'Εκκλησιαστὴς

1:1 ῥήματα 'Εκκλησιαστου̃ υἱου̃ Δαυιδ βασιλέως Ισραηλ ἐν Ιερουσαλημ

1:2 ματαιότης ματαιοτήτων εἰ̃πεν ὁ 'Εκκλησιαστής ματαιότης ματαιοτήτων τὰ πάντα ματαιότης

1:3 τίς περισσεία τω̨̃ ἀνθρώπω̨ ἐν παντὶ μόχθω̨ αὐτου̃ ὡ̨̃ μοχθει̃ ὑπὸ τὸν ἥλιον

1:4 γενεὰ πορεύεται καὶ γενεὰ ἔρχεται καὶ ἡ γη̃ εἰς τὸν αἰω̃να ἕστηκεν

1:5 καὶ ἀνατέλλει ὁ ἥλιος καὶ δύνει ὁ ἥλιος καὶ εἰς τὸν τόπον αὐτου̃ ἕλκει

1:6 ἀνατέλλων αὐτὸς ἐκει̃ πορεύεται πρὸς νότον καὶ κυκλοι̃ πρὸς βορρα̃ν κυκλοι̃ κυκλω̃ν πορεύεται τὸ πνευ̃μα καὶ ἐπὶ κύκλους αὐτου̃ ἐπιστρέφει τὸ πνευ̃μα

1:7 πάντες οἱ χείμαρροι πορεύονται εἰς τὴν θάλασσαν καὶ ἡ θάλασσα οὐκ ἔσται ἐμπιμπλαμένη εἰς τόπον οὑ̃ οἱ χείμαρροι πορεύονται ἐκει̃ αὐτοὶ ἐπιστρέφουσιν του̃ πορευθη̃ναι

1:8 πάντες οἱ λόγοι ἔγκοποι οὐ δυνήσεται ἀνὴρ του̃ λαλει̃ν καὶ οὐκ ἐμπλησθήσεται ὀφθαλμὸς του̃ ὁρα̃ν καὶ οὐ πληρωθήσεται οὐ̃ς ἀπὸ ἀκροάσεως

1:9 τί τὸ γεγονός αὐτὸ τὸ γενησόμενον καὶ τί τὸ πεποιημένον αὐτὸ τὸ ποιηθησόμενον καὶ οὐκ ἔστιν πα̃ν πρόσφατον ὑπὸ τὸν ἥλιον

1:10 ὃς λαλήσει καὶ ἐρει̃ ἰδὲ του̃το καινόν ἐστιν ἤδη γέγονεν ἐν τοι̃ς αἰω̃σιν τοι̃ς γενομένοις ἀπὸ ἔμπροσθεν ἡμω̃ν

1:11 οὐκ ἔστιν μνήμη τοι̃ς πρώτοις καί γε τοι̃ς ἐσχάτοις γενομένοις οὐκ ἔσται αὐτοι̃ς μνήμη μετὰ τω̃ν γενησομένων εἰς τὴν ἐσχάτην

1:12 ἐγὼ 'Εκκλησιαστὴς ἐγενόμην βασιλεὺς ἐπὶ Ισραηλ ἐν Ιερουσαλημ

1:13 καὶ ἔδωκα τὴν καρδίαν μου του̃ ἐκζητη̃σαι καὶ του̃ κατασκέψασθαι ἐν τη̨̃ σοφία̨ περὶ πάντων τω̃ν γινομένων ὑπὸ τὸν οὐρανόν ὅτι περισπασμὸν πονηρὸν ἔδωκεν ὁ θεὸς τοι̃ς υἱοι̃ς του̃ ἀνθρώπου του̃ περισπα̃σθαι ἐν αὐτω̨̃

1:14 εἰ̃δον σὺν πάντα τὰ ποιήματα τὰ πεποιημένα ὑπὸ τὸν ἥλιον καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος

1:15 διεστραμμένον οὐ δυνήσεται του̃ ἐπικοσμηθη̃ναι καὶ ὑστέρημα οὐ δυνήσεται του̃ ἀριθμηθη̃ναι

1:16 ἐλάλησα ἐγὼ ἐν καρδία̨ μου τω̨̃ λέγειν ἐγὼ ἰδοὺ ἐμεγαλύνθην καὶ προσέθηκα σοφίαν ἐπὶ πα̃σιν οἳ ἐγένοντο ἔμπροσθέν μου ἐν Ιερουσαλημ καὶ καρδία μου εἰ̃δεν πολλά σοφίαν καὶ γνω̃σιν

1:17 καὶ ἔδωκα καρδίαν μου του̃ γνω̃ναι σοφίαν καὶ γνω̃σιν παραβολὰς καὶ ἐπιστήμην ἔγνων ὅτι καί γε του̃τ' ἔστιν προαίρεσις πνεύματος

1:18 ὅτι ἐν πλήθει σοφίας πλη̃θος γνώσεως καὶ ὁ προστιθεὶς γνω̃σιν προσθήσει ἄλγημα

2:1 εἰ̃πον ἐγὼ ἐν καρδία̨ μου δευ̃ρο δὴ πειράσω σε ἐν εὐφροσύνη̨ καὶ ἰδὲ ἐν ἀγαθω̨̃ καὶ ἰδοὺ καί γε του̃το ματαιότης

2:2 τω̨̃ γέλωτι εἰ̃πα περιφορὰν καὶ τη̨̃ εὐφροσύνη̨ τί του̃το ποιει̃ς

2:3 κατεσκεψάμην ἐν καρδία̨ μου του̃ ἑλκύσαι εἰς οἰ̃νον τὴν σάρκα μου καὶ καρδία μου ὡδήγησεν ἐν σοφία̨ καὶ του̃ κρατη̃σαι ἐπ' ἀφροσύνη̨ ἕως οὑ̃ ἴδω ποι̃ον τὸ ἀγαθὸν τοι̃ς υἱοι̃ς του̃ ἀνθρώπου ὃ ποιήσουσιν ὑπὸ τὸν ἥλιον ἀριθμὸν ἡμερω̃ν ζωη̃ς αὐτω̃ν

2:4 ἐμεγάλυνα ποίημά μου ὠ̨κοδόμησά μοι οἴκους ἐφύτευσά μοι ἀμπελω̃νας

2:5 ἐποίησά μοι κήπους καὶ παραδείσους καὶ ἐφύτευσα ἐν αὐτοι̃ς ξύλον πα̃ν καρπου̃

2:6 ἐποίησά μοι κολυμβήθρας ὑδάτων του̃ ποτίσαι ἀπ' αὐτω̃ν δρυμὸν βλαστω̃ντα ξύλα

2:7 ἐκτησάμην δούλους καὶ παιδίσκας καὶ οἰκογενει̃ς ἐγένοντό μοι καί γε κτη̃σις βουκολίου καὶ ποιμνίου πολλὴ ἐγένετό μοι ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθέν μου ἐν Ιερουσαλημ

2:8 συνήγαγόν μοι καί γε ἀργύριον καὶ χρυσίον καὶ περιουσιασμοὺς βασιλέων καὶ τω̃ν χωρω̃ν ἐποίησά μοι ἄ̨δοντας καὶ ἀ̨δούσας καὶ ἐντρυφήματα υἱω̃ν του̃ ἀνθρώπου οἰνοχόον καὶ οἰνοχόας

2:9 καὶ ἐμεγαλύνθην καὶ προσέθηκα παρὰ πάντας τοὺς γενομένους ἔμπροσθέν μου ἐν Ιερουσαλημ καί γε σοφία μου ἐστάθη μοι

2:10 καὶ πα̃ν ὃ ἤ̨τησαν οἱ ὀφθαλμοί μου οὐχ ὑφει̃λον ἀπ' αὐτω̃ν οὐκ ἀπεκώλυσα τὴν καρδίαν μου ἀπὸ πάσης εὐφροσύνης ὅτι καρδία μου εὐφράνθη ἐν παντὶ μόχθω̨ μου καὶ του̃το ἐγένετο μερίς μου ἀπὸ παντὸς μόχθου μου

2:11 καὶ ἐπέβλεψα ἐγὼ ἐν πα̃σιν ποιήμασίν μου οἱ̃ς ἐποίησαν αἱ χει̃ρές μου καὶ ἐν μόχθω̨ ὡ̨̃ ἐμόχθησα του̃ ποιει̃ν καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος καὶ οὐκ ἔστιν περισσεία ὑπὸ τὸν ἥλιον

2:12 καὶ ἐπέβλεψα ἐγὼ του̃ ἰδει̃ν σοφίαν καὶ περιφορὰν καὶ ἀφροσύνην ὅτι τίς ὁ ἄνθρωπος ὃς ἐπελεύσεται ὀπίσω τη̃ς βουλη̃ς τὰ ὅσα ἐποίησεν αὐτήν

2:13 καὶ εἰ̃δον ἐγὼ ὅτι ἔστιν περισσεία τη̨̃ σοφία̨ ὑπὲρ τὴν ἀφροσύνην ὡς περισσεία του̃ φωτὸς ὑπὲρ τὸ σκότος

2:14 του̃ σοφου̃ οἱ ὀφθαλμοὶ αὐτου̃ ἐν κεφαλη̨̃ αὐτου̃ καὶ ὁ ἄφρων ἐν σκότει πορεύεται καὶ ἔγνων καί γε ἐγὼ ὅτι συνάντημα ἓν συναντήσεται τοι̃ς πα̃σιν αὐτοι̃ς

2:15 καὶ εἰ̃πα ἐγὼ ἐν καρδία̨ μου ὡς συνάντημα του̃ ἄφρονος καί γε ἐμοὶ συναντήσεταί μοι καὶ ἵνα τί ἐσοφισάμην ἐγὼ τότε περισσὸν ἐλάλησα ἐν καρδία̨ μου διότι ἄφρων ἐκ περισσεύματος λαλει̃ ὅτι καί γε του̃το ματαιότης

2:16 ὅτι οὐκ ἔστιν μνήμη του̃ σοφου̃ μετὰ του̃ ἄφρονος εἰς αἰω̃να καθότι ἤδη αἱ ἡμέραι αἱ ἐρχόμεναι τὰ πάντα ἐπελήσθη καὶ πω̃ς ἀποθανει̃ται ὁ σοφὸς μετὰ του̃ ἄφρονος

2:17 καὶ ἐμίσησα σὺν τὴν ζωήν ὅτι πονηρὸν ἐπ' ἐμὲ τὸ ποίημα τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον ὅτι τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος

2:18 καὶ ἐμίσησα ἐγὼ σὺν πάντα μόχθον μου ὃν ἐγὼ μοχθω̃ ὑπὸ τὸν ἥλιον ὅτι ἀφίω αὐτὸν τω̨̃ ἀνθρώπω̨ τω̨̃ γινομένω̨ μετ' ἐμέ

2:19 καὶ τίς οἰ̃δεν εἰ σοφὸς ἔσται ἢ ἄφρων καὶ ἐξουσιάζεται ἐν παντὶ μόχθω̨ μου ὡ̨̃ ἐμόχθησα καὶ ὡ̨̃ ἐσοφισάμην ὑπὸ τὸν ἥλιον καί γε του̃το ματαιότης

2:20 καὶ ἐπέστρεψα ἐγὼ του̃ ἀποτάξασθαι τη̨̃ καρδία̨ μου ἐπὶ παντὶ τω̨̃ μόχθω̨ ὡ̨̃ ἐμόχθησα ὑπὸ τὸν ἥλιον

2:21 ὅτι ἔστιν ἄνθρωπος οὑ̃ μόχθος αὐτου̃ ἐν σοφία̨ καὶ ἐν γνώσει καὶ ἐν ἀνδρεία̨ καὶ ἄνθρωπος ὃς οὐκ ἐμόχθησεν ἐν αὐτω̨̃ δώσει αὐτω̨̃ μερίδα αὐτου̃ καί γε του̃το ματαιότης καὶ πονηρία μεγάλη

2:22 ὅτι τί γίνεται τω̨̃ ἀνθρώπω̨ ἐν παντὶ μόχθω̨ αὐτου̃ καὶ ἐν προαιρέσει καρδίας αὐτου̃ ὡ̨̃ αὐτὸς μοχθει̃ ὑπὸ τὸν ἥλιον

2:23 ὅτι πα̃σαι αἱ ἡμέραι αὐτου̃ ἀλγημάτων καὶ θυμου̃ περισπασμὸς αὐτου̃ καί γε ἐν νυκτὶ οὐ κοιμα̃ται ἡ καρδία αὐτου̃ καί γε του̃το ματαιότης ἐστίν

2:24 οὐκ ἔστιν ἀγαθὸν ἐν ἀνθρώπω̨ ὃ φάγεται καὶ ὃ πίεται καὶ ὃ δείξει τη̨̃ ψυχη̨̃ αὐτου̃ ἀγαθὸν ἐν μόχθω̨ αὐτου̃ καί γε του̃το εἰ̃δον ἐγὼ ὅτι ἀπὸ χειρὸς του̃ θεου̃ ἐστιν

2:25 ὅτι τίς φάγεται καὶ τίς φείσεται πάρεξ αὐτου̃

2:26 ὅτι τω̨̃ ἀνθρώπω̨ τω̨̃ ἀγαθω̨̃ πρὸ προσώπου αὐτου̃ ἔδωκεν σοφίαν καὶ γνω̃σιν καὶ εὐφροσύνην καὶ τω̨̃ ἁμαρτάνοντι ἔδωκεν περισπασμὸν του̃ προσθει̃ναι καὶ του̃ συναγαγει̃ν του̃ δου̃ναι τω̨̃ ἀγαθω̨̃ πρὸ προσώπου του̃ θεου̃ ὅτι καί γε του̃το ματαιότης καὶ προαίρεσις πνεύματος

3:1 τοι̃ς πα̃σιν χρόνος καὶ καιρὸς τω̨̃ παντὶ πράγματι ὑπὸ τὸν οὐρανόν

3:2 καιρὸς του̃ τεκει̃ν καὶ καιρὸς του̃ ἀποθανει̃ν καιρὸς του̃ φυτευ̃σαι καὶ καιρὸς του̃ ἐκτι̃λαι πεφυτευμένον

3:3 καιρὸς του̃ ἀποκτει̃ναι καὶ καιρὸς του̃ ἰάσασθαι καιρὸς του̃ καθελει̃ν καὶ καιρὸς του̃ οἰκοδομη̃σαι

3:4 καιρὸς του̃ κλαυ̃σαι καὶ καιρὸς του̃ γελάσαι καιρὸς του̃ κόψασθαι καὶ καιρὸς του̃ ὀρχήσασθαι

3:5 καιρὸς του̃ βαλει̃ν λίθους καὶ καιρὸς του̃ συναγαγει̃ν λίθους καιρὸς του̃ περιλαβει̃ν καὶ καιρὸς του̃ μακρυνθη̃ναι ἀπὸ περιλήμψεως

3:6 καιρὸς του̃ ζητη̃σαι καὶ καιρὸς του̃ ἀπολέσαι καιρὸς του̃ φυλάξαι καὶ καιρὸς του̃ ἐκβαλει̃ν

3:7 καιρὸς του̃ ῥη̃ξαι καὶ καιρὸς του̃ ῥάψαι καιρὸς του̃ σιγα̃ν καὶ καιρὸς του̃ λαλει̃ν

3:8 καιρὸς του̃ φιλη̃σαι καὶ καιρὸς του̃ μιση̃σαι καιρὸς πολέμου καὶ καιρὸς εἰρήνης

3:9 τίς περισσεία του̃ ποιου̃ντος ἐν οἱ̃ς αὐτὸς μοχθει̃

3:10 εἰ̃δον σὺν τὸν περισπασμόν ὃν ἔδωκεν ὁ θεὸς τοι̃ς υἱοι̃ς του̃ ἀνθρώπου του̃ περισπα̃σθαι ἐν αὐτω̨̃

3:11 σὺν τὰ πάντα ἐποίησεν καλὰ ἐν καιρω̨̃ αὐτου̃ καί γε σὺν τὸν αἰω̃να ἔδωκεν ἐν καρδία̨ αὐτω̃ν ὅπως μὴ εὕρη̨ ὁ ἄνθρωπος τὸ ποίημα ὃ ἐποίησεν ὁ θεός ἀπ' ἀρχη̃ς καὶ μέχρι τέλους

3:12 ἔγνων ὅτι οὐκ ἔστιν ἀγαθὸν ἐν αὐτοι̃ς εἰ μὴ του̃ εὐφρανθη̃ναι καὶ του̃ ποιει̃ν ἀγαθὸν ἐν ζωη̨̃ αὐτου̃

3:13 καί γε πα̃ς ὁ ἄνθρωπος ὃς φάγεται καὶ πίεται καὶ ἴδη̨ ἀγαθὸν ἐν παντὶ μόχθω̨ αὐτου̃ δόμα θεου̃ ἐστιν

3:14 ἔγνων ὅτι πάντα ὅσα ἐποίησεν ὁ θεός αὐτὰ ἔσται εἰς τὸν αἰω̃να ἐπ' αὐτω̨̃ οὐκ ἔστιν προσθει̃ναι καὶ ἀπ' αὐτου̃ οὐκ ἔστιν ἀφελει̃ν καὶ ὁ θεὸς ἐποίησεν ἵνα φοβηθω̃σιν ἀπὸ προσώπου αὐτου̃

3:15 τὸ γενόμενον ἤδη ἐστίν καὶ ὅσα του̃ γίνεσθαι ἤδη γέγονεν καὶ ὁ θεὸς ζητήσει τὸν διωκόμενον

3:16 καὶ ἔτι εἰ̃δον ὑπὸ τὸν ἥλιον τόπον τη̃ς κρίσεως ἐκει̃ ὁ ἀσεβής καὶ τόπον του̃ δικαίου ἐκει̃ ὁ ἀσεβής

3:17 εἰ̃πα ἐγὼ ἐν καρδία̨ μου σὺν τὸν δίκαιον καὶ σὺν τὸν ἀσεβη̃ κρινει̃ ὁ θεός ὅτι καιρὸς τω̨̃ παντὶ πράγματι καὶ ἐπὶ παντὶ τω̨̃ ποιήματι

3:18 ἐκει̃ εἰ̃πα ἐγὼ ἐν καρδία̨ μου περὶ λαλια̃ς υἱω̃ν του̃ ἀνθρώπου ὅτι διακρινει̃ αὐτοὺς ὁ θεός καὶ του̃ δει̃ξαι ὅτι αὐτοὶ κτήνη εἰσὶν καί γε αὐτοι̃ς

3:19 ὅτι συνάντημα υἱω̃ν του̃ ἀνθρώπου καὶ συνάντημα του̃ κτήνους συνάντημα ἓν αὐτοι̃ς ὡς ὁ θάνατος τούτου οὕτως ὁ θάνατος τούτου καὶ πνευ̃μα ἓν τοι̃ς πα̃σιν καὶ τί ἐπερίσσευσεν ὁ ἄνθρωπος παρὰ τὸ κτη̃νος οὐδέν ὅτι τὰ πάντα ματαιότης

3:20 τὰ πάντα πορεύεται εἰς τόπον ἕνα τὰ πάντα ἐγένετο ἀπὸ του̃ χοός καὶ τὰ πάντα ἐπιστρέφει εἰς τὸν χου̃ν

3:21 καὶ τίς οἰ̃δεν πνευ̃μα υἱω̃ν του̃ ἀνθρώπου εἰ ἀναβαίνει αὐτὸ εἰς ἄνω καὶ πνευ̃μα του̃ κτήνους εἰ καταβαίνει αὐτὸ κάτω εἰς γη̃ν

3:22 καὶ εἰ̃δον ὅτι οὐκ ἔστιν ἀγαθὸν εἰ μὴ ὃ εὐφρανθήσεται ὁ ἄνθρωπος ἐν ποιήμασιν αὐτου̃ ὅτι αὐτὸ μερὶς αὐτου̃ ὅτι τίς ἄξει αὐτὸν του̃ ἰδει̃ν ἐν ὡ̨̃ ἐὰν γένηται μετ' αὐτόν

4:1 καὶ ἐπέστρεψα ἐγὼ καὶ εἰ̃δον σὺν πάσας τὰς συκοφαντίας τὰς γινομένας ὑπὸ τὸν ἥλιον καὶ ἰδοὺ δάκρυον τω̃ν συκοφαντουμένων καὶ οὐκ ἔστιν αὐτοι̃ς παρακαλω̃ν καὶ ἀπὸ χειρὸς συκοφαντούντων αὐτοὺς ἰσχύς καὶ οὐκ ἔστιν αὐτοι̃ς παρακαλω̃ν

4:2 καὶ ἐπή̨νεσα ἐγὼ σὺν τοὺς τεθνηκότας τοὺς ἤδη ἀποθανόντας ὑπὲρ τοὺς ζω̃ντας ὅσοι αὐτοὶ ζω̃σιν ἕως του̃ νυ̃ν

4:3 καὶ ἀγαθὸς ὑπὲρ τοὺς δύο τούτους ὅστις οὔπω ἐγένετο ὃς οὐκ εἰ̃δεν σὺν τὸ ποίημα τὸ πονηρὸν τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον

4:4 καὶ εἰ̃δον ἐγὼ σὺν πάντα τὸν μόχθον καὶ σὺν πα̃σαν ἀνδρείαν του̃ ποιήματος ὅτι αὐτὸ ζη̃λος ἀνδρὸς ἀπὸ του̃ ἑταίρου αὐτου̃ καί γε του̃το ματαιότης καὶ προαίρεσις πνεύματος

4:5 ὁ ἄφρων περιέλαβεν τὰς χει̃ρας αὐτου̃ καὶ ἔφαγεν τὰς σάρκας αὐτου̃

4:6 ἀγαθὸν πλήρωμα δρακὸς ἀναπαύσεως ὑπὲρ πλήρωμα δύο δρακω̃ν μόχθου καὶ προαιρέσεως πνεύματος

4:7 καὶ ἐπέστρεψα ἐγὼ καὶ εἰ̃δον ματαιότητα ὑπὸ τὸν ἥλιον

4:8 ἔστιν εἱ̃ς καὶ οὐκ ἔστιν δεύτερος καί γε υἱὸς καὶ ἀδελφὸς οὐκ ἔστιν αὐτω̨̃ καὶ οὐκ ἔστιν περασμὸς τω̨̃ παντὶ μόχθω̨ αὐτου̃ καί γε ὀφθαλμὸς αὐτου̃ οὐκ ἐμπίπλαται πλούτου καὶ τίνι ἐγὼ μοχθω̃ καὶ στερίσκω τὴν ψυχήν μου ἀπὸ ἀγαθωσύνης καί γε του̃το ματαιότης καὶ περισπασμὸς πονηρός ἐστιν

4:9 ἀγαθοὶ οἱ δύο ὑπὲρ τὸν ἕνα οἱ̃ς ἔστιν αὐτοι̃ς μισθὸς ἀγαθὸς ἐν μόχθω̨ αὐτω̃ν

4:10 ὅτι ἐὰν πέσωσιν ὁ εἱ̃ς ἐγερει̃ τὸν μέτοχον αὐτου̃ καὶ οὐαὶ αὐτω̨̃ τω̨̃ ἑνί ὅταν πέση̨ καὶ μὴ ἠ̨̃ δεύτερος του̃ ἐγει̃ραι αὐτόν

4:11 καί γε ἐὰν κοιμηθω̃σιν δύο καὶ θέρμη αὐτοι̃ς καὶ ὁ εἱ̃ς πω̃ς θερμανθη̨̃

4:12 καὶ ἐὰν ἐπικραταιωθη̨̃ ὁ εἱ̃ς οἱ δύο στήσονται κατέναντι αὐτου̃ καὶ τὸ σπαρτίον τὸ ἔντριτον οὐ ταχέως ἀπορραγήσεται

4:13 ἀγαθὸς παι̃ς πένης καὶ σοφὸς ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα ὃς οὐκ ἔγνω του̃ προσέχειν ἔτι

4:14 ὅτι ἐξ οἴκου τω̃ν δεσμίων ἐξελεύσεται του̃ βασιλευ̃σαι ὅτι καί γε ἐν βασιλεία̨ αὐτου̃ ἐγεννήθη πένης

4:15 εἰ̃δον σὺν πάντας τοὺς ζω̃ντας τοὺς περιπατου̃ντας ὑπὸ τὸν ἥλιον μετὰ του̃ νεανίσκου του̃ δευτέρου ὃς στήσεται ἀντ' αὐτου̃

4:16 οὐκ ἔστιν περασμὸς τω̨̃ παντὶ λαω̨̃ τοι̃ς πα̃σιν ὅσοι ἐγένοντο ἔμπροσθεν αὐτω̃ν καί γε οἱ ἔσχατοι οὐκ εὐφρανθήσονται ἐν αὐτω̨̃ ὅτι καί γε του̃το ματαιότης καὶ προαίρεσις πνεύματος

4:17 φύλαξον πόδα σου ἐν ὡ̨̃ ἐὰν πορεύη̨ εἰς οἰ̃κον του̃ θεου̃ καὶ ἐγγὺς του̃ ἀκούειν ὑπὲρ δόμα τω̃ν ἀφρόνων θυσία σου ὅτι οὔκ εἰσιν εἰδότες του̃ ποιη̃σαι κακόν

5:1 μὴ σπευ̃δε ἐπὶ στόματί σου καὶ καρδία σου μὴ ταχυνάτω του̃ ἐξενέγκαι λόγον πρὸ προσώπου του̃ θεου̃ ὅτι ὁ θεὸς ἐν τω̨̃ οὐρανω̨̃ καὶ σὺ ἐπὶ τη̃ς γη̃ς ἐπὶ τούτω̨ ἔστωσαν οἱ λόγοι σου ὀλίγοι

5:2 ὅτι παραγίνεται ἐνύπνιον ἐν πλήθει περισπασμου̃ καὶ φωνὴ ἄφρονος ἐν πλήθει λόγων

5:3 καθὼς ἂν εὔξη̨ εὐχὴν τω̨̃ θεω̨̃ μὴ χρονίση̨ς του̃ ἀποδου̃ναι αὐτήν ὅτι οὐκ ἔστιν θέλημα ἐν ἄφροσιν σὺν ὅσα ἐὰν εὔξη̨ ἀπόδος

5:4 ἀγαθὸν τὸ μὴ εὔξασθαί σε ἢ τὸ εὔξασθαί σε καὶ μὴ ἀποδου̃ναι

5:5 μὴ δω̨̃ς τὸ στόμα σου του̃ ἐξαμαρτη̃σαι τὴν σάρκα σου καὶ μὴ εἴπη̨ς πρὸ προσώπου του̃ θεου̃ ὅτι ἄγνοιά ἐστιν ἵνα μὴ ὀργισθη̨̃ ὁ θεὸς ἐπὶ φωνη̨̃ σου καὶ διαφθείρη̨ τὰ ποιήματα χειρω̃ν σου

5:6 ὅτι ἐν πλήθει ἐνυπνίων καὶ ματαιότητες καὶ λόγοι πολλοί ὅτι σὺν τὸν θεὸν φοβου̃

5:7 ἐὰν συκοφαντίαν πένητος καὶ ἁρπαγὴν κρίματος καὶ δικαιοσύνης ἴδη̨ς ἐν χώρα̨ μὴ θαυμάση̨ς ἐπὶ τω̨̃ πράγματι ὅτι ὑψηλὸς ἐπάνω ὑψηλου̃ φυλάξαι καὶ ὑψηλοὶ ἐπ' αὐτούς

5:8 καὶ περισσεία γη̃ς ἐν παντί ἐστι βασιλεὺς του̃ ἀγρου̃ εἰργασμένου

5:9 ἀγαπω̃ν ἀργύριον οὐ πλησθήσεται ἀργυρίου καὶ τίς ἠγάπησεν ἐν πλήθει αὐτω̃ν γένημα καί γε του̃το ματαιότης

5:10 ἐν πλήθει τη̃ς ἀγαθωσύνης ἐπληθύνθησαν ἔσθοντες αὐτήν καὶ τί ἀνδρεία τω̨̃ παρ' αὐτη̃ς ὅτι ἀλλ' ἢ του̃ ὁρα̃ν ὀφθαλμοι̃ς αὐτου̃

5:11 γλυκὺς ὕπνος του̃ δούλου εἰ ὀλίγον καὶ εἰ πολὺ φάγεται καὶ τω̨̃ ἐμπλησθέντι του̃ πλουτη̃σαι οὐκ ἔστιν ἀφίων αὐτὸν του̃ ὑπνω̃σαι

5:12 ἔστιν ἀρρωστία ἣν εἰ̃δον ὑπὸ τὸν ἥλιον πλου̃τον φυλασσόμενον τω̨̃ παρ' αὐτου̃ εἰς κακίαν αὐτου̃

5:13 καὶ ἀπολει̃ται ὁ πλου̃τος ἐκει̃νος ἐν περισπασμω̨̃ πονηρω̨̃ καὶ ἐγέννησεν υἱόν καὶ οὐκ ἔστιν ἐν χειρὶ αὐτου̃ οὐδέν

5:14 καθὼς ἐξη̃λθεν ἀπὸ γαστρὸς μητρὸς αὐτου̃ γυμνός ἐπιστρέψει του̃ πορευθη̃ναι ὡς ἥκει καὶ οὐδὲν οὐ λήμψεται ἐν μόχθω̨ αὐτου̃ ἵνα πορευθη̨̃ ἐν χειρὶ αὐτου̃

5:15 καί γε του̃το πονηρὰ ἀρρωστία ὥσπερ γὰρ παρεγένετο οὕτως καὶ ἀπελεύσεται καὶ τίς περισσεία αὐτω̨̃ ἡ̨̃ μοχθει̃ εἰς ἄνεμον

5:16 καί γε πα̃σαι αἱ ἡμέραι αὐτου̃ ἐν σκότει καὶ πένθει καὶ θυμω̨̃ πολλω̨̃ καὶ ἀρρωστία̨ καὶ χόλω̨

5:17 ἰδοὺ ὃ εἰ̃δον ἐγὼ ἀγαθόν ὅ ἐστιν καλόν του̃ φαγει̃ν καὶ του̃ πιει̃ν καὶ του̃ ἰδει̃ν ἀγαθωσύνην ἐν παντὶ μόχθω̨ αὐτου̃ ὡ̨̃ ἐὰν μοχθη̨̃ ὑπὸ τὸν ἥλιον ἀριθμὸν ἡμερω̃ν ζωη̃ς αὐτου̃ ὡ̃ν ἔδωκεν αὐτω̨̃ ὁ θεός ὅτι αὐτὸ μερὶς αὐτου̃

5:18 καί γε πα̃ς ὁ ἄνθρωπος ὡ̨̃ ἔδωκεν αὐτω̨̃ ὁ θεὸς πλου̃τον καὶ ὑπάρχοντα καὶ ἐξουσίασεν αὐτὸν του̃ φαγει̃ν ἀπ' αὐτου̃ καὶ του̃ λαβει̃ν τὸ μέρος αὐτου̃ καὶ του̃ εὐφρανθη̃ναι ἐν μόχθω̨ αὐτου̃ του̃το δόμα θεου̃ ἐστιν

5:19 ὅτι οὐ πολλὰ μνησθήσεται τὰς ἡμέρας τη̃ς ζωη̃ς αὐτου̃ ὅτι ὁ θεὸς περισπα̨̃ αὐτὸν ἐν εὐφροσύνη̨ καρδίας αὐτου̃

6:1 ἔστιν πονηρία ἣν εἰ̃δον ὑπὸ τὸν ἥλιον καὶ πολλή ἐστιν ἐπὶ τὸν ἄνθρωπον

6:2 ἀνήρ ὡ̨̃ δώσει αὐτω̨̃ ὁ θεὸς πλου̃τον καὶ ὑπάρχοντα καὶ δόξαν καὶ οὐκ ἔστιν ὑστερω̃ν τη̨̃ ψυχη̨̃ αὐτου̃ ἀπὸ πάντων ὡ̃ν ἐπιθυμήσει καὶ οὐκ ἐξουσιάσει αὐτω̨̃ ὁ θεὸς του̃ φαγει̃ν ἀπ' αὐτου̃ ὅτι ἀνὴρ ξένος φάγεται αὐτόν του̃το ματαιότης καὶ ἀρρωστία πονηρά ἐστιν

6:3 ἐὰν γεννήση̨ ἀνὴρ ἑκατὸν καὶ ἔτη πολλὰ ζήσεται καὶ πλη̃θος ὅ τι ἔσονται ἡμέραι ἐτω̃ν αὐτου̃ καὶ ψυχὴ αὐτου̃ οὐκ ἐμπλησθήσεται ἀπὸ τη̃ς ἀγαθωσύνης καί γε ταφὴ οὐκ ἐγένετο αὐτω̨̃ εἰ̃πα ἀγαθὸν ὑπὲρ αὐτὸν τὸ ἔκτρωμα

6:4 ὅτι ἐν ματαιότητι ἠ̃λθεν καὶ ἐν σκότει πορεύεται καὶ ἐν σκότει ὄνομα αὐτου̃ καλυφθήσεται

6:5 καί γε ἥλιον οὐκ εἰ̃δεν καὶ οὐκ ἔγνω ἀνάπαυσις τούτω̨ ὑπὲρ του̃τον

6:6 καὶ εἰ ἔζησεν χιλίων ἐτω̃ν καθόδους καὶ ἀγαθωσύνην οὐκ εἰ̃δεν μὴ οὐκ εἰς τόπον ἕνα τὰ πάντα πορεύεται

6:7 πα̃ς μόχθος του̃ ἀνθρώπου εἰς στόμα αὐτου̃ καί γε ἡ ψυχὴ οὐ πληρωθήσεται

6:8 ὅτι τίς περισσεία τω̨̃ σοφω̨̃ ὑπὲρ τὸν ἄφρονα διότι ὁ πένης οἰ̃δεν πορευθη̃ναι κατέναντι τη̃ς ζωη̃ς

6:9 ἀγαθὸν ὅραμα ὀφθαλμω̃ν ὑπὲρ πορευόμενον ψυχη̨̃ καί γε του̃το ματαιότης καὶ προαίρεσις πνεύματος

6:10 εἴ τι ἐγένετο ἤδη κέκληται ὄνομα αὐτου̃ καὶ ἐγνώσθη ὅ ἐστιν ἄνθρωπος καὶ οὐ δυνήσεται του̃ κριθη̃ναι μετὰ του̃ ἰσχυρου̃ ὑπὲρ αὐτόν

6:11 ὅτι εἰσὶν λόγοι πολλοὶ πληθύνοντες ματαιότητα τί περισσὸν τω̨̃ ἀνθρώπω̨

6:12 ὅτι τίς οἰ̃δεν τί ἀγαθὸν τω̨̃ ἀνθρώπω̨ ἐν τη̨̃ ζωη̨̃ ἀριθμὸν ἡμερω̃ν ζωη̃ς ματαιότητος αὐτου̃ καὶ ἐποίησεν αὐτὰς ἐν σκια̨̃ ὅτι τίς ἀπαγγελει̃ τω̨̃ ἀνθρώπω̨ τί ἔσται ὀπίσω αὐτου̃ ὑπὸ τὸν ἥλιον

7:1 ἀγαθὸν ὄνομα ὑπὲρ ἔλαιον ἀγαθὸν καὶ ἡμέρα του̃ θανάτου ὑπὲρ ἡμέραν γενέσεως αὐτου̃

7:2 ἀγαθὸν πορευθη̃ναι εἰς οἰ̃κον πένθους ἢ ὅτι πορευθη̃ναι εἰς οἰ̃κον πότου καθότι του̃το τέλος παντὸς του̃ ἀνθρώπου καὶ ὁ ζω̃ν δώσει εἰς καρδίαν αὐτου̃

7:3 ἀγαθὸν θυμὸς ὑπὲρ γέλωτα ὅτι ἐν κακία̨ προσώπου ἀγαθυνθήσεται καρδία

7:4 καρδία σοφω̃ν ἐν οἴκω̨ πένθους καὶ καρδία ἀφρόνων ἐν οἴκω̨ εὐφροσύνης

7:5 ἀγαθὸν τὸ ἀκου̃σαι ἐπιτίμησιν σοφου̃ ὑπὲρ ἄνδρα ἀκούοντα ἀ̨̃σμα ἀφρόνων

7:6 ὅτι ὡς φωνὴ τω̃ν ἀκανθω̃ν ὑπὸ τὸν λέβητα οὕτως γέλως τω̃ν ἀφρόνων καί γε του̃το ματαιότης

7:7 ὅτι ἡ συκοφαντία περιφέρει σοφὸν καὶ ἀπόλλυσι τὴν καρδίαν εὐτονίας αὐτου̃

7:8 ἀγαθὴ ἐσχάτη λόγων ὑπὲρ ἀρχὴν αὐτου̃ ἀγαθὸν μακρόθυμος ὑπὲρ ὑψηλὸν πνεύματι

7:9 μὴ σπεύση̨ς ἐν πνεύματί σου του̃ θυμου̃σθαι ὅτι θυμὸς ἐν κόλπω̨ ἀφρόνων ἀναπαύσεται

7:10 μὴ εἴπη̨ς τί ἐγένετο ὅτι αἱ ἡμέραι αἱ πρότεραι ἠ̃σαν ἀγαθαὶ ὑπὲρ ταύτας ὅτι οὐκ ἐν σοφία̨ ἐπηρώτησας περὶ τούτου

7:11 ἀγαθὴ σοφία μετὰ κληροδοσίας καὶ περισσεία τοι̃ς θεωρου̃σιν τὸν ἥλιον

7:12 ὅτι ἐν σκια̨̃ αὐτη̃ς ἡ σοφία ὡς σκιὰ του̃ ἀργυρίου καὶ περισσεία γνώσεως τη̃ς σοφίας ζωοποιήσει τὸν παρ' αὐτη̃ς

7:13 ἰδὲ τὰ ποιήματα του̃ θεου̃ ὅτι τίς δυνήσεται του̃ κοσμη̃σαι ὃν ἂν ὁ θεὸς διαστρέψη̨ αὐτόν

7:14 ἐν ἡμέρα̨ ἀγαθωσύνης ζη̃θι ἐν ἀγαθω̨̃ καὶ ἐν ἡμέρα̨ κακίας ἰδέ καί γε σὺν του̃το σύμφωνον τούτω̨ ἐποίησεν ὁ θεὸς περὶ λαλια̃ς ἵνα μὴ εὕρη̨ ὁ ἄνθρωπος ὀπίσω αὐτου̃ μηδέν

7:15 σὺν τὰ πάντα εἰ̃δον ἐν ἡμέραις ματαιότητός μου ἔστιν δίκαιος ἀπολλύμενος ἐν δικαίω̨ αὐτου̃ καὶ ἔστιν ἀσεβὴς μένων ἐν κακία̨ αὐτου̃

7:16 μὴ γίνου δίκαιος πολὺ καὶ μὴ σοφίζου περισσά μήποτε ἐκπλαγη̨̃ς

7:17 μὴ ἀσεβήση̨ς πολὺ καὶ μὴ γίνου σκληρός ἵνα μὴ ἀποθάνη̨ς ἐν οὐ καιρω̨̃ σου

7:18 ἀγαθὸν τὸ ἀντέχεσθαί σε ἐν τούτω̨ καί γε ἀπὸ τούτου μὴ ἀνη̨̃ς τὴν χει̃ρά σου ὅτι φοβούμενος τὸν θεὸν ἐξελεύσεται τὰ πάντα

7:19 ἡ σοφία βοηθήσει τω̨̃ σοφω̨̃ ὑπὲρ δέκα ἐξουσιάζοντας τοὺς ὄντας ἐν τη̨̃ πόλει

7:20 ὅτι ἄνθρωπος οὐκ ἔστιν δίκαιος ἐν τη̨̃ γη̨̃ ὃς ποιήσει ἀγαθὸν καὶ οὐχ ἁμαρτήσεται

7:21 καί γε εἰς πάντας τοὺς λόγους οὓς λαλήσουσιν μὴ θη̨̃ς καρδίαν σου ὅπως μὴ ἀκούση̨ς του̃ δούλου σου καταρωμένου σε

7:22 ὅτι πλειστάκις πονηρεύσεταί σε καὶ καθόδους πολλὰς κακώσει καρδίαν σου ὅπως καί γε σὺ κατηράσω ἑτέρους

7:23 πάντα ταυ̃τα ἐπείρασα ἐν τη̨̃ σοφία̨ εἰ̃πα σοφισθήσομαι

7:24 καὶ αὐτὴ ἐμακρύνθη ἀπ' ἐμου̃ μακρὰν ὑπὲρ ὃ ἠ̃ν καὶ βαθὺ βάθος τίς εὑρήσει αὐτό

7:25 ἐκύκλωσα ἐγώ καὶ ἡ καρδία μου του̃ γνω̃ναι καὶ του̃ κατασκέψασθαι καὶ ζητη̃σαι σοφίαν καὶ ψη̃φον καὶ του̃ γνω̃ναι ἀσεβου̃ς ἀφροσύνην καὶ σκληρίαν καὶ περιφοράν

7:26 καὶ εὑρίσκω ἐγὼ πικρότερον ὑπὲρ θάνατον σὺν τὴν γυναι̃κα ἥτις ἐστὶν θηρεύματα καὶ σαγη̃ναι καρδία αὐτη̃ς δεσμοὶ χει̃ρες αὐτη̃ς ἀγαθὸς πρὸ προσώπου του̃ θεου̃ ἐξαιρεθήσεται ἀπ' αὐτη̃ς καὶ ἁμαρτάνων συλλημφθήσεται ἐν αὐτη̨̃

7:27 ἰδὲ του̃το εὑ̃ρον εἰ̃πεν ὁ 'Εκκλησιαστής μία τη̨̃ μια̨̃ του̃ εὑρει̃ν λογισμόν

7:28 ὃν ἔτι ἐζήτησεν ἡ ψυχή μου καὶ οὐχ εὑ̃ρον ἄνθρωπον ἕνα ἀπὸ χιλίων εὑ̃ρον καὶ γυναι̃κα ἐν πα̃σι τούτοις οὐχ εὑ̃ρον

7:29 πλὴν ἰδὲ του̃το εὑ̃ρον ὃ ἐποίησεν ὁ θεὸς σὺν τὸν ἄνθρωπον εὐθη̃ καὶ αὐτοὶ ἐζήτησαν λογισμοὺς πολλούς

8:1 τίς οἰ̃δεν σοφούς καὶ τίς οἰ̃δεν λύσιν ῥήματος σοφία ἀνθρώπου φωτιει̃ πρόσωπον αὐτου̃ καὶ ἀναιδὴς προσώπω̨ αὐτου̃ μισηθήσεται

8:2 στόμα βασιλέως φύλαξον καὶ περὶ λόγου ὅρκου θεου̃ μὴ σπουδάση̨ς

8:3 ἀπὸ προσώπου αὐτου̃ πορεύση̨ μὴ στη̨̃ς ἐν λόγω̨ πονηρω̨̃ ὅτι πα̃ν ὃ ἐὰν θελήση̨ ποιήσει

8:4 καθὼς λαλει̃ βασιλεὺς ἐξουσιάζων καὶ τίς ἐρει̃ αὐτω̨̃ τί ποιήσεις

8:5 ὁ φυλάσσων ἐντολὴν οὐ γνώσεται ῥη̃μα πονηρόν καὶ καιρὸν κρίσεως γινώσκει καρδία σοφου̃

8:6 ὅτι παντὶ πράγματι ἔστιν καιρὸς καὶ κρίσις ὅτι γνω̃σις του̃ ἀνθρώπου πολλὴ ἐπ' αὐτόν

8:7 ὅτι οὐκ ἔστιν γινώσκων τί τὸ ἐσόμενον ὅτι καθὼς ἔσται τίς ἀναγγελει̃ αὐτω̨̃

8:8 οὐκ ἔστιν ἄνθρωπος ἐξουσιάζων ἐν πνεύματι του̃ κωλυ̃σαι σὺν τὸ πνευ̃μα καὶ οὐκ ἔστιν ἐξουσία ἐν ἡμέρα̨ του̃ θανάτου καὶ οὐκ ἔστιν ἀποστολὴ ἐν τω̨̃ πολέμω̨ καὶ οὐ διασώσει ἀσέβεια τὸν παρ' αὐτη̃ς

8:9 καὶ σὺν πα̃ν του̃το εἰ̃δον καὶ ἔδωκα τὴν καρδίαν μου εἰς πα̃ν ποίημα ὃ πεποίηται ὑπὸ τὸν ἥλιον τὰ ὅσα ἐξουσιάσατο ὁ ἄνθρωπος ἐν ἀνθρώπω̨ του̃ κακω̃σαι αὐτόν

8:10 καὶ τότε εἰ̃δον ἀσεβει̃ς εἰς τάφους εἰσαχθέντας καὶ ἐκ τόπου ἁγίου ἐπορεύθησαν καὶ ἐπη̨νέθησαν ἐν τη̨̃ πόλει ὅτι οὕτως ἐποίησαν καί γε του̃το ματαιότης

8:11 ὅτι οὐκ ἔστιν γινομένη ἀντίρρησις ἀπὸ τω̃ν ποιούντων τὸ πονηρὸν ταχύ διὰ του̃το ἐπληροφορήθη καρδία υἱω̃ν του̃ ἀνθρώπου ἐν αὐτοι̃ς του̃ ποιη̃σαι τὸ πονηρόν

8:12 ὃς ἥμαρτεν ἐποίησεν τὸ πονηρὸν ἀπὸ τότε καὶ ἀπὸ μακρότητος αὐτω̨̃ ὅτι καί γε γινώσκω ἐγὼ ὅτι ἔσται ἀγαθὸν τοι̃ς φοβουμένοις τὸν θεόν ὅπως φοβω̃νται ἀπὸ προσώπου αὐτου̃

8:13 καὶ ἀγαθὸν οὐκ ἔσται τω̨̃ ἀσεβει̃ καὶ οὐ μακρυνει̃ ἡμέρας ἐν σκια̨̃ ὃς οὐκ ἔστιν φοβούμενος ἀπὸ προσώπου του̃ θεου̃

8:14 ἔστιν ματαιότης ἣ πεποίηται ἐπὶ τη̃ς γη̃ς ὅτι εἰσὶ δίκαιοι ὅτι φθάνει πρὸς αὐτοὺς ὡς ποίημα τω̃ν ἀσεβω̃ν καὶ εἰσὶν ἀσεβει̃ς ὅτι φθάνει πρὸς αὐτοὺς ὡς ποίημα τω̃ν δικαίων εἰ̃πα ὅτι καί γε του̃το ματαιότης

8:15 καὶ ἐπή̨νεσα ἐγὼ σὺν τὴν εὐφροσύνην ὅτι οὐκ ἔστιν ἀγαθὸν τω̨̃ ἀνθρώπω̨ ὑπὸ τὸν ἥλιον ὅτι εἰ μὴ του̃ φαγει̃ν καὶ του̃ πιει̃ν καὶ του̃ εὐφρανθη̃ναι καὶ αὐτὸ συμπροσέσται αὐτω̨̃ ἐν μόχθω̨ αὐτου̃ ἡμέρας ζωη̃ς αὐτου̃ ὅσας ἔδωκεν αὐτω̨̃ ὁ θεὸς ὑπὸ τὸν ἥλιον

8:16 ἐν οἱ̃ς ἔδωκα τὴν καρδίαν μου του̃ γνω̃ναι σοφίαν καὶ του̃ ἰδει̃ν τὸν περισπασμὸν τὸν πεποιημένον ἐπὶ τη̃ς γη̃ς ὅτι καί γε ἐν ἡμέρα̨ καὶ ἐν νυκτὶ ὕπνον ἐν ὀφθαλμοι̃ς αὐτου̃ οὐκ ἔστιν βλέπων

8:17 καὶ εἰ̃δον σὺν πάντα τὰ ποιήματα του̃ θεου̃ ὅτι οὐ δυνήσεται ἄνθρωπος του̃ εὑρει̃ν σὺν τὸ ποίημα τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον ὅσα ἂν μοχθήση̨ ὁ ἄνθρωπος του̃ ζητη̃σαι καὶ οὐχ εὑρήσει καί γε ὅσα ἂν εἴπη̨ ὁ σοφὸς του̃ γνω̃ναι οὐ δυνήσεται του̃ εὑρει̃ν

9:1 ὅτι σὺν πα̃ν του̃το ἔδωκα εἰς καρδίαν μου καὶ καρδία μου σὺν πα̃ν εἰ̃δεν του̃το ὡς οἱ δίκαιοι καὶ οἱ σοφοὶ καὶ ἐργασίαι αὐτω̃ν ἐν χειρὶ του̃ θεου̃ καί γε ἀγάπην καί γε μι̃σος οὐκ ἔστιν εἰδὼς ὁ ἄνθρωπος τὰ πάντα πρὸ προσώπου αὐτω̃ν

9:2 ματαιότης ἐν τοι̃ς πα̃σιν συνάντημα ἓν τω̨̃ δικαίω̨ καὶ τω̨̃ ἀσεβει̃ τω̨̃ ἀγαθω̨̃ καὶ τω̨̃ κακω̨̃ καὶ τω̨̃ καθαρω̨̃ καὶ τω̨̃ ἀκαθάρτω̨ καὶ τω̨̃ θυσιάζοντι καὶ τω̨̃ μὴ θυσιάζοντι ὡς ὁ ἀγαθός ὡ̃ς ὁ ἁμαρτάνων ὡ̃ς ὁ ὀμνύων καθὼς ὁ τὸν ὅρκον φοβούμενος

9:3 του̃το πονηρὸν ἐν παντὶ πεποιημένω̨ ὑπὸ τὸν ἥλιον ὅτι συνάντημα ἓν τοι̃ς πα̃σιν καί γε καρδία υἱω̃ν του̃ ἀνθρώπου ἐπληρώθη πονηρου̃ καὶ περιφέρεια ἐν καρδία̨ αὐτω̃ν ἐν ζωη̨̃ αὐτω̃ν καὶ ὀπίσω αὐτω̃ν πρὸς τοὺς νεκρούς

9:4 ὅτι τίς ὃς κοινωνει̃ πρὸς πάντας τοὺς ζω̃ντας ἔστιν ἐλπίς ὅτι ὁ κύων ὁ ζω̃ν αὐτὸς ἀγαθὸς ὑπὲρ τὸν λέοντα τὸν νεκρόν

9:5 ὅτι οἱ ζω̃ντες γνώσονται ὅτι ἀποθανου̃νται καὶ οἱ νεκροὶ οὔκ εἰσιν γινώσκοντες οὐδέν καὶ οὐκ ἔστιν αὐτοι̃ς ἔτι μισθός ὅτι ἐπελήσθη ἡ μνήμη αὐτω̃ν

9:6 καί γε ἀγάπη αὐτω̃ν καί γε μι̃σος αὐτω̃ν καί γε ζη̃λος αὐτω̃ν ἤδη ἀπώλετο καὶ μερὶς οὐκ ἔστιν αὐτοι̃ς ἔτι εἰς αἰω̃να ἐν παντὶ τω̨̃ πεποιημένω̨ ὑπὸ τὸν ἥλιον

9:7 δευ̃ρο φάγε ἐν εὐφροσύνη̨ ἄρτον σου καὶ πίε ἐν καρδία̨ ἀγαθη̨̃ οἰ̃νόν σου ὅτι ἤδη εὐδόκησεν ὁ θεὸς τὰ ποιήματά σου

9:8 ἐν παντὶ καιρω̨̃ ἔστωσαν ἱμάτιά σου λευκά καὶ ἔλαιον ἐπὶ κεφαλήν σου μὴ ὑστερησάτω

9:9 ἰδὲ ζωὴν μετὰ γυναικός ἡ̃ς ἠγάπησας πάσας ἡμέρας ζωη̃ς ματαιότητός σου τὰς δοθείσας σοι ὑπὸ τὸν ἥλιον πάσας ἡμέρας ματαιότητός σου ὅτι αὐτὸ μερίς σου ἐν τη̨̃ ζωη̨̃ σου καὶ ἐν τω̨̃ μόχθω̨ σου ὡ̨̃ σὺ μοχθει̃ς ὑπὸ τὸν ἥλιον

9:10 πάντα ὅσα ἂν εὕρη̨ ἡ χείρ σου του̃ ποιη̃σαι ὡς ἡ δύναμίς σου ποίησον ὅτι οὐκ ἔστιν ποίημα καὶ λογισμὸς καὶ γνω̃σις καὶ σοφία ἐν ἅ̨δη̨ ὅπου σὺ πορεύη̨ ἐκει̃

9:11 ἐπέστρεψα καὶ εἰ̃δον ὑπὸ τὸν ἥλιον ὅτι οὐ τοι̃ς κούφοις ὁ δρόμος καὶ οὐ τοι̃ς δυνατοι̃ς ὁ πόλεμος καί γε οὐ τοι̃ς σοφοι̃ς ἄρτος καί γε οὐ τοι̃ς συνετοι̃ς πλου̃τος καί γε οὐ τοι̃ς γινώσκουσιν χάρις ὅτι καιρὸς καὶ ἀπάντημα συναντήσεται τοι̃ς πα̃σιν αὐτοι̃ς

9:12 ὅτι καί γε οὐκ ἔγνω ὁ ἄνθρωπος τὸν καιρὸν αὐτου̃ ὡς οἱ ἰχθύες οἱ θηρευόμενοι ἐν ἀμφιβλήστρω̨ κακω̨̃ καὶ ὡς ὄρνεα τὰ θηρευόμενα ἐν παγίδι ὡς αὐτὰ παγιδεύονται οἱ υἱοὶ του̃ ἀνθρώπου εἰς καιρὸν πονηρόν ὅταν ἐπιπέση̨ ἐπ' αὐτοὺς ἄφνω

9:13 καί γε του̃το εἰ̃δον σοφίαν ὑπὸ τὸν ἥλιον καὶ μεγάλη ἐστὶν πρός με

9:14 πόλις μικρὰ καὶ ἄνδρες ἐν αὐτη̨̃ ὀλίγοι καὶ ἔλθη̨ ἐπ' αὐτὴν βασιλεὺς μέγας καὶ κυκλώση̨ αὐτὴν καὶ οἰκοδομήση̨ ἐπ' αὐτὴν χάρακας μεγάλους

9:15 καὶ εὕρη̨ ἐν αὐτη̨̃ ἄνδρα πένητα σοφόν καὶ διασώσει αὐτὸς τὴν πόλιν ἐν τη̨̃ σοφία̨ αὐτου̃ καὶ ἄνθρωπος οὐκ ἐμνήσθη σὺν του̃ ἀνδρὸς του̃ πένητος ἐκείνου

9:16 καὶ εἰ̃πα ἐγώ ἀγαθὴ σοφία ὑπὲρ δύναμιν καὶ σοφία του̃ πένητος ἐξουδενωμένη καὶ λόγοι αὐτου̃ οὔκ εἰσιν ἀκουόμενοι

9:17 λόγοι σοφω̃ν ἐν ἀναπαύσει ἀκούονται ὑπὲρ κραυγὴν ἐξουσιαζόντων ἐν ἀφροσύναις

9:18 ἀγαθὴ σοφία ὑπὲρ σκεύη πολέμου καὶ ἁμαρτάνων εἱ̃ς ἀπολέσει ἀγαθωσύνην πολλήν

10:1 μυι̃αι θανατου̃σαι σαπριου̃σιν σκευασίαν ἐλαίου ἡδύσματος τίμιον ὀλίγον σοφίας ὑπὲρ δόξαν ἀφροσύνης μεγάλης

10:2 καρδία σοφου̃ εἰς δεξιὸν αὐτου̃ καὶ καρδία ἄφρονος εἰς ἀριστερὸν αὐτου̃

10:3 καί γε ἐν ὁδω̨̃ ὅταν ἄφρων πορεύηται καρδία αὐτου̃ ὑστερήσει καὶ ἃ λογιει̃ται πάντα ἀφροσύνη ἐστίν

10:4 ἐὰν πνευ̃μα του̃ ἐξουσιάζοντος ἀναβη̨̃ ἐπὶ σέ τόπον σου μὴ ἀφη̨̃ς ὅτι ἴαμα καταπαύσει ἁμαρτίας μεγάλας

10:5 ἔστιν πονηρία ἣν εἰ̃δον ὑπὸ τὸν ἥλιον ὡς ἀκούσιον ὃ ἐξη̃λθεν ἀπὸ προσώπου του̃ ἐξουσιάζοντος

10:6 ἐδόθη ὁ ἄφρων ἐν ὕψεσι μεγάλοις καὶ πλούσιοι ἐν ταπεινω̨̃ καθήσονται

10:7 εἰ̃δον δούλους ἐφ' ἵππους καὶ ἄρχοντας πορευομένους ὡς δούλους ἐπὶ τη̃ς γη̃ς

10:8 ὁ ὀρύσσων βόθρον ἐν αὐτω̨̃ ἐμπεσει̃ται καὶ καθαιρου̃ντα φραγμόν δήξεται αὐτὸν ὄφις

10:9 ἐξαίρων λίθους διαπονηθήσεται ἐν αὐτοι̃ς σχίζων ξύλα κινδυνεύσει ἐν αὐτοι̃ς

10:10 ἐὰν ἐκπέση̨ τὸ σιδήριον καὶ αὐτὸς πρόσωπον ἐτάραξεν καὶ δυνάμεις δυναμώσει καὶ περισσεία του̃ ἀνδρείου σοφία

10:11 ἐὰν δάκη̨ ὁ ὄφις ἐν οὐ ψιθυρισμω̨̃ καὶ οὐκ ἔστιν περισσεία τω̨̃ ἐπά̨δοντι

10:12 λόγοι στόματος σοφου̃ χάρις καὶ χείλη ἄφρονος καταποντιου̃σιν αὐτόν

10:13 ἀρχὴ λόγων στόματος αὐτου̃ ἀφροσόνη καὶ ἐσχάτη στόματος αὐτου̃ περιφέρεια πονηρά

10:14 καὶ ὁ ἄφρων πληθύνει λόγους οὐκ ἔγνω ὁ ἄνθρωπος τί τὸ γενόμενον καὶ τί τὸ ἐσόμενον ὀπίσω αὐτου̃ τίς ἀναγγελει̃ αὐτω̨̃

10:15 μόχθος τω̃ν ἀφρόνων κοπώσει αὐτούς ὃς οὐκ ἔγνω του̃ πορευθη̃ναι εἰς πόλιν

10:16 οὐαί σοι πόλις ἡ̃ς ὁ βασιλεύς σου νεώτερος καὶ οἱ ἄρχοντές σου ἐν πρωία̨ ἐσθίουσιν

10:17 μακαρία σύ γη̃ ἡ̃ς ὁ βασιλεύς σου υἱὸς ἐλευθέρων καὶ οἱ ἄρχοντές σου πρὸς καιρὸν φάγονται ἐν δυνάμει καὶ οὐκ αἰσχυνθήσονται

10:18 ἐν ὀκνηρίαις ταπεινωθήσεται ἡ δόκωσις καὶ ἐν ἀργία̨ χειρω̃ν στάξει ἡ οἰκία

10:19 εἰς γέλωτα ποιου̃σιν ἄρτον καὶ οἰ̃νος εὐφραίνει ζω̃ντας καὶ του̃ ἀργυρίου ἐπακούσεται σὺν τὰ πάντα

10:20 καί γε ἐν συνειδήσει σου βασιλέα μὴ καταράση̨ καὶ ἐν ταμιείοις κοιτώνων σου μὴ καταράση̨ πλούσιον ὅτι πετεινὸν του̃ οὐρανου̃ ἀποίσει σὺν τὴν φωνήν καὶ ὁ ἔχων τὰς πτέρυγας ἀπαγγελει̃ λόγον

11:1 ἀπόστειλον τὸν ἄρτον σου ἐπὶ πρόσωπον του̃ ὕδατος ὅτι ἐν πλήθει τω̃ν ἡμερω̃ν εὑρήσεις αὐτόν

11:2 δὸς μερίδα τοι̃ς ἑπτὰ καί γε τοι̃ς ὀκτώ ὅτι οὐ γινώσκεις τί ἔσται πονηρὸν ἐπὶ τὴν γη̃ν

11:3 ἐὰν πληρωθω̃σιν τὰ νέφη ὑετου̃ ἐπὶ τὴν γη̃ν ἐκχέουσιν καὶ ἐὰν πέση̨ ξύλον ἐν τω̨̃ νότω̨ καὶ ἐὰν ἐν τω̨̃ βορρα̨̃ τόπω̨ οὑ̃ πεσει̃ται τὸ ξύλον ἐκει̃ ἔσται

11:4 τηρω̃ν ἄνεμον οὐ σπερει̃ καὶ βλέπων ἐν ται̃ς νεφέλαις οὐ θερίσει

11:5 ἐν οἱ̃ς οὐκ ἔστιν γινώσκων τίς ἡ ὁδὸς του̃ πνεύματος ὡς ὀστα̃ ἐν γαστρὶ τη̃ς κυοφορούσης οὕτως οὐ γνώση̨ τὰ ποιήματα του̃ θεου̃ ὅσα ποιήσει σὺν τὰ πάντα

11:6 ἐν πρωία̨ σπει̃ρον τὸ σπέρμα σου καὶ εἰς ἑσπέραν μὴ ἀφέτω ἡ χείρ σου ὅτι οὐ γινώσκεις ποι̃ον στοιχήσει ἢ του̃το ἢ του̃το καὶ ἐὰν τὰ δύο ἐπὶ τὸ αὐτὸ ἀγαθά

11:7 καὶ γλυκὺ τὸ φω̃ς καὶ ἀγαθὸν τοι̃ς ὀφθαλμοι̃ς του̃ βλέπειν σὺν τὸν ἥλιον

11:8 ὅτι καὶ ἐὰν ἔτη πολλὰ ζήσεται ὁ ἄνθρωπος ἐν πα̃σιν αὐτοι̃ς εὐφρανθήσεται καὶ μνησθήσεται τὰς ἡμέρας του̃ σκότους ὅτι πολλαὶ ἔσονται πα̃ν τὸ ἐρχόμενον ματαιότης

11:9 εὐφραίνου νεανίσκε ἐν νεότητί σου καὶ ἀγαθυνάτω σε ἡ καρδία σου ἐν ἡμέραις νεότητός σου καὶ περιπάτει ἐν ὁδοι̃ς καρδίας σου καὶ ἐν ὁράσει ὀφθαλμω̃ν σου καὶ γνω̃θι ὅτι ἐπὶ πα̃σι τούτοις ἄξει σε ὁ θεὸς ἐν κρίσει

11:10 καὶ ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου καὶ παράγαγε πονηρίαν ἀπὸ σαρκός σου ὅτι ἡ νεότης καὶ ἡ ἄνοια ματαιότης

12:1 καὶ μνήσθητι του̃ κτίσαντός σε ἐν ἡμέραις νεότητός σου ἕως ὅτου μὴ ἔλθωσιν ἡμέραι τη̃ς κακίας καὶ φθάσωσιν ἔτη ἐν οἱ̃ς ἐρει̃ς οὐκ ἔστιν μοι ἐν αὐτοι̃ς θέλημα

12:2 ἕως οὑ̃ μὴ σκοτισθη̨̃ ὁ ἥλιος καὶ τὸ φω̃ς καὶ ἡ σελήνη καὶ οἱ ἀστέρες καὶ ἐπιστρέψωσιν τὰ νέφη ὀπίσω του̃ ὑετου̃

12:3 ἐν ἡμέρα̨ ἡ̨̃ ἐὰν σαλευθω̃σιν φύλακες τη̃ς οἰκίας καὶ διαστραφω̃σιν ἄνδρες τη̃ς δυνάμεως καὶ ἤργησαν αἱ ἀλήθουσαι ὅτι ὠλιγώθησαν καὶ σκοτάσουσιν αἱ βλέπουσαι ἐν ται̃ς ὀπαι̃ς

12:4 καὶ κλείσουσιν θύρας ἐν ἀγορα̨̃ ἐν ἀσθενεία̨ φωνη̃ς τη̃ς ἀληθούσης καὶ ἀναστήσεται εἰς φωνὴν του̃ στρουθίου καὶ ταπεινωθήσονται πα̃σαι αἱ θυγατέρες του̃ ἄ̨σματος

12:5 καί γε ἀπὸ ὕψους ὄψονται καὶ θάμβοι ἐν τη̨̃ ὁδω̨̃ καὶ ἀνθήση̨ τὸ ἀμύγδαλον καὶ παχυνθη̨̃ ἡ ἀκρίς καὶ διασκεδασθη̨̃ ἡ κάππαρις ὅτι ἐπορεύθη ὁ ἄνθρωπος εἰς οἰ̃κον αἰω̃νος αὐτου̃ καὶ ἐκύκλωσαν ἐν ἀγορα̨̃ οἱ κοπτόμενοι

12:6 ἕως ὅτου μὴ ἀνατραπη̨̃ σχοινίον του̃ ἀργυρίου καὶ συνθλιβη̨̃ ἀνθέμιον του̃ χρυσίου καὶ συντριβη̨̃ ὑδρία ἐπὶ τὴν πηγήν καὶ συντροχάση̨ ὁ τροχὸς ἐπὶ τὸν λάκκον

12:7 καὶ ἐπιστρέψη̨ ὁ χου̃ς ἐπὶ τὴν γη̃ν ὡς ἠ̃ν καὶ τὸ πνευ̃μα ἐπιστρέψη̨ πρὸς τὸν θεόν ὃς ἔδωκεν αὐτό

12:8 ματαιότης ματαιοτήτων εἰ̃πεν ὁ 'Εκκλησιαστής τὰ πάντα ματαιότης

12:9 καὶ περισσὸν ὅτι ἐγένετο 'Εκκλησιαστὴς σοφός ἔτι ἐδίδαξεν γνω̃σιν σὺν τὸν λαόν καὶ οὐ̃ς ἐξιχνιάσεται κόσμιον παραβολω̃ν

12:10 πολλὰ ἐζήτησεν 'Εκκλησιαστὴς του̃ εὑρει̃ν λόγους θελήματος καὶ γεγραμμένον εὐθύτητος λόγους ἀληθείας

12:11 λόγοι σοφω̃ν ὡς τὰ βούκεντρα καὶ ὡς ἡ̃λοι πεφυτευμένοι οἳ παρὰ τω̃ν συναγμάτων ἐδόθησαν ἐκ ποιμένος ἑνὸς καὶ περισσὸν ἐξ αὐτω̃ν

12:12 υἱέ μου φύλαξαι ποιη̃σαι βιβλία πολλά οὐκ ἔστιν περασμός καὶ μελέτη πολλὴ κόπωσις σαρκός

12:13 τέλος λόγου τὸ πα̃ν ἀκούεται τὸν θεὸν φοβου̃ καὶ τὰς ἐντολὰς αὐτου̃ φύλασσε ὅτι του̃το πα̃ς ὁ ἄνθρωπος

12:14 ὅτι σὺν πα̃ν τὸ ποίημα ὁ θεὸς ἄξει ἐν κρίσει ἐν παντὶ παρεωραμένω̨ ἐὰν ἀγαθὸν καὶ ἐὰν πονηρόν

.

Книго

[X]