁ ἰσχυρὸς πολύς καὶ οὐ γνωσόμεθα ἀριθμὸς ἐτω̃ν αὐτου̃ καὶ ἀπέραντος

36:27 ἀριθμηταὶ δὲ αὐτω̨̃ σταγόνες ὑετου̃ καὶ ἐπιχυθήσονται ὑετω̨̃ εἰς νεφέλην

36:28 ῥυήσονται παλαιώματα ἐσκίασεν δὲ νέφη ἐπὶ ἀμυθήτων βροτω̃ν

36:28a ὥραν ἔθετο κτήνεσιν οἴδασιν δὲ κοίτης τάξιν

36:28b ἐπὶ τούτοις πα̃σιν οὐκ ἐξίσταταί σου ἡ διάνοια οὐδὲ διαλλάσσεταί σου ἡ καρδία ἀπὸ σώματος

36:29 καὶ ἐὰν συνη̨̃ ἀπεκτάσεις νεφέλης ἰσότητα σκηνη̃ς αὐτου̃

36:30 ἰδοὺ ἐκτείνει ἐπ' αὐτὸν ηδω καὶ ῥιζώματα τη̃ς θαλάσσης ἐκάλυψεν

36:31 ἐν γὰρ αὐτοι̃ς κρινει̃ λαούς δώσει τροφὴν τω̨̃ ἰσχύοντι

36:32 ἐπὶ χειρω̃ν ἐκάλυψεν φω̃ς καὶ ἐνετείλατο περὶ αὐτη̃ς ἐν ἀπαντω̃ντι

36:33 ἀναγγελει̃ περὶ αὐτου̃ φίλον αὐτου̃ κτη̃σις καὶ περὶ ἀδικίας

37:1 καὶ ταύτης ἐταράχθη ἡ καρδία μου καὶ ἀπερρύη ἐκ του̃ τόπου αὐτη̃ς

37:2 ἄκουε ἀκοὴν ἐν ὀργη̨̃ θυμου̃ κυρίου καὶ μελέτη ἐκ στόματος αὐτου̃ ἐξελεύσεται

37:3 ὑποκάτω παντὸς του̃ οὐρανου̃ ἀρχὴ αὐτου̃ καὶ τὸ φω̃ς αὐτου̃ ἐπὶ πτερύγων τη̃ς γη̃ς

37:4 ὀπίσω αὐτου̃ βοήσεται φωνή βροντήσει ἐν φωνη̨̃ ὕβρεως αὐτου̃ καὶ οὐκ ἀνταλλάξει αὐτούς ὅτι ἀκούσει φωνὴν αὐτου̃

37:5 βροντήσει ὁ ἰσχυρὸς ἐν φωνη̨̃ αὐτου̃ θαυμάσια ἐποίησεν γὰρ μεγάλα ἃ οὐκ ἤ̨δειμεν

37:6 συντάσσων χιόνι γίνου ἐπὶ τη̃ς γη̃ς καὶ χειμὼν ὑετός καὶ χειμὼν ὑετω̃ν δυναστείας αὐτου̃

37:7 ἐν χειρὶ παντὸς ἀνθρώπου κατασφραγίζει ἵνα γνω̨̃ πα̃ς ἄνθρωπος τὴν ἑαυτου̃ ἀσθένειαν

37:8 εἰση̃λθεν δὲ θηρία ὑπὸ σκέπην ἡσύχασαν δὲ ἐπὶ κοίτης

37:9 ἐκ ταμιείων ἐπέρχονται δι̃ναι ἀπὸ δὲ ἀκρωτηρίων ψυ̃χος

37:10 καὶ ἀπὸ πνοη̃ς ἰσχυρου̃ δώσει πάγος οἰακίζει δὲ τὸ ὕδωρ ὡς ἐὰν βούληται

37:11 καὶ ἐκλεκτὸν καταπλάσσει νεφέλη διασκορπιει̃ νέφος φω̃ς αὐτου̃

37:12 καὶ αὐτὸς κυκλώματα διαστρέψει ἐν θεεβουλαθω εἰς ἔργα αὐτω̃ν πάντα ὅσα ἂν ἐντείληται αὐτοι̃ς ταυ̃τα συντέτακται παρ' αὐτου̃ ἐπὶ τη̃ς γη̃ς

37:13 ἐὰν εἰς παιδείαν ἐὰν εἰς τὴν γη̃ν αὐτου̃ ἐὰν εἰς ἔλεος εὑρήσει αὐτόν

37:14 ἐνωτίζου ταυ̃τα Ιωβ στη̃θι νουθετου̃ δύναμιν κυρίου

37:15 οἴδαμεν ὅτι ὁ θεὸς ἔθετο ἔργα αὐτου̃ φω̃ς ποιήσας ἐκ σκότους

37:16 ἐπίσταται δὲ διάκρισιν νεφω̃ν ἐξαίσια δὲ πτώματα πονηρω̃ν

37:17 σου̃ δὲ ἡ στολὴ θερμή ἡσυχάζεται δὲ ἐπὶ τη̃ς γη̃ς

37:18 στερεώσεις μετ' αὐτου̃ εἰς παλαιώματα ἰσχυραὶ ὡς ὅρασις ἐπιχύσεως

37:19 διὰ τί δίδαξόν με τί ἐρου̃μεν αὐτω̨̃ καὶ παυσώμεθα πολλὰ λέγοντες

37:20 μὴ βίβλος ἢ γραμματεύς μοι παρέστηκεν ἵνα ἄνθρωπον ἑστηκὼς κατασιωπήσω

37:21 πα̃σιν δ' οὐχ ὁρατὸν τὸ φω̃ς τηλαυγές ἐστιν ἐν τοι̃ς παλαιώμασιν ὥσπερ τὸ παρ' αὐτου̃ ἐπὶ νεφω̃ν

37:22 ἀπὸ βορρα̃ νέφη χρυσαυγου̃ντα ἐπὶ τούτοις μεγάλη ἡ δόξα καὶ τιμὴ παντοκράτορος

37:23 καὶ οὐχ εὑρίσκομεν ἄλλον ὅμοιον τη̨̃ ἰσχύι αὐτου̃ ὁ τὰ δίκαια κρίνων οὐκ οἴει ἐπακούειν αὐτόν

37:24 διὸ φοβηθήσονται αὐτὸν οἱ ἄνθρωποι φοβηθήσονται δὲ αὐτὸν καὶ οἱ σοφοὶ καρδία̨

38:1 μετὰ δὲ τὸ παύσασθαι Ελιουν τη̃ς λέξεως εἰ̃πεν ὁ κύριος τω̨̃ Ιωβ διὰ λαίλαπος καὶ νεφω̃ν

38:2 τίς οὑ̃τος ὁ κρύπτων με βουλήν συνέχων δὲ ῥήματα ἐν καρδία̨ ἐμὲ δὲ οἴεται κρύπτειν

38:3 ζω̃σαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου ἐρωτήσω δέ σε σὺ δέ μοι ἀποκρίθητι

38:4 που̃ ἠ̃ς ἐν τω̨̃ θεμελιου̃ν με τὴν γη̃ν ἀπάγγειλον δέ μοι εἰ ἐπίστη̨ σύνεσιν

38:5 τίς ἔθετο τὰ μέτρα αὐτη̃ς εἰ οἰ̃δας ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ' αὐτη̃ς

38:6 ἐπὶ τίνος οἱ κρίκοι αὐτη̃ς πεπήγασιν τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαι̃ον ἐπ' αὐτη̃ς

38:7 ὅτε ἐγενήθησαν ἄστρα ἤ̨νεσάν με φωνη̨̃ μεγάλη̨ πάντες ἄγγελοί μου

38:8 ἔφραξα δὲ θάλασσαν πύλαις ὅτε ἐμαίμασσεν ἐκ κοιλίας μητρὸς αὐτη̃ς ἐκπορευομένη

38:9 ἐθέμην δὲ αὐτη̨̃ νέφος ἀμφίασιν ὁμίχλη̨ δὲ αὐτὴν ἐσπαργάνωσα

38:10 ἐθέμην δὲ αὐτη̨̃ ὅρια περιθεὶς κλει̃θρα καὶ πύλας

38:11 εἰ̃πα δὲ αὐτη̨̃ μέχρι τούτου ἐλεύση̨ καὶ οὐχ ὑπερβήση̨ ἀλλ' ἐν σεαυτη̨̃ συντριβήσεταί σου τὰ κύματα

38:12 ἠ̃ ἐπὶ σου̃ συντέταχα φέγγος πρωινόν ἑωσφόρος δὲ εἰ̃δεν τὴν ἑαυτου̃ τάξιν

38:13 ἐπιλαβέσθαι πτερύγων γη̃ς ἐκτινάξαι ἀσεβει̃ς ἐξ αὐτη̃ς

38:14 ἠ̃ σὺ λαβὼν γη̃ν πηλὸν ἔπλασας ζω̨̃ον καὶ λαλητὸν αὐτὸν ἔθου ἐπὶ γη̃ς

38:15 ἀφει̃λας δὲ ἀπὸ ἀσεβω̃ν τὸ φω̃ς βραχίονα δὲ ὑπερηφάνων συνέτριψας

38:16 ἠ̃λθες δὲ ἐπὶ πηγὴν θαλάσσης ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας

38:17 ἀνοίγονται δέ σοι φόβω̨ πύλαι θανάτου πυλωροὶ δὲ ἅ̨δου ἰδόντες σε ἔπτηξαν

38:18 νενουθέτησαι δὲ τὸ εὐ̃ρος τη̃ς ὑπ' οὐρανόν ἀνάγγειλον δή μοι πόση τίς ἐστιν

38:19 ποία̨ δὲ γη̨̃ αὐλίζεται τὸ φω̃ς σκότους δὲ ποι̃ος ὁ τόπος

38:20 εἰ ἀγάγοις με εἰς ὅρια αὐτω̃ν εἰ δὲ καὶ ἐπίστασαι τρίβους αὐτω̃ν

38:21 οἰ̃δα ἄρα ὅτι τότε γεγέννησαι ἀριθμὸς δὲ ἐτω̃ν σου πολύς

38:22 ἠ̃λθες δὲ ἐπὶ θησαυροὺς χιόνος θησαυροὺς δὲ χαλάζης ἑόρακας

38:23 ἀπόκειται δέ σοι εἰς ὥραν ἐχθρω̃ν εἰς ἡμέραν πολέμου καὶ μάχης

38:24 πόθεν δὲ ἐκπορεύεται πάχνη ἢ διασκεδάννυται νότος εἰς τὴν ὑπ' οὐρανόν

38:25 τίς δὲ ἡτοίμασεν ὑετω̨̃ λάβρω̨ ῥύσιν ὁδὸν δὲ κυδοιμω̃ν

38:26 του̃ ὑετίσαι ἐπὶ γη̃ν οὑ̃ οὐκ ἀνήρ ἔρημον οὑ̃ οὐχ ὑπάρχει ἄνθρωπος ἐν αὐτη̨̃

38:27 του̃ χορτάσαι ἄβατον καὶ ἀοίκητον καὶ του̃ ἐκβλαστη̃σαι ἔξοδον χλόης

38:28 τίς ἐστιν ὑετου̃ πατήρ τίς δέ ἐστιν ὁ τετοκὼς βώλους δρόσου

38:29 ἐκ γαστρὸς δὲ τίνος ἐκπορεύεται ὁ κρύσταλλος πάχνην δὲ ἐν οὐρανω̨̃ τίς τέτοκεν

38:30 ἣ καταβαίνει ὥσπερ ὕδωρ ῥέον πρόσωπον δὲ ἀβύσσου τίς ἔπηξεν

38:31 συνη̃κας δὲ δεσμὸν Πλειάδος καὶ φραγμὸν 'Ωρίωνος ἤνοιξας

38:32 ἠ̃ διανοίξεις μαζουρωθ ἐν καιρω̨̃ αὐτου̃ καὶ 'Έσπερον ἐπὶ κόμης αὐτου̃ ἄξεις αὐτά

38:33 ἐπίστασαι δὲ τροπὰς οὐρανου̃ ἢ τὰ ὑπ' οὐρανὸν ὁμοθυμαδὸν γινόμενα

38:34 καλέσεις δὲ νέφος φωνη̨̃ καὶ τρόμω̨ ὕδατος λάβρω̨ ὑπακούσεταί σου

38:35 ἀποστελει̃ς δὲ κεραυνοὺς καὶ πορεύσονται ἐρου̃σιν δέ σοι τί ἐστιν

38:36 τίς δὲ ἔδωκεν γυναιξὶν ὑφάσματος σοφίαν ἢ ποικιλτικὴν ἐπιστήμην

38:37 τίς δὲ ὁ ἀριθμω̃ν νέφη σοφία̨ οὐρανὸν δὲ εἰς γη̃ν ἔκλινεν

38:38 κέχυται δὲ ὥσπερ γη̃ κονία κεκόλληκα δὲ αὐτὸν ὥσπερ λίθω̨ κύβον

38:39 θηρεύσεις δὲ λέουσιν βοράν ψυχὰς δὲ δρακόντων ἐμπλήσεις

38:40 δεδοίκασιν γὰρ ἐν κοίταις αὐτω̃ν κάθηνται δὲ ἐν ὕλαις ἐνεδρεύοντες

38:41 τίς δὲ ἡτοίμασεν κόρακι βοράν νεοσσοὶ γὰρ αὐτου̃ πρὸς κύριον κεκράγασιν πλανώμενοι τὰ σι̃τα ζητου̃ντες

39:1 εἰ ἔγνως καιρὸν τοκετου̃ τραγελάφων πέτρας ἐφύλαξας δὲ ὠδι̃νας ἐλάφων

39:2 ἠρίθμησας δὲ αὐτω̃ν μη̃νας πλήρεις τοκετου̃ ὠδι̃νας δὲ αὐτω̃ν ἔλυσας

39:3 ἐξέθρεψας δὲ αὐτω̃ν τὰ παιδία ἔξω φόβου ὠδι̃νας αὐτω̃ν ἐξαποστελει̃ς

39:4 ἀπορρήξουσιν τὰ τέκνα αὐτω̃ν πληθυνθήσονται ἐν γενήματι ἐξελεύσονται καὶ οὐ μὴ ἀνακάμψουσιν αὐτοι̃ς

39:5 τίς δέ ἐστιν ὁ ἀφεὶς ὄνον ἄγριον ἐλεύθερον δεσμοὺς δὲ αὐτου̃ τίς ἔλυσεν

39:6 ἐθέμην δὲ τὴν δίαιταν αὐτου̃ ἔρημον καὶ τὰ σκηνώματα αὐτου̃ ἁλμυρίδα

39:7 καταγελω̃ν πολυοχλίας πόλεως μέμψιν δὲ φορολόγου οὐκ ἀκούων

39:8 κατασκέψεται ὄρη νομὴν αὐτου̃ καὶ ὀπίσω παντὸς χλωρου̃ ζητει̃

39:9 βουλήσεται δέ σοι μονόκερως δουλευ̃σαι ἢ κοιμηθη̃ναι ἐπὶ φάτνης σου

39:10 δήσεις δὲ ἐν ἱμα̃σι ζυγὸν αὐτου̃ ἢ ἑλκύσει σου αὔλακας ἐν πεδίω̨

39:11 πέποιθας δὲ ἐπ' αὐτω̨̃ ὅτι πολλὴ ἡ ἰσχὺς αὐτου̃ ἐπαφήσεις δὲ αὐτω̨̃ τὰ ἔργα σου

39:12 πιστεύσεις δὲ ὅτι ἀποδώσει σοι τὸν σπόρον εἰσοίσει δέ σου τὸν ἅλωνα

39:13 πτέρυξ τερπομένων νεελασα ἐὰν συλλάβη̨ ασιδα καὶ νεσσα

39:14 ὅτι ἀφήσει εἰς γη̃ν τὰ ὠ̨ὰ αὐτη̃ς καὶ ἐπὶ χου̃ν θάλψει

39:15 καὶ ἐπελάθετο ὅτι ποὺς σκορπιει̃ καὶ θηρία ἀγρου̃ καταπατήσει

39:16 ἀπεσκλήρυνεν τὰ τέκνα αὐτη̃ς ὥστε μὴ ἑαυτη̨̃ εἰς κενὸν ἐκοπίασεν ἄνευ φόβου

39:17 ὅτι κατεσιώπησεν αὐτη̨̃ ὁ θεὸς σοφίαν καὶ οὐκ ἐμέρισεν αὐτη̨̃ ἐν τη̨̃ συνέσει

39:18 κατὰ καιρὸν ἐν ὕψει ὑψώσει καταγελάσεται ἵππου καὶ του̃ ἐπιβάτου αὐτου̃

39:19 ἠ̃ σὺ περιέθηκας ἵππω̨ δύναμιν ἐνέδυσας δὲ τραχήλω̨ αὐτου̃ φόβον

39:20 περιέθηκας δὲ αὐτω̨̃ πανοπλίαν δόξαν δὲ στηθέων αὐτου̃ τόλμη̨

39:21 ἀνορύσσων ἐν πεδίω̨ γαυρια̨̃ ἐκπορεύεται δὲ εἰς πεδίον ἐν ἰσχύι

39:22 συναντω̃ν βέλει καταγελα̨̃ καὶ οὐ μὴ ἀποστραφη̨̃ ἀπὸ σιδήρου

39:23 ἐπ' αὐτω̨̃ γαυρια̨̃ τόξον καὶ μάχαιρα

39:24 καὶ ὀργη̨̃ ἀφανιει̃ τὴν γη̃ν καὶ οὐ μὴ πιστεύση̨ ἕως ἂν σημάνη̨ σάλπιγξ

39:25 σάλπιγγος δὲ σημαινούσης λέγει εὐ̃γε πόρρωθεν δὲ ὀσφραίνεται πολέμου σὺν ἅλματι καὶ κραυγη̨̃

39:26 ἐκ δὲ τη̃ς ση̃ς ἐπιστήμης ἕστηκεν ἱέραξ ἀναπετάσας τὰς πτέρυγας ἀκίνητος καθορω̃ν τὰ πρὸς νότον

39:27 ἐπὶ δὲ σω̨̃ προστάγματι ὑψου̃ται ἀετός γὺψ δὲ ἐπὶ νοσσια̃ς αὐτου̃ καθεσθεὶς αὐλίζεται

39:28 ἐπ' ἐξοχη̨̃ πέτρας καὶ ἀποκρύφω̨

39:29 ἐκει̃σε ὢν ζητει̃ τὰ σι̃τα πόρρωθεν οἱ ὀφθαλμοὶ αὐτου̃ σκοπεύουσιν

39:30 νεοσσοὶ δὲ αὐτου̃ φύρονται ἐν αἵματι οὑ̃ δ' ἂν ὠ̃σι τεθνεω̃τες παραχρη̃μα εὑρίσκονται

40:1 καὶ ἀπεκρίθη κύριος ὁ θεὸς τω̨̃ Ιωβ καὶ εἰ̃πεν

40:2 μὴ κρίσιν μετὰ ἱκανου̃ ἐκκλινει̃ ἐλέγχων θεὸν ἀποκριθήσεται αὐτήν

40:3 ὑπολαβὼν δὲ Ιωβ λέγει τω̨̃ κυρίω̨

40:4 τί ἔτι ἐγὼ κρίνομαι νουθετούμενος καὶ ἐλέγχων κύριον ἀκούων τοιαυ̃τα οὐθὲν ὤν ἐγὼ δὲ τίνα ἀπόκρισιν δω̃ πρὸς ταυ̃τα χει̃ρα θήσω ἐπὶ στόματί μου

40:5 ἅπαξ λελάληκα ἐπὶ δὲ τω̨̃ δευτέρω̨ οὐ προσθήσω

40:6 ἔτι δὲ ὑπολαβὼν ὁ κύριος εἰ̃πεν τω̨̃ Ιωβ ἐκ του̃ νέφους

40:7 μή ἀλλὰ ζω̃σαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου ἐρωτήσω δέ σε σὺ δέ μοι ἀποκρίθητι

40:8 μὴ ἀποποιου̃ μου τὸ κρίμα οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανη̨̃ς δίκαιος

40:9 ἠ̃ βραχίων σοί ἐστιν κατὰ του̃ κυρίου ἢ φωνη̨̃ κατ' αὐτὸν βροντα̨̃ς

40:10 ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν δόξαν δὲ καὶ τιμὴν ἀμφίεσαι

40:11 ἀπόστειλον δὲ ἀγγέλους ὀργη̨̃ πα̃ν δὲ ὑβριστὴν ταπείνωσον

40:12 ὑπερήφανον δὲ σβέσον ση̃ψον δὲ ἀσεβει̃ς παραχρη̃μα

40:13 κρύψον δὲ εἰς γη̃ν ἔξω ὁμοθυμαδόν τὰ δὲ πρόσωπα αὐτω̃ν ἀτιμίας ἔμπλησον

40:14 ὁμολογήσω ἄρα ὅτι δύναται ἡ δεξιά σου σω̃σαι

40:15 ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοί χόρτον ἴσα βουσὶν ἐσθίει

40:16 ἰδοὺ δὴ ἰσχὺς αὐτου̃ ἐπ' ὀσφύι ἡ δὲ δύναμις ἐπ' ὀμφαλου̃ γαστρός

40:17 ἔστησεν οὐρὰν ὡς κυπάρισσον τὰ δὲ νευ̃ρα αὐτου̃ συμπέπλεκται

40:18 αἱ πλευραὶ αὐτου̃ πλευραὶ χάλκειαι ἡ δὲ ῥάχις αὐτου̃ σίδηρος χυτός

40:19 του̃τ' ἔστιν ἀρχὴ πλάσματος κυρίου πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τω̃ν ἀγγέλων αὐτου̃

40:20 ἐπελθὼν δὲ ἐπ' ὄρος ἀκρότομον ἐποίησεν χαρμονὴν τετράποσιν ἐν τω̨̃ ταρτάρω̨

40:21 ὑπὸ παντοδαπὰ δένδρα κοιμα̃ται παρὰ πάπυρον καὶ κάλαμον καὶ βούτομον

40:22 σκιάζονται δὲ ἐν αὐτω̨̃ δένδρα μεγάλα σὺν ῥαδάμνοις καὶ κλω̃νες ἄγνου

40:23 ἐὰν γένηται πλήμμυρα οὐ μὴ αἰσθηθη̨̃ πέποιθεν ὅτι προσκρούσει ὁ Ιορδάνης εἰς τὸ στόμα αὐτου̃

40:24 ἐν τω̨̃ ὀφθαλμω̨̃ αὐτου̃ δέξεται αὐτόν ἐνσκολιευόμενος τρήσει ῥι̃να

40:25 ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρω̨ περιθήσεις δὲ φορβεὰν περὶ ῥι̃να αὐτου̃

40:26 εἰ δήσεις κρίκον ἐν τω̨̃ μυκτη̃ρι αὐτου̃ ψελίω̨ δὲ τρυπήσεις τὸ χει̃λος αὐτου̃

40:27 λαλήσει δέ σοι δεήσει ἱκετηρία̨ μαλακω̃ς

40:28 θήσεται δὲ διαθήκην μετὰ σου̃ λήμψη̨ δὲ αὐτὸν δου̃λον αἰώνιον

40:29 παίξη̨ δὲ ἐν αὐτω̨̃ ὥσπερ ὀρνέω̨ ἢ δήσεις αὐτὸν ὥσπερ στρουθίον παιδίω̨

40:30 ἐνσιτου̃νται δὲ ἐν αὐτω̨̃ ἔθνη μεριτεύονται δὲ αὐτὸν φοινίκων γένη

40:31 πα̃ν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσιν βύρσαν μίαν οὐρα̃ς αὐτου̃ καὶ ἐν πλοίοις ἁλιέων κεφαλὴν αὐτου̃

40:32 ἐπιθήσεις δὲ αὐτω̨̃ χει̃ρα μνησθεὶς πόλεμον τὸν γινόμενον ἐν σώματι αὐτου̃ καὶ μηκέτι γινέσθω

41:1 οὐχ ἑόρακας αὐτὸν οὐδὲ ἐπὶ τοι̃ς λεγομένοις τεθαύμακας

41:2 οὐ δέδοικας ὅτι ἡτοίμασταί μοι τίς γάρ ἐστιν ὁ ἐμοὶ ἀντιστάς

41:3 ἢ τίς ἀντιστήσεταί μοι καὶ ὑπομενει̃ εἰ πα̃σα ἡ ὑπ' οὐρανὸν ἐμή ἐστιν

41:4 οὐ σιωπήσομαι δι' αὐτόν καὶ λόγον δυνάμεως ἐλεήσει τὸν ἴσον αὐτου̃

41:5 τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτου̃ εἰς δὲ πτύξιν θώρακος αὐτου̃ τίς ἂν εἰσέλθοι

41:6 πύλας προσώπου αὐτου̃ τίς ἀνοίξει κύκλω̨ ὀδόντων αὐτου̃ φόβος

41:7 τὰ ἔγκατα αὐτου̃ ἀσπίδες χάλκειαι σύνδεσμος δὲ αὐτου̃ ὥσπερ σμιρίτης λίθος

41:8 εἱ̃ς του̃ ἑνὸς κολλω̃νται πνευ̃μα δὲ οὐ μὴ διέλθη̨ αὐτόν

41:9 ἀνὴρ τω̨̃ ἀδελφω̨̃ αὐτου̃ προσκολληθήσεται συνέχονται καὶ οὐ μὴ ἀποσπασθω̃σιν

41:10 ἐν πταρμω̨̃ αὐτου̃ ἐπιφαύσκεται φέγγος οἱ δὲ ὀφθαλμοὶ αὐτου̃ εἰ̃δος ἑωσφόρου

41:11 ἐκ στόματος αὐτου̃ ἐκπορεύονται λαμπάδες καιόμεναι καὶ διαρριπτου̃νται ἐσχάραι πυρός

41:12 ἐκ μυκτήρων αὐτου̃ ἐκπορεύεται καπνὸς καμίνου καιομένης πυρὶ ἀνθράκων

41:13 ἡ ψυχὴ αὐτου̃ ἄνθρακες φλὸξ δὲ ἐκ στόματος αὐτου̃ ἐκπορεύεται

41:14 ἐν δὲ τραχήλω̨ αὐτου̃ αὐλίζεται δύναμις ἔμπροσθεν αὐτου̃ τρέχει ἀπώλεια

41:15 σάρκες δὲ σώματος αὐτου̃ κεκόλληνται καταχέει ἐπ' αὐτόν οὐ σαλευθήσεται

41:16 ἡ καρδία αὐτου̃ πέπηγεν ὡς λίθος ἕστηκεν δὲ ὥσπερ ἄκμων ἀνήλατος

41:17 στραφέντος δὲ αὐτου̃ φόβος θηρίοις τετράποσιν ἐπὶ γη̃ς ἁλλομένοις

41:18 ἐὰν συναντήσωσιν αὐτω̨̃ λόγχαι οὐδὲν μὴ ποιήσωσιν δόρυ ἐπηρμένον καὶ θώρακα

41:19 ἥγηται μὲν γὰρ σίδηρον ἄχυρα χαλκὸν δὲ ὥσπερ ξύλον σαθρόν

41:20 οὐ μὴ τρώση̨ αὐτὸν τόξον χάλκειον ἥγηται μὲν πετροβόλον χόρτον

41:21 ὡς καλάμη ἐλογίσθησαν σφυ̃ραι καταγελα̨̃ δὲ σεισμου̃ πυρφόρου

41:22 ἡ στρωμνὴ αὐτου̃ ὀβελίσκοι ὀξει̃ς πα̃ς δὲ χρυσὸς θαλάσσης ὑπ' αὐτὸν ὥσπερ πηλὸς ἀμύθητος

41:23 ἀναζει̃ τὴν ἄβυσσον ὥσπερ χαλκει̃ον ἥγηται δὲ τὴν θάλασσαν ὥσπερ ἐξάλειπτρον

41:24 τὸν δὲ τάρταρον τη̃ς ἀβύσσου ὥσπερ αἰχμάλωτον ἐλογίσατο ἄβυσσον εἰς περίπατον

41:25 οὐκ ἔστιν οὐδὲν ἐπὶ τη̃ς γη̃ς ὅμοιον αὐτω̨̃ πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τω̃ν ἀγγέλων μου

41:26 πα̃ν ὑψηλὸν ὁρα̨̃ αὐτὸς δὲ βασιλεὺς πάντων τω̃ν ἐν τοι̃ς ὕδασιν

42:1 ὑπολαβὼν δὲ Ιωβ λέγει τω̨̃ κυρίω̨

42:2 οἰ̃δα ὅτι πάντα δύνασαι ἀδυνατει̃ δέ σοι οὐθέν

42:3 τίς γάρ ἐστιν ὁ κρύπτων σε βουλήν φειδόμενος δὲ ῥημάτων καὶ σὲ οἴεται κρύπτειν τίς δὲ ἀναγγελει̃ μοι ἃ οὐκ ἤ̨δειν μεγάλα καὶ θαυμαστὰ ἃ οὐκ ἠπιστάμην

42:4 ἄκουσον δέ μου κύριε ἵνα κἀγὼ λαλήσω ἐρωτήσω δέ σε σὺ δέ με δίδαξον

42:5 ἀκοὴν μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον νυνὶ δὲ ὁ ὀφθαλμός μου ἑόρακέν σε

42:6 διὸ ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην ἥγημαι δὲ ἐμαυτὸν γη̃ν καὶ σποδόν

42:7 ἐγένετο δὲ μετὰ τὸ λαλη̃σαι τὸν κύριον πάντα τὰ ῥήματα ταυ̃τα τω̨̃ Ιωβ εἰ̃πεν ὁ κύριος Ελιφας τω̨̃ Θαιμανίτη̨ ἥμαρτες σὺ καὶ οἱ δύο φίλοι σου οὐ γὰρ ἐλαλήσατε ἐνώπιόν μου ἀληθὲς οὐδὲν ὥσπερ ὁ θεράπων μου Ιωβ

42:8 νυ̃ν δὲ λάβετε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριοὺς καὶ πορεύθητε πρὸς τὸν θεράποντά μου Ιωβ καὶ ποιήσει κάρπωσιν περὶ ὑμω̃ν Ιωβ δὲ ὁ θεράπων μου εὔξεται περὶ ὑμω̃ν ὅτι εἰ μὴ πρόσωπον αὐτου̃ λήμψομαι εἰ μὴ γὰρ δι' αὐτόν ἀπώλεσα ἂν ὑμα̃ς οὐ γὰρ ἐλαλήσατε ἀληθὲς κατὰ του̃ θεράποντός μου Ιωβ

42:9 ἐπορεύθη δὲ Ελιφας ὁ Θαιμανίτης καὶ Βαλδαδ ὁ Σαυχίτης καὶ Σωφαρ ὁ Μιναι̃ος καὶ ἐποίησαν καθὼς συνέταξεν αὐτοι̃ς ὁ κύριος καὶ ἔλυσεν τὴν ἁμαρτίαν αὐτοι̃ς διὰ Ιωβ

42:10 ὁ δὲ κύριος ηὔξησεν τὸν Ιωβ εὐξαμένου δὲ αὐτου̃ καὶ περὶ τω̃ν φίλων αὐτου̃ ἀφη̃κεν αὐτοι̃ς τὴν ἁμαρτίαν ἔδωκεν δὲ ὁ κύριος διπλα̃ ὅσα ἠ̃ν ἔμπροσθεν Ιωβ εἰς διπλασιασμόν

42:11 ἤκουσαν δὲ πάντες οἱ ἀδελφοὶ αὐτου̃ καὶ αἱ ἀδελφαὶ αὐτου̃ πάντα τὰ συμβεβηκότα αὐτω̨̃ καὶ ἠ̃λθον πρὸς αὐτὸν καὶ πάντες ὅσοι ἤ̨δεισαν αὐτὸν ἐκ πρώτου φαγόντες δὲ καὶ πιόντες παρ' αὐτω̨̃ παρεκάλεσαν αὐτόν καὶ ἐθαύμασαν ἐπὶ πα̃σιν οἱ̃ς ἐπήγαγεν αὐτω̨̃ ὁ κύριος ἔδωκεν δὲ αὐτω̨̃ ἕκαστος ἀμνάδα μίαν καὶ τετράδραχμον χρυσου̃ν ἄσημον

42:12 ὁ δὲ κύριος εὐλόγησεν τὰ ἔσχατα Ιωβ ἢ τὰ ἔμπροσθεν ἠ̃ν δὲ τὰ κτήνη αὐτου̃ πρόβατα μύρια τετρακισχίλια κάμηλοι ἑξακισχίλιαι ζεύγη βοω̃ν χίλια ὄνοι θήλειαι νομάδες χίλιαι

42:13 γεννω̃νται δὲ αὐτω̨̃ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρει̃ς

42:14 καὶ ἐκάλεσεν τὴν μὲν πρώτην 'Ημέραν τὴν δὲ δευτέραν Κασίαν τὴν δὲ τρίτην 'Αμαλθείας κέρας

42:15 καὶ οὐχ εὑρέθησαν κατὰ τὰς θυγατέρας Ιωβ βελτίους αὐτω̃ν ἐν τη̨̃ ὑπ' οὐρανόν ἔδωκεν δὲ αὐται̃ς ὁ πατὴρ κληρονομίαν ἐν τοι̃ς ἀδελφοι̃ς

42:16 ἔζησεν δὲ Ιωβ μετὰ τὴν πληγὴν ἔτη ἑκατὸν ἑβδομήκοντα τὰ δὲ πάντα ἔζησεν ἔτη διακόσια τεσσαράκοντα ὀκτώ καὶ εἰ̃δεν Ιωβ τοὺς υἱοὺς αὐτου̃ καὶ τοὺς υἱοὺς τω̃ν υἱω̃ν αὐτου̃ τετάρτην γενεάν

42:17 καὶ ἐτελεύτησεν Ιωβ πρεσβύτερος καὶ πλήρης ἡμερω̃ν

42:17a γέγραπται δὲ αὐτὸν πάλιν ἀναστήσεσθαι μεθ' ὡ̃ν ὁ κύριος ἀνίστησιν

42:17b οὑ̃τος ἑρμηνεύεται ἐκ τη̃ς Συριακη̃ς βίβλου ἐν μὲν γη̨̃ κατοικω̃ν τη̨̃ Αυσίτιδι ἐπὶ τοι̃ς ὁρίοις τη̃ς Ιδουμαίας καὶ 'Αραβίας προϋπη̃ρχεν δὲ αὐτω̨̃ ὄνομα Ιωβαβ

42:17c λαβὼν δὲ γυναι̃κα 'Αράβισσαν γεννα̨̃ υἱόν ὡ̨̃ ὄνομα Εννων ἠ̃ν δὲ αὐτὸς πατρὸς μὲν Ζαρε τω̃ν Ησαυ υἱω̃ν υἱός μητρὸς δὲ Βοσορρας ὥστε εἰ̃ναι αὐτὸν πέμπτον ἀπὸ Αβρααμ

42:17d καὶ οὑ̃τοι οἱ βασιλει̃ς οἱ βασιλεύσαντες ἐν Εδωμ ἡ̃ς καὶ αὐτὸς ἠ̃ρξεν χώρας πρω̃τος Βαλακ ὁ του̃ Βεωρ καὶ ὄνομα τη̨̃ πόλει αὐτου̃ Δενναβα μετὰ δὲ Βαλακ Ιωβαβ ὁ καλούμενος Ιωβ μετὰ δὲ του̃τον Ασομ ὁ ὑπάρχων ἡγεμὼν ἐκ τη̃ς Θαιμανίτιδος χώρας μετὰ δὲ του̃τον Αδαδ υἱὸς Βαραδ ὁ ἐκκόψας Μαδιαμ ἐν τω̨̃ πεδίω̨ Μωαβ καὶ ὄνομα τη̨̃ πόλει αὐτου̃ Γεθθαιμ

42:17e οἱ δὲ ἐλθόντες πρὸς αὐτὸν φίλοι Ελιφας τω̃ν Ησαυ υἱω̃ν Θαιμανων βασιλεύς Βαλδαδ ὁ Σαυχαίων τύραννος Σωφαρ ὁ Μιναίων βασιλεύς

.

Книго

[X]