Παροιμίαι
1:1 παροιμίαι Σαλωμω̃ντος υἱου̃ Δαυιδ ὃς ἐβασίλευσεν ἐν Ισραηλ 1:2 γνω̃ναι σοφίαν καὶ παιδείαν νοη̃σαί τε λόγους φρονήσεως 1:3 δέξασθαί τε στροφὰς λόγων νοη̃σαί τε δικαιοσύνην ἀληθη̃ καὶ κρίμα κατευθύνειν 1:4 ἵνα δω̨̃ ἀκάκοις πανουργίαν παιδὶ δὲ νέω̨ αἴσθησίν τε καὶ ἔννοιαν 1:5 τω̃νδε γὰρ ἀκούσας σοφὸς σοφώτερος ἔσται ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται 1:6 νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον ῥήσεις τε σοφω̃ν καὶ αἰνίγματα 1:7 ἀρχὴ σοφίας φόβος θεου̃ σύνεσις δὲ ἀγαθὴ πα̃σι τοι̃ς ποιου̃σιν αὐτήν εὐσέβεια δὲ εἰς θεὸν ἀρχὴ αἰσθήσεως σοφίαν δὲ καὶ παιδείαν ἀσεβει̃ς ἐξουθενήσουσιν 1:8 ἄκουε υἱέ παιδείαν πατρός σου καὶ μὴ ἀπώση̨ θεσμοὺς μητρός σου 1:9 στέφανον γὰρ χαρίτων δέξη̨ ση̨̃ κορυφη̨̃ καὶ κλοιὸν χρύσεον περὶ σω̨̃ τραχήλω̨ 1:10 υἱέ μή σε πλανήσωσιν ἄνδρες ἀσεβει̃ς μηδὲ βουληθη̨̃ς ἐὰν παρακαλέσωσί σε λέγοντες 1:11 ἐλθὲ μεθ' ἡμω̃ν κοινώνησον αἵματος κρύψωμεν δὲ εἰς γη̃ν ἄνδρα δίκαιον ἀδίκως 1:12 καταπίωμεν δὲ αὐτὸν ὥσπερ ἅ̨δης ζω̃ντα καὶ ἄρωμεν αὐτου̃ τὴν μνήμην ἐκ γη̃ς 1:13 τὴν κτη̃σιν αὐτου̃ τὴν πολυτελη̃ καταλαβώμεθα πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων 1:14 τὸν δὲ σὸν κλη̃ρον βάλε ἐν ἡμι̃ν κοινὸν δὲ βαλλάντιον κτησώμεθα πάντες καὶ μαρσίππιον ἓν γενηθήτω ἡμι̃ν 1:15 μὴ πορευθη̨̃ς ἐν ὁδω̨̃ μετ' αὐτω̃ν ἔκκλινον δὲ τὸν πόδα σου ἐκ τω̃ν τρίβων αὐτω̃ν 1:16 οἱ γὰρ πόδες αὐτω̃ν εἰς κακίαν τρέχουσιν καὶ ταχινοὶ του̃ ἐκχέαι αἱ̃μα 1:17 οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοι̃ς 1:18 αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες θησαυρίζουσιν ἑαυτοι̃ς κακά ἡ δὲ καταστροφὴ ἀνδρω̃ν παρανόμων κακή 1:19 αὑ̃ται αἱ ὁδοί εἰσιν πάντων τω̃ν συντελούντων τὰ ἄνομα τη̨̃ γὰρ ἀσεβεία̨ τὴν ἑαυτω̃ν ψυχὴν ἀφαιρου̃νται 1:20 σοφία ἐν ἐξόδοις ὑμνει̃ται ἐν δὲ πλατείαις παρρησίαν ἄγει 1:21 ἐπ' ἄκρων δὲ τειχέων κηρύσσεται ἐπὶ δὲ πύλαις δυναστω̃ν παρεδρεύει ἐπὶ δὲ πύλαις πόλεως θαρρου̃σα λέγει 1:22 ὅσον ἂν χρόνον ἄκακοι ἔχωνται τη̃ς δικαιοσύνης οὐκ αἰσχυνθήσονται οἱ δὲ ἄφρονες τη̃ς ὕβρεως ὄντες ἐπιθυμηταί ἀσεβει̃ς γενόμενοι ἐμίσησαν αἴσθησιν 1:23 καὶ ὑπεύθυνοι ἐγένοντο ἐλέγχοις ἰδοὺ προήσομαι ὑμι̃ν ἐμη̃ς πνοη̃ς ῥη̃σιν διδάξω δὲ ὑμα̃ς τὸν ἐμὸν λόγον 1:24 ἐπειδὴ ἐκάλουν καὶ οὐχ ὑπηκούσατε καὶ ἐξέτεινον λόγους καὶ οὐ προσείχετε 1:25 ἀλλὰ ἀκύρους ἐποιει̃τε ἐμὰς βουλάς τοι̃ς δὲ ἐμοι̃ς ἐλέγχοις ἠπειθήσατε 1:26 τοιγαρου̃ν κἀγὼ τη̨̃ ὑμετέρα̨ ἀπωλεία̨ ἐπιγελάσομαι καταχαρου̃μαι δέ ἡνίκα ἂν ἔρχηται ὑμι̃ν ὄλεθρος 1:27 καὶ ὡς ἂν ἀφίκηται ὑμι̃ν ἄφνω θόρυβος ἡ δὲ καταστροφὴ ὁμοίως καταιγίδι παρη̨̃ καὶ ὅταν ἔρχηται ὑμι̃ν θλι̃ψις καὶ πολιορκία ἢ ὅταν ἔρχηται ὑμι̃ν ὄλεθρος 1:28 ἔσται γὰρ ὅταν ἐπικαλέσησθέ με ἐγὼ δὲ οὐκ εἰσακούσομαι ὑμω̃ν ζητήσουσίν με κακοὶ καὶ οὐχ εὑρήσουσιν 1:29 ἐμίσησαν γὰρ σοφίαν τὸν δὲ φόβον του̃ κυρίου οὐ προείλαντο 1:30 οὐδὲ ἤθελον ἐμαι̃ς προσέχειν βουλαι̃ς ἐμυκτήριζον δὲ ἐμοὺς ἐλέγχους 1:31 τοιγαρου̃ν ἔδονται τη̃ς ἑαυτω̃ν ὁδου̃ τοὺς καρποὺς καὶ τη̃ς ἑαυτω̃ν ἀσεβείας πλησθήσονται 1:32 ἀνθ' ὡ̃ν γὰρ ἠδίκουν νηπίους φονευθήσονται καὶ ἐξετασμὸς ἀσεβει̃ς ὀλει̃ 1:33 ὁ δὲ ἐμου̃ ἀκούων κατασκηνώσει ἐπ' ἐλπίδι καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακου̃ 2:1 υἱέ ἐὰν δεξάμενος ῥη̃σιν ἐμη̃ς ἐντολη̃ς κρύψη̨ς παρὰ σεαυτω̨̃ 2:2 ὑπακούσεται σοφίας τὸ οὐ̃ς σου καὶ παραβαλει̃ς καρδίαν σου εἰς σύνεσιν παραβαλει̃ς δὲ αὐτὴν ἐπὶ νουθέτησιν τω̨̃ υἱω̨̃ σου 2:3 ἐὰν γὰρ τὴν σοφίαν ἐπικαλέση̨ καὶ τη̨̃ συνέσει δω̨̃ς φωνήν σου τὴν δὲ αἴσθησιν ζητήση̨ς μεγάλη̨ τη̨̃ φωνη̨̃ 2:4 καὶ ἐὰν ζητήση̨ς αὐτὴν ὡς ἀργύριον καὶ ὡς θησαυροὺς ἐξερευνήση̨ς αὐτήν 2:5 τότε συνήσεις φόβον κυρίου καὶ ἐπίγνωσιν θεου̃ εὑρήσεις 2:6 ὅτι κύριος δίδωσιν σοφίαν καὶ ἀπὸ προσώπου αὐτου̃ γνω̃σις καὶ σύνεσις 2:7 καὶ θησαυρίζει τοι̃ς κατορθου̃σι σωτηρίαν ὑπερασπιει̃ τὴν πορείαν αὐτω̃ν 2:8 του̃ φυλάξαι ὁδοὺς δικαιωμάτων καὶ ὁδὸν εὐλαβουμένων αὐτὸν διαφυλάξει 2:9 τότε συνήσεις δικαιοσύνην καὶ κρίμα καὶ κατορθώσεις πάντας ἄξονας ἀγαθούς 2:10 ἐὰν γὰρ ἔλθη̨ ἡ σοφία εἰς σὴν διάνοιαν ἡ δὲ αἴσθησις τη̨̃ ση̨̃ ψυχη̨̃ καλὴ εἰ̃ναι δόξη̨ 2:11 βουλὴ καλὴ φυλάξει σε ἔννοια δὲ ὁσία τηρήσει σε 2:12 ἵνα ῥύσηταί σε ἀπὸ ὁδου̃ κακη̃ς καὶ ἀπὸ ἀνδρὸς λαλου̃ντος μηδὲν πιστόν 2:13 ὠ̃ οἱ ἐγκαταλείποντες ὁδοὺς εὐθείας του̃ πορεύεσθαι ἐν ὁδοι̃ς σκότους 2:14 οἱ εὐφραινόμενοι ἐπὶ κακοι̃ς καὶ χαίροντες ἐπὶ διαστροφη̨̃ κακη̨̃ 2:15 ὡ̃ν αἱ τρίβοι σκολιαὶ καὶ καμπύλαι αἱ τροχιαὶ αὐτω̃ν 2:16 του̃ μακράν σε ποιη̃σαι ἀπὸ ὁδου̃ εὐθείας καὶ ἀλλότριον τη̃ς δικαίας γνώμης 2:17 υἱέ μή σε καταλάβη̨ κακὴ βουλὴ ἡ ἀπολείπουσα διδασκαλίαν νεότητος καὶ διαθήκην θείαν ἐπιλελησμένη 2:18 ἔθετο γὰρ παρὰ τω̨̃ θανάτω̨ τὸν οἰ̃κον αὐτη̃ς καὶ παρὰ τω̨̃ ἅ̨δη̨ μετὰ τω̃ν γηγενω̃ν τοὺς ἄξονας αὐτη̃ς 2:19 πάντες οἱ πορευόμενοι ἐν αὐτη̨̃ οὐκ ἀναστρέψουσιν οὐδὲ μὴ καταλάβωσιν τρίβους εὐθείας οὐ γὰρ καταλαμβάνονται ὑπὸ ἐνιαυτω̃ν ζωη̃ς 2:20 εἰ γὰρ ἐπορεύοντο τρίβους ἀγαθάς εὕροσαν ἂν τρίβους δικαιοσύνης λείους 2:21 χρηστοὶ ἔσονται οἰκήτορες γη̃ς ἄκακοι δὲ ὑπολειφθήσονται ἐν αὐτη̨̃ ὅτι εὐθει̃ς κατασκηνώσουσι γη̃ν καὶ ὅσιοι ὑπολειφθήσονται ἐν αὐτη̨̃ 2:22 ὁδοὶ ἀσεβω̃ν ἐκ γη̃ς ὀλου̃νται οἱ δὲ παράνομοι ἐξωσθήσονται ἀπ' αὐτη̃ς 3:1 υἱέ ἐμω̃ν νομίμων μὴ ἐπιλανθάνου τὰ δὲ ῥήματά μου τηρείτω σὴ καρδία 3:2 μη̃κος γὰρ βίου καὶ ἔτη ζωη̃ς καὶ εἰρήνην προσθήσουσίν σοι 3:3 ἐλεημοσύναι καὶ πίστεις μὴ ἐκλιπέτωσάν σε ἄφαψαι δὲ αὐτὰς ἐπὶ σω̨̃ τραχήλω̨ καὶ εὑρήσεις χάριν 3:4 καὶ προνοου̃ καλὰ ἐνώπιον κυρίου καὶ ἀνθρώπων 3:5 ἴσθι πεποιθὼς ἐν ὅλη̨ καρδία̨ ἐπὶ θεω̨̃ ἐπὶ δὲ ση̨̃ σοφία̨ μὴ ἐπαίρου 3:6 ἐν πάσαις ὁδοι̃ς σου γνώριζε αὐτήν ἵνα ὀρθοτομη̨̃ τὰς ὁδούς σου ὁ δὲ πούς σου οὐ μὴ προσκόπτη̨ 3:7 μὴ ἴσθι φρόνιμος παρὰ σεαυτω̨̃ φοβου̃ δὲ τὸν θεὸν καὶ ἔκκλινε ἀπὸ παντὸς κακου̃ 3:8 τότε ἴασις ἔσται τω̨̃ σώματί σου καὶ ἐπιμέλεια τοι̃ς ὀστέοις σου 3:9 τίμα τὸν κύριον ἀπὸ σω̃ν δικαίων πόνων καὶ ἀπάρχου αὐτω̨̃ ἀπὸ σω̃ν καρπω̃ν δικαιοσύνης 3:10 ἵνα πίμπληται τὰ ταμίειά σου πλησμονη̃ς σίτου οἴνω̨ δὲ αἱ ληνοί σου ἐκβλύζωσιν 3:11 υἱέ μὴ ὀλιγώρει παιδείας κυρίου μηδὲ ἐκλύου ὑπ' αὐτου̃ ἐλεγχόμενος 3:12 ὃν γὰρ ἀγαπα̨̃ κύριος παιδεύει μαστιγοι̃ δὲ πάντα υἱὸν ὃν παραδέχεται 3:13 μακάριος ἄνθρωπος ὃς εὑ̃ρεν σοφίαν καὶ θνητὸς ὃς εἰ̃δεν φρόνησιν 3:14 κρει̃ττον γὰρ αὐτὴν ἐμπορεύεσθαι ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς 3:15 τιμιωτέρα δέ ἐστιν λίθων πολυτελω̃ν οὐκ ἀντιτάξεται αὐτη̨̃ οὐδὲν πονηρόν εὔγνωστός ἐστιν πα̃σιν τοι̃ς ἐγγίζουσιν αὐτη̨̃ πα̃ν δὲ τίμιον οὐκ ἄξιον αὐτη̃ς ἐστιν 3:16 μη̃κος γὰρ βίου καὶ ἔτη ζωη̃ς ἐν τη̨̃ δεξια̨̃ αὐτη̃ς ἐν δὲ τη̨̃ ἀριστερα̨̃ αὐτη̃ς πλου̃τος καὶ δόξα 3:16a ἐκ του̃ στόματος αὐτη̃ς ἐκπορεύεται δικαιοσύνη νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορει̃ 3:17 αἱ ὁδοὶ αὐτη̃ς ὁδοὶ καλαί καὶ πάντες οἱ τρίβοι αὐτη̃ς ἐν εἰρήνη̨ 3:18 ξύλον ζωη̃ς ἐστι πα̃σι τοι̃ς ἀντεχομένοις αὐτη̃ς καὶ τοι̃ς ἐπερειδομένοις ἐπ' αὐτὴν ὡς ἐπὶ κύριον ἀσφαλής 3:19 ὁ θεὸς τη̨̃ σοφία̨ ἐθεμελίωσεν τὴν γη̃ν ἡτοίμασεν δὲ οὐρανοὺς ἐν φρονήσει 3:20 ἐν αἰσθήσει ἄβυσσοι ἐρράγησαν νέφη δὲ ἐρρύησαν δρόσους 3:21 υἱέ μὴ παραρρυη̨̃ς τήρησον δὲ ἐμὴν βουλὴν καὶ ἔννοιαν 3:22 ἵνα ζήση̨ ἡ ψυχή σου καὶ χάρις ἠ̨̃ περὶ σω̨̃ τραχήλω̨ 3:22a ἔσται δὲ ἴασις ται̃ς σαρξί σου καὶ ἐπιμέλεια τοι̃ς σοι̃ς ὀστέοις 3:23 ἵνα πορεύη̨ πεποιθὼς ἐν εἰρήνη̨ πάσας τὰς ὁδούς σου ὁ δὲ πούς σου οὐ μὴ προσκόψη̨ 3:24 ἐὰν γὰρ κάθη̨ ἄφοβος ἔση̨ ἐὰν δὲ καθεύδη̨ς ἡδέως ὑπνώσεις 3:25 καὶ οὐ φοβηθήση̨ πτόησιν ἐπελθου̃σαν οὐδὲ ὁρμὰς ἀσεβω̃ν ἐπερχομένας 3:26 ὁ γὰρ κύριος ἔσται ἐπὶ πασω̃ν ὁδω̃ν σου καὶ ἐρείσει σὸν πόδα ἵνα μὴ σαλευθη̨̃ς 3:27 μὴ ἀπόσχη̨ εὐ̃ ποιει̃ν ἐνδεη̃ ἡνίκα ἂν ἔχη̨ ἡ χείρ σου βοηθει̃ν 3:28 μὴ εἴπης ἐπανελθὼν ἐπάνηκε καὶ αὔριον δώσω δυνατου̃ σου ὄντος εὐ̃ ποιει̃ν οὐ γὰρ οἰ̃δας τί τέξεται ἡ ἐπιου̃σα 3:29 μὴ τεκτήνη̨ ἐπὶ σὸν φίλον κακὰ παροικου̃ντα καὶ πεποιθότα ἐπὶ σοί 3:30 μὴ φιλεχθρήση̨ς πρὸς ἄνθρωπον μάτην μή τι εἰς σὲ ἐργάσηται κακόν 3:31 μὴ κτήση̨ κακω̃ν ἀνδρω̃ν ὀνείδη μηδὲ ζηλώση̨ς τὰς ὁδοὺς αὐτω̃ν 3:32 ἀκάθαρτος γὰρ ἔναντι κυρίου πα̃ς παράνομος ἐν δὲ δικαίοις οὐ συνεδριάζει 3:33 κατάρα θεου̃ ἐν οἴκοις ἀσεβω̃ν ἐπαύλεις δὲ δικαίων εὐλογου̃νται 3:34 κύριος ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοι̃ς δὲ δίδωσιν χάριν 3:35 δόξαν σοφοὶ κληρονομήσουσιν οἱ δὲ ἀσεβει̃ς ὕψωσαν ἀτιμίαν 4:1 ἀκούσατε παι̃δες παιδείαν πατρὸς καὶ προσέχετε γνω̃ναι ἔννοιαν 4:2 δω̃ρον γὰρ ἀγαθὸν δωρου̃μαι ὑμι̃ν τὸν ἐμὸν νόμον μὴ ἐγκαταλίπητε 4:3 υἱὸς γὰρ ἐγενόμην κἀγὼ πατρὶ ὑπήκοος καὶ ἀγαπώμενος ἐν προσώπω̨ μητρός 4:4 οἳ ἔλεγον καὶ ἐδίδασκόν με ἐρειδέτω ὁ ἡμέτερος λόγος εἰς σὴν καρδίαν 4:5 φύλασσε ἐντολάς μὴ ἐπιλάθη̨ μηδὲ παρίδη̨ς ῥη̃σιν ἐμου̃ στόματος 4:6 μηδὲ ἐγκαταλίπη̨ς αὐτήν καὶ ἀνθέξεταί σου ἐράσθητι αὐτη̃ς καὶ τηρήσει σε 4:8 περιχαράκωσον αὐτήν καὶ ὑψώσει σε τίμησον αὐτήν ἵνα σε περιλάβη̨ 4:9 ἵνα δω̨̃ τη̨̃ ση̨̃ κεφαλη̨̃ στέφανον χαρίτων στεφάνω̨ δὲ τρυφη̃ς ὑπερασπίση̨ σου 4:10 ἄκουε υἱέ καὶ δέξαι ἐμοὺς λόγους καὶ πληθυνθήσεται ἔτη ζωη̃ς σου ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου 4:11 ὁδοὺς γὰρ σοφίας διδάσκω σε ἐμβιβάζω δέ σε τροχιαι̃ς ὀρθαι̃ς 4:12 ἐὰν γὰρ πορεύη̨ οὐ συγκλεισθήσεταί σου τὰ διαβήματα ἐὰν δὲ τρέχη̨ς οὐ κοπιάσεις 4:13 ἐπιλαβου̃ ἐμη̃ς παιδείας μὴ ἀφη̨̃ς ἀλλὰ φύλαξον αὐτὴν σεαυτω̨̃ εἰς ζωήν σου 4:14 ὁδοὺς ἀσεβω̃ν μὴ ἐπέλθη̨ς μηδὲ ζηλώση̨ς ὁδοὺς παρανόμων 4:15 ἐν ὡ̨̃ ἂν τόπω̨ στρατοπεδεύσωσιν μὴ ἐπέλθη̨ς ἐκει̃ ἔκκλινον δὲ ἀπ' αὐτω̃ν καὶ παράλλαξον 4:16 οὐ γὰρ μὴ ὑπνώσωσιν ἐὰν μὴ κακοποιήσωσιν ἀφή̨ρηται ὁ ὕπνος αὐτω̃ν καὶ οὐ κοιμω̃νται 4:17 οἵδε γὰρ σιτου̃νται σι̃τα ἀσεβείας οἴνω̨ δὲ παρανόμω̨ μεθύσκονται 4:18 αἱ δὲ ὁδοὶ τω̃ν δικαίων ὁμοίως φωτὶ λάμπουσιν προπορεύονται καὶ φωτίζουσιν ἕως κατορθώση̨ ἡ ἡμέρα 4:19 αἱ δὲ ὁδοὶ τω̃ν ἀσεβω̃ν σκοτειναί οὐκ οἴδασιν πω̃ς προσκόπτουσιν 4:20 υἱέ ἐμη̨̃ ῥήσει πρόσεχε τοι̃ς δὲ ἐμοι̃ς λόγοις παράβαλε σὸν οὐ̃ς 4:21 ὅπως μὴ ἐκλίπωσίν σε αἱ πηγαί σου φύλασσε αὐτὰς ἐν ση̨̃ καρδία̨ 4:22 ζωὴ γάρ ἐστιν τοι̃ς εὑρίσκουσιν αὐτὰς καὶ πάση̨ σαρκὶ ἴασις 4:23 πάση̨ φυλακη̨̃ τήρει σὴν καρδίαν ἐκ γὰρ τούτων ἔξοδοι ζωη̃ς 4:24 περίελε σεαυτου̃ σκολιὸν στόμα καὶ ἄδικα χείλη μακρὰν ἀπὸ σου̃ ἄπωσαι 4:25 οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν τὰ δὲ βλέφαρά σου νευέτω δίκαια 4:26 ὀρθὰς τροχιὰς ποίει σοι̃ς ποσὶν καὶ τὰς ὁδούς σου κατεύθυνε 4:27 μὴ ἐκκλίνη̨ς εἰς τὰ δεξιὰ μηδὲ εἰς τὰ ἀριστερά ἀπόστρεψον δὲ σὸν πόδα ἀπὸ ὁδου̃ κακη̃ς 4:27a ὁδοὺς γὰρ τὰς ἐκ δεξιω̃ν οἰ̃δεν ὁ θεός διεστραμμέναι δέ εἰσιν αἱ ἐξ ἀριστερω̃ν 4:27b αὐτὸς δὲ ὀρθὰς ποιήσει τὰς τροχιάς σου τὰς δὲ πορείας σου ἐν εἰρήνη̨ προάξει 5:1 υἱέ ἐμη̨̃ σοφία̨ πρόσεχε ἐμοι̃ς δὲ λόγοις παράβαλλε σὸν οὐ̃ς 5:2 ἵνα φυλάξη̨ς ἔννοιαν ἀγαθήν αἴσθησιν δὲ ἐμω̃ν χειλέων ἐντέλλομαί σοι 5:3 μὴ πρόσεχε φαύλη̨ γυναικί μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα 5:4 ὕστερον μέντοι πικρότερον χολη̃ς εὑρήσεις καὶ ἠκονημένον μα̃λλον μαχαίρας διστόμου 5:5 τη̃ς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσιν τοὺς χρωμένους αὐτη̨̃ μετὰ θανάτου εἰς τὸν ἅ̨δην τὰ δὲ ἴχνη αὐτη̃ς οὐκ ἐρείδεται 5:6 ὁδοὺς γὰρ ζωη̃ς οὐκ ἐπέρχεται σφαλεραὶ δὲ αἱ τροχιαὶ αὐτη̃ς καὶ οὐκ εὔγνωστοι 5:7 νυ̃ν οὐ̃ν υἱέ ἄκουέ μου καὶ μὴ ἀκύρους ποιήση̨ς ἐμοὺς λόγους 5:8 μακρὰν ποίησον ἀπ' αὐτη̃ς σὴν ὁδόν μὴ ἐγγίση̨ς πρὸς θύραις οἴκων αὐτη̃ς 5:9 ἵνα μὴ πρόη̨ ἄλλοις ζωήν σου καὶ σὸν βίον ἀνελεήμοσιν 5:10 ἵνα μὴ πλησθω̃σιν ἀλλότριοι ση̃ς ἰσχύος οἱ δὲ σοὶ πόνοι εἰς οἴκους ἀλλοτρίων εἰσέλθωσιν 5:11 καὶ μεταμεληθήση̨ ἐπ' ἐσχάτων ἡνίκα ἂν κατατριβω̃σιν σάρκες σώματός σου 5:12 καὶ ἐρει̃ς πω̃ς ἐμίσησα παιδείαν καὶ ἐλέγχους ἐξέκλινεν ἡ καρδία μου 5:13 οὐκ ἤκουον φωνὴν παιδεύοντός με καὶ διδάσκοντός με οὐδὲ παρέβαλλον τὸ οὐ̃ς μου 5:14 παρ' ὀλίγον ἐγενόμην ἐν παντὶ κακω̨̃ ἐν μέσω̨ ἐκκλησίας καὶ συναγωγη̃ς 5:15 πι̃νε ὕδατα ἀπὸ σω̃ν ἀγγείων καὶ ἀπὸ σω̃ν φρεάτων πηγη̃ς 5:16 μὴ ὑπερεκχείσθω σοι τὰ ὕδατα ἐκ τη̃ς ση̃ς πηγη̃ς εἰς δὲ σὰς πλατείας διαπορευέσθω τὰ σὰ ὕδατα 5:17 ἔστω σοι μόνω̨ ὑπάρχοντα καὶ μηδεὶς ἀλλότριος μετασχέτω σοι 5:18 ἡ πηγή σου του̃ ὕδατος ἔστω σοι ἰδία καὶ συνευφραίνου μετὰ γυναικὸς τη̃ς ἐκ νεότητός σου 5:19 ἔλαφος φιλίας καὶ πω̃λος σω̃ν χαρίτων ὁμιλείτω σοι ἡ δὲ ἰδία ἡγείσθω σου καὶ συνέστω σοι ἐν παντὶ καιρω̨̃ ἐν γὰρ τη̨̃ ταύτης φιλία̨ συμπεριφερόμενος πολλοστὸς ἔση̨ 5:20 μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν μηδὲ συνέχου ἀγκάλαις τη̃ς μὴ ἰδίας 5:21 ἐνώπιον γάρ εἰσιν τω̃ν του̃ θεου̃ ὀφθαλμω̃ν ὁδοὶ ἀνδρός εἰς δὲ πάσας τὰς τροχιὰς αὐτου̃ σκοπεύει 5:22 παρανομίαι ἄνδρα ἀγρεύουσιν σειραι̃ς δὲ τω̃ν ἑαυτου̃ ἁμαρτιω̃ν ἕκαστος σφίγγεται 5:23 οὑ̃τος τελευτα̨̃ μετὰ ἀπαιδεύτων ἐκ δὲ πλήθους τη̃ς ἑαυτου̃ βιότητος ἐξερρίφη καὶ ἀπώλετο δι' ἀφροσύνην 6:1 υἱέ ἐὰν ἐγγυήση̨ σὸν φίλον παραδώσεις σὴν χει̃ρα ἐχθρω̨̃ 6:2 παγὶς γὰρ ἰσχυρὰ ἀνδρὶ τὰ ἴδια χείλη καὶ ἁλίσκεται χείλεσιν ἰδίου στόματος 6:3 ποίει υἱέ ἃ ἐγώ σοι ἐντέλλομαι καὶ σώ̨ζου ἥκεις γὰρ εἰς χει̃ρας κακω̃ν διὰ σὸν φίλον ἴθι μὴ ἐκλυόμενος παρόξυνε δὲ καὶ τὸν φίλον σου ὃν ἐνεγυήσω 6:4 μὴ δω̨̃ς ὕπνον σοι̃ς ὄμμασιν μηδὲ ἐπινυστάξη̨ς σοι̃ς βλεφάροις 6:5 ἵνα σώ̨ζη̨ ὥσπερ δορκὰς ἐκ βρόχων καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος 6:6 ἴθι πρὸς τὸν μύρμηκα ὠ̃ ὀκνηρέ καὶ ζήλωσον ἰδὼν τὰς ὁδοὺς αὐτου̃ καὶ γενου̃ ἐκείνου σοφώτερος 6:7 ἐκείνω̨ γὰρ γεωργίου μὴ ὑπάρχοντος μηδὲ τὸν ἀναγκάζοντα ἔχων μηδὲ ὑπὸ δεσπότην ὢν 6:8 ἑτοιμάζεται θέρους τὴν τροφὴν πολλήν τε ἐν τω̨̃ ἀμήτω̨ ποιει̃ται τὴν παράθεσιν 6:8a ἢ πορεύθητι πρὸς τὴν μέλισσαν καὶ μάθε ὡς ἐργάτις ἐστὶν τήν τε ἐργασίαν ὡς σεμνὴν ποιει̃ται 6:8b ἡ̃ς τοὺς πόνους βασιλει̃ς καὶ ἰδιω̃ται πρὸς ὑγίειαν προσφέρονται ποθεινὴ δέ ἐστιν πα̃σιν καὶ ἐπίδοξος 6:8c καίπερ οὐ̃σα τη̨̃ ῥώμη̨ ἀσθενής τὴν σοφίαν τιμήσασα προήχθη 6:9 ἕως τίνος ὀκνηρέ κατάκεισαι πότε δὲ ἐξ ὕπνου ἐγερθήση̨ 6:10 ὀλίγον μὲν ὑπνοι̃ς ὀλίγον δὲ κάθησαι μικρὸν δὲ νυστάζεις ὀλίγον δὲ ἐναγκαλίζη̨ χερσὶν στήθη 6:11 εἰ̃τ' ἐμπαραγίνεταί σοι ὥσπερ κακὸς ὁδοιπόρος ἡ πενία καὶ ἡ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς 6:11a ἐὰν δὲ ἄοκνος ἠ̨̃ς ἥξει ὥσπερ πηγὴ ὁ ἀμητός σου ἡ δὲ ἔνδεια ὥσπερ κακὸς δρομεὺς ἀπαυτομολήσει 6:12 ἀνὴρ ἄφρων καὶ παράνομος πορεύεται ὁδοὺς οὐκ ἀγαθάς 6:13 ὁ δ' αὐτὸς ἐννεύει ὀφθαλμω̨̃ σημαίνει δὲ ποδί διδάσκει δὲ ἐννεύμασιν δακτύλων 6:14 διεστραμμένη̨ δὲ καρδία̨ τεκταίνεται κακὰ ἐν παντὶ καιρω̨̃ ὁ τοιου̃τος ταραχὰς συνίστησιν πόλει 6:15 διὰ του̃το ἐξαπίνης ἔρχεται ἡ ἀπώλεια αὐτου̃ διακοπὴ καὶ συντριβὴ ἀνίατος 6:16 ὅτι χαίρει πα̃σιν οἱ̃ς μισει̃ ὁ κύριος συντρίβεται δὲ δι' ἀκαθαρσίαν ψυχη̃ς 6:17 ὀφθαλμὸς ὑβριστου̃ γλω̃σσα ἄδικος χει̃ρες ἐκχέουσαι αἱ̃μα δικαίου 6:18 καὶ καρδία τεκταινομένη λογισμοὺς κακοὺς καὶ πόδες ἐπισπεύδοντες κακοποιει̃ν 6:19 ἐκκαίει ψεύδη μάρτυς ἄδικος καὶ ἐπιπέμπει κρίσεις ἀνὰ μέσον ἀδελφω̃ν 6:20 υἱέ φύλασσε νόμους πατρός σου καὶ μὴ ἀπώση̨ θεσμοὺς μητρός σου 6:21 ἄφαψαι δὲ αὐτοὺς ἐπὶ ση̨̃ ψυχη̨̃ διὰ παντὸς καὶ ἐγκλοίωσαι ἐπὶ σω̨̃ τραχήλω̨ 6:22 ἡνίκα ἂν περιπατη̨̃ς ἐπάγου αὐτήν καὶ μετὰ σου̃ ἔστω ὡς δ' ἂν καθεύδη̨ς φυλασσέτω σε ἵνα ἐγειρομένω̨ συλλαλη̨̃ σοι 6:23 ὅτι λύχνος ἐντολὴ νόμου καὶ φω̃ς καὶ ὁδὸς ζωη̃ς ἔλεγχος καὶ παιδεία 6:24 του̃ διαφυλάσσειν σε ἀπὸ γυναικὸς ὑπάνδρου καὶ ἀπὸ διαβολη̃ς γλώσσης ἀλλοτρίας 6:25 μή σε νικήση̨ κάλλους ἐπιθυμία μηδὲ ἀγρευθη̨̃ς σοι̃ς ὀφθαλμοι̃ς μηδὲ συναρπασθη̨̃ς ἀπὸ τω̃ν αὐτη̃ς βλεφάρων 6:26 τιμὴ γὰρ πόρνης ὅση καὶ ἑνὸς ἄρτου γυνὴ δὲ ἀνδρω̃ν τιμίας ψυχὰς ἀγρεύει 6:27 ἀποδήσει τις πυ̃ρ ἐν κόλπω̨ τὰ δὲ ἱμάτια οὐ κατακαύσει 6:28 ἢ περιπατήσει τις ἐπ' ἀνθράκων πυρός τοὺς δὲ πόδας οὐ κατακαύσει 6:29 οὕτως ὁ εἰσελθὼν πρὸς γυναι̃κα ὕπανδρον οὐκ ἀθω̨ωθήσεται οὐδὲ πα̃ς ὁ ἁπτόμενος αὐτη̃ς 6:30 οὐ θαυμαστὸν ἐὰν ἁλω̨̃ τις κλέπτων κλέπτει γὰρ ἵνα ἐμπλήση̨ τὴν ψυχὴν πεινω̃ν 6:31 ἐὰν δὲ ἁλω̨̃ ἀποτείσει ἑπταπλάσια καὶ πάντα τὰ ὑπάρχοντα αὐτου̃ δοὺς ῥύσεται ἑαυτόν 6:32 ὁ δὲ μοιχὸς δι' ἔνδειαν φρενω̃ν ἀπώλειαν τη̨̃ ψυχη̨̃ αὐτου̃ περιποιει̃ται 6:33 ὀδύνας τε καὶ ἀτιμίας ὑποφέρει τὸ δὲ ὄνειδος αὐτου̃ οὐκ ἐξαλειφθήσεται εἰς τὸν αἰω̃να 6:34 μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτη̃ς οὐ φείσεται ἐν ἡμέρα̨ κρίσεως 6:35 οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν οὐδὲ μὴ διαλυθη̨̃ πολλω̃ν δώρων 7:1 υἱέ φύλασσε ἐμοὺς λόγους τὰς δὲ ἐμὰς ἐντολὰς κρύψον παρὰ σεαυτω̨̃ 7:1a υἱέ τίμα τὸν κύριον καὶ ἰσχύσεις πλὴν δὲ αὐτου̃ μὴ φοβου̃ ἄλλον 7:2 φύλαξον ἐμὰς ἐντολάς καὶ βιώσεις τοὺς δὲ ἐμοὺς λόγους ὥσπερ κόρας ὀμμάτων 7:3 περίθου δὲ αὐτοὺς σοι̃ς δακτύλοις ἐπίγραψον δὲ ἐπὶ τὸ πλάτος τη̃ς καρδίας σου 7:4 εἰ̃πον τὴν σοφίαν σὴν ἀδελφὴν εἰ̃ναι τὴν δὲ φρόνησιν γνώριμον περιποίησαι σεαυτω̨̃ 7:5 ἵνα σε τηρήση̨ ἀπὸ γυναικὸς ἀλλοτρίας καὶ πονηρα̃ς ἐάν σε λόγοις τοι̃ς πρὸς χάριν ἐμβάληται 7:6 ἀπὸ γὰρ θυρίδος ἐκ του̃ οἴκου αὐτη̃ς εἰς τὰς πλατείας παρακύπτουσα 7:7 ὃν ἂν ἴδη̨ τω̃ν ἀφρόνων τέκνων νεανίαν ἐνδεη̃ φρενω̃ν 7:8 παραπορευόμενον παρὰ γωνίαν ἐν διόδοις οἴκων αὐτη̃ς 7:9 καὶ λαλου̃ντα ἐν σκότει ἑσπερινω̨̃ ἡνίκα ἂν ἡσυχία νυκτερινὴ ἠ̨̃ καὶ γνοφώδης 7:10 ἡ δὲ γυνὴ συναντα̨̃ αὐτω̨̃ εἰ̃δος ἔχουσα πορνικόν ἣ ποιει̃ νέων ἐξίπτασθαι καρδίας 7:11 ἀνεπτερωμένη δέ ἐστιν καὶ ἄσωτος ἐν οἴκω̨ δὲ οὐχ ἡσυχάζουσιν οἱ πόδες αὐτη̃ς 7:12 χρόνον γάρ τινα ἔξω ῥέμβεται χρόνον δὲ ἐν πλατείαις παρὰ πα̃σαν γωνίαν ἐνεδρεύει 7:13 εἰ̃τα ἐπιλαβομένη ἐφίλησεν αὐτόν ἀναιδει̃ δὲ προσώπω̨ προσει̃πεν αὐτω̨̃ 7:14 θυσία εἰρηνική μοί ἐστιν σήμερον ἀποδίδωμι τὰς εὐχάς μου 7:15 ἕνεκα τούτου ἐξη̃λθον εἰς συνάντησίν σοι ποθου̃σα τὸ σὸν πρόσωπον εὕρηκά σε 7:16 κειρίαις τέτακα τὴν κλίνην μου ἀμφιτάποις δὲ ἔστρωκα τοι̃ς ἀπ' Αἰγύπτου 7:17 διέρραγκα τὴν κοίτην μου κρόκω̨ τὸν δὲ οἰ̃κόν μου κινναμώμω̨ 7:18 ἐλθὲ καὶ ἀπολαύσωμεν φιλίας ἕως ὄρθρου δευ̃ρο καὶ ἐγκυλισθω̃μεν ἔρωτι 7:19 οὐ γὰρ πάρεστιν ὁ ἀνήρ μου ἐν οἴκω̨ πεπόρευται δὲ ὁδὸν μακρὰν 7:20 ἔνδεσμον ἀργυρίου λαβὼν ἐν χειρὶ αὐτου̃ δι' ἡμερω̃ν πολλω̃ν ἐπανήξει εἰς τὸν οἰ̃κον αὐτου̃ 7:21 ἀπεπλάνησεν δὲ αὐτὸν πολλη̨̃ ὁμιλία̨ βρόχοις τε τοι̃ς ἀπὸ χειλέων ἐξώκειλεν αὐτόν 7:22 ὁ δὲ ἐπηκολούθησεν αὐτη̨̃ κεπφωθείς ὥσπερ δὲ βου̃ς ἐπὶ σφαγὴν ἄγεται καὶ ὥσπερ κύων ἐπὶ δεσμοὺς 7:23 ἢ ὡς ἔλαφος τοξεύματι πεπληγὼς εἰς τὸ ἡ̃παρ σπεύδει δὲ ὥσπερ ὄρνεον εἰς παγίδα οὐκ εἰδὼς ὅτι περὶ ψυχη̃ς τρέχει 7:24 νυ̃ν οὐ̃ν υἱέ ἄκουέ μου καὶ πρόσεχε ῥήμασιν στόματός μου 7:25 μὴ ἐκκλινάτω εἰς τὰς ὁδοὺς αὐτη̃ς ἡ καρδία σου 7:26 πολλοὺς γὰρ τρώσασα καταβέβληκεν καὶ ἀναρίθμητοί εἰσιν οὓς πεφόνευκεν 7:27 ὁδοὶ ἅ̨δου ὁ οἰ̃κος αὐτη̃ς κατάγουσαι εἰς τὰ ταμίεια του̃ θανάτου 8:1 σὺ τὴν σοφίαν κηρύξεις ἵνα φρόνησίς σοι ὑπακούση̨ 8:2 ἐπὶ γὰρ τω̃ν ὑψηλω̃ν ἄκρων ἐστίν ἀνὰ μέσον δὲ τω̃ν τρίβων ἕστηκεν 8:3 παρὰ γὰρ πύλαις δυναστω̃ν παρεδρεύει ἐν δὲ εἰσόδοις ὑμνει̃ται 8:4 ὑμα̃ς ὠ̃ ἄνθρωποι παρακαλω̃ καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοι̃ς ἀνθρώπων 8:5 νοήσατε ἄκακοι πανουργίαν οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν 8:6 εἰσακούσατέ μου σεμνὰ γὰρ ἐρω̃ καὶ ἀνοίσω ἀπὸ χειλέων ὀρθά 8:7 ὅτι ἀλήθειαν μελετήσει ὁ φάρυγξ μου ἐβδελυγμένα δὲ ἐναντίον ἐμου̃ χείλη ψευδη̃ 8:8 μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα του̃ στόματός μου οὐδὲν ἐν αὐτοι̃ς σκολιὸν οὐδὲ στραγγαλω̃δες 8:9 πάντα ἐνώπια τοι̃ς συνιου̃σιν καὶ ὀρθὰ τοι̃ς εὑρίσκουσι γνω̃σιν 8:10 λάβετε παιδείαν καὶ μὴ ἀργύριον καὶ γνω̃σιν ὑπὲρ χρυσίον δεδοκιμασμένον ἀνθαιρει̃σθε δὲ αἴσθησιν χρυσίου καθαρου̃ 8:11 κρείσσων γὰρ σοφία λίθων πολυτελω̃ν πα̃ν δὲ τίμιον οὐκ ἄξιον αὐτη̃ς ἐστιν 8:12 ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν καὶ γνω̃σιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην 8:13 φόβος κυρίου μισει̃ ἀδικίαν ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρω̃ν μεμίσηκα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακω̃ν 8:14 ἐμὴ βουλὴ καὶ ἀσφάλεια ἐμὴ φρόνησις ἐμὴ δὲ ἰσχύς 8:15 δι' ἐμου̃ βασιλει̃ς βασιλεύουσιν καὶ οἱ δυνάσται γράφουσιν δικαιοσύνην 8:16 δι' ἐμου̃ μεγιστα̃νες μεγαλύνονται καὶ τύραννοι δι' ἐμου̃ κρατου̃σι γη̃ς 8:17 ἐγὼ τοὺς ἐμὲ φιλου̃ντας ἀγαπω̃ οἱ δὲ ἐμὲ ζητου̃ντες εὑρήσουσιν 8:18 πλου̃τος καὶ δόξα ἐμοὶ ὑπάρχει καὶ κτη̃σις πολλω̃ν καὶ δικαιοσύνη 8:19 βέλτιον ἐμὲ καρπίζεσθαι ὑπὲρ χρυσίον καὶ λίθον τίμιον τὰ δὲ ἐμὰ γενήματα κρείσσω ἀργυρίου ἐκλεκτου̃ 8:20 ἐν ὁδοι̃ς δικαιοσύνης περιπατω̃ καὶ ἀνὰ μέσον τρίβων δικαιώματος ἀναστρέφομαι 8:21 ἵνα μερίσω τοι̃ς ἐμὲ ἀγαπω̃σιν ὕπαρξιν καὶ τοὺς θησαυροὺς αὐτω̃ν ἐμπλήσω ἀγαθω̃ν 8:21a ἐὰν ἀναγγείλω ὑμι̃ν τὰ καθ' ἡμέραν γινόμενα μνημονεύσω τὰ ἐξ αἰω̃νος ἀριθμη̃σαι 8:22 κύριος ἔκτισέν με ἀρχὴν ὁδω̃ν αὐτου̃ εἰς ἔργα αὐτου̃ 8:23 πρὸ του̃ αἰω̃νος ἐθεμελίωσέν με ἐν ἀρχη̨̃ 8:24 πρὸ του̃ τὴν γη̃ν ποιη̃σαι καὶ πρὸ του̃ τὰς ἀβύσσους ποιη̃σαι πρὸ του̃ προελθει̃ν τὰς πηγὰς τω̃ν ὑδάτων 8:25 πρὸ του̃ ὄρη ἑδρασθη̃ναι πρὸ δὲ πάντων βουνω̃ν γεννα̨̃ με 8:26 κύριος ἐποίησεν χώρας καὶ ἀοικήτους καὶ ἄκρα οἰκούμενα τη̃ς ὑπ' οὐρανόν 8:27 ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν συμπαρήμην αὐτω̨̃ καὶ ὅτε ἀφώριζεν τὸν ἑαυτου̃ θρόνον ἐπ' ἀνέμων 8:28 ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη καὶ ὡς ἀσφαλει̃ς ἐτίθει πηγὰς τη̃ς ὑπ' οὐρανὸν 8:29 καὶ ἰσχυρὰ ἐποίει τὰ θεμέλια τη̃ς γη̃ς 8:30 ἤμην παρ' αὐτω̨̃ ἁρμόζουσα ἐγὼ ἤμην ἡ̨̃ προσέχαιρεν καθ' ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπω̨ αὐτου̃ ἐν παντὶ καιρω̨̃ 8:31 ὅτε εὐφραίνετο τὴν οἰκουμένην συντελέσας καὶ ἐνευφραίνετο ἐν υἱοι̃ς ἀνθρώπων 8:32 νυ̃ν οὐ̃ν υἱέ ἄκουέ μου 8:34 μακάριος ἀνήρ ὃς εἰσακούσεταί μου καὶ ἄνθρωπος ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει ἀγρυπνω̃ν ἐπ' ἐμαι̃ς θύραις καθ' ἡμέραν τηρω̃ν σταθμοὺς ἐμω̃ν εἰσόδων 8:35 αἱ γὰρ ἔξοδοί μου ἔξοδοι ζωη̃ς καὶ ἑτοιμάζεται θέλησις παρὰ κυρίου 8:36 οἱ δὲ εἰς ἐμὲ ἁμαρτάνοντες ἀσεβου̃σιν τὰς ἑαυτω̃ν ψυχάς καὶ οἱ μισου̃ντές με ἀγαπω̃σιν θάνατον 9:1 ἡ σοφία ὠ̨κοδόμησεν ἑαυτη̨̃ οἰ̃κον καὶ ὑπήρεισεν στύλους ἑπτά 9:2 ἔσφαξεν τὰ ἑαυτη̃ς θύματα ἐκέρασεν εἰς κρατη̃ρα τὸν ἑαυτη̃ς οἰ̃νον καὶ ἡτοιμάσατο τὴν ἑαυτη̃ς τράπεζαν 9:3 ἀπέστειλεν τοὺς ἑαυτη̃ς δούλους συγκαλούσα μετὰ ὑψηλου̃ κηρύγματος ἐπὶ κρατη̃ρα λέγουσα 9:4 ὅς ἐστιν ἄφρων ἐκκλινάτω πρός με καὶ τοι̃ς ἐνδεέσι φρενω̃ν εἰ̃πεν 9:5 ἔλθατε φάγετε τω̃ν ἐμω̃ν ἄρτων καὶ πίετε οἰ̃νον ὃν ἐκέρασα ὑμι̃ν 9:6 ἀπολείπετε ἀφροσύνην καὶ ζήσεσθε καὶ ζητήσατε φρόνησιν ἵνα βιώσητε καὶ κατορθώσατε ἐν γνώσει σύνεσιν 9:7 ὁ παιδεύων κακοὺς λήμψεται ἑαυτω̨̃ ἀτιμίαν ἐλέγχων δὲ τὸν ἀσεβη̃ μωμήσεται ἑαυτόν 9:8 μὴ ἔλεγχε κακούς ἵνα μὴ μισω̃σίν σε ἔλεγχε σοφόν καὶ ἀγαπήσει σε 9:9 δίδου σοφω̨̃ ἀφορμήν καὶ σοφώτερος ἔσται γνώριζε δικαίω̨ καὶ προσθήσει του̃ δέχεσθαι 9:10 ἀρχὴ σοφίας φόβος κυρίου καὶ βουλὴ ἁγίων σύνεσις 9:10a τὸ γὰρ γνω̃ναι νόμον διανοίας ἐστὶν ἀγαθη̃ς 9:11 τούτω̨ γὰρ τω̨̃ τρόπω̨ πολὺν ζήσεις χρόνον καὶ προστεθήσεταί σοι ἔτη ζωη̃ς σου 9:12 υἱέ ἐὰν σοφὸς γένη̨ σεαυτω̨̃ σοφὸς ἔση̨ καὶ τοι̃ς πλησίον ἐὰν δὲ κακὸς ἀποβη̨̃ς μόνος ἀναντλήσεις κακά 9:12a ὃς ἐρείδεται ἐπὶ ψεύδεσιν οὑ̃τος ποιμανει̃ ἀνέμους ὁ δ' αὐτὸς διώξεται ὄρνεα πετόμενα 9:12b ἀπέλιπεν γὰρ ὁδοὺς του̃ ἑαυτου̃ ἀμπελω̃νος τοὺς δὲ ἄξονας του̃ ἰδίου γεωργίου πεπλάνηται 9:12c διαπορεύεται δὲ δι' ἀνύδρου ἐρήμου καὶ γη̃ν διατεταγμένην ἐν διψώδεσιν συνάγει δὲ χερσὶν ἀκαρπίαν 9:13 γυνὴ ἄφρων καὶ θρασει̃α ἐνδεὴς ψωμου̃ γίνεται ἣ οὐκ ἐπίσταται αἰσχύνην 9:14 ἐκάθισεν ἐπὶ θύραις του̃ ἑαυτη̃ς οἴκου ἐπὶ δίφρου ἐμφανω̃ς ἐν πλατείαις 9:15 προσκαλουμένη τοὺς παριόντας καὶ κατευθύνοντας ἐν ται̃ς ὁδοι̃ς αὐτω̃ν 9:16 ὅς ἐστιν ὑμω̃ν ἀφρονέστατος ἐκκλινάτω πρός με ἐνδεέσι δὲ φρονήσεως παρακελεύομαι λέγουσα 9:17 ἄρτων κρυφίων ἡδέως ἅψασθε καὶ ὕδατος κλοπη̃ς γλυκερου̃ 9:18 ὁ δὲ οὐκ οἰ̃δεν ὅτι γηγενει̃ς παρ' αὐτη̨̃ ὄλλυνται καὶ ἐπὶ πέτευρον ἅ̨δου συναντα̨̃ 9:18a ἀλλὰ ἀποπήδησον μὴ ἐγχρονίση̨ς ἐν τω̨̃ τόπω̨ μηδὲ ἐπιστήση̨ς τὸ σὸν ὄμμα πρὸς αὐτήν 9:18b οὕτως γὰρ διαβήση̨ ὕδωρ ἀλλότριον καὶ ὑπερβήση̨ ποταμὸν ἀλλότριον 9:18c ἀπὸ δὲ ὕδατος ἀλλοτρίου ἀπόσχου καὶ ἀπὸ πηγη̃ς ἀλλοτρίας μὴ πίη̨ς 9:18d ἵνα πολὺν ζήση̨ς χρόνον προστεθη̨̃ δέ σοι ἔτη ζωη̃ς 10:1 υἱὸς σοφὸς εὐφραίνει πατέρα υἱὸς δὲ ἄφρων λύπη τη̨̃ μητρί 10:2 οὐκ ὠφελήσουσιν θησαυροὶ ἀνόμους δικαιοσύνη δὲ ῥύσεται ἐκ θανάτου 10:3 οὐ λιμοκτονήσει κύριος ψυχὴν δικαίαν ζωὴν δὲ ἀσεβω̃ν ἀνατρέψει 10:4 πενία ἄνδρα ταπεινοι̃ χει̃ρες δὲ ἀνδρείων πλουτίζουσιν 10:4a υἱὸς πεπαιδευμένος σοφὸς ἔσται τω̨̃ δὲ ἄφρονι διακόνω̨ χρήσεται 10:5 διεσώθη ἀπὸ καύματος υἱὸς νοήμων ἀνεμόφθορος δὲ γίνεται ἐν ἀμήτω̨ υἱὸς παράνομος 10:6 εὐλογία κυρίου ἐπὶ κεφαλὴν δικαίου στόμα δὲ ἀσεβω̃ν καλύψει πένθος ἄωρον 10:7 μνήμη δικαίων μετ' ἐγκωμίων ὄνομα δὲ ἀσεβου̃ς σβέννυται 10:8 σοφὸς καρδία̨ δέξεται ἐντολάς ὁ δὲ ἄστεγος χείλεσιν σκολιάζων ὑποσκελισθήσεται 10:9 ὃς πορεύεται ἁπλω̃ς πορεύεται πεποιθώς ὁ δὲ διαστρέφων τὰς ὁδοὺς αὐτου̃ γνωσθήσεται 10:10 ὁ ἐννεύων ὀφθαλμοι̃ς μετὰ δόλου συνάγει ἀνδράσι λύπας ὁ δὲ ἐλέγχων μετὰ παρρησίας εἰρηνοποιει̃ 10:11 πηγὴ ζωη̃ς ἐν χειρὶ δικαίου στόμα δὲ ἀσεβου̃ς καλύψει ἀπώλεια 10:12 μι̃σος ἐγείρει νει̃κος πάντας δὲ τοὺς μὴ φιλονεικου̃ντας καλύπτει φιλία 10:13 ὃς ἐκ χειλέων προφέρει σοφίαν ῥάβδω̨ τύπτει ἄνδρα ἀκάρδιον 10:14 σοφοὶ κρύψουσιν αἴσθησιν στόμα δὲ προπετου̃ς ἐγγίζει συντριβη̨̃ 10:15 κτη̃σις πλουσίων πόλις ὀχυρά συντριβὴ δὲ ἀσεβω̃ν πενία 10:16 ἔργα δικαίων ζωὴν ποιει̃ καρποὶ δὲ ἀσεβω̃ν ἁμαρτίας 10:17 ὁδοὺς δικαίας ζωη̃ς φυλάσσει παιδεία παιδεία δὲ ἀνεξέλεγκτος πλανα̃ται 10:18 καλύπτουσιν ἔχθραν χείλη δίκαια οἱ δὲ ἐκφέροντες λοιδορίας ἀφρονέστατοί εἰσιν 10:19 ἐκ πολυλογίας οὐκ ἐκφεύξη̨ ἁμαρτίαν φειδόμενος δὲ χειλέων νοήμων ἔση̨ 10:20 ἄργυρος πεπυρωμένος γλω̃σσα δικαίου καρδία δὲ ἀσεβου̃ς ἐκλείψει 10:21 χείλη δικαίων ἐπίσταται ὑψηλά οἱ δὲ ἄφρονες ἐν ἐνδεία̨ τελευτω̃σιν 10:22 εὐλογία κυρίου ἐπὶ κεφαλὴν δικαίου αὕτη πλουτίζει καὶ οὐ μὴ προστεθη̨̃ αὐτη̨̃ λύπη ἐν καρδία̨ 10:23 ἐν γέλωτι ἄφρων πράσσει κακά ἡ δὲ σοφία ἀνδρὶ τίκτει φρόνησιν 10:24 ἐν ἀπωλεία̨ ἀσεβὴς περιφέρεται ἐπιθυμία δὲ δικαίου δεκτή 10:25 παραπορευομένης καταιγίδος ἀφανίζεται ἀσεβής δίκαιος δὲ ἐκκλίνας σώ̨ζεται εἰς τὸν αἰω̃να 10:26 ὥσπερ ὄμφαξ ὀδου̃σι βλαβερὸν καὶ καπνὸς ὄμμασιν οὕτως παρανομία τοι̃ς χρωμένοις αὐτήν 10:27 φόβος κυρίου προστίθησιν ἡμέρας ἔτη δὲ ἀσεβω̃ν ὀλιγωθήσεται 10:28 ἐγχρονίζει δικαίοις εὐφροσύνη ἐλπὶς δὲ ἀσεβω̃ν ὄλλυται 10:29 ὀχύρωμα ὁσίου φόβος κυρίου συντριβὴ δὲ τοι̃ς ἐργαζομένοις κακά 10:30 δίκαιος τὸν αἰω̃να οὐκ ἐνδώσει ἀσεβει̃ς δὲ οὐκ οἰκήσουσιν γη̃ν 10:31 στόμα δικαίου ἀποστάζει σοφίαν γλω̃σσα δὲ ἀδίκου ἐξολει̃ται 10:32 χείλη ἀνδρω̃ν δικαίων ἀποστάζει χάριτας στόμα δὲ ἀσεβω̃ν ἀποστρέφεται 11:1 ζυγοὶ δόλιοι βδέλυγμα ἐνώπιον κυρίου στάθμιον δὲ δίκαιον δεκτὸν αὐτω̨̃ 11:2 οὑ̃ ἐὰν εἰσέλθη̨ ὕβρις ἐκει̃ καὶ ἀτιμία στόμα δὲ ταπεινω̃ν μελετα̨̃ σοφίαν 11:3 ἀποθανὼν δίκαιος ἔλιπεν μετάμελον πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβω̃ν ἀπώλεια 11:5 δικαιοσύνη ἀμώμους ὀρθοτομει̃ ὁδούς ἀσέβεια δὲ περιπίπτει ἀδικία̨ 11:6 δικαιοσύνη ἀνδρω̃ν ὀρθω̃ν ῥύεται αὐτούς τη̨̃ δὲ ἀπωλεία̨ αὐτω̃ν ἁλίσκονται παράνομοι 11:7 τελευτήσαντος ἀνδρὸς δικαίου οὐκ ὄλλυται ἐλπίς τὸ δὲ καύχημα τω̃ν ἀσεβω̃ν ὄλλυται 11:8 δίκαιος ἐκ θήρας ἐκδύνει ἀντ' αὐτου̃ δὲ παραδίδοται ὁ ἀσεβής 11:9 ἐν στόματι ἀσεβω̃ν παγὶς πολίταις αἴσθησις δὲ δικαίων εὔοδος 11:10 ἐν ἀγαθοι̃ς δικαίων κατώρθωσεν πόλις 11:11 στόμασιν δὲ ἀσεβω̃ν κατεσκάφη 11:12 μυκτηρίζει πολίτας ἐνδεὴς φρενω̃ν ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει 11:13 ἀνὴρ δίγλωσσος ἀποκαλύπτει βουλὰς ἐν συνεδρίω̨ πιστὸς δὲ πνοη̨̃ κρύπτει πράγματα 11:14 οἱ̃ς μὴ ὑπάρχει κυβέρνησις πίπτουσιν ὥσπερ φύλλα σωτηρία δὲ ὑπάρχει ἐν πολλη̨̃ βουλη̨̃ 11:15 πονηρὸς κακοποιει̃ ὅταν συμμείξη̨ δικαίω̨ μισει̃ δὲ ἠ̃χον ἀσφαλείας 11:16 γυνὴ εὐχάριστος ἐγείρει ἀνδρὶ δόξαν θρόνος δὲ ἀτιμίας γυνὴ μισου̃σα δίκαια πλούτου ὀκνηροὶ ἐνδεει̃ς γίνονται οἱ δὲ ἀνδρει̃οι ἐρείδονται πλούτω̨ 11:17 τη̨̃ ψυχη̨̃ αὐτου̃ ἀγαθὸν ποιει̃ ἀνὴρ ἐλεήμων ἐξολλύει δὲ αὐτου̃ σω̃μα ὁ ἀνελεήμων 11:18 ἀσεβὴς ποιει̃ ἔργα ἄδικα σπέρμα δὲ δικαίων μισθὸς ἀληθείας 11:19 υἱὸς δίκαιος γεννα̃ται εἰς ζωήν διωγμὸς δὲ ἀσεβου̃ς εἰς θάνατον 11:20 βδέλυγμα κυρίω̨ διεστραμμέναι ὁδοί προσδεκτοὶ δὲ αὐτω̨̃ πάντες ἄμωμοι ἐν ται̃ς ὁδοι̃ς αὐτω̃ν 11:21 χειρὶ χει̃ρας ἐμβαλὼν ἀδίκως οὐκ ἀτιμώρητος ἔσται ὁ δὲ σπείρων δικαιοσύνην λήμψεται μισθὸν πιστόν 11:22 ὥσπερ ἐνώτιον ἐν ῥινὶ ὑός οὕτως γυναικὶ κακόφρονι κάλλος 11:23 ἐπιθυμία δικαίων πα̃σα ἀγαθή ἐλπὶς δὲ ἀσεβω̃ν ἀπολει̃ται 11:24 εἰσὶν οἳ τὰ ἴδια σπείροντες πλείονα ποιου̃σιν εἰσὶν καὶ οἳ συνάγοντες ἐλαττονου̃νται 11:25 ψυχὴ εὐλογουμένη πα̃σα ἁπλη̃ ἀνὴρ δὲ θυμώδης οὐκ εὐσχήμων 11:26 ὁ συνέχων σι̃τον ὑπολίποιτο αὐτὸν τοι̃ς ἔθνεσιν εὐλογία δὲ εἰς κεφαλὴν του̃ μεταδιδόντος 11:27 τεκταινόμενος ἀγαθὰ ζητει̃ χάριν ἀγαθήν ἐκζητου̃ντα δὲ κακά καταλήμψεται αὐτόν 11:28 ὁ πεποιθὼς ἐπὶ πλούτω̨ οὑ̃τος πεσει̃ται ὁ δὲ ἀντιλαμβανόμενος δικαίων οὑ̃τος ἀνατελει̃ 11:29 ὁ μὴ συμπεριφερόμενος τω̨̃ ἑαυτου̃ οἴκω̨ κληρονομήσει ἄνεμον δουλεύσει δὲ ἄφρων φρονίμω̨ 11:30 ἐκ καρπου̃ δικαιοσύνης φύεται δένδρον ζωη̃ς ἀφαιρου̃νται δὲ ἄωροι ψυχαὶ παρανόμων 11:31 εἰ ὁ μὲν δίκαιος μόλις σώ̨ζεται ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς που̃ φανει̃ται 12:1 ὁ ἀγαπω̃ν παιδείαν ἀγαπα̨̃ αἴσθησιν ὁ δὲ μισω̃ν ἐλέγχους ἄφρων 12:2 κρείσσων ὁ εὑρὼν χάριν παρὰ κυρίω̨ ἀνὴρ δὲ παράνομος παρασιωπηθήσεται 12:3 οὐ κατορθώσει ἄνθρωπος ἐξ ἀνόμου αἱ δὲ ῥίζαι τω̃ν δικαίων οὐκ ἐξαρθήσονται 12:4 γυνὴ ἀνδρεία στέφανος τω̨̃ ἀνδρὶ αὐτη̃ς ὥσπερ δὲ ἐν ξύλω̨ σκώληξ οὕτως ἄνδρα ἀπόλλυσιν γυνὴ κακοποιός 12:5 λογισμοὶ δικαίων κρίματα κυβερνω̃σιν δὲ ἀσεβει̃ς δόλους 12:6 λόγοι ἀσεβω̃ν δόλιοι στόμα δὲ ὀρθω̃ν ῥύσεται αὐτούς 12:7 οὑ̃ ἐὰν στραφη̨̃ ἀσεβὴς ἀφανίζεται οἰ̃κοι δὲ δικαίων παραμένουσιν 12:8 στόμα συνετου̃ ἐγκωμιάζεται ὑπὸ ἀνδρός νωθροκάρδιος δὲ μυκτηρίζεται 12:9 κρείσσων ἀνὴρ ἐν ἀτιμία̨ δουλεύων ἑαυτω̨̃ ἢ τιμὴν ἑαυτω̨̃ περιτιθεὶς καὶ προσδεόμενος ἄρτου 12:10 δίκαιος οἰκτίρει ψυχὰς κτηνω̃ν αὐτου̃ τὰ δὲ σπλάγχνα τω̃ν ἀσεβω̃ν ἀνελεήμονα 12:11 ὁ ἐργαζόμενος τὴν ἑαυτου̃ γη̃ν ἐμπλησθήσεται ἄρτων οἱ δὲ διώκοντες μάταια ἐνδεει̃ς φρενω̃ν 12:11a ὅς ἐστιν ἡδὺς ἐν οἴνων διατριβαι̃ς ἐν τοι̃ς ἑαυτου̃ ὀχυρώμασιν καταλείψει ἀτιμίαν 12:12 ἐπιθυμίαι ἀσεβω̃ν κακαί αἱ δὲ ῥίζαι τω̃ν εὐσεβω̃ν ἐν ὀχυρώμασιν 12:13 δι' ἁμαρτίαν χειλέων ἐμπίπτει εἰς παγίδας ἁμαρτωλός ἐκφεύγει δὲ ἐξ αὐτω̃ν δίκαιος 12:13a ὁ βλέπων λει̃α ἐλεηθήσεται ὁ δὲ συναντω̃ν ἐν πύλαις ἐκθλίψει ψυχάς 12:14 ἀπὸ καρπω̃ν στόματος ψυχὴ ἀνδρὸς πλησθήσεται ἀγαθω̃ν ἀνταπόδομα δὲ χειλέων αὐτου̃ δοθήσεται αὐτω̨̃ 12:15 ὁδοὶ ἀφρόνων ὀρθαὶ ἐνώπιον αὐτω̃ν εἰσακούει δὲ συμβουλίας σοφός 12:16 ἄφρων αὐθημερὸν ἐξαγγέλλει ὀργὴν αὐτου̃ κρύπτει δὲ τὴν ἑαυτου̃ ἀτιμίαν πανου̃ργος 12:17 ἐπιδεικνυμένην πίστιν ἀπαγγέλλει δίκαιος ὁ δὲ μάρτυς τω̃ν ἀδίκων δόλιος 12:18 εἰσὶν οἳ λέγοντες τιτρώσκουσιν μαχαίρα̨ γλω̃σσαι δὲ σοφω̃ν ἰω̃νται 12:19 χείλη ἀληθινὰ κατορθοι̃ μαρτυρίαν μάρτυς δὲ ταχὺς γλω̃σσαν ἔχει ἄδικον 12:20 δόλος ἐν καρδία̨ τεκταινομένου κακά οἱ δὲ βουλόμενοι εἰρήνην εὐφρανθήσονται 12:21 οὐκ ἀρέσει τω̨̃ δικαίω̨ οὐδὲν ἄδικον οἱ δὲ ἀσεβει̃ς πλησθήσονται κακω̃ν 12:22 βδέλυγμα κυρίω̨ χείλη ψευδη̃ ὁ δὲ ποιω̃ν πίστεις δεκτὸς παρ' αὐτω̨̃ 12:23 ἀνὴρ συνετὸς θρόνος αἰσθήσεως καρδία δὲ ἀφρόνων συναντήσεται ἀραι̃ς 12:24 χεὶρ ἐκλεκτω̃ν κρατήσει εὐχερω̃ς δόλιοι δὲ ἔσονται εἰς προνομήν 12:25 φοβερὸς λόγος καρδίαν ταράσσει ἀνδρὸς δικαίου ἀγγελία δὲ ἀγαθὴ εὐφραίνει αὐτόν 12:26 ἐπιγνώμων δίκαιος ἑαυτου̃ φίλος ἔσται αἱ δὲ γνω̃μαι τω̃ν ἀσεβω̃ν ἀνεπιεικει̃ς ἁμαρτάνοντας καταδιώξεται κακά ἡ δὲ ὁδὸς τω̃ν ἀσεβω̃ν πλανήσει αὐτούς 12:27 οὐκ ἐπιτεύξεται δόλιος θήρας κτη̃μα δὲ τίμιον ἀνὴρ καθαρός 12:28 ἐν ὁδοι̃ς δικαιοσύνης ζωή ὁδοὶ δὲ μνησικάκων εἰς θάνατον 13:1 υἱὸς πανου̃ργος ὑπήκοος πατρί υἱὸς δὲ ἀνήκοος ἐν ἀπωλεία̨ 13:2 ἀπὸ καρπω̃ν δικαιοσύνης φάγεται ἀγαθός ψυχαὶ δὲ παρανόμων ὀλου̃νται ἄωροι 13:3 ὃς φυλάσσει τὸ ἑαυτου̃ στόμα τηρει̃ τὴν ἑαυτου̃ ψυχήν ὁ δὲ προπετὴς χείλεσιν πτοήσει ἑαυτόν 13:4 ἐν ἐπιθυμίαις ἐστὶν πα̃ς ἀεργός χει̃ρες δὲ ἀνδρείων ἐν ἐπιμελεία̨ 13:5 λόγον ἄδικον μισει̃ δίκαιος ἀσεβὴς δὲ αἰσχύνεται καὶ οὐχ ἕξει παρρησίαν 13:6 δικαιοσύνη φυλάσσει ἀκάκους τοὺς δὲ ἀσεβει̃ς φαύλους ποιει̃ ἁμαρτία 13:7 εἰσὶν οἱ πλουτίζοντες ἑαυτοὺς μηδὲν ἔχοντες καὶ εἰσὶν οἱ ταπεινου̃ντες ἑαυτοὺς ἐν πολλω̨̃ πλούτω̨ 13:8 λύτρον ἀνδρὸς ψυχη̃ς ὁ ἴδιος πλου̃τος πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν 13:9 φω̃ς δικαίοις διὰ παντός φω̃ς δὲ ἀσεβω̃ν σβέννυται 13:9a ψυχαὶ δόλιαι πλανω̃νται ἐν ἁμαρτίαις δίκαιοι δὲ οἰκτίρουσιν καὶ ἐλεω̃σιν 13:10 κακὸς μεθ' ὕβρεως πράσσει κακά οἱ δὲ ἑαυτω̃ν ἐπιγνώμονες σοφοί 13:11 ὕπαρξις ἐπισπουδαζομένη μετὰ ἀνομίας ἐλάσσων γίνεται ὁ δὲ συνάγων ἑαυτω̨̃ μετ' εὐσεβείας πληθυνθήσεται δίκαιος οἰκτίρει καὶ κιχρα̨̃ 13:12 κρείσσων ἐναρχόμενος βοηθω̃ν καρδία̨ του̃ ἐπαγγελλομένου καὶ εἰς ἐλπίδα ἄγοντος δένδρον γὰρ ζωη̃ς ἐπιθυμία ἀγαθή 13:13 ὃς καταφρονει̃ πράγματος καταφρονηθήσεται ὑπ' αὐτου̃ ὁ δὲ φοβούμενος ἐντολήν οὑ̃τος ὑγιαίνει 13:13a υἱω̨̃ δολίω̨ οὐδὲν ἔσται ἀγαθόν οἰκέτη̨ δὲ σοφω̨̃ εὔοδοι ἔσονται πράξεις καὶ κατευθυνθήσεται ἡ ὁδὸς αὐτου̃ 13:14 νόμος σοφου̃ πηγὴ ζωη̃ς ὁ δὲ ἄνους ὑπὸ παγίδος θανει̃ται 13:15 σύνεσις ἀγαθὴ δίδωσιν χάριν τὸ δὲ γνω̃ναι νόμον διανοίας ἐστὶν ἀγαθη̃ς ὁδοὶ δὲ καταφρονούντων ἐν ἀπωλεία̨ 13:16 πα̃ς πανου̃ργος πράσσει μετὰ γνώσεως ὁ δὲ ἄφρων ἐξεπέτασεν ἑαυτου̃ κακίαν 13:17 βασιλεὺς θρασὺς ἐμπεσει̃ται εἰς κακά ἄγγελος δὲ πιστὸς ῥύσεται αὐτόν 13:18 πενίαν καὶ ἀτιμίαν ἀφαιρει̃ται παιδεία ὁ δὲ φυλάσσων ἐλέγχους δοξασθήσεται 13:19 ἐπιθυμίαι εὐσεβω̃ν ἡδύνουσιν ψυχήν ἔργα δὲ ἀσεβω̃ν μακρὰν ἀπὸ γνώσεως 13:20 ὁ συμπορευόμενος σοφοι̃ς σοφὸς ἔσται ὁ δὲ συμπορευόμενος ἄφροσι γνωσθήσεται 13:21 ἁμαρτάνοντας καταδιώξεται κακά τοὺς δὲ δικαίους καταλήμψεται ἀγαθά 13:22 ἀγαθὸς ἀνὴρ κληρονομήσει υἱοὺς υἱω̃ν θησαυρίζεται δὲ δικαίοις πλου̃τος ἀσεβὼν 13:23 δίκαιοι ποιήσουσιν ἐν πλούτω̨ ἔτη πολλά ἄδικοι δὲ ἀπολου̃νται συντόμως 13:24 ὃς φείδεται τη̃ς βακτηρίας μισει̃ τὸν υἱὸν αὐτου̃ ὁ δὲ ἀγαπω̃ν ἐπιμελω̃ς παιδεύει 13:25 δίκαιος ἔσθων ἐμπιπλα̨̃ τὴν ψυχὴν αὐτου̃ ψυχαὶ δὲ ἀσεβω̃ν ἐνδεει̃ς 14:1 σοφαὶ γυναι̃κες ὠ̨κοδόμησαν οἴκους ἡ δὲ ἄφρων κατέσκαψεν ται̃ς χερσὶν αὐτη̃ς 14:2 ὁ πορευόμενος ὀρθω̃ς φοβει̃ται τὸν κύριον ὁ δὲ σκολιάζων ται̃ς ὁδοι̃ς αὐτου̃ ἀτιμασθήσεται 14:3 ἐκ στόματος ἀφρόνων βακτηρία ὕβρεως χείλη δὲ σοφω̃ν φυλάσσει αὐτούς 14:4 οὑ̃ μή εἰσιν βόες φάτναι καθαραί οὑ̃ δὲ πολλὰ γενήματα φανερὰ βοὸς ἰσχύς 14:5 μάρτυς πιστὸς οὐ ψεύδεται ἐκκαίει δὲ ψεύδη μάρτυς ἄδικος 14:6 ζητήσεις σοφίαν παρὰ κακοι̃ς καὶ οὐχ εὑρήσεις αἴσθησις δὲ παρὰ φρονίμοις εὐχερής 14:7 πάντα ἐναντία ἀνδρὶ ἄφρονι ὅπλα δὲ αἰσθήσεως χείλη σοφά 14:8 σοφία πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτω̃ν ἄνοια δὲ ἀφρόνων ἐν πλάνη̨ 14:9 οἰκίαι παρανόμων ὀφειλήσουσιν καθαρισμόν οἰκίαι δὲ δικαίων δεκταί 14:10 καρδία ἀνδρὸς αἰσθητική λυπηρὰ ψυχὴ αὐτου̃ ὅταν δὲ εὐφραίνηται οὐκ ἐπιμείγνυται ὕβρει 14:11 οἰκίαι ἀσεβω̃ν ἀφανισθήσονται σκηναὶ δὲ κατορθούντων στήσονται 14:12 ἔστιν ὁδὸς ἣ δοκει̃ ὀρθὴ εἰ̃ναι παρὰ ἀνθρώποις τὰ δὲ τελευται̃α αὐτη̃ς ἔρχεται εἰς πυθμένα ἅ̨δου 14:13 ἐν εὐφροσύναις οὐ προσμείγνυται λύπη τελευταία δὲ χαρὰ εἰς πένθος ἔρχεται 14:14 τω̃ν ἑαυτου̃ ὁδω̃ν πλησθήσεται θρασυκάρδιος ἀπὸ δὲ τω̃ν διανοημάτων αὐτου̃ ἀνὴρ ἀγαθός 14:15 ἄκακος πιστεύει παντὶ λόγω̨ πανου̃ργος δὲ ἔρχεται εἰς μετάνοιαν 14:16 σοφὸς φοβηθεὶς ἐξέκλινεν ἀπὸ κακου̃ ὁ δὲ ἄφρων ἑαυτω̨̃ πεποιθὼς μείγνυται ἀνόμω̨ 14:17 ὀξύθυμος πράσσει μετὰ ἀβουλίας ἀνὴρ δὲ φρόνιμος πολλὰ ὑποφέρει 14:18 μεριου̃νται ἄφρονες κακίαν οἱ δὲ πανου̃ργοι κρατήσουσιν αἰσθήσεως 14:19 ὀλισθήσουσιν κακοὶ ἔναντι ἀγαθω̃ν καὶ ἀσεβει̃ς θεραπεύσουσιν θύρας δικαίων 14:20 φίλοι μισήσουσιν φίλους πτωχούς φίλοι δὲ πλουσίων πολλοί 14:21 ὁ ἀτιμάζων πένητας ἁμαρτάνει ἐλεω̃ν δὲ πτωχοὺς μακαριστός 14:22 πλανώμενοι τεκταίνουσι κακά ἔλεον δὲ καὶ ἀλήθειαν τεκταίνουσιν ἀγαθοί οὐκ ἐπίστανται ἔλεον καὶ πίστιν τέκτονες κακω̃ν ἐλεημοσύναι δὲ καὶ πίστεις παρὰ τέκτοσιν ἀγαθοι̃ς 14:23 ἐν παντὶ μεριμνω̃ντι ἔνεστιν περισσόν ὁ δὲ ἡδὺς καὶ ἀνάλγητος ἐν ἐνδεία̨ ἔσται 14:24 στέφανος σοφω̃ν πανου̃ργος ἡ δὲ διατριβὴ ἀφρόνων κακή 14:25 ῥύσεται ἐκ κακω̃ν ψυχὴν μάρτυς πιστός ἐκκαίει δὲ ψεύδη δόλιος 14:26 ἐν φόβω̨ κυρίου ἐλπὶς ἰσχύος τοι̃ς δὲ τέκνοις αὐτου̃ καταλείπει ἔρεισμα 14:27 πρόσταγμα κυρίου πηγὴ ζωη̃ς ποιει̃ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου 14:28 ἐν πολλω̨̃ ἔθνει δόξα βασιλέως ἐν δὲ ἐκλείψει λαου̃ συντριβὴ δυνάστου 14:29 μακρόθυμος ἀνὴρ πολὺς ἐν φρονήσει ὁ δὲ ὀλιγόψυχος ἰσχυρω̃ς ἄφρων 14:30 πραΰθυμος ἀνὴρ καρδίας ἰατρός σὴς δὲ ὀστέων καρδία αἰσθητική 14:31 ὁ συκοφαντω̃ν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν ὁ δὲ τιμω̃ν αὐτὸν ἐλεα̨̃ πτωχόν 14:32 ἐν κακία̨ αὐτου̃ ἀπωσθήσεται ἀσεβής ὁ δὲ πεποιθὼς τη̨̃ ἑαυτου̃ ὁσιότητι δίκαιος 14:33 ἐν καρδία̨ ἀγαθη̨̃ ἀνδρὸς σοφία ἐν δὲ καρδία̨ ἀφρόνων οὐ διαγινώσκεται 14:34 δικαιοσύνη ὑψοι̃ ἔθνος ἐλασσονου̃σι δὲ φυλὰς ἁμαρτίαι 14:35 δεκτὸς βασιλει̃ ὑπηρέτης νοήμων τη̨̃ δὲ ἑαυτου̃ εὐστροφία̨ ἀφαιρει̃ται ἀτιμίαν 15:1 ὀργὴ ἀπόλλυσιν καὶ φρονίμους ἀπόκρισις δὲ ὑποπίπτουσα ἀποστρέφει θυμόν λόγος δὲ λυπηρὸς ἐγείρει ὀργάς 15:2 γλω̃σσα σοφω̃ν καλὰ ἐπίσταται στόμα δὲ ἀφρόνων ἀναγγελει̃ κακά 15:3 ἐν παντὶ τόπω̨ ὀφθαλμοὶ κυρίου σκοπεύουσιν κακούς τε καὶ ἀγαθούς 15:4 ἴασις γλώσσης δένδρον ζωη̃ς ὁ δὲ συντηρω̃ν αὐτὴν πλησθήσεται πνεύματος 15:5 ἄφρων μυκτηρίζει παιδείαν πατρός ὁ δὲ φυλάσσων ἐντολὰς πανουργότερος 15:6 ἐν πλεοναζούση̨ δικαιοσύνη̨ ἰσχὺς πολλή οἱ δὲ ἀσεβει̃ς ὁλόρριζοι ἐκ γη̃ς ὀλου̃νται οἴκοις δικαίων ἰσχὺς πολλή καρποὶ δὲ ἀσεβω̃ν ἀπολου̃νται 15:7 χείλη σοφω̃ν δέδεται αἰσθήσει καρδίαι δὲ ἀφρόνων οὐκ ἀσφαλει̃ς 15:8 θυσίαι ἀσεβω̃ν βδέλυγμα κυρίω̨ εὐχαὶ δὲ κατευθυνόντων δεκταὶ παρ' αὐτω̨̃ 15:9 βδέλυγμα κυρίω̨ ὁδοὶ ἀσεβου̃ς διώκοντας δὲ δικαιοσύνην ἀγαπα̨̃ 15:10 παιδεία ἀκάκου γνωρίζεται ὑπὸ τω̃ν παριόντων οἱ δὲ μισου̃ντες ἐλέγχους τελευτω̃σιν αἰσχρω̃ς 15:11 ἅ̨δης καὶ ἀπώλεια φανερὰ παρὰ τω̨̃ κυρίω̨ πω̃ς οὐχὶ καὶ αἱ καρδίαι τω̃ν ἀνθρώπων 15:12 οὐκ ἀγαπήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας αὐτόν μετὰ δὲ σοφω̃ν οὐχ ὁμιλήσει 15:13 καρδίας εὐφραινομένης πρόσωπον θάλλει ἐν δὲ λύπαις οὔσης σκυθρωπάζει 15:14 καρδία ὀρθὴ ζητει̃ αἴσθησιν στόμα δὲ ἀπαιδεύτων γνώσεται κακά 15:15 πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τω̃ν κακω̃ν προσδέχονται κακά οἱ δὲ ἀγαθοὶ ἡσυχάζουσιν διὰ παντός 15:16 κρείσσων μικρὰ μερὶς μετὰ φόβου κυρίου ἢ θησαυροὶ μεγάλοι μετὰ ἀφοβίας 15:17 κρείσσων ξενισμὸς λαχάνων πρὸς φιλίαν καὶ χάριν ἢ παράθεσις μόσχων μετὰ ἔχθρας 15:18 ἀνὴρ θυμώδης παρασκευάζει μάχας μακρόθυμος δὲ καὶ τὴν μέλλουσαν καταπραΰνει 15:18a μακρόθυμος ἀνὴρ κατασβέσει κρίσεις ὁ δὲ ἀσεβὴς ἐγείρει μα̃λλον 15:19 ὁδοὶ ἀεργω̃ν ἐστρωμέναι ἀκάνθαις αἱ δὲ τω̃ν ἀνδρείων τετριμμέναι 15:20 υἱὸς σοφὸς εὐφραίνει πατέρα υἱὸς δὲ ἄφρων μυκτηρίζει μητέρα αὐτου̃ 15:21 ἀνοήτου τρίβοι ἐνδεει̃ς φρενω̃ν ἀνὴρ δὲ φρόνιμος κατευθύνων πορεύεται 15:22 ὑπερτίθενται λογισμοὺς οἱ μὴ τιμω̃ντες συνέδρια ἐν δὲ καρδίαις βουλευομένων μένει βουλή 15:23 οὐ μὴ ὑπακούση̨ ὁ κακὸς αὐτη̨̃ οὐδὲ μὴ εἴπη̨ καίριόν τι καὶ καλὸν τω̨̃ κοινω̨̃ 15:24 ὁδοὶ ζωη̃ς διανοήματα συνετου̃ ἵνα ἐκκλίνας ἐκ του̃ ἅ̨δου σωθη̨̃ 15:25 οἴκους ὑβριστω̃ν κατασπα̨̃ κύριος ἐστήρισεν δὲ ὅριον χήρας 15:26 βδέλυγμα κυρίω̨ λογισμὸς ἄδικος ἁγνω̃ν δὲ ῥήσεις σεμναί 15:27 ἐξόλλυσιν ἑαυτὸν ὁ δωρολήμπτης ὁ δὲ μισω̃ν δώρων λήμψεις σώ̨ζεται 15:27a ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι τω̨̃ δὲ φόβω̨ κυρίου ἐκκλίνει πα̃ς ἀπὸ κακου̃ 15:28 καρδίαι δικαίων μελετω̃σιν πίστεις στόμα δὲ ἀσεβω̃ν ἀποκρίνεται κακά 15:28a δεκταὶ παρὰ κυρίω̨ ὁδοὶ ἀνθρώπων δικαίων διὰ δὲ αὐτω̃ν καὶ οἱ ἐχθροὶ φίλοι γίνονται 15:29 μακρὰν ἀπέχει ὁ θεὸς ἀπὸ ἀσεβω̃ν εὐχαι̃ς δὲ δικαίων ἐπακούει 15:29a κρείσσων ὀλίγη λη̃μψις μετὰ δικαιοσύνης ἢ πολλὰ γενήματα μετὰ ἀδικίας 15:29b καρδία ἀνδρὸς λογιζέσθω δίκαια ἵνα ὑπὸ του̃ θεου̃ διορθωθη̨̃ τὰ διαβήματα αὐτου̃ 15:30 θεωρω̃ν ὀφθαλμὸς καλὰ εὐφραίνει καρδίαν φήμη δὲ ἀγαθὴ πιαίνει ὀστα̃ 15:32 ὃς ἀπωθει̃ται παιδείαν μισει̃ ἑαυτόν ὁ δὲ τηρω̃ν ἐλέγχους ἀγαπα̨̃ ψυχὴν αὐτου̃ 15:33 φόβος θεου̃ παιδεία καὶ σοφία καὶ ἀρχὴ δόξης ἀποκριθήσεται αὐτη̨̃ 16:2 πάντα τὰ ἔργα του̃ ταπεινου̃ φανερὰ παρὰ τω̨̃ θεω̨̃ οἱ δὲ ἀσεβει̃ς ἐν ἡμέρα̨ κακη̨̃ ὀλου̃νται 16:5 ἀκάθαρτος παρὰ θεω̨̃ πα̃ς ὑψηλοκάρδιος χειρὶ δὲ χει̃ρας ἐμβαλὼν ἀδίκως οὐκ ἀθω̨ωθήσεται 16:7 ἀρχὴ ὁδου̃ ἀγαθη̃ς τὸ ποιει̃ν τὰ δίκαια δεκτὰ δὲ παρὰ θεω̨̃ μα̃λλον ἢ θύειν θυσίας 16:8 ὁ ζητω̃ν τὸν κύριον εὑρήσει γνω̃σιν μετὰ δικαιοσύνης οἱ δὲ ὀρθω̃ς ζητου̃ντες αὐτὸν εὑρήσουσιν εἰρήνην 16:9 πάντα τὰ ἔργα του̃ κυρίου μετὰ δικαιοσύνης φυλάσσεται δὲ ὁ ἀσεβὴς εἰς ἡμέραν κακήν 16:10 μαντει̃ον ἐπὶ χείλεσιν βασιλέως ἐν δὲ κρίσει οὐ μὴ πλανηθη̨̃ τὸ στόμα αὐτου̃ 16:11 ῥοπὴ ζυγου̃ δικαιοσύνη παρὰ κυρίω̨ τὰ δὲ ἔργα αὐτου̃ στάθμια δίκαια 16:12 βδέλυγμα βασιλει̃ ὁ ποιω̃ν κακά μετὰ γὰρ δικαιοσύνης ἑτοιμάζεται θρόνος ἀρχη̃ς 16:13 δεκτὰ βασιλει̃ χείλη δίκαια λόγους δὲ ὀρθοὺς ἀγαπα̨̃ 16:14 θυμὸς βασιλέως ἄγγελος θανάτου ἀνὴρ δὲ σοφὸς ἐξιλάσεται αὐτόν 16:15 ἐν φωτὶ ζωη̃ς υἱὸς βασιλέως οἱ δὲ προσδεκτοὶ αὐτω̨̃ ὥσπερ νέφος ὄψιμον 16:16 νοσσιαὶ σοφίας αἱρετώτεραι χρυσίου νοσσιαὶ δὲ φρονήσεως αἱρετώτεραι ὑπὲρ ἀργύριον 16:17 τρίβοι ζωη̃ς ἐκκλίνουσιν ἀπὸ κακω̃ν μη̃κος δὲ βίου ὁδοὶ δικαιοσύνης ὁ δεχόμενος παιδείαν ἐν ἀγαθοι̃ς ἔσται ὁ δὲ φυλάσσων ἐλέγχους σοφισθήσεται ὃς φυλάσσει τὰς ἑαυτου̃ ὁδούς τηρει̃ τὴν ἑαυτου̃ ψυχήν ἀγαπω̃ν δὲ ζωὴν αὐτου̃ φείσεται στόματος αὐτου̃ 16:18 πρὸ συντριβη̃ς ἡγει̃ται ὕβρις πρὸ δὲ πτώματος κακοφροσύνη 16:19 κρείσσων πραΰθυμος μετὰ ταπεινώσεως ἢ ὃς διαιρει̃ται σκυ̃λα μετὰ ὑβριστω̃ν 16:20 συνετὸς ἐν πράγμασιν εὑρετὴς ἀγαθω̃ν πεποιθὼς δὲ ἐπὶ θεω̨̃ μακαριστός 16:21 τοὺς σοφοὺς καὶ συνετοὺς φαύλους καλου̃σιν οἱ δὲ γλυκει̃ς ἐν λόγω̨ πλείονα ἀκούσονται 16:22 πηγὴ ζωη̃ς ἔννοια τοι̃ς κεκτημένοις παιδεία δὲ ἀφρόνων κακή 16:23 καρδία σοφου̃ νοήσει τὰ ἀπὸ του̃ ἰδίου στόματος ἐπὶ δὲ χείλεσιν φορέσει ἐπιγνωμοσύνην 16:24 κηρία μέλιτος λόγοι καλοί γλύκασμα δὲ αὐτω̃ν ἴασις ψυχη̃ς 16:25 εἰσὶν ὁδοὶ δοκου̃σαι εἰ̃ναι ὀρθαὶ ἀνδρί τὰ μέντοι τελευται̃α αὐτω̃ν βλέπει εἰς πυθμένα ἅ̨δου 16:26 ἀνὴρ ἐν πόνοις πονει̃ ἑαυτω̨̃ καὶ ἐκβιάζεται ἑαυτου̃ τὴν ἀπώλειαν ὁ μέντοι σκολιὸς ἐπὶ τω̨̃ ἑαυτου̃ στόματι φορει̃ τὴν ἀπώλειαν 16:27 ἀνὴρ ἄφρων ὀρύσσει ἑαυτω̨̃ κακά ἐπὶ δὲ τω̃ν ἑαυτου̃ χειλέων θησαυρίζει πυ̃ρ 16:28 ἀνὴρ σκολιὸς διαπέμπεται κακὰ καὶ λαμπτη̃ρα δόλου πυρσεύει κακοι̃ς καὶ διαχωρίζει φίλους 16:29 ἀνὴρ παράνομος ἀποπειρα̃ται φίλων καὶ ἀπάγει αὐτοὺς ὁδοὺς οὐκ ἀγαθάς 16:30 στηρίζων ὀφθαλμοὺς αὐτου̃ λογίζεται διεστραμμένα ὁρίζει δὲ τοι̃ς χείλεσιν αὐτου̃ πάντα τὰ κακά οὑ̃τος κάμινός ἐστιν κακίας 16:31 στέφανος καυχήσεως γη̃ρας ἐν δὲ ὁδοι̃ς δικαιοσύνης εὑρίσκεται 16:32 κρείσσων ἀνὴρ μακρόθυμος ἰσχυρου̃ ὁ δὲ κρατω̃ν ὀργη̃ς κρείσσων καταλαμβανομένου πόλιν 16:33 εἰς κόλπους ἐπέρχεται πάντα τοι̃ς ἀδίκοις παρὰ δὲ κυρίου πάντα τὰ δίκαια 17:1 κρείσσων ψωμὸς μεθ' ἡδονη̃ς ἐν εἰρήνη̨ ἢ οἰ̃κος πλήρης πολλω̃ν ἀγαθω̃ν καὶ ἀδίκων θυμάτων μετὰ μάχης 17:2 οἰκέτης νοήμων κρατήσει δεσποτω̃ν ἀφρόνων ἐν δὲ ἀδελφοι̃ς διελει̃ται μέρη 17:3 ὥσπερ δοκιμάζεται ἐν καμίνω̨ ἄργυρος καὶ χρυσός οὕτως ἐκλεκταὶ καρδίαι παρὰ κυρίω̨ 17:4 κακὸς ὑπακούει γλώσσης παρανόμων δίκαιος δὲ οὐ προσέχει χείλεσιν ψευδέσιν 17:5 ὁ καταγελω̃ν πτωχου̃ παροξύνει τὸν ποιήσαντα αὐτόν ὁ δὲ ἐπιχαίρων ἀπολλυμένω̨ οὐκ ἀθω̨ωθήσεται ὁ δὲ ἐπισπλαγχνιζόμενος ἐλεηθήσεται 17:6 στέφανος γερόντων τέκνα τέκνων καύχημα δὲ τέκνων πατέρες αὐτω̃ν 17:6a του̃ πιστου̃ ὅλος ὁ κόσμος τω̃ν χρημάτων του̃ δὲ ἀπίστου οὐδὲ ὀβολός 17:7 οὐχ ἁρμόσει ἄφρονι χείλη πιστὰ οὐδὲ δικαίω̨ χείλη ψευδη̃ 17:8 μισθὸς χαρίτων ἡ παιδεία τοι̃ς χρωμένοις οὑ̃ δ' ἂν ἐπιστρέψη̨ εὐοδωθήσεται 17:9 ὃς κρύπτει ἀδικήματα ζητει̃ φιλίαν ὃς δὲ μισει̃ κρύπτειν διίστησιν φίλους καὶ οἰκείους 17:10 συντρίβει ἀπειλὴ καρδίαν φρονίμου ἄφρων δὲ μαστιγωθεὶς οὐκ αἰσθάνεται 17:11 ἀντιλογίας ἐγείρει πα̃ς κακός ὁ δὲ κύριος ἄγγελον ἀνελεήμονα ἐκπέμψει αὐτω̨̃ 17:12 ἐμπεσει̃ται μέριμνα ἀνδρὶ νοήμονι οἱ δὲ ἄφρονες διαλογιου̃νται κακά 17:13 ὃς ἀποδίδωσιν κακὰ ἀντὶ ἀγαθω̃ν οὐ κινηθήσεται κακὰ ἐκ του̃ οἴκου αὐτου̃ 17:14 ἐξουσίαν δίδωσιν λόγοις ἀρχὴ δικαιοσύνης προηγει̃ται δὲ τη̃ς ἐνδείας στάσις καὶ μάχη 17:15 ὃς δίκαιον κρίνει τὸν ἄδικον ἄδικον δὲ τὸν δίκαιον ἀκάθαρτος καὶ βδελυκτὸς παρὰ θεω̨̃ 17:16 ἵνα τί ὑπη̃ρξεν χρήματα ἄφρονι κτήσασθαι γὰρ σοφίαν ἀκάρδιος οὐ δυνήσεται 17:16a ὃς ὑψηλὸν ποιει̃ τὸν ἑαυτου̃ οἰ̃κον ζητει̃ συντριβήν ὁ δὲ σκολιάζων του̃ μαθει̃ν ἐμπεσει̃ται εἰς κακά 17:17 εἰς πάντα καιρὸν φίλος ὑπαρχέτω σοι ἀδελφοὶ δὲ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν τούτου γὰρ χάριν γεννω̃νται 17:18 ἀνὴρ ἄφρων ἐπικροτει̃ καὶ ἐπιχαίρει ἑαυτω̨̃ ὡς καὶ ὁ ἐγγυώμενος ἐγγύη̨ τὸν ἑαυτου̃ φίλον 17:19 φιλαμαρτήμων χαίρει μάχαις 17:20 ὁ δὲ σκληροκάρδιος οὐ συναντα̨̃ ἀγαθοι̃ς ἀνὴρ εὐμετάβολος γλώσση̨ ἐμπεσει̃ται εἰς κακά 17:21 καρδία δὲ ἄφρονος ὀδύνη τω̨̃ κεκτημένω̨ αὐτήν οὐκ εὐφραίνεται πατὴρ ἐπὶ υἱω̨̃ ἀπαιδεύτω̨ υἱὸς δὲ φρόνιμος εὐφραίνει μητέρα αὐτου̃ 17:22 καρδία εὐφραινομένη εὐεκτει̃ν ποιει̃ ἀνδρὸς δὲ λυπηρου̃ ξηραίνεται τὰ ὀστα̃ 17:23 λαμβάνοντος δω̃ρα ἐν κόλπω̨ ἀδίκως οὐ κατευοδου̃νται ὁδοί ἀσεβὴς δὲ ἐκκλίνει ὁδοὺς δικαιοσύνης 17:24 πρόσωπον συνετὸν ἀνδρὸς σοφου̃ οἱ δὲ ὀφθαλμοὶ του̃ ἄφρονος ἐπ' ἄκρα γη̃ς 17:25 ὀργὴ πατρὶ υἱὸς ἄφρων καὶ ὀδύνη τη̨̃ τεκούση̨ αὐτου̃ 17:26 ζημιου̃ν ἄνδρα δίκαιον οὐ καλόν οὐδὲ ὅσιον ἐπιβουλεύειν δυνάσταις δικαίοις 17:27 ὃς φείδεται ῥη̃μα προέσθαι σκληρόν ἐπιγνώμων μακρόθυμος δὲ ἀνὴρ φρόνιμος 17:28 ἀνοήτω̨ ἐπερωτήσαντι σοφίαν σοφία λογισθήσεται ἐνεὸν δέ τις ἑαυτὸν ποιήσας δόξει φρόνιμος εἰ̃ναι 18:1 προφάσεις ζητει̃ ἀνὴρ βουλόμενος χωρίζεσθαι ἀπὸ φίλων ἐν παντὶ δὲ καιρω̨̃ ἐπονείδιστος ἔσται 18:2 οὐ χρείαν ἔχει σοφίας ἐνδεὴς φρενω̃ν μα̃λλον γὰρ ἄγεται ἀφροσύνη̨ 18:3 ὅταν ἔλθη̨ ἀσεβὴς εἰς βάθος κακω̃ν καταφρονει̃ ἐπέρχεται δὲ αὐτω̨̃ ἀτιμία καὶ ὄνειδος 18:4 ὕδωρ βαθὺ λόγος ἐν καρδία̨ ἀνδρός ποταμὸς δὲ ἀναπηδύει καὶ πηγὴ ζωη̃ς 18:5 θαυμάσαι πρόσωπον ἀσεβου̃ς οὐ καλόν οὐδὲ ὅσιον ἐκκλίνειν τὸ δίκαιον ἐν κρίσει 18:6 χείλη ἄφρονος ἄγουσιν αὐτὸν εἰς κακά τὸ δὲ στόμα αὐτου̃ τὸ θρασὺ θάνατον ἐπικαλει̃ται 18:7 στόμα ἄφρονος συντριβὴ αὐτω̨̃ τὰ δὲ χείλη αὐτου̃ παγὶς τη̨̃ ψυχη̨̃ αὐτου̃ 18:8 ὀκνηροὺς καταβάλλει φόβος ψυχαὶ δὲ ἀνδρογύνων πεινάσουσιν 18:9 ὁ μὴ ἰώμενος ἑαυτὸν ἐν τοι̃ς ἔργοις αὐτου̃ ἀδελφός ἐστιν του̃ λυμαινομένου ἑαυτόν 18:10 ἐκ μεγαλωσύνης ἰσχύος ὄνομα κυρίου αὐτω̨̃ δὲ προσδραμόντες δίκαιοι ὑψου̃νται 18:11 ὕπαρξις πλουσίου ἀνδρὸς πόλις ὀχυρά ἡ δὲ δόξα αὐτη̃ς μέγα ἐπισκιάζει 18:12 πρὸ συντριβη̃ς ὑψου̃ται καρδία ἀνδρός καὶ πρὸ δόξης ταπεινου̃ται 18:13 ὃς ἀποκρίνεται λόγον πρὶν ἀκου̃σαι ἀφροσύνη αὐτω̨̃ ἐστιν καὶ ὄνειδος 18:14 θυμὸν ἀνδρὸς πραΰνει θεράπων φρόνιμος ὀλιγόψυχον δὲ ἄνδρα τίς ὑποίσει 18:15 καρδία φρονίμου κτα̃ται αἴσθησιν ὠ̃τα δὲ σοφω̃ν ζητει̃ ἔννοιαν 18:16 δόμα ἀνθρώπου ἐμπλατύνει αὐτὸν καὶ παρὰ δυνάσταις καθιζάνει αὐτόν 18:17 δίκαιος ἑαυτου̃ κατήγορος ἐν πρωτολογία̨ ὡς δ' ἂν ἐπιβάλη̨ ὁ ἀντίδικος ἐλέγχεται 18:18 ἀντιλογίας παύει κλη̃ρος ἐν δὲ δυνάσταις ὁρίζει 18:19 ἀδελφὸς ὑπὸ ἀδελφου̃ βοηθούμενος ὡς πόλις ὀχυρὰ καὶ ὑψηλή ἰσχύει δὲ ὥσπερ τεθεμελιωμένον βασίλειον 18:20 ἀπὸ καρπω̃ν στόματος ἀνὴρ πίμπλησιν κοιλίαν αὐτου̃ ἀπὸ δὲ καρπω̃ν χειλέων αὐτου̃ ἐμπλησθήσεται 18:21 θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης οἱ δὲ κρατου̃ντες αὐτη̃ς ἔδονται τοὺς καρποὺς αὐτη̃ς 18:22 ὃς εὑ̃ρεν γυναι̃κα ἀγαθήν εὑ̃ρεν χάριτας ἔλαβεν δὲ παρὰ θεου̃ ἱλαρότητα 18:22a ὃς ἐκβάλλει γυναι̃κα ἀγαθήν ἐκβάλλει τὰ ἀγαθά ὁ δὲ κατέχων μοιχαλίδα ἄφρων καὶ ἀσεβής 19:3 ἀφροσύνη ἀνδρὸς λυμαίνεται τὰς ὁδοὺς αὐτου̃ τὸν δὲ θεὸν αἰτια̃ται τη̨̃ καρδία̨ αὐτου̃ 19:4 πλου̃τος προστίθησιν φίλους πολλούς ὁ δὲ πτωχὸς καὶ ἀπὸ του̃ ὑπάρχοντος φίλου λείπεται 19:5 μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται ὁ δὲ ἐγκαλω̃ν ἀδίκως οὐ διαφεύξεται 19:6 πολλοὶ θεραπεύουσιν πρόσωπα βασιλέων πα̃ς δὲ ὁ κακὸς γίνεται ὄνειδος ἀνδρί 19:7 πα̃ς ὃς ἀδελφὸν πτωχὸν μισει̃ καὶ φιλίας μακρὰν ἔσται ἔννοια ἀγαθὴ τοι̃ς εἰδόσιν αὐτὴν ἐγγιει̃ ἀνὴρ δὲ φρόνιμος εὑρήσει αὐτήν ὁ πολλὰ κακοποιω̃ν τελεσιουργει̃ κακίαν ὃς δὲ ἐρεθίζει λόγους οὐ σωθήσεται 19:8 ὁ κτώμενος φρόνησιν ἀγαπα̨̃ ἑαυτόν ὃς δὲ φυλάσσει φρόνησιν εὑρήσει ἀγαθά 19:9 μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται ὃς δ' ἂν ἐκκαύση̨ κακίαν ἀπολει̃ται ὑπ' αὐτη̃ς 19:10 οὐ συμφέρει ἄφρονι τρυφή καὶ ἐὰν οἰκέτης ἄρξηται μεθ' ὕβρεως δυναστεύειν 19:11 ἐλεήμων ἀνὴρ μακροθυμει̃ τὸ δὲ καύχημα αὐτου̃ ἐπέρχεται παρανόμοις 19:12 βασιλέως ἀπειλὴ ὁμοία βρυγμω̨̃ λέοντος ὥσπερ δὲ δρόσος ἐπὶ χόρτω̨ οὕτως τὸ ἱλαρὸν αὐτου̃ 19:13 αἰσχύνη πατρὶ υἱὸς ἄφρων καὶ οὐχ ἁγναὶ εὐχαὶ ἀπὸ μισθώματος ἑταίρας 19:14 οἰ̃κον καὶ ὕπαρξιν μερίζουσιν πατέρες παισίν παρὰ δὲ θεου̃ ἁρμόζεται γυνὴ ἀνδρί 19:15 δειλία κατέχει ἀνδρογύναιον ψυχὴ δὲ ἀεργου̃ πεινάσει 19:16 ὃς φυλάσσει ἐντολήν τηρει̃ τὴν ἑαυτου̃ ψυχήν ὁ δὲ καταφρονω̃ν τω̃ν ἑαυτου̃ ὁδω̃ν ἀπολει̃ται 19:17 δανίζει θεω̨̃ ὁ ἐλεω̃ν πτωχόν κατὰ δὲ τὸ δόμα αὐτου̃ ἀνταποδώσει αὐτω̨̃ 19:18 παίδευε υἱόν σου οὕτως γὰρ ἔσται εὔελπις εἰς δὲ ὕβριν μὴ ἐπαίρου τη̨̃ ψυχη̨̃ σου 19:19 κακόφρων ἀνὴρ πολλὰ ζημιωθήσεται ἐὰν δὲ λοιμεύηται καὶ τὴν ψυχὴν αὐτου̃ προσθήσει 19:20 ἄκουε υἱέ παιδείαν πατρός σου ἵνα σοφὸς γένη̨ ἐπ' ἐσχάτων σου 19:21 πολλοὶ λογισμοὶ ἐν καρδία̨ ἀνδρός ἡ δὲ βουλὴ του̃ κυρίου εἰς τὸν αἰω̃να μένει 19:22 καρπὸς ἀνδρὶ ἐλεημοσύνη κρείσσων δὲ πτωχὸς δίκαιος ἢ πλούσιος ψεύστης 19:23 φόβος κυρίου εἰς ζωὴν ἀνδρί ὁ δὲ ἄφοβος αὐλισθήσεται ἐν τόποις οὑ̃ οὐκ ἐπισκοπει̃ται γνω̃σις 19:24 ὁ ἐγκρύπτων εἰς τὸν κόλπον αὐτου̃ χει̃ρας ἀδίκως οὐδὲ τω̨̃ στόματι οὐ μὴ προσαγάγη̨ αὐτάς 19:25 λοιμου̃ μαστιγουμένου ἄφρων πανουργότερος γίνεται ἐὰν δὲ ἐλέγχη̨ς ἄνδρα φρόνιμον νοήσει αἴσθησιν 19:26 ὁ ἀτιμάζων πατέρα καὶ ἀπωθούμενος μητέρα αὐτου̃ καταισχυνθήσεται καὶ ἐπονείδιστος ἔσται 19:27 υἱὸς ἀπολειπόμενος φυλάξαι παιδείαν πατρὸς μελετήσει ῥήσεις κακάς 19:28 ὁ ἐγγυώμενος παι̃δα ἄφρονα καθυβρίζει δικαίωμα στόμα δὲ ἀσεβω̃ν καταπίεται κρίσεις 19:29 ἑτοιμάζονται ἀκολάστοις μάστιγες καὶ τιμωρίαι ὤμοις ἀφρόνων 20:1 ἀκόλαστον οἰ̃νος καὶ ὑβριστικὸν μέθη πα̃ς δὲ ὁ συμμειγνύμενος αὐτη̨̃ οὐκ ἔσται σοφός 20:2 οὐ διαφέρει ἀπειλὴ βασιλέως θυμου̃ λέοντος ὁ δὲ παροξύνων αὐτὸν ἁμαρτάνει εἰς τὴν ἑαυτου̃ ψυχήν 20:3 δόξα ἀνδρὶ ἀποστρέφεσθαι λοιδορίας πα̃ς δὲ ἄφρων τοιούτοις συμπλέκεται 20:4 ὀνειδιζόμενος ὀκνηρὸς οὐκ αἰσχύνεται ὡσαύτως καὶ ὁ δανιζόμενος σι̃τον ἐν ἀμήτω̨ 20:5 ὕδωρ βαθὺ βουλὴ ἐν καρδία̨ ἀνδρός ἀνὴρ δὲ φρόνιμος ἐξαντλήσει αὐτήν 20:6 μέγα ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων ἄνδρα δὲ πιστὸν ἔργον εὑρει̃ν 20:7 ὃς ἀναστρέφεται ἄμωμος ἐν δικαιοσύνη̨ μακαρίους τοὺς παι̃δας αὐτου̃ καταλείψει 20:8 ὅταν βασιλεὺς δίκαιος καθίση̨ ἐπὶ θρόνου οὐκ ἐναντιου̃ται ἐν ὀφθαλμοι̃ς αὐτου̃ πα̃ν πονηρόν 20:9 τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν ἢ τίς παρρησιάσεται καθαρὸς εἰ̃ναι ἀπὸ ἁμαρτιω̃ν 20:9a κακολογου̃ντος πατέρα ἢ μητέρα σβεσθήσεται λαμπτήρ αἱ δὲ κόραι τω̃ν ὀφθαλμω̃ν αὐτου̃ ὄψονται σκότος 20:9b μερὶς ἐπισπουδαζομένη ἐν πρώτοις ἐν τοι̃ς τελευταίοις οὐκ εὐλογηθήσεται 20:9c μὴ εἴπη̨ς τείσομαι τὸν ἐχθρόν ἀλλὰ ὑπόμεινον τὸν κύριον ἵνα σοι βοηθήση̨ 20:10 στάθμιον μέγα καὶ μικρὸν καὶ μέτρα δισσά ἀκάθαρτα ἐνώπιον κυρίου καὶ ἀμφότερα 20:11 καὶ ὁ ποιω̃ν αὐτὰ ἐν τοι̃ς ἐπιτηδεύμασιν αὐτου̃ συμποδισθήσεται νεανίσκος μετὰ ὁσίου καὶ εὐθει̃α ἡ ὁδὸς αὐτου̃ 20:12 οὐ̃ς ἀκούει καὶ ὀφθαλμὸς ὁρα̨̃ κυρίου ἔργα καὶ ἀμφότερα 20:13 μὴ ἀγάπα καταλαλει̃ν ἵνα μὴ ἐξαρθη̨̃ς διάνοιξον τοὺς ὀφθαλμούς σου καὶ ἐμπλήσθητι ἄρτων 20:23 βδέλυγμα κυρίω̨ δισσὸν στάθμιον καὶ ζυγὸς δόλιος οὐ καλὸν ἐνώπιον αὐτου̃ 20:24 παρὰ κυρίου εὐθύνεται τὰ διαβήματα ἀνδρί θνητὸς δὲ πω̃ς ἂν νοήσαι τὰς ὁδοὺς αὐτου̃ 20:25 παγὶς ἀνδρὶ ταχύ τι τω̃ν ἰδίων ἁγιάσαι μετὰ γὰρ τὸ εὔξασθαι μετανοει̃ν γίνεται 20:26 λικμήτωρ ἀσεβω̃ν βασιλεὺς σοφὸς καὶ ἐπιβαλει̃ αὐτοι̃ς τροχόν 20:27 φω̃ς κυρίου πνοὴ ἀνθρώπων ὃς ἐρευνα̨̃ ταμίεια κοιλίας 20:28 ἐλεημοσύνη καὶ ἀλήθεια φυλακὴ βασιλει̃ καὶ περικυκλώσουσιν ἐν δικαιοσύνη̨ τὸν θρόνον αὐτου̃ 20:29 κόσμος νεανίαις σοφία δόξα δὲ πρεσβυτέρων πολιαί 20:30 ὑπώπια καὶ συντρίμματα συναντα̨̃ κακοι̃ς πληγαὶ δὲ εἰς ταμίεια κοιλίας 21:1 ὥσπερ ὁρμὴ ὕδατος οὕτως καρδία βασιλέως ἐν χειρὶ θεου̃ οὑ̃ ἐὰν θέλων νεύση̨ ἐκει̃ ἔκλινεν αὐτήν 21:2 πα̃ς ἀνὴρ φαίνεται ἑαυτω̨̃ δίκαιος κατευθύνει δὲ καρδίας κύριος 21:3 ποιει̃ν δίκαια καὶ ἀληθεύειν ἀρεστὰ παρὰ θεω̨̃ μα̃λλον ἢ θυσιω̃ν αἱ̃μα 21:4 μεγαλόφρων ἐφ' ὕβρει θρασυκάρδιος λαμπτὴρ δὲ ἀσεβω̃ν ἁμαρτία 21:6 ὁ ἐνεργω̃ν θησαυρίσματα γλώσση̨ ψευδει̃ μάταια διώκει ἐπὶ παγίδας θανάτου 21:7 ὄλεθρος ἀσεβέσιν ἐπιξενωθήσεται οὐ γὰρ βούλονται πράσσειν τὰ δίκαια 21:8 πρὸς τοὺς σκολιοὺς σκολιὰς ὁδοὺς ἀποστέλλει ὁ θεός ἁγνὰ γὰρ καὶ ὀρθὰ τὰ ἔργα αὐτου̃ 21:9 κρει̃σσον οἰκει̃ν ἐπὶ γωνίας ὑπαίθρου ἢ ἐν κεκονιαμένοις μετὰ ἀδικίας καὶ ἐν οἴκω̨ κοινω̨̃ 21:10 ψυχὴ ἀσεβου̃ς οὐκ ἐλεηθήσεται ὑπ' οὐδενὸς τω̃ν ἀνθρώπων 21:11 ζημιουμένου ἀκολάστου πανουργότερος γίνεται ὁ ἄκακος συνίων δὲ σοφὸς δέξεται γνω̃σιν 21:12 συνίει δίκαιος καρδίας ἀσεβω̃ν καὶ φαυλίζει ἀσεβει̃ς ἐν κακοι̃ς 21:13 ὃς φράσσει τὰ ὠ̃τα του̃ μὴ ἐπακου̃σαι ἀσθενου̃ς καὶ αὐτὸς ἐπικαλέσεται καὶ οὐκ ἔσται ὁ εἰσακούων 21:14 δόσις λάθριος ἀνατρέπει ὀργάς δώρων δὲ ὁ φειδόμενος θυμὸν ἐγείρει ἰσχυρόν 21:15 εὐφροσύνη δικαίων ποιει̃ν κρίμα ὅσιος δὲ ἀκάθαρτος παρὰ κακούργοις 21:16 ἀνὴρ πλανώμενος ἐξ ὁδου̃ δικαιοσύνης ἐν συναγωγη̨̃ γιγάντων ἀναπαύσεται 21:17 ἀνὴρ ἐνδεὴς ἀγαπα̨̃ εὐφροσύνην φιλω̃ν οἰ̃νον καὶ ἔλαιον εἰς πλου̃τον 21:18 περικάθαρμα δὲ δικαίου ἄνομος 21:19 κρει̃σσον οἰκει̃ν ἐν γη̨̃ ἐρήμω̨ ἢ μετὰ γυναικὸς μαχίμου καὶ γλωσσώδους καὶ ὀργίλου 21:20 θησαυρὸς ἐπιθυμητὸς ἀναπαύσεται ἐπὶ στόματος σοφου̃ ἄφρονες δὲ ἄνδρες καταπίονται αὐτόν 21:21 ὁδὸς δικαιοσύνης καὶ ἐλεημοσύνης εὑρήσει ζωὴν καὶ δόξαν 21:22 πόλεις ὀχυρὰς ἐπέβη σοφὸς καὶ καθει̃λεν τὸ ὀχύρωμα ἐφ' ὡ̨̃ ἐπεποίθεισαν οἱ ἀσεβει̃ς 21:23 ὃς φυλάσσει τὸ στόμα αὐτου̃ καὶ τὴν γλω̃σσαν διατηρει̃ ἐκ θλίψεως τὴν ψυχὴν αὐτου̃ 21:24 θρασὺς καὶ αὐθάδης καὶ ἀλαζὼν λοιμὸς καλει̃ται ὃς δὲ μνησικακει̃ παράνομος 21:25 ἐπιθυμίαι ὀκνηρὸν ἀποκτείνουσιν οὐ γὰρ προαιρου̃νται αἱ χει̃ρες αὐτου̃ ποιει̃ν τι 21:26 ἀσεβὴς ἐπιθυμει̃ ὅλην τὴν ἡμέραν ἐπιθυμίας κακάς ὁ δὲ δίκαιος ἐλεα̨̃ καὶ οἰκτίρει ἀφειδω̃ς 21:27 θυσίαι ἀσεβω̃ν βδέλυγμα κυρίω̨ καὶ γὰρ παρανόμως προσφέρουσιν αὐτάς 21:28 μάρτυς ψευδὴς ἀπολει̃ται ἀνὴρ δὲ ὑπήκοος φυλασσόμενος λαλήσει 21:29 ἀσεβὴς ἀνὴρ ἀναιδω̃ς ὑφίσταται προσώπω̨ ὁ δὲ εὐθὴς αὐτὸς συνίει τὰς ὁδοὺς αὐτου̃ 21:30 οὐκ ἔστιν σοφία οὐκ ἔστιν ἀνδρεία οὐκ ἔστιν βουλὴ πρὸς τὸν ἀσεβη̃ 21:31 ἵππος ἑτοιμάζεται εἰς ἡμέραν πολέμου παρὰ δὲ κυρίου ἡ βοήθεια 22:1 αἱρετώτερον ὄνομα καλὸν ἢ πλου̃τος πολύς ὑπὲρ δὲ ἀργύριον καὶ χρυσίον χάρις ἀγαθή 22:2 πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλήλοις ἀμφοτέρους δὲ ὁ κύριος ἐποίησεν 22:3 πανου̃ργος ἰδὼν πονηρὸν τιμωρούμενον κραταιω̃ς αὐτὸς παιδεύεται οἱ δὲ ἄφρονες παρελθόντες ἐζημιώθησαν 22:4 γενεὰ σοφίας φόβος κυρίου καὶ πλου̃τος καὶ δόξα καὶ ζωή 22:5 τρίβολοι καὶ παγίδες ἐν ὁδοι̃ς σκολιαι̃ς ὁ δὲ φυλάσσων τὴν ἑαυτου̃ ψυχὴν ἀφέξεται αὐτω̃ν 22:7 πλούσιοι πτωχω̃ν ἄρξουσιν καὶ οἰκέται ἰδίοις δεσπόταις δανιου̃σιν 22:8 ὁ σπείρων φαυ̃λα θερίσει κακά πληγὴν δὲ ἔργων αὐτου̃ συντελέσει 22:8a ἄνδρα ἱλαρὸν καὶ δότην εὐλογει̃ ὁ θεός ματαιότητα δὲ ἔργων αὐτου̃ συντελέσει 22:9 ὁ ἐλεω̃ν πτωχὸν αὐτὸς διατραφήσεται τω̃ν γὰρ ἑαυτου̃ ἄρτων ἔδωκεν τω̨̃ πτωχω̨̃ 22:9a νίκην καὶ τιμὴν περιποιει̃ται ὁ δω̃ρα δούς τὴν μέντοι ψυχὴν ἀφαιρει̃ται τω̃ν κεκτημένων 22:10 ἔκβαλε ἐκ συνεδρίου λοιμόν καὶ συνεξελεύσεται αὐτω̨̃ νει̃κος ὅταν γὰρ καθίση̨ ἐν συνεδρίω̨ πάντας ἀτιμάζει 22:11 ἀγαπα̨̃ κύριος ὁσίας καρδίας δεκτοὶ δὲ αὐτω̨̃ πάντες ἄμωμοι χείλεσιν ποιμαίνει βασιλεύς 22:12 οἱ δὲ ὀφθαλμοὶ κυρίου διατηρου̃σιν αἴσθησιν φαυλίζει δὲ λόγους παράνομος 22:13 προφασίζεται καὶ λέγει ὀκνηρός λέων ἐν ται̃ς ὁδοι̃ς ἐν δὲ ται̃ς πλατείαις φονευταί 22:14 βόθρος βαθὺς στόμα παρανόμου ὁ δὲ μισηθεὶς ὑπὸ κυρίου ἐμπεσει̃ται εἰς αὐτόν 22:14a εἰσὶν ὁδοὶ κακαὶ ἐνώπιον ἀνδρός καὶ οὐκ ἀγαπα̨̃ του̃ ἀποστρέψαι ἀπ' αὐτω̃ν ἀποστρέφειν δὲ δει̃ ἀπὸ ὁδου̃ σκολια̃ς καὶ κακη̃ς 22:15 ἄνοια ἐξη̃πται καρδίας νέου ῥάβδος δὲ καὶ παιδεία μακρὰν ἀπ' αὐτου̃ 22:16 ὁ συκοφαντω̃ν πένητα πολλὰ ποιει̃ τὰ ἑαυτου̃ δίδωσιν δὲ πλουσίω̨ ἐπ' ἐλάσσονι 22:17 λόγοις σοφω̃ν παράβαλλε σὸν οὐ̃ς καὶ ἄκουε ἐμὸν λόγον τὴν δὲ σὴν καρδίαν ἐπίστησον ἵνα γνω̨̃ς ὅτι καλοί εἰσιν 22:18 καὶ ἐὰν ἐμβάλη̨ς αὐτοὺς εἰς τὴν καρδίαν σου εὐφρανου̃σίν σε ἅμα ἐπὶ σοι̃ς χείλεσιν 22:19 ἵνα σου γένηται ἐπὶ κύριον ἡ ἐλπὶς καὶ γνωρίση̨ σοι τὴν ὁδὸν αὐτου̃ 22:20 καὶ σὺ δὲ ἀπόγραψαι αὐτὰ σεαυτω̨̃ τρισσω̃ς εἰς βουλὴν καὶ γνω̃σιν ἐπὶ τὸ πλάτος τη̃ς καρδίας σου 22:21 διδάσκω οὐ̃ν σε ἀληθη̃ λόγον καὶ γνω̃σιν ἀγαθὴν ὑπακούειν του̃ ἀποκρίνεσθαι λόγους ἀληθείας τοι̃ς προβαλλομένοις σοι 22:22 μὴ ἀποβιάζου πένητα πτωχὸς γάρ ἐστιν καὶ μὴ ἀτιμάση̨ς ἀσθενη̃ ἐν πύλαις 22:23 ὁ γὰρ κύριος κρινει̃ αὐτου̃ τὴν κρίσιν καὶ ῥύση̨ σὴν ἄσυλον ψυχήν 22:24 μὴ ἴσθι ἑται̃ρος ἀνδρὶ θυμώδει φίλω̨ δὲ ὀργίλω̨ μὴ συναυλίζου 22:25 μήποτε μάθη̨ς τω̃ν ὁδω̃ν αὐτου̃ καὶ λάβη̨ς βρόχους τη̨̃ ση̨̃ ψυχη̨̃ 22:26 μὴ δίδου σεαυτὸν εἰς ἐγγύην αἰσχυνόμενος πρόσωπον 22:27 ἐὰν γὰρ μὴ ἔχη̨ς πόθεν ἀποτείση̨ς λήμψονται τὸ στρω̃μα τὸ ὑπὸ τὰς πλευράς σου 22:28 μὴ μέταιρε ὅρια αἰώνια ἃ ἔθεντο οἱ πατέρες σου 22:29 ὁρατικὸν ἄνδρα καὶ ὀξὺν ἐν τοι̃ς ἔργοις αὐτου̃ βασιλευ̃σι δει̃ παρεστάναι καὶ μὴ παρεστάναι ἀνδράσι νωθροι̃ς 23:1 ἐὰν καθίση̨ς δειπνει̃ν ἐπὶ τραπέζης δυναστω̃ν νοητω̃ς νόει τὰ παρατιθέμενά σοι 23:2 καὶ ἐπίβαλλε τὴν χει̃ρά σου εἰδὼς ὅτι τοιαυ̃τά σε δει̃ παρασκευάσαι 23:3 εἰ δὲ ἀπληστότερος εἰ̃ μὴ ἐπιθύμει τω̃ν ἐδεσμάτων αὐτου̃ ταυ̃τα γὰρ ἔχεται ζωη̃ς ψευδου̃ς 23:4 μὴ παρεκτείνου πένης ὢν πλουσίω̨ τη̨̃ δὲ ση̨̃ ἐννοία̨ ἀπόσχου 23:5 ἐὰν ἐπιστήση̨ς τὸ σὸν ὄμμα πρὸς αὐτόν οὐδαμου̃ φανει̃ται κατεσκεύασται γὰρ αὐτω̨̃ πτέρυγες ὥσπερ ἀετου̃ καὶ ὑποστρέφει εἰς τὸν οἰ̃κον του̃ προεστηκότος αὐτου̃ 23:6 μὴ συνδείπνει ἀνδρὶ βασκάνω̨ μηδὲ ἐπιθύμει τω̃ν βρωμάτων αὐτου̃ 23:7 ὃν τρόπον γὰρ εἴ τις καταπίοι τρίχα οὕτως ἐσθίει καὶ πίνει 23:8 μηδὲ πρὸς σὲ εἰσαγάγη̨ς αὐτὸν καὶ φάγη̨ς τὸν ψωμόν σου μετ' αὐτου̃ ἐξεμέσει γὰρ αὐτὸν καὶ λυμανει̃ται τοὺς λόγους σου τοὺς καλούς 23:9 εἰς ὠ̃τα ἄφρονος μηδὲν λέγε μήποτε μυκτηρίση̨ τοὺς συνετοὺς λόγους σου 23:10 μὴ μεταθη̨̃ς ὅρια αἰώνια εἰς δὲ κτη̃μα ὀρφανω̃ν μὴ εἰσέλθη̨ς 23:11 ὁ γὰρ λυτρούμενος αὐτοὺς κύριος κραταιός ἐστιν καὶ κρινει̃ τὴν κρίσιν αὐτω̃ν μετὰ σου̃ 23:12 δὸς εἰς παιδείαν τὴν καρδίαν σου τὰ δὲ ὠ̃τά σου ἑτοίμασον λόγοις αἰσθήσεως 23:13 μὴ ἀπόσχη̨ νήπιον παιδεύειν ὅτι ἐὰν πατάξη̨ς αὐτὸν ῥάβδω̨ οὐ μὴ ἀποθάνη̨ 23:14 σὺ μὲν γὰρ πατάξεις αὐτὸν ῥάβδω̨ τὴν δὲ ψυχὴν αὐτου̃ ἐκ θανάτου ῥύση̨ 23:15 υἱέ ἐὰν σοφὴ γένηταί σου ἡ καρδία εὐφρανει̃ς καὶ τὴν ἐμὴν καρδίαν 23:16 καὶ ἐνδιατρίψει λόγοις τὰ σὰ χείλη πρὸς τὰ ἐμὰ χείλη ἐὰν ὀρθὰ ὠ̃σιν 23:17 μὴ ζηλούτω ἡ καρδία σου ἁμαρτωλούς ἀλλὰ ἐν φόβω̨ κυρίου ἴσθι ὅλην τὴν ἡμέραν 23:18 ἐὰν γὰρ τηρήση̨ς αὐτά ἔσται σοι ἔκγονα ἡ δὲ ἐλπίς σου οὐκ ἀποστήσεται 23:19 ἄκουε υἱέ καὶ σοφὸς γίνου καὶ κατεύθυνε ἐννοίας ση̃ς καρδίας 23:20 μὴ ἴσθι οἰνοπότης μηδὲ ἐκτείνου συμβολαι̃ς κρεω̃ν τε ἀγορασμοι̃ς 23:21 πα̃ς γὰρ μέθυσος καὶ πορνοκόπος πτωχεύσει καὶ ἐνδύσεται διερρηγμένα καὶ ῥακώδη πα̃ς ὑπνώδης 23:22 ἄκουε υἱέ πατρὸς του̃ γεννήσαντός σε καὶ μὴ καταφρόνει ὅτι γεγήρακέν σου ἡ μήτηρ 23:24 καλω̃ς ἐκτρέφει πατὴρ δίκαιος ἐπὶ δὲ υἱω̨̃ σοφω̨̃ εὐφραίνεται ἡ ψυχὴ αὐτου̃ 23:25 εὐφραινέσθω ὁ πατὴρ καὶ ἡ μήτηρ ἐπὶ σοί καὶ χαιρέτω ἡ τεκου̃σά σε 23:26 δός μοι υἱέ σὴν καρδίαν οἱ δὲ σοὶ ὀφθαλμοὶ ἐμὰς ὁδοὺς τηρείτωσαν 23:27 πίθος γὰρ τετρημένος ἐστὶν ἀλλότριος οἰ̃κος καὶ φρέαρ στενὸν ἀλλότριον 23:28 οὑ̃τος γὰρ συντόμως ἀπολει̃ται καὶ πα̃ς παράνομος ἀναλωθήσεται 23:29 τίνι οὐαί τίνι θόρυβος τίνι κρίσις τίνι ἀηδίαι καὶ λέσχαι τίνι συντρίμματα διὰ κενη̃ς τίνος πέλειοι οἱ ὀφθαλμοί 23:30 οὐ τω̃ν ἐγχρονιζόντων ἐν οἴνοις οὐ τω̃ν ἰχνευόντων που̃ πότοι γίνονται 23:31 μὴ μεθύσκεσθε οἴνω̨ ἀλλὰ ὁμιλει̃τε ἀνθρώποις δικαίοις καὶ ὁμιλει̃τε ἐν περιπάτοις ἐὰν γὰρ εἰς τὰς φιάλας καὶ τὰ ποτήρια δω̨̃ς τοὺς ὀφθαλμούς σου ὕστερον περιπατήσεις γυμνότερος ὑπέρου 23:32 τὸ δὲ ἔσχατον ὥσπερ ὑπὸ ὄφεως πεπληγὼς ἐκτείνεται καὶ ὥσπερ ὑπὸ κεράστου διαχει̃ται αὐτω̨̃ ὁ ἰός 23:33 οἱ ὀφθαλμοί σου ὅταν ἴδωσιν ἀλλοτρίαν τὸ στόμα σου τότε λαλήσει σκολιά 23:34 καὶ κατακείση̨ ὥσπερ ἐν καρδία̨ θαλάσσης καὶ ὥσπερ κυβερνήτης ἐν πολλω̨̃ κλύδωνι 23:35 ἐρει̃ς δέ τύπτουσίν με καὶ οὐκ ἐπόνεσα καὶ ἐνέπαιξάν μοι ἐγὼ δὲ οὐκ ἤ̨δειν πότε ὄρθρος ἔσται ἵνα ἐλθὼν ζητήσω μεθ' ὡ̃ν συνελεύσομαι 24:1 υἱέ μὴ ζηλώση̨ς κακοὺς ἄνδρας μηδὲ ἐπιθυμήση̨ς εἰ̃ναι μετ' αὐτω̃ν 24:2 ψεύδη γὰρ μελετα̨̃ ἡ καρδία αὐτω̃ν καὶ πόνους τὰ χείλη αὐτω̃ν λαλει̃ 24:3 μετὰ σοφίας οἰκοδομει̃ται οἰ̃κος καὶ μετὰ συνέσεως ἀνορθου̃ται 24:4 μετὰ αἰσθήσεως ἐμπίμπλαται ταμίεια ἐκ παντὸς πλούτου τιμίου καὶ καλου̃ 24:5 κρείσσων σοφὸς ἰσχυρου̃ καὶ ἀνὴρ φρόνησιν ἔχων γεωργίου μεγάλου 24:6 μετὰ κυβερνήσεως γίνεται πόλεμος βοήθεια δὲ μετὰ καρδίας βουλευτικη̃ς 24:7 σοφία καὶ ἔννοια ἀγαθὴ ἐν πύλαις σοφω̃ν σοφοὶ οὐκ ἐκκλίνουσιν ἐκ στόματος κυρίου 24:8 ἀλλὰ λογίζονται ἐν συνεδρίοις ἀπαιδεύτοις συναντα̨̃ θάνατος 24:9 ἀποθνή̨σκει δὲ ἄφρων ἐν ἁμαρτίαις ἀκαθαρσία δὲ ἀνδρὶ λοιμω̨̃ ἐμμολυνθήσεται 24:10 ἐν ἡμέρα̨ κακη̨̃ καὶ ἐν ἡμέρα̨ θλίψεως ἕως ἂν ἐκλίπη̨ 24:11 ῥυ̃σαι ἀγομένους εἰς θάνατον καὶ ἐκπρίου κτεινομένους μὴ φείση̨ 24:12 ἐὰν δὲ εἴπη̨ς οὐκ οἰ̃δα του̃τον γίνωσκε ὅτι κύριος καρδίας πάντων γινώσκει καὶ ὁ πλάσας πνοὴν πα̃σιν αὐτὸς οἰ̃δεν πάντα ὃς ἀποδίδωσιν ἑκάστω̨ κατὰ τὰ ἔργα αὐτου̃ 24:13 φάγε μέλι υἱέ ἀγαθὸν γὰρ κηρίον ἵνα γλυκανθη̨̃ σου ὁ φάρυγξ 24:14 οὕτως αἰσθήση̨ σοφίαν τη̨̃ ση̨̃ ψυχη̨̃ ἐὰν γὰρ εὕρη̨ς ἔσται καλὴ ἡ τελευτή σου καὶ ἐλπίς σε οὐκ ἐγκαταλείψει 24:15 μὴ προσαγάγη̨ς ἀσεβη̃ νομη̨̃ δικαίων μηδὲ ἀπατηθη̨̃ς χορτασία̨ κοιλίας 24:16 ἑπτάκι γὰρ πεσει̃ται ὁ δίκαιος καὶ ἀναστήσεται οἱ δὲ ἀσεβει̃ς ἀσθενήσουσιν ἐν κακοι̃ς 24:17 ἐὰν πέση̨ ὁ ἐχθρός σου μὴ ἐπιχαρη̨̃ς αὐτω̨̃ ἐν δὲ τω̨̃ ὑποσκελίσματι αὐτου̃ μὴ ἐπαίρου 24:18 ὅτι ὄψεται κύριος καὶ οὐκ ἀρέσει αὐτω̨̃ καὶ ἀποστρέψει τὸν θυμὸν αὐτου̃ ἀπ' αὐτου̃ 24:19 μὴ χαι̃ρε ἐπὶ κακοποιοι̃ς μηδὲ ζήλου ἁμαρτωλούς 24:20 οὐ γὰρ μὴ γένηται ἔκγονα πονηρω̃ν λαμπτὴρ δὲ ἀσεβω̃ν σβεσθήσεται 24:21 φοβου̃ τὸν θεόν υἱέ καὶ βασιλέα καὶ μηθετέρω̨ αὐτω̃ν ἀπειθήση̨ς 24:22 ἐξαίφνης γὰρ τείσονται τοὺς ἀσεβει̃ς τὰς δὲ τιμωρίας ἀμφοτέρων τίς γνώσεται 24:22a λόγον φυλασσόμενος υἱὸς ἀπωλείας ἐκτὸς ἔσται δεχόμενος δὲ ἐδέξατο αὐτόν 24:22b μηδὲν ψευ̃δος ἀπὸ γλώσσης βασιλει̃ λεγέσθω καὶ οὐδὲν ψευ̃δος ἀπὸ γλώσσης αὐτου̃ οὐ μὴ ἐξέλθη̨ 24:22c μάχαιρα γλω̃σσα βασιλέως καὶ οὐ σαρκίνη ὃς δ' ἂν παραδοθη̨̃ συντριβήσεται 24:22d ἐὰν γὰρ ὀξυνθη̨̃ ὁ θυμὸς αὐτου̃ σὺν νεύροις ἀνθρώπους ἀναλίσκει 24:22e καὶ ὀστα̃ ἀνθρώπων κατατρώγει καὶ συγκαίει ὥσπερ φλὸξ ὥστε ἄβρωτα εἰ̃ναι νεοσσοι̃ς ἀετω̃ν 30:1 τοὺς ἐμοὺς λόγους υἱέ φοβήθητι καὶ δεξάμενος αὐτοὺς μετανόει τάδε λέγει ὁ ἀνὴρ τοι̃ς πιστεύουσιν θεω̨̃ καὶ παύομαι 30:2 ἀφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων καὶ φρόνησις ἀνθρώπων οὐκ ἔστιν ἐν ἐμοί 30:3 θεὸς δεδίδαχέν με σοφίαν καὶ γνω̃σιν ἁγίων ἔγνωκα 30:4 τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη τίς συνήγαγεν ἀνέμους ἐν κόλπω̨ τίς συνέστρεψεν ὕδωρ ἐν ἱματίω̨ τίς ἐκράτησεν πάντων τω̃ν ἄκρων τη̃ς γη̃ς τί ὄνομα αὐτω̨̃ ἢ τί ὄνομα τοι̃ς τέκνοις αὐτου̃ ἵνα γνω̨̃ς 30:5 πάντες λόγοι θεου̃ πεπυρωμένοι ὑπερασπίζει δὲ αὐτὸς τω̃ν εὐλαβουμένων αὐτόν 30:6 μὴ προσθη̨̃ς τοι̃ς λόγοις αὐτου̃ ἵνα μὴ ἐλέγξη̨ σε καὶ ψευδὴς γένη̨ 30:7 δύο αἰτου̃μαι παρὰ σου̃ μὴ ἀφέλη̨ς μου χάριν πρὸ του̃ ἀποθανει̃ν με 30:8 μάταιον λόγον καὶ ψευδη̃ μακράν μου ποίησον πλου̃τον δὲ καὶ πενίαν μή μοι δω̨̃ς σύνταξον δέ μοι τὰ δέοντα καὶ τὰ αὐτάρκη 30:9 ἵνα μὴ πλησθεὶς ψευδὴς γένωμαι καὶ εἴπω τίς με ὁρα̨̃ ἢ πενηθεὶς κλέψω καὶ ὀμόσω τὸ ὄνομα του̃ θεου̃ 30:10 μὴ παραδω̨̃ς οἰκέτην εἰς χει̃ρας δεσπότου μήποτε καταράσηταί σε καὶ ἀφανισθη̨̃ς 30:11 ἔκγονον κακὸν πατέρα καταρα̃ται τὴν δὲ μητέρα οὐκ εὐλογει̃ 30:12 ἔκγονον κακὸν δίκαιον ἑαυτὸν κρίνει τὴν δὲ ἔξοδον αὐτου̃ οὐκ ἀπένιψεν 30:13 ἔκγονον κακὸν ὑψηλοὺς ὀφθαλμοὺς ἔχει τοι̃ς δὲ βλεφάροις αὐτου̃ ἐπαίρεται 30:14 ἔκγονον κακὸν μαχαίρας τοὺς ὀδόντας ἔχει καὶ τὰς μύλας τομίδας ὥστε ἀναλίσκειν καὶ κατεσθίειν τοὺς ταπεινοὺς ἀπὸ τη̃ς γη̃ς καὶ τοὺς πένητας αὐτω̃ν ἐξ ἀνθρώπων 24:23 ταυ̃τα δὲ λέγω ὑμι̃ν τοι̃ς σοφοι̃ς ἐπιγινώσκειν αἰδει̃σθαι πρόσωπον ἐν κρίσει οὐ καλόν 24:24 ὁ εἰπὼν τὸν ἀσεβη̃ δίκαιός ἐστιν ἐπικατάρατος λαοι̃ς ἔσται καὶ μισητὸς εἰς ἔθνη 24:25 οἱ δὲ ἐλέγχοντες βελτίους φανου̃νται ἐπ' αὐτοὺς δὲ ἥξει εὐλογία ἀγαθή 24:26 χείλη δὲ φιλήσουσιν ἀποκρινόμενα λόγους ἀγαθούς 24:27 ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου καὶ παρασκευάζου εἰς τὸν ἀγρὸν καὶ πορεύου κατόπισθέν μου καὶ ἀνοικοδομήσεις τὸν οἰ̃κόν σου 24:28 μὴ ἴσθι ψευδὴς μάρτυς ἐπὶ σὸν πολίτην μηδὲ πλατύνου σοι̃ς χείλεσιν 24:29 μὴ εἴπη̨ς ὃν τρόπον ἐχρήσατό μοι χρήσομαι αὐτω̨̃ τείσομαι δὲ αὐτὸν ἅ με ἠδίκησεν 24:30 ὥσπερ γεώργιον ἀνὴρ ἄφρων καὶ ὥσπερ ἀμπελὼν ἄνθρωπος ἐνδεὴς φρενω̃ν 24:31 ἐὰν ἀφη̨̃ς αὐτόν χερσωθήσεται καὶ χορτομανήσει ὅλος καὶ γίνεται ἐκλελειμμένος οἱ δὲ φραγμοὶ τω̃ν λίθων αὐτου̃ κατασκάπτονται 24:32 ὕστερον ἐγὼ μετενόησα ἐπέβλεψα του̃ ἐκλέξασθαι παιδείαν 24:33 ὀλίγον νυστάζω ὀλίγον δὲ καθυπνω̃ ὀλίγον δὲ ἐναγκαλίζομαι χερσὶν στήθη 24:34 ἐὰν δὲ του̃το ποιη̨̃ς ἥξει προπορευομένη ἡ πενία σου καὶ ἡ ἔνδειά σου ὥσπερ ἀγαθὸς δρομεύς 30:15 τη̨̃ βδέλλη̨ τρει̃ς θυγατέρες ἠ̃σαν ἀγαπήσει ἀγαπώμεναι καὶ αἱ τρει̃ς αὑ̃ται οὐκ ἐνεπίμπλασαν αὐτήν καὶ ἡ τετάρτη οὐκ ἠρκέσθη εἰπει̃ν ἱκανόν 30:16 ἅ̨δης καὶ ἔρως γυναικὸς καὶ τάρταρος καὶ γη̃ οὐκ ἐμπιπλαμένη ὕδατος καὶ ὕδωρ καὶ πυ̃ρ οὐ μὴ εἴπωσιν ἀρκει̃ 30:17 ὀφθαλμὸν καταγελω̃ντα πατρὸς καὶ ἀτιμάζοντα γη̃ρας μητρός ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τω̃ν φαράγγων καὶ καταφάγοισαν αὐτὸν νεοσσοὶ ἀετω̃ν 30:18 τρία δέ ἐστιν ἀδύνατά μοι νοη̃σαι καὶ τὸ τέταρτον οὐκ ἐπιγινώσκω 30:19 ἴχνη ἀετου̃ πετομένου καὶ ὁδοὺς ὄφεως ἐπὶ πέτρας καὶ τρίβους νηὸς ποντοπορούσης καὶ ὁδοὺς ἀνδρὸς ἐν νεότητι 30:20 τοιαύτη ὁδὸς γυναικὸς μοιχαλίδος ἥ ὅταν πράξη̨ ἀπονιψαμένη οὐδέν φησιν πεπραχέναι ἄτοπον 30:21 διὰ τριω̃ν σείεται ἡ γη̃ τὸ δὲ τέταρτον οὐ δύναται φέρειν 30:22 ἐὰν οἰκέτης βασιλεύση̨ καὶ ἄφρων πλησθη̨̃ σιτίων 30:23 καὶ οἰκέτις ἐὰν ἐκβάλη̨ τὴν ἑαυτη̃ς κυρίαν καὶ μισητὴ γυνὴ ἐὰν τύχη̨ ἀνδρὸς ἀγαθου̃ 30:24 τέσσαρα δέ ἐστιν ἐλάχιστα ἐπὶ τη̃ς γη̃ς ταυ̃τα δέ ἐστιν σοφώτερα τω̃ν σοφω̃ν 30:25 οἱ μύρμηκες οἱ̃ς μὴ ἔστιν ἰσχὺς καὶ ἑτοιμάζονται θέρους τὴν τροφήν 30:26 καὶ οἱ χοιρογρύλλιοι ἔθνος οὐκ ἰσχυρόν οἳ ἐποιήσαντο ἐν πέτραις τοὺς ἑαυτω̃ν οἴκους 30:27 ἀβασίλευτόν ἐστιν ἡ ἀκρὶς καὶ ἐκστρατεύει ἀφ' ἑνὸς κελεύσματος εὐτάκτως 30:28 καὶ καλαβώτης χερσὶν ἐρειδόμενος καὶ εὐάλωτος ὢν κατοικει̃ ἐν ὀχυρώμασιν βασιλέως 30:29 τρία δέ ἐστιν ἃ εὐόδως πορεύεται καὶ τὸ τέταρτον ὃ καλω̃ς διαβαίνει 30:30 σκύμνος λέοντος ἰσχυρότερος κτηνω̃ν ὃς οὐκ ἀποστρέφεται οὐδὲ καταπτήσσει κτη̃νος 30:31 καὶ ἀλέκτωρ ἐμπεριπατω̃ν θηλείαις εὔψυχος καὶ τράγος ἡγούμενος αἰπολίου καὶ βασιλεὺς δημηγορω̃ν ἐν ἔθνει 30:32 ἐὰν πρόη̨ σεαυτὸν εἰς εὐφροσύνην καὶ ἐκτείνη̨ς τὴν χει̃ρά σου μετὰ μάχης ἀτιμασθήση̨ 30:33 ἄμελγε γάλα καὶ ἔσται βούτυρον ἐὰν δὲ ἐκπιέζη̨ς μυκτη̃ρας ἐξελεύσεται αἱ̃μα ἐὰν δὲ ἐξέλκη̨ς λόγους ἐξελεύσονται κρίσεις καὶ μάχαι 31:1 οἱ ἐμοὶ λόγοι εἴρηνται ὑπὸ θεου̃ βασιλέως χρηματισμός ὃν ἐπαίδευσεν ἡ μήτηρ αὐτου̃ 31:2 τί τέκνον τηρήσεις τί ῥήσεις θεου̃ πρωτογενές σοὶ λέγω υἱέ τί τέκνον ἐμη̃ς κοιλίας τί τέκνον ἐμω̃ν εὐχω̃ν 31:3 μὴ δω̨̃ς γυναιξὶ σὸν πλου̃τον καὶ τὸν σὸν νου̃ν καὶ βίον εἰς ὑστεροβουλίαν 31:4 μετὰ βουλη̃ς πάντα ποίει μετὰ βουλη̃ς οἰνοπότει οἱ δυνάσται θυμώδεις εἰσίν οἰ̃νον δὲ μὴ πινέτωσαν 31:5 ἵνα μὴ πιόντες ἐπιλάθωνται τη̃ς σοφίας καὶ ὀρθὰ κρι̃ναι οὐ μὴ δύνωνται τοὺς ἀσθενει̃ς 31:6 δίδοτε μέθην τοι̃ς ἐν λύπαις καὶ οἰ̃νον πίνειν τοι̃ς ἐν ὀδύναις 31:7 ἵνα ἐπιλάθωνται τη̃ς πενίας καὶ τω̃ν πόνων μὴ μνησθω̃σιν ἔτι 31:8 ἄνοιγε σὸν στόμα λόγω̨ θεου̃ καὶ κρι̃νε πάντας ὑγιω̃ς 31:9 ἄνοιγε σὸν στόμα καὶ κρι̃νε δικαίως διάκρινε δὲ πένητα καὶ ἀσθενη̃ 32:1 αὑ̃ται αἱ παιδει̃αι σαλωμω̃ντος αἱ ἀδιάκριτοι ἃς ἐξεγράψαντο οἱ φίλοι Εζεκιου του̃ βασιλέως τη̃ς Ιουδαίας 32:2 δόξα θεου̃ κρύπτει λόγον δόξα δὲ βασιλέως τιμα̨̃ πράγματα 32:3 οὐρανὸς ὑψηλός γη̃ δὲ βαθει̃α καρδία δὲ βασιλέως ἀνεξέλεγκτος 32:4 τύπτε ἀδόκιμον ἀργύριον καὶ καθαρισθήσεται καθαρὸν ἅπαν 32:5 κτει̃νε ἀσεβει̃ς ἐκ προσώπου βασιλέως καὶ κατορθώσει ἐν δικαιοσύνη̨ ὁ θρόνος αὐτου̃ 32:6 μὴ ἀλαζονεύου ἐνώπιον βασιλέως μηδὲ ἐν τόποις δυναστω̃ν ὑφίστασο 32:7 κρει̃σσον γάρ σοι τὸ ῥηθη̃ναι ἀνάβαινε πρός με ἢ ταπεινω̃σαί σε ἐν προσώπω̨ δυνάστου ἃ εἰ̃δον οἱ ὀφθαλμοί σου λέγε 32:8 μὴ πρόσπιπτε εἰς μάχην ταχέως ἵνα μὴ μεταμεληθη̨̃ς ἐπ' ἐσχάτων ἡνίκα ἄν σε ὀνειδίση̨ ὁ σὸς φίλος 32:9 ἀναχώρει εἰς τὰ ὀπίσω μὴ καταφρόνει 32:10 μή σε ὀνειδίση̨ μὲν ὁ φίλος ἡ δὲ μάχη σου καὶ ἡ ἔχθρα οὐκ ἀπέσται ἀλλ' ἔσται σοι ἴση θανάτω̨ 32:10a χάρις καὶ φιλία ἐλευθεροι̃ ἃς τήρησον σεαυτω̨̃ ἵνα μὴ ἐπονείδιστος γένη̨ ἀλλὰ φύλαξον τὰς ὁδούς σου εὐσυναλλάκτως 32:11 μη̃λον χρυσου̃ν ἐν ὁρμίσκω̨ σαρδίου οὕτως εἰπει̃ν λόγον 32:12 εἰς ἐνώτιον χρυσου̃ν σάρδιον πολυτελὲς δέδεται λόγος σοφὸς εἰς εὐήκοον οὐ̃ς 32:13 ὥσπερ ἔξοδος χιόνος ἐν ἀμήτω̨ κατὰ καυ̃μα ὠφελει̃ οὕτως ἄγγελος πιστὸς τοὺς ἀποστείλαντας αὐτόν ψυχὰς γὰρ τω̃ν αὐτω̨̃ χρωμένων ὠφελει̃ 32:14 ὥσπερ ἄνεμοι καὶ νέφη καὶ ὑετοὶ ἐπιφανέστατοι οὕτως οἱ καυχώμενοι ἐπὶ δόσει ψευδει̃ 32:15 ἐν μακροθυμία̨ εὐοδία βασιλευ̃σιν γλω̃σσα δὲ μαλακὴ συντρίβει ὀστα̃ 32:16 μέλι εὑρὼν φάγε τὸ ἱκανόν μήποτε πλησθεὶς ἐξεμέση̨ς 32:17 σπάνιον εἴσαγε σὸν πόδα πρὸς τὸν σεαυτου̃ φίλον μήποτε πλησθείς σου μισήση̨ σε 32:18 ῥόπαλον καὶ μάχαιρα καὶ τόξευμα ἀκιδωτόν οὕτως καὶ ἀνὴρ ὁ καταμαρτυρω̃ν του̃ φίλου αὐτου̃ μαρτυρίαν ψευδη̃ 32:19 ὀδοὺς κακου̃ καὶ ποὺς παρανόμου ὀλει̃ται ἐν ἡμέρα̨ κακη̨̃ 32:20 ὥσπερ ὄξος ἕλκει ἀσύμφορον οὕτως προσπεσὸν πάθος ἐν σώματι καρδίαν λυπει̃ 32:20a ὥσπερ σὴς ἱματίω̨ καὶ σκώληξ ξύλω̨ οὕτως λύπη ἀνδρὸς βλάπτει καρδίαν 32:21 ἐὰν πεινα̨̃ ὁ ἐχθρός σου τρέφε αὐτόν ἐὰν διψα̨̃ πότιζε αὐτόν 32:22 του̃το γὰρ ποιω̃ν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτου̃ ὁ δὲ κύριος ἀνταποδώσει σοι ἀγαθά 32:23 ἄνεμος βορέας ἐξεγείρει νέφη πρόσωπον δὲ ἀναιδὲς γλω̃σσαν ἐρεθίζει 32:24 κρει̃ττον οἰκει̃ν ἐπὶ γωνίας δώματος ἢ μετὰ γυναικὸς λοιδόρου ἐν οἰκία̨ κοινη̨̃ 32:25 ὥσπερ ὕδωρ ψυχρὸν ψυχη̨̃ διψώση̨ προσηνές οὕτως ἀγγελία ἀγαθὴ ἐκ γη̃ς μακρόθεν 32:26 ὥσπερ εἴ τις πηγὴν φράσσοι καὶ ὕδατος ἔξοδον λυμαίνοιτο οὕτως ἄκοσμον δίκαιον πεπτωκέναι ἐνώπιον ἀσεβου̃ς 32:27 ἐσθίειν μέλι πολὺ οὐ καλόν τιμα̃ν δὲ χρὴ λόγους ἐνδόξους 32:28 ὥσπερ πόλις τὰ τείχη καταβεβλημένη καὶ ἀτείχιστος οὕτως ἀνὴρ ὃς οὐ μετὰ βουλη̃ς τι πράσσει 33:1 ὥσπερ δρόσος ἐν ἀμήτω̨ καὶ ὥσπερ ὑετὸς ἐν θέρει οὕτως οὐκ ἔστιν ἄφρονι τιμή 33:2 ὥσπερ ὄρνεα πέταται καὶ στρουθοί οὕτως ἀρὰ ματαία οὐκ ἐπελεύσεται οὐδενί 33:3 ὥσπερ μάστιξ ἵππω̨ καὶ κέντρον ὄνω̨ οὕτως ῥάβδος ἔθνει παρανόμω̨ 33:4 μὴ ἀποκρίνου ἄφρονι πρὸς τὴν ἐκείνου ἀφροσύνην ἵνα μὴ ὅμοιος γένη̨ αὐτω̨̃ 33:5 ἀλλὰ ἀποκρίνου ἄφρονι κατὰ τὴν ἀφροσύνην αὐτου̃ ἵνα μὴ φαίνηται σοφὸς παρ' ἑαυτω̨̃ 33:6 ἐκ τω̃ν ἑαυτου̃ ποδω̃ν ὄνειδος πίεται ὁ ἀποστείλας δι' ἀγγέλου ἄφρονος λόγον 33:7 ἀφελου̃ πορείαν σκελω̃ν καὶ παροιμίαν ἐκ στόματος ἀφρόνων 33:8 ὃς ἀποδεσμεύει λίθον ἐν σφενδόνη̨ ὅμοιός ἐστιν τω̨̃ διδόντι ἄφρονι δόξαν 33:9 ἄκανθαι φύονται ἐν χειρὶ του̃ μεθύσου δουλεία δὲ ἐν χειρὶ τω̃ν ἀφρόνων 33:10 πολλὰ χειμάζεται πα̃σα σὰρξ ἀφρόνων συντρίβεται γὰρ ἡ ἔκστασις αὐτω̃ν 33:11 ὥσπερ κύων ὅταν ἐπέλθη̨ ἐπὶ τὸν ἑαυτου̃ ἔμετον καὶ μισητὸς γένηται οὕτως ἄφρων τη̨̃ ἑαυτου̃ κακία̨ ἀναστρέψας ἐπὶ τὴν ἑαυτου̃ ἁμαρτίαν 33:11a ἔστιν αἰσχύνη ἐπάγουσα ἁμαρτίαν καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις 33:12 εἰ̃δον ἄνδρα δόξαντα παρ' ἑαυτω̨̃ σοφὸν εἰ̃ναι ἐλπίδα μέντοι ἔσχεν μα̃λλον ἄφρων αὐτου̃ 33:13 λέγει ὀκνηρὸς ἀποστελλόμενος εἰς ὁδόν λέων ἐν ται̃ς ὁδοι̃ς 33:14 ὥσπερ θύρα στρέφεται ἐπὶ του̃ στρόφιγγος οὕτως ὀκνηρὸς ἐπὶ τη̃ς κλίνης αὐτου̃ 33:15 κρύψας ὀκνηρὸς τὴν χει̃ρα ἐν τω̨̃ κόλπω̨ αὐτου̃ οὐ δυνήσεται ἐπενεγκει̃ν ἐπὶ τὸ στόμα 33:16 σοφώτερος ἑαυτω̨̃ ὀκνηρὸς φαίνεται του̃ ἐν πλησμονη̨̃ ἀποκομίζοντος ἀγγελίαν 33:17 ὥσπερ ὁ κρατω̃ν κέρκου κυνός οὕτως ὁ προεστὼς ἀλλοτρίας κρίσεως 33:18 ὥσπερ οἱ ἰώμενοι προβάλλουσιν λόγους εἰς ἀνθρώπους ὁ δὲ ἀπαντήσας τω̨̃ λόγω̨ πρω̃τος ὑποσκελισθήσεται 33:19 οὕτως πάντες οἱ ἐνεδρεύοντες τοὺς ἑαυτω̃ν φίλους ὅταν δὲ φωραθω̃σιν λέγουσιν ὅτι παίζων ἔπραξα 33:20 ἐν πολλοι̃ς ξύλοις θάλλει πυ̃ρ ὅπου δὲ οὐκ ἔστιν δίθυμος ἡσυχάζει μάχη 33:21 ἐσχάρα ἄνθραξιν καὶ ξύλα πυρί ἀνὴρ δὲ λοίδορος εἰς ταραχὴν μάχης 33:22 λόγοι κερκώπων μαλακοί οὑ̃τοι δὲ τύπτουσιν εἰς ταμίεια σπλάγχνων 33:23 ἀργύριον διδόμενον μετὰ δόλου ὥσπερ ὄστρακον ἡγητέον χείλη λει̃α καρδίαν καλύπτει λυπηράν 33:24 χείλεσιν πάντα ἐπινεύει ἀποκλαιόμενος ἐχθρός ἐν δὲ τη̨̃ καρδία̨ τεκταίνεται δόλους 33:25 ἐάν σου δέηται ὁ ἐχθρὸς μεγάλη̨ τη̨̃ φωνη̨̃ μὴ πεισθη̨̃ς ἑπτὰ γάρ εἰσιν πονηρίαι ἐν τη̨̃ ψυχη̨̃ αὐτου̃ 33:26 ὁ κρύπτων ἔχθραν συνίστησιν δόλον ἐκκαλύπτει δὲ τὰς ἑαυτου̃ ἁμαρτίας εὔγνωστος ἐν συνεδρίοις 33:27 ὁ ὀρύσσων βόθρον τω̨̃ πλησίον ἐμπεσει̃ται εἰς αὐτόν ὁ δὲ κυλίων λίθον ἐφ' ἑαυτὸν κυλίει 33:28 γλω̃σσα ψευδὴς μισει̃ ἀλήθειαν στόμα δὲ ἄστεγον ποιει̃ ἀκαταστασίας 34:1 μὴ καυχω̃ τὰ εἰς αὔριον οὐ γὰρ γινώσκεις τί τέξεται ἡ ἐπιου̃σα 34:2 ἐγκωμιαζέτω σε ὁ πέλας καὶ μὴ τὸ σὸν στόμα ἀλλότριος καὶ μὴ τὰ σὰ χείλη 34:3 βαρὺ λίθος καὶ δυσβάστακτον ἄμμος ὀργὴ δὲ ἄφρονος βαρυτέρα ἀμφοτέρων 34:4 ἀνελεήμων θυμὸς καὶ ὀξει̃α ὀργή ἀλλ' οὐδένα ὑφίσταται ζη̃λος 34:5 κρείσσους ἔλεγχοι ἀποκεκαλυμμένοι κρυπτομένης φιλίας 34:6 ἀξιοπιστότερά ἐστιν τραύματα φίλου ἢ ἑκούσια φιλήματα ἐχθρου̃ 34:7 ψυχὴ ἐν πλησμονη̨̃ οὐ̃σα κηρίοις ἐμπαίζει ψυχη̨̃ δὲ ἐνδεει̃ καὶ τὰ πικρὰ γλυκει̃α φαίνεται 34:8 ὥσπερ ὅταν ὄρνεον καταπετασθη̨̃ ἐκ τη̃ς ἰδίας νοσσια̃ς οὕτως ἄνθρωπος δουλου̃ται ὅταν ἀποξενωθη̨̃ ἐκ τω̃ν ἰδίων τόπων 34:9 μύροις καὶ οἴνοις καὶ θυμιάμασιν τέρπεται καρδία καταρρήγνυται δὲ ὑπὸ συμπτωμάτων ψυχή 34:10 φίλον σὸν ἢ φίλον πατρω̨̃ον μὴ ἐγκαταλίπη̨ς εἰς δὲ τὸν οἰ̃κον του̃ ἀδελφου̃ σου μὴ εἰσέλθη̨ς ἀτυχω̃ν κρείσσων φίλος ἐγγὺς ἢ ἀδελφὸς μακρὰν οἰκω̃ν 34:11 σοφὸς γίνου υἱέ ἵνα εὐφραίνηταί μου ἡ καρδία καὶ ἀπόστρεψον ἀπὸ σου̃ ἐπονειδίστους λόγους 34:12 πανου̃ργος κακω̃ν ἐπερχομένων ἀπεκρύβη ἄφρονες δὲ ἐπελθόντες ζημίαν τείσουσιν 34:13 ἀφελου̃ τὸ ἱμάτιον αὐτου̃ παρη̃λθεν γάρ ὑβριστὴς ὅστις τὰ ἀλλότρια λυμαίνεται 34:14 ὃς ἂν εὐλογη̨̃ φίλον τὸ πρωὶ μεγάλη̨ τη̨̃ φωνη̨̃ καταρωμένου οὐδὲν διαφέρειν δόξει 34:15 σταγόνες ἐκβάλλουσιν ἄνθρωπον ἐν ἡμέρα̨ χειμερινη̨̃ ἐκ του̃ οἴκου αὐτου̃ ὡσαύτως καὶ γυνὴ λοίδορος ἐκ του̃ ἰδίου οἴκου 34:16 βορέας σκληρὸς ἄνεμος ὀνόματι δὲ ἐπιδέξιος καλει̃ται 34:17 σίδηρος σίδηρον ὀξύνει ἀνὴρ δὲ παροξύνει πρόσωπον ἑταίρου 34:18 ὃς φυτεύει συκη̃ν φάγεται τοὺς καρποὺς αὐτη̃ς ὃς δὲ φυλάσσει τὸν ἑαυτου̃ κύριον τιμηθήσεται 34:19 ὥσπερ οὐχ ὅμοια πρόσωπα προσώποις οὕτως οὐδὲ αἱ καρδίαι τω̃ν ἀνθρώπων 34:20 ἅ̨δης καὶ ἀπώλεια οὐκ ἐμπίμπλανται ὡσαύτως καὶ οἱ ὀφθαλμοὶ τω̃ν ἀνθρώπων ἄπληστοι 34:20a βδέλυγμα κυρίω̨ στηρίζων ὀφθαλμόν καὶ οἱ ἀπαίδευτοι ἀκρατει̃ς γλώσση̨ 34:21 δοκίμιον ἀργύρω̨ καὶ χρυσω̨̃ πύρωσις ἀνὴρ δὲ δοκιμάζεται διὰ στόματος ἐγκωμιαζόντων αὐτόν 34:21a καρδία ἀνόμου ἐκζητει̃ κακά καρδία δὲ εὐθὴς ἐκζητει̃ γνω̃σιν 34:22 ἐὰν μαστιγοι̃ς ἄφρονα ἐν μέσω̨ συνεδρίου ἀτιμάζων οὐ μὴ περιέλη̨ς τὴν ἀφροσύνην αὐτου̃ 34:23 γνωστω̃ς ἐπιγνώση̨ ψυχὰς ποιμνίου σου καὶ ἐπιστήσεις καρδίαν σου σαι̃ς ἀγέλαις 34:24 ὅτι οὐ τὸν αἰω̃να ἀνδρὶ κράτος καὶ ἰσχύς οὐδὲ παραδίδωσιν ἐκ γενεα̃ς εἰς γενεάν 34:25 ἐπιμελου̃ τω̃ν ἐν τω̨̃ πεδίω̨ χλωρω̃ν καὶ κερει̃ς πόαν καὶ σύναγε χόρτον ὀρεινόν 34:26 ἵνα ἔχη̨ς πρόβατα εἰς ἱματισμόν τίμα πεδίον ἵνα ὠ̃σίν σοι ἄρνες 34:27 υἱέ παρ' ἐμου̃ ἔχεις ῥήσεις ἰσχυρὰς εἰς τὴν ζωήν σου καὶ εἰς τὴν ζωὴν σω̃ν θεραπόντων 35:1 φεύγει ἀσεβὴς μηδενὸς διώκοντος δίκαιος δὲ ὥσπερ λέων πέποιθεν 35:2 δι' ἁμαρτίας ἀσεβω̃ν κρίσεις ἐγείρονται ἀνὴρ δὲ πανου̃ργος κατασβέσει αὐτάς 35:3 ἀνδρει̃ος ἐν ἀσεβείαις συκοφαντει̃ πτωχούς ὥσπερ ὑετὸς λάβρος καὶ ἀνωφελής 35:4 οὕτως οἱ ἐγκαταλείποντες τὸν νόμον ἐγκωμιάζουσιν ἀσέβειαν οἱ δὲ ἀγαπω̃ντες τὸν νόμον περιβάλλουσιν ἑαυτοι̃ς τει̃χος 35:5 ἄνδρες κακοὶ οὐ νοήσουσιν κρίμα οἱ δὲ ζητου̃ντες τὸν κύριον συνήσουσιν ἐν παντί 35:6 κρείσσων πτωχὸς πορευόμενος ἐν ἀληθεία̨ πλουσίου ψευδου̃ς 35:7 φυλάσσει νόμον υἱὸς συνετός ὃς δὲ ποιμαίνει ἀσωτίαν ἀτιμάζει πατέρα 35:8 ὁ πληθύνων τὸν πλου̃τον αὐτου̃ μετὰ τόκων καὶ πλεονασμω̃ν τω̨̃ ἐλεω̃ντι πτωχοὺς συνάγει αὐτόν 35:9 ὁ ἐκκλίνων τὸ οὐ̃ς αὐτου̃ του̃ μὴ εἰσακου̃σαι νόμου καὶ αὐτὸς τὴν προσευχὴν αὐτου̃ ἐβδέλυκται 35:10 ὃς πλανα̨̃ εὐθει̃ς ἐν ὁδω̨̃ κακη̨̃ εἰς διαφθορὰν αὐτὸς ἐμπεσει̃ται οἱ δὲ ἄνομοι διελεύσονται ἀγαθὰ καὶ οὐκ εἰσελεύσονται εἰς αὐτά 35:11 σοφὸς παρ' ἑαυτω̨̃ ἀνὴρ πλούσιος πένης δὲ νοήμων καταγνώσεται αὐτου̃ 35:12 διὰ βοήθειαν δικαίων πολλὴ γίνεται δόξα ἐν δὲ τόποις ἀσεβω̃ν ἁλίσκονται ἄνθρωποι 35:13 ὁ ἐπικαλύπτων ἀσέβειαν ἑαυτου̃ οὐκ εὐοδωθήσεται ὁ δὲ ἐξηγούμενος ἐλέγχους ἀγαπηθήσεται 35:14 μακάριος ἀνήρ ὃς καταπτήσσει πάντα δι' εὐλάβειαν ὁ δὲ σκληρὸς τὴν καρδίαν ἐμπεσει̃ται κακοι̃ς 35:15 λέων πεινω̃ν καὶ λύκος διψω̃ν ὃς τυραννει̃ πτωχὸς ὢν ἔθνους πενιχρου̃ 35:16 βασιλεὺς ἐνδεὴς προσόδων μέγας συκοφάντης ὁ δὲ μισω̃ν ἀδικίαν μακρὸν χρόνον ζήσεται 35:17 ἄνδρα τὸν ἐν αἰτία̨ φόνου ὁ ἐγγυώμενος φυγὰς ἔσται καὶ οὐκ ἐν ἀσφαλεία̨ 35:17a παίδευε υἱόν καὶ ἀγαπήσει σε καὶ δώσει κόσμον τη̨̃ ση̨̃ ψυχη̨̃ οὐ μὴ ὑπακούση̨ς ἔθνει παρανόμω̨ 35:18 ὁ πορευόμενος δικαίως βεβοήθηται ὁ δὲ σκολιαι̃ς ὁδοι̃ς πορευόμενος ἐμπλακήσεται 35:19 ὁ ἐργαζόμενος τὴν ἑαυτου̃ γη̃ν πλησθήσεται ἄρτων ὁ δὲ διώκων σχολὴν πλησθήσεται πενίας 35:20 ἀνὴρ ἀξιόπιστος πολλὰ εὐλογηθήσεται ὁ δὲ κακὸς οὐκ ἀτιμώρητος ἔσται 35:21 ὃς οὐκ αἰσχύνεται πρόσωπα δικαίων οὐκ ἀγαθός ὁ τοιου̃τος ψωμου̃ ἄρτου ἀποδώσεται ἄνδρα 35:22 σπεύδει πλουτει̃ν ἀνὴρ βάσκανος καὶ οὐκ οἰ̃δεν ὅτι ἐλεήμων κρατήσει αὐτου̃ 35:23 ὁ ἐλέγχων ἀνθρώπου ὁδοὺς χάριτας ἕξει μα̃λλον του̃ γλωσσοχαριτου̃ντος 35:24 ὃς ἀποβάλλεται πατέρα ἢ μητέρα καὶ δοκει̃ μὴ ἁμαρτάνειν οὑ̃τος κοινωνός ἐστιν ἀνδρὸς ἀσεβου̃ς 35:25 ἄπληστος ἀνὴρ κρίνει εἰκη̨̃ ὃς δὲ πέποιθεν ἐπὶ κύριον ἐν ἐπιμελεία̨ ἔσται 35:26 ὃς πέποιθεν θρασεία̨ καρδία̨ ὁ τοιου̃τος ἄφρων ὃς δὲ πορεύεται σοφία̨ σωθήσεται 35:27 ὃς δίδωσιν πτωχοι̃ς οὐκ ἐνδεηθήσεται ὃς δὲ ἀποστρέφει τὸν ὀφθαλμὸν αὐτου̃ ἐν πολλη̨̃ ἀπορία̨ ἔσται 35:28 ἐν τόποις ἀσεβω̃ν στένουσι δίκαιοι ἐν δὲ τη̨̃ ἐκείνων ἀπωλεία̨ πληθυνθήσονται δίκαιοι 36:1 κρείσσων ἀνὴρ ἐλέγχων ἀνδρὸς σκληροτραχήλου ἐξαπίνης γὰρ φλεγομένου αὐτου̃ οὐκ ἔστιν ἴασις 36:2 ἐγκωμιαζομένων δικαίων εὐφρανθήσονται λαοί ἀρχόντων δὲ ἀσεβω̃ν στένουσιν ἄνδρες 36:3 ἀνδρὸς φιλου̃ντος σοφίαν εὐφραίνεται πατὴρ αὐτου̃ ὃς δὲ ποιμαίνει πόρνας ἀπολει̃ πλου̃τον 36:4 βασιλεὺς δίκαιος ἀνίστησιν χώραν ἀνὴρ δὲ παράνομος κατασκάπτει 36:5 ὃς παρασκευάζεται ἐπὶ πρόσωπον του̃ ἑαυτου̃ φίλου δίκτυον περιβάλλει αὐτὸ τοι̃ς ἑαυτου̃ ποσίν 36:6 ἁμαρτάνοντι ἀνδρὶ μεγάλη παγίς δίκαιος δὲ ἐν χαρα̨̃ καὶ ἐν εὐφροσύνη̨ ἔσται 36:7 ἐπίσταται δίκαιος κρίνειν πενιχροι̃ς ὁ δὲ ἀσεβὴς οὐ συνήσει γνω̃σιν καὶ πτωχω̨̃ οὐχ ὑπάρχει νου̃ς ἐπιγνώμων 36:8 ἄνδρες λοιμοὶ ἐξέκαυσαν πόλιν σοφοὶ δὲ ἀπέστρεψαν ὀργήν 36:9 ἀνὴρ σοφὸς κρίνει ἔθνη ἀνὴρ δὲ φαυ̃λος ὀργιζόμενος καταγελα̃ται καὶ οὐ καταπτήσσει 36:10 ἄνδρες αἱμάτων μέτοχοι μισήσουσιν ὅσιον οἱ δὲ εὐθει̃ς ἐκζητήσουσιν ψυχὴν αὐτου̃ 36:11 ὅλον τὸν θυμὸν αὐτου̃ ἐκφέρει ἄφρων σοφὸς δὲ ταμιεύεται κατὰ μέρος 36:12 βασιλέως ὑπακούοντος λόγον ἄδικον πάντες οἱ ὑπ' αὐτὸν παράνομοι 36:13 δανιστου̃ καὶ χρεοφειλέτου ἀλλήλοις συνελθόντων ἐπισκοπὴν ποιει̃ται ἀμφοτέρων ὁ κύριος 36:14 βασιλέως ἐν ἀληθεία̨ κρίνοντος πτωχοὺς ὁ θρόνος αὐτου̃ εἰς μαρτύριον κατασταθήσεται 36:15 πληγαὶ καὶ ἔλεγχοι διδόασιν σοφίαν παι̃ς δὲ πλανώμενος αἰσχύνει γονει̃ς αὐτου̃ 36:16 πολλω̃ν ὄντων ἀσεβω̃ν πολλαὶ γίνονται ἁμαρτίαι οἱ δὲ δίκαιοι ἐκείνων πιπτόντων κατάφοβοι γίνονται 36:17 παίδευε υἱόν σου καὶ ἀναπαύσει σε καὶ δώσει κόσμον τη̨̃ ψυχη̨̃ σου 36:18 οὐ μὴ ὑπάρξη̨ ἐξηγητὴς ἔθνει παρανόμω̨ ὁ δὲ φυλάσσων τὸν νόμον μακαριστός 36:19 λόγοις οὐ παιδευθήσεται οἰκέτης σκληρός ἐὰν γὰρ καὶ νοήση̨ ἀλλ' οὐχ ὑπακούσεται 36:20 ἐὰν ἴδη̨ς ἄνδρα ταχὺν ἐν λόγοις γίνωσκε ὅτι ἐλπίδα ἔχει μα̃λλον ἄφρων αὐτου̃ 36:21 ὃς κατασπαταλα̨̃ ἐκ παιδός οἰκέτης ἔσται ἔσχατον δὲ ὀδυνηθήσεται ἐφ' ἑαυτω̨̃ 36:22 ἀνὴρ θυμώδης ὀρύσσει νει̃κος ἀνὴρ δὲ ὀργίλος ἐξώρυξεν ἁμαρτίας 36:23 ὕβρις ἄνδρα ταπεινοι̃ τοὺς δὲ ταπεινόφρονας ἐρείδει δόξη̨ κύριος 36:24 ὃς μερίζεται κλέπτη̨ μισει̃ τὴν ἑαυτου̃ ψυχήν ἐὰν δὲ ὅρκου προτεθέντος ἀκούσαντες μὴ ἀναγγείλωσιν 36:25 φοβηθέντες καὶ αἰσχυνθέντες ἀνθρώπους ὑπεσκελίσθησαν ὁ δὲ πεποιθὼς ἐπὶ κύριον εὐφρανθήσεται ἀσέβεια ἀνδρὶ δίδωσιν σφάλμα ὃς δὲ πέποιθεν ἐπὶ τω̨̃ δεσπότη̨ σωθήσεται 36:26 πολλοὶ θεραπεύουσιν πρόσωπα ἡγουμένων παρὰ δὲ κυρίου γίνεται τὸ δίκαιον ἀνδρί 36:27 βδέλυγμα δικαίοις ἀνὴρ ἄδικος βδέλυγμα δὲ ἀνόμω̨ κατευθύνουσα ὁδός 31:10 γυναι̃κα ἀνδρείαν τίς εὑρήσει τιμιωτέρα δέ ἐστιν λίθων πολυτελω̃ν ἡ τοιαύτη 31:11 θαρσει̃ ἐπ' αὐτη̨̃ ἡ καρδία του̃ ἀνδρὸς αὐτη̃ς ἡ τοιαύτη καλω̃ν σκύλων οὐκ ἀπορήσει 31:12 ἐνεργει̃ γὰρ τω̨̃ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον 31:13 μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστον ται̃ς χερσὶν αὐτη̃ς 31:14 ἐγένετο ὡσεὶ ναυ̃ς ἐμπορευομένη μακρόθεν συνάγει δὲ αὕτη τὸν βίον 31:15 καὶ ἀνίσταται ἐκ νυκτω̃ν καὶ ἔδωκεν βρώματα τω̨̃ οἴκω̨ καὶ ἔργα ται̃ς θεραπαίναις 31:16 θεωρήσασα γεώργιον ἐπρίατο ἀπὸ δὲ καρπω̃ν χειρω̃ν αὐτη̃ς κατεφύτευσεν κτη̃μα 31:17 ἀναζωσαμένη ἰσχυρω̃ς τὴν ὀσφὺν αὐτη̃ς ἤρεισεν τοὺς βραχίονας αὐτη̃ς εἰς ἔργον 31:18 ἐγεύσατο ὅτι καλόν ἐστιν τὸ ἐργάζεσθαι καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτη̃ς 31:19 τοὺς πήχεις αὐτη̃ς ἐκτείνει ἐπὶ τὰ συμφέροντα τὰς δὲ χει̃ρας αὐτη̃ς ἐρείδει εἰς ἄτρακτον 31:20 χει̃ρας δὲ αὐτη̃ς διήνοιξεν πένητι καρπὸν δὲ ἐξέτεινεν πτωχω̨̃ 31:21 οὐ φροντίζει τω̃ν ἐν οἴκω̨ ὁ ἀνὴρ αὐτη̃ς ὅταν που χρονίζη̨ πάντες γὰρ οἱ παρ' αὐτη̃ς ἐνδιδύσκονται 31:22 δισσὰς χλαίνας ἐποίησεν τω̨̃ ἀνδρὶ αὐτη̃ς ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτη̨̃ ἐνδύματα 31:23 περίβλεπτος δὲ γίνεται ἐν πύλαις ὁ ἀνὴρ αὐτη̃ς ἡνίκα ἂν καθίση̨ ἐν συνεδρίω̨ μετὰ τω̃ν γερόντων κατοίκων τη̃ς γη̃ς 31:24 σινδόνας ἐποίησεν καὶ ἀπέδοτο περιζώματα δὲ τοι̃ς Χαναναίοις 31:25 στόμα αὐτη̃ς διήνοιξεν προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τη̨̃ γλώσση̨ αὐτη̃ς 31:26 ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις 31:27 στεγναὶ διατριβαὶ οἴκων αὐτη̃ς σι̃τα δὲ ὀκνηρὰ οὐκ ἔφαγεν 31:28 τὸ στόμα δὲ ἀνοίγει σοφω̃ς καὶ νομοθέσμως ἡ δὲ ἐλεημοσύνη αὐτη̃ς ἀνέστησεν τὰ τέκνα αὐτη̃ς καὶ ἐπλούτησαν καὶ ὁ ἀνὴρ αὐτη̃ς ἤ̨νεσεν αὐτήν 31:29 πολλαὶ θυγατέρες ἐκτήσαντο πλου̃τον πολλαὶ ἐποίησαν δυνατά σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερη̃ρας πάσας 31:30 ψευδει̃ς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός γυνὴ γὰρ συνετὴ εὐλογει̃ται φόβον δὲ κυρίου αὕτη αἰνείτω 31:31 δότε αὐτη̨̃ ἀπὸ καρπω̃ν χειρω̃ν αὐτη̃ς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτη̃ς . |
[X] |