Ψαλμοὶ

1:1 μακάριος ἀνήρ ὃς οὐκ ἐπορεύθη ἐν βουλη̨̃ ἀσεβω̃ν καὶ ἐν ὁδω̨̃ ἁμαρτωλω̃ν οὐκ ἔστη καὶ ἐπὶ καθέδραν λοιμω̃ν οὐκ ἐκάθισεν

1:2 ἀλλ' ἢ ἐν τω̨̃ νόμω̨ κυρίου τὸ θέλημα αὐτου̃ καὶ ἐν τω̨̃ νόμω̨ αὐτου̃ μελετήσει ἡμέρας καὶ νυκτός

1:3 καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τω̃ν ὑδάτων ὃ τὸν καρπὸν αὐτου̃ δώσει ἐν καιρω̨̃ αὐτου̃ καὶ τὸ φύλλον αὐτου̃ οὐκ ἀπορρυήσεται καὶ πάντα ὅσα ἂν ποιη̨̃ κατευοδωθήσεται

1:4 οὐχ οὕτως οἱ ἀσεβει̃ς οὐχ οὕτως ἀλλ' ἢ ὡς ὁ χνου̃ς ὃν ἐκριπτει̃ ὁ ἄνεμος ἀπὸ προσώπου τη̃ς γη̃ς

1:5 διὰ του̃το οὐκ ἀναστήσονται ἀσεβει̃ς ἐν κρίσει οὐδὲ ἁμαρτωλοὶ ἐν βουλη̨̃ δικαίων

1:6 ὅτι γινώσκει κύριος ὁδὸν δικαίων καὶ ὁδὸς ἀσεβω̃ν ἀπολει̃ται

2:1 ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά

2:2 παρέστησαν οἱ βασιλει̃ς τη̃ς γη̃ς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ του̃ κυρίου καὶ κατὰ του̃ χριστου̃ αὐτου̃ διάψαλμα

2:3 διαρρήξωμεν τοὺς δεσμοὺς αὐτω̃ν καὶ ἀπορρίψωμεν ἀφ' ἡμω̃ν τὸν ζυγὸν αὐτω̃ν

2:4 ὁ κατοικω̃ν ἐν οὐρανοι̃ς ἐκγελάσεται αὐτούς καὶ ὁ κύριος ἐκμυκτηριει̃ αὐτούς

2:5 τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργη̨̃ αὐτου̃ καὶ ἐν τω̨̃ θυμω̨̃ αὐτου̃ ταράξει αὐτούς

2:6 ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτου̃ ἐπὶ Σιων ὄρος τὸ ἅγιον αὐτου̃

2:7 διαγγέλλων τὸ πρόσταγμα κυρίου κύριος εἰ̃πεν πρός με υἱός μου εἰ̃ σύ ἐγὼ σήμερον γεγέννηκά σε

2:8 αἴτησαι παρ' ἐμου̃ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τη̃ς γη̃ς

2:9 ποιμανει̃ς αὐτοὺς ἐν ῥάβδω̨ σιδηρα̨̃ ὡς σκευ̃ος κεραμέως συντρίψεις αὐτούς

2:10 καὶ νυ̃ν βασιλει̃ς σύνετε παιδεύθητε πάντες οἱ κρίνοντες τὴν γη̃ν

2:11 δουλεύσατε τω̨̃ κυρίω̨ ἐν φόβω̨ καὶ ἀγαλλια̃σθε αὐτω̨̃ ἐν τρόμω̨

2:12 δράξασθε παιδείας μήποτε ὀργισθη̨̃ κύριος καὶ ἀπολει̃σθε ἐξ ὁδου̃ δικαίας ὅταν ἐκκαυθη̨̃ ἐν τάχει ὁ θυμὸς αὐτου̃ μακάριοι πάντες οἱ πεποιθότες ἐπ' αὐτω̨̃

3:1 ψαλμὸς τω̨̃ Δαυιδ ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Αβεσσαλωμ του̃ υἱου̃ αὐτου̃

3:2 κύριε τί ἐπληθύνθησαν οἱ θλίβοντές με πολλοὶ ἐπανίστανται ἐπ' ἐμέ

3:3 πολλοὶ λέγουσιν τη̨̃ ψυχη̨̃ μου οὐκ ἔστιν σωτηρία αὐτω̨̃ ἐν τω̨̃ θεω̨̃ αὐτου̃ διάψαλμα

3:4 σὺ δέ κύριε ἀντιλήμπτωρ μου εἰ̃ δόξα μου καὶ ὑψω̃ν τὴν κεφαλήν μου

3:5 φωνη̨̃ μου πρὸς κύριον ἐκέκραξα καὶ ἐπήκουσέν μου ἐξ ὄρους ἁγίου αὐτου̃ διάψαλμα

3:6 ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα ἐξηγέρθην ὅτι κύριος ἀντιλήμψεταί μου

3:7 οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαου̃ τω̃ν κύκλω̨ συνεπιτιθεμένων μοι

3:8 ἀνάστα κύριε σω̃σόν με ὁ θεός μου ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως ὀδόντας ἁμαρτωλω̃ν συνέτριψας

3:9 του̃ κυρίου ἡ σωτηρία καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου

4:1 εἰς τὸ τέλος ἐν ψαλμοι̃ς ὠ̨δὴ τω̨̃ Δαυιδ

4:2 ἐν τω̨̃ ἐπικαλει̃σθαί με εἰσήκουσέν μου ὁ θεὸς τη̃ς δικαιοσύνης μου ἐν θλίψει ἐπλάτυνάς μοι οἰκτίρησόν με καὶ εἰσάκουσον τη̃ς προσευχη̃ς μου

4:3 υἱοὶ ἀνθρώπων ἕως πότε βαρυκάρδιοι ἵνα τί ἀγαπα̃τε ματαιότητα καὶ ζητει̃τε ψευ̃δος διάψαλμα

4:4 καὶ γνω̃τε ὅτι ἐθαυμάστωσεν κύριος τὸν ὅσιον αὐτου̃ κύριος εἰσακούσεταί μου ἐν τω̨̃ κεκραγέναι με πρὸς αὐτόν

4:5 ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε λέγετε ἐν ται̃ς καρδίαις ὑμω̃ν καὶ ἐπὶ ται̃ς κοίταις ὑμω̃ν κατανύγητε διάψαλμα

4:6 θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ κύριον

4:7 πολλοὶ λέγουσιν τίς δείξει ἡμι̃ν τὰ ἀγαθά ἐσημειώθη ἐφ' ἡμα̃ς τὸ φω̃ς του̃ προσώπου σου κύριε

4:8 ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου ἀπὸ καιρου̃ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτω̃ν ἐπληθύνθησαν

4:9 ἐν εἰρήνη̨ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω ὅτι σύ κύριε κατὰ μόνας ἐπ' ἐλπίδι κατώ̨κισάς με

5:1 εἰς τὸ τέλος ὑπὲρ τη̃ς κληρονομούσης ψαλμὸς τω̨̃ Δαυιδ

5:2 τὰ ῥήματά μου ἐνώτισαι κύριε σύνες τη̃ς κραυγη̃ς μου

5:3 πρόσχες τη̨̃ φωνη̨̃ τη̃ς δεήσεώς μου ὁ βασιλεύς μου καὶ ὁ θεός μου ὅτι πρὸς σὲ προσεύξομαι κύριε

5:4 τὸ πρωὶ εἰσακούση̨ τη̃ς φωνη̃ς μου τὸ πρωὶ παραστήσομαί σοι καὶ ἐπόψομαι

5:5 ὅτι οὐχὶ θεὸς θέλων ἀνομίαν σὺ εἰ̃ οὐδὲ παροικήσει σοι πονηρευόμενος

5:6 οὐ διαμενου̃σιν παράνομοι κατέναντι τω̃ν ὀφθαλμω̃ν σου ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν

5:7 ἀπολει̃ς πάντας τοὺς λαλου̃ντας τὸ ψευ̃δος ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται κύριος

5:8 ἐγὼ δὲ ἐν τω̨̃ πλήθει του̃ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἰ̃κόν σου προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβω̨ σου

5:9 κύριε ὁδήγησόν με ἐν τη̨̃ δικαιοσύνη̨ σου ἕνεκα τω̃ν ἐχθρω̃ν μου κατεύθυνον ἐνώπιόν μου τὴν ὁδόν σου

5:10 ὅτι οὐκ ἔστιν ἐν τω̨̃ στόματι αὐτω̃ν ἀλήθεια ἡ καρδία αὐτω̃ν ματαία τάφος ἀνεω̨γμένος ὁ λάρυγξ αὐτω̃ν ται̃ς γλώσσαις αὐτω̃ν ἐδολιου̃σαν

5:11 κρι̃νον αὐτούς ὁ θεός ἀποπεσάτωσαν ἀπὸ τω̃ν διαβουλίων αὐτω̃ν κατὰ τὸ πλη̃θος τω̃ν ἀσεβειω̃ν αὐτω̃ν ἔξωσον αὐτούς ὅτι παρεπίκρανάν σε κύριε

5:12 καὶ εὐφρανθήτωσαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σέ εἰς αἰω̃να ἀγαλλιάσονται καὶ κατασκηνώσεις ἐν αὐτοι̃ς καὶ καυχήσονται ἐν σοὶ πάντες οἱ ἀγαπω̃ντες τὸ ὄνομά σου

5:13 ὅτι σὺ εὐλογήσεις δίκαιον κύριε ὡς ὅπλω̨ εὐδοκίας ἐστεφάνωσας ἡμα̃ς

6:1 εἰς τὸ τέλος ἐν ὕμνοις ὑπὲρ τη̃ς ὀγδόης ψαλμὸς τω̨̃ Δαυιδ

6:2 κύριε μὴ τω̨̃ θυμω̨̃ σου ἐλέγξη̨ς με μηδὲ τη̨̃ ὀργη̨̃ σου παιδεύση̨ς με

6:3 ἐλέησόν με κύριε ὅτι ἀσθενής εἰμι ἴασαί με κύριε ὅτι ἐταράχθη τὰ ὀστα̃ μου

6:4 καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα καὶ σύ κύριε ἕως πότε

6:5 ἐπίστρεψον κύριε ῥυ̃σαι τὴν ψυχήν μου σω̃σόν με ἕνεκεν του̃ ἐλέους σου

6:6 ὅτι οὐκ ἔστιν ἐν τω̨̃ θανάτω̨ ὁ μνημονεύων σου ἐν δὲ τω̨̃ ἅ̨δη̨ τίς ἐξομολογήσεταί σοι

6:7 ἐκοπίασα ἐν τω̨̃ στεναγμω̨̃ μου λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου ἐν δάκρυσίν μου τὴν στρωμνήν μου βρέξω

6:8 ἐταράχθη ἀπὸ θυμου̃ ὁ ὀφθαλμός μου ἐπαλαιώθην ἐν πα̃σιν τοι̃ς ἐχθροι̃ς μου

6:9 ἀπόστητε ἀπ' ἐμου̃ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ὅτι εἰσήκουσεν κύριος τη̃ς φωνη̃ς του̃ κλαυθμου̃ μου

6:10 εἰσήκουσεν κύριος τη̃ς δεήσεώς μου κύριος τὴν προσευχήν μου προσεδέξατο

6:11 αἰσχυνθείησαν καὶ ταραχθείησαν σφόδρα πάντες οἱ ἐχθροί μου ἀποστραφείησαν καὶ καταισχυνθείησαν σφόδρα διὰ τάχους

7:1 ψαλμὸς τω̨̃ Δαυιδ ὃν ἠ̨̃σεν τω̨̃ κυρίω̨ ὑπὲρ τω̃ν λόγων Χουσι υἱου̃ Ιεμενι

7:2 κύριε ὁ θεός μου ἐπὶ σοὶ ἤλπισα σω̃σόν με ἐκ πάντων τω̃ν διωκόντων με καὶ ῥυ̃σαί με

7:3 μήποτε ἁρπάση̨ ὡς λέων τὴν ψυχήν μου μὴ ὄντος λυτρουμένου μηδὲ σώ̨ζοντος

7:4 κύριε ὁ θεός μου εἰ ἐποίησα του̃το εἰ ἔστιν ἀδικία ἐν χερσίν μου

7:5 εἰ ἀνταπέδωκα τοι̃ς ἀνταποδιδου̃σίν μοι κακά ἀποπέσοιν ἄρα ἀπὸ τω̃ν ἐχθρω̃ν μου κενός

7:6 καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου καὶ καταλάβοι καὶ καταπατήσαι εἰς γη̃ν τὴν ζωήν μου καὶ τὴν δόξαν μου εἰς χου̃ν κατασκηνώσαι διάψαλμα

7:7 ἀνάστηθι κύριε ἐν ὀργη̨̃ σου ὑψώθητι ἐν τοι̃ς πέρασι τω̃ν ἐχθρω̃ν μου ἐξεγέρθητι κύριε ὁ θεός μου ἐν προστάγματι ὡ̨̃ ἐνετείλω

7:8 καὶ συναγωγὴ λαω̃ν κυκλώσει σε καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον

7:9 κύριος κρινει̃ λαούς κρι̃νόν με κύριε κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ' ἐμοί

7:10 συντελεσθήτω δὴ πονηρία ἁμαρτωλω̃ν καὶ κατευθυνει̃ς δίκαιον ἐτάζων καρδίας καὶ νεφροὺς ὁ θεός

7:11 δικαία ἡ βοήθειά μου παρὰ του̃ θεου̃ του̃ σώ̨ζοντος τοὺς εὐθει̃ς τη̨̃ καρδία̨

7:12 ὁ θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος μὴ ὀργὴν ἐπάγων καθ' ἑκάστην ἡμέραν

7:13 ἐὰν μὴ ἐπιστραφη̃τε τὴν ῥομφαίαν αὐτου̃ στιλβώσει τὸ τόξον αὐτου̃ ἐνέτεινεν καὶ ἡτοίμασεν αὐτὸ

7:14 καὶ ἐν αὐτω̨̃ ἡτοίμασεν σκεύη θανάτου τὰ βέλη αὐτου̃ τοι̃ς καιομένοις ἐξειργάσατο

7:15 ἰδοὺ ὠδίνησεν ἀδικίαν συνέλαβεν πόνον καὶ ἔτεκεν ἀνομίαν

7:16 λάκκον ὤρυξεν καὶ ἀνέσκαψεν αὐτὸν καὶ ἐμπεσει̃ται εἰς βόθρον ὃν εἰργάσατο

7:17 ἐπιστρέψει ὁ πόνος αὐτου̃ εἰς κεφαλὴν αὐτου̃ καὶ ἐπὶ κορυφὴν αὐτου̃ ἡ ἀδικία αὐτου̃ καταβήσεται

7:18 ἐξομολογήσομαι κυρίω̨ κατὰ τὴν δικαιοσύνην αὐτου̃ καὶ ψαλω̃ τω̨̃ ὀνόματι κυρίου του̃ ὑψίστου

8:1 εἰς τὸ τέλος ὑπὲρ τω̃ν ληνω̃ν ψαλμὸς τω̨̃ Δαυιδ

8:2 κύριε ὁ κύριος ἡμω̃ν ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάση̨ τη̨̃ γη̨̃ ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τω̃ν οὐρανω̃ν

8:3 ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἰ̃νον ἕνεκα τω̃ν ἐχθρω̃ν σου του̃ καταλυ̃σαι ἐχθρὸν καὶ ἐκδικητήν

8:4 ὅτι ὄψομαι τοὺς οὐρανούς ἔργα τω̃ν δακτύλων σου σελήνην καὶ ἀστέρας ἃ σὺ ἐθεμελίωσας

8:5 τί ἐστιν ἄνθρωπος ὅτι μιμνή̨σκη̨ αὐτου̃ ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτη̨ αὐτόν

8:6 ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους δόξη̨ καὶ τιμη̨̃ ἐστεφάνωσας αὐτόν

8:7 καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τω̃ν χειρω̃ν σου πάντα ὑπέταξας ὑποκάτω τω̃ν ποδω̃ν αὐτου̃

8:8 πρόβατα καὶ βόας πάσας ἔτι δὲ καὶ τὰ κτήνη του̃ πεδίου

8:9 τὰ πετεινὰ του̃ οὐρανου̃ καὶ τοὺς ἰχθύας τη̃ς θαλάσσης τὰ διαπορευόμενα τρίβους θαλασσω̃ν

8:10 κύριε ὁ κύριος ἡμω̃ν ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάση̨ τη̨̃ γη̨̃

9:1 εἰς τὸ τέλος ὑπὲρ τω̃ν κρυφίων του̃ υἱου̃ ψαλμὸς τω̨̃ Δαυιδ

9:2 ἐξομολογήσομαί σοι κύριε ἐν ὅλη̨ καρδία̨ μου διηγήσομαι πάντα τὰ θαυμάσιά σου

9:3 εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοί ψαλω̃ τω̨̃ ὀνόματί σου ὕψιστε

9:4 ἐν τω̨̃ ἀποστραφη̃ναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω ἀσθενήσουσιν καὶ ἀπολου̃νται ἀπὸ προσώπου σου

9:5 ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου ἐκάθισας ἐπὶ θρόνου ὁ κρίνων δικαιοσύνην

9:6 ἐπετίμησας ἔθνεσιν καὶ ἀπώλετο ὁ ἀσεβής τὸ ὄνομα αὐτω̃ν ἐξήλειψας εἰς τὸν αἰω̃να καὶ εἰς τὸν αἰω̃να του̃ αἰω̃νος

9:7 του̃ ἐχθρου̃ ἐξέλιπον αἱ ῥομφαι̃αι εἰς τέλος καὶ πόλεις καθει̃λες ἀπώλετο τὸ μνημόσυνον αὐτω̃ν μετ' ἤχους

9:8 καὶ ὁ κύριος εἰς τὸν αἰω̃να μένει ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτου̃

9:9 καὶ αὐτὸς κρινει̃ τὴν οἰκουμένην ἐν δικαιοσύνη̨ κρινει̃ λαοὺς ἐν εὐθύτητι

9:10 καὶ ἐγένετο κύριος καταφυγὴ τω̨̃ πένητι βοηθὸς ἐν εὐκαιρίαις ἐν θλίψει

9:11 καὶ ἐλπισάτωσαν ἐπὶ σὲ οἱ γινώσκοντες τὸ ὄνομά σου ὅτι οὐκ ἐγκατέλιπες τοὺς ἐκζητου̃ντάς σε κύριε

9:12 ψάλατε τω̨̃ κυρίω̨ τω̨̃ κατοικου̃ντι ἐν Σιων ἀναγγείλατε ἐν τοι̃ς ἔθνεσιν τὰ ἐπιτηδεύματα αὐτου̃

9:13 ὅτι ἐκζητω̃ν τὰ αἵματα αὐτω̃ν ἐμνήσθη οὐκ ἐπελάθετο τη̃ς κραυγη̃ς τω̃ν πενήτων

9:14 ἐλέησόν με κύριε ἰδὲ τὴν ταπείνωσίν μου ἐκ τω̃ν ἐχθρω̃ν μου ὁ ὑψω̃ν με ἐκ τω̃ν πυλω̃ν του̃ θανάτου

9:15 ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ται̃ς πύλαις τη̃ς θυγατρὸς Σιων ἀγαλλιάσομαι ἐπὶ τω̨̃ σωτηρίω̨ σου

9:16 ἐνεπάγησαν ἔθνη ἐν διαφθορα̨̃ ἡ̨̃ ἐποίησαν ἐν παγίδι ταύτη̨ ἡ̨̃ ἔκρυψαν συνελήμφθη ὁ ποὺς αὐτω̃ν

9:17 γινώσκεται κύριος κρίματα ποιω̃ν ἐν τοι̃ς ἔργοις τω̃ν χειρω̃ν αὐτου̃ συνελήμφθη ὁ ἁμαρτωλός ὠ̨δὴ διαψάλματος

9:18 ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ἅ̨δην πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα του̃ θεου̃

9:19 ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχός ἡ ὑπομονὴ τω̃ν πενήτων οὐκ ἀπολει̃ται εἰς τὸν αἰω̃να

9:20 ἀνάστηθι κύριε μὴ κραταιούσθω ἄνθρωπος κριθήτωσαν ἔθνη ἐνώπιόν σου

9:21 κατάστησον κύριε νομοθέτην ἐπ' αὐτούς γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν διάψαλμα

9:22 ἵνα τί κύριε ἀφέστηκας μακρόθεν ὑπερορα̨̃ς ἐν εὐκαιρίαις ἐν θλίψει

9:23 ἐν τω̨̃ ὑπερηφανεύεσθαι τὸν ἀσεβη̃ ἐμπυρίζεται ὁ πτωχός συλλαμβάνονται ἐν διαβουλίοις οἱ̃ς διαλογίζονται

9:24 ὅτι ἐπαινει̃ται ὁ ἁμαρτωλὸς ἐν ται̃ς ἐπιθυμίαις τη̃ς ψυχη̃ς αὐτου̃ καὶ ὁ ἀδικω̃ν ἐνευλογει̃ται

9:25 παρώξυνεν τὸν κύριον ὁ ἁμαρτωλός κατὰ τὸ πλη̃θος τη̃ς ὀργη̃ς αὐτου̃ οὐκ ἐκζητήσει οὐκ ἔστιν ὁ θεὸς ἐνώπιον αὐτου̃

9:26 βεβηλου̃νται αἱ ὁδοὶ αὐτου̃ ἐν παντὶ καιρω̨̃ ἀνταναιρει̃ται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτου̃ πάντων τω̃ν ἐχθρω̃ν αὐτου̃ κατακυριεύσει

9:27 εἰ̃πεν γὰρ ἐν καρδία̨ αὐτου̃ οὐ μὴ σαλευθω̃ ἀπὸ γενεα̃ς εἰς γενεὰν ἄνευ κακου̃

9:28 οὑ̃ ἀρα̃ς τὸ στόμα αὐτου̃ γέμει καὶ πικρίας καὶ δόλου ὑπὸ τὴν γλω̃σσαν αὐτου̃ κόπος καὶ πόνος

9:29 ἐγκάθηται ἐνέδρα̨ μετὰ πλουσίων ἐν ἀποκρύφοις ἀποκτει̃ναι ἀθω̨̃ον οἱ ὀφθαλμοὶ αὐτου̃ εἰς τὸν πένητα ἀποβλέπουσιν

9:30 ἐνεδρεύει ἐν ἀποκρύφω̨ ὡς λέων ἐν τη̨̃ μάνδρα̨ αὐτου̃ ἐνεδρεύει του̃ ἁρπάσαι πτωχόν ἁρπάσαι πτωχὸν ἐν τω̨̃ ἑλκύσαι αὐτόν

9:31 ἐν τη̨̃ παγίδι αὐτου̃ ταπεινώσει αὐτόν κύψει καὶ πεσει̃ται ἐν τω̨̃ αὐτὸν κατακυριευ̃σαι τω̃ν πενήτων

9:32 εἰ̃πεν γὰρ ἐν καρδία̨ αὐτου̃ ἐπιλέλησται ὁ θεός ἀπέστρεψεν τὸ πρόσωπον αὐτου̃ του̃ μὴ βλέπειν εἰς τέλος

9:33 ἀνάστηθι κύριε ὁ θεός ὑψωθήτω ἡ χείρ σου μὴ ἐπιλάθη̨ τω̃ν πενήτων

9:34 ἕνεκεν τίνος παρώξυνεν ὁ ἀσεβὴς τὸν θεόν εἰ̃πεν γὰρ ἐν καρδία̨ αὐτου̃ οὐκ ἐκζητήσει

9:35 βλέπεις ὅτι σὺ πόνον καὶ θυμὸν κατανοει̃ς του̃ παραδου̃ναι αὐτοὺς εἰς χει̃ράς σου σοὶ οὐ̃ν ἐγκαταλέλειπται ὁ πτωχός ὀρφανω̨̃ σὺ ἠ̃σθα βοηθω̃ν

9:36 σύντριψον τὸν βραχίονα του̃ ἁμαρτωλου̃ καὶ πονηρου̃ ζητηθήσεται ἡ ἁμαρτία αὐτου̃ καὶ οὐ μὴ εὑρεθη̨̃ δι' αὐτήν

9:37 βασιλεύσει κύριος εἰς τὸν αἰω̃να καὶ εἰς τὸν αἰω̃να του̃ αἰω̃νος ἀπολει̃σθε ἔθνη ἐκ τη̃ς γη̃ς αὐτου̃

9:38 τὴν ἐπιθυμίαν τω̃ν πενήτων εἰσήκουσεν κύριος τὴν ἑτοιμασίαν τη̃ς καρδίας αὐτω̃ν προσέσχεν τὸ οὐ̃ς σου

9:39 κρι̃ναι ὀρφανω̨̃ καὶ ταπεινω̨̃ ἵνα μὴ προσθη̨̃ ἔτι του̃ μεγαλαυχει̃ν ἄνθρωπος ἐπὶ τη̃ς γη̃ς

10:1 εἰς τὸ τέλος ψαλμὸς τω̨̃ Δαυιδ ἐπὶ τω̨̃ κυρίω̨ πέποιθα πα̃ς ἐρει̃τε τη̨̃ ψυχη̨̃ μου μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον

10:2 ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον ἡτοίμασαν βέλη εἰς φαρέτραν του̃ κατατοξευ̃σαι ἐν σκοτομήνη̨ τοὺς εὐθει̃ς τη̨̃ καρδία̨

10:3 ὅτι ἃ κατηρτίσω καθει̃λον ὁ δὲ δίκαιος τί ἐποίησεν

10:4 κύριος ἐν ναω̨̃ ἁγίω̨ αὐτου̃ κύριος ἐν οὐρανω̨̃ ὁ θρόνος αὐτου̃ οἱ ὀφθαλμοὶ αὐτου̃ εἰς τὸν πένητα ἀποβλέπουσιν τὰ βλέφαρα αὐτου̃ ἐξετάζει τοὺς υἱοὺς τω̃ν ἀνθρώπων

10:5 κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβη̃ ὁ δὲ ἀγαπω̃ν ἀδικίαν μισει̃ τὴν ἑαυτου̃ ψυχήν

10:6 ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας πυ̃ρ καὶ θει̃ον καὶ πνευ̃μα καταιγίδος ἡ μερὶς του̃ ποτηρίου αὐτω̃ν

10:7 ὅτι δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν εὐθύτητα εἰ̃δεν τὸ πρόσωπον αὐτου̃

11:1 εἰς τὸ τέλος ὑπὲρ τη̃ς ὀγδόης ψαλμὸς τω̨̃ Δαυιδ

11:2 σω̃σόν με κύριε ὅτι ἐκλέλοιπεν ὅσιος ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τω̃ν υἱω̃ν τω̃ν ἀνθρώπων

11:3 μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτου̃ χείλη δόλια ἐν καρδία̨ καὶ ἐν καρδία̨ ἐλάλησαν

11:4 ἐξολεθρεύσαι κύριος πάντα τὰ χείλη τὰ δόλια καὶ γλω̃σσαν μεγαλορήμονα

11:5 τοὺς εἰπόντας τὴν γλω̃σσαν ἡμω̃ν μεγαλυνου̃μεν τὰ χείλη ἡμω̃ν παρ' ἡμω̃ν ἐστιν τίς ἡμω̃ν κύριός ἐστιν

11:6 ἀπὸ τη̃ς ταλαιπωρίας τω̃ν πτωχω̃ν καὶ ἀπὸ του̃ στεναγμου̃ τω̃ν πενήτων νυ̃ν ἀναστήσομαι λέγει κύριος θήσομαι ἐν σωτηρία̨ παρρησιάσομαι ἐν αὐτω̨̃

11:7 τὰ λόγια κυρίου λόγια ἁγνά ἀργύριον πεπυρωμένον δοκίμιον τη̨̃ γη̨̃ κεκαθαρισμένον ἑπταπλασίως

11:8 σύ κύριε φυλάξεις ἡμα̃ς καὶ διατηρήσεις ἡμα̃ς ἀπὸ τη̃ς γενεα̃ς ταύτης καὶ εἰς τὸν αἰω̃να

11:9 κύκλω̨ οἱ ἀσεβει̃ς περιπατου̃σιν κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τω̃ν ἀνθρώπων

12:1 εἰς τὸ τέλος ψαλμὸς τω̨̃ Δαυιδ

12:2 ἕως πότε κύριε ἐπιλήση̨ μου εἰς τέλος ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ' ἐμου̃

12:3 ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχη̨̃ μου ὀδύνας ἐν καρδία̨ μου ἡμέρας ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ' ἐμέ

12:4 ἐπίβλεψον εἰσάκουσόν μου κύριε ὁ θεός μου φώτισον τοὺς ὀφθαλμούς μου μήποτε ὑπνώσω εἰς θάνατον

12:5 μήποτε εἴπη̨ ὁ ἐχθρός μου ἴσχυσα πρὸς αὐτόν οἱ θλίβοντές με ἀγαλλιάσονται ἐὰν σαλευθω̃

12:6 ἐγὼ δὲ ἐπὶ τω̨̃ ἐλέει σου ἤλπισα ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τω̨̃ σωτηρίω̨ σου ἄ̨σω τω̨̃ κυρίω̨ τω̨̃ εὐεργετήσαντί με καὶ ψαλω̃ τω̨̃ ὀνόματι κυρίου του̃ ὑψίστου

13:1 εἰς τὸ τέλος ψαλμὸς τω̨̃ Δαυιδ εἰ̃πεν ἄφρων ἐν καρδία̨ αὐτου̃ οὐκ ἔστιν θεός διέφθειραν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν οὐκ ἔστιν ποιω̃ν χρηστότητα οὐκ ἔστιν ἕως ἑνός

13:2 κύριος ἐκ του̃ οὐρανου̃ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τω̃ν ἀνθρώπων του̃ ἰδει̃ν εἰ ἔστιν συνίων ἢ ἐκζητω̃ν τὸν θεόν

13:3 πάντες ἐξέκλιναν ἅμα ἠχρεώθησαν οὐκ ἔστιν ποιω̃ν χρηστότητα οὐκ ἔστιν ἕως ἑνός τάφος ἀνεω̨γμένος ὁ λάρυγξ αὐτω̃ν ται̃ς γλώσσαις αὐτω̃ν ἐδολιου̃σαν ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτω̃ν ὡ̃ν τὸ στόμα ἀρα̃ς καὶ πικρίας γέμει ὀξει̃ς οἱ πόδες αὐτω̃ν ἐκχέαι αἱ̃μα σύντριμμα καὶ ταλαιπωρία ἐν ται̃ς ὁδοι̃ς αὐτω̃ν καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν οὐκ ἔστιν φόβος θεου̃ ἀπέναντι τω̃ν ὀφθαλμω̃ν αὐτω̃ν

13:4 οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν οἱ κατεσθίοντες τὸν λαόν μου βρώσει ἄρτου τὸν κύριον οὐκ ἐπεκαλέσαντο

13:5 ἐκει̃ ἐδειλίασαν φόβω̨ οὑ̃ οὐκ ἠ̃ν φόβος ὅτι ὁ θεὸς ἐν γενεα̨̃ δικαία̨

13:6 βουλὴν πτωχου̃ κατη̨σχύνατε ὅτι κύριος ἐλπὶς αὐτου̃ ἐστιν

13:7 τίς δώσει ἐκ Σιων τὸ σωτήριον του̃ Ισραηλ ἐν τω̨̃ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν του̃ λαου̃ αὐτου̃ ἀγαλλιάσθω Ιακωβ καὶ εὐφρανθήτω Ισραηλ

14:1 ψαλμὸς τω̨̃ Δαυιδ κύριε τίς παροικήσει ἐν τω̨̃ σκηνώματί σου καὶ τίς κατασκηνώσει ἐν τω̨̃ ὄρει τω̨̃ ἁγίω̨ σου

14:2 πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνην λαλω̃ν ἀλήθειαν ἐν καρδία̨ αὐτου̃

14:3 ὃς οὐκ ἐδόλωσεν ἐν γλώσση̨ αὐτου̃ οὐδὲ ἐποίησεν τω̨̃ πλησίον αὐτου̃ κακὸν καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτου̃

14:4 ἐξουδένωται ἐνώπιον αὐτου̃ πονηρευόμενος τοὺς δὲ φοβουμένους κύριον δοξάζει ὁ ὀμνύων τω̨̃ πλησίον αὐτου̃ καὶ οὐκ ἀθετω̃ν

14:5 τὸ ἀργύριον αὐτου̃ οὐκ ἔδωκεν ἐπὶ τόκω̨ καὶ δω̃ρα ἐπ' ἀθώ̨οις οὐκ ἔλαβεν ὁ ποιω̃ν ταυ̃τα οὐ σαλευθήσεται εἰς τὸν αἰω̃να

15:1 στηλογραφία τω̨̃ Δαυιδ φύλαξόν με κύριε ὅτι ἐπὶ σοὶ ἤλπισα

15:2 εἰ̃πα τω̨̃ κυρίω̨ κύριός μου εἰ̃ σύ ὅτι τω̃ν ἀγαθω̃ν μου οὐ χρείαν ἔχεις

15:3 τοι̃ς ἁγίοις τοι̃ς ἐν τη̨̃ γη̨̃ αὐτου̃ ἐθαυμάστωσεν πάντα τὰ θελήματα αὐτου̃ ἐν αὐτοι̃ς

15:4 ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτω̃ν μετὰ ταυ̃τα ἐτάχυναν οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτω̃ν ἐξ αἱμάτων οὐδὲ μὴ μνησθω̃ τω̃ν ὀνομάτων αὐτω̃ν διὰ χειλέων μου

15:5 κύριος ἡ μερὶς τη̃ς κληρονομίας μου καὶ του̃ ποτηρίου μου σὺ εἰ̃ ὁ ἀποκαθιστω̃ν τὴν κληρονομίαν μου ἐμοί

15:6 σχοινία ἐπέπεσάν μοι ἐν τοι̃ς κρατίστοις καὶ γὰρ ἡ κληρονομία μου κρατίστη μοί ἐστιν

15:7 εὐλογήσω τὸν κύριον τὸν συνετίσαντά με ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου

15:8 προωρώμην τὸν κύριον ἐνώπιόν μου διὰ παντός ὅτι ἐκ δεξιω̃ν μού ἐστιν ἵνα μὴ σαλευθω̃

15:9 διὰ του̃το ηὐφράνθη ἡ καρδία μου καὶ ἠγαλλιάσατο ἡ γλω̃σσά μου ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ' ἐλπίδι

15:10 ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ἅ̨δην οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδει̃ν διαφθοράν

15:11 ἐγνώρισάς μοι ὁδοὺς ζωη̃ς πληρώσεις με εὐφροσύνης μετὰ του̃ προσώπου σου τερπνότητες ἐν τη̨̃ δεξια̨̃ σου εἰς τέλος

16:1 προσευχὴ του̃ Δαυιδ εἰσάκουσον κύριε τη̃ς δικαιοσύνης μου πρόσχες τη̨̃ δεήσει μου ἐνώτισαι τη̃ς προσευχη̃ς μου οὐκ ἐν χείλεσιν δολίοις

16:2 ἐκ προσώπου σου τὸ κρίμα μου ἐξέλθοι οἱ ὀφθαλμοί μου ἰδέτωσαν εὐθύτητας

16:3 ἐδοκίμασας τὴν καρδίαν μου ἐπεσκέψω νυκτός ἐπύρωσάς με καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία

16:4 ὅπως ἂν μὴ λαλήση̨ τὸ στόμα μου τὰ ἔργα τω̃ν ἀνθρώπων διὰ τοὺς λόγους τω̃ν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς

16:5 κατάρτισαι τὰ διαβήματά μου ἐν ται̃ς τρίβοις σου ἵνα μὴ σαλευθω̃σιν τὰ διαβήματά μου

16:6 ἐγὼ ἐκέκραξα ὅτι ἐπήκουσάς μου ὁ θεός κλι̃νον τὸ οὐ̃ς σου ἐμοὶ καὶ εἰσάκουσον τω̃ν ῥημάτων μου

16:7 θαυμάστωσον τὰ ἐλέη σου ὁ σώ̨ζων τοὺς ἐλπίζοντας ἐπὶ σὲ ἐκ τω̃ν ἀνθεστηκότων τη̨̃ δεξια̨̃ σου

16:8 φύλαξόν με ὡς κόραν ὀφθαλμου̃ ἐν σκέπη̨ τω̃ν πτερύγων σου σκεπάσεις με

16:9 ἀπὸ προσώπου ἀσεβω̃ν τω̃ν ταλαιπωρησάντων με οἱ ἐχθροί μου τὴν ψυχήν μου περιέσχον

16:10 τὸ στέαρ αὐτω̃ν συνέκλεισαν τὸ στόμα αὐτω̃ν ἐλάλησεν ὑπερηφανίαν

16:11 ἐκβάλλοντές με νυνὶ περιεκύκλωσάν με τοὺς ὀφθαλμοὺς αὐτω̃ν ἔθεντο ἐκκλι̃ναι ἐν τη̨̃ γη̨̃

16:12 ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν καὶ ὡσεὶ σκύμνος οἰκω̃ν ἐν ἀποκρύφοις

16:13 ἀνάστηθι κύριε πρόφθασον αὐτοὺς καὶ ὑποσκέλισον αὐτούς ῥυ̃σαι τὴν ψυχήν μου ἀπὸ ἀσεβου̃ς ῥομφαίαν σου ἀπὸ ἐχθρω̃ν τη̃ς χειρός σου

16:14 κύριε ἀπὸ ὀλίγων ἀπὸ γη̃ς διαμέρισον αὐτοὺς ἐν τη̨̃ ζωη̨̃ αὐτω̃ν καὶ τω̃ν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτω̃ν ἐχορτάσθησαν υἱω̃ν καὶ ἀφη̃καν τὰ κατάλοιπα τοι̃ς νηπίοις αὐτω̃ν

16:15 ἐγὼ δὲ ἐν δικαιοσύνη̨ ὀφθήσομαι τω̨̃ προσώπω̨ σου χορτασθήσομαι ἐν τω̨̃ ὀφθη̃ναι τὴν δόξαν σου

17:1 εἰς τὸ τέλος τω̨̃ παιδὶ κυρίου τω̨̃ Δαυιδ ἃ ἐλάλησεν τω̨̃ κυρίω̨ τοὺς λόγους τη̃ς ὠ̨δη̃ς ταύτης ἐν ἡμέρα̨ ἡ̨̃ ἐρρύσατο αὐτὸν κύριος ἐκ χειρὸς πάντων τω̃ν ἐχθρω̃ν αὐτου̃ καὶ ἐκ χειρὸς Σαουλ

17:2 καὶ εἰ̃πεν ἀγαπήσω σε κύριε ἡ ἰσχύς μου

17:3 κύριος στερέωμά μου καὶ καταφυγή μου καὶ ῥύστης μου ὁ θεός μου βοηθός μου καὶ ἐλπιω̃ ἐπ' αὐτόν ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου ἀντιλήμπτωρ μου

17:4 αἰνω̃ν ἐπικαλέσομαι κύριον καὶ ἐκ τω̃ν ἐχθρω̃ν μου σωθήσομαι

17:5 περιέσχον με ὠδι̃νες θανάτου καὶ χείμαρροι ἀνομίας ἐξετάραξάν με

17:6 ὠδι̃νες ἅ̨δου περιεκύκλωσάν με προέφθασάν με παγίδες θανάτου

17:7 καὶ ἐν τω̨̃ θλίβεσθαί με ἐπεκαλεσάμην τὸν κύριον καὶ πρὸς τὸν θεόν μου ἐκέκραξα ἤκουσεν ἐκ ναου̃ ἁγίου αὐτου̃ φωνη̃ς μου καὶ ἡ κραυγή μου ἐνώπιον αὐτου̃ εἰσελεύσεται εἰς τὰ ὠ̃τα αὐτου̃

17:8 καὶ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γη̃ καὶ τὰ θεμέλια τω̃ν ὀρέων ἐταράχθησαν καὶ ἐσαλεύθησαν ὅτι ὠργίσθη αὐτοι̃ς ὁ θεός

17:9 ἀνέβη καπνὸς ἐν ὀργη̨̃ αὐτου̃ καὶ πυ̃ρ ἀπὸ προσώπου αὐτου̃ κατεφλόγισεν ἄνθρακες ἀνήφθησαν ἀπ' αὐτου̃

17:10 καὶ ἔκλινεν οὐρανὸν καὶ κατέβη καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτου̃

17:11 καὶ ἐπέβη ἐπὶ χερουβιν καὶ ἐπετάσθη ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων

17:12 καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτου̃ κύκλω̨ αὐτου̃ ἡ σκηνὴ αὐτου̃ σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων

17:13 ἀπὸ τη̃ς τηλαυγήσεως ἐνώπιον αὐτου̃ αἱ νεφέλαι διη̃λθον χάλαζα καὶ ἄνθρακες πυρός

17:14 καὶ ἐβρόντησεν ἐξ οὐρανου̃ κύριος καὶ ὁ ὕψιστος ἔδωκεν φωνὴν αὐτου̃

17:15 καὶ ἐξαπέστειλεν βέλη καὶ ἐσκόρπισεν αὐτοὺς καὶ ἀστραπὰς ἐπλήθυνεν καὶ συνετάραξεν αὐτούς

17:16 καὶ ὤφθησαν αἱ πηγαὶ τω̃ν ὑδάτων καὶ ἀνεκαλύφθη τὰ θεμέλια τη̃ς οἰκουμένης ἀπὸ ἐπιτιμήσεώς σου κύριε ἀπὸ ἐμπνεύσεως πνεύματος ὀργη̃ς σου

17:17 ἐξαπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέν με προσελάβετό με ἐξ ὑδάτων πολλω̃ν

17:18 ῥύσεταί με ἐξ ἐχθρω̃ν μου δυνατω̃ν καὶ ἐκ τω̃ν μισούντων με ὅτι ἐστερεώθησαν ὑπὲρ ἐμέ

17:19 προέφθασάν με ἐν ἡμέρα̨ κακώσεώς μου καὶ ἐγένετο κύριος ἀντιστήριγμά μου

17:20 καὶ ἐξήγαγέν με εἰς πλατυσμόν ῥύσεταί με ὅτι ἠθέλησέν με ῥύσεταί με ἐξ ἐχθρω̃ν μου δυνατω̃ν καὶ ἐκ τω̃ν μισούντων με

17:21 καὶ ἀνταποδώσει μοι κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καθαριότητα τω̃ν χειρω̃ν μου ἀνταποδώσει μοι

17:22 ὅτι ἐφύλαξα τὰς ὁδοὺς κυρίου καὶ οὐκ ἠσέβησα ἀπὸ του̃ θεου̃ μου

17:23 ὅτι πάντα τὰ κρίματα αὐτου̃ ἐνώπιόν μου καὶ τὰ δικαιώματα αὐτου̃ οὐκ ἀπέστησα ἀπ' ἐμου̃

17:24 καὶ ἔσομαι ἄμωμος μετ' αὐτου̃ καὶ φυλάξομαι ἀπὸ τη̃ς ἀνομίας μου

17:25 καὶ ἀνταποδώσει μοι κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καθαριότητα τω̃ν χειρω̃ν μου ἐνώπιον τω̃ν ὀφθαλμω̃ν αὐτου̃

17:26 μετὰ ὁσίου ὁσιωθήση̨ καὶ μετὰ ἀνδρὸς ἀθώ̨ου ἀθω̨̃ος ἔση̨

17:27 καὶ μετὰ ἐκλεκτου̃ ἐκλεκτὸς ἔση̨ καὶ μετὰ στρεβλου̃ διαστρέψεις

17:28 ὅτι σὺ λαὸν ταπεινὸν σώσεις καὶ ὀφθαλμοὺς ὑπερηφάνων ταπεινώσεις

17:29 ὅτι σὺ φωτιει̃ς λύχνον μου κύριε ὁ θεός μου φωτιει̃ς τὸ σκότος μου

17:30 ὅτι ἐν σοὶ ῥυσθήσομαι ἀπὸ πειρατηρίου καὶ ἐν τω̨̃ θεω̨̃ μου ὑπερβήσομαι τει̃χος

17:31 ὁ θεός μου ἄμωμος ἡ ὁδὸς αὐτου̃ τὰ λόγια κυρίου πεπυρωμένα ὑπερασπιστής ἐστιν πάντων τω̃ν ἐλπιζόντων ἐπ' αὐτόν

17:32 ὅτι τίς θεὸς πλὴν του̃ κυρίου καὶ τίς θεὸς πλὴν του̃ θεου̃ ἡμω̃ν

17:33 ὁ θεὸς ὁ περιζωννύων με δύναμιν καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου

17:34 ὁ καταρτιζόμενος τοὺς πόδας μου ὡς ἐλάφου καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστω̃ν με

17:35 διδάσκων χει̃ράς μου εἰς πόλεμον καὶ ἔθου τόξον χαλκου̃ν τοὺς βραχίονάς μου

17:36 καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου καὶ ἡ δεξιά σου ἀντελάβετό μου καὶ ἡ παιδεία σου ἀνώρθωσέν με εἰς τέλος καὶ ἡ παιδεία σου αὐτή με διδάξει

17:37 ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου καὶ οὐκ ἠσθένησαν τὰ ἴχνη μου

17:38 καταδιώξω τοὺς ἐχθρούς μου καὶ καταλήμψομαι αὐτοὺς καὶ οὐκ ἀποστραφήσομαι ἕως ἂν ἐκλίπωσιν

17:39 ἐκθλίψω αὐτούς καὶ οὐ μὴ δύνωνται στη̃ναι πεσου̃νται ὑπὸ τοὺς πόδας μου

17:40 καὶ περιέζωσάς με δύναμιν εἰς πόλεμον συνεπόδισας πάντας τοὺς ἐπανιστανομένους ἐπ' ἐμὲ ὑποκάτω μου

17:41 καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νω̃τον καὶ τοὺς μισου̃ντάς με ἐξωλέθρευσας

17:42 ἐκέκραξαν καὶ οὐκ ἠ̃ν ὁ σώ̨ζων πρὸς κύριον καὶ οὐκ εἰσήκουσεν αὐτω̃ν

17:43 καὶ λεπτυνω̃ αὐτοὺς ὡς χου̃ν κατὰ πρόσωπον ἀνέμου ὡς πηλὸν πλατειω̃ν λεανω̃ αὐτούς

17:44 ῥύση̨ με ἐξ ἀντιλογιω̃ν λαου̃ καταστήσεις με εἰς κεφαλὴν ἐθνω̃ν λαός ὃν οὐκ ἔγνων ἐδούλευσέν μοι

17:45 εἰς ἀκοὴν ὠτίου ὑπήκουσέν μοι υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι

17:46 υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἀπὸ τω̃ν τρίβων αὐτω̃ν

17:47 ζη̨̃ κύριος καὶ εὐλογητὸς ὁ θεός μου καὶ ὑψωθήτω ὁ θεὸς τη̃ς σωτηρίας μου

17:48 ὁ θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοὶ καὶ ὑποτάξας λαοὺς ὑπ' ἐμέ

17:49 ὁ ῥύστης μου ἐξ ἐχθρω̃ν μου ὀργίλων ἀπὸ τω̃ν ἐπανιστανομένων ἐπ' ἐμὲ ὑψώσεις με ἀπὸ ἀνδρὸς ἀδίκου ῥύση̨ με

17:50 διὰ του̃το ἐξομολογήσομαί σοι ἐν ἔθνεσιν κύριε καὶ τω̨̃ ὀνόματί σου ψαλω̃

17:51 μεγαλύνων τὰς σωτηρίας του̃ βασιλέως αὐτου̃ καὶ ποιω̃ν ἔλεος τω̨̃ χριστω̨̃ αὐτου̃ τω̨̃ Δαυιδ καὶ τω̨̃ σπέρματι αὐτου̃ ἕως αἰω̃νος

18:1 εἰς τὸ τέλος ψαλμὸς τω̨̃ Δαυιδ

18:2 οἱ οὐρανοὶ διηγου̃νται δόξαν θεου̃ ποίησιν δὲ χειρω̃ν αὐτου̃ ἀναγγέλλει τὸ στερέωμα

18:3 ἡμέρα τη̨̃ ἡμέρα̨ ἐρεύγεται ῥη̃μα καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνω̃σιν

18:4 οὐκ εἰσὶν λαλιαὶ οὐδὲ λόγοι ὡ̃ν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτω̃ν

18:5 εἰς πα̃σαν τὴν γη̃ν ἐξη̃λθεν ὁ φθόγγος αὐτω̃ν καὶ εἰς τὰ πέρατα τη̃ς οἰκουμένης τὰ ῥήματα αὐτω̃ν ἐν τω̨̃ ἡλίω̨ ἔθετο τὸ σκήνωμα αὐτου̃

18:6 καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστου̃ αὐτου̃ ἀγαλλιάσεται ὡς γίγας δραμει̃ν ὁδὸν αὐτου̃

18:7 ἀπ' ἄκρου του̃ οὐρανου̃ ἡ ἔξοδος αὐτου̃ καὶ τὸ κατάντημα αὐτου̃ ἕως ἄκρου του̃ οὐρανου̃ καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτου̃

18:8 ὁ νόμος του̃ κυρίου ἄμωμος ἐπιστρέφων ψυχάς ἡ μαρτυρία κυρίου πιστή σοφίζουσα νήπια

18:9 τὰ δικαιώματα κυρίου εὐθει̃α εὐφραίνοντα καρδίαν ἡ ἐντολὴ κυρίου τηλαυγής φωτίζουσα ὀφθαλμούς

18:10 ὁ φόβος κυρίου ἁγνός διαμένων εἰς αἰω̃να αἰω̃νος τὰ κρίματα κυρίου ἀληθινά δεδικαιωμένα ἐπὶ τὸ αὐτό

18:11 ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον

18:12 καὶ γὰρ ὁ δου̃λός σου φυλάσσει αὐτά ἐν τω̨̃ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή

18:13 παραπτώματα τίς συνήσει ἐκ τω̃ν κρυφίων μου καθάρισόν με

18:14 καὶ ἀπὸ ἀλλοτρίων φει̃σαι του̃ δούλου σου ἐὰν μή μου κατακυριεύσωσιν τότε ἄμωμος ἔσομαι καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης

18:15 καὶ ἔσονται εἰς εὐδοκίαν τὰ λόγια του̃ στόματός μου καὶ ἡ μελέτη τη̃ς καρδίας μου ἐνώπιόν σου διὰ παντός κύριε βοηθέ μου καὶ λυτρωτά μου

19:1 εἰς τὸ τέλος ψαλμὸς τω̨̃ Δαυιδ

19:2 ἐπακούσαι σου κύριος ἐν ἡμέρα̨ θλίψεως ὑπερασπίσαι σου τὸ ὄνομα του̃ θεου̃ Ιακωβ

19:3 ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου καὶ ἐκ Σιων ἀντιλάβοιτό σου

19:4 μνησθείη πάσης θυσίας σου καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω διάψαλμα

19:5 δώ̨η σοι κατὰ τὴν καρδίαν σου καὶ πα̃σαν τὴν βουλήν σου πληρώσαι

19:6 ἀγαλλιασόμεθα ἐν τω̨̃ σωτηρίω̨ σου καὶ ἐν ὀνόματι θεου̃ ἡμω̃ν μεγαλυνθησόμεθα πληρώσαι κύριος πάντα τὰ αἰτήματά σου

19:7 νυ̃ν ἔγνων ὅτι ἔσωσεν κύριος τὸν χριστὸν αὐτου̃ ἐπακούσεται αὐτου̃ ἐξ οὐρανου̃ ἁγίου αὐτου̃ ἐν δυναστείαις ἡ σωτηρία τη̃ς δεξια̃ς αὐτου̃

19:8 οὑ̃τοι ἐν ἅρμασιν καὶ οὑ̃τοι ἐν ἵπποις ἡμει̃ς δὲ ἐν ὀνόματι κυρίου θεου̃ ἡμω̃ν μεγαλυνθησόμεθα

19:9 αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν ἡμει̃ς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν

19:10 κύριε σω̃σον τὸν βασιλέα σου καὶ ἐπάκουσον ἡμω̃ν ἐν ἡ̨̃ ἂν ἡμέρα̨ ἐπικαλεσώμεθά σε

20:1 εἰς τὸ τέλος ψαλμὸς τω̨̃ Δαυιδ

20:2 κύριε ἐν τη̨̃ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεὺς καὶ ἐπὶ τω̨̃ σωτηρίω̨ σου ἀγαλλιάσεται σφόδρα

20:3 τὴν ἐπιθυμίαν τη̃ς ψυχη̃ς αὐτου̃ ἔδωκας αὐτω̨̃ καὶ τὴν θέλησιν τω̃ν χειλέων αὐτου̃ οὐκ ἐστέρησας αὐτόν διάψαλμα

20:4 ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτου̃ στέφανον ἐκ λίθου τιμίου

20:5 ζωὴν ἠ̨τήσατό σε καὶ ἔδωκας αὐτω̨̃ μακρότητα ἡμερω̃ν εἰς αἰω̃να αἰω̃νος

20:6 μεγάλη ἡ δόξα αὐτου̃ ἐν τω̨̃ σωτηρίω̨ σου δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ' αὐτόν

20:7 ὅτι δώσεις αὐτω̨̃ εὐλογίαν εἰς αἰω̃να αἰω̃νος εὐφρανει̃ς αὐτὸν ἐν χαρα̨̃ μετὰ του̃ προσώπου σου

20:8 ὅτι ὁ βασιλεὺς ἐλπίζει ἐπὶ κύριον καὶ ἐν τω̨̃ ἐλέει του̃ ὑψίστου οὐ μὴ σαλευθη̨̃

20:9 εὑρεθείη ἡ χείρ σου πα̃σιν τοι̃ς ἐχθροι̃ς σου ἡ δεξιά σου εὕροι πάντας τοὺς μισου̃ντάς σε

20:10 θήσεις αὐτοὺς ὡς κλίβανον πυρὸς εἰς καιρὸν του̃ προσώπου σου κύριος ἐν ὀργη̨̃ αὐτου̃ συνταράξει αὐτούς καὶ καταφάγεται αὐτοὺς πυ̃ρ

20:11 τὸν καρπὸν αὐτω̃ν ἀπὸ γη̃ς ἀπολει̃ς καὶ τὸ σπέρμα αὐτω̃ν ἀπὸ υἱω̃ν ἀνθρώπων

20:12 ὅτι ἔκλιναν εἰς σὲ κακά διελογίσαντο βουλήν ἣν οὐ μὴ δύνωνται στη̃σαι

20:13 ὅτι θήσεις αὐτοὺς νω̃τον ἐν τοι̃ς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτω̃ν

20:14 ὑψώθητι κύριε ἐν τη̨̃ δυνάμει σου ἄ̨σομεν καὶ ψαλου̃μεν τὰς δυναστείας σου

21:1 εἰς τὸ τέλος ὑπὲρ τη̃ς ἀντιλήμψεως τη̃ς ἑωθινη̃ς ψαλμὸς τω̨̃ Δαυιδ

21:2 ὁ θεὸς ὁ θεός μου πρόσχες μοι ἵνα τί ἐγκατέλιπές με μακρὰν ἀπὸ τη̃ς σωτηρίας μου οἱ λόγοι τω̃ν παραπτωμάτων μου

21:3 ὁ θεός μου κεκράξομαι ἡμέρας καὶ οὐκ εἰσακούση̨ καὶ νυκτός καὶ οὐκ εἰς ἄνοιαν ἐμοί

21:4 σὺ δὲ ἐν ἁγίοις κατοικει̃ς ὁ ἔπαινος Ισραηλ

21:5 ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμω̃ν ἤλπισαν καὶ ἐρρύσω αὐτούς

21:6 πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώθησαν ἐπὶ σοὶ ἤλπισαν καὶ οὐ κατη̨σχύνθησαν

21:7 ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος ὄνειδος ἀνθρώπου καὶ ἐξουδένημα λαου̃

21:8 πάντες οἱ θεωρου̃ντές με ἐξεμυκτήρισάν με ἐλάλησαν ἐν χείλεσιν ἐκίνησαν κεφαλήν

21:9 ἤλπισεν ἐπὶ κύριον ῥυσάσθω αὐτόν σωσάτω αὐτόν ὅτι θέλει αὐτόν

21:10 ὅτι σὺ εἰ̃ ὁ ἐκσπάσας με ἐκ γαστρός ἡ ἐλπίς μου ἀπὸ μαστω̃ν τη̃ς μητρός μου

21:11 ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας ἐκ κοιλίας μητρός μου θεός μου εἰ̃ σύ

21:12 μὴ ἀποστη̨̃ς ἀπ' ἐμου̃ ὅτι θλι̃ψις ἐγγύς ὅτι οὐκ ἔστιν ὁ βοηθω̃ν

21:13 περιεκύκλωσάν με μόσχοι πολλοί ταυ̃ροι πίονες περιέσχον με

21:14 ἤνοιξαν ἐπ' ἐμὲ τὸ στόμα αὐτω̃ν ὡς λέων ὁ ἁρπάζων καὶ ὠρυόμενος

21:15 ὡσεὶ ὕδωρ ἐξεχύθην καὶ διεσκορπίσθη πάντα τὰ ὀστα̃ μου ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσω̨ τη̃ς κοιλίας μου

21:16 ἐξηράνθη ὡς ὄστρακον ἡ ἰσχύς μου καὶ ἡ γλω̃σσά μου κεκόλληται τω̨̃ λάρυγγί μου καὶ εἰς χου̃ν θανάτου κατήγαγές με

21:17 ὅτι ἐκύκλωσάν με κύνες πολλοί συναγωγὴ πονηρευομένων περιέσχον με ὤρυξαν χει̃ράς μου καὶ πόδας

21:18 ἐξηρίθμησα πάντα τὰ ὀστα̃ μου αὐτοὶ δὲ κατενόησαν καὶ ἐπει̃δόν με

21:19 διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοι̃ς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλη̃ρον

21:20 σὺ δέ κύριε μὴ μακρύνη̨ς τὴν βοήθειάν μου εἰς τὴν ἀντίλημψίν μου πρόσχες

21:21 ῥυ̃σαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενη̃ μου

21:22 σω̃σόν με ἐκ στόματος λέοντος καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου

21:23 διηγήσομαι τὸ ὄνομά σου τοι̃ς ἀδελφοι̃ς μου ἐν μέσω̨ ἐκκλησίας ὑμνήσω σε

21:24 οἱ φοβούμενοι κύριον αἰνέσατε αὐτόν ἅπαν τὸ σπέρμα Ιακωβ δοξάσατε αὐτόν φοβηθήτωσαν αὐτὸν ἅπαν τὸ σπέρμα Ισραηλ

21:25 ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισεν τη̨̃ δεήσει του̃ πτωχου̃ οὐδὲ ἀπέστρεψεν τὸ πρόσωπον αὐτου̃ ἀπ' ἐμου̃ καὶ ἐν τω̨̃ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέν μου

21:26 παρὰ σου̃ ὁ ἔπαινός μου ἐν ἐκκλησία̨ μεγάλη̨ τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τω̃ν φοβουμένων αὐτόν

21:27 φάγονται πένητες καὶ ἐμπλησθήσονται καὶ αἰνέσουσιν κύριον οἱ ἐκζητου̃ντες αὐτόν ζήσονται αἱ καρδίαι αὐτω̃ν εἰς αἰω̃να αἰω̃νος

21:28 μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τη̃ς γη̃ς καὶ προσκυνήσουσιν ἐνώπιόν σου πα̃σαι αἱ πατριαὶ τω̃ν ἐθνω̃ν

21:29 ὅτι του̃ κυρίου ἡ βασιλεία καὶ αὐτὸς δεσπόζει τω̃ν ἐθνω̃ν

21:30 ἔφαγον καὶ προσεκύνησαν πάντες οἱ πίονες τη̃ς γη̃ς ἐνώπιον αὐτου̃ προπεσου̃νται πάντες οἱ καταβαίνοντες εἰς τὴν γη̃ν καὶ ἡ ψυχή μου αὐτω̨̃ ζη̨̃

21:31 καὶ τὸ σπέρμα μου δουλεύσει αὐτω̨̃ ἀναγγελήσεται τω̨̃ κυρίω̨ γενεὰ ἡ ἐρχομένη

21:32 καὶ ἀναγγελου̃σιν τὴν δικαιοσύνην αὐτου̃ λαω̨̃ τω̨̃ τεχθησομένω̨ ὅτι ἐποίησεν ὁ κύριος

22:1 ψαλμὸς τω̨̃ Δαυιδ κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει

22:2 εἰς τόπον χλόης ἐκει̃ με κατεσκήνωσεν ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέν με

22:3 τὴν ψυχήν μου ἐπέστρεψεν ὡδήγησέν με ἐπὶ τρίβους δικαιοσύνης ἕνεκεν του̃ ὀνόματος αὐτου̃

22:4 ἐὰν γὰρ καὶ πορευθω̃ ἐν μέσω̨ σκια̃ς θανάτου οὐ φοβηθήσομαι κακά ὅτι σὺ μετ' ἐμου̃ εἰ̃ ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου αὐταί με παρεκάλεσαν

22:5 ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τω̃ν θλιβόντων με ἐλίπανας ἐν ἐλαίω̨ τὴν κεφαλήν μου καὶ τὸ ποτήριόν σου μεθύσκον ὡς κράτιστον

22:6 καὶ τὸ ἔλεός σου καταδιώξεταί με πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς μου καὶ τὸ κατοικει̃ν με ἐν οἴκω̨ κυρίου εἰς μακρότητα ἡμερω̃ν

23:1 ψαλμὸς τω̨̃ Δαυιδ τη̃ς μια̃ς σαββάτων του̃ κυρίου ἡ γη̃ καὶ τὸ πλήρωμα αὐτη̃ς ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικου̃ντες ἐν αὐτη̨̃

23:2 αὐτὸς ἐπὶ θαλασσω̃ν ἐθεμελίωσεν αὐτὴν καὶ ἐπὶ ποταμω̃ν ἡτοίμασεν αὐτήν

23:3 τίς ἀναβήσεται εἰς τὸ ὄρος του̃ κυρίου καὶ τίς στήσεται ἐν τόπω̨ ἁγίω̨ αὐτου̃

23:4 ἀθω̨̃ος χερσὶν καὶ καθαρὸς τη̨̃ καρδία̨ ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίω̨ τὴν ψυχὴν αὐτου̃ καὶ οὐκ ὤμοσεν ἐπὶ δόλω̨ τω̨̃ πλησίον αὐτου̃

23:5 οὑ̃τος λήμψεται εὐλογίαν παρὰ κυρίου καὶ ἐλεημοσύνην παρὰ θεου̃ σωτη̃ρος αὐτου̃

23:6 αὕτη ἡ γενεὰ ζητούντων αὐτόν ζητούντων τὸ πρόσωπον του̃ θεου̃ Ιακωβ διάψαλμα

23:7 ἄρατε πύλας οἱ ἄρχοντες ὑμω̃ν καὶ ἐπάρθητε πύλαι αἰώνιοι καὶ εἰσελεύσεται ὁ βασιλεὺς τη̃ς δόξης

23:8 τίς ἐστιν οὑ̃τος ὁ βασιλεὺς τη̃ς δόξης κύριος κραταιὸς καὶ δυνατός κύριος δυνατὸς ἐν πολέμω̨

23:9 ἄρατε πύλας οἱ ἄρχοντες ὑμω̃ν καὶ ἐπάρθητε πύλαι αἰώνιοι καὶ εἰσελεύσεται ὁ βασιλεὺς τη̃ς δόξης

23:10 τίς ἐστιν οὑ̃τος ὁ βασιλεὺς τη̃ς δόξης κύριος τω̃ν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τη̃ς δόξης

24:1 ψαλμὸς τω̨̃ Δαυιδ πρὸς σέ κύριε ἠ̃ρα τὴν ψυχήν μου ὁ θεός μου

24:2 ἐπὶ σοὶ πέποιθα μὴ καταισχυνθείην μηδὲ καταγελασάτωσάν μου οἱ ἐχθροί μου

24:3 καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθω̃σιν αἰσχυνθήτωσαν πάντες οἱ ἀνομου̃ντες διὰ κενη̃ς

24:4 τὰς ὁδούς σου κύριε γνώρισόν μοι καὶ τὰς τρίβους σου δίδαξόν με

24:5 ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου καὶ δίδαξόν με ὅτι σὺ εἰ̃ ὁ θεὸς ὁ σωτήρ μου καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν

24:6 μνήσθητι τω̃ν οἰκτιρμω̃ν σου κύριε καὶ τὰ ἐλέη σου ὅτι ἀπὸ του̃ αἰω̃νός εἰσιν

24:7 ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθη̨̃ς κατὰ τὸ ἔλεός σου μνήσθητί μου σὺ ἕνεκα τη̃ς χρηστότητός σου κύριε

24:8 χρηστὸς καὶ εὐθὴς ὁ κύριος διὰ του̃το νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδω̨̃

24:9 ὁδηγήσει πραει̃ς ἐν κρίσει διδάξει πραει̃ς ὁδοὺς αὐτου̃

24:10 πα̃σαι αἱ ὁδοὶ κυρίου ἔλεος καὶ ἀλήθεια τοι̃ς ἐκζητου̃σιν τὴν διαθήκην αὐτου̃ καὶ τὰ μαρτύρια αὐτου̃

24:11 ἕνεκα του̃ ὀνόματός σου κύριε καὶ ἱλάση̨ τη̨̃ ἁμαρτία̨ μου πολλὴ γάρ ἐστιν

24:12 τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν κύριον νομοθετήσει αὐτω̨̃ ἐν ὁδω̨̃ ἡ̨̃ ἡ̨ρετίσατο

24:13 ἡ ψυχὴ αὐτου̃ ἐν ἀγαθοι̃ς αὐλισθήσεται καὶ τὸ σπέρμα αὐτου̃ κληρονομήσει γη̃ν

24:14 κραταίωμα κύριος τω̃ν φοβουμένων αὐτόν καὶ τὸ ὄνομα κυρίου τω̃ν φοβουμένων αὐτόν καὶ ἡ διαθήκη αὐτου̃ του̃ δηλω̃σαι αὐτοι̃ς

24:15 οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν κύριον ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου

24:16 ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ

24:17 αἱ θλίψεις τη̃ς καρδίας μου ἐπλατύνθησαν ἐκ τω̃ν ἀναγκω̃ν μου ἐξάγαγέ με

24:18 ἰδὲ τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου

24:19 ἰδὲ τοὺς ἐχθρούς μου ὅτι ἐπληθύνθησαν καὶ μι̃σος ἄδικον ἐμίσησάν με

24:20 φύλαξον τὴν ψυχήν μου καὶ ῥυ̃σαί με μὴ καταισχυνθείην ὅτι ἤλπισα ἐπὶ σέ

24:21 ἄκακοι καὶ εὐθει̃ς ἐκολλω̃ντό μοι ὅτι ὑπέμεινά σε κύριε

24:22 λύτρωσαι ὁ θεός τὸν Ισραηλ ἐκ πασω̃ν τω̃ν θλίψεων αὐτου̃

25:1 του̃ Δαυιδ κρι̃νόν με κύριε ὅτι ἐγὼ ἐν ἀκακία̨ μου ἐπορεύθην καὶ ἐπὶ τω̨̃ κυρίω̨ ἐλπίζων οὐ μὴ ἀσθενήσω

25:2 δοκίμασόν με κύριε καὶ πείρασόν με πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου

25:3 ὅτι τὸ ἔλεός σου κατέναντι τω̃ν ὀφθαλμω̃ν μού ἐστιν καὶ εὐηρέστησα ἐν τη̨̃ ἀληθεία̨ σου

25:4 οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω

25:5 ἐμίσησα ἐκκλησίαν πονηρευομένων καὶ μετὰ ἀσεβω̃ν οὐ μὴ καθίσω

25:6 νίψομαι ἐν ἀθώ̨οις τὰς χει̃ράς μου καὶ κυκλώσω τὸ θυσιαστήριόν σου κύριε

25:7 του̃ ἀκου̃σαι φωνὴν αἰνέσεως καὶ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου

25:8 κύριε ἠγάπησα εὐπρέπειαν οἴκου σου καὶ τόπον σκηνώματος δόξης σου

25:9 μὴ συναπολέση̨ς μετὰ ἀσεβω̃ν τὴν ψυχήν μου καὶ μετὰ ἀνδρω̃ν αἱμάτων τὴν ζωήν μου

25:10 ὡ̃ν ἐν χερσὶν ἀνομίαι ἡ δεξιὰ αὐτω̃ν ἐπλήσθη δώρων

25:11 ἐγὼ δὲ ἐν ἀκακία̨ μου ἐπορεύθην λύτρωσαί με καὶ ἐλέησόν με

25:12 ὁ γὰρ πούς μου ἔστη ἐν εὐθύτητι ἐν ἐκκλησίαις εὐλογήσω σε κύριε

26:1 του̃ Δαυιδ πρὸ του̃ χρισθη̃ναι κύριος φωτισμός μου καὶ σωτήρ μου τίνα φοβηθήσομαι κύριος ὑπερασπιστὴς τη̃ς ζωη̃ς μου ἀπὸ τίνος δειλιάσω

26:2 ἐν τω̨̃ ἐγγίζειν ἐπ' ἐμὲ κακου̃ντας του̃ φαγει̃ν τὰς σάρκας μου οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν

26:3 ἐὰν παρατάξηται ἐπ' ἐμὲ παρεμβολή οὐ φοβηθήσεται ἡ καρδία μου ἐὰν ἐπαναστη̨̃ ἐπ' ἐμὲ πόλεμος ἐν ταύτη̨ ἐγὼ ἐλπίζω

26:4 μίαν ἠ̨τησάμην παρὰ κυρίου ταύτην ἐκζητήσω του̃ κατοικει̃ν με ἐν οἴκω̨ κυρίου πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς μου του̃ θεωρει̃ν με τὴν τερπνότητα του̃ κυρίου καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτου̃

26:5 ὅτι ἔκρυψέν με ἐν σκηνη̨̃ ἐν ἡμέρα̨ κακω̃ν μου ἐσκέπασέν με ἐν ἀποκρύφω̨ τη̃ς σκηνη̃ς αὐτου̃ ἐν πέτρα̨ ὕψωσέν με

26:6 καὶ νυ̃ν ἰδοὺ ὕψωσεν τὴν κεφαλήν μου ἐπ' ἐχθρούς μου ἐκύκλωσα καὶ ἔθυσα ἐν τη̨̃ σκηνη̨̃ αὐτου̃ θυσίαν ἀλαλαγμου̃ ἄ̨σομαι καὶ ψαλω̃ τω̨̃ κυρίω̨

26:7 εἰσάκουσον κύριε τη̃ς φωνη̃ς μου ἡ̃ς ἐκέκραξα ἐλέησόν με καὶ εἰσάκουσόν μου

26:8 σοὶ εἰ̃πεν ἡ καρδία μου ἐζήτησεν τὸ πρόσωπόν μου τὸ πρόσωπόν σου κύριε ζητήσω

26:9 μὴ ἀποστρέψη̨ς τὸ πρόσωπόν σου ἀπ' ἐμου̃ μὴ ἐκκλίνη̨ς ἐν ὀργη̨̃ ἀπὸ του̃ δούλου σου βοηθός μου γενου̃ μὴ ἀποσκορακίση̨ς με καὶ μὴ ἐγκαταλίπη̨ς με ὁ θεὸς ὁ σωτήρ μου

26:10 ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με ὁ δὲ κύριος προσελάβετό με

26:11 νομοθέτησόν με κύριε τη̨̃ ὁδω̨̃ σου καὶ ὁδήγησόν με ἐν τρίβω̨ εὐθεία̨ ἕνεκα τω̃ν ἐχθρω̃ν μου

26:12 μὴ παραδω̨̃ς με εἰς ψυχὰς θλιβόντων με ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτη̨̃

26:13 πιστεύω του̃ ἰδει̃ν τὰ ἀγαθὰ κυρίου ἐν γη̨̃ ζώντων

26:14 ὑπόμεινον τὸν κύριον ἀνδρίζου καὶ κραταιούσθω ἡ καρδία σου καὶ ὑπόμεινον τὸν κύριον

27:1 του̃ Δαυιδ πρὸς σέ κύριε ἐκέκραξα ὁ θεός μου μὴ παρασιωπήση̨ς ἀπ' ἐμου̃ μήποτε παρασιωπήση̨ς ἀπ' ἐμου̃ καὶ ὁμοιωθήσομαι τοι̃ς καταβαίνουσιν εἰς λάκκον

27:2 εἰσάκουσον τη̃ς φωνη̃ς τη̃ς δεήσεώς μου ἐν τω̨̃ δέεσθαί με πρὸς σέ ἐν τω̨̃ με αἴρειν χει̃ράς μου πρὸς ναὸν ἅγιόν σου

27:3 μὴ συνελκύση̨ς μετὰ ἁμαρτωλω̃ν τὴν ψυχήν μου καὶ μετὰ ἐργαζομένων ἀδικίαν μὴ συναπολέση̨ς με τω̃ν λαλούντων εἰρήνην μετὰ τω̃ν πλησίον αὐτω̃ν κακὰ δὲ ἐν ται̃ς καρδίαις αὐτω̃ν

27:4 δὸς αὐτοι̃ς κατὰ τὰ ἔργα αὐτω̃ν καὶ κατὰ τὴν πονηρίαν τω̃ν ἐπιτηδευμάτων αὐτω̃ν κατὰ τὰ ἔργα τω̃ν χειρω̃ν αὐτω̃ν δὸς αὐτοι̃ς ἀπόδος τὸ ἀνταπόδομα αὐτω̃ν αὐτοι̃ς

27:5 ὅτι οὐ συνη̃καν εἰς τὰ ἔργα κυρίου καὶ εἰς τὰ ἔργα τω̃ν χειρω̃ν αὐτου̃ καθελει̃ς αὐτοὺς καὶ οὐ μὴ οἰκοδομήσεις αὐτούς

27:6 εὐλογητὸς κύριος ὅτι εἰσήκουσεν τη̃ς φωνη̃ς τη̃ς δεήσεώς μου

27:7 κύριος βοηθός μου καὶ ὑπερασπιστής μου ἐπ' αὐτω̨̃ ἤλπισεν ἡ καρδία μου καὶ ἐβοηθήθην καὶ ἀνέθαλεν ἡ σάρξ μου καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτω̨̃

27:8 κύριος κραταίωμα του̃ λαου̃ αὐτου̃ καὶ ὑπερασπιστὴς τω̃ν σωτηρίων του̃ χριστου̃ αὐτου̃ ἐστιν

27:9 σω̃σον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου καὶ ποίμανον αὐτοὺς καὶ ἔπαρον αὐτοὺς ἕως του̃ αἰω̃νος

28:1 ψαλμὸς τω̨̃ Δαυιδ ἐξοδίου σκηνη̃ς ἐνέγκατε τω̨̃ κυρίω̨ υἱοὶ θεου̃ ἐνέγκατε τω̨̃ κυρίω̨ υἱοὺς κριω̃ν ἐνέγκατε τω̨̃ κυρίω̨ δόξαν καὶ τιμήν

28:2 ἐνέγκατε τω̨̃ κυρίω̨ δόξαν ὀνόματι αὐτου̃ προσκυνήσατε τω̨̃ κυρίω̨ ἐν αὐλη̨̃ ἁγία̨ αὐτου̃

28:3 φωνὴ κυρίου ἐπὶ τω̃ν ὑδάτων ὁ θεὸς τη̃ς δόξης ἐβρόντησεν κύριος ἐπὶ ὑδάτων πολλω̃ν

28:4 φωνὴ κυρίου ἐν ἰσχύι φωνὴ κυρίου ἐν μεγαλοπρεπεία̨

28:5 φωνὴ κυρίου συντρίβοντος κέδρους καὶ συντρίψει κύριος τὰς κέδρους του̃ Λιβάνου

28:6 καὶ λεπτυνει̃ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων

28:7 φωνὴ κυρίου διακόπτοντος φλόγα πυρός

28:8 φωνὴ κυρίου συσσείοντος ἔρημον καὶ συσσείσει κύριος τὴν ἔρημον Καδης

28:9 φωνὴ κυρίου καταρτιζομένου ἐλάφους καὶ ἀποκαλύψει δρυμούς καὶ ἐν τω̨̃ ναω̨̃ αὐτου̃ πα̃ς τις λέγει δόξαν

28:10 κύριος τὸν κατακλυσμὸν κατοικιει̃ καὶ καθίεται κύριος βασιλεὺς εἰς τὸν αἰω̃να

28:11 κύριος ἰσχὺν τω̨̃ λαω̨̃ αὐτου̃ δώσει κύριος εὐλογήσει τὸν λαὸν αὐτου̃ ἐν εἰρήνη̨

29:1 εἰς τὸ τέλος ψαλμὸς ὠ̨δη̃ς του̃ ἐγκαινισμου̃ του̃ οἴκου τω̨̃ Δαυιδ

29:2 ὑψώσω σε κύριε ὅτι ὑπέλαβές με καὶ οὐκ ηὔφρανας τοὺς ἐχθρούς μου ἐπ' ἐμέ

29:3 κύριε ὁ θεός μου ἐκέκραξα πρὸς σέ καὶ ἰάσω με

29:4 κύριε ἀνήγαγες ἐξ ἅ̨δου τὴν ψυχήν μου ἔσωσάς με ἀπὸ τω̃ν καταβαινόντων εἰς λάκκον

29:5 ψάλατε τω̨̃ κυρίω̨ οἱ ὅσιοι αὐτου̃ καὶ ἐξομολογει̃σθε τη̨̃ μνήμη̨ τη̃ς ἁγιωσύνης αὐτου̃

29:6 ὅτι ὀργὴ ἐν τω̨̃ θυμω̨̃ αὐτου̃ καὶ ζωὴ ἐν τω̨̃ θελήματι αὐτου̃ τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς καὶ εἰς τὸ πρωὶ ἀγαλλίασις

29:7 ἐγὼ δὲ εἰ̃πα ἐν τη̨̃ εὐθηνία̨ μου οὐ μὴ σαλευθω̃ εἰς τὸν αἰω̃να

29:8 κύριε ἐν τω̨̃ θελήματί σου παρέσχου τω̨̃ κάλλει μου δύναμιν ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου καὶ ἐγενήθην τεταραγμένος

29:9 πρὸς σέ κύριε κεκράξομαι καὶ πρὸς τὸν θεόν μου δεηθήσομαι

29:10 τίς ὠφέλεια ἐν τω̨̃ αἵματί μου ἐν τω̨̃ καταβη̃ναί με εἰς διαφθοράν μὴ ἐξομολογήσεταί σοι χου̃ς ἢ ἀναγγελει̃ τὴν ἀλήθειάν σου

29:11 ἤκουσεν κύριος καὶ ἠλέησέν με κύριος ἐγενήθη βοηθός μου

29:12 ἔστρεψας τὸν κοπετόν μου εἰς χορὸν ἐμοί διέρρηξας τὸν σάκκον μου καὶ περιέζωσάς με εὐφροσύνην

29:13 ὅπως ἂν ψάλη̨ σοι ἡ δόξα μου καὶ οὐ μὴ κατανυγω̃ κύριε ὁ θεός μου εἰς τὸν αἰω̃να ἐξομολογήσομαί σοι

30:1 εἰς τὸ τέλος ψαλμὸς τω̨̃ Δαυιδ ἐκστάσεως

30:2 ἐπὶ σοί κύριε ἤλπισα μὴ καταισχυνθείην εἰς τὸν αἰω̃να ἐν τη̨̃ δικαιοσύνη̨ σου ῥυ̃σαί με καὶ ἐξελου̃ με

30:3 κλι̃νον πρός με τὸ οὐ̃ς σου τάχυνον του̃ ἐξελέσθαι με γενου̃ μοι εἰς θεὸν ὑπερασπιστὴν καὶ εἰς οἰ̃κον καταφυγη̃ς του̃ σω̃σαί με

30:4 ὅτι κραταίωμά μου καὶ καταφυγή μου εἰ̃ σὺ καὶ ἕνεκεν του̃ ὀνόματός σου ὁδηγήσεις με καὶ διαθρέψεις με

30:5 ἐξάξεις με ἐκ παγίδος ταύτης ἡ̃ς ἔκρυψάν μοι ὅτι σὺ εἰ̃ ὁ ὑπερασπιστής μου

30:6 εἰς χει̃ράς σου παραθήσομαι τὸ πνευ̃μά μου ἐλυτρώσω με κύριε ὁ θεὸς τη̃ς ἀληθείας

30:7 ἐμίσησας τοὺς διαφυλάσσοντας ματαιότητας διὰ κενη̃ς ἐγὼ δὲ ἐπὶ τω̨̃ κυρίω̨ ἤλπισα

30:8 ἀγαλλιάσομαι καὶ εὐφρανθήσομαι ἐπὶ τω̨̃ ἐλέει σου ὅτι ἐπει̃δες τὴν ταπείνωσίν μου ἔσωσας ἐκ τω̃ν ἀναγκω̃ν τὴν ψυχήν μου

30:9 καὶ οὐ συνέκλεισάς με εἰς χει̃ρας ἐχθρου̃ ἔστησας ἐν εὐρυχώρω̨ τοὺς πόδας μου

30:10 ἐλέησόν με κύριε ὅτι θλίβομαι ἐταράχθη ἐν θυμω̨̃ ὁ ὀφθαλμός μου ἡ ψυχή μου καὶ ἡ γαστήρ μου

30:11 ὅτι ἐξέλιπεν ἐν ὀδύνη̨ ἡ ζωή μου καὶ τὰ ἔτη μου ἐν στεναγμοι̃ς ἠσθένησεν ἐν πτωχεία̨ ἡ ἰσχύς μου καὶ τὰ ὀστα̃ μου ἐταράχθησαν

30:12 παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος καὶ τοι̃ς γείτοσίν μου σφόδρα καὶ φόβος τοι̃ς γνωστοι̃ς μου οἱ θεωρου̃ντές με ἔξω ἔφυγον ἀπ' ἐμου̃

30:13 ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας ἐγενήθην ὡσεὶ σκευ̃ος ἀπολωλός

30:14 ὅτι ἤκουσα ψόγον πολλω̃ν παροικούντων κυκλόθεν ἐν τω̨̃ ἐπισυναχθη̃ναι αὐτοὺς ἅμα ἐπ' ἐμὲ του̃ λαβει̃ν τὴν ψυχήν μου ἐβουλεύσαντο

30:15 ἐγὼ δὲ ἐπὶ σὲ ἤλπισα κύριε εἰ̃πα σὺ εἰ̃ ὁ θεός μου

30:16 ἐν ται̃ς χερσίν σου οἱ καιροί μου ῥυ̃σαί με ἐκ χειρὸς ἐχθρω̃ν μου καὶ ἐκ τω̃ν καταδιωκόντων με

30:17 ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δου̃λόν σου σω̃σόν με ἐν τω̨̃ ἐλέει σου

30:18 κύριε μὴ καταισχυνθείην ὅτι ἐπεκαλεσάμην σε αἰσχυνθείησαν οἱ ἀσεβει̃ς καὶ καταχθείησαν εἰς ἅ̨δου

30:19 ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια τὰ λαλου̃ντα κατὰ του̃ δικαίου ἀνομίαν ἐν ὑπερηφανία̨ καὶ ἐξουδενώσει

30:20 ὡς πολὺ τὸ πλη̃θος τη̃ς χρηστότητός σου κύριε ἡ̃ς ἔκρυψας τοι̃ς φοβουμένοις σε ἐξειργάσω τοι̃ς ἐλπίζουσιν ἐπὶ σὲ ἐναντίον τω̃ν υἱω̃ν τω̃ν ἀνθρώπων

30:21 κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφω̨ του̃ προσώπου σου ἀπὸ ταραχη̃ς ἀνθρώπων σκεπάσεις αὐτοὺς ἐν σκηνη̨̃ ἀπὸ ἀντιλογίας γλωσσω̃ν

30:22 εὐλογητὸς κύριος ὅτι ἐθαυμάστωσεν τὸ ἔλεος αὐτου̃ ἐν πόλει περιοχη̃ς

30:23 ἐγὼ δὲ εἰ̃πα ἐν τη̨̃ ἐκστάσει μου ἀπέρριμμαι ἄρα ἀπὸ προσώπου τω̃ν ὀφθαλμω̃ν σου διὰ του̃το εἰσήκουσας τη̃ς φωνη̃ς τη̃ς δεήσεώς μου ἐν τω̨̃ κεκραγέναι με πρὸς σέ

30:24 ἀγαπήσατε τὸν κύριον πάντες οἱ ὅσιοι αὐτου̃ ὅτι ἀληθείας ἐκζητει̃ κύριος καὶ ἀνταποδίδωσιν τοι̃ς περισσω̃ς ποιου̃σιν ὑπερηφανίαν

30:25 ἀνδρίζεσθε καὶ κραταιούσθω ἡ καρδία ὑμω̃ν πάντες οἱ ἐλπίζοντες ἐπὶ κύριον

31:1 τω̨̃ Δαυιδ συνέσεως μακάριοι ὡ̃ν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὡ̃ν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι

31:2 μακάριος ἀνήρ οὑ̃ οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν οὐδὲ ἔστιν ἐν τω̨̃ στόματι αὐτου̃ δόλος

31:3 ὅτι ἐσίγησα ἐπαλαιώθη τὰ ὀστα̃ μου ἀπὸ του̃ κράζειν με ὅλην τὴν ἡμέραν

31:4 ὅτι ἡμέρας καὶ νυκτὸς ἐβαρύνθη ἐπ' ἐμὲ ἡ χείρ σου ἐστράφην εἰς ταλαιπωρίαν ἐν τω̨̃ ἐμπαγη̃ναι ἄκανθαν διάψαλμα

31:5 τὴν ἁμαρτίαν μου ἐγνώρισα καὶ τὴν ἀνομίαν μου οὐκ ἐκάλυψα εἰ̃πα ἐξαγορεύσω κατ' ἐμου̃ τὴν ἀνομίαν μου τω̨̃ κυρίω̨ καὶ σὺ ἀφη̃κας τὴν ἀσέβειαν τη̃ς ἁμαρτίας μου διάψαλμα

31:6 ὑπὲρ ταύτης προσεύξεται πα̃ς ὅσιος πρὸς σὲ ἐν καιρω̨̃ εὐθέτω̨ πλὴν ἐν κατακλυσμω̨̃ ὑδάτων πολλω̃ν πρὸς αὐτὸν οὐκ ἐγγιου̃σιν

31:7 σύ μου εἰ̃ καταφυγὴ ἀπὸ θλίψεως τη̃ς περιεχούσης με τὸ ἀγαλλίαμά μου λύτρωσαί με ἀπὸ τω̃ν κυκλωσάντων με διάψαλμα

31:8 συνετιω̃ σε καὶ συμβιβω̃ σε ἐν ὁδω̨̃ ταύτη̨ ἡ̨̃ πορεύση̨ ἐπιστηριω̃ ἐπὶ σὲ τοὺς ὀφθαλμούς μου

31:9 μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος οἱ̃ς οὐκ ἔστιν σύνεσις ἐν χαλινω̨̃ καὶ κημω̨̃ τὰς σιαγόνας αὐτω̃ν ἄγξαι τω̃ν μὴ ἐγγιζόντων πρὸς σέ

31:10 πολλαὶ αἱ μάστιγες του̃ ἁμαρτωλου̃ τὸν δὲ ἐλπίζοντα ἐπὶ κύριον ἔλεος κυκλώσει

31:11 εὐφράνθητε ἐπὶ κύριον καὶ ἀγαλλια̃σθε δίκαιοι καὶ καυχα̃σθε πάντες οἱ εὐθει̃ς τη̨̃ καρδία̨

32:1 τω̨̃ Δαυιδ ἀγαλλια̃σθε δίκαιοι ἐν τω̨̃ κυρίω̨ τοι̃ς εὐθέσι πρέπει αἴνεσις

32:2 ἐξομολογει̃σθε τω̨̃ κυρίω̨ ἐν κιθάρα̨ ἐν ψαλτηρίω̨ δεκαχόρδω̨ ψάλατε αὐτω̨̃

32:3 ἄ̨σατε αὐτω̨̃ ἀ̨̃σμα καινόν καλω̃ς ψάλατε ἐν ἀλαλαγμω̨̃

32:4 ὅτι εὐθὴς ὁ λόγος του̃ κυρίου καὶ πάντα τὰ ἔργα αὐτου̃ ἐν πίστει

32:5 ἀγαπα̨̃ ἐλεημοσύνην καὶ κρίσιν του̃ ἐλέους κυρίου πλήρης ἡ γη̃

32:6 τω̨̃ λόγω̨ του̃ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τω̨̃ πνεύματι του̃ στόματος αὐτου̃ πα̃σα ἡ δύναμις αὐτω̃ν

32:7 συνάγων ὡς ἀσκὸν ὕδατα θαλάσσης τιθεὶς ἐν θησαυροι̃ς ἀβύσσους

32:8 φοβηθήτω τὸν κύριον πα̃σα ἡ γη̃ ἀπ' αὐτου̃ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικου̃ντες τὴν οἰκουμένην

32:9 ὅτι αὐτὸς εἰ̃πεν καὶ ἐγενήθησαν αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν

32:10 κύριος διασκεδάζει βουλὰς ἐθνω̃ν ἀθετει̃ δὲ λογισμοὺς λαω̃ν καὶ ἀθετει̃ βουλὰς ἀρχόντων

32:11 ἡ δὲ βουλὴ του̃ κυρίου εἰς τὸν αἰω̃να μένει λογισμοὶ τη̃ς καρδίας αὐτου̃ εἰς γενεὰν καὶ γενεάν

32:12 μακάριον τὸ ἔθνος οὑ̃ ἐστιν κύριος ὁ θεὸς αὐτου̃ λαός ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτω̨̃

32:13 ἐξ οὐρανου̃ ἐπέβλεψεν ὁ κύριος εἰ̃δεν πάντας τοὺς υἱοὺς τω̃ν ἀνθρώπων

32:14 ἐξ ἑτοίμου κατοικητηρίου αὐτου̃ ἐπέβλεψεν ἐπὶ πάντας τοὺς κατοικου̃ντας τὴν γη̃ν

32:15 ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτω̃ν ὁ συνιεὶς εἰς πάντα τὰ ἔργα αὐτω̃ν

32:16 οὐ σώ̨ζεται βασιλεὺς διὰ πολλὴν δύναμιν καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτου̃

32:17 ψευδὴς ἵππος εἰς σωτηρίαν ἐν δὲ πλήθει δυνάμεως αὐτου̃ οὐ σωθήσεται

32:18 ἰδοὺ οἱ ὀφθαλμοὶ κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτὸν τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτου̃

32:19 ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτω̃ν καὶ διαθρέψαι αὐτοὺς ἐν λιμω̨̃

32:20 ἡ ψυχὴ ἡμω̃ν ὑπομένει τω̨̃ κυρίω̨ ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμω̃ν ἐστιν

32:21 ὅτι ἐν αὐτω̨̃ εὐφρανθήσεται ἡ καρδία ἡμω̃ν καὶ ἐν τω̨̃ ὀνόματι τω̨̃ ἁγίω̨ αὐτου̃ ἠλπίσαμεν

32:22 γένοιτο τὸ ἔλεός σου κύριε ἐφ' ἡμα̃ς καθάπερ ἠλπίσαμεν ἐπὶ σέ

33:1 τω̨̃ Δαυιδ ὁπότε ἠλλοίωσεν τὸ πρόσωπον αὐτου̃ ἐναντίον Αβιμελεχ καὶ ἀπέλυσεν αὐτόν καὶ ἀπη̃λθεν

33:2 εὐλογήσω τὸν κύριον ἐν παντὶ καιρω̨̃ διὰ παντὸς ἡ αἴνεσις αὐτου̃ ἐν τω̨̃ στόματί μου

33:3 ἐν τω̨̃ κυρίω̨ ἐπαινεσθήσεται ἡ ψυχή μου ἀκουσάτωσαν πραει̃ς καὶ εὐφρανθήτωσαν

33:4 μεγαλύνατε τὸν κύριον σὺν ἐμοί καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτου̃ ἐπὶ τὸ αὐτό

33:5 ἐξεζήτησα τὸν κύριον καὶ ἐπήκουσέν μου καὶ ἐκ πασω̃ν τω̃ν παροικιω̃ν μου ἐρρύσατό με

33:6 προσέλθατε πρὸς αὐτὸν καὶ φωτίσθητε καὶ τὰ πρόσωπα ὑμω̃ν οὐ μὴ καταισχυνθη̨̃

33:7 οὑ̃τος ὁ πτωχὸς ἐκέκραξεν καὶ ὁ κύριος εἰσήκουσεν αὐτου̃ καὶ ἐκ πασω̃ν τω̃ν θλίψεων αὐτου̃ ἔσωσεν αὐτόν

33:8 παρεμβαλει̃ ἄγγελος κυρίου κύκλω̨ τω̃ν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς

33:9 γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ κύριος μακάριος ἀνήρ ὃς ἐλπίζει ἐπ' αὐτόν

33:10 φοβήθητε τὸν κύριον οἱ ἅγιοι αὐτου̃ ὅτι οὐκ ἔστιν ὑστέρημα τοι̃ς φοβουμένοις αὐτόν

33:11 πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν οἱ δὲ ἐκζητου̃ντες τὸν κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθου̃ διάψαλμα

33:12 δευ̃τε τέκνα ἀκούσατέ μου φόβον κυρίου διδάξω ὑμα̃ς

33:13 τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωὴν ἀγαπω̃ν ἡμέρας ἰδει̃ν ἀγαθάς

33:14 παυ̃σον τὴν γλω̃σσάν σου ἀπὸ κακου̃ καὶ χείλη σου του̃ μὴ λαλη̃σαι δόλον

33:15 ἔκκλινον ἀπὸ κακου̃ καὶ ποίησον ἀγαθόν ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν

33:16 ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ὠ̃τα αὐτου̃ εἰς δέησιν αὐτω̃ν

33:17 πρόσωπον δὲ κυρίου ἐπὶ ποιου̃ντας κακὰ του̃ ἐξολεθρευ̃σαι ἐκ γη̃ς τὸ μνημόσυνον αὐτω̃ν

33:18 ἐκέκραξαν οἱ δίκαιοι καὶ ὁ κύριος εἰσήκουσεν αὐτω̃ν καὶ ἐκ πασω̃ν τω̃ν θλίψεων αὐτω̃ν ἐρρύσατο αὐτούς

33:19 ἐγγὺς κύριος τοι̃ς συντετριμμένοις τὴν καρδίαν καὶ τοὺς ταπεινοὺς τω̨̃ πνεύματι σώσει

33:20 πολλαὶ αἱ θλίψεις τω̃ν δικαίων καὶ ἐκ πασω̃ν αὐτω̃ν ῥύσεται αὐτούς

33:21 κύριος φυλάσσει πάντα τὰ ὀστα̃ αὐτω̃ν ἓν ἐξ αὐτω̃ν οὐ συντριβήσεται

33:22 θάνατος ἁμαρτωλω̃ν πονηρός καὶ οἱ μισου̃ντες τὸν δίκαιον πλημμελήσουσιν

33:23 λυτρώσεται κύριος ψυχὰς δούλων αὐτου̃ καὶ οὐ μὴ πλημμελήσωσιν πάντες οἱ ἐλπίζοντες ἐπ' αὐτόν

34:1 τω̨̃ Δαυιδ δίκασον κύριε τοὺς ἀδικου̃ντάς με πολέμησον τοὺς πολεμου̃ντάς με

34:2 ἐπιλαβου̃ ὅπλου καὶ θυρεου̃ καὶ ἀνάστηθι εἰς βοήθειάν μου

34:3 ἔκχεον ῥομφαίαν καὶ σύγκλεισον ἐξ ἐναντίας τω̃ν καταδιωκόντων με εἰπὸν τη̨̃ ψυχη̨̃ μου σωτηρία σου ἐγώ εἰμι

34:4 αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητου̃ντες τὴν ψυχήν μου ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ λογιζόμενοί μοι κακά

34:5 γενηθήτωσαν ὡσεὶ χνου̃ς κατὰ πρόσωπον ἀνέμου καὶ ἄγγελος κυρίου ἐκθλίβων αὐτούς

34:6 γενηθήτω ἡ ὁδὸς αὐτω̃ν σκότος καὶ ὀλίσθημα καὶ ἄγγελος κυρίου καταδιώκων αὐτούς

34:7 ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτω̃ν μάτην ὠνείδισαν τὴν ψυχήν μου

34:8 ἐλθέτω αὐτοι̃ς παγίς ἣν οὐ γινώσκουσιν καὶ ἡ θήρα ἣν ἔκρυψαν συλλαβέτω αὐτούς καὶ ἐν τη̨̃ παγίδι πεσου̃νται ἐν αὐτη̨̃

34:9 ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τω̨̃ κυρίω̨ τερφθήσεται ἐπὶ τω̨̃ σωτηρίω̨ αὐτου̃

34:10 πάντα τὰ ὀστα̃ μου ἐρου̃σιν κύριε τίς ὅμοιός σοι ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτου̃ καὶ πτωχὸν καὶ πένητα ἀπὸ τω̃ν διαρπαζόντων αὐτόν

34:11 ἀναστάντες μάρτυρες ἄδικοι ἃ οὐκ ἐγίνωσκον ἠρώτων με

34:12 ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ καλω̃ν καὶ ἀτεκνίαν τη̨̃ ψυχη̨̃ μου

34:13 ἐγὼ δὲ ἐν τω̨̃ αὐτοὺς παρενοχλει̃ν μοι ἐνεδυόμην σάκκον καὶ ἐταπείνουν ἐν νηστεία̨ τὴν ψυχήν μου καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται

34:14 ὡς πλησίον ὡς ἀδελφὸν ἡμέτερον οὕτως εὐηρέστουν ὡς πενθω̃ν καὶ σκυθρωπάζων οὕτως ἐταπεινούμην

34:15 καὶ κατ' ἐμου̃ ηὐφράνθησαν καὶ συνήχθησαν συνήχθησαν ἐπ' ἐμὲ μάστιγες καὶ οὐκ ἔγνων διεσχίσθησαν καὶ οὐ κατενύγησαν

34:16 ἐπείρασάν με ἐξεμυκτήρισάν με μυκτηρισμόν ἔβρυξαν ἐπ' ἐμὲ τοὺς ὀδόντας αὐτω̃ν

34:17 κύριε πότε ἐπόψη̨ ἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τη̃ς κακουργίας αὐτω̃ν ἀπὸ λεόντων τὴν μονογενη̃ μου

34:18 ἐξομολογήσομαί σοι κύριε ἐν ἐκκλησία̨ πολλη̨̃ ἐν λαω̨̃ βαρει̃ αἰνέσω σε

34:19 μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ἀδίκως οἱ μισου̃ντές με δωρεὰν καὶ διανεύοντες ὀφθαλμοι̃ς

34:20 ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν καὶ ἐπ' ὀργὴν δόλους διελογίζοντο

34:21 καὶ ἐπλάτυναν ἐπ' ἐμὲ τὸ στόμα αὐτω̃ν εἰ̃παν εὐ̃γε εὐ̃γε εἰ̃δαν οἱ ὀφθαλμοὶ ἡμω̃ν

34:22 εἰ̃δες κύριε μὴ παρασιωπήση̨ς κύριε μὴ ἀποστη̨̃ς ἀπ' ἐμου̃

34:23 ἐξεγέρθητι κύριε καὶ πρόσχες τη̨̃ κρίσει μου ὁ θεός μου καὶ ὁ κύριός μου εἰς τὴν δίκην μου

34:24 κρι̃νόν με κατὰ τὴν δικαιοσύνην σου κύριε ὁ θεός μου καὶ μὴ ἐπιχαρείησάν μοι

34:25 μὴ εἴπαισαν ἐν καρδίαις αὐτω̃ν εὐ̃γε εὐ̃γε τη̨̃ ψυχη̨̃ ἡμω̃ν μηδὲ εἴπαισαν κατεπίομεν αὐτόν

34:26 αἰσχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ἐπιχαίροντες τοι̃ς κακοι̃ς μου ἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλορρημονου̃ντες ἐπ' ἐμέ

34:27 ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν οἱ θέλοντες τὴν δικαιοσύνην μου καὶ εἰπάτωσαν διὰ παντός μεγαλυνθήτω ὁ κύριος οἱ θέλοντες τὴν εἰρήνην του̃ δούλου αὐτου̃

34:28 καὶ ἡ γλω̃σσά μου μελετήσει τὴν δικαιοσύνην σου ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου

35:1 εἰς τὸ τέλος τω̨̃ δούλω̨ κυρίου τω̨̃ Δαυιδ

35:2 φησὶν ὁ παράνομος του̃ ἁμαρτάνειν ἐν ἑαυτω̨̃ οὐκ ἔστιν φόβος θεου̃ ἀπέναντι τω̃ν ὀφθαλμω̃ν αὐτου̃

35:3 ὅτι ἐδόλωσεν ἐνώπιον αὐτου̃ του̃ εὑρει̃ν τὴν ἀνομίαν αὐτου̃ καὶ μιση̃σαι

35:4 τὰ ῥήματα του̃ στόματος αὐτου̃ ἀνομία καὶ δόλος οὐκ ἐβουλήθη συνιέναι του̃ ἀγαθυ̃ναι

35:5 ἀνομίαν διελογίσατο ἐπὶ τη̃ς κοίτης αὐτου̃ παρέστη πάση̨ ὁδω̨̃ οὐκ ἀγαθη̨̃ τη̨̃ δὲ κακία̨ οὐ προσώχθισεν

35:6 κύριε ἐν τω̨̃ οὐρανω̨̃ τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου ἕως τω̃ν νεφελω̃ν

35:7 ἡ δικαιοσύνη σου ὡσεὶ ὄρη θεου̃ τὰ κρίματά σου ἄβυσσος πολλή ἀνθρώπους καὶ κτήνη σώσεις κύριε

35:8 ὡς ἐπλήθυνας τὸ ἔλεός σου ὁ θεός οἱ δὲ υἱοὶ τω̃ν ἀνθρώπων ἐν σκέπη̨ τω̃ν πτερύγων σου ἐλπιου̃σιν

35:9 μεθυσθήσονται ἀπὸ πιότητος του̃ οἴκου σου καὶ τὸν χειμάρρουν τη̃ς τρυφη̃ς σου ποτιει̃ς αὐτούς

35:10 ὅτι παρὰ σοὶ πηγὴ ζωη̃ς ἐν τω̨̃ φωτί σου ὀψόμεθα φω̃ς

35:11 παράτεινον τὸ ἔλεός σου τοι̃ς γινώσκουσίν σε καὶ τὴν δικαιοσύνην σου τοι̃ς εὐθέσι τη̨̃ καρδία̨

35:12 μὴ ἐλθέτω μοι ποὺς ὑπερηφανίας καὶ χεὶρ ἁμαρτωλω̃ν μὴ σαλεύσαι με

35:13 ἐκει̃ ἔπεσον οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐξώσθησαν καὶ οὐ μὴ δύνωνται στη̃ναι

36:1 του̃ Δαυιδ μὴ παραζήλου ἐν πονηρευομένοις μηδὲ ζήλου τοὺς ποιου̃ντας τὴν ἀνομίαν

36:2 ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσου̃νται

36:3 ἔλπισον ἐπὶ κύριον καὶ ποίει χρηστότητα καὶ κατασκήνου τὴν γη̃ν καὶ ποιμανθήση̨ ἐπὶ τω̨̃ πλούτω̨ αὐτη̃ς

36:4 κατατρύφησον του̃ κυρίου καὶ δώσει σοι τὰ αἰτήματα τη̃ς καρδίας σου

36:5 ἀποκάλυψον πρὸς κύριον τὴν ὁδόν σου καὶ ἔλπισον ἐπ' αὐτόν καὶ αὐτὸς ποιήσει

36:6 καὶ ἐξοίσει ὡς φω̃ς τὴν δικαιοσύνην σου καὶ τὸ κρίμα σου ὡς μεσημβρίαν

36:7 ὑποτάγηθι τω̨̃ κυρίω̨ καὶ ἱκέτευσον αὐτόν μὴ παραζήλου ἐν τω̨̃ κατευοδουμένω̨ ἐν τη̨̃ ὁδω̨̃ αὐτου̃ ἐν ἀνθρώπω̨ ποιου̃ντι παρανομίας

36:8 παυ̃σαι ἀπὸ ὀργη̃ς καὶ ἐγκατάλιπε θυμόν μὴ παραζήλου ὥστε πονηρεύεσθαι

36:9 ὅτι οἱ πονηρευόμενοι ἐξολεθρευθήσονται οἱ δὲ ὑπομένοντες τὸν κύριον αὐτοὶ κληρονομήσουσιν γη̃ν

36:10 καὶ ἔτι ὀλίγον καὶ οὐ μὴ ὑπάρξη̨ ὁ ἁμαρτωλός καὶ ζητήσεις τὸν τόπον αὐτου̃ καὶ οὐ μὴ εὕρη̨ς

36:11 οἱ δὲ πραει̃ς κληρονομήσουσιν γη̃ν καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης

36:12 παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον καὶ βρύξει ἐπ' αὐτὸν τοὺς ὀδόντας αὐτου̃

36:13 ὁ δὲ κύριος ἐκγελάσεται αὐτόν ὅτι προβλέπει ὅτι ἥξει ἡ ἡμέρα αὐτου̃

36:14 ῥομφαίαν ἐσπάσαντο οἱ ἁμαρτωλοί ἐνέτειναν τόξον αὐτω̃ν του̃ καταβαλει̃ν πτωχὸν καὶ πένητα του̃ σφάξαι τοὺς εὐθει̃ς τη̨̃ καρδία̨

36:15 ἡ ῥομφαία αὐτω̃ν εἰσέλθοι εἰς τὴν καρδίαν αὐτω̃ν καὶ τὰ τόξα αὐτω̃ν συντριβείησαν

36:16 κρει̃σσον ὀλίγον τω̨̃ δικαίω̨ ὑπὲρ πλου̃τον ἁμαρτωλω̃ν πολύν

36:17 ὅτι βραχίονες ἁμαρτωλω̃ν συντριβήσονται ὑποστηρίζει δὲ τοὺς δικαίους κύριος

36:18 γινώσκει κύριος τὰς ὁδοὺς τω̃ν ἀμώμων καὶ ἡ κληρονομία αὐτω̃ν εἰς τὸν αἰω̃να ἔσται

36:19 οὐ καταισχυνθήσονται ἐν καιρω̨̃ πονηρω̨̃ καὶ ἐν ἡμέραις λιμου̃ χορτασθήσονται

36:20 ὅτι οἱ ἁμαρτωλοὶ ἀπολου̃νται οἱ δὲ ἐχθροὶ του̃ κυρίου ἅμα τω̨̃ δοξασθη̃ναι αὐτοὺς καὶ ὑψωθη̃ναι ἐκλιπόντες ὡσεὶ καπνὸς ἐξέλιπον

36:21 δανείζεται ὁ ἁμαρτωλὸς καὶ οὐκ ἀποτείσει ὁ δὲ δίκαιος οἰκτίρει καὶ διδοι̃

36:22 ὅτι οἱ εὐλογου̃ντες αὐτὸν κληρονομήσουσι γη̃ν οἱ δὲ καταρώμενοι αὐτὸν ἐξολεθρευθήσονται

36:23 παρὰ κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεται καὶ τὴν ὁδὸν αὐτου̃ θελήσει

36:24 ὅταν πέση̨ οὐ καταραχθήσεται ὅτι κύριος ἀντιστηρίζει χει̃ρα αὐτου̃

36:25 νεώτερος ἐγενόμην καὶ γὰρ ἐγήρασα καὶ οὐκ εἰ̃δον δίκαιον ἐγκαταλελειμμένον οὐδὲ τὸ σπέρμα αὐτου̃ ζητου̃ν ἄρτους

36:26 ὅλην τὴν ἡμέραν ἐλεα̨̃ καὶ δανείζει καὶ τὸ σπέρμα αὐτου̃ εἰς εὐλογίαν ἔσται

36:27 ἔκκλινον ἀπὸ κακου̃ καὶ ποίησον ἀγαθὸν καὶ κατασκήνου εἰς αἰω̃να αἰω̃νος

36:28 ὅτι κύριος ἀγαπα̨̃ κρίσιν καὶ οὐκ ἐγκαταλείψει τοὺς ὁσίους αὐτου̃ εἰς τὸν αἰω̃να φυλαχθήσονται ἄνομοι δὲ ἐκδιωχθήσονται καὶ σπέρμα ἀσεβω̃ν ἐξολεθρευθήσεται

36:29 δίκαιοι δὲ κληρονομήσουσι γη̃ν καὶ κατασκηνώσουσιν εἰς αἰω̃να αἰω̃νος ἐπ' αὐτη̃ς

36:30 στόμα δικαίου μελετήσει σοφίαν καὶ ἡ γλω̃σσα αὐτου̃ λαλήσει κρίσιν

36:31 ὁ νόμος του̃ θεου̃ αὐτου̃ ἐν καρδία̨ αὐτου̃ καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτου̃

36:32 κατανοει̃ ὁ ἁμαρτωλὸς τὸν δίκαιον καὶ ζητει̃ του̃ θανατω̃σαι αὐτόν

36:33 ὁ δὲ κύριος οὐ μὴ ἐγκαταλίπη̨ αὐτὸν εἰς τὰς χει̃ρας αὐτου̃ οὐδὲ μὴ καταδικάσηται αὐτόν ὅταν κρίνηται αὐτω̨̃

36:34 ὑπόμεινον τὸν κύριον καὶ φύλαξον τὴν ὁδὸν αὐτου̃ καὶ ὑψώσει σε του̃ κατακληρονομη̃σαι γη̃ν ἐν τω̨̃ ἐξολεθρεύεσθαι ἁμαρτωλοὺς ὄψη̨

36:35 εἰ̃δον ἀσεβη̃ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους του̃ Λιβάνου

36:36 καὶ παρη̃λθον καὶ ἰδοὺ οὐκ ἠ̃ν καὶ ἐζήτησα αὐτόν καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτου̃

36:37 φύλασσε ἀκακίαν καὶ ἰδὲ εὐθύτητα ὅτι ἔστιν ἐγκατάλειμμα ἀνθρώπω̨ εἰρηνικω̨̃

36:38 οἱ δὲ παράνομοι ἐξολεθρευθήσονται ἐπὶ τὸ αὐτό τὰ ἐγκαταλείμματα τω̃ν ἀσεβω̃ν ἐξολεθρευθήσονται

36:39 σωτηρία δὲ τω̃ν δικαίων παρὰ κυρίου καὶ ὑπερασπιστὴς αὐτω̃ν ἐστιν ἐν καιρω̨̃ θλίψεως

36:40 καὶ βοηθήσει αὐτοι̃ς κύριος καὶ ῥύσεται αὐτοὺς καὶ ἐξελει̃ται αὐτοὺς ἐξ ἁμαρτωλω̃ν καὶ σώσει αὐτούς ὅτι ἤλπισαν ἐπ' αὐτόν

37:1 ψαλμὸς τω̨̃ Δαυιδ εἰς ἀνάμνησιν περὶ σαββάτου

37:2 κύριε μὴ τω̨̃ θυμω̨̃ σου ἐλέγξη̨ς με μηδὲ τη̨̃ ὀργη̨̃ σου παιδεύση̨ς με

37:3 ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι καὶ ἐπεστήρισας ἐπ' ἐμὲ τὴν χει̃ρά σου

37:4 οὐκ ἔστιν ἴασις ἐν τη̨̃ σαρκί μου ἀπὸ προσώπου τη̃ς ὀργη̃ς σου οὐκ ἔστιν εἰρήνη τοι̃ς ὀστέοις μου ἀπὸ προσώπου τω̃ν ἁμαρτιω̃ν μου

37:5 ὅτι αἱ ἀνομίαι μου ὑπερη̃ραν τὴν κεφαλήν μου ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ

37:6 προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τη̃ς ἀφροσύνης μου

37:7 ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην

37:8 ὅτι αἱ ψύαι μου ἐπλήσθησαν ἐμπαιγμω̃ν καὶ οὐκ ἔστιν ἴασις ἐν τη̨̃ σαρκί μου

37:9 ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα ὠρυόμην ἀπὸ στεναγμου̃ τη̃ς καρδίας μου

37:10 κύριε ἐναντίον σου πα̃σα ἡ ἐπιθυμία μου καὶ ὁ στεναγμός μου ἀπὸ σου̃ οὐκ ἐκρύβη

37:11 ἡ καρδία μου ἐταράχθη ἐγκατέλιπέν με ἡ ἰσχύς μου καὶ τὸ φω̃ς τω̃ν ὀφθαλμω̃ν μου καὶ αὐτὸ οὐκ ἔστιν μετ' ἐμου̃

37:12 οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν

37:13 καὶ ἐξεβιάσαντο οἱ ζητου̃ντες τὴν ψυχήν μου καὶ οἱ ζητου̃ντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν

37:14 ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτου̃

37:15 καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τω̨̃ στόματι αὐτου̃ ἐλεγμούς

37:16 ὅτι ἐπὶ σοί κύριε ἤλπισα σὺ εἰσακούση̨ κύριε ὁ θεός μου

37:17 ὅτι εἰ̃πα μήποτε ἐπιχαρω̃σίν μοι οἱ ἐχθροί μου καὶ ἐν τω̨̃ σαλευθη̃ναι πόδας μου ἐπ' ἐμὲ ἐμεγαλορρημόνησαν

37:18 ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μου διὰ παντός

37:19 ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελω̃ καὶ μεριμνήσω ὑπὲρ τη̃ς ἁμαρτίας μου

37:20 οἱ δὲ ἐχθροί μου ζω̃σιν καὶ κεκραταίωνται ὑπὲρ ἐμέ καὶ ἐπληθύνθησαν οἱ μισου̃ντές με ἀδίκως

37:21 οἱ ἀνταποδιδόντες κακὰ ἀντὶ ἀγαθω̃ν ἐνδιέβαλλόν με ἐπεὶ κατεδίωκον δικαιοσύνην καὶ ἀπέρριψάν με τὸν ἀγαπητὸν ὡσεὶ νεκρὸν ἐβδελυγμένον

37:22 μὴ ἐγκαταλίπη̨ς με κύριε ὁ θεός μου μὴ ἀποστη̨̃ς ἀπ' ἐμου̃

37:23 πρόσχες εἰς τὴν βοήθειάν μου κύριε τη̃ς σωτηρίας μου

38:1 εἰς τὸ τέλος τω̨̃ Ιδιθουν ὠ̨δὴ τω̨̃ Δαυιδ

38:2 εἰ̃πα φυλάξω τὰς ὁδούς μου του̃ μὴ ἁμαρτάνειν ἐν γλώσση̨ μου ἐθέμην τω̨̃ στόματί μου φυλακὴν ἐν τω̨̃ συστη̃ναι τὸν ἁμαρτωλὸν ἐναντίον μου

38:3 ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθω̃ν καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη

38:4 ἐθερμάνθη ἡ καρδία μου ἐντός μου καὶ ἐν τη̨̃ μελέτη̨ μου ἐκκαυθήσεται πυ̃ρ ἐλάλησα ἐν γλώσση̨ μου

38:5 γνώρισόν μοι κύριε τὸ πέρας μου καὶ τὸν ἀριθμὸν τω̃ν ἡμερω̃ν μου τίς ἐστιν ἵνα γνω̃ τί ὑστερω̃ ἐγώ

38:6 ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου καὶ ἡ ὑπόστασίς μου ὡσεὶ οὐθὲν ἐνώπιόν σου πλὴν τὰ σύμπαντα ματαιότης πα̃ς ἄνθρωπος ζω̃ν διάψαλμα

38:7 μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος πλὴν μάτην ταράσσονται θησαυρίζει καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά

38:8 καὶ νυ̃ν τίς ἡ ὑπομονή μου οὐχὶ ὁ κύριος καὶ ἡ ὑπόστασίς μου παρὰ σου̃ ἐστιν

38:9 ἀπὸ πασω̃ν τω̃ν ἀνομιω̃ν μου ῥυ̃σαί με ὄνειδος ἄφρονι ἔδωκάς με

38:10 ἐκωφώθην καὶ οὐκ ἤνοιξα τὸ στόμα μου ὅτι σὺ εἰ̃ ὁ ποιήσας με

38:11 ἀπόστησον ἀπ' ἐμου̃ τὰς μάστιγάς σου ἀπὸ τη̃ς ἰσχύος τη̃ς χειρός σου ἐγὼ ἐξέλιπον

38:12 ἐν ἐλεγμοι̃ς ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν αὐτου̃ πλὴν μάτην ταράσσεται πα̃ς ἄνθρωπος διάψαλμα

38:13 εἰσάκουσον τη̃ς προσευχη̃ς μου κύριε καὶ τη̃ς δεήσεώς μου ἐνώτισαι τω̃ν δακρύων μου μὴ παρασιωπήση̨ς ὅτι πάροικος ἐγώ εἰμι παρὰ σοὶ καὶ παρεπίδημος καθὼς πάντες οἱ πατέρες μου

38:14 ἄνες μοι ἵνα ἀναψύξω πρὸ του̃ με ἀπελθει̃ν καὶ οὐκέτι μὴ ὑπάρξω

39:1 εἰς τὸ τέλος τω̨̃ Δαυιδ ψαλμός

39:2 ὑπομένων ὑπέμεινα τὸν κύριον καὶ προσέσχεν μοι καὶ εἰσήκουσεν τη̃ς δεήσεώς μου

39:3 καὶ ἀνήγαγέν με ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλου̃ ἰλύος καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνεν τὰ διαβήματά μου

39:4 καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ἀ̨̃σμα καινόν ὕμνον τω̨̃ θεω̨̃ ἡμω̃ν ὄψονται πολλοὶ καὶ φοβηθήσονται καὶ ἐλπιου̃σιν ἐπὶ κύριον

39:5 μακάριος ἀνήρ οὑ̃ ἐστιν τὸ ὄνομα κυρίου ἐλπὶς αὐτου̃ καὶ οὐκ ἐνέβλεψεν εἰς ματαιότητας καὶ μανίας ψευδει̃ς

39:6 πολλὰ ἐποίησας σύ κύριε ὁ θεός μου τὰ θαυμάσιά σου καὶ τοι̃ς διαλογισμοι̃ς σου οὐκ ἔστιν τίς ὁμοιωθήσεταί σοι ἀπήγγειλα καὶ ἐλάλησα ἐπληθύνθησαν ὑπὲρ ἀριθμόν

39:7 θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας ὠτία δὲ κατηρτίσω μοι ὁλοκαύτωμα καὶ περὶ ἁμαρτίας οὐκ ἤ̨τησας

39:8 τότε εἰ̃πον ἰδοὺ ἥκω ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμου̃

39:9 του̃ ποιη̃σαι τὸ θέλημά σου ὁ θεός μου ἐβουλήθην καὶ τὸν νόμον σου ἐν μέσω̨ τη̃ς κοιλίας μου

39:10 εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησία̨ μεγάλη̨ ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω κύριε σὺ ἔγνως

39:11 τὴν δικαιοσύνην σου οὐκ ἔκρυψα ἐν τη̨̃ καρδία̨ μου τὴν ἀλήθειάν σου καὶ τὸ σωτήριόν σου εἰ̃πα οὐκ ἔκρυψα τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἀπὸ συναγωγη̃ς πολλη̃ς

39:12 σὺ δέ κύριε μὴ μακρύνης τοὺς οἰκτιρμούς σου ἀπ' ἐμου̃ τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου διὰ παντὸς ἀντελάβοντό μου

39:13 ὅτι περιέσχον με κακά ὡ̃ν οὐκ ἔστιν ἀριθμός κατέλαβόν με αἱ ἀνομίαι μου καὶ οὐκ ἠδυνήθην του̃ βλέπειν ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τη̃ς κεφαλη̃ς μου καὶ ἡ καρδία μου ἐγκατέλιπέν με

39:14 εὐδόκησον κύριε του̃ ῥύσασθαί με κύριε εἰς τὸ βοηθη̃σαί μοι πρόσχες

39:15 καταισχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ζητου̃ντες τὴν ψυχήν μου του̃ ἐξα̃ραι αὐτήν ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ ἐντραπείησαν οἱ θέλοντές μοι κακά

39:16 κομισάσθωσαν παραχρη̃μα αἰσχύνην αὐτω̃ν οἱ λέγοντές μοι εὐ̃γε εὐ̃γε

39:17 ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν ἐπὶ σοὶ πάντες οἱ ζητου̃ντές σε κύριε καὶ εἰπάτωσαν διὰ παντός μεγαλυνθήτω ὁ κύριος οἱ ἀγαπω̃ντες τὸ σωτήριόν σου

39:18 ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης κύριος φροντιει̃ μου βοηθός μου καὶ ὑπερασπιστής μου σὺ εἰ̃ ὁ θεός μου μὴ χρονίση̨ς

40:1 εἰς τὸ τέλος ψαλμὸς τω̨̃ Δαυιδ

40:2 μακάριος ὁ συνίων ἐπὶ πτωχὸν καὶ πένητα ἐν ἡμέρα̨ πονηρα̨̃ ῥύσεται αὐτὸν ὁ κύριος

40:3 κύριος διαφυλάξαι αὐτὸν καὶ ζήσαι αὐτὸν καὶ μακαρίσαι αὐτὸν ἐν τη̨̃ γη̨̃ καὶ μὴ παραδώ̨η αὐτὸν εἰς χει̃ρας ἐχθρου̃ αὐτου̃

40:4 κύριος βοηθήσαι αὐτω̨̃ ἐπὶ κλίνης ὀδύνης αὐτου̃ ὅλην τὴν κοίτην αὐτου̃ ἔστρεψας ἐν τη̨̃ ἀρρωστία̨ αὐτου̃

40:5 ἐγὼ εἰ̃πα κύριε ἐλέησόν με ἴασαι τὴν ψυχήν μου ὅτι ἥμαρτόν σοι

40:6 οἱ ἐχθροί μου εἰ̃παν κακά μοι πότε ἀποθανει̃ται καὶ ἀπολει̃ται τὸ ὄνομα αὐτου̃

40:7 καὶ εἰ εἰσεπορεύετο του̃ ἰδει̃ν μάτην ἐλάλει ἡ καρδία αὐτου̃ συνήγαγεν ἀνομίαν ἑαυτω̨̃ ἐξεπορεύετο ἔξω καὶ ἐλάλει

40:8 ἐπὶ τὸ αὐτὸ κατ' ἐμου̃ ἐψιθύριζον πάντες οἱ ἐχθροί μου κατ' ἐμου̃ ἐλογίζοντο κακά μοι

40:9 λόγον παράνομον κατέθεντο κατ' ἐμου̃ μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει του̃ ἀναστη̃ναι

40:10 καὶ γὰρ ὁ ἄνθρωπος τη̃ς εἰρήνης μου ἐφ' ὃν ἤλπισα ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν

40:11 σὺ δέ κύριε ἐλέησόν με καὶ ἀνάστησόν με καὶ ἀνταποδώσω αὐτοι̃ς

40:12 ἐν τούτω̨ ἔγνων ὅτι τεθέληκάς με ὅτι οὐ μὴ ἐπιχαρη̨̃ ὁ ἐχθρός μου ἐπ' ἐμέ

40:13 ἐμου̃ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰω̃να

40:14 εὐλογητὸς κύριος ὁ θεὸς Ισραηλ ἀπὸ του̃ αἰω̃νος καὶ εἰς τὸν αἰω̃να γένοιτο γένοιτο

41:1 εἰς τὸ τέλος εἰς σύνεσιν τοι̃ς υἱοι̃ς Κορε

41:2 ὃν τρόπον ἐπιποθει̃ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τω̃ν ὑδάτων οὕτως ἐπιποθει̃ ἡ ψυχή μου πρὸς σέ ὁ θεός

41:3 ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ζω̃ντα πότε ἥξω καὶ ὀφθήσομαι τω̨̃ προσώπω̨ του̃ θεου̃

41:4 ἐγενήθη μοι τὰ δάκρυά μου ἄρτος ἡμέρας καὶ νυκτὸς ἐν τω̨̃ λέγεσθαί μοι καθ' ἑκάστην ἡμέραν που̃ ἐστιν ὁ θεός σου

41:5 ταυ̃τα ἐμνήσθην καὶ ἐξέχεα ἐπ' ἐμὲ τὴν ψυχήν μου ὅτι διελεύσομαι ἐν τόπω̨ σκηνη̃ς θαυμαστη̃ς ἕως του̃ οἴκου του̃ θεου̃ ἐν φωνη̨̃ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορτάζοντος

41:6 ἵνα τί περίλυπος εἰ̃ ψυχή καὶ ἵνα τί συνταράσσεις με ἔλπισον ἐπὶ τὸν θεόν ὅτι ἐξομολογήσομαι αὐτω̨̃ σωτήριον του̃ προσώπου μου ὁ θεός μου

41:7 πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη διὰ του̃το μνησθήσομαί σου ἐκ γη̃ς Ιορδάνου καὶ Ερμωνιιμ ἀπὸ ὄρους μικρου̃

41:8 ἄβυσσος ἄβυσσον ἐπικαλει̃ται εἰς φωνὴν τω̃ν καταρρακτω̃ν σου πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ' ἐμὲ διη̃λθον

41:9 ἡμέρας ἐντελει̃ται κύριος τὸ ἔλεος αὐτου̃ καὶ νυκτὸς ὠ̨δὴ παρ' ἐμοί προσευχὴ τω̨̃ θεω̨̃ τη̃ς ζωη̃ς μου

41:10 ἐρω̃ τω̨̃ θεω̨̃ ἀντιλήμπτωρ μου εἰ̃ διὰ τί μου ἐπελάθου ἵνα τί σκυθρωπάζων πορεύομαι ἐν τω̨̃ ἐκθλίβειν τὸν ἐχθρόν μου

41:11 ἐν τω̨̃ καταθλάσαι τὰ ὀστα̃ μου ὠνείδισάν με οἱ θλίβοντές με ἐν τω̨̃ λέγειν αὐτούς μοι καθ' ἑκάστην ἡμέραν που̃ ἐστιν ὁ θεός σου

41:12 ἵνα τί περίλυπος εἰ̃ ψυχή καὶ ἵνα τί συνταράσσεις με ἔλπισον ἐπὶ τὸν θεόν ὅτι ἐξομολογήσομαι αὐτω̨̃ ἡ σωτηρία του̃ προσώπου μου ὁ θεός μου

42:1 ψαλμὸς τω̨̃ Δαυιδ κρι̃νόν με ὁ θεός καὶ δίκασον τὴν δίκην μου ἐξ ἔθνους οὐχ ὁσίου ἀπὸ ἀνθρώπου ἀδίκου καὶ δολίου ῥυ̃σαί με

42:2 ὅτι σὺ εἰ̃ ὁ θεός κραταίωμά μου ἵνα τί ἀπώσω με καὶ ἵνα τί σκυθρωπάζων πορεύομαι ἐν τω̨̃ ἐκθλίβειν τὸν ἐχθρόν μου

42:3 ἐξαπόστειλον τὸ φω̃ς σου καὶ τὴν ἀλήθειάν σου αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου καὶ εἰς τὰ σκηνώματά σου

42:4 καὶ εἰσελεύσομαι πρὸς τὸ θυσιαστήριον του̃ θεου̃ πρὸς τὸν θεὸν τὸν εὐφραίνοντα τὴν νεότητά μου ἐξομολογήσομαί σοι ἐν κιθάρα̨ ὁ θεὸς ὁ θεός μου

42:5 ἵνα τί περίλυπος εἰ̃ ψυχή καὶ ἵνα τί συνταράσσεις με ἔλπισον ἐπὶ τὸν θεόν ὅτι ἐξομολογήσομαι αὐτω̨̃ σωτήριον του̃ προσώπου μου ὁ θεός μου

43:1 εἰς τὸ τέλος τοι̃ς υἱοι̃ς Κορε εἰς σύνεσιν ψαλμός

43:2 ὁ θεός ἐν τοι̃ς ὠσὶν ἡμω̃ν ἠκούσαμεν οἱ πατέρες ἡμω̃ν ἀνήγγειλαν ἡμι̃ν ἔργον ὃ εἰργάσω ἐν ται̃ς ἡμέραις αὐτω̃ν ἐν ἡμέραις ἀρχαίαις

43:3 ἡ χείρ σου ἔθνη ἐξωλέθρευσεν καὶ κατεφύτευσας αὐτούς ἐκάκωσας λαοὺς καὶ ἐξέβαλες αὐτούς

43:4 οὐ γὰρ ἐν τη̨̃ ῥομφαία̨ αὐτω̃ν ἐκληρονόμησαν γη̃ν καὶ ὁ βραχίων αὐτω̃ν οὐκ ἔσωσεν αὐτούς ἀλλ' ἡ δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ φωτισμὸς του̃ προσώπου σου ὅτι εὐδόκησας ἐν αὐτοι̃ς

43:5 σὺ εἰ̃ αὐτὸς ὁ βασιλεύς μου καὶ ὁ θεός μου ὁ ἐντελλόμενος τὰς σωτηρίας Ιακωβ

43:6 ἐν σοὶ τοὺς ἐχθροὺς ἡμω̃ν κερατιου̃μεν καὶ ἐν τω̨̃ ὀνόματί σου ἐξουθενώσομεν τοὺς ἐπανιστανομένους ἡμι̃ν

43:7 οὐ γὰρ ἐπὶ τω̨̃ τόξω̨ μου ἐλπιω̃ καὶ ἡ ῥομφαία μου οὐ σώσει με

43:8 ἔσωσας γὰρ ἡμα̃ς ἐκ τω̃ν θλιβόντων ἡμα̃ς καὶ τοὺς μισου̃ντας ἡμα̃ς κατή̨σχυνας

43:9 ἐν τω̨̃ θεω̨̃ ἐπαινεσθησόμεθα ὅλην τὴν ἡμέραν καὶ ἐν τω̨̃ ὀνόματί σου ἐξομολογησόμεθα εἰς τὸν αἰω̃να διάψαλμα

43:10 νυνὶ δὲ ἀπώσω καὶ κατή̨σχυνας ἡμα̃ς καὶ οὐκ ἐξελεύση̨ ἐν ται̃ς δυνάμεσιν ἡμω̃ν

43:11 ἀπέστρεψας ἡμα̃ς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμω̃ν καὶ οἱ μισου̃ντες ἡμα̃ς διήρπαζον ἑαυτοι̃ς

43:12 ἔδωκας ἡμα̃ς ὡς πρόβατα βρώσεως καὶ ἐν τοι̃ς ἔθνεσιν διέσπειρας ἡμα̃ς

43:13 ἀπέδου τὸν λαόν σου ἄνευ τιμη̃ς καὶ οὐκ ἠ̃ν πλη̃θος ἐν τοι̃ς ἀλλάγμασιν αὐτω̃ν

43:14 ἔθου ἡμα̃ς ὄνειδος τοι̃ς γείτοσιν ἡμω̃ν μυκτηρισμὸν καὶ καταγέλωτα τοι̃ς κύκλω̨ ἡμω̃ν

43:15 ἔθου ἡμα̃ς εἰς παραβολὴν ἐν τοι̃ς ἔθνεσιν κίνησιν κεφαλη̃ς ἐν τοι̃ς λαοι̃ς

43:16 ὅλην τὴν ἡμέραν ἡ ἐντροπή μου κατεναντίον μού ἐστιν καὶ ἡ αἰσχύνη του̃ προσώπου μου ἐκάλυψέν με

43:17 ἀπὸ φωνη̃ς ὀνειδίζοντος καὶ παραλαλου̃ντος ἀπὸ προσώπου ἐχθρου̃ καὶ ἐκδιώκοντος

43:18 ταυ̃τα πάντα ἠ̃λθεν ἐφ' ἡμα̃ς καὶ οὐκ ἐπελαθόμεθά σου καὶ οὐκ ἠδικήσαμεν ἐν διαθήκη̨ σου

43:19 καὶ οὐκ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμω̃ν καὶ ἐξέκλινας τὰς τρίβους ἡμω̃ν ἀπὸ τη̃ς ὁδου̃ σου

43:20 ὅτι ἐταπείνωσας ἡμα̃ς ἐν τόπω̨ κακώσεως καὶ ἐπεκάλυψεν ἡμα̃ς σκιὰ θανάτου

43:21 εἰ ἐπελαθόμεθα του̃ ὀνόματος του̃ θεου̃ ἡμω̃ν καὶ εἰ διεπετάσαμεν χει̃ρας ἡμω̃ν πρὸς θεὸν ἀλλότριον

43:22 οὐχὶ ὁ θεὸς ἐκζητήσει ταυ̃τα αὐτὸς γὰρ γινώσκει τὰ κρύφια τη̃ς καρδίας

43:23 ὅτι ἕνεκα σου̃ θανατούμεθα ὅλην τὴν ἡμέραν ἐλογίσθημεν ὡς πρόβατα σφαγη̃ς

43:24 ἐξεγέρθητι ἵνα τί ὑπνοι̃ς κύριε ἀνάστηθι καὶ μὴ ἀπώση̨ εἰς τέλος

43:25 ἵνα τί τὸ πρόσωπόν σου ἀποστρέφεις ἐπιλανθάνη̨ τη̃ς πτωχείας ἡμω̃ν καὶ τη̃ς θλίψεως ἡμω̃ν

43:26 ὅτι ἐταπεινώθη εἰς χου̃ν ἡ ψυχὴ ἡμω̃ν ἐκολλήθη εἰς γη̃ν ἡ γαστὴρ ἡμω̃ν

43:27 ἀνάστα κύριε βοήθησον ἡμι̃ν καὶ λύτρωσαι ἡμα̃ς ἕνεκεν του̃ ὀνόματός σου

44:1 εἰς τὸ τέλος ὑπὲρ τω̃ν ἀλλοιωθησομένων τοι̃ς υἱοι̃ς Κορε εἰς σύνεσιν ὠ̨δὴ ὑπὲρ του̃ ἀγαπητου̃

44:2 ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν λέγω ἐγὼ τὰ ἔργα μου τω̨̃ βασιλει̃ ἡ γλω̃σσά μου κάλαμος γραμματέως ὀξυγράφου

44:3 ὡραι̃ος κάλλει παρὰ τοὺς υἱοὺς τω̃ν ἀνθρώπων ἐξεχύθη χάρις ἐν χείλεσίν σου διὰ του̃το εὐλόγησέν σε ὁ θεὸς εἰς τὸν αἰω̃να

44:4 περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου δυνατέ τη̨̃ ὡραιότητί σου καὶ τω̨̃ κάλλει σου

44:5 καὶ ἔντεινον καὶ κατευοδου̃ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πραΰτητος καὶ δικαιοσύνης καὶ ὁδηγήσει σε θαυμαστω̃ς ἡ δεξιά σου

44:6 τὰ βέλη σου ἠκονημένα δυνατέ λαοὶ ὑποκάτω σου πεσου̃νται ἐν καρδία̨ τω̃ν ἐχθρω̃ν του̃ βασιλέως

44:7 ὁ θρόνος σου ὁ θεός εἰς τὸν αἰω̃να του̃ αἰω̃νος ῥάβδος εὐθύτητος ἡ ῥάβδος τη̃ς βασιλείας σου

44:8 ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν διὰ του̃το ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου

44:9 σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τω̃ν ἱματίων σου ἀπὸ βάρεων ἐλεφαντίνων ἐξ ὡ̃ν ηὔφρανάν σε

44:10 θυγατέρες βασιλέων ἐν τη̨̃ τιμη̨̃ σου παρέστη ἡ βασίλισσα ἐκ δεξιω̃ν σου ἐν ἱματισμω̨̃ διαχρύσω̨ περιβεβλημένη πεποικιλμένη

44:11 ἄκουσον θύγατερ καὶ ἰδὲ καὶ κλι̃νον τὸ οὐ̃ς σου καὶ ἐπιλάθου του̃ λαου̃ σου καὶ του̃ οἴκου του̃ πατρός σου

44:12 ὅτι ἐπεθύμησεν ὁ βασιλεὺς του̃ κάλλους σου ὅτι αὐτός ἐστιν ὁ κύριός σου

44:13 καὶ προσκυνήσουσιν αὐτω̨̃ θυγατέρες Τύρου ἐν δώροις τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι του̃ λαου̃

44:14 πα̃σα ἡ δόξα αὐτη̃ς θυγατρὸς βασιλέως ἔσωθεν ἐν κροσσωτοι̃ς χρυσοι̃ς περιβεβλημένη πεποικιλμένη

44:15 ἀπενεχθήσονται τω̨̃ βασιλει̃ παρθένοι ὀπίσω αὐτη̃ς αἱ πλησίον αὐτη̃ς ἀπενεχθήσονταί σοι

44:16 ἀπενεχθήσονται ἐν εὐφροσύνη̨ καὶ ἀγαλλιάσει ἀχθήσονται εἰς ναὸν βασιλέως

44:17 ἀντὶ τω̃ν πατέρων σου ἐγενήθησάν σοι υἱοί καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πα̃σαν τὴν γη̃ν

44:18 μνησθήσονται του̃ ὀνόματός σου ἐν πάση̨ γενεα̨̃ καὶ γενεα̨̃ διὰ του̃το λαοὶ ἐξομολογήσονταί σοι εἰς τὸν αἰω̃να καὶ εἰς τὸν αἰω̃να του̃ αἰω̃νος

45:1 εἰς τὸ τέλος ὑπὲρ τω̃ν υἱω̃ν Κορε ὑπὲρ τω̃ν κρυφίων ψαλμός

45:2 ὁ θεὸς ἡμω̃ν καταφυγὴ καὶ δύναμις βοηθὸς ἐν θλίψεσιν ται̃ς εὑρούσαις ἡμα̃ς σφόδρα

45:3 διὰ του̃το οὐ φοβηθησόμεθα ἐν τω̨̃ ταράσσεσθαι τὴν γη̃ν καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσω̃ν

45:4 ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτω̃ν ἐταράχθησαν τὰ ὄρη ἐν τη̨̃ κραταιότητι αὐτου̃ διάψαλμα

45:5 του̃ ποταμου̃ τὰ ὁρμήματα εὐφραίνουσιν τὴν πόλιν του̃ θεου̃ ἡγίασεν τὸ σκήνωμα αὐτου̃ ὁ ὕψιστος

45:6 ὁ θεὸς ἐν μέσω̨ αὐτη̃ς οὐ σαλευθήσεται βοηθήσει αὐτη̨̃ ὁ θεὸς τὸ πρὸς πρωί

45:7 ἐταράχθησαν ἔθνη ἔκλιναν βασιλει̃αι ἔδωκεν φωνὴν αὐτου̃ ἐσαλεύθη ἡ γη̃

45:8 κύριος τω̃ν δυνάμεων μεθ' ἡμω̃ν ἀντιλήμπτωρ ἡμω̃ν ὁ θεὸς Ιακωβ διάψαλμα

45:9 δευ̃τε ἴδετε τὰ ἔργα κυρίου ἃ ἔθετο τέρατα ἐπὶ τη̃ς γη̃ς

45:10 ἀνταναιρω̃ν πολέμους μέχρι τω̃ν περάτων τη̃ς γη̃ς τόξον συντρίψει καὶ συγκλάσει ὅπλον καὶ θυρεοὺς κατακαύσει ἐν πυρί

45:11 σχολάσατε καὶ γνω̃τε ὅτι ἐγώ εἰμι ὁ θεός ὑψωθήσομαι ἐν τοι̃ς ἔθνεσιν ὑψωθήσομαι ἐν τη̨̃ γη̨̃

45:12 κύριος τω̃ν δυνάμεων μεθ' ἡμω̃ν ἀντιλήμπτωρ ἡμω̃ν ὁ θεὸς Ιακωβ

46:1 εἰς τὸ τέλος ὑπὲρ τω̃ν υἱω̃ν Κορε ψαλμός

46:2 πάντα τὰ ἔθνη κροτήσατε χει̃ρας ἀλαλάξατε τω̨̃ θεω̨̃ ἐν φωνη̨̃ ἀγαλλιάσεως

46:3 ὅτι κύριος ὕψιστος φοβερός βασιλεὺς μέγας ἐπὶ πα̃σαν τὴν γη̃ν

46:4 ὑπέταξεν λαοὺς ἡμι̃ν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμω̃ν

46:5 ἐξελέξατο ἡμι̃ν τὴν κληρονομίαν αὐτου̃ τὴν καλλονὴν Ιακωβ ἣν ἠγάπησεν διάψαλμα

46:6 ἀνέβη ὁ θεὸς ἐν ἀλαλαγμω̨̃ κύριος ἐν φωνη̨̃ σάλπιγγος

46:7 ψάλατε τω̨̃ θεω̨̃ ἡμω̃ν ψάλατε ψάλατε τω̨̃ βασιλει̃ ἡμω̃ν ψάλατε

46:8 ὅτι βασιλεὺς πάσης τη̃ς γη̃ς ὁ θεός ψάλατε συνετω̃ς

46:9 ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτου̃

46:10 ἄρχοντες λαω̃ν συνήχθησαν μετὰ του̃ θεου̃ Αβρααμ ὅτι του̃ θεου̃ οἱ κραταιοὶ τη̃ς γη̃ς σφόδρα ἐπήρθησαν

47:1 ψαλμὸς ὠ̨δη̃ς τοι̃ς υἱοι̃ς Κορε δευτέρα̨ σαββάτου

47:2 μέγας κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει του̃ θεου̃ ἡμω̃ν ὄρει ἁγίω̨ αὐτου̃

47:3 εὐ̃ ῥιζω̃ν ἀγαλλιάματι πάσης τη̃ς γη̃ς ὄρη Σιων τὰ πλευρὰ του̃ βορρα̃ ἡ πόλις του̃ βασιλέως του̃ μεγάλου

47:4 ὁ θεὸς ἐν ται̃ς βάρεσιν αὐτη̃ς γινώσκεται ὅταν ἀντιλαμβάνηται αὐτη̃ς

47:5 ὅτι ἰδοὺ οἱ βασιλει̃ς συνήχθησαν ἤλθοσαν ἐπὶ τὸ αὐτό

47:6 αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν ἐταράχθησαν ἐσαλεύθησαν

47:7 τρόμος ἐπελάβετο αὐτω̃ν ἐκει̃ ὠδι̃νες ὡς τικτούσης

47:8 ἐν πνεύματι βιαίω̨ συντρίψεις πλοι̃α Θαρσις

47:9 καθάπερ ἠκούσαμεν οὕτως εἴδομεν ἐν πόλει κυρίου τω̃ν δυνάμεων ἐν πόλει του̃ θεου̃ ἡμω̃ν ὁ θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰω̃να διάψαλμα

47:10 ὑπελάβομεν ὁ θεός τὸ ἔλεός σου ἐν μέσω̨ του̃ ναου̃ σου

47:11 κατὰ τὸ ὄνομά σου ὁ θεός οὕτως καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τη̃ς γη̃ς δικαιοσύνης πλήρης ἡ δεξιά σου

47:12 εὐφρανθήτω τὸ ὄρος Σιων ἀγαλλιάσθωσαν αἱ θυγατέρες τη̃ς Ιουδαίας ἕνεκεν τω̃ν κριμάτων σου κύριε

47:13 κυκλώσατε Σιων καὶ περιλάβετε αὐτήν διηγήσασθε ἐν τοι̃ς πύργοις αὐτη̃ς

47:14 θέσθε τὰς καρδίας ὑμω̃ν εἰς τὴν δύναμιν αὐτη̃ς καὶ καταδιέλεσθε τὰς βάρεις αὐτη̃ς ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν

47:15 ὅτι οὑ̃τός ἐστιν ὁ θεὸς ὁ θεὸς ἡμω̃ν εἰς τὸν αἰω̃να καὶ εἰς τὸν αἰω̃να του̃ αἰω̃νος αὐτὸς ποιμανει̃ ἡμα̃ς εἰς τοὺς αἰω̃νας

48:1 εἰς τὸ τέλος τοι̃ς υἱοι̃ς Κορε ψαλμός

48:2 ἀκούσατε ταυ̃τα πάντα τὰ ἔθνη ἐνωτίσασθε πάντες οἱ κατοικου̃ντες τὴν οἰκουμένην

48:3 οἵ τε γηγενει̃ς καὶ οἱ υἱοὶ τω̃ν ἀνθρώπων ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης

48:4 τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τη̃ς καρδίας μου σύνεσιν

48:5 κλινω̃ εἰς παραβολὴν τὸ οὐ̃ς μου ἀνοίξω ἐν ψαλτηρίω̨ τὸ πρόβλημά μου

48:6 ἵνα τί φοβου̃μαι ἐν ἡμέρα̨ πονηρα̨̃ ἡ ἀνομία τη̃ς πτέρνης μου κυκλώσει με

48:7 οἱ πεποιθότες ἐπὶ τη̨̃ δυνάμει αὐτω̃ν καὶ ἐπὶ τω̨̃ πλήθει του̃ πλούτου αὐτω̃ν καυχώμενοι

48:8 ἀδελφὸς οὐ λυτρου̃ται λυτρώσεται ἄνθρωπος οὐ δώσει τω̨̃ θεω̨̃ ἐξίλασμα αὐτου̃

48:9 καὶ τὴν τιμὴν τη̃ς λυτρώσεως τη̃ς ψυχη̃ς αὐτου̃

48:10 καὶ ἐκόπασεν εἰς τὸν αἰω̃να καὶ ζήσεται εἰς τέλος ὅτι οὐκ ὄψεται καταφθοράν ὅταν ἴδη̨ σοφοὺς ἀποθνή̨σκοντας

48:11 ἐπὶ τὸ αὐτὸ ἄφρων καὶ ἄνους ἀπολου̃νται καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλου̃τον αὐτω̃ν

48:12 καὶ οἱ τάφοι αὐτω̃ν οἰκίαι αὐτω̃ν εἰς τὸν αἰω̃να σκηνώματα αὐτω̃ν εἰς γενεὰν καὶ γενεάν ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτω̃ν ἐπὶ τω̃ν γαιω̃ν αὐτω̃ν

48:13 καὶ ἄνθρωπος ἐν τιμη̨̃ ὢν οὐ συνη̃κεν παρασυνεβλήθη τοι̃ς κτήνεσιν τοι̃ς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοι̃ς

48:14 αὕτη ἡ ὁδὸς αὐτω̃ν σκάνδαλον αὐτοι̃ς καὶ μετὰ ταυ̃τα ἐν τω̨̃ στόματι αὐτω̃ν εὐδοκήσουσιν διάψαλμα

48:15 ὡς πρόβατα ἐν ἅ̨δη̨ ἔθεντο θάνατος ποιμαίνει αὐτούς καὶ κατακυριεύσουσιν αὐτω̃ν οἱ εὐθει̃ς τὸ πρωί καὶ ἡ βοήθεια αὐτω̃ν παλαιωθήσεται ἐν τω̨̃ ἅ̨δη̨ ἐκ τη̃ς δόξης αὐτω̃ν

48:16 πλὴν ὁ θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ἅ̨δου ὅταν λαμβάνη̨ με διάψαλμα

48:17 μὴ φοβου̃ ὅταν πλουτήση̨ ἄνθρωπος καὶ ὅταν πληθυνθη̨̃ ἡ δόξα του̃ οἴκου αὐτου̃

48:18 ὅτι οὐκ ἐν τω̨̃ ἀποθνή̨σκειν αὐτὸν λήμψεται τὰ πάντα οὐδὲ συγκαταβήσεται αὐτω̨̃ ἡ δόξα αὐτου̃

48:19 ὅτι ἡ ψυχὴ αὐτου̃ ἐν τη̨̃ ζωη̨̃ αὐτου̃ εὐλογηθήσεται ἐξομολογήσεταί σοι ὅταν ἀγαθύνη̨ς αὐτω̨̃

48:20 εἰσελεύσεται ἕως γενεα̃ς πατέρων αὐτου̃ ἕως αἰω̃νος οὐκ ὄψεται φω̃ς

48:21 ἄνθρωπος ἐν τιμη̨̃ ὢν οὐ συνη̃κεν παρασυνεβλήθη τοι̃ς κτήνεσιν τοι̃ς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοι̃ς

49:1 ψαλμὸς τω̨̃ Ασαφ θεὸς θεω̃ν κύριος ἐλάλησεν καὶ ἐκάλεσεν τὴν γη̃ν ἀπὸ ἀνατολω̃ν ἡλίου καὶ μέχρι δυσμω̃ν

49:2 ἐκ Σιων ἡ εὐπρέπεια τη̃ς ὡραιότητος αὐτου̃ ὁ θεὸς ἐμφανω̃ς ἥξει

49:3 ὁ θεὸς ἡμω̃ν καὶ οὐ παρασιωπήσεται πυ̃ρ ἐναντίον αὐτου̃ καυθήσεται καὶ κύκλω̨ αὐτου̃ καταιγὶς σφόδρα

49:4 προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γη̃ν διακρι̃ναι τὸν λαὸν αὐτου̃

49:5 συναγάγετε αὐτω̨̃ τοὺς ὁσίους αὐτου̃ τοὺς διατιθεμένους τὴν διαθήκην αὐτου̃ ἐπὶ θυσίαις

49:6 καὶ ἀναγγελου̃σιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτου̃ ὅτι ὁ θεὸς κριτής ἐστιν διάψαλμα

49:7 ἄκουσον λαός μου καὶ λαλήσω σοι Ισραηλ καὶ διαμαρτύρομαί σοι ὁ θεὸς ὁ θεός σού εἰμι ἐγώ

49:8 οὐκ ἐπὶ ται̃ς θυσίαις σου ἐλέγξω σε τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μού ἐστιν διὰ παντός

49:9 οὐ δέξομαι ἐκ του̃ οἴκου σου μόσχους οὐδὲ ἐκ τω̃ν ποιμνίων σου χιμάρους

49:10 ὅτι ἐμά ἐστιν πάντα τὰ θηρία του̃ δρυμου̃ κτήνη ἐν τοι̃ς ὄρεσιν καὶ βόες

49:11 ἔγνωκα πάντα τὰ πετεινὰ του̃ οὐρανου̃ καὶ ὡραιότης ἀγρου̃ μετ' ἐμου̃ ἐστιν

49:12 ἐὰν πεινάσω οὐ μή σοι εἴπω ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτη̃ς

49:13 μὴ φάγομαι κρέα ταύρων ἢ αἱ̃μα τράγων πίομαι

49:14 θυ̃σον τω̨̃ θεω̨̃ θυσίαν αἰνέσεως καὶ ἀπόδος τω̨̃ ὑψίστω̨ τὰς εὐχάς σου

49:15 καὶ ἐπικάλεσαί με ἐν ἡμέρα̨ θλίψεως καὶ ἐξελου̃μαί σε καὶ δοξάσεις με διάψαλμα

49:16 τω̨̃ δὲ ἁμαρτωλω̨̃ εἰ̃πεν ὁ θεός ἵνα τί σὺ διηγη̨̃ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου

49:17 σὺ δὲ ἐμίσησας παιδείαν καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω

49:18 εἰ ἐθεώρεις κλέπτην συνέτρεχες αὐτω̨̃ καὶ μετὰ μοιχω̃ν τὴν μερίδα σου ἐτίθεις

49:19 τὸ στόμα σου ἐπλεόνασεν κακίαν καὶ ἡ γλω̃σσά σου περιέπλεκεν δολιότητα

49:20 καθήμενος κατὰ του̃ ἀδελφου̃ σου κατελάλεις καὶ κατὰ του̃ υἱου̃ τη̃ς μητρός σου ἐτίθεις σκάνδαλον

49:21 ταυ̃τα ἐποίησας καὶ ἐσίγησα ὑπέλαβες ἀνομίαν ὅτι ἔσομαί σοι ὅμοιος ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου

49:22 σύνετε δὴ ταυ̃τα οἱ ἐπιλανθανόμενοι του̃ θεου̃ μήποτε ἁρπάση̨ καὶ μὴ ἠ̨̃ ὁ ῥυόμενος

49:23 θυσία αἰνέσεως δοξάσει με καὶ ἐκει̃ ὁδός ἡ̨̃ δείξω αὐτω̨̃ τὸ σωτήριον του̃ θεου̃

50:1 εἰς τὸ τέλος ψαλμὸς τω̨̃ Δαυιδ

50:2 ἐν τω̨̃ ἐλθει̃ν πρὸς αὐτὸν Ναθαν τὸν προφήτην ἡνίκα εἰση̃λθεν πρὸς Βηρσαβεε

50:3 ἐλέησόν με ὁ θεός κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλη̃θος τω̃ν οἰκτιρμω̃ν σου ἐξάλειψον τὸ ἀνόμημά μου

50:4 ἐπὶ πλει̃ον πλυ̃νόν με ἀπὸ τη̃ς ἀνομίας μου καὶ ἀπὸ τη̃ς ἁμαρτίας μου καθάρισόν με

50:5 ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστιν διὰ παντός

50:6 σοὶ μόνω̨ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθη̨̃ς ἐν τοι̃ς λόγοις σου καὶ νικήση̨ς ἐν τω̨̃ κρίνεσθαί σε

50:7 ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήμφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου

50:8 ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τη̃ς σοφίας σου ἐδήλωσάς μοι

50:9 ῥαντιει̃ς με ὑσσώπω̨ καὶ καθαρισθήσομαι πλυνει̃ς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι

50:10 ἀκουτιει̃ς με ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστα̃ τεταπεινωμένα

50:11 ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τω̃ν ἁμαρτιω̃ν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον

50:12 καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί ὁ θεός καὶ πνευ̃μα εὐθὲς ἐγκαίνισον ἐν τοι̃ς ἐγκάτοις μου

50:13 μὴ ἀπορρίψη̨ς με ἀπὸ του̃ προσώπου σου καὶ τὸ πνευ̃μα τὸ ἅγιόν σου μὴ ἀντανέλη̨ς ἀπ' ἐμου̃

50:14 ἀπόδος μοι τὴν ἀγαλλίασιν του̃ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικω̨̃ στήρισόν με

50:15 διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβει̃ς ἐπὶ σὲ ἐπιστρέψουσιν

50:16 ῥυ̃σαί με ἐξ αἱμάτων ὁ θεὸς ὁ θεὸς τη̃ς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλω̃σσά μου τὴν δικαιοσύνην σου

50:17 κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελει̃ τὴν αἴνεσίν σου

50:18 ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις

50:19 θυσία τω̨̃ θεω̨̃ πνευ̃μα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουθενώσει

50:20 ἀγάθυνον κύριε ἐν τη̨̃ εὐδοκία̨ σου τὴν Σιων καὶ οἰκοδομηθήτω τὰ τείχη Ιερουσαλημ

50:21 τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους

51:1 εἰς τὸ τέλος συνέσεως τω̨̃ Δαυιδ

51:2 ἐν τω̨̃ ἐλθει̃ν Δωηκ τὸν Ιδουμαι̃ον καὶ ἀναγγει̃λαι τω̨̃ Σαουλ καὶ εἰπει̃ν αὐτω̨̃ ἠ̃λθεν Δαυιδ εἰς τὸν οἰ̃κον Αβιμελεχ

51:3 τί ἐγκαυχα̨̃ ἐν κακία̨ ὁ δυνατός ἀνομίαν ὅλην τὴν ἡμέραν

51:4 ἀδικίαν ἐλογίσατο ἡ γλω̃σσά σου ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον

51:5 ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην ἀδικίαν ὑπὲρ τὸ λαλη̃σαι δικαιοσύνην διάψαλμα

51:6 ἠγάπησας πάντα τὰ ῥήματα καταποντισμου̃ γλω̃σσαν δολίαν

51:7 διὰ του̃το ὁ θεὸς καθελει̃ σε εἰς τέλος ἐκτίλαι σε καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματος καὶ τὸ ῥίζωμά σου ἐκ γη̃ς ζώντων διάψαλμα

51:8 καὶ ὄψονται δίκαιοι καὶ φοβηθήσονται καὶ ἐπ' αὐτὸν γελάσονται καὶ ἐρου̃σιν

51:9 ἰδοὺ ἄνθρωπος ὃς οὐκ ἔθετο τὸν θεὸν βοηθὸν αὐτου̃ ἀλλ' ἐπήλπισεν ἐπὶ τὸ πλη̃θος του̃ πλούτου αὐτου̃ καὶ ἐδυναμώθη ἐπὶ τη̨̃ ματαιότητι αὐτου̃

51:10 ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τω̨̃ οἴκω̨ του̃ θεου̃ ἤλπισα ἐπὶ τὸ ἔλεος του̃ θεου̃ εἰς τὸν αἰω̃να καὶ εἰς τὸν αἰω̃να του̃ αἰω̃νος

51:11 ἐξομολογήσομαί σοι εἰς τὸν αἰω̃να ὅτι ἐποίησας καὶ ὑπομενω̃ τὸ ὄνομά σου ὅτι χρηστὸν ἐναντίον τω̃ν ὁσίων σου

52:1 εἰς τὸ τέλος ὑπὲρ μαελεθ συνέσεως τω̨̃ Δαυιδ

52:2 εἰ̃πεν ἄφρων ἐν καρδία̨ αὐτου̃ οὐκ ἔστιν θεός διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις οὐκ ἔστιν ποιω̃ν ἀγαθόν

52:3 ὁ θεὸς ἐκ του̃ οὐρανου̃ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τω̃ν ἀνθρώπων του̃ ἰδει̃ν εἰ ἔστιν συνίων ἢ ἐκζητω̃ν τὸν θεόν

52:4 πάντες ἐξέκλιναν ἅμα ἠχρεώθησαν οὐκ ἔστιν ποιω̃ν ἀγαθόν οὐκ ἔστιν ἕως ἑνός

52:5 οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν οἱ ἔσθοντες τὸν λαόν μου βρώσει ἄρτου τὸν θεὸν οὐκ ἐπεκαλέσαντο

52:6 ἐκει̃ φοβηθήσονται φόβον οὑ̃ οὐκ ἠ̃ν φόβος ὅτι ὁ θεὸς διεσκόρπισεν ὀστα̃ ἀνθρωπαρέσκων κατη̨σχύνθησαν ὅτι ὁ θεὸς ἐξουδένωσεν αὐτούς

52:7 τίς δώσει ἐκ Σιων τὸ σωτήριον του̃ Ισραηλ ἐν τω̨̃ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν του̃ λαου̃ αὐτου̃ ἀγαλλιάσεται Ιακωβ καὶ εὐφρανθήσεται Ισραηλ

53:1 εἰς τὸ τέλος ἐν ὕμνοις συνέσεως τω̨̃ Δαυιδ

53:2 ἐν τω̨̃ ἐλθει̃ν τοὺς Ζιφαίους καὶ εἰπει̃ν τω̨̃ σαουλ οὐκ ἰδοὺ Δαυιδ κέκρυπται παρ' ἡμι̃ν

53:3 ὁ θεός ἐν τω̨̃ ὀνόματί σου σω̃σόν με καὶ ἐν τη̨̃ δυνάμει σου κρι̃νόν με

53:4 ὁ θεός εἰσάκουσον τη̃ς προσευχη̃ς μου ἐνώτισαι τὰ ῥήματα του̃ στόματός μου

53:5 ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ' ἐμέ καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου οὐ προέθεντο τὸν θεὸν ἐνώπιον αὐτω̃ν διάψαλμα

53:6 ἰδοὺ γὰρ ὁ θεὸς βοηθει̃ μοι καὶ ὁ κύριος ἀντιλήμπτωρ τη̃ς ψυχη̃ς μου

53:7 ἀποστρέψει τὰ κακὰ τοι̃ς ἐχθροι̃ς μου ἐν τη̨̃ ἀληθεία̨ σου ἐξολέθρευσον αὐτούς

53:8 ἑκουσίως θύσω σοι ἐξομολογήσομαι τω̨̃ ὀνόματί σου κύριε ὅτι ἀγαθόν

53:9 ὅτι ἐκ πάσης θλίψεως ἐρρύσω με καὶ ἐν τοι̃ς ἐχθροι̃ς μου ἐπει̃δεν ὁ ὀφθαλμός μου

54:1 εἰς τὸ τέλος ἐν ὕμνοις συνέσεως τω̨̃ Δαυιδ

54:2 ἐνώτισαι ὁ θεός τὴν προσευχὴν μου καὶ μὴ ὑπερίδη̨ς τὴν δέησίν μου

54:3 πρόσχες μοι καὶ εἰσάκουσόν μου ἐλυπήθην ἐν τη̨̃ ἀδολεσχία̨ μου καὶ ἐταράχθην

54:4 ἀπὸ φωνη̃ς ἐχθρου̃ καὶ ἀπὸ θλίψεως ἁμαρτωλου̃ ὅτι ἐξέκλιναν ἐπ' ἐμὲ ἀνομίαν καὶ ἐν ὀργη̨̃ ἐνεκότουν μοι

54:5 ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ' ἐμέ

54:6 φόβος καὶ τρόμος ἠ̃λθεν ἐπ' ἐμέ καὶ ἐκάλυψέν με σκότος

54:7 καὶ εἰ̃πα τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερα̃ς καὶ πετασθήσομαι καὶ καταπαύσω

54:8 ἰδοὺ ἐμάκρυνα φυγαδεύων καὶ ηὐλίσθην ἐν τη̨̃ ἐρήμω̨ διάψαλμα

54:9 προσεδεχόμην τὸν σώ̨ζοντά με ἀπὸ ὀλιγοψυχίας καὶ καταιγίδος

54:10 καταπόντισον κύριε καὶ καταδίελε τὰς γλώσσας αὐτω̃ν ὅτι εἰ̃δον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τη̨̃ πόλει

54:11 ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν ἐπὶ τὰ τείχη αὐτη̃ς ἀνομία καὶ κόπος ἐν μέσω̨ αὐτη̃ς καὶ ἀδικία

54:12 καὶ οὐκ ἐξέλιπεν ἐκ τω̃ν πλατειω̃ν αὐτη̃ς τόκος καὶ δόλος

54:13 ὅτι εἰ ἐχθρὸς ὠνείδισέν με ὑπήνεγκα ἄν καὶ εἰ ὁ μισω̃ν με ἐπ' ἐμὲ ἐμεγαλορρημόνησεν ἐκρύβην ἂν ἀπ' αὐτου̃

54:14 σὺ δέ ἄνθρωπε ἰσόψυχε ἡγεμών μου καὶ γνωστέ μου

54:15 ὃς ἐπὶ τὸ αὐτό μοι ἐγλύκανας ἐδέσματα ἐν τω̨̃ οἴκω̨ του̃ θεου̃ ἐπορεύθημεν ἐν ὁμονοία̨

54:16 ἐλθέτω θάνατος ἐπ' αὐτούς καὶ καταβήτωσαν εἰς ἅ̨δου ζω̃ντες ὅτι πονηρίαι ἐν ται̃ς παροικίαις αὐτω̃ν ἐν μέσω̨ αὐτω̃ν

54:17 ἐγὼ δὲ πρὸς τὸν θεὸν ἐκέκραξα καὶ ὁ κύριος εἰσήκουσέν μου

54:18 ἑσπέρας καὶ πρωὶ καὶ μεσημβρίας διηγήσομαι ἀπαγγελω̃ καὶ εἰσακούσεται τη̃ς φωνη̃ς μου

54:19 λυτρώσεται ἐν εἰρήνη̨ τὴν ψυχήν μου ἀπὸ τω̃ν ἐγγιζόντων μοι ὅτι ἐν πολλοι̃ς ἠ̃σαν σὺν ἐμοί

54:20 εἰσακούσεται ὁ θεὸς καὶ ταπεινώσει αὐτούς ὁ ὑπάρχων πρὸ τω̃ν αἰώνων διάψαλμα οὐ γάρ ἐστιν αὐτοι̃ς ἀντάλλαγμα καὶ οὐκ ἐφοβήθησαν τὸν θεόν

54:21 ἐξέτεινεν τὴν χει̃ρα αὐτου̃ ἐν τω̨̃ ἀποδιδόναι ἐβεβήλωσαν τὴν διαθήκην αὐτου̃

54:22 διεμερίσθησαν ἀπὸ ὀργη̃ς του̃ προσώπου αὐτου̃ καὶ ἤγγισεν ἡ καρδία αὐτου̃ ἡπαλύνθησαν οἱ λόγοι αὐτου̃ ὑπὲρ ἔλαιον καὶ αὐτοί εἰσιν βολίδες

54:23 ἐπίρριψον ἐπὶ κύριον τὴν μέριμνάν σου καὶ αὐτός σε διαθρέψει οὐ δώσει εἰς τὸν αἰω̃να σάλον τω̨̃ δικαίω̨

54:24 σὺ δέ ὁ θεός κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορα̃ς ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύσωσιν τὰς ἡμέρας αὐτω̃ν ἐγὼ δὲ ἐλπιω̃ ἐπὶ σέ κύριε

55:1 εἰς τὸ τέλος ὑπὲρ του̃ λαου̃ του̃ ἀπὸ τω̃ν ἁγίων μεμακρυμμένου τω̨̃ Δαυιδ εἰς στηλογραφίαν ὁπότε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γεθ

55:2 ἐλέησόν με κύριε ὅτι κατεπάτησέν με ἄνθρωπος ὅλην τὴν ἡμέραν πολεμω̃ν ἔθλιψέν με

55:3 κατεπάτησάν με οἱ ἐχθροί μου ὅλην τὴν ἡμέραν ὅτι πολλοὶ οἱ πολεμου̃ντές με ἀπὸ ὕψους

55:4 ἡμέρας φοβηθήσομαι ἐγὼ δὲ ἐπὶ σοὶ ἐλπιω̃

55:5 ἐν τω̨̃ θεω̨̃ ἐπαινέσω τοὺς λόγους μου ὅλην τὴν ἡμέραν ἐπὶ τω̨̃ θεω̨̃ ἤλπισα οὐ φοβηθήσομαι τί ποιήσει μοι σάρξ

55:6 ὅλην τὴν ἡμέραν τοὺς λόγους μου ἐβδελύσσοντο κατ' ἐμου̃ πάντες οἱ διαλογισμοὶ αὐτω̃ν εἰς κακόν

55:7 παροικήσουσιν καὶ κατακρύψουσιν αὐτοὶ τὴν πτέρναν μου φυλάξουσιν καθάπερ ὑπέμειναν τὴν ψυχήν μου

55:8 ὑπὲρ του̃ μηθενὸς σώσεις αὐτούς ἐν ὀργη̨̃ λαοὺς κατάξεις ὁ θεός

55:9 τὴν ζωήν μου ἐξήγγειλά σοι ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου ὡς καὶ ἐν τη̨̃ ἐπαγγελία̨ σου

55:10 ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω ἐν ἡ̨̃ ἂν ἡμέρα̨ ἐπικαλέσωμαί σε ἰδοὺ ἔγνων ὅτι θεός μου εἰ̃ σύ

55:11 ἐπὶ τω̨̃ θεω̨̃ αἰνέσω ῥη̃μα ἐπὶ τω̨̃ κυρίω̨ αἰνέσω λόγον

55:12 ἐπὶ τω̨̃ θεω̨̃ ἤλπισα οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος

55:13 ἐν ἐμοί ὁ θεός αἱ εὐχαὶ ἃς ἀποδώσω αἰνέσεώς σοι

55:14 ὅτι ἐρρύσω τὴν ψυχήν μου ἐκ θανάτου καὶ τοὺς πόδας μου ἐξ ὀλισθήματος του̃ εὐαρεστη̃σαι ἐνώπιον του̃ θεου̃ ἐν φωτὶ ζώντων

56:1 εἰς τὸ τέλος μὴ διαφθείρη̨ς τω̨̃ Δαυιδ εἰς στηλογραφίαν ἐν τω̨̃ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαουλ εἰς τὸ σπήλαιον

56:2 ἐλέησόν με ὁ θεός ἐλέησόν με ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου καὶ ἐν τη̨̃ σκια̨̃ τω̃ν πτερύγων σου ἐλπιω̃ ἕως οὑ̃ παρέλθη̨ ἡ ἀνομία

56:3 κεκράξομαι πρὸς τὸν θεὸν τὸν ὕψιστον τὸν θεὸν τὸν εὐεργετήσαντά με

56:4 ἐξαπέστειλεν ἐξ οὐρανου̃ καὶ ἔσωσέν με ἔδωκεν εἰς ὄνειδος τοὺς καταπατου̃ντάς με διάψαλμα ἐξαπέστειλεν ὁ θεὸς τὸ ἔλεος αὐτου̃ καὶ τὴν ἀλήθειαν αὐτου̃

56:5 καὶ ἐρρύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων ἐκοιμήθην τεταραγμένος υἱοὶ ἀνθρώπων οἱ ὀδόντες αὐτω̃ν ὅπλον καὶ βέλη καὶ ἡ γλω̃σσα αὐτω̃ν μάχαιρα ὀξει̃α

56:6 ὑψώθητι ἐπὶ τοὺς οὐρανούς ὁ θεός καὶ ἐπὶ πα̃σαν τὴν γη̃ν ἡ δόξα σου

56:7 παγίδα ἡτοίμασαν τοι̃ς ποσίν μου καὶ κατέκαμψαν τὴν ψυχήν μου ὤρυξαν πρὸ προσώπου μου βόθρον καὶ ἐνέπεσαν εἰς αὐτόν διάψαλμα

56:8 ἑτοίμη ἡ καρδία μου ὁ θεός ἑτοίμη ἡ καρδία μου ἄ̨σομαι καὶ ψαλω̃

56:9 ἐξεγέρθητι ἡ δόξα μου ἐξεγέρθητι ψαλτήριον καὶ κιθάρα ἐξεγερθήσομαι ὄρθρου

56:10 ἐξομολογήσομαί σοι ἐν λαοι̃ς κύριε ψαλω̃ σοι ἐν ἔθνεσιν

56:11 ὅτι ἐμεγαλύνθη ἕως τω̃ν οὐρανω̃ν τὸ ἔλεός σου καὶ ἕως τω̃ν νεφελω̃ν ἡ ἀλήθειά σου

56:12 ὑψώθητι ἐπὶ τοὺς οὐρανούς ὁ θεός καὶ ἐπὶ πα̃σαν τὴν γη̃ν ἡ δόξα σου

57:1 εἰς τὸ τέλος μὴ διαφθείρη̨ς τω̨̃ Δαυιδ εἰς στηλογραφίαν

57:2 εἰ ἀληθω̃ς ἄρα δικαιοσύνην λαλει̃τε εὐθει̃α κρίνετε οἱ υἱοὶ τω̃ν ἀνθρώπων

57:3 καὶ γὰρ ἐν καρδία̨ ἀνομίας ἐργάζεσθε ἐν τη̨̃ γη̨̃ ἀδικίαν αἱ χει̃ρες ὑμω̃ν συμπλέκουσιν

57:4 ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας ἐπλανήθησαν ἀπὸ γαστρός ἐλάλησαν ψεύδη

57:5 θυμὸς αὐτοι̃ς κατὰ τὴν ὁμοίωσιν του̃ ὄφεως ὡσεὶ ἀσπίδος κωφη̃ς καὶ βυούσης τὰ ὠ̃τα αὐτη̃ς

57:6 ἥτις οὐκ εἰσακούσεται φωνὴν ἐπα̨δόντων φαρμάκου τε φαρμακευομένου παρὰ σοφου̃

57:7 ὁ θεὸς συνέτριψεν τοὺς ὀδόντας αὐτω̃ν ἐν τω̨̃ στόματι αὐτω̃ν τὰς μύλας τω̃ν λεόντων συνέθλασεν κύριος

57:8 ἐξουδενωθήσονται ὡς ὕδωρ διαπορευόμενον ἐντενει̃ τὸ τόξον αὐτου̃ ἕως οὑ̃ ἀσθενήσουσιν

57:9 ὡσεὶ κηρὸς ὁ τακεὶς ἀνταναιρεθήσονται ἐπέπεσε πυ̃ρ καὶ οὐκ εἰ̃δον τὸν ἥλιον

57:10 πρὸ του̃ συνιέναι τὰς ἀκάνθας ὑμω̃ν τὴν ῥάμνον ὡσεὶ ζω̃ντας ὡσεὶ ἐν ὀργη̨̃ καταπίεται ὑμα̃ς

57:11 εὐφρανθήσεται δίκαιος ὅταν ἴδη̨ ἐκδίκησιν ἀσεβω̃ν τὰς χει̃ρας αὐτου̃ νίψεται ἐν τω̨̃ αἵματι του̃ ἁμαρτωλου̃

57:12 καὶ ἐρει̃ ἄνθρωπος εἰ ἄρα ἔστιν καρπὸς τω̨̃ δικαίω̨ ἄρα ἐστὶν ὁ θεὸς κρίνων αὐτοὺς ἐν τη̨̃ γη̨̃

58:1 εἰς τὸ τέλος μὴ διαφθείρη̨ς τω̨̃ Δαυιδ εἰς στηλογραφίαν ὁπότε ἀπέστειλεν Σαουλ καὶ ἐφύλαξεν τὸν οἰ̃κον αὐτου̃ του̃ θανατω̃σαι αὐτόν

58:2 ἐξελου̃ με ἐκ τω̃ν ἐχθρω̃ν μου ὁ θεός καὶ ἐκ τω̃ν ἐπανιστανομένων ἐπ' ἐμὲ λύτρωσαί με

58:3 ῥυ̃σαί με ἐκ τω̃ν ἐργαζομένων τὴν ἀνομίαν καὶ ἐξ ἀνδρω̃ν αἱμάτων σω̃σόν με

58:4 ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου ἐπέθεντο ἐπ' ἐμὲ κραταιοί οὔτε ἡ ἀνομία μου οὔτε ἡ ἁμαρτία μου κύριε

58:5 ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυναν ἐξεγέρθητι εἰς συνάντησίν μου καὶ ἰδέ

58:6 καὶ σύ κύριε ὁ θεὸς τω̃ν δυνάμεων ὁ θεὸς Ισραηλ πρόσχες του̃ ἐπισκέψασθαι πάντα τὰ ἔθνη μὴ οἰκτιρήση̨ς πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν διάψαλμα

58:7 ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων καὶ κυκλώσουσιν πόλιν

58:8 ἰδοὺ ἀποφθέγξονται ἐν τω̨̃ στόματι αὐτω̃ν καὶ ῥομφαία ἐν τοι̃ς χείλεσιν αὐτω̃ν ὅτι τίς ἤκουσεν

58:9 καὶ σύ κύριε ἐκγελάση̨ αὐτούς ἐξουδενώσεις πάντα τὰ ἔθνη

58:10 τὸ κράτος μου πρὸς σὲ φυλάξω ὅτι ὁ θεὸς ἀντιλήμπτωρ μου εἰ̃

58:11 ὁ θεός μου τὸ ἔλεος αὐτου̃ προφθάσει με ὁ θεὸς δείξει μοι ἐν τοι̃ς ἐχθροι̃ς μου

58:12 μὴ ἀποκτείνη̨ς αὐτούς μήποτε ἐπιλάθωνται του̃ λαου̃ μου διασκόρπισον αὐτοὺς ἐν τη̨̃ δυνάμει σου καὶ κατάγαγε αὐτούς ὁ ὑπερασπιστής μου κύριε

58:13 ἁμαρτίαν στόματος αὐτω̃ν λόγον χειλέων αὐτω̃ν καὶ συλλημφθήτωσαν ἐν τη̨̃ ὑπερηφανία̨ αὐτω̃ν καὶ ἐξ ἀρα̃ς καὶ ψεύδους διαγγελήσονται συντέλειαι

58:14 ἐν ὀργη̨̃ συντελείας καὶ οὐ μὴ ὑπάρξωσιν καὶ γνώσονται ὅτι ὁ θεὸς δεσπόζει του̃ Ιακωβ τω̃ν περάτων τη̃ς γη̃ς διάψαλμα

58:15 ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων καὶ κυκλώσουσιν πόλιν

58:16 αὐτοὶ διασκορπισθήσονται του̃ φαγει̃ν ἐὰν δὲ μὴ χορτασθω̃σιν καὶ γογγύσουσιν

58:17 ἐγὼ δὲ ἄ̨σομαι τη̨̃ δυνάμει σου καὶ ἀγαλλιάσομαι τὸ πρωὶ τὸ ἔλεός σου ὅτι ἐγενήθης ἀντιλήμπτωρ μου καὶ καταφυγὴ ἐν ἡμέρα̨ θλίψεώς μου

58:18 βοηθός μου σοὶ ψαλω̃ ὅτι ὁ θεός ἀντιλήμπτωρ μου εἰ̃ ὁ θεός μου τὸ ἔλεός μου

59:1 εἰς τὸ τέλος τοι̃ς ἀλλοιωθησομένοις ἔτι εἰς στηλογραφίαν τω̨̃ Δαυιδ εἰς διδαχήν

59:2 ὁπότε ἐνεπύρισεν τὴν Μεσοποταμίαν Συρίας καὶ τὴν Συρίαν Σωβα καὶ ἐπέστρεψεν Ιωαβ καὶ ἐπάταξεν τὴν φάραγγα τω̃ν ἁλω̃ν δώδεκα χιλιάδας

59:3 ὁ θεός ἀπώσω ἡμα̃ς καὶ καθει̃λες ἡμα̃ς ὠργίσθης καὶ οἰκτίρησας ἡμα̃ς

59:4 συνέσεισας τὴν γη̃ν καὶ συνετάραξας αὐτήν ἴασαι τὰ συντρίμματα αὐτη̃ς ὅτι ἐσαλεύθη

59:5 ἔδειξας τω̨̃ λαω̨̃ σου σκληρά ἐπότισας ἡμα̃ς οἰ̃νον κατανύξεως

59:6 ἔδωκας τοι̃ς φοβουμένοις σε σημείωσιν του̃ φυγει̃ν ἀπὸ προσώπου τόξου διάψαλμα

59:7 ὅπως ἂν ῥυσθω̃σιν οἱ ἀγαπητοί σου σω̃σον τη̨̃ δεξια̨̃ σου καὶ ἐπάκουσόν μου

59:8 ὁ θεὸς ἐλάλησεν ἐν τω̨̃ ἁγίω̨ αὐτου̃ ἀγαλλιάσομαι καὶ διαμεριω̃ Σικιμα καὶ τὴν κοιλάδα τω̃ν σκηνω̃ν διαμετρήσω

59:9 ἐμός ἐστιν Γαλααδ καὶ ἐμός ἐστιν Μανασση καὶ Εφραιμ κραταίωσις τη̃ς κεφαλη̃ς μου Ιουδας βασιλεύς μου

59:10 Μωαβ λέβης τη̃ς ἐλπίδος μου ἐπὶ τὴν Ιδουμαίαν ἐκτενω̃ τὸ ὑπόδημά μου ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν

59:11 τίς ἀπάξει με εἰς πόλιν περιοχη̃ς τίς ὁδηγήσει με ἕως τη̃ς Ιδουμαίας

59:12 οὐχὶ σύ ὁ θεός ὁ ἀπωσάμενος ἡμα̃ς καὶ οὐκ ἐξελεύση̨ ὁ θεός ἐν ται̃ς δυνάμεσιν ἡμω̃ν

59:13 δὸς ἡμι̃ν βοήθειαν ἐκ θλίψεως καὶ ματαία σωτηρία ἀνθρώπου

59:14 ἐν δὲ τω̨̃ θεω̨̃ ποιήσομεν δύναμιν καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμα̃ς

60:1 εἰς τὸ τέλος ἐν ὕμνοις τω̨̃ Δαυιδ

60:2 εἰσάκουσον ὁ θεός τη̃ς δεήσεώς μου πρόσχες τη̨̃ προσευχη̨̃ μου

60:3 ἀπὸ τω̃ν περάτων τη̃ς γη̃ς πρὸς σὲ ἐκέκραξα ἐν τω̨̃ ἀκηδιάσαι τὴν καρδίαν μου ἐν πέτρα̨ ὕψωσάς με

60:4 ὡδήγησάς με ὅτι ἐγενήθης ἐλπίς μου πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθρου̃

60:5 παροικήσω ἐν τω̨̃ σκηνώματί σου εἰς τοὺς αἰω̃νας σκεπασθήσομαι ἐν σκέπη̨ τω̃ν πτερύγων σου διάψαλμα

60:6 ὅτι σύ ὁ θεός εἰσήκουσας τω̃ν εὐχω̃ν μου ἔδωκας κληρονομίαν τοι̃ς φοβουμένοις τὸ ὄνομά σου

60:7 ἡμέρας ἐφ' ἡμέρας βασιλέως προσθήσεις ἔτη αὐτου̃ ἕως ἡμέρας γενεα̃ς καὶ γενεα̃ς

60:8 διαμενει̃ εἰς τὸν αἰω̃να ἐνώπιον του̃ θεου̃ ἔλεος καὶ ἀλήθειαν αὐτου̃ τίς ἐκζητήσει

60:9 οὕτως ψαλω̃ τω̨̃ ὀνόματί σου εἰς τὸν αἰω̃να του̃ αἰω̃νος του̃ ἀποδου̃ναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας

61:1 εἰς τὸ τέλος ὑπὲρ Ιδιθουν ψαλμὸς τω̨̃ Δαυιδ

61:2 οὐχὶ τω̨̃ θεω̨̃ ὑποταγήσεται ἡ ψυχή μου παρ' αὐτου̃ γὰρ τὸ σωτήριόν μου

61:3 καὶ γὰρ αὐτὸς θεός μου καὶ σωτήρ μου ἀντιλήμπτωρ μου οὐ μὴ σαλευθω̃ ἐπὶ πλει̃ον

61:4 ἕως πότε ἐπιτίθεσθε ἐπ' ἄνθρωπον φονεύετε πάντες ὡς τοίχω̨ κεκλιμένω̨ καὶ φραγμω̨̃ ὠσμένω̨

61:5 πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι ἔδραμον ἐν ψεύδει τω̨̃ στόματι αὐτω̃ν εὐλογου̃σαν καὶ τη̨̃ καρδία̨ αὐτω̃ν κατηρω̃ντο διάψαλμα

61:6 πλὴν τω̨̃ θεω̨̃ ὑποτάγηθι ἡ ψυχή μου ὅτι παρ' αὐτου̃ ἡ ὑπομονή μου

61:7 ὅτι αὐτὸς θεός μου καὶ σωτήρ μου ἀντιλήμπτωρ μου οὐ μὴ μεταναστεύσω

61:8 ἐπὶ τω̨̃ θεω̨̃ τὸ σωτήριόν μου καὶ ἡ δόξα μου ὁ θεὸς τη̃ς βοηθείας μου καὶ ἡ ἐλπίς μου ἐπὶ τω̨̃ θεω̨̃

61:9 ἐλπίσατε ἐπ' αὐτόν πα̃σα συναγωγὴ λαου̃ ἐκχέετε ἐνώπιον αὐτου̃ τὰς καρδίας ὑμω̃ν ὁ θεὸς βοηθὸς ἡμω̃ν διάψαλμα

61:10 πλὴν μάταιοι οἱ υἱοὶ τω̃ν ἀνθρώπων ψευδει̃ς οἱ υἱοὶ τω̃ν ἀνθρώπων ἐν ζυγοι̃ς του̃ ἀδικη̃σαι αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό

61:11 μὴ ἐλπίζετε ἐπὶ ἀδικίαν καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθει̃τε πλου̃τος ἐὰν ῥέη̨ μὴ προστίθεσθε καρδίαν

61:12 ἅπαξ ἐλάλησεν ὁ θεός δύο ταυ̃τα ἤκουσα

61:13 ὅτι τὸ κράτος του̃ θεου̃ καὶ σοί κύριε τὸ ἔλεος ὅτι σὺ ἀποδώσεις ἑκάστω̨ κατὰ τὰ ἔργα αὐτου̃

62:1 ψαλμὸς τω̨̃ Δαυιδ ἐν τω̨̃ εἰ̃ναι αὐτὸν ἐν τη̨̃ ἐρήμω̨ τη̃ς Ιουδαίας

62:2 ὁ θεὸς ὁ θεός μου πρὸς σὲ ὀρθρίζω ἐδίψησέν σοι ἡ ψυχή μου ποσαπλω̃ς σοι ἡ σάρξ μου ἐν γη̨̃ ἐρήμω̨ καὶ ἀβάτω̨ καὶ ἀνύδρω̨

62:3 οὕτως ἐν τω̨̃ ἁγίω̨ ὤφθην σοι του̃ ἰδει̃ν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου

62:4 ὅτι κρει̃σσον τὸ ἔλεός σου ὑπὲρ ζωάς τὰ χείλη μου ἐπαινέσουσίν σε

62:5 οὕτως εὐλογήσω σε ἐν τη̨̃ ζωη̨̃ μου ἐν τω̨̃ ὀνόματί σου ἀρω̃ τὰς χει̃ράς μου

62:6 ὡσεὶ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου

62:7 εἰ ἐμνημόνευόν σου ἐπὶ τη̃ς στρωμνη̃ς μου ἐν τοι̃ς ὄρθροις ἐμελέτων εἰς σέ

62:8 ὅτι ἐγενήθης βοηθός μου καὶ ἐν τη̨̃ σκέπη̨ τω̃ν πτερύγων σου ἀγαλλιάσομαι

62:9 ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου ἐμου̃ ἀντελάβετο ἡ δεξιά σου

62:10 αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου εἰσελεύσονται εἰς τὰ κατώτατα τη̃ς γη̃ς

62:11 παραδοθήσονται εἰς χει̃ρας ῥομφαίας μερίδες ἀλωπέκων ἔσονται

62:12 ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τω̨̃ θεω̨̃ ἐπαινεσθήσεται πα̃ς ὁ ὀμνύων ἐν αὐτω̨̃ ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα

63:1 εἰς τὸ τέλος ψαλμὸς τω̨̃ Δαυιδ

63:2 εἰσάκουσον ὁ θεός τη̃ς φωνη̃ς μου ἐν τω̨̃ δέεσθαί με ἀπὸ φόβου ἐχθρου̃ ἐξελου̃ τὴν ψυχήν μου

63:3 ἐσκέπασάς με ἀπὸ συστροφη̃ς πονηρευομένων ἀπὸ πλήθους ἐργαζομένων τὴν ἀνομίαν

63:4 οἵτινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώσσας αὐτω̃ν ἐνέτειναν τόξον αὐτω̃ν πρα̃γμα πικρὸν

63:5 του̃ κατατοξευ̃σαι ἐν ἀποκρύφοις ἄμωμον ἐξάπινα κατατοξεύσουσιν αὐτὸν καὶ οὐ φοβηθήσονται

63:6 ἐκραταίωσαν ἑαυτοι̃ς λόγον πονηρόν διηγήσαντο του̃ κρύψαι παγίδας εἰ̃παν τίς ὄψεται αὐτούς

63:7 ἐξηρεύνησαν ἀνομίας ἐξέλιπον ἐξερευνω̃ντες ἐξερευνήσει προσελεύσεται ἄνθρωπος καὶ καρδία βαθει̃α

63:8 καὶ ὑψωθήσεται ὁ θεός βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτω̃ν

63:9 καὶ ἐξησθένησαν ἐπ' αὐτοὺς αἱ γλω̃σσαι αὐτω̃ν ἐταράχθησαν πάντες οἱ θεωρου̃ντες αὐτούς

63:10 καὶ ἐφοβήθη πα̃ς ἄνθρωπος καὶ ἀνήγγειλαν τὰ ἔργα του̃ θεου̃ καὶ τὰ ποιήματα αὐτου̃ συνη̃καν

63:11 εὐφρανθήσεται δίκαιος ἐπὶ τω̨̃ κυρίω̨ καὶ ἐλπιει̃ ἐπ' αὐτόν καὶ ἐπαινεσθήσονται πάντες οἱ εὐθει̃ς τη̨̃ καρδία̨

64:1 εἰς τὸ τέλος ψαλμὸς τω̨̃ Δαυιδ ὠ̨δή Ιερεμιου καὶ Ιεζεκιηλ ἐκ του̃ λόγου τη̃ς παροικίας ὅτε ἔμελλον ἐκπορεύεσθαι

64:2 σοὶ πρέπει ὕμνος ὁ θεός ἐν Σιων καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ιερουσαλημ

64:3 εἰσάκουσον προσευχη̃ς μου πρὸς σὲ πα̃σα σὰρξ ἥξει

64:4 λόγοι ἀνομιω̃ν ὑπερεδυνάμωσαν ἡμα̃ς καὶ τὰς ἀσεβείας ἡμω̃ν σὺ ἱλάση̨

64:5 μακάριος ὃν ἐξελέξω καὶ προσελάβου κατασκηνώσει ἐν ται̃ς αὐλαι̃ς σου πλησθησόμεθα ἐν τοι̃ς ἀγαθοι̃ς του̃ οἴκου σου ἅγιος ὁ ναός σου θαυμαστὸς ἐν δικαιοσύνη̨

64:6 ἐπάκουσον ἡμω̃ν ὁ θεὸς ὁ σωτὴρ ἡμω̃ν ἡ ἐλπὶς πάντων τω̃ν περάτων τη̃ς γη̃ς καὶ ἐν θαλάσση̨ μακράν

64:7 ἑτοιμάζων ὄρη ἐν τη̨̃ ἰσχύι αὐτου̃ περιεζωσμένος ἐν δυναστεία̨

64:8 ὁ συνταράσσων τὸ κύτος τη̃ς θαλάσσης ἤχους κυμάτων αὐτη̃ς ταραχθήσονται τὰ ἔθνη

64:9 καὶ φοβηθήσονται οἱ κατοικου̃ντες τὰ πέρατα ἀπὸ τω̃ν σημείων σου ἐξόδους πρωίας καὶ ἑσπέρας τέρψεις

64:10 ἐπεσκέψω τὴν γη̃ν καὶ ἐμέθυσας αὐτήν ἐπλήθυνας του̃ πλουτίσαι αὐτήν ὁ ποταμὸς του̃ θεου̃ ἐπληρώθη ὑδάτων ἡτοίμασας τὴν τροφὴν αὐτω̃ν ὅτι οὕτως ἡ ἑτοιμασία σου

64:11 τοὺς αὔλακας αὐτη̃ς μέθυσον πλήθυνον τὰ γενήματα αὐτη̃ς ἐν ται̃ς σταγόσιν αὐτη̃ς εὐφρανθήσεται ἀνατέλλουσα

64:12 εὐλογήσεις τὸν στέφανον του̃ ἐνιαυτου̃ τη̃ς χρηστότητός σου καὶ τὰ πεδία σου πλησθήσονται πιότητος

64:13 πιανθήσονται τὰ ὡραι̃α τη̃ς ἐρήμου καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται

64:14 ἐνεδύσαντο οἱ κριοὶ τω̃ν προβάτων καὶ αἱ κοιλάδες πληθυνου̃σι σι̃τον κεκράξονται καὶ γὰρ ὑμνήσουσιν

65:1 εἰς τὸ τέλος ὠ̨δὴ ψαλμου̃ ἀναστάσεως ἀλαλάξατε τω̨̃ θεω̨̃ πα̃σα ἡ γη̃

65:2 ψάλατε δὴ τω̨̃ ὀνόματι αὐτου̃ δότε δόξαν αἰνέσει αὐτου̃

65:3 εἴπατε τω̨̃ θεω̨̃ ὡς φοβερὰ τὰ ἔργα σου ἐν τω̨̃ πλήθει τη̃ς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου

65:4 πα̃σα ἡ γη̃ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι ψαλάτωσαν τω̨̃ ὀνόματί σου διάψαλμα

65:5 δευ̃τε καὶ ἴδετε τὰ ἔργα του̃ θεου̃ φοβερὸς ἐν βουλαι̃ς ὑπὲρ τοὺς υἱοὺς τω̃ν ἀνθρώπων

65:6 ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηράν ἐν ποταμω̨̃ διελεύσονται ποδί ἐκει̃ εὐφρανθησόμεθα ἐπ' αὐτω̨̃

65:7 τω̨̃ δεσπόζοντι ἐν τη̨̃ δυναστεία̨ αὐτου̃ του̃ αἰω̃νος οἱ ὀφθαλμοὶ αὐτου̃ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοι̃ς διάψαλμα

65:8 εὐλογει̃τε ἔθνη τὸν θεὸν ἡμω̃ν καὶ ἀκουτίσασθε τὴν φωνὴν τη̃ς αἰνέσεως αὐτου̃

65:9 του̃ θεμένου τὴν ψυχήν μου εἰς ζωὴν καὶ μὴ δόντος εἰς σάλον τοὺς πόδας μου

65:10 ὅτι ἐδοκίμασας ἡμα̃ς ὁ θεός ἐπύρωσας ἡμα̃ς ὡς πυρου̃ται τὸ ἀργύριον

65:11 εἰσήγαγες ἡμα̃ς εἰς τὴν παγίδα ἔθου θλίψεις ἐπὶ τὸν νω̃τον ἡμω̃ν

65:12 ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμω̃ν διήλθομεν διὰ πυρὸς καὶ ὕδατος καὶ ἐξήγαγες ἡμα̃ς εἰς ἀναψυχήν

65:13 εἰσελεύσομαι εἰς τὸν οἰ̃κόν σου ἐν ὁλοκαυτώμασιν ἀποδώσω σοι τὰς εὐχάς μου

65:14 ἃς διέστειλεν τὰ χείλη μου καὶ ἐλάλησεν τὸ στόμα μου ἐν τη̨̃ θλίψει μου

65:15 ὁλοκαυτώματα μεμυαλωμένα ἀνοίσω σοι μετὰ θυμιάματος καὶ κριω̃ν ποιήσω σοι βόας μετὰ χιμάρων διάψαλμα

65:16 δευ̃τε ἀκούσατε καὶ διηγήσομαι πάντες οἱ φοβούμενοι τὸν θεόν ὅσα ἐποίησεν τη̨̃ ψυχη̨̃ μου

65:17 πρὸς αὐτὸν τω̨̃ στόματί μου ἐκέκραξα καὶ ὕψωσα ὑπὸ τὴν γλω̃σσάν μου

65:18 ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδία̨ μου μὴ εἰσακουσάτω κύριος

65:19 διὰ του̃το εἰσήκουσέν μου ὁ θεός προσέσχεν τη̨̃ φωνη̨̃ τη̃ς δεήσεώς μου

65:20 εὐλογητὸς ὁ θεός ὃς οὐκ ἀπέστησεν τὴν προσευχήν μου καὶ τὸ ἔλεος αὐτου̃ ἀπ' ἐμου̃

66:1 εἰς τὸ τέλος ἐν ὕμνοις ψαλμὸς ὠ̨δη̃ς

66:2 ὁ θεὸς οἰκτιρήσαι ἡμα̃ς καὶ εὐλογήσαι ἡμα̃ς ἐπιφάναι τὸ πρόσωπον αὐτου̃ ἐφ' ἡμα̃ς διάψαλμα

66:3 του̃ γνω̃ναι ἐν τη̨̃ γη̨̃ τὴν ὁδόν σου ἐν πα̃σιν ἔθνεσιν τὸ σωτήριόν σου

66:4 ἐξομολογησάσθωσάν σοι λαοί ὁ θεός ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες

66:5 εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη ὅτι κρινει̃ς λαοὺς ἐν εὐθύτητι καὶ ἔθνη ἐν τη̨̃ γη̨̃ ὁδηγήσεις διάψαλμα

66:6 ἐξομολογησάσθωσάν σοι λαοί ὁ θεός ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες

66:7 γη̃ ἔδωκεν τὸν καρπὸν αὐτη̃ς εὐλογήσαι ἡμα̃ς ὁ θεὸς ὁ θεὸς ἡμω̃ν

66:8 εὐλογήσαι ἡμα̃ς ὁ θεός καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τη̃ς γη̃ς

67:1 εἰς τὸ τέλος τω̨̃ Δαυιδ ψαλμὸς ὠ̨δη̃ς

67:2 ἀναστήτω ὁ θεός καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτου̃ καὶ φυγέτωσαν οἱ μισου̃ντες αὐτὸν ἀπὸ προσώπου αὐτου̃

67:3 ὡς ἐκλείπει καπνός ἐκλιπέτωσαν ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός οὕτως ἀπόλοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου του̃ θεου̃

67:4 καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν ἀγαλλιάσθωσαν ἐνώπιον του̃ θεου̃ τερφθήτωσαν ἐν εὐφροσύνη̨

67:5 ἄ̨σατε τω̨̃ θεω̨̃ ψάλατε τω̨̃ ὀνόματι αὐτου̃ ὁδοποιήσατε τω̨̃ ἐπιβεβηκότι ἐπὶ δυσμω̃ν κύριος ὄνομα αὐτω̨̃ καὶ ἀγαλλια̃σθε ἐνώπιον αὐτου̃ ταραχθήσονται ἀπὸ προσώπου αὐτου̃

67:6 του̃ πατρὸς τω̃ν ὀρφανω̃ν καὶ κριτου̃ τω̃ν χηρω̃ν ὁ θεὸς ἐν τόπω̨ ἁγίω̨ αὐτου̃

67:7 ὁ θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκω̨ ἐξάγων πεπεδημένους ἐν ἀνδρεία̨ ὁμοίως τοὺς παραπικραίνοντας τοὺς κατοικου̃ντας ἐν τάφοις

67:8 ὁ θεός ἐν τω̨̃ ἐκπορεύεσθαί σε ἐνώπιον του̃ λαου̃ σου ἐν τω̨̃ διαβαίνειν σε ἐν τη̨̃ ἐρήμω̨ διάψαλμα

67:9 γη̃ ἐσείσθη καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν ἀπὸ προσώπου του̃ θεου̃ του̃το Σινα ἀπὸ προσώπου του̃ θεου̃ Ισραηλ

67:10 βροχὴν ἑκούσιον ἀφοριει̃ς ὁ θεός τη̨̃ κληρονομία̨ σου καὶ ἠσθένησεν σὺ δὲ κατηρτίσω αὐτήν

67:11 τὰ ζω̨̃ά σου κατοικου̃σιν ἐν αὐτη̨̃ ἡτοίμασας ἐν τη̨̃ χρηστότητί σου τω̨̃ πτωχω̨̃ ὁ θεός

67:12 κύριος δώσει ῥη̃μα τοι̃ς εὐαγγελιζομένοις δυνάμει πολλη̨̃

67:13 ὁ βασιλεὺς τω̃ν δυνάμεων του̃ ἀγαπητου̃ καὶ ὡραιότητι του̃ οἴκου διελέσθαι σκυ̃λα

67:14 ἐὰν κοιμηθη̃τε ἀνὰ μέσον τω̃ν κλήρων πτέρυγες περιστερα̃ς περιηργυρωμέναι καὶ τὰ μετάφρενα αὐτη̃ς ἐν χλωρότητι χρυσίου διάψαλμα

67:15 ἐν τω̨̃ διαστέλλειν τὸν ἐπουράνιον βασιλει̃ς ἐπ' αὐτη̃ς χιονωθήσονται ἐν Σελμων

67:16 ὄρος του̃ θεου̃ ὄρος πι̃ον ὄρος τετυρωμένον ὄρος πι̃ον

67:17 ἵνα τί ὑπολαμβάνετε ὄρη τετυρωμένα τὸ ὄρος ὃ εὐδόκησεν ὁ θεὸς κατοικει̃ν ἐν αὐτω̨̃ καὶ γὰρ ὁ κύριος κατασκηνώσει εἰς τέλος

67:18 τὸ ἅρμα του̃ θεου̃ μυριοπλάσιον χιλιάδες εὐθηνούντων ὁ κύριος ἐν αὐτοι̃ς ἐν Σινα ἐν τω̨̃ ἁγίω̨

67:19 ἀνέβης εἰς ὕψος ἠ̨χμαλώτευσας αἰχμαλωσίαν ἔλαβες δόματα ἐν ἀνθρώπω̨ καὶ γὰρ ἀπειθου̃ντες του̃ κατασκηνω̃σαι κύριος ὁ θεὸς εὐλογητός

67:20 εὐλογητὸς κύριος ἡμέραν καθ' ἡμέραν κατευοδώσει ἡμι̃ν ὁ θεὸς τω̃ν σωτηρίων ἡμω̃ν διάψαλμα

67:21 ὁ θεὸς ἡμω̃ν θεὸς του̃ σώ̨ζειν καὶ του̃ κυρίου κυρίου αἱ διέξοδοι του̃ θανάτου

67:22 πλὴν ὁ θεὸς συνθλάσει κεφαλὰς ἐχθρω̃ν αὐτου̃ κορυφὴν τριχὸς διαπορευομένων ἐν πλημμελείαις αὐτω̃ν

67:23 εἰ̃πεν κύριος ἐκ Βασαν ἐπιστρέψω ἐπιστρέψω ἐν βυθοι̃ς θαλάσσης

67:24 ὅπως ἂν βαφη̨̃ ὁ πούς σου ἐν αἵματι ἡ γλω̃σσα τω̃ν κυνω̃ν σου ἐξ ἐχθρω̃ν παρ' αὐτου̃

67:25 ἐθεωρήθησαν αἱ πορει̃αί σου ὁ θεός αἱ πορει̃αι του̃ θεου̃ μου του̃ βασιλέως του̃ ἐν τω̨̃ ἁγίω̨

67:26 προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων ἐν μέσω̨ νεανίδων τυμπανιστριω̃ν

67:27 ἐν ἐκκλησίαις εὐλογει̃τε τὸν θεόν τὸν κύριον ἐκ πηγω̃ν Ισραηλ

67:28 ἐκει̃ Βενιαμιν νεώτερος ἐν ἐκστάσει ἄρχοντες Ιουδα ἡγεμόνες αὐτω̃ν ἄρχοντες Ζαβουλων ἄρχοντες Νεφθαλι

67:29 ἔντειλαι ὁ θεός τη̨̃ δυνάμει σου δυνάμωσον ὁ θεός του̃το ὃ κατειργάσω ἡμι̃ν

67:30 ἀπὸ του̃ ναου̃ σου ἐπὶ Ιερουσαλημ σοὶ οἴσουσιν βασιλει̃ς δω̃ρα

67:31 ἐπιτίμησον τοι̃ς θηρίοις του̃ καλάμου ἡ συναγωγὴ τω̃ν ταύρων ἐν ται̃ς δαμάλεσιν τω̃ν λαω̃ν του̃ μὴ ἀποκλεισθη̃ναι τοὺς δεδοκιμασμένους τω̨̃ ἀργυρίω̨ διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα

67:32 ἥξουσιν πρέσβεις ἐξ Αἰγύπτου Αἰθιοπία προφθάσει χει̃ρα αὐτη̃ς τω̨̃ θεω̨̃

67:33 αἱ βασιλει̃αι τη̃ς γη̃ς ἄ̨σατε τω̨̃ θεω̨̃ ψάλατε τω̨̃ κυρίω̨ διάψαλμα

67:34 ψάλατε τω̨̃ θεω̨̃ τω̨̃ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν του̃ οὐρανου̃ κατὰ ἀνατολάς ἰδοὺ δώσει ἐν τη̨̃ φωνη̨̃ αὐτου̃ φωνὴν δυνάμεως

67:35 δότε δόξαν τω̨̃ θεω̨̃ ἐπὶ τὸν Ισραηλ ἡ μεγαλοπρέπεια αὐτου̃ καὶ ἡ δύναμις αὐτου̃ ἐν ται̃ς νεφέλαις

67:36 θαυμαστὸς ὁ θεὸς ἐν τοι̃ς ἁγίοις αὐτου̃ ὁ θεὸς Ισραηλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τω̨̃ λαω̨̃ αὐτου̃ εὐλογητὸς ὁ θεός

68:1 εἰς τὸ τέλος ὑπὲρ τω̃ν ἀλλοιωθησομένων τω̨̃ Δαυιδ

68:2 σω̃σόν με ὁ θεός ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχη̃ς μου

68:3 ἐνεπάγην εἰς ἰλὺν βυθου̃ καὶ οὐκ ἔστιν ὑπόστασις ἠ̃λθον εἰς τὰ βάθη τη̃ς θαλάσσης καὶ καταιγὶς κατεπόντισέν με

68:4 ἐκοπίασα κράζων ἐβραγχίασεν ὁ λάρυγξ μου ἐξέλιπον οἱ ὀφθαλμοί μου ἀπὸ του̃ ἐλπίζειν ἐπὶ τὸν θεόν μου

68:5 ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τη̃ς κεφαλη̃ς μου οἱ μισου̃ντές με δωρεάν ἐκραταιώθησαν οἱ ἐχθροί μου οἱ ἐκδιώκοντές με ἀδίκως ἃ οὐχ ἥρπασα τότε ἀπετίννυον

68:6 ὁ θεός σὺ ἔγνως τὴν ἀφροσύνην μου καὶ αἱ πλημμέλειαί μου ἀπὸ σου̃ οὐκ ἐκρύβησαν

68:7 μὴ αἰσχυνθείησαν ἐπ' ἐμοὶ οἱ ὑπομένοντές σε κύριε κύριε τω̃ν δυνάμεων μὴ ἐντραπείησαν ἐπ' ἐμοὶ οἱ ζητου̃ντές σε ὁ θεὸς του̃ Ισραηλ

68:8 ὅτι ἕνεκα σου̃ ὑπήνεγκα ὀνειδισμόν ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου

68:9 ἀπηλλοτριωμένος ἐγενήθην τοι̃ς ἀδελφοι̃ς μου καὶ ξένος τοι̃ς υἱοι̃ς τη̃ς μητρός μου

68:10 ὅτι ὁ ζη̃λος του̃ οἴκου σου κατέφαγέν με καὶ οἱ ὀνειδισμοὶ τω̃ν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ' ἐμέ

68:11 καὶ συνέκαμψα ἐν νηστεία̨ τὴν ψυχήν μου καὶ ἐγενήθη εἰς ὀνειδισμὸν ἐμοί

68:12 καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον καὶ ἐγενόμην αὐτοι̃ς εἰς παραβολήν

68:13 κατ' ἐμου̃ ἠδολέσχουν οἱ καθήμενοι ἐν πύλη̨ καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες τὸν οἰ̃νον

68:14 ἐγὼ δὲ τη̨̃ προσευχη̨̃ μου πρὸς σέ κύριε καιρὸς εὐδοκίας ὁ θεός ἐν τω̨̃ πλήθει του̃ ἐλέους σου ἐπάκουσόν μου ἐν ἀληθεία̨ τη̃ς σωτηρίας σου

68:15 σω̃σόν με ἀπὸ πηλου̃ ἵνα μὴ ἐμπαγω̃ ῥυσθείην ἐκ τω̃ν μισούντων με καὶ ἐκ του̃ βάθους τω̃ν ὑδάτων

68:16 μή με καταποντισάτω καταιγὶς ὕδατος μηδὲ καταπιέτω με βυθός μηδὲ συσχέτω ἐπ' ἐμὲ φρέαρ τὸ στόμα αὐτου̃

68:17 εἰσάκουσόν μου κύριε ὅτι χρηστὸν τὸ ἔλεός σου κατὰ τὸ πλη̃θος τω̃ν οἰκτιρμω̃ν σου ἐπίβλεψον ἐπ' ἐμέ

68:18 μὴ ἀποστρέψη̨ς τὸ πρόσωπόν σου ἀπὸ του̃ παιδός σου ὅτι θλίβομαι ταχὺ ἐπάκουσόν μου

68:19 πρόσχες τη̨̃ ψυχη̨̃ μου καὶ λύτρωσαι αὐτήν ἕνεκα τω̃ν ἐχθρω̃ν μου ῥυ̃σαί με

68:20 σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου καὶ τὴν αἰσχύνην μου καὶ τὴν ἐντροπήν μου ἐναντίον σου πάντες οἱ θλίβοντές με

68:21 ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπωρίαν καὶ ὑπέμεινα συλλυπούμενον καὶ οὐχ ὑπη̃ρξεν καὶ παρακαλου̃ντας καὶ οὐχ εὑ̃ρον

68:22 καὶ ἔδωκαν εἰς τὸ βρω̃μά μου χολὴν καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος

68:23 γενηθήτω ἡ τράπεζα αὐτω̃ν ἐνώπιον αὐτω̃ν εἰς παγίδα καὶ εἰς ἀνταπόδοσιν καὶ εἰς σκάνδαλον

68:24 σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτω̃ν του̃ μὴ βλέπειν καὶ τὸν νω̃τον αὐτω̃ν διὰ παντὸς σύγκαμψον

68:25 ἔκχεον ἐπ' αὐτοὺς τὴν ὀργήν σου καὶ ὁ θυμὸς τη̃ς ὀργη̃ς σου καταλάβοι αὐτούς

68:26 γενηθήτω ἡ ἔπαυλις αὐτω̃ν ἠρημωμένη καὶ ἐν τοι̃ς σκηνώμασιν αὐτω̃ν μὴ ἔστω ὁ κατοικω̃ν

68:27 ὅτι ὃν σὺ ἐπάταξας αὐτοὶ κατεδίωξαν καὶ ἐπὶ τὸ ἄλγος τω̃ν τραυματιω̃ν σου προσέθηκαν

68:28 πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτω̃ν καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνη̨ σου

68:29 ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων καὶ μετὰ δικαίων μὴ γραφήτωσαν

68:30 πτωχὸς καὶ ἀλγω̃ν εἰμι ἐγώ καὶ ἡ σωτηρία του̃ προσώπου σου ὁ θεός ἀντελάβετό μου

68:31 αἰνέσω τὸ ὄνομα του̃ θεου̃ μετ' ὠ̨δη̃ς μεγαλυνω̃ αὐτὸν ἐν αἰνέσει

68:32 καὶ ἀρέσει τω̨̃ θεω̨̃ ὑπὲρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλάς

68:33 ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν ἐκζητήσατε τὸν θεόν καὶ ζήσεται ἡ ψυχὴ ὑμω̃ν

68:34 ὅτι εἰσήκουσεν τω̃ν πενήτων ὁ κύριος καὶ τοὺς πεπεδημένους αὐτου̃ οὐκ ἐξουδένωσεν

68:35 αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γη̃ θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτοι̃ς

68:36 ὅτι ὁ θεὸς σώσει τὴν Σιων καὶ οἰκοδομηθήσονται αἱ πόλεις τη̃ς Ιουδαίας καὶ κατοικήσουσιν ἐκει̃ καὶ κληρονομήσουσιν αὐτήν

68:37 καὶ τὸ σπέρμα τω̃ν δούλων αὐτου̃ καθέξουσιν αὐτήν καὶ οἱ ἀγαπω̃ντες τὸ ὄνομα αὐτου̃ κατασκηνώσουσιν ἐν αὐτη̨̃

69:1 εἰς τὸ τέλος τω̨̃ Δαυιδ εἰς ἀνάμνησιν

69:2 εἰς τὸ σω̃σαί με κύριον ὁ θεός εἰς τὴν βοήθειάν μου πρόσχες

69:3 αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητου̃ντές μου τὴν ψυχήν ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ βουλόμενοί μοι κακά

69:4 ἀποστραφείησαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι εὐ̃γε εὐ̃γε

69:5 ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητου̃ντές σε καὶ λεγέτωσαν διὰ παντός μεγαλυνθήτω ὁ θεός οἱ ἀγαπω̃ντες τὸ σωτήριόν σου

69:6 ἐγὼ δὲ πτωχὸς καὶ πένης ὁ θεός βοήθησόν μοι βοηθός μου καὶ ῥύστης μου εἰ̃ σύ κύριε μὴ χρονίση̨ς

70:1 τω̨̃ Δαυιδ υἱω̃ν Ιωναδαβ καὶ τω̃ν πρώτων αἰχμαλωτισθέντων ὁ θεός ἐπὶ σοὶ ἤλπισα μὴ καταισχυνθείην εἰς τὸν αἰω̃να

70:2 ἐν τη̨̃ δικαιοσύνη̨ σου ῥυ̃σαί με καὶ ἐξελου̃ με κλι̃νον πρός με τὸ οὐ̃ς σου καὶ σω̃σόν με

70:3 γενου̃ μοι εἰς θεὸν ὑπερασπιστὴν καὶ εἰς τόπον ὀχυρὸν του̃ σω̃σαί με ὅτι στερέωμά μου καὶ καταφυγή μου εἰ̃ σύ

70:4 ὁ θεός μου ῥυ̃σαί με ἐκ χειρὸς ἁμαρτωλου̃ ἐκ χειρὸς παρανομου̃ντος καὶ ἀδικου̃ντος

70:5 ὅτι σὺ εἰ̃ ἡ ὑπομονή μου κύριε κύριος ἡ ἐλπίς μου ἐκ νεότητός μου

70:6 ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρός ἐκ κοιλίας μητρός μου σύ μου εἰ̃ σκεπαστής ἐν σοὶ ἡ ὕμνησίς μου διὰ παντός

70:7 ὡσεὶ τέρας ἐγενήθην τοι̃ς πολλοι̃ς καὶ σὺ βοηθὸς κραταιός

70:8 πληρωθήτω τὸ στόμα μου αἰνέσεως ὅπως ὑμνήσω τὴν δόξαν σου ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου

70:9 μὴ ἀπορρίψη̨ς με εἰς καιρὸν γήρους ἐν τω̨̃ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπη̨ς με

70:10 ὅτι εἰ̃παν οἱ ἐχθροί μου ἐμοὶ καὶ οἱ φυλάσσοντες τὴν ψυχήν μου ἐβουλεύσαντο ἐπὶ τὸ αὐτὸ

70:11 λέγοντες ὁ θεὸς ἐγκατέλιπεν αὐτόν καταδιώξατε καὶ καταλάβετε αὐτόν ὅτι οὐκ ἔστιν ὁ ῥυόμενος

70:12 ὁ θεός μὴ μακρύνη̨ς ἀπ' ἐμου̃ ὁ θεός μου εἰς τὴν βοήθειάν μου πρόσχες

70:13 αἰσχυνθήτωσαν καὶ ἐκλιπέτωσαν οἱ ἐνδιαβάλλοντες τὴν ψυχήν μου περιβαλέσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ ζητου̃ντες τὰ κακά μοι

70:14 ἐγὼ δὲ διὰ παντὸς ἐλπιω̃ καὶ προσθήσω ἐπὶ πα̃σαν τὴν αἴνεσίν σου

70:15 τὸ στόμα μου ἐξαγγελει̃ τὴν δικαιοσύνην σου ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου ὅτι οὐκ ἔγνων γραμματείας

70:16 εἰσελεύσομαι ἐν δυναστεία̨ κυρίου κύριε μνησθήσομαι τη̃ς δικαιοσύνης σου μόνου

70:17 ἐδίδαξάς με ὁ θεός ἐκ νεότητός μου καὶ μέχρι νυ̃ν ἀπαγγελω̃ τὰ θαυμάσιά σου

70:18 καὶ ἕως γήρους καὶ πρεσβείου ὁ θεός μὴ ἐγκαταλίπη̨ς με ἕως ἂν ἀπαγγείλω τὸν βραχίονά σου πάση̨ τη̨̃ γενεα̨̃ τη̨̃ ἐρχομένη̨ τὴν δυναστείαν σου καὶ τὴν δικαιοσύνην σου

70:19 ὁ θεός ἕως ὑψίστων ἃ ἐποίησας μεγαλει̃α ὁ θεός τίς ὅμοιός σοι

70:20 ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακάς καὶ ἐπιστρέψας ἐζωοποίησάς με καὶ ἐκ τω̃ν ἀβύσσων τη̃ς γη̃ς πάλιν ἀνήγαγές με

70:21 ἐπλεόνασας τὴν μεγαλοσύνην σου καὶ ἐπιστρέψας παρεκάλεσάς με καὶ ἐκ τω̃ν ἀβύσσων τη̃ς γη̃ς πάλιν ἀνήγαγές με

70:22 καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύει ψαλμου̃ τὴν ἀλήθειάν σου ὁ θεός ψαλω̃ σοι ἐν κιθάρα̨ ὁ ἅγιος του̃ Ισραηλ

70:23 ἀγαλλιάσονται τὰ χείλη μου ὅταν ψάλω σοι καὶ ἡ ψυχή μου ἣν ἐλυτρώσω

70:24 ἔτι δὲ καὶ ἡ γλω̃σσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύνην σου ὅταν αἰσχυνθω̃σιν καὶ ἐντραπω̃σιν οἱ ζητου̃ντες τὰ κακά μοι

71:1 εἰς Σαλωμων ὁ θεός τὸ κρίμα σου τω̨̃ βασιλει̃ δὸς καὶ τὴν δικαιοσύνην σου τω̨̃ υἱω̨̃ του̃ βασιλέως

71:2 κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνη̨ καὶ τοὺς πτωχούς σου ἐν κρίσει

71:3 ἀναλαβέτω τὰ ὄρη εἰρήνην τω̨̃ λαω̨̃ σου καὶ οἱ βουνοὶ ἐν δικαιοσύνη̨

71:4 κρινει̃ τοὺς πτωχοὺς του̃ λαου̃ καὶ σώσει τοὺς υἱοὺς τω̃ν πενήτων καὶ ταπεινώσει συκοφάντην

71:5 καὶ συμπαραμενει̃ τω̨̃ ἡλίω̨ καὶ πρὸ τη̃ς σελήνης γενεὰς γενεω̃ν

71:6 καὶ καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γη̃ν

71:7 ἀνατελει̃ ἐν ται̃ς ἡμέραις αὐτου̃ δικαιοσύνη καὶ πλη̃θος εἰρήνης ἕως οὑ̃ ἀνταναιρεθη̨̃ ἡ σελήνη

71:8 καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμου̃ ἕως περάτων τη̃ς οἰκουμένης

71:9 ἐνώπιον αὐτου̃ προπεσου̃νται Αἰθίοπες καὶ οἱ ἐχθροὶ αὐτου̃ χου̃ν λείξουσιν

71:10 βασιλει̃ς Θαρσις καὶ αἱ νη̃σοι δω̃ρα προσοίσουσιν βασιλει̃ς 'Αράβων καὶ Σαβα δω̃ρα προσάξουσιν

71:11 καὶ προσκυνήσουσιν αὐτω̨̃ πάντες οἱ βασιλει̃ς πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτω̨̃

71:12 ὅτι ἐρρύσατο πτωχὸν ἐκ χειρὸς δυνάστου καὶ πένητα ὡ̨̃ οὐχ ὑπη̃ρχεν βοηθός

71:13 φείσεται πτωχου̃ καὶ πένητος καὶ ψυχὰς πενήτων σώσει

71:14 ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρώσεται τὰς ψυχὰς αὐτω̃ν καὶ ἔντιμον τὸ ὄνομα αὐτω̃ν ἐνώπιον αὐτου̃

71:15 καὶ ζήσεται καὶ δοθήσεται αὐτω̨̃ ἐκ του̃ χρυσίου τη̃ς 'Αραβίας καὶ προσεύξονται περὶ αὐτου̃ διὰ παντός ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτόν

71:16 ἔσται στήριγμα ἐν τη̨̃ γη̨̃ ἐπ' ἄκρων τω̃ν ὀρέων ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτου̃ καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τη̃ς γη̃ς

71:17 ἔστω τὸ ὄνομα αὐτου̃ εὐλογημένον εἰς τοὺς αἰω̃νας πρὸ του̃ ἡλίου διαμενει̃ τὸ ὄνομα αὐτου̃ καὶ εὐλογηθήσονται ἐν αὐτω̨̃ πα̃σαι αἱ φυλαὶ τη̃ς γη̃ς πάντα τὰ ἔθνη μακαριου̃σιν αὐτόν

71:18 εὐλογητὸς κύριος ὁ θεὸς ὁ θεὸς Ισραηλ ὁ ποιω̃ν θαυμάσια μόνος

71:19 καὶ εὐλογητὸν τὸ ὄνομα τη̃ς δόξης αὐτου̃ εἰς τὸν αἰω̃να καὶ εἰς τὸν αἰω̃να του̃ αἰω̃νος καὶ πληρωθήσεται τη̃ς δόξης αὐτου̃ πα̃σα ἡ γη̃ γένοιτο γένοιτο

71:20 ἐξέλιπον οἱ ὕμνοι Δαυιδ του̃ υἱου̃ Ιεσσαι

72:1 ψαλμὸς τω̨̃ Ασαφ ὡς ἀγαθὸς τω̨̃ Ισραηλ ὁ θεός τοι̃ς εὐθέσι τη̨̃ καρδία̨

72:2 ἐμου̃ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου

72:3 ὅτι ἐζήλωσα ἐπὶ τοι̃ς ἀνόμοις εἰρήνην ἁμαρτωλω̃ν θεωρω̃ν

72:4 ὅτι οὐκ ἔστιν ἀνάνευσις τω̨̃ θανάτω̨ αὐτω̃ν καὶ στερέωμα ἐν τη̨̃ μάστιγι αὐτω̃ν

72:5 ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶν καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται

72:6 διὰ του̃το ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν αὐτω̃ν

72:7 ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτω̃ν διήλθοσαν εἰς διάθεσιν καρδίας

72:8 διενοήθησαν καὶ ἐλάλησαν ἐν πονηρία̨ ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν

72:9 ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτω̃ν καὶ ἡ γλω̃σσα αὐτω̃ν διη̃λθεν ἐπὶ τη̃ς γη̃ς

72:10 διὰ του̃το ἐπιστρέψει ὁ λαός μου ἐνταυ̃θα καὶ ἡμέραι πλήρεις εὑρεθήσονται αὐτοι̃ς

72:11 καὶ εἰ̃παν πω̃ς ἔγνω ὁ θεός καὶ εἰ ἔστιν γνω̃σις ἐν τω̨̃ ὑψίστω̨

72:12 ἰδοὺ οὑ̃τοι ἁμαρτωλοὶ καὶ εὐθηνου̃νται εἰς τὸν αἰω̃να κατέσχον πλούτου

72:13 καὶ εἰ̃πα ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου καὶ ἐνιψάμην ἐν ἀθώ̨οις τὰς χει̃ράς μου

72:14 καὶ ἐγενόμην μεμαστιγωμένος ὅλην τὴν ἡμέραν καὶ ὁ ἔλεγχός μου εἰς τὰς πρωίας

72:15 εἰ ἔλεγον διηγήσομαι οὕτως ἰδοὺ τη̨̃ γενεα̨̃ τω̃ν υἱω̃ν σου ἠσυνθέτηκα

72:16 καὶ ὑπέλαβον του̃ γνω̃ναι του̃το κόπος ἐστὶν ἐναντίον μου

72:17 ἕως εἰσέλθω εἰς τὸ ἁγιαστήριον του̃ θεου̃ καὶ συνω̃ εἰς τὰ ἔσχατα αὐτω̃ν

72:18 πλὴν διὰ τὰς δολιότητας ἔθου αὐτοι̃ς κατέβαλες αὐτοὺς ἐν τω̨̃ ἐπαρθη̃ναι

72:19 πω̃ς ἐγένοντο εἰς ἐρήμωσιν ἐξάπινα ἐξέλιπον ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτω̃ν

72:20 ὡσεὶ ἐνύπνιον ἐξεγειρομένου κύριε ἐν τη̨̃ πόλει σου τὴν εἰκόνα αὐτω̃ν ἐξουδενώσεις

72:21 ὅτι ἐξεκαύθη ἡ καρδία μου καὶ οἱ νεφροί μου ἠλλοιώθησαν

72:22 καὶ ἐγὼ ἐξουδενωμένος καὶ οὐκ ἔγνων κτηνώδης ἐγενόμην παρὰ σοί

72:23 καὶ ἐγὼ διὰ παντὸς μετὰ σου̃ ἐκράτησας τη̃ς χειρὸς τη̃ς δεξια̃ς μου

72:24 ἐν τη̨̃ βουλη̨̃ σου ὡδήγησάς με καὶ μετὰ δόξης προσελάβου με

72:25 τί γάρ μοι ὑπάρχει ἐν τω̨̃ οὐρανω̨̃ καὶ παρὰ σου̃ τί ἠθέλησα ἐπὶ τη̃ς γη̃ς

72:26 ἐξέλιπεν ἡ καρδία μου καὶ ἡ σάρξ μου ὁ θεὸς τη̃ς καρδίας μου καὶ ἡ μερίς μου ὁ θεὸς εἰς τὸν αἰω̃να

72:27 ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σου̃ ἀπολου̃νται ἐξωλέθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σου̃

72:28 ἐμοὶ δὲ τὸ προσκολλα̃σθαι τω̨̃ θεω̨̃ ἀγαθόν ἐστιν τίθεσθαι ἐν τω̨̃ κυρίω̨ τὴν ἐλπίδα μου του̃ ἐξαγγει̃λαι πάσας τὰς αἰνέσεις σου ἐν ται̃ς πύλαις τη̃ς θυγατρὸς Σιων

73:1 συνέσεως τω̨̃ Ασαφ ἵνα τί ἀπώσω ὁ θεός εἰς τέλος ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομη̃ς σου

73:2 μνήσθητι τη̃ς συναγωγη̃ς σου ἡ̃ς ἐκτήσω ἀπ' ἀρχη̃ς ἐλυτρώσω ῥάβδον κληρονομίας σου ὄρος Σιων του̃το ὃ κατεσκήνωσας ἐν αὐτω̨̃

73:3 ἔπαρον τὰς χει̃ράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτω̃ν εἰς τέλος ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τοι̃ς ἁγίοις σου

73:4 καὶ ἐνεκαυχήσαντο οἱ μισου̃ντές σε ἐν μέσω̨ τη̃ς ἑορτη̃ς σου ἔθεντο τὰ σημει̃α αὐτω̃ν σημει̃α καὶ οὐκ ἔγνωσαν

73:5 ὡς εἰς τὴν εἴσοδον ὑπεράνω

73:6 ὡς ἐν δρυμω̨̃ ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτη̃ς ἐπὶ τὸ αὐτὸ ἐν πελέκει καὶ λαξευτηρίω̨ κατέρραξαν αὐτήν

73:7 ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου εἰς τὴν γη̃ν ἐβεβήλωσαν τὸ σκήνωμα του̃ ὀνόματός σου

73:8 εἰ̃παν ἐν τη̨̃ καρδία̨ αὐτω̃ν ἡ συγγένεια αὐτω̃ν ἐπὶ τὸ αὐτό δευ̃τε καὶ κατακαύσωμεν πάσας τὰς ἑορτὰς του̃ θεου̃ ἀπὸ τη̃ς γη̃ς

73:9 τὰ σημει̃α ἡμω̃ν οὐκ εἴδομεν οὐκ ἔστιν ἔτι προφήτης καὶ ἡμα̃ς οὐ γνώσεται ἔτι

73:10 ἕως πότε ὁ θεός ὀνειδιει̃ ὁ ἐχθρός παροξυνει̃ ὁ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος

73:11 ἵνα τί ἀποστρέφεις τὴν χει̃ρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου του̃ κόλπου σου εἰς τέλος

73:12 ὁ δὲ θεὸς βασιλεὺς ἡμω̃ν πρὸ αἰω̃νος εἰργάσατο σωτηρίαν ἐν μέσω̨ τη̃ς γη̃ς

73:13 σὺ ἐκραταίωσας ἐν τη̨̃ δυνάμει σου τὴν θάλασσαν σὺ συνέτριψας τὰς κεφαλὰς τω̃ν δρακόντων ἐπὶ του̃ ὕδατος

73:14 σὺ συνέθλασας τὰς κεφαλὰς του̃ δράκοντος ἔδωκας αὐτὸν βρω̃μα λαοι̃ς τοι̃ς Αἰθίοψιν

73:15 σὺ διέρρηξας πηγὰς καὶ χειμάρρους σὺ ἐξήρανας ποταμοὺς Ηθαμ

73:16 σή ἐστιν ἡ ἡμέρα καὶ σή ἐστιν ἡ νύξ σὺ κατηρτίσω φαυ̃σιν καὶ ἥλιον

73:17 σὺ ἐποίησας πάντα τὰ ὅρια τη̃ς γη̃ς θέρος καὶ ἔαρ σὺ ἔπλασας αὐτά

73:18 μνήσθητι ταύτης ἐχθρὸς ὠνείδισεν τὸν κύριον καὶ λαὸς ἄφρων παρώξυνεν τὸ ὄνομά σου

73:19 μὴ παραδω̨̃ς τοι̃ς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι τω̃ν ψυχω̃ν τω̃ν πενήτων σου μὴ ἐπιλάθη̨ εἰς τέλος

73:20 ἐπίβλεψον εἰς τὴν διαθήκην σου ὅτι ἐπληρώθησαν οἱ ἐσκοτισμένοι τη̃ς γη̃ς οἴκων ἀνομιω̃ν

73:21 μὴ ἀποστραφήτω τεταπεινωμένος κατη̨σχυμμένος πτωχὸς καὶ πένης αἰνέσουσιν τὸ ὄνομά σου

73:22 ἀνάστα ὁ θεός δίκασον τὴν δίκην σου μνήσθητι τω̃ν ὀνειδισμω̃ν σου τω̃ν ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν

73:23 μὴ ἐπιλάθη̨ τη̃ς φωνη̃ς τω̃ν ἱκετω̃ν σου ἡ ὑπερηφανία τω̃ν μισούντων σε ἀνέβη διὰ παντὸς πρὸς σέ

74:1 εἰς τὸ τέλος μὴ διαφθείρη̨ς ψαλμὸς τω̨̃ Ασαφ ὠ̨δη̃ς

74:2 ἐξομολογησόμεθά σοι ὁ θεός ἐξομολογησόμεθα καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου

74:3 διηγήσομαι πάντα τὰ θαυμάσιά σου ὅταν λάβω καιρόν ἐγὼ εὐθύτητας κρινω̃

74:4 ἐτάκη ἡ γη̃ καὶ πάντες οἱ κατοικου̃ντες ἐν αὐτη̨̃ ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτη̃ς διάψαλμα

74:5 εἰ̃πα τοι̃ς παρανομου̃σιν μὴ παρανομει̃τε καὶ τοι̃ς ἁμαρτάνουσιν μὴ ὑψου̃τε κέρας

74:6 μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμω̃ν μὴ λαλει̃τε κατὰ του̃ θεου̃ ἀδικίαν

74:7 ὅτι οὔτε ἀπὸ ἐξόδων οὔτε ἀπὸ δυσμω̃ν οὔτε ἀπὸ ἐρήμων ὀρέων

74:8 ὅτι ὁ θεὸς κριτής ἐστιν του̃τον ταπεινοι̃ καὶ του̃τον ὑψοι̃

74:9 ὅτι ποτήριον ἐν χειρὶ κυρίου οἴνου ἀκράτου πλη̃ρες κεράσματος καὶ ἔκλινεν ἐκ τούτου εἰς του̃το πλὴν ὁ τρυγίας αὐτου̃ οὐκ ἐξεκενώθη πίονται πάντες οἱ ἁμαρτωλοὶ τη̃ς γη̃ς

74:10 ἐγὼ δὲ ἀγαλλιάσομαι εἰς τὸν αἰω̃να ψαλω̃ τω̨̃ θεω̨̃ Ιακωβ

74:11 καὶ πάντα τὰ κέρατα τω̃ν ἁμαρτωλω̃ν συγκλάσω καὶ ὑψωθήσεται τὰ κέρατα του̃ δικαίου

75:1 εἰς τὸ τέλος ἐν ὕμνοις ψαλμὸς τω̨̃ Ασαφ ὠ̨δὴ πρὸς τὸν 'Ασσύριον

75:2 γνωστὸς ἐν τη̨̃ Ιουδαία̨ ὁ θεός ἐν τω̨̃ Ισραηλ μέγα τὸ ὄνομα αὐτου̃

75:3 καὶ ἐγενήθη ἐν εἰρήνη̨ ὁ τόπος αὐτου̃ καὶ τὸ κατοικητήριον αὐτου̃ ἐν Σιων

75:4 ἐκει̃ συνέτριψεν τὰ κράτη τω̃ν τόξων ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον διάψαλμα

75:5 φωτίζεις σὺ θαυμαστω̃ς ἀπὸ ὀρέων αἰωνίων

75:6 ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τη̨̃ καρδία̨ ὕπνωσαν ὕπνον αὐτω̃ν καὶ οὐχ εὑ̃ρον οὐδὲν πάντες οἱ ἄνδρες του̃ πλούτου ται̃ς χερσὶν αὐτω̃ν

75:7 ἀπὸ ἐπιτιμήσεώς σου ὁ θεὸς Ιακωβ ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοὺς ἵππους

75:8 σὺ φοβερὸς εἰ̃ καὶ τίς ἀντιστήσεταί σοι ἀπὸ τότε ἡ ὀργή σου

75:9 ἐκ του̃ οὐρανου̃ ἠκούτισας κρίσιν γη̃ ἐφοβήθη καὶ ἡσύχασεν

75:10 ἐν τω̨̃ ἀναστη̃ναι εἰς κρίσιν τὸν θεὸν του̃ σω̃σαι πάντας τοὺς πραει̃ς τη̃ς γη̃ς διάψαλμα

75:11 ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι

75:12 εὔξασθε καὶ ἀπόδοτε κυρίω̨ τω̨̃ θεω̨̃ ὑμω̃ν πάντες οἱ κύκλω̨ αὐτου̃ οἴσουσιν δω̃ρα

75:13 τω̨̃ φοβερω̨̃ καὶ ἀφαιρουμένω̨ πνεύματα ἀρχόντων φοβερω̨̃ παρὰ τοι̃ς βασιλευ̃σι τη̃ς γη̃ς

76:1 εἰς τὸ τέλος ὑπὲρ Ιδιθουν τω̨̃ Ασαφ ψαλμός

76:2 φωνη̨̃ μου πρὸς κύριον ἐκέκραξα φωνη̨̃ μου πρὸς τὸν θεόν καὶ προσέσχεν μοι

76:3 ἐν ἡμέρα̨ θλίψεώς μου τὸν θεὸν ἐξεζήτησα ται̃ς χερσίν μου νυκτὸς ἐναντίον αὐτου̃ καὶ οὐκ ἠπατήθην ἀπηνήνατο παρακληθη̃ναι ἡ ψυχή μου

76:4 ἐμνήσθην του̃ θεου̃ καὶ εὐφράνθην ἠδολέσχησα καὶ ὠλιγοψύχησεν τὸ πνευ̃μά μου διάψαλμα

76:5 προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου ἐταράχθην καὶ οὐκ ἐλάλησα

76:6 διελογισάμην ἡμέρας ἀρχαίας καὶ ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα

76:7 νυκτὸς μετὰ τη̃ς καρδίας μου ἠδολέσχουν καὶ ἔσκαλλεν τὸ πνευ̃μά μου

76:8 μὴ εἰς τοὺς αἰω̃νας ἀπώσεται κύριος καὶ οὐ προσθήσει του̃ εὐδοκη̃σαι ἔτι

76:9 ἢ εἰς τέλος τὸ ἔλεος αὐτου̃ ἀποκόψει ἀπὸ γενεα̃ς εἰς γενεάν

76:10 ἢ ἐπιλήσεται του̃ οἰκτιρη̃σαι ὁ θεὸς ἢ συνέξει ἐν τη̨̃ ὀργη̨̃ αὐτου̃ τοὺς οἰκτιρμοὺς αὐτου̃ διάψαλμα

76:11 καὶ εἰ̃πα νυ̃ν ἠρξάμην αὕτη ἡ ἀλλοίωσις τη̃ς δεξια̃ς του̃ ὑψίστου

76:12 ἐμνήσθην τω̃ν ἔργων κυρίου ὅτι μνησθήσομαι ἀπὸ τη̃ς ἀρχη̃ς τω̃ν θαυμασίων σου

76:13 καὶ μελετήσω ἐν πα̃σιν τοι̃ς ἔργοις σου καὶ ἐν τοι̃ς ἐπιτηδεύμασίν σου ἀδολεσχήσω

76:14 ὁ θεός ἐν τω̨̃ ἁγίω̨ ἡ ὁδός σου τίς θεὸς μέγας ὡς ὁ θεὸς ἡμω̃ν

76:15 σὺ εἰ̃ ὁ θεὸς ὁ ποιω̃ν θαυμάσια ἐγνώρισας ἐν τοι̃ς λαοι̃ς τὴν δύναμίν σου

76:16 ἐλυτρώσω ἐν τω̨̃ βραχίονί σου τὸν λαόν σου τοὺς υἱοὺς Ιακωβ καὶ Ιωσηφ διάψαλμα

76:17 εἴδοσάν σε ὕδατα ὁ θεός εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν καὶ ἐταράχθησαν ἄβυσσοι πλη̃θος ἤχους ὑδάτων

76:18 φωνὴν ἔδωκαν αἱ νεφέλαι καὶ γὰρ τὰ βέλη σου διαπορεύονται

76:19 φωνὴ τη̃ς βροντη̃ς σου ἐν τω̨̃ τροχω̨̃ ἔφαναν αἱ ἀστραπαί σου τη̨̃ οἰκουμένη̨ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γη̃

76:20 ἐν τη̨̃ θαλάσση̨ ἡ ὁδός σου καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοι̃ς καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται

76:21 ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωυση̃ καὶ Ααρων

77:1 συνέσεως τω̨̃ Ασαφ προσέχετε λαός μου τὸν νόμον μου κλίνατε τὸ οὐ̃ς ὑμω̃ν εἰς τὰ ῥήματα του̃ στόματός μου

77:2 ἀνοίξω ἐν παραβολαι̃ς τὸ στόμα μου φθέγξομαι προβλήματα ἀπ' ἀρχη̃ς

77:3 ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτὰ καὶ οἱ πατέρες ἡμω̃ν διηγήσαντο ἡμι̃ν

77:4 οὐκ ἐκρύβη ἀπὸ τω̃ν τέκνων αὐτω̃ν εἰς γενεὰν ἑτέραν ἀπαγγέλλοντες τὰς αἰνέσεις του̃ κυρίου καὶ τὰς δυναστείας αὐτου̃ καὶ τὰ θαυμάσια αὐτου̃ ἃ ἐποίησεν

77:5 καὶ ἀνέστησεν μαρτύριον ἐν Ιακωβ καὶ νόμον ἔθετο ἐν Ισραηλ ὅσα ἐνετείλατο τοι̃ς πατράσιν ἡμω̃ν του̃ γνωρίσαι αὐτὰ τοι̃ς υἱοι̃ς αὐτω̃ν

77:6 ὅπως ἂν γνω̨̃ γενεὰ ἑτέρα υἱοὶ οἱ τεχθησόμενοι καὶ ἀναστήσονται καὶ ἀπαγγελου̃σιν αὐτὰ τοι̃ς υἱοι̃ς αὐτω̃ν

77:7 ἵνα θω̃νται ἐπὶ τὸν θεὸν τὴν ἐλπίδα αὐτω̃ν καὶ μὴ ἐπιλάθωνται τω̃ν ἔργων του̃ θεου̃ καὶ τὰς ἐντολὰς αὐτου̃ ἐκζητήσουσιν

77:8 ἵνα μὴ γένωνται ὡς οἱ πατέρες αὐτω̃ν γενεὰ σκολιὰ καὶ παραπικραίνουσα γενεά ἥτις οὐ κατηύθυνεν τὴν καρδίαν αὐτη̃ς καὶ οὐκ ἐπιστώθη μετὰ του̃ θεου̃ τὸ πνευ̃μα αὐτη̃ς

77:9 υἱοὶ Εφραιμ ἐντείνοντες καὶ βάλλοντες τόξοις ἐστράφησαν ἐν ἡμέρα̨ πολέμου

77:10 οὐκ ἐφύλαξαν τὴν διαθήκην του̃ θεου̃ καὶ ἐν τω̨̃ νόμω̨ αὐτου̃ οὐκ ἤθελον πορεύεσθαι

77:11 καὶ ἐπελάθοντο τω̃ν εὐεργεσιω̃ν αὐτου̃ καὶ τω̃ν θαυμασίων αὐτου̃ ὡ̃ν ἔδειξεν αὐτοι̃ς

77:12 ἐναντίον τω̃ν πατέρων αὐτω̃ν ἃ ἐποίησεν θαυμάσια ἐν γη̨̃ Αἰγύπτω̨ ἐν πεδίω̨ Τάνεως

77:13 διέρρηξεν θάλασσαν καὶ διήγαγεν αὐτούς ἔστησεν ὕδατα ὡσεὶ ἀσκὸν

77:14 καὶ ὡδήγησεν αὐτοὺς ἐν νεφέλη̨ ἡμέρας καὶ ὅλην τὴν νύκτα ἐν φωτισμω̨̃ πυρός

77:15 διέρρηξεν πέτραν ἐν ἐρήμω̨ καὶ ἐπότισεν αὐτοὺς ὡς ἐν ἀβύσσω̨ πολλη̨̃

77:16 καὶ ἐξήγαγεν ὕδωρ ἐκ πέτρας καὶ κατήγαγεν ὡς ποταμοὺς ὕδατα

77:17 καὶ προσέθεντο ἔτι του̃ ἁμαρτάνειν αὐτω̨̃ παρεπίκραναν τὸν ὕψιστον ἐν ἀνύδρω̨

77:18 καὶ ἐξεπείρασαν τὸν θεὸν ἐν ται̃ς καρδίαις αὐτω̃ν του̃ αἰτη̃σαι βρώματα ται̃ς ψυχαι̃ς αὐτω̃ν

77:19 καὶ κατελάλησαν του̃ θεου̃ καὶ εἰ̃παν μὴ δυνήσεται ὁ θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμω̨

77:20 ἐπεὶ ἐπάταξεν πέτραν καὶ ἐρρύησαν ὕδατα καὶ χείμαρροι κατεκλύσθησαν μὴ καὶ ἄρτον δύναται δου̃ναι ἢ ἑτοιμάσαι τράπεζαν τω̨̃ λαω̨̃ αὐτου̃

77:21 διὰ του̃το ἤκουσεν κύριος καὶ ἀνεβάλετο καὶ πυ̃ρ ἀνήφθη ἐν Ιακωβ καὶ ὀργὴ ἀνέβη ἐπὶ τὸν Ισραηλ

77:22 ὅτι οὐκ ἐπίστευσαν ἐν τω̨̃ θεω̨̃ οὐδὲ ἤλπισαν ἐπὶ τὸ σωτήριον αὐτου̃

77:23 καὶ ἐνετείλατο νεφέλαις ὑπεράνωθεν καὶ θύρας οὐρανου̃ ἀνέω̨ξεν

77:24 καὶ ἔβρεξεν αὐτοι̃ς μαννα φαγει̃ν καὶ ἄρτον οὐρανου̃ ἔδωκεν αὐτοι̃ς

77:25 ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος ἐπισιτισμὸν ἀπέστειλεν αὐτοι̃ς εἰς πλησμονήν

77:26 ἀπη̃ρεν νότον ἐξ οὐρανου̃ καὶ ἐπήγαγεν ἐν τη̨̃ δυναστεία̨ αὐτου̃ λίβα

77:27 καὶ ἔβρεξεν ἐπ' αὐτοὺς ὡσεὶ χου̃ν σάρκας καὶ ὡσεὶ ἄμμον θαλασσω̃ν πετεινὰ πτερωτά

77:28 καὶ ἐπέπεσον εἰς μέσον τη̃ς παρεμβολη̃ς αὐτω̃ν κύκλω̨ τω̃ν σκηνωμάτων αὐτω̃ν

77:29 καὶ ἐφάγοσαν καὶ ἐνεπλήσθησαν σφόδρα καὶ τὴν ἐπιθυμίαν αὐτω̃ν ἤνεγκεν αὐτοι̃ς

77:30 οὐκ ἐστερήθησαν ἀπὸ τη̃ς ἐπιθυμίας αὐτω̃ν ἔτι τη̃ς βρώσεως αὐτω̃ν οὔσης ἐν τω̨̃ στόματι αὐτω̃ν

77:31 καὶ ὀργὴ του̃ θεου̃ ἀνέβη ἐπ' αὐτοὺς καὶ ἀπέκτεινεν ἐν τοι̃ς πίοσιν αὐτω̃ν καὶ τοὺς ἐκλεκτοὺς του̃ Ισραηλ συνεπόδισεν

77:32 ἐν πα̃σιν τούτοις ἥμαρτον ἔτι καὶ οὐκ ἐπίστευσαν ἐν τοι̃ς θαυμασίοις αὐτου̃

77:33 καὶ ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτω̃ν καὶ τὰ ἔτη αὐτω̃ν μετὰ σπουδη̃ς

77:34 ὅταν ἀπέκτεννεν αὐτούς ἐξεζήτουν αὐτὸν καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν θεὸν

77:35 καὶ ἐμνήσθησαν ὅτι ὁ θεὸς βοηθὸς αὐτω̃ν ἐστιν καὶ ὁ θεὸς ὁ ὕψιστος λυτρωτὴς αὐτω̃ν ἐστιν

77:36 καὶ ἠπάτησαν αὐτὸν ἐν τω̨̃ στόματι αὐτω̃ν καὶ τη̨̃ γλώσση̨ αὐτω̃ν ἐψεύσαντο αὐτω̨̃

77:37 ἡ δὲ καρδία αὐτω̃ν οὐκ εὐθει̃α μετ' αὐτου̃ οὐδὲ ἐπιστώθησαν ἐν τη̨̃ διαθήκη̨ αὐτου̃

77:38 αὐτὸς δέ ἐστιν οἰκτίρμων καὶ ἱλάσεται ται̃ς ἁμαρτίαις αὐτω̃ν καὶ οὐ διαφθερει̃ καὶ πληθυνει̃ του̃ ἀποστρέψαι τὸν θυμὸν αὐτου̃ καὶ οὐχὶ ἐκκαύσει πα̃σαν τὴν ὀργὴν αὐτου̃

77:39 καὶ ἐμνήσθη ὅτι σάρξ εἰσιν πνευ̃μα πορευόμενον καὶ οὐκ ἐπιστρέφον

77:40 ποσάκις παρεπίκραναν αὐτὸν ἐν τη̨̃ ἐρήμω̨ παρώργισαν αὐτὸν ἐν γη̨̃ ἀνύδρω̨

77:41 καὶ ἐπέστρεψαν καὶ ἐπείρασαν τὸν θεὸν καὶ τὸν ἅγιον του̃ Ισραηλ παρώξυναν

77:42 οὐκ ἐμνήσθησαν τη̃ς χειρὸς αὐτου̃ ἡμέρας ἡ̃ς ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς θλίβοντος

77:43 ὡς ἔθετο ἐν Αἰγύπτω̨ τὰ σημει̃α αὐτου̃ καὶ τὰ τέρατα αὐτου̃ ἐν πεδίω̨ Τάνεως

77:44 καὶ μετέστρεψεν εἰς αἱ̃μα τοὺς ποταμοὺς αὐτω̃ν καὶ τὰ ὀμβρήματα αὐτω̃ν ὅπως μὴ πίωσιν

77:45 ἐξαπέστειλεν εἰς αὐτοὺς κυνόμυιαν καὶ κατέφαγεν αὐτούς καὶ βάτραχον καὶ διέφθειρεν αὐτούς

77:46 καὶ ἔδωκεν τη̨̃ ἐρυσίβη̨ τὸν καρπὸν αὐτω̃ν καὶ τοὺς πόνους αὐτω̃ν τη̨̃ ἀκρίδι

77:47 ἀπέκτεινεν ἐν χαλάζη̨ τὴν ἄμπελον αὐτω̃ν καὶ τὰς συκαμίνους αὐτω̃ν ἐν τη̨̃ πάχνη̨

77:48 καὶ παρέδωκεν εἰς χάλαζαν τὰ κτήνη αὐτω̃ν καὶ τὴν ὕπαρξιν αὐτω̃ν τω̨̃ πυρί

77:49 ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμου̃ αὐτου̃ θυμὸν καὶ ὀργὴν καὶ θλι̃ψιν ἀποστολὴν δι' ἀγγέλων πονηρω̃ν

77:50 ὡδοποίησεν τρίβον τη̨̃ ὀργη̨̃ αὐτου̃ οὐκ ἐφείσατο ἀπὸ θανάτου τω̃ν ψυχω̃ν αὐτω̃ν καὶ τὰ κτήνη αὐτω̃ν εἰς θάνατον συνέκλεισεν

77:51 καὶ ἐπάταξεν πα̃ν πρωτότοκον ἐν Αἰγύπτω̨ ἀπαρχὴν τω̃ν πόνων αὐτω̃ν ἐν τοι̃ς σκηνώμασι Χαμ

77:52 καὶ ἀπη̃ρεν ὡς πρόβατα τὸν λαὸν αὐτου̃ καὶ ἀνήγαγεν αὐτοὺς ὡς ποίμνιον ἐν ἐρήμω̨

77:53 καὶ ὡδήγησεν αὐτοὺς ἐν ἐλπίδι καὶ οὐκ ἐδειλίασαν καὶ τοὺς ἐχθροὺς αὐτω̃ν ἐκάλυψεν θάλασσα

77:54 καὶ εἰσήγαγεν αὐτοὺς εἰς ὅριον ἁγιάσματος αὐτου̃ ὄρος του̃το ὃ ἐκτήσατο ἡ δεξιὰ αὐτου̃

77:55 καὶ ἐξέβαλεν ἀπὸ προσώπου αὐτω̃ν ἔθνη καὶ ἐκληροδότησεν αὐτοὺς ἐν σχοινίω̨ κληροδοσίας καὶ κατεσκήνωσεν ἐν τοι̃ς σκηνώμασιν αὐτω̃ν τὰς φυλὰς του̃ Ισραηλ

77:56 καὶ ἐπείρασαν καὶ παρεπίκραναν τὸν θεὸν τὸν ὕψιστον καὶ τὰ μαρτύρια αὐτου̃ οὐκ ἐφυλάξαντο

77:57 καὶ ἀπέστρεψαν καὶ ἠσυνθέτησαν καθὼς καὶ οἱ πατέρες αὐτω̃ν καὶ μετεστράφησαν εἰς τόξον στρεβλὸν

77:58 καὶ παρώργισαν αὐτὸν ἐν τοι̃ς βουνοι̃ς αὐτω̃ν καὶ ἐν τοι̃ς γλυπτοι̃ς αὐτω̃ν παρεζήλωσαν αὐτόν

77:59 ἤκουσεν ὁ θεὸς καὶ ὑπερει̃δεν καὶ ἐξουδένωσεν σφόδρα τὸν Ισραηλ

77:60 καὶ ἀπώσατο τὴν σκηνὴν Σηλωμ σκήνωμα αὐτου̃ οὑ̃ κατεσκήνωσεν ἐν ἀνθρώποις

77:61 καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτω̃ν καὶ τὴν καλλονὴν αὐτω̃ν εἰς χει̃ρας ἐχθρου̃

77:62 καὶ συνέκλεισεν εἰς ῥομφαίαν τὸν λαὸν αὐτου̃ καὶ τὴν κληρονομίαν αὐτου̃ ὑπερει̃δεν

77:63 τοὺς νεανίσκους αὐτω̃ν κατέφαγεν πυ̃ρ καὶ αἱ παρθένοι αὐτω̃ν οὐκ ἐπενθήθησαν

77:64 οἱ ἱερει̃ς αὐτω̃ν ἐν ῥομφαία̨ ἔπεσαν καὶ αἱ χη̃ραι αὐτω̃ν οὐ κλαυσθήσονται

77:65 καὶ ἐξηγέρθη ὡς ὁ ὑπνω̃ν κύριος ὡς δυνατὸς κεκραιπαληκὼς ἐξ οἴνου

77:66 καὶ ἐπάταξεν τοὺς ἐχθροὺς αὐτου̃ εἰς τὰ ὀπίσω ὄνειδος αἰώνιον ἔδωκεν αὐτοι̃ς

77:67 καὶ ἀπώσατο τὸ σκήνωμα Ιωσηφ καὶ τὴν φυλὴν Εφραιμ οὐκ ἐξελέξατο

77:68 καὶ ἐξελέξατο τὴν φυλὴν Ιουδα τὸ ὄρος τὸ Σιων ὃ ἠγάπησεν

77:69 καὶ ὠ̨κοδόμησεν ὡς μονοκερώτων τὸ ἁγίασμα αὐτου̃ ἐν τη̨̃ γη̨̃ ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰω̃να

77:70 καὶ ἐξελέξατο Δαυιδ τὸν δου̃λον αὐτου̃ καὶ ἀνέλαβεν αὐτὸν ἐκ τω̃ν ποιμνίων τω̃ν προβάτων

77:71 ἐξόπισθεν τω̃ν λοχευομένων ἔλαβεν αὐτὸν ποιμαίνειν Ιακωβ τὸν λαὸν αὐτου̃ καὶ Ισραηλ τὴν κληρονομίαν αὐτου̃

77:72 καὶ ἐποίμανεν αὐτοὺς ἐν τη̨̃ ἀκακία̨ τη̃ς καρδίας αὐτου̃ καὶ ἐν ται̃ς συνέσεσι τω̃ν χειρω̃ν αὐτου̃ ὡδήγησεν αὐτούς

78:1 ψαλμὸς τω̨̃ Ασαφ ὁ θεός ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου ἔθεντο Ιερουσαλημ εἰς ὀπωροφυλάκιον

78:2 ἔθεντο τὰ θνησιμαι̃α τω̃ν δούλων σου βρώματα τοι̃ς πετεινοι̃ς του̃ οὐρανου̃ τὰς σάρκας τω̃ν ὁσίων σου τοι̃ς θηρίοις τη̃ς γη̃ς

78:3 ἐξέχεαν τὸ αἱ̃μα αὐτω̃ν ὡς ὕδωρ κύκλω̨ Ιερουσαλημ καὶ οὐκ ἠ̃ν ὁ θάπτων

78:4 ἐγενήθημεν ὄνειδος τοι̃ς γείτοσιν ἡμω̃ν μυκτηρισμὸς καὶ χλευασμὸς τοι̃ς κύκλω̨ ἡμω̃ν

78:5 ἕως πότε κύριε ὀργισθήση̨ εἰς τέλος ἐκκαυθήσεται ὡς πυ̃ρ ὁ ζη̃λός σου

78:6 ἔκχεον τὴν ὀργήν σου ἐπὶ ἔθνη τὰ μὴ γινώσκοντά σε καὶ ἐπὶ βασιλείας αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο

78:7 ὅτι κατέφαγον τὸν Ιακωβ καὶ τὸν τόπον αὐτου̃ ἠρήμωσαν

78:8 μὴ μνησθη̨̃ς ἡμω̃ν ἀνομιω̃ν ἀρχαίων ταχὺ προκαταλαβέτωσαν ἡμα̃ς οἱ οἰκτιρμοί σου ὅτι ἐπτωχεύσαμεν σφόδρα

78:9 βοήθησον ἡμι̃ν ὁ θεὸς ὁ σωτὴρ ἡμω̃ν ἕνεκα τη̃ς δόξης του̃ ὀνόματός σου κύριε ῥυ̃σαι ἡμα̃ς καὶ ἱλάσθητι ται̃ς ἁμαρτίαις ἡμω̃ν ἕνεκα του̃ ὀνόματός σου

78:10 μήποτε εἴπωσιν τὰ ἔθνη που̃ ἐστιν ὁ θεὸς αὐτω̃ν καὶ γνωσθήτω ἐν τοι̃ς ἔθνεσιν ἐνώπιον τω̃ν ὀφθαλμω̃ν ἡμω̃ν ἡ ἐκδίκησις του̃ αἵματος τω̃ν δούλων σου του̃ ἐκκεχυμένου

78:11 εἰσελθάτω ἐνώπιόν σου ὁ στεναγμὸς τω̃ν πεπεδημένων κατὰ τὴν μεγαλωσύνην του̃ βραχίονός σου περιποίησαι τοὺς υἱοὺς τω̃ν τεθανατωμένων

78:12 ἀπόδος τοι̃ς γείτοσιν ἡμω̃ν ἑπταπλασίονα εἰς τὸν κόλπον αὐτω̃ν τὸν ὀνειδισμὸν αὐτω̃ν ὃν ὠνείδισάν σε κύριε

78:13 ἡμει̃ς δὲ λαός σου καὶ πρόβατα τη̃ς νομη̃ς σου ἀνθομολογησόμεθά σοι εἰς τὸν αἰω̃να εἰς γενεὰν καὶ γενεὰν ἐξαγγελου̃μεν τὴν αἴνεσίν σου

79:1 εἰς τὸ τέλος ὑπὲρ τω̃ν ἀλλοιωθησομένων μαρτύριον τω̨̃ Ασαφ ψαλμὸς ὑπὲρ του̃ 'Ασσυρίου

79:2 ὁ ποιμαίνων τὸν Ισραηλ πρόσχες ὁ ὁδηγω̃ν ὡσεὶ πρόβατα τὸν Ιωσηφ ὁ καθήμενος ἐπὶ τω̃ν χερουβιν ἐμφάνηθι

79:3 ἐναντίον Εφραιμ καὶ Βενιαμιν καὶ Μανασση ἐξέγειρον τὴν δυναστείαν σου καὶ ἐλθὲ εἰς τὸ σω̃σαι ἡμα̃ς

79:4 ὁ θεός ἐπίστρεψον ἡμα̃ς καὶ ἐπίφανον τὸ πρόσωπόν σου καὶ σωθησόμεθα

79:5 κύριε ὁ θεὸς τω̃ν δυνάμεων ἕως πότε ὀργίζη̨ ἐπὶ τὴν προσευχὴν του̃ δούλου σου

79:6 ψωμιει̃ς ἡμα̃ς ἄρτον δακρύων καὶ ποτιει̃ς ἡμα̃ς ἐν δάκρυσιν ἐν μέτρω̨

79:7 ἔθου ἡμα̃ς εἰς ἀντιλογίαν τοι̃ς γείτοσιν ἡμω̃ν καὶ οἱ ἐχθροὶ ἡμω̃ν ἐμυκτήρισαν ἡμα̃ς

79:8 κύριε ὁ θεὸς τω̃ν δυνάμεων ἐπίστρεψον ἡμα̃ς καὶ ἐπίφανον τὸ πρόσωπόν σου καὶ σωθησόμεθα διάψαλμα

79:9 ἄμπελον ἐξ Αἰγύπτου μετη̃ρας ἐξέβαλες ἔθνη καὶ κατεφύτευσας αὐτήν

79:10 ὡδοποίησας ἔμπροσθεν αὐτη̃ς καὶ κατεφύτευσας τὰς ῥίζας αὐτη̃ς καὶ ἐπλήσθη ἡ γη̃

79:11 ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτη̃ς καὶ αἱ ἀναδενδράδες αὐτη̃ς τὰς κέδρους του̃ θεου̃

79:12 ἐξέτεινεν τὰ κλήματα αὐτη̃ς ἕως θαλάσσης καὶ ἕως ποταμου̃ τὰς παραφυάδας αὐτη̃ς

79:13 ἵνα τί καθει̃λες τὸν φραγμὸν αὐτη̃ς καὶ τρυγω̃σιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν

79:14 ἐλυμήνατο αὐτὴν συ̃ς ἐκ δρυμου̃ καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν

79:15 ὁ θεὸς τω̃ν δυνάμεων ἐπίστρεψον δή ἐπίβλεψον ἐξ οὐρανου̃ καὶ ἰδὲ καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην

79:16 καὶ κατάρτισαι αὐτήν ἣν ἐφύτευσεν ἡ δεξιά σου καὶ ἐπὶ υἱὸν ἀνθρώπου ὃν ἐκραταίωσας σεαυτω̨̃

79:17 ἐμπεπυρισμένη πυρὶ καὶ ἀνεσκαμμένη ἀπὸ ἐπιτιμήσεως του̃ προσώπου σου ἀπολου̃νται

79:18 γενηθήτω ἡ χείρ σου ἐπ' ἄνδρα δεξια̃ς σου καὶ ἐπὶ υἱὸν ἀνθρώπου ὃν ἐκραταίωσας σεαυτω̨̃

79:19 καὶ οὐ μὴ ἀποστω̃μεν ἀπὸ σου̃ ζωώσεις ἡμα̃ς καὶ τὸ ὄνομά σου ἐπικαλεσόμεθα

79:20 κύριε ὁ θεὸς τω̃ν δυνάμεων ἐπίστρεψον ἡμα̃ς καὶ ἐπίφανον τὸ πρόσωπόν σου καὶ σωθησόμεθα

80:1 εἰς τὸ τέλος ὑπὲρ τω̃ν ληνω̃ν τω̨̃ Ασαφ ψαλμός

80:2 ἀγαλλια̃σθε τω̨̃ θεω̨̃ τω̨̃ βοηθω̨̃ ἡμω̃ν ἀλαλάξατε τω̨̃ θεω̨̃ Ιακωβ

80:3 λάβετε ψαλμὸν καὶ δότε τύμπανον ψαλτήριον τερπνὸν μετὰ κιθάρας

80:4 σαλπίσατε ἐν νεομηνία̨ σάλπιγγι ἐν εὐσήμω̨ ἡμέρα̨ ἑορτη̃ς ἡμω̃ν

80:5 ὅτι πρόσταγμα τω̨̃ Ισραηλ ἐστὶν καὶ κρίμα τω̨̃ θεω̨̃ Ιακωβ

80:6 μαρτύριον ἐν τω̨̃ Ιωσηφ ἔθετο αὐτὸν ἐν τω̨̃ ἐξελθει̃ν αὐτὸν ἐκ γη̃ς Αἰγύπτου γλω̃σσαν ἣν οὐκ ἔγνω ἤκουσεν

80:7 ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νω̃τον αὐτου̃ αἱ χει̃ρες αὐτου̃ ἐν τω̨̃ κοφίνω̨ ἐδούλευσαν

80:8 ἐν θλίψει ἐπεκαλέσω με καὶ ἐρρυσάμην σε ἐπήκουσά σου ἐν ἀποκρύφω̨ καταιγίδος ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας διάψαλμα

80:9 ἄκουσον λαός μου καὶ διαμαρτύρομαί σοι Ισραηλ ἐὰν ἀκούση̨ς μου

80:10 οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος οὐδὲ προσκυνήσεις θεω̨̃ ἀλλοτρίω̨

80:11 ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου ὁ ἀναγαγών σε ἐκ γη̃ς Αἰγύπτου πλάτυνον τὸ στόμα σου καὶ πληρώσω αὐτό

80:12 καὶ οὐκ ἤκουσεν ὁ λαός μου τη̃ς φωνη̃ς μου καὶ Ισραηλ οὐ προσέσχεν μοι

80:13 καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τω̃ν καρδιω̃ν αὐτω̃ν πορεύσονται ἐν τοι̃ς ἐπιτηδεύμασιν αὐτω̃ν

80:14 εἰ ὁ λαός μου ἤκουσέν μου Ισραηλ ται̃ς ὁδοι̃ς μου εἰ ἐπορεύθη

80:15 ἐν τω̨̃ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτω̃ν ἐταπείνωσα καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον τὴν χει̃ρά μου

80:16 οἱ ἐχθροὶ κυρίου ἐψεύσαντο αὐτω̨̃ καὶ ἔσται ὁ καιρὸς αὐτω̃ν εἰς τὸν αἰω̃να

80:17 καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυρου̃ καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς

81:1 ψαλμὸς τω̨̃ Ασαφ ὁ θεὸς ἔστη ἐν συναγωγη̨̃ θεω̃ν ἐν μέσω̨ δὲ θεοὺς διακρίνει

81:2 ἕως πότε κρίνετε ἀδικίαν καὶ πρόσωπα ἁμαρτωλω̃ν λαμβάνετε διάψαλμα

81:3 κρίνατε ὀρφανὸν καὶ πτωχόν ταπεινὸν καὶ πένητα δικαιώσατε

81:4 ἐξέλεσθε πένητα καὶ πτωχόν ἐκ χειρὸς ἁμαρτωλου̃ ῥύσασθε

81:5 οὐκ ἔγνωσαν οὐδὲ συνη̃καν ἐν σκότει διαπορεύονται σαλευθήσονται πάντα τὰ θεμέλια τη̃ς γη̃ς

81:6 ἐγὼ εἰ̃πα θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες

81:7 ὑμει̃ς δὲ ὡς ἄνθρωποι ἀποθνή̨σκετε καὶ ὡς εἱ̃ς τω̃ν ἀρχόντων πίπτετε

81:8 ἀνάστα ὁ θεός κρι̃νον τὴν γη̃ν ὅτι σὺ κατακληρονομήσεις ἐν πα̃σιν τοι̃ς ἔθνεσιν

82:1 ὠ̨δὴ ψαλμου̃ τω̨̃ Ασαφ

82:2 ὁ θεός τίς ὁμοιωθήσεταί σοι μὴ σιγήση̨ς μηδὲ καταπραΰνη̨ς ὁ θεός

82:3 ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν καὶ οἱ μισου̃ντές σε ἠ̃ραν κεφαλήν

82:4 ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην καὶ ἐβουλεύσαντο κατὰ τω̃ν ἁγίων σου

82:5 εἰ̃παν δευ̃τε καὶ ἐξολεθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους καὶ οὐ μὴ μνησθη̨̃ τὸ ὄνομα Ισραηλ ἔτι

82:6 ὅτι ἐβουλεύσαντο ἐν ὁμονοία̨ ἐπὶ τὸ αὐτό κατὰ σου̃ διαθήκην διέθεντο

82:7 τὰ σκηνώματα τω̃ν Ιδουμαίων καὶ οἱ Ισμαηλι̃ται Μωαβ καὶ οἱ Αγαρηνοί

82:8 Γεβαλ καὶ Αμμων καὶ Αμαληκ καὶ ἀλλόφυλοι μετὰ τω̃ν κατοικούντων Τύρον

82:9 καὶ γὰρ καὶ Ασσουρ συμπαρεγένετο μετ' αὐτω̃ν ἐγενήθησαν εἰς ἀντίλημψιν τοι̃ς υἱοι̃ς Λωτ διάψαλμα

82:10 ποίησον αὐτοι̃ς ὡς τη̨̃ Μαδιαμ καὶ τω̨̃ Σισαρα ὡς ὁ Ιαβιν ἐν τω̨̃ χειμάρρω̨ Κισων

82:11 ἐξωλεθρεύθησαν ἐν Αενδωρ ἐγενήθησαν ὡσεὶ κόπρος τη̨̃ γη̨̃

82:12 θου̃ τοὺς ἄρχοντας αὐτω̃ν ὡς τὸν Ωρηβ καὶ Ζηβ καὶ Ζεβεε καὶ Σαλμανα πάντας τοὺς ἄρχοντας αὐτω̃ν

82:13 οἵτινες εἰ̃παν κληρονομήσωμεν ἑαυτοι̃ς τὸ ἁγιαστήριον του̃ θεου̃

82:14 ὁ θεός μου θου̃ αὐτοὺς ὡς τροχόν ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου

82:15 ὡσεὶ πυ̃ρ ὃ διαφλέξει δρυμόν ὡς εἰ φλὸξ κατακαύσαι ὄρη

82:16 οὕτως καταδιώξεις αὐτοὺς ἐν τη̨̃ καταιγίδι σου καὶ ἐν τη̨̃ ὀργη̨̃ σου ταράξεις αὐτούς

82:17 πλήρωσον τὰ πρόσωπα αὐτω̃ν ἀτιμίας καὶ ζητήσουσιν τὸ ὄνομά σου κύριε

82:18 αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰω̃να του̃ αἰω̃νος καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν

82:19 καὶ γνώτωσαν ὅτι ὄνομά σοι κύριος σὺ μόνος ὕψιστος ἐπὶ πα̃σαν τὴν γη̃ν

83:1 εἰς τὸ τέλος ὑπὲρ τω̃ν ληνω̃ν τοι̃ς υἱοι̃ς Κορε ψαλμός

83:2 ὡς ἀγαπητὰ τὰ σκηνώματά σου κύριε τω̃ν δυνάμεων

83:3 ἐπιποθει̃ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς του̃ κυρίου ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ θεὸν ζω̃ντα

83:4 καὶ γὰρ στρουθίον εὑ̃ρεν ἑαυτω̨̃ οἰκίαν καὶ τρυγὼν νοσσιὰν ἑαυτη̨̃ οὑ̃ θήσει τὰ νοσσία αὐτη̃ς τὰ θυσιαστήριά σου κύριε τω̃ν δυνάμεων ὁ βασιλεύς μου καὶ ὁ θεός μου

83:5 μακάριοι οἱ κατοικου̃ντες ἐν τω̨̃ οἴκω̨ σου εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων αἰνέσουσίν σε διάψαλμα

83:6 μακάριος ἀνήρ οὑ̃ ἐστιν ἡ ἀντίλημψις αὐτου̃ παρὰ σου̃ κύριε ἀναβάσεις ἐν τη̨̃ καρδία̨ αὐτου̃ διέθετο

83:7 ἐν τη̨̃ κοιλάδι του̃ κλαυθμω̃νος εἰς τόπον ὃν ἔθετο καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετω̃ν

83:8 πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν ὀφθήσεται ὁ θεὸς τω̃ν θεω̃ν ἐν Σιων

83:9 κύριε ὁ θεὸς τω̃ν δυνάμεων εἰσάκουσον τη̃ς προσευχη̃ς μου ἐνώτισαι ὁ θεὸς Ιακωβ διάψαλμα

83:10 ὑπερασπιστὰ ἡμω̃ν ἰδέ ὁ θεός καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον του̃ χριστου̃ σου

83:11 ὅτι κρείσσων ἡμέρα μία ἐν ται̃ς αὐλαι̃ς σου ὑπὲρ χιλιάδας ἐξελεξάμην παραρριπτει̃σθαι ἐν τω̨̃ οἴκω̨ του̃ θεου̃ μα̃λλον ἢ οἰκει̃ν ἐν σκηνώμασιν ἁμαρτωλω̃ν

83:12 ὅτι ἔλεον καὶ ἀλήθειαν ἀγαπα̨̃ κύριος ὁ θεός χάριν καὶ δόξαν δώσει κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοὺς πορευομένους ἐν ἀκακία̨

83:13 κύριε τω̃ν δυνάμεων μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ

84:1 εἰς τὸ τέλος τοι̃ς υἱοι̃ς Κορε ψαλμός

84:2 εὐδόκησας κύριε τὴν γη̃ν σου ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ιακωβ

84:3 ἀφη̃κας τὰς ἀνομίας τω̨̃ λαω̨̃ σου ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτω̃ν διάψαλμα

84:4 κατέπαυσας πα̃σαν τὴν ὀργήν σου ἀπέστρεψας ἀπὸ ὀργη̃ς θυμου̃ σου

84:5 ἐπίστρεψον ἡμα̃ς ὁ θεὸς τω̃ν σωτηρίων ἡμω̃ν καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφ' ἡμω̃ν

84:6 μὴ εἰς τὸν αἰω̃να ὀργισθήση̨ ἡμι̃ν ἢ διατενει̃ς τὴν ὀργήν σου ἀπὸ γενεα̃ς εἰς γενεάν

84:7 ὁ θεός σὺ ἐπιστρέψας ζωώσεις ἡμα̃ς καὶ ὁ λαός σου εὐφρανθήσεται ἐπὶ σοί

84:8 δει̃ξον ἡμι̃ν κύριε τὸ ἔλεός σου καὶ τὸ σωτήριόν σου δώ̨ης ἡμι̃ν

84:9 ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ κύριος ὁ θεός ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτου̃ καὶ ἐπὶ τοὺς ὁσίους αὐτου̃ καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας πρὸς αὐτὸν καρδίαν

84:10 πλὴν ἐγγὺς τω̃ν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτου̃ του̃ κατασκηνω̃σαι δόξαν ἐν τη̨̃ γη̨̃ ἡμω̃ν

84:11 ἔλεος καὶ ἀλήθεια συνήντησαν δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν

84:12 ἀλήθεια ἐκ τη̃ς γη̃ς ἀνέτειλεν καὶ δικαιοσύνη ἐκ του̃ οὐρανου̃ διέκυψεν

84:13 καὶ γὰρ ὁ κύριος δώσει χρηστότητα καὶ ἡ γη̃ ἡμω̃ν δώσει τὸν καρπὸν αὐτη̃ς

84:14 δικαιοσύνη ἐναντίον αὐτου̃ προπορεύσεται καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτου̃

85:1 προσευχὴ τω̨̃ Δαυιδ κλι̃νον κύριε τὸ οὐ̃ς σου καὶ ἐπάκουσόν μου ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ

85:2 φύλαξον τὴν ψυχήν μου ὅτι ὅσιός εἰμι σω̃σον τὸν δου̃λόν σου ὁ θεός μου τὸν ἐλπίζοντα ἐπὶ σέ

85:3 ἐλέησόν με κύριε ὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν

85:4 εὔφρανον τὴν ψυχὴν του̃ δούλου σου ὅτι πρὸς σέ κύριε ἠ̃ρα τὴν ψυχήν μου

85:5 ὅτι σύ κύριε χρηστὸς καὶ ἐπιεικὴς καὶ πολυέλεος πα̃σι τοι̃ς ἐπικαλουμένοις σε

85:6 ἐνώτισαι κύριε τὴν προσευχήν μου καὶ πρόσχες τη̨̃ φωνη̨̃ τη̃ς δεήσεώς μου

85:7 ἐν ἡμέρα̨ θλίψεώς μου ἐκέκραξα πρὸς σέ ὅτι εἰσήκουσάς μου

85:8 οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοι̃ς κύριε καὶ οὐκ ἔστιν κατὰ τὰ ἔργα σου

85:9 πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου κύριε καὶ δοξάσουσιν τὸ ὄνομά σου

85:10 ὅτι μέγας εἰ̃ σὺ καὶ ποιω̃ν θαυμάσια σὺ εἰ̃ ὁ θεὸς μόνος ὁ μέγας

85:11 ὁδήγησόν με κύριε τη̨̃ ὁδω̨̃ σου καὶ πορεύσομαι ἐν τη̨̃ ἀληθεία̨ σου εὐφρανθήτω ἡ καρδία μου του̃ φοβει̃σθαι τὸ ὄνομά σου

85:12 ἐξομολογήσομαί σοι κύριε ὁ θεός μου ἐν ὅλη̨ καρδία̨ μου καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰω̃να

85:13 ὅτι τὸ ἔλεός σου μέγα ἐπ' ἐμὲ καὶ ἐρρύσω τὴν ψυχήν μου ἐξ ἅ̨δου κατωτάτου

85:14 ὁ θεός παράνομοι ἐπανέστησαν ἐπ' ἐμέ καὶ συναγωγὴ κραταιω̃ν ἐζήτησαν τὴν ψυχήν μου καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτω̃ν

85:15 καὶ σύ κύριε ὁ θεός οἰκτίρμων καὶ ἐλεήμων μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός

85:16 ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με δὸς τὸ κράτος σου τω̨̃ παιδί σου καὶ σω̃σον τὸν υἱὸν τη̃ς παιδίσκης σου

85:17 ποίησον μετ' ἐμου̃ σημει̃ον εἰς ἀγαθόν καὶ ἰδέτωσαν οἱ μισου̃ντές με καὶ αἰσχυνθήτωσαν ὅτι σύ κύριε ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με

86:1 τοι̃ς υἱοι̃ς Κορε ψαλμὸς ὠ̨δη̃ς οἱ θεμέλιοι αὐτου̃ ἐν τοι̃ς ὄρεσιν τοι̃ς ἁγίοις

86:2 ἀγαπα̨̃ κύριος τὰς πύλας Σιων ὑπὲρ πάντα τὰ σκηνώματα Ιακωβ

86:3 δεδοξασμένα ἐλαλήθη περὶ σου̃ ἡ πόλις του̃ θεου̃ διάψαλμα

86:4 μνησθήσομαι Ρααβ καὶ Βαβυλω̃νος τοι̃ς γινώσκουσίν με καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς Αἰθιόπων οὑ̃τοι ἐγενήθησαν ἐκει̃

86:5 μήτηρ Σιων ἐρει̃ ἄνθρωπος καὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτη̨̃ καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ὕψιστος

86:6 κύριος διηγήσεται ἐν γραφη̨̃ λαω̃ν καὶ ἀρχόντων τούτων τω̃ν γεγενημένων ἐν αὐτη̨̃ διάψαλμα

86:7 ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί

87:1 ὠ̨δὴ ψαλμου̃ τοι̃ς υἱοι̃ς Κορε εἰς τὸ τέλος ὑπὲρ μαελεθ του̃ ἀποκριθη̃ναι συνέσεως Αιμαν τω̨̃ Ισραηλίτη̨

87:2 κύριε ὁ θεὸς τη̃ς σωτηρίας μου ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου

87:3 εἰσελθάτω ἐνώπιόν σου ἡ προσευχή μου κλι̃νον τὸ οὐ̃ς σου εἰς τὴν δέησίν μου κύριε

87:4 ὅτι ἐπλήσθη κακω̃ν ἡ ψυχή μου καὶ ἡ ζωή μου τω̨̃ ἅ̨δη̨ ἤγγισεν

87:5 προσελογίσθην μετὰ τω̃ν καταβαινόντων εἰς λάκκον ἐγενήθην ὡς ἄνθρωπος ἀβοήθητος ἐν νεκροι̃ς ἐλεύθερος

87:6 ὡσεὶ τραυματίαι ἐρριμμένοι καθεύδοντες ἐν τάφω̨ ὡ̃ν οὐκ ἐμνήσθης ἔτι καὶ αὐτοὶ ἐκ τη̃ς χειρός σου ἀπώσθησαν

87:7 ἔθεντό με ἐν λάκκω̨ κατωτάτω̨ ἐν σκοτεινοι̃ς καὶ ἐν σκια̨̃ θανάτου

87:8 ἐπ' ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπ' ἐμὲ ἐπήγαγες διάψαλμα

87:9 ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ' ἐμου̃ ἔθεντό με βδέλυγμα ἑαυτοι̃ς παρεδόθην καὶ οὐκ ἐξεπορευόμην

87:10 οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας ἐκέκραξα πρὸς σέ κύριε ὅλην τὴν ἡμέραν διεπέτασα πρὸς σὲ τὰς χει̃ράς μου

87:11 μὴ τοι̃ς νεκροι̃ς ποιήσεις θαυμάσια ἢ ἰατροὶ ἀναστήσουσιν καὶ ἐξομολογήσονταί σοι

87:12 μὴ διηγήσεταί τις ἐν τάφω̨ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τη̨̃ ἀπωλεία̨

87:13 μὴ γνωσθήσεται ἐν τω̨̃ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γη̨̃ ἐπιλελησμένη̨

87:14 κἀγὼ πρὸς σέ κύριε ἐκέκραξα καὶ τὸ πρωὶ ἡ προσευχή μου προφθάσει σε

87:15 ἵνα τί κύριε ἀπωθει̃ς τὴν ψυχήν μου ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμου̃

87:16 πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην

87:17 ἐπ' ἐμὲ διη̃λθον αἱ ὀργαί σου καὶ οἱ φοβερισμοί σου ἐξετάραξάν με

87:18 ἐκύκλωσάν με ὡς ὕδωρ ὅλην τὴν ἡμέραν περιέσχον με ἅμα

87:19 ἐμάκρυνας ἀπ' ἐμου̃ φίλον καὶ πλησίον καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας

88:1 συνέσεως Αιθαν τω̨̃ Ισραηλίτη̨

88:2 τὰ ἐλέη σου κύριε εἰς τὸν αἰω̃να ἄ̨σομαι εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελω̃ τὴν ἀλήθειάν σου ἐν τω̨̃ στόματί μου

88:3 ὅτι εἰ̃πας εἰς τὸν αἰω̃να ἔλεος οἰκοδομηθήσεται ἐν τοι̃ς οὐρανοι̃ς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου

88:4 διεθέμην διαθήκην τοι̃ς ἐκλεκτοι̃ς μου ὤμοσα Δαυιδ τω̨̃ δούλω̨ μου

88:5 ἕως του̃ αἰω̃νος ἑτοιμάσω τὸ σπέρμα σου καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου διάψαλμα

88:6 ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου κύριε καὶ τὴν ἀλήθειάν σου ἐν ἐκκλησία̨ ἁγίων

88:7 ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τω̨̃ κυρίω̨ καὶ τίς ὁμοιωθήσεται τω̨̃ κυρίω̨ ἐν υἱοι̃ς θεου̃

88:8 ὁ θεὸς ἐνδοξαζόμενος ἐν βουλη̨̃ ἁγίων μέγας καὶ φοβερὸς ἐπὶ πάντας τοὺς περικύκλω̨ αὐτου̃

88:9 κύριε ὁ θεὸς τω̃ν δυνάμεων τίς ὅμοιός σοι δυνατὸς εἰ̃ κύριε καὶ ἡ ἀλήθειά σου κύκλω̨ σου

88:10 σὺ δεσπόζεις του̃ κράτους τη̃ς θαλάσσης τὸν δὲ σάλον τω̃ν κυμάτων αὐτη̃ς σὺ καταπραΰνεις

88:11 σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον καὶ ἐν τω̨̃ βραχίονι τη̃ς δυνάμεώς σου διεσκόρπισας τοὺς ἐχθρούς σου

88:12 σοί εἰσιν οἱ οὐρανοί καὶ σή ἐστιν ἡ γη̃ τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτη̃ς σὺ ἐθεμελίωσας

88:13 τὸν βορρα̃ν καὶ θαλάσσας σὺ ἔκτισας Θαβωρ καὶ Ερμων ἐν τω̨̃ ὀνόματί σου ἀγαλλιάσονται

88:14 σὸς ὁ βραχίων μετὰ δυναστείας κραταιωθήτω ἡ χείρ σου ὑψωθήτω ἡ δεξιά σου

88:15 δικαιοσύνη καὶ κρίμα ἑτοιμασία του̃ θρόνου σου ἔλεος καὶ ἀλήθεια προπορεύσεται πρὸ προσώπου σου

88:16 μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν κύριε ἐν τω̨̃ φωτὶ του̃ προσώπου σου πορεύσονται

88:17 καὶ ἐν τω̨̃ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν καὶ ἐν τη̨̃ δικαιοσύνη̨ σου ὑψωθήσονται

88:18 ὅτι τὸ καύχημα τη̃ς δυνάμεως αὐτω̃ν εἰ̃ σύ καὶ ἐν τη̨̃ εὐδοκία̨ σου ὑψωθήσεται τὸ κέρας ἡμω̃ν

88:19 ὅτι του̃ κυρίου ἡ ἀντίλημψις καὶ του̃ ἁγίου Ισραηλ βασιλέως ἡμω̃ν

88:20 τότε ἐλάλησας ἐν ὁράσει τοι̃ς ὁσίοις σου καὶ εἰ̃πας ἐθέμην βοήθειαν ἐπὶ δυνατόν ὕψωσα ἐκλεκτὸν ἐκ του̃ λαου̃ μου

88:21 εὑ̃ρον Δαυιδ τὸν δου̃λόν μου ἐν ἐλαίω̨ ἁγίω̨ μου ἔχρισα αὐτόν

88:22 ἡ γὰρ χείρ μου συναντιλήμψεται αὐτω̨̃ καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν

88:23 οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτω̨̃ καὶ υἱὸς ἀνομίας οὐ προσθήσει του̃ κακω̃σαι αὐτόν

88:24 καὶ συγκόψω τοὺς ἐχθροὺς αὐτου̃ ἀπὸ προσώπου αὐτου̃ καὶ τοὺς μισου̃ντας αὐτὸν τροπώσομαι

88:25 καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ' αὐτου̃ καὶ ἐν τω̨̃ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτου̃

88:26 καὶ θήσομαι ἐν θαλάσση̨ χει̃ρα αὐτου̃ καὶ ἐν ποταμοι̃ς δεξιὰν αὐτου̃

88:27 αὐτὸς ἐπικαλέσεταί με πατήρ μου εἰ̃ σύ θεός μου καὶ ἀντιλήμπτωρ τη̃ς σωτηρίας μου

88:28 κἀγὼ πρωτότοκον θήσομαι αὐτόν ὑψηλὸν παρὰ τοι̃ς βασιλευ̃σιν τη̃ς γη̃ς

88:29 εἰς τὸν αἰω̃να φυλάξω αὐτω̨̃ τὸ ἔλεός μου καὶ ἡ διαθήκη μου πιστὴ αὐτω̨̃

88:30 καὶ θήσομαι εἰς τὸν αἰω̃να του̃ αἰω̃νος τὸ σπέρμα αὐτου̃ καὶ τὸν θρόνον αὐτου̃ ὡς τὰς ἡμέρας του̃ οὐρανου̃

88:31 ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτου̃ τὸν νόμον μου καὶ τοι̃ς κρίμασίν μου μὴ πορευθω̃σιν

88:32 ἐὰν τὰ δικαιώματά μου βεβηλώσουσιν καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν

88:33 ἐπισκέψομαι ἐν ῥάβδω̨ τὰς ἀνομίας αὐτω̃ν καὶ ἐν μάστιξιν τὰς ἁμαρτίας αὐτω̃ν

88:34 τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ' αὐτου̃ οὐδὲ μὴ ἀδικήσω ἐν τη̨̃ ἀληθεία̨ μου

88:35 οὐδὲ μὴ βεβηλώσω τὴν διαθήκην μου καὶ τὰ ἐκπορευόμενα διὰ τω̃ν χειλέων μου οὐ μὴ ἀθετήσω

88:36 ἅπαξ ὤμοσα ἐν τω̨̃ ἁγίω̨ μου εἰ τω̨̃ Δαυιδ ψεύσομαι

88:37 τὸ σπέρμα αὐτου̃ εἰς τὸν αἰω̃να μενει̃ καὶ ὁ θρόνος αὐτου̃ ὡς ὁ ἥλιος ἐναντίον μου

88:38 καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰω̃να καὶ ὁ μάρτυς ἐν οὐρανω̨̃ πιστός διάψαλμα

88:39 σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας ἀνεβάλου τὸν χριστόν σου

88:40 κατέστρεψας τὴν διαθήκην του̃ δούλου σου ἐβεβήλωσας εἰς τὴν γη̃ν τὸ ἁγίασμα αὐτου̃

88:41 καθει̃λες πάντας τοὺς φραγμοὺς αὐτου̃ ἔθου τὰ ὀχυρώματα αὐτου̃ δειλίαν

88:42 διήρπασαν αὐτὸν πάντες οἱ διοδεύοντες ὁδόν ἐγενήθη ὄνειδος τοι̃ς γείτοσιν αὐτου̃

88:43 ὕψωσας τὴν δεξιὰν τω̃ν ἐχθρω̃ν αὐτου̃ εὔφρανας πάντας τοὺς ἐχθροὺς αὐτου̃

88:44 ἀπέστρεψας τὴν βοήθειαν τη̃ς ῥομφαίας αὐτου̃ καὶ οὐκ ἀντελάβου αὐτου̃ ἐν τω̨̃ πολέμω̨

88:45 κατέλυσας ἀπὸ καθαρισμου̃ αὐτόν τὸν θρόνον αὐτου̃ εἰς τὴν γη̃ν κατέρραξας

88:46 ἐσμίκρυνας τὰς ἡμέρας του̃ χρόνου αὐτου̃ κατέχεας αὐτου̃ αἰσχύνην διάψαλμα

88:47 ἕως πότε κύριε ἀποστρέψεις εἰς τέλος ἐκκαυθήσεται ὡς πυ̃ρ ἡ ὀργή σου

88:48 μνήσθητι τίς μου ἡ ὑπόστασις μὴ γὰρ ματαίως ἔκτισας πάντας τοὺς υἱοὺς τω̃ν ἀνθρώπων

88:49 τίς ἐστιν ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον ῥύσεται τὴν ψυχὴν αὐτου̃ ἐκ χειρὸς ἅ̨δου διάψαλμα

88:50 που̃ εἰσιν τὰ ἐλέη σου τὰ ἀρχαι̃α κύριε ἃ ὤμοσας τω̨̃ Δαυιδ ἐν τη̨̃ ἀληθεία̨ σου

88:51 μνήσθητι κύριε του̃ ὀνειδισμου̃ τω̃ν δούλων σου οὑ̃ ὑπέσχον ἐν τω̨̃ κόλπω̨ μου πολλω̃ν ἐθνω̃ν

88:52 οὑ̃ ὠνείδισαν οἱ ἐχθροί σου κύριε οὑ̃ ὠνείδισαν τὸ ἀντάλλαγμα του̃ χριστου̃ σου

88:53 εὐλογητὸς κύριος εἰς τὸν αἰω̃να γένοιτο γένοιτο

89:1 προσευχὴ του̃ Μωυση̃ ἀνθρώπου του̃ θεου̃ κύριε καταφυγὴ ἐγενήθης ἡμι̃ν ἐν γενεα̨̃ καὶ γενεα̨̃

89:2 πρὸ του̃ ὄρη γενηθη̃ναι καὶ πλασθη̃ναι τὴν γη̃ν καὶ τὴν οἰκουμένην καὶ ἀπὸ του̃ αἰω̃νος ἕως του̃ αἰω̃νος σὺ εἰ̃

89:3 μὴ ἀποστρέψη̨ς ἄνθρωπον εἰς ταπείνωσιν καὶ εἰ̃πας ἐπιστρέψατε υἱοὶ ἀνθρώπων

89:4 ὅτι χίλια ἔτη ἐν ὀφθαλμοι̃ς σου ὡς ἡ ἡμέρα ἡ ἐχθές ἥτις διη̃λθεν καὶ φυλακὴ ἐν νυκτί

89:5 τὰ ἐξουδενώματα αὐτω̃ν ἔτη ἔσονται τὸ πρωὶ ὡσεὶ χλόη παρέλθοι

89:6 τὸ πρωὶ ἀνθήσαι καὶ παρέλθοι τὸ ἑσπέρας ἀποπέσοι σκληρυνθείη καὶ ξηρανθείη

89:7 ὅτι ἐξελίπομεν ἐν τη̨̃ ὀργη̨̃ σου καὶ ἐν τω̨̃ θυμω̨̃ σου ἐταράχθημεν

89:8 ἔθου τὰς ἀνομίας ἡμω̃ν ἐνώπιόν σου ὁ αἰὼν ἡμω̃ν εἰς φωτισμὸν του̃ προσώπου σου

89:9 ὅτι πα̃σαι αἱ ἡμέραι ἡμω̃ν ἐξέλιπον καὶ ἐν τη̨̃ ὀργη̨̃ σου ἐξελίπομεν τὰ ἔτη ἡμω̃ν ὡς ἀράχνην ἐμελέτων

89:10 αἱ ἡμέραι τω̃ν ἐτω̃ν ἡμω̃ν ἐν αὐτοι̃ς ἑβδομήκοντα ἔτη ἐὰν δὲ ἐν δυναστείαις ὀγδοήκοντα ἔτη καὶ τὸ πλει̃ον αὐτω̃ν κόπος καὶ πόνος ὅτι ἐπη̃λθεν πραΰτης ἐφ' ἡμα̃ς καὶ παιδευθησόμεθα

89:11 τίς γινώσκει τὸ κράτος τη̃ς ὀργη̃ς σου καὶ ἀπὸ του̃ φόβου σου τὸν θυμόν σου

89:12 ἐξαριθμήσασθαι τὴν δεξιάν σου οὕτως γνώρισον καὶ τοὺς πεπεδημένους τη̨̃ καρδία̨ ἐν σοφία̨

89:13 ἐπίστρεψον κύριε ἕως πότε καὶ παρακλήθητι ἐπὶ τοι̃ς δούλοις σου

89:14 ἐνεπλήσθημεν τὸ πρωὶ του̃ ἐλέους σου καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ται̃ς ἡμέραις ἡμω̃ν

89:15 εὐφράνθημεν ἀνθ' ὡ̃ν ἡμερω̃ν ἐταπείνωσας ἡμα̃ς ἐτω̃ν ὡ̃ν εἴδομεν κακά

89:16 καὶ ἰδὲ ἐπὶ τοὺς δούλους σου καὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτω̃ν

89:17 καὶ ἔστω ἡ λαμπρότης κυρίου του̃ θεου̃ ἡμω̃ν ἐφ' ἡμα̃ς καὶ τὰ ἔργα τω̃ν χειρω̃ν ἡμω̃ν κατεύθυνον ἐφ' ἡμα̃ς

90:1 αἰ̃νος ὠ̨δη̃ς τω̨̃ Δαυιδ ὁ κατοικω̃ν ἐν βοηθεία̨ του̃ ὑψίστου ἐν σκέπη̨ του̃ θεου̃ του̃ οὐρανου̃ αὐλισθήσεται

90:2 ἐρει̃ τω̨̃ κυρίω̨ ἀντιλήμπτωρ μου εἰ̃ καὶ καταφυγή μου ὁ θεός μου ἐλπιω̃ ἐπ' αὐτόν

90:3 ὅτι αὐτὸς ῥύσεταί με ἐκ παγίδος θηρευτω̃ν καὶ ἀπὸ λόγου ταραχώδους

90:4 ἐν τοι̃ς μεταφρένοις αὐτου̃ ἐπισκιάσει σοι καὶ ὑπὸ τὰς πτέρυγας αὐτου̃ ἐλπιει̃ς ὅπλω̨ κυκλώσει σε ἡ ἀλήθεια αὐτου̃

90:5 οὐ φοβηθήση̨ ἀπὸ φόβου νυκτερινου̃ ἀπὸ βέλους πετομένου ἡμέρας

90:6 ἀπὸ πράγματος διαπορευομένου ἐν σκότει ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινου̃

90:7 πεσει̃ται ἐκ του̃ κλίτους σου χιλιὰς καὶ μυριὰς ἐκ δεξιω̃ν σου πρὸς σὲ δὲ οὐκ ἐγγιει̃

90:8 πλὴν τοι̃ς ὀφθαλμοι̃ς σου κατανοήσεις καὶ ἀνταπόδοσιν ἁμαρτωλω̃ν ὄψη̨

90:9 ὅτι σύ κύριε ἡ ἐλπίς μου τὸν ὕψιστον ἔθου καταφυγήν σου

90:10 οὐ προσελεύσεται πρὸς σὲ κακά καὶ μάστιξ οὐκ ἐγγιει̃ τω̨̃ σκηνώματί σου

90:11 ὅτι τοι̃ς ἀγγέλοις αὐτου̃ ἐντελει̃ται περὶ σου̃ του̃ διαφυλάξαι σε ἐν πάσαις ται̃ς ὁδοι̃ς σου

90:12 ἐπὶ χειρω̃ν ἀρου̃σίν σε μήποτε προσκόψη̨ς πρὸς λίθον τὸν πόδα σου

90:13 ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήση̨ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα

90:14 ὅτι ἐπ' ἐμὲ ἤλπισεν καὶ ῥύσομαι αὐτόν σκεπάσω αὐτόν ὅτι ἔγνω τὸ ὄνομά μου

90:15 ἐπικαλέσεταί με καὶ εἰσακούσομαι αὐτου̃ μετ' αὐτου̃ εἰμι ἐν θλίψει καὶ ἐξελου̃μαι καὶ δοξάσω αὐτόν

90:16 μακρότητα ἡμερω̃ν ἐμπλήσω αὐτὸν καὶ δείξω αὐτω̨̃ τὸ σωτήριόν μου

91:1 ψαλμὸς ὠ̨δη̃ς εἰς τὴν ἡμέραν του̃ σαββάτου

91:2 ἀγαθὸν τὸ ἐξομολογει̃σθαι τω̨̃ κυρίω̨ καὶ ψάλλειν τω̨̃ ὀνόματί σου ὕψιστε

91:3 του̃ ἀναγγέλλειν τὸ πρωὶ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα

91:4 ἐν δεκαχόρδω̨ ψαλτηρίω̨ μετ' ὠ̨δη̃ς ἐν κιθάρα̨

91:5 ὅτι εὔφρανάς με κύριε ἐν τω̨̃ ποιήματί σου καὶ ἐν τοι̃ς ἔργοις τω̃ν χειρω̃ν σου ἀγαλλιάσομαι

91:6 ὡς ἐμεγαλύνθη τὰ ἔργα σου κύριε σφόδρα ἐβαθύνθησαν οἱ διαλογισμοί σου

91:7 ἀνὴρ ἄφρων οὐ γνώσεται καὶ ἀσύνετος οὐ συνήσει ταυ̃τα

91:8 ἐν τω̨̃ ἀνατει̃λαι τοὺς ἁμαρτωλοὺς ὡς χόρτον καὶ διέκυψαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ὅπως ἂν ἐξολεθρευθω̃σιν εἰς τὸν αἰω̃να του̃ αἰω̃νος

91:9 σὺ δὲ ὕψιστος εἰς τὸν αἰω̃να κύριε

91:10 ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἀπολου̃νται καὶ διασκορπισθήσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν

91:11 καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου καὶ τὸ γη̃ράς μου ἐν ἐλαίω̨ πίονι

91:12 καὶ ἐπει̃δεν ὁ ὀφθαλμός μου ἐν τοι̃ς ἐχθροι̃ς μου καὶ ἐν τοι̃ς ἐπανιστανομένοις ἐπ' ἐμὲ πονηρευομένοις ἀκούσεται τὸ οὐ̃ς μου

91:13 δίκαιος ὡς φοι̃νιξ ἀνθήσει ὡσεὶ κέδρος ἡ ἐν τω̨̃ Λιβάνω̨ πληθυνθήσεται

91:14 πεφυτευμένοι ἐν τω̨̃ οἴκω̨ κυρίου ἐν ται̃ς αὐλαι̃ς του̃ θεου̃ ἡμω̃ν ἐξανθήσουσιν

91:15 ἔτι πληθυνθήσονται ἐν γήρει πίονι καὶ εὐπαθου̃ντες ἔσονται

91:16 του̃ ἀναγγει̃λαι ὅτι εὐθὴς κύριος ὁ θεός μου καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτω̨̃

92:1 εἰς τὴν ἡμέραν του̃ προσαββάτου ὅτε κατώ̨κισται ἡ γη̃ αἰ̃νος ὠ̨δη̃ς τω̨̃ Δαυιδ ὁ κύριος ἐβασίλευσεν εὐπρέπειαν ἐνεδύσατο ἐνεδύσατο κύριος δύναμιν καὶ περιεζώσατο καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην ἥτις οὐ σαλευθήσεται

92:2 ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε ἀπὸ του̃ αἰω̃νος σὺ εἰ̃

92:3 ἐπη̃ραν οἱ ποταμοί κύριε ἐπη̃ραν οἱ ποταμοὶ φωνὰς αὐτω̃ν

92:4 ἀπὸ φωνω̃ν ὑδάτων πολλω̃ν θαυμαστοὶ οἱ μετεωρισμοὶ τη̃ς θαλάσσης θαυμαστὸς ἐν ὑψηλοι̃ς ὁ κύριος

92:5 τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα τω̨̃ οἴκω̨ σου πρέπει ἁγίασμα κύριε εἰς μακρότητα ἡμερω̃ν

93:1 ψαλμὸς τω̨̃ Δαυιδ τετράδι σαββάτων ὁ θεὸς ἐκδικήσεων κύριος ὁ θεὸς ἐκδικήσεων ἐπαρρησιάσατο

93:2 ὑψώθητι ὁ κρίνων τὴν γη̃ν ἀπόδος ἀνταπόδοσιν τοι̃ς ὑπερηφάνοις

93:3 ἕως πότε ἁμαρτωλοί κύριε ἕως πότε ἁμαρτωλοὶ καυχήσονται

93:4 φθέγξονται καὶ λαλήσουσιν ἀδικίαν λαλήσουσιν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν

93:5 τὸν λαόν σου κύριε ἐταπείνωσαν καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν

93:6 χήραν καὶ προσήλυτον ἀπέκτειναν καὶ ὀρφανοὺς ἐφόνευσαν

93:7 καὶ εἰ̃παν οὐκ ὄψεται κύριος οὐδὲ συνήσει ὁ θεὸς του̃ Ιακωβ

93:8 σύνετε δή ἄφρονες ἐν τω̨̃ λαω̨̃ καί μωροί ποτὲ φρονήσατε

93:9 ὁ φυτεύσας τὸ οὐ̃ς οὐχὶ ἀκούει ἢ ὁ πλάσας τὸν ὀφθαλμὸν οὐ κατανοει̃

93:10 ὁ παιδεύων ἔθνη οὐχὶ ἐλέγξει ὁ διδάσκων ἄνθρωπον γνω̃σιν

93:11 κύριος γινώσκει τοὺς διαλογισμοὺς τω̃ν ἀνθρώπων ὅτι εἰσὶν μάταιοι

93:12 μακάριος ἄνθρωπος ὃν ἂν σὺ παιδεύση̨ς κύριε καὶ ἐκ του̃ νόμου σου διδάξη̨ς αὐτὸν

93:13 του̃ πραυ̃ναι αὐτω̨̃ ἀφ' ἡμερω̃ν πονηρω̃ν ἕως οὑ̃ ὀρυγη̨̃ τω̨̃ ἁμαρτωλω̨̃ βόθρος

93:14 ὅτι οὐκ ἀπώσεται κύριος τὸν λαὸν αὐτου̃ καὶ τὴν κληρονομίαν αὐτου̃ οὐκ ἐγκαταλείψει

93:15 ἕως οὑ̃ δικαιοσύνη ἐπιστρέψη̨ εἰς κρίσιν καὶ ἐχόμενοι αὐτη̃ς πάντες οἱ εὐθει̃ς τη̨̃ καρδία̨ διάψαλμα

93:16 τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους ἢ τίς συμπαραστήσεταί μοι ἐπὶ ἐργαζομένους τὴν ἀνομίαν

93:17 εἰ μὴ ὅτι κύριος ἐβοήθησέν μοι παρὰ βραχὺ παρώ̨κησεν τω̨̃ ἅ̨δη̨ ἡ ψυχή μου

93:18 εἰ ἔλεγον σεσάλευται ὁ πούς μου τὸ ἔλεός σου κύριε βοηθει̃ μοι

93:19 κύριε κατὰ τὸ πλη̃θος τω̃ν ὀδυνω̃ν μου ἐν τη̨̃ καρδία̨ μου αἱ παρακλήσεις σου ἠγάπησαν τὴν ψυχήν μου

93:20 μὴ συμπροσέσται σοι θρόνος ἀνομίας ὁ πλάσσων κόπον ἐπὶ προστάγματι

93:21 θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου καὶ αἱ̃μα ἀθω̨̃ον καταδικάσονται

93:22 καὶ ἐγένετό μοι κύριος εἰς καταφυγὴν καὶ ὁ θεός μου εἰς βοηθὸν ἐλπίδος μου

93:23 καὶ ἀποδώσει αὐτοι̃ς τὴν ἀνομίαν αὐτω̃ν καὶ κατὰ τὴν πονηρίαν αὐτω̃ν ἀφανιει̃ αὐτοὺς κύριος ὁ θεὸς ἡμω̃ν

94:1 αἰ̃νος ὠ̨δη̃ς τω̨̃ Δαυιδ δευ̃τε ἀγαλλιασώμεθα τω̨̃ κυρίω̨ ἀλαλάξωμεν τω̨̃ θεω̨̃ τω̨̃ σωτη̃ρι ἡμω̃ν

94:2 προφθάσωμεν τὸ πρόσωπον αὐτου̃ ἐν ἐξομολογήσει καὶ ἐν ψαλμοι̃ς ἀλαλάξωμεν αὐτω̨̃

94:3 ὅτι θεὸς μέγας κύριος καὶ βασιλεὺς μέγας ἐπὶ πάντας τοὺς θεούς

94:4 ὅτι ἐν τη̨̃ χειρὶ αὐτου̃ τὰ πέρατα τη̃ς γη̃ς καὶ τὰ ὕψη τω̃ν ὀρέων αὐτου̃ εἰσιν

94:5 ὅτι αὐτου̃ ἐστιν ἡ θάλασσα καὶ αὐτὸς ἐποίησεν αὐτήν καὶ τὴν ξηρὰν αἱ χει̃ρες αὐτου̃ ἔπλασαν

94:6 δευ̃τε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτω̨̃ καὶ κλαύσωμεν ἐναντίον κυρίου του̃ ποιήσαντος ἡμα̃ς

94:7 ὅτι αὐτός ἐστιν ὁ θεὸς ἡμω̃ν καὶ ἡμει̃ς λαὸς νομη̃ς αὐτου̃ καὶ πρόβατα χειρὸς αὐτου̃ σήμερον ἐὰν τη̃ς φωνη̃ς αὐτου̃ ἀκούσητε

94:8 μὴ σκληρύνητε τὰς καρδίας ὑμω̃ν ὡς ἐν τω̨̃ παραπικρασμω̨̃ κατὰ τὴν ἡμέραν του̃ πειρασμου̃ ἐν τη̨̃ ἐρήμω̨

94:9 οὑ̃ ἐπείρασαν οἱ πατέρες ὑμω̃ν ἐδοκίμασαν καὶ εἴδοσαν τὰ ἔργα μου

94:10 τεσσαράκοντα ἔτη προσώχθισα τη̨̃ γενεα̨̃ ἐκείνη̨ καὶ εἰ̃πα ἀεὶ πλανω̃νται τη̨̃ καρδία̨ καὶ αὐτοὶ οὐκ ἔγνωσαν τὰς ὁδούς μου

94:11 ὡς ὤμοσα ἐν τη̨̃ ὀργη̨̃ μου εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου

95:1 ὅτε ὁ οἰ̃κος ὠ̨κοδομει̃το μετὰ τὴν αἰχμαλωσίαν ὠ̨δὴ τω̨̃ Δαυιδ ἄ̨σατε τω̨̃ κυρίω̨ ἀ̨̃σμα καινόν ἄ̨σατε τω̨̃ κυρίω̨ πα̃σα ἡ γη̃

95:2 ἄ̨σατε τω̨̃ κυρίω̨ εὐλογήσατε τὸ ὄνομα αὐτου̃ εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτου̃

95:3 ἀναγγείλατε ἐν τοι̃ς ἔθνεσιν τὴν δόξαν αὐτου̃ ἐν πα̃σι τοι̃ς λαοι̃ς τὰ θαυμάσια αὐτου̃

95:4 ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς

95:5 ὅτι πάντες οἱ θεοὶ τω̃ν ἐθνω̃ν δαιμόνια ὁ δὲ κύριος τοὺς οὐρανοὺς ἐποίησεν

95:6 ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐτου̃ ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τω̨̃ ἁγιάσματι αὐτου̃

95:7 ἐνέγκατε τω̨̃ κυρίω̨ αἱ πατριαὶ τω̃ν ἐθνω̃ν ἐνέγκατε τω̨̃ κυρίω̨ δόξαν καὶ τιμήν

95:8 ἐνέγκατε τω̨̃ κυρίω̨ δόξαν ὀνόματι αὐτου̃ ἄρατε θυσίας καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτου̃

95:9 προσκυνήσατε τω̨̃ κυρίω̨ ἐν αὐλη̨̃ ἁγία̨ αὐτου̃ σαλευθήτω ἀπὸ προσώπου αὐτου̃ πα̃σα ἡ γη̃

95:10 εἴπατε ἐν τοι̃ς ἔθνεσιν ὁ κύριος ἐβασίλευσεν καὶ γὰρ κατώρθωσεν τὴν οἰκουμένην ἥτις οὐ σαλευθήσεται κρινει̃ λαοὺς ἐν εὐθύτητι

95:11 εὐφραινέσθωσαν οἱ οὐρανοί καὶ ἀγαλλιάσθω ἡ γη̃ σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτη̃ς

95:12 χαρήσεται τὰ πεδία καὶ πάντα τὰ ἐν αὐτοι̃ς τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα του̃ δρυμου̃

95:13 πρὸ προσώπου κυρίου ὅτι ἔρχεται ὅτι ἔρχεται κρι̃ναι τὴν γη̃ν κρινει̃ τὴν οἰκουμένην ἐν δικαιοσύνη̨ καὶ λαοὺς ἐν τη̨̃ ἀληθεία̨ αὐτου̃

96:1 τω̨̃ Δαυιδ ὅτε ἡ γη̃ αὐτου̃ καθίσταται ὁ κύριος ἐβασίλευσεν ἀγαλλιάσθω ἡ γη̃ εὐφρανθήτωσαν νη̃σοι πολλαί

96:2 νεφέλη καὶ γνόφος κύκλω̨ αὐτου̃ δικαιοσύνη καὶ κρίμα κατόρθωσις του̃ θρόνου αὐτου̃

96:3 πυ̃ρ ἐναντίον αὐτου̃ προπορεύσεται καὶ φλογιει̃ κύκλω̨ τοὺς ἐχθροὺς αὐτου̃

96:4 ἔφαναν αἱ ἀστραπαὶ αὐτου̃ τη̨̃ οἰκουμένη̨ εἰ̃δεν καὶ ἐσαλεύθη ἡ γη̃

96:5 τὰ ὄρη ἐτάκησαν ὡσεὶ κηρὸς ἀπὸ προσώπου κυρίου ἀπὸ προσώπου κυρίου πάσης τη̃ς γη̃ς

96:6 ἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτου̃ καὶ εἴδοσαν πάντες οἱ λαοὶ τὴν δόξαν αὐτου̃

96:7 αἰσχυνθήτωσαν πάντες οἱ προσκυνου̃ντες τοι̃ς γλυπτοι̃ς οἱ ἐγκαυχώμενοι ἐν τοι̃ς εἰδώλοις αὐτω̃ν προσκυνήσατε αὐτω̨̃ πάντες οἱ ἄγγελοι αὐτου̃

96:8 ἤκουσεν καὶ εὐφράνθη Σιων καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τη̃ς Ιουδαίας ἕνεκεν τω̃ν κριμάτων σου κύριε

96:9 ὅτι σὺ εἰ̃ κύριος ὁ ὕψιστος ἐπὶ πα̃σαν τὴν γη̃ν σφόδρα ὑπερυψώθης ὑπὲρ πάντας τοὺς θεούς

96:10 οἱ ἀγαπω̃ντες τὸν κύριον μισει̃τε πονηρόν φυλάσσει κύριος τὰς ψυχὰς τω̃ν ὁσίων αὐτου̃ ἐκ χειρὸς ἁμαρτωλω̃ν ῥύσεται αὐτούς

96:11 φω̃ς ἀνέτειλεν τω̨̃ δικαίω̨ καὶ τοι̃ς εὐθέσι τη̨̃ καρδία̨ εὐφροσύνη

96:12 εὐφράνθητε δίκαιοι ἐπὶ τω̨̃ κυρίω̨ καὶ ἐξομολογει̃σθε τη̨̃ μνήμη̨ τη̃ς ἁγιωσύνης αὐτου̃

97:1 ψαλμὸς τω̨̃ Δαυιδ ἄ̨σατε τω̨̃ κυρίω̨ ἀ̨̃σμα καινόν ὅτι θαυμαστὰ ἐποίησεν κύριος ἔσωσεν αὐτω̨̃ ἡ δεξιὰ αὐτου̃ καὶ ὁ βραχίων ὁ ἅγιος αὐτου̃

97:2 ἐγνώρισεν κύριος τὸ σωτήριον αὐτου̃ ἐναντίον τω̃ν ἐθνω̃ν ἀπεκάλυψεν τὴν δικαιοσύνην αὐτου̃

97:3 ἐμνήσθη του̃ ἐλέους αὐτου̃ τω̨̃ Ιακωβ καὶ τη̃ς ἀληθείας αὐτου̃ τω̨̃ οἴκω̨ Ισραηλ εἴδοσαν πάντα τὰ πέρατα τη̃ς γη̃ς τὸ σωτήριον του̃ θεου̃ ἡμω̃ν

97:4 ἀλαλάξατε τω̨̃ θεω̨̃ πα̃σα ἡ γη̃ ἄ̨σατε καὶ ἀγαλλια̃σθε καὶ ψάλατε

97:5 ψάλατε τω̨̃ κυρίω̨ ἐν κιθάρα̨ ἐν κιθάρα̨ καὶ φωνη̨̃ ψαλμου̃

97:6 ἐν σάλπιγξιν ἐλαται̃ς καὶ φωνη̨̃ σάλπιγγος κερατίνης ἀλαλάξατε ἐνώπιον του̃ βασιλέως κυρίου

97:7 σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτη̃ς ἡ οἰκουμένη καὶ οἱ κατοικου̃ντες ἐν αὐτη̨̃

97:8 ποταμοὶ κροτήσουσιν χειρὶ ἐπὶ τὸ αὐτό τὰ ὄρη ἀγαλλιάσονται

97:9 ὅτι ἥκει κρι̃ναι τὴν γη̃ν κρινει̃ τὴν οἰκουμένην ἐν δικαιοσύνη̨ καὶ λαοὺς ἐν εὐθύτητι

98:1 ψαλμὸς τω̨̃ Δαυιδ ὁ κύριος ἐβασίλευσεν ὀργιζέσθωσαν λαοί ὁ καθήμενος ἐπὶ τω̃ν χερουβιν σαλευθήτω ἡ γη̃

98:2 κύριος ἐν Σιων μέγας καὶ ὑψηλός ἐστιν ἐπὶ πάντας τοὺς λαούς

98:3 ἐξομολογησάσθωσαν τω̨̃ ὀνόματί σου τω̨̃ μεγάλω̨ ὅτι φοβερὸν καὶ ἅγιόν ἐστιν

98:4 καὶ τιμὴ βασιλέως κρίσιν ἀγαπα̨̃ σὺ ἡτοίμασας εὐθύτητας κρίσιν καὶ δικαιοσύνην ἐν Ιακωβ σὺ ἐποίησας

98:5 ὑψου̃τε κύριον τὸν θεὸν ἡμω̃ν καὶ προσκυνει̃τε τω̨̃ ὑποποδίω̨ τω̃ν ποδω̃ν αὐτου̃ ὅτι ἅγιός ἐστιν

98:6 Μωυση̃ς καὶ Ααρων ἐν τοι̃ς ἱερευ̃σιν αὐτου̃ καὶ Σαμουηλ ἐν τοι̃ς ἐπικαλουμένοις τὸ ὄνομα αὐτου̃ ἐπεκαλου̃ντο τὸν κύριον καὶ αὐτὸς ἐπήκουσεν αὐτω̃ν

98:7 ἐν στύλω̨ νεφέλης ἐλάλει πρὸς αὐτούς ἐφύλασσον τὰ μαρτύρια αὐτου̃ καὶ τὰ προστάγματα ἃ ἔδωκεν αὐτοι̃ς

98:8 κύριε ὁ θεὸς ἡμω̃ν σὺ ἐπήκουες αὐτω̃ν ὁ θεός σὺ εὐίλατος ἐγίνου αὐτοι̃ς καὶ ἐκδικω̃ν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτω̃ν

98:9 ὑψου̃τε κύριον τὸν θεὸν ἡμω̃ν καὶ προσκυνει̃τε εἰς ὄρος ἅγιον αὐτου̃ ὅτι ἅγιος κύριος ὁ θεὸς ἡμω̃ν

99:1 ψαλμὸς εἰς ἐξομολόγησιν ἀλαλάξατε τω̨̃ κυρίω̨ πα̃σα ἡ γη̃

99:2 δουλεύσατε τω̨̃ κυρίω̨ ἐν εὐφροσύνη̨ εἰσέλθατε ἐνώπιον αὐτου̃ ἐν ἀγαλλιάσει

99:3 γνω̃τε ὅτι κύριος αὐτός ἐστιν ὁ θεός αὐτὸς ἐποίησεν ἡμα̃ς καὶ οὐχ ἡμει̃ς λαὸς αὐτου̃ καὶ πρόβατα τη̃ς νομη̃ς αὐτου̃

99:4 εἰσέλθατε εἰς τὰς πύλας αὐτου̃ ἐν ἐξομολογήσει εἰς τὰς αὐλὰς αὐτου̃ ἐν ὕμνοις ἐξομολογει̃σθε αὐτω̨̃ αἰνει̃τε τὸ ὄνομα αὐτου̃

99:5 ὅτι χρηστὸς κύριος εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃ καὶ ἕως γενεα̃ς καὶ γενεα̃ς ἡ ἀλήθεια αὐτου̃

100:1 τω̨̃ Δαυιδ ψαλμός ἔλεος καὶ κρίσιν ἄ̨σομαί σοι κύριε

100:2 ψαλω̃ καὶ συνήσω ἐν ὁδω̨̃ ἀμώμω̨ πότε ἥξεις πρός με διεπορευόμην ἐν ἀκακία̨ καρδίας μου ἐν μέσω̨ του̃ οἴκου μου

100:3 οὐ προεθέμην πρὸ ὀφθαλμω̃ν μου πρα̃γμα παράνομον ποιου̃ντας παραβάσεις ἐμίσησα

100:4 οὐκ ἐκολλήθη μοι καρδία σκαμβή ἐκκλίνοντος ἀπ' ἐμου̃ του̃ πονηρου̃ οὐκ ἐγίνωσκον

100:5 τὸν καταλαλου̃ντα λάθρα̨ του̃ πλησίον αὐτου̃ του̃τον ἐξεδίωκον ὑπερηφάνω̨ ὀφθαλμω̨̃ καὶ ἀπλήστω̨ καρδία̨ τούτω̨ οὐ συνήσθιον

100:6 οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τη̃ς γη̃ς του̃ συγκαθη̃σθαι αὐτοὺς μετ' ἐμου̃ πορευόμενος ἐν ὁδω̨̃ ἀμώμω̨ οὑ̃τός μοι ἐλειτούργει

100:7 οὐ κατώ̨κει ἐν μέσω̨ τη̃ς οἰκίας μου ποιω̃ν ὑπερηφανίαν λαλω̃ν ἄδικα οὐ κατεύθυνεν ἐναντίον τω̃ν ὀφθαλμω̃ν μου

100:8 εἰς τὰς πρωίας ἀπέκτεννον πάντας τοὺς ἁμαρτωλοὺς τη̃ς γη̃ς του̃ ἐξολεθρευ̃σαι ἐκ πόλεως κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν

101:1 προσευχὴ τω̨̃ πτωχω̨̃ ὅταν ἀκηδιάση̨ καὶ ἐναντίον κυρίου ἐκχέη̨ τὴν δέησιν αὐτου̃

101:2 εἰσάκουσον κύριε τη̃ς προσευχη̃ς μου καὶ ἡ κραυγή μου πρὸς σὲ ἐλθάτω

101:3 μὴ ἀποστρέψη̨ς τὸ πρόσωπόν σου ἀπ' ἐμου̃ ἐν ἡ̨̃ ἂν ἡμέρα̨ θλίβωμαι κλι̃νον τὸ οὐ̃ς σου πρός με ἐν ἡ̨̃ ἂν ἡμέρα̨ ἐπικαλέσωμαί σε ταχὺ εἰσάκουσόν μου

101:4 ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου καὶ τὰ ὀστα̃ μου ὡσεὶ φρύγιον συνεφρύγησαν

101:5 ἐπλήγη ὡσεὶ χόρτος καὶ ἐξηράνθη ἡ καρδία μου ὅτι ἐπελαθόμην του̃ φαγει̃ν τὸν ἄρτον μου

101:6 ἀπὸ φωνη̃ς του̃ στεναγμου̃ μου ἐκολλήθη τὸ ὀστου̃ν μου τη̨̃ σαρκί μου

101:7 ὡμοιώθην πελεκα̃νι ἐρημικω̨̃ ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδω̨

101:8 ἠγρύπνησα καὶ ἐγενήθην ὡσεὶ στρουθίον μονάζον ἐπὶ δώματι

101:9 ὅλην τὴν ἡμέραν ὠνείδιζόν με οἱ ἐχθροί μου καὶ οἱ ἐπαινου̃ντές με κατ' ἐμου̃ ὤμνυον

101:10 ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον καὶ τὸ πόμα μου μετὰ κλαυθμου̃ ἐκίρνων

101:11 ἀπὸ προσώπου τη̃ς ὀργη̃ς σου καὶ του̃ θυμου̃ σου ὅτι ἐπάρας κατέρραξάς με

101:12 αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν καὶ ἐγὼ ὡσεὶ χόρτος ἐξηράνθην

101:13 σὺ δέ κύριε εἰς τὸν αἰω̃να μένεις καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν

101:14 σὺ ἀναστὰς οἰκτιρήσεις τὴν Σιων ὅτι καιρὸς του̃ οἰκτιρη̃σαι αὐτήν ὅτι ἥκει καιρός

101:15 ὅτι εὐδόκησαν οἱ δου̃λοί σου τοὺς λίθους αὐτη̃ς καὶ τὸν χου̃ν αὐτη̃ς οἰκτιρήσουσιν

101:16 καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομα κυρίου καὶ πάντες οἱ βασιλει̃ς τη̃ς γη̃ς τὴν δόξαν σου

101:17 ὅτι οἰκοδομήσει κύριος τὴν Σιων καὶ ὀφθήσεται ἐν τη̨̃ δόξη̨ αὐτου̃

101:18 ἐπέβλεψεν ἐπὶ τὴν προσευχὴν τω̃ν ταπεινω̃ν καὶ οὐκ ἐξουδένωσεν τὴν δέησιν αὐτω̃ν

101:19 γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον

101:20 ὅτι ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὐτου̃ κύριος ἐξ οὐρανου̃ ἐπὶ τὴν γη̃ν ἐπέβλεψεν

101:21 του̃ ἀκου̃σαι τὸν στεναγμὸν τω̃ν πεπεδημένων του̃ λυ̃σαι τοὺς υἱοὺς τω̃ν τεθανατωμένων

101:22 του̃ ἀναγγει̃λαι ἐν Σιων τὸ ὄνομα κυρίου καὶ τὴν αἴνεσιν αὐτου̃ ἐν Ιερουσαλημ

101:23 ἐν τω̨̃ συναχθη̃ναι λαοὺς ἐπὶ τὸ αὐτὸ καὶ βασιλείας του̃ δουλεύειν τω̨̃ κυρίω̨

101:24 ἀπεκρίθη αὐτω̨̃ ἐν ὁδω̨̃ ἰσχύος αὐτου̃ τὴν ὀλιγότητα τω̃ν ἡμερω̃ν μου ἀνάγγειλόν μοι

101:25 μὴ ἀναγάγη̨ς με ἐν ἡμίσει ἡμερω̃ν μου ἐν γενεα̨̃ γενεω̃ν τὰ ἔτη σου

101:26 κατ' ἀρχὰς σύ κύριε τὴν γη̃ν ἐθεμελίωσας καὶ ἔργα τω̃ν χειρω̃ν σού εἰσιν οἱ οὐρανοί

101:27 αὐτοὶ ἀπολου̃νται σὺ δὲ διαμενει̃ς καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται καὶ ὡσεὶ περιβόλαιον ἀλλάξεις αὐτούς καὶ ἀλλαγήσονται

101:28 σὺ δὲ ὁ αὐτὸς εἰ̃ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν

101:29 οἱ υἱοὶ τω̃ν δούλων σου κατασκηνώσουσιν καὶ τὸ σπέρμα αὐτω̃ν εἰς τὸν αἰω̃να κατευθυνθήσεται

102:1 τω̨̃ Δαυιδ εὐλόγει ἡ ψυχή μου τὸν κύριον καί πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτου̃

102:2 εὐλόγει ἡ ψυχή μου τὸν κύριον καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτου̃

102:3 τὸν εὐιλατεύοντα πάσαις ται̃ς ἀνομίαις σου τὸν ἰώμενον πάσας τὰς νόσους σου

102:4 τὸν λυτρούμενον ἐκ φθορα̃ς τὴν ζωήν σου τὸν στεφανου̃ντά σε ἐν ἐλέει καὶ οἰκτιρμοι̃ς

102:5 τὸν ἐμπιπλω̃ντα ἐν ἀγαθοι̃ς τὴν ἐπιθυμίαν σου ἀνακαινισθήσεται ὡς ἀετου̃ ἡ νεότης σου

102:6 ποιω̃ν ἐλεημοσύνας ὁ κύριος καὶ κρίμα πα̃σι τοι̃ς ἀδικουμένοις

102:7 ἐγνώρισεν τὰς ὁδοὺς αὐτου̃ τω̨̃ Μωυση̨̃ τοι̃ς υἱοι̃ς Ισραηλ τὰ θελήματα αὐτου̃

102:8 οἰκτίρμων καὶ ἐλεήμων ὁ κύριος μακρόθυμος καὶ πολυέλεος

102:9 οὐκ εἰς τέλος ὀργισθήσεται οὐδὲ εἰς τὸν αἰω̃να μηνιει̃

102:10 οὐ κατὰ τὰς ἁμαρτίας ἡμω̃ν ἐποίησεν ἡμι̃ν οὐδὲ κατὰ τὰς ἀνομίας ἡμω̃ν ἀνταπέδωκεν ἡμι̃ν

102:11 ὅτι κατὰ τὸ ὕψος του̃ οὐρανου̃ ἀπὸ τη̃ς γη̃ς ἐκραταίωσεν κύριος τὸ ἔλεος αὐτου̃ ἐπὶ τοὺς φοβουμένους αὐτόν

102:12 καθ' ὅσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμω̃ν ἐμάκρυνεν ἀφ' ἡμω̃ν τὰς ἀνομίας ἡμω̃ν

102:13 καθὼς οἰκτίρει πατὴρ υἱούς οἰκτίρησεν κύριος τοὺς φοβουμένους αὐτόν

102:14 ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμω̃ν μνήσθητι ὅτι χου̃ς ἐσμεν

102:15 ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτου̃ ὡσεὶ ἄνθος του̃ ἀγρου̃ οὕτως ἐξανθήσει

102:16 ὅτι πνευ̃μα διη̃λθεν ἐν αὐτω̨̃ καὶ οὐχ ὑπάρξει καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτου̃

102:17 τὸ δὲ ἔλεος του̃ κυρίου ἀπὸ του̃ αἰω̃νος καὶ ἕως του̃ αἰω̃νος ἐπὶ τοὺς φοβουμένους αὐτόν καὶ ἡ δικαιοσύνη αὐτου̃ ἐπὶ υἱοὺς υἱω̃ν

102:18 τοι̃ς φυλάσσουσιν τὴν διαθήκην αὐτου̃ καὶ μεμνημένοις τω̃ν ἐντολω̃ν αὐτου̃ του̃ ποιη̃σαι αὐτάς

102:19 κύριος ἐν τω̨̃ οὐρανω̨̃ ἡτοίμασεν τὸν θρόνον αὐτου̃ καὶ ἡ βασιλεία αὐτου̃ πάντων δεσπόζει

102:20 εὐλογει̃τε τὸν κύριον πάντες οἱ ἄγγελοι αὐτου̃ δυνατοὶ ἰσχύι ποιου̃ντες τὸν λόγον αὐτου̃ του̃ ἀκου̃σαι τη̃ς φωνη̃ς τω̃ν λόγων αὐτου̃

102:21 εὐλογει̃τε τὸν κύριον πα̃σαι αἱ δυνάμεις αὐτου̃ λειτουργοὶ αὐτου̃ ποιου̃ντες τὸ θέλημα αὐτου̃

102:22 εὐλογει̃τε τὸν κύριον πάντα τὰ ἔργα αὐτου̃ ἐν παντὶ τόπω̨ τη̃ς δεσποτείας αὐτου̃ εὐλόγει ἡ ψυχή μου τὸν κύριον

103:1 τω̨̃ Δαυιδ εὐλόγει ἡ ψυχή μου τὸν κύριον κύριε ὁ θεός μου ἐμεγαλύνθης σφόδρα ἐξομολόγησιν καὶ εὐπρέπειαν ἐνεδύσω

103:2 ἀναβαλλόμενος φω̃ς ὡς ἱμάτιον ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν

103:3 ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερω̨̃α αὐτου̃ ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτου̃ ὁ περιπατω̃ν ἐπὶ πτερύγων ἀνέμων

103:4 ὁ ποιω̃ν τοὺς ἀγγέλους αὐτου̃ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτου̃ πυ̃ρ φλέγον

103:5 ἐθεμελίωσεν τὴν γη̃ν ἐπὶ τὴν ἀσφάλειαν αὐτη̃ς οὐ κλιθήσεται εἰς τὸν αἰω̃να του̃ αἰω̃νος

103:6 ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτου̃ ἐπὶ τω̃ν ὀρέων στήσονται ὕδατα

103:7 ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται ἀπὸ φωνη̃ς βροντη̃ς σου δειλιάσουσιν

103:8 ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσιν πεδία εἰς τόπον ὃν ἐθεμελίωσας αὐτοι̃ς

103:9 ὅριον ἔθου ὃ οὐ παρελεύσονται οὐδὲ ἐπιστρέψουσιν καλύψαι τὴν γη̃ν

103:10 ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν ἀνὰ μέσον τω̃ν ὀρέων διελεύσονται ὕδατα

103:11 ποτιου̃σιν πάντα τὰ θηρία του̃ ἀγρου̃ προσδέξονται ὄναγροι εἰς δίψαν αὐτω̃ν

103:12 ἐπ' αὐτὰ τὰ πετεινὰ του̃ οὐρανου̃ κατασκηνώσει ἐκ μέσου τω̃ν πετρω̃ν δώσουσιν φωνήν

103:13 ποτίζων ὄρη ἐκ τω̃ν ὑπερώ̨ων αὐτου̃ ἀπὸ καρπου̃ τω̃ν ἔργων σου χορτασθήσεται ἡ γη̃

103:14 ἐξανατέλλων χόρτον τοι̃ς κτήνεσιν καὶ χλόην τη̨̃ δουλεία̨ τω̃ν ἀνθρώπων του̃ ἐξαγαγει̃ν ἄρτον ἐκ τη̃ς γη̃ς

103:15 καὶ οἰ̃νος εὐφραίνει καρδίαν ἀνθρώπου του̃ ἱλαρυ̃ναι πρόσωπον ἐν ἐλαίω̨ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει

103:16 χορτασθήσεται τὰ ξύλα του̃ πεδίου αἱ κέδροι του̃ Λιβάνου ἃς ἐφύτευσεν

103:17 ἐκει̃ στρουθία ἐννοσσεύσουσιν του̃ ἐρωδιου̃ ἡ οἰκία ἡγει̃ται αὐτω̃ν

103:18 ὄρη τὰ ὑψηλὰ ται̃ς ἐλάφοις πέτρα καταφυγὴ τοι̃ς χοιρογρυλλίοις

103:19 ἐποίησεν σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτου̃

103:20 ἔθου σκότος καὶ ἐγένετο νύξ ἐν αὐτη̨̃ διελεύσονται πάντα τὰ θηρία του̃ δρυμου̃

103:21 σκύμνοι ὠρυόμενοι ἁρπάσαι καὶ ζητη̃σαι παρὰ του̃ θεου̃ βρω̃σιν αὐτοι̃ς

103:22 ἀνέτειλεν ὁ ἥλιος καὶ συνήχθησαν καὶ ἐν ται̃ς μάνδραις αὐτω̃ν κοιτασθήσονται

103:23 ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτου̃ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτου̃ ἕως ἑσπέρας

103:24 ὡς ἐμεγαλύνθη τὰ ἔργα σου κύριε πάντα ἐν σοφία̨ ἐποίησας ἐπληρώθη ἡ γη̃ τη̃ς κτήσεώς σου

103:25 αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος ἐκει̃ ἑρπετά ὡ̃ν οὐκ ἔστιν ἀριθμός ζω̨̃α μικρὰ μετὰ μεγάλων

103:26 ἐκει̃ πλοι̃α διαπορεύονται δράκων οὑ̃τος ὃν ἔπλασας ἐμπαίζειν αὐτω̨̃

103:27 πάντα πρὸς σὲ προσδοκω̃σιν δου̃ναι τὴν τροφὴν αὐτοι̃ς εὔκαιρον

103:28 δόντος σου αὐτοι̃ς συλλέξουσιν ἀνοίξαντος δέ σου τὴν χει̃ρα τὰ σύμπαντα πλησθήσονται χρηστότητος

103:29 ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται ἀντανελει̃ς τὸ πνευ̃μα αὐτω̃ν καὶ ἐκλείψουσιν καὶ εἰς τὸν χου̃ν αὐτω̃ν ἐπιστρέψουσιν

103:30 ἐξαποστελει̃ς τὸ πνευ̃μά σου καὶ κτισθήσονται καὶ ἀνακαινιει̃ς τὸ πρόσωπον τη̃ς γη̃ς

103:31 ἤτω ἡ δόξα κυρίου εἰς τὸν αἰω̃να εὐφρανθήσεται κύριος ἐπὶ τοι̃ς ἔργοις αὐτου̃

103:32 ὁ ἐπιβλέπων ἐπὶ τὴν γη̃ν καὶ ποιω̃ν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τω̃ν ὀρέων καὶ καπνίζονται

103:33 ἄ̨σω τω̨̃ κυρίω̨ ἐν τη̨̃ ζωη̨̃ μου ψαλω̃ τω̨̃ θεω̨̃ μου ἕως ὑπάρχω

103:34 ἡδυνθείη αὐτω̨̃ ἡ διαλογή μου ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τω̨̃ κυρίω̨

103:35 ἐκλίποισαν ἁμαρτωλοὶ ἀπὸ τη̃ς γη̃ς καὶ ἄνομοι ὥστε μὴ ὑπάρχειν αὐτούς εὐλόγει ἡ ψυχή μου τὸν κύριον

104:1 αλληλουια ἐξομολογει̃σθε τω̨̃ κυρίω̨ καὶ ἐπικαλει̃σθε τὸ ὄνομα αὐτου̃ ἀπαγγείλατε ἐν τοι̃ς ἔθνεσιν τὰ ἔργα αὐτου̃

104:2 ἄ̨σατε αὐτω̨̃ καὶ ψάλατε αὐτω̨̃ διηγήσασθε πάντα τὰ θαυμάσια αὐτου̃

104:3 ἐπαινει̃σθε ἐν τω̨̃ ὀνόματι τω̨̃ ἁγίω̨ αὐτου̃ εὐφρανθήτω καρδία ζητούντων τὸν κύριον

104:4 ζητήσατε τὸν κύριον καὶ κραταιώθητε ζητήσατε τὸ πρόσωπον αὐτου̃ διὰ παντός

104:5 μνήσθητε τω̃ν θαυμασίων αὐτου̃ ὡ̃ν ἐποίησεν τὰ τέρατα αὐτου̃ καὶ τὰ κρίματα του̃ στόματος αὐτου̃

104:6 σπέρμα Αβρααμ δου̃λοι αὐτου̃ υἱοὶ Ιακωβ ἐκλεκτοὶ αὐτου̃

104:7 αὐτὸς κύριος ὁ θεὸς ἡμω̃ν ἐν πάση̨ τη̨̃ γη̨̃ τὰ κρίματα αὐτου̃

104:8 ἐμνήσθη εἰς τὸν αἰω̃να διαθήκης αὐτου̃ λόγου οὑ̃ ἐνετείλατο εἰς χιλίας γενεάς

104:9 ὃν διέθετο τω̨̃ Αβρααμ καὶ του̃ ὅρκου αὐτου̃ τω̨̃ Ισαακ

104:10 καὶ ἔστησεν αὐτὴν τω̨̃ Ιακωβ εἰς πρόσταγμα καὶ τω̨̃ Ισραηλ διαθήκην αἰώνιον

104:11 λέγων σοὶ δώσω τὴν γη̃ν Χανααν σχοίνισμα κληρονομίας ὑμω̃ν

104:12 ἐν τω̨̃ εἰ̃ναι αὐτοὺς ἀριθμω̨̃ βραχει̃ς ὀλιγοστοὺς καὶ παροίκους ἐν αὐτη̨̃

104:13 καὶ διη̃λθον ἐξ ἔθνους εἰς ἔθνος ἐκ βασιλείας εἰς λαὸν ἕτερον

104:14 οὐκ ἀφη̃κεν ἄνθρωπον ἀδικη̃σαι αὐτοὺς καὶ ἤλεγξεν ὑπὲρ αὐτω̃ν βασιλει̃ς

104:15 μὴ ἅπτεσθε τω̃ν χριστω̃ν μου καὶ ἐν τοι̃ς προφήταις μου μὴ πονηρεύεσθε

104:16 καὶ ἐκάλεσεν λιμὸν ἐπὶ τὴν γη̃ν πα̃ν στήριγμα ἄρτου συνέτριψεν

104:17 ἀπέστειλεν ἔμπροσθεν αὐτω̃ν ἄνθρωπον εἰς δου̃λον ἐπράθη Ιωσηφ

104:18 ἐταπείνωσαν ἐν πέδαις τοὺς πόδας αὐτου̃ σίδηρον διη̃λθεν ἡ ψυχὴ αὐτου̃

104:19 μέχρι του̃ ἐλθει̃ν τὸν λόγον αὐτου̃ τὸ λόγιον κυρίου ἐπύρωσεν αὐτόν

104:20 ἀπέστειλεν βασιλεὺς καὶ ἔλυσεν αὐτόν ἄρχων λαω̃ν καὶ ἀφη̃κεν αὐτόν

104:21 κατέστησεν αὐτὸν κύριον του̃ οἴκου αὐτου̃ καὶ ἄρχοντα πάσης τη̃ς κτήσεως αὐτου̃

104:22 του̃ παιδευ̃σαι τοὺς ἄρχοντας αὐτου̃ ὡς ἑαυτὸν καὶ τοὺς πρεσβυτέρους αὐτου̃ σοφίσαι

104:23 καὶ εἰση̃λθεν Ισραηλ εἰς Αἴγυπτον καὶ Ιακωβ παρώ̨κησεν ἐν γη̨̃ Χαμ

104:24 καὶ ηὔξησεν τὸν λαὸν αὐτου̃ σφόδρα καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχθροὺς αὐτου̃

104:25 μετέστρεψεν τὴν καρδίαν αὐτω̃ν του̃ μιση̃σαι τὸν λαὸν αὐτου̃ του̃ δολιου̃σθαι ἐν τοι̃ς δούλοις αὐτου̃

104:26 ἐξαπέστειλεν Μωυση̃ν τὸν δου̃λον αὐτου̃ Ααρων ὃν ἐξελέξατο αὐτόν

104:27 ἔθετο ἐν αὐτοι̃ς τοὺς λόγους τω̃ν σημείων αὐτου̃ καὶ τω̃ν τεράτων ἐν γη̨̃ Χαμ

104:28 ἐξαπέστειλεν σκότος καὶ ἐσκότασεν καὶ παρεπίκραναν τοὺς λόγους αὐτου̃

104:29 μετέστρεψεν τὰ ὕδατα αὐτω̃ν εἰς αἱ̃μα καὶ ἀπέκτεινεν τοὺς ἰχθύας αὐτω̃ν

104:30 ἐξη̃ρψεν ἡ γη̃ αὐτω̃ν βατράχους ἐν τοι̃ς ταμιείοις τω̃ν βασιλέων αὐτω̃ν

104:31 εἰ̃πεν καὶ ἠ̃λθεν κυνόμυια καὶ σκνι̃πες ἐν πα̃σι τοι̃ς ὁρίοις αὐτω̃ν

104:32 ἔθετο τὰς βροχὰς αὐτω̃ν χάλαζαν πυ̃ρ καταφλέγον ἐν τη̨̃ γη̨̃ αὐτω̃ν

104:33 καὶ ἐπάταξεν τὰς ἀμπέλους αὐτω̃ν καὶ τὰς συκα̃ς αὐτω̃ν καὶ συνέτριψεν πα̃ν ξύλον ὁρίου αὐτω̃ν

104:34 εἰ̃πεν καὶ ἠ̃λθεν ἀκρὶς καὶ βρου̃χος οὑ̃ οὐκ ἠ̃ν ἀριθμός

104:35 καὶ κατέφαγεν πάντα τὸν χόρτον ἐν τη̨̃ γη̨̃ αὐτω̃ν καὶ κατέφαγεν τὸν καρπὸν τη̃ς γη̃ς αὐτω̃ν

104:36 καὶ ἐπάταξεν πα̃ν πρωτότοκον ἐν τη̨̃ γη̨̃ αὐτω̃ν ἀπαρχὴν παντὸς πόνου αὐτω̃ν

104:37 καὶ ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίω̨ καὶ χρυσίω̨ καὶ οὐκ ἠ̃ν ἐν ται̃ς φυλαι̃ς αὐτω̃ν ἀσθενω̃ν

104:38 εὐφράνθη Αἴγυπτος ἐν τη̨̃ ἐξόδω̨ αὐτω̃ν ὅτι ἐπέπεσεν ὁ φόβος αὐτω̃ν ἐπ' αὐτούς

104:39 διεπέτασεν νεφέλην εἰς σκέπην αὐτοι̃ς καὶ πυ̃ρ του̃ φωτίσαι αὐτοι̃ς τὴν νύκτα

104:40 ἤ̨τησαν καὶ ἠ̃λθεν ὀρτυγομήτρα καὶ ἄρτον οὐρανου̃ ἐνέπλησεν αὐτούς

104:41 διέρρηξεν πέτραν καὶ ἐρρύησαν ὕδατα ἐπορεύθησαν ἐν ἀνύδροις ποταμοί

104:42 ὅτι ἐμνήσθη του̃ λόγου του̃ ἁγίου αὐτου̃ του̃ πρὸς Αβρααμ τὸν δου̃λον αὐτου̃

104:43 καὶ ἐξήγαγεν τὸν λαὸν αὐτου̃ ἐν ἀγαλλιάσει καὶ τοὺς ἐκλεκτοὺς αὐτου̃ ἐν εὐφροσύνη̨

104:44 καὶ ἔδωκεν αὐτοι̃ς χώρας ἐθνω̃ν καὶ πόνους λαω̃ν ἐκληρονόμησαν

104:45 ὅπως ἂν φυλάξωσιν τὰ δικαιώματα αὐτου̃ καὶ τὸν νόμον αὐτου̃ ἐκζητήσωσιν

105:1 αλληλουια ἐξομολογει̃σθε τω̨̃ κυρίω̨ ὅτι χρηστός ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃

105:2 τίς λαλήσει τὰς δυναστείας του̃ κυρίου ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτου̃

105:3 μακάριοι οἱ φυλάσσοντες κρίσιν καὶ ποιου̃ντες δικαιοσύνην ἐν παντὶ καιρω̨̃

105:4 μνήσθητι ἡμω̃ν κύριε ἐν τη̨̃ εὐδοκία̨ του̃ λαου̃ σου ἐπίσκεψαι ἡμα̃ς ἐν τω̨̃ σωτηρίω̨ σου

105:5 του̃ ἰδει̃ν ἐν τη̨̃ χρηστότητι τω̃ν ἐκλεκτω̃ν σου του̃ εὐφρανθη̃ναι ἐν τη̨̃ εὐφροσύνη̨ του̃ ἔθνους σου του̃ ἐπαινει̃σθαι μετὰ τη̃ς κληρονομίας σου

105:6 ἡμάρτομεν μετὰ τω̃ν πατέρων ἡμω̃ν ἠνομήσαμεν ἠδικήσαμεν

105:7 οἱ πατέρες ἡμω̃ν ἐν Αἰγύπτω̨ οὐ συνη̃καν τὰ θαυμάσιά σου οὐκ ἐμνήσθησαν του̃ πλήθους του̃ ἐλέους σου καὶ παρεπίκραναν ἀναβαίνοντες ἐν τη̨̃ ἐρυθρα̨̃ θαλάσση̨

105:8 καὶ ἔσωσεν αὐτοὺς ἕνεκεν του̃ ὀνόματος αὐτου̃ του̃ γνωρίσαι τὴν δυναστείαν αὐτου̃

105:9 καὶ ἐπετίμησεν τη̨̃ ἐρυθρα̨̃ θαλάσση̨ καὶ ἐξηράνθη καὶ ὡδήγησεν αὐτοὺς ἐν ἀβύσσω̨ ὡς ἐν ἐρήμω̨

105:10 καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς μισούντων καὶ ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς ἐχθρου̃

105:11 καὶ ἐκάλυψεν ὕδωρ τοὺς θλίβοντας αὐτούς εἱ̃ς ἐξ αὐτω̃ν οὐχ ὑπελείφθη

105:12 καὶ ἐπίστευσαν ἐν τοι̃ς λόγοις αὐτου̃ καὶ ἠ̨̃σαν τὴν αἴνεσιν αὐτου̃

105:13 ἐτάχυναν ἐπελάθοντο τω̃ν ἔργων αὐτου̃ οὐχ ὑπέμειναν τὴν βουλὴν αὐτου̃

105:14 καὶ ἐπεθύμησαν ἐπιθυμίαν ἐν τη̨̃ ἐρήμω̨ καὶ ἐπείρασαν τὸν θεὸν ἐν ἀνύδρω̨

105:15 καὶ ἔδωκεν αὐτοι̃ς τὸ αἴτημα αὐτω̃ν καὶ ἐξαπέστειλεν πλησμονὴν εἰς τὰς ψυχὰς αὐτω̃ν

105:16 καὶ παρώργισαν Μωυση̃ν ἐν τη̨̃ παρεμβολη̨̃ καὶ Ααρων τὸν ἅγιον κυρίου

105:17 ἠνοίχθη ἡ γη̃ καὶ κατέπιεν Δαθαν καὶ ἐκάλυψεν ἐπὶ τὴν συναγωγὴν Αβιρων

105:18 καὶ ἐξεκαύθη πυ̃ρ ἐν τη̨̃ συναγωγη̨̃ αὐτω̃ν φλὸξ κατέφλεξεν ἁμαρτωλούς

105:19 καὶ ἐποίησαν μόσχον ἐν Χωρηβ καὶ προσεκύνησαν τω̨̃ γλυπτω̨̃

105:20 καὶ ἠλλάξαντο τὴν δόξαν αὐτω̃ν ἐν ὁμοιώματι μόσχου ἔσθοντος χόρτον

105:21 ἐπελάθοντο του̃ θεου̃ του̃ σώ̨ζοντος αὐτούς του̃ ποιήσαντος μεγάλα ἐν Αἰγύπτω̨

105:22 θαυμαστὰ ἐν γη̨̃ Χαμ φοβερὰ ἐπὶ θαλάσσης ἐρυθρα̃ς

105:23 καὶ εἰ̃πεν του̃ ἐξολεθρευ̃σαι αὐτούς εἰ μὴ Μωυση̃ς ὁ ἐκλεκτὸς αὐτου̃ ἔστη ἐν τη̨̃ θραύσει ἐνώπιον αὐτου̃ του̃ ἀποστρέψαι τὴν ὀργὴν αὐτου̃ του̃ μὴ ἐξολεθρευ̃σαι

105:24 καὶ ἐξουδένωσαν γη̃ν ἐπιθυμητήν οὐκ ἐπίστευσαν τω̨̃ λόγω̨ αὐτου̃

105:25 καὶ ἐγόγγυσαν ἐν τοι̃ς σκηνώμασιν αὐτω̃ν οὐκ εἰσήκουσαν τη̃ς φωνη̃ς κυρίου

105:26 καὶ ἐπη̃ρεν τὴν χει̃ρα αὐτου̃ αὐτοι̃ς του̃ καταβαλει̃ν αὐτοὺς ἐν τη̨̃ ἐρήμω̨

105:27 καὶ του̃ καταβαλει̃ν τὸ σπέρμα αὐτω̃ν ἐν τοι̃ς ἔθνεσιν καὶ διασκορπίσαι αὐτοὺς ἐν ται̃ς χώραις

105:28 καὶ ἐτελέσθησαν τω̨̃ Βεελφεγωρ καὶ ἔφαγον θυσίας νεκρω̃ν

105:29 καὶ παρώξυναν αὐτὸν ἐν τοι̃ς ἐπιτηδεύμασιν αὐτω̃ν καὶ ἐπληθύνθη ἐν αὐτοι̃ς ἡ πτω̃σις

105:30 καὶ ἔστη Φινεες καὶ ἐξιλάσατο καὶ ἐκόπασεν ἡ θραυ̃σις

105:31 καὶ ἐλογίσθη αὐτω̨̃ εἰς δικαιοσύνην εἰς γενεὰν καὶ γενεὰν ἕως του̃ αἰω̃νος

105:32 καὶ παρώργισαν αὐτὸν ἐφ' ὕδατος ἀντιλογίας καὶ ἐκακώθη Μωυση̃ς δι' αὐτούς

105:33 ὅτι παρεπίκραναν τὸ πνευ̃μα αὐτου̃ καὶ διέστειλεν ἐν τοι̃ς χείλεσιν αὐτου̃

105:34 οὐκ ἐξωλέθρευσαν τὰ ἔθνη ἃ εἰ̃πεν κύριος αὐτοι̃ς

105:35 καὶ ἐμίγησαν ἐν τοι̃ς ἔθνεσιν καὶ ἔμαθον τὰ ἔργα αὐτω̃ν

105:36 καὶ ἐδούλευσαν τοι̃ς γλυπτοι̃ς αὐτω̃ν καὶ ἐγενήθη αὐτοι̃ς εἰς σκάνδαλον

105:37 καὶ ἔθυσαν τοὺς υἱοὺς αὐτω̃ν καὶ τὰς θυγατέρας αὐτω̃ν τοι̃ς δαιμονίοις

105:38 καὶ ἐξέχεαν αἱ̃μα ἀθω̨̃ον αἱ̃μα υἱω̃ν αὐτω̃ν καὶ θυγατέρων ὡ̃ν ἔθυσαν τοι̃ς γλυπτοι̃ς Χανααν καὶ ἐφονοκτονήθη ἡ γη̃ ἐν τοι̃ς αἵμασιν

105:39 καὶ ἐμιάνθη ἐν τοι̃ς ἔργοις αὐτω̃ν καὶ ἐπόρνευσαν ἐν τοι̃ς ἐπιτηδεύμασιν αὐτω̃ν

105:40 καὶ ὠργίσθη θυμω̨̃ κύριος ἐπὶ τὸν λαὸν αὐτου̃ καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὐτου̃

105:41 καὶ παρέδωκεν αὐτοὺς εἰς χει̃ρας ἐθνω̃ν καὶ ἐκυρίευσαν αὐτω̃ν οἱ μισου̃ντες αὐτούς

105:42 καὶ ἔθλιψαν αὐτοὺς οἱ ἐχθροὶ αὐτω̃ν καὶ ἐταπεινώθησαν ὑπὸ τὰς χει̃ρας αὐτω̃ν

105:43 πλεονάκις ἐρρύσατο αὐτούς αὐτοὶ δὲ παρεπίκραναν αὐτὸν ἐν τη̨̃ βουλη̨̃ αὐτω̃ν καὶ ἐταπεινώθησαν ἐν ται̃ς ἀνομίαις αὐτω̃ν

105:44 καὶ εἰ̃δεν ἐν τω̨̃ θλίβεσθαι αὐτοὺς ἐν τω̨̃ αὐτὸν εἰσακου̃σαι τη̃ς δεήσεως αὐτω̃ν

105:45 καὶ ἐμνήσθη τη̃ς διαθήκης αὐτου̃ καὶ μετεμελήθη κατὰ τὸ πλη̃θος του̃ ἐλέους αὐτου̃

105:46 καὶ ἔδωκεν αὐτοὺς εἰς οἰκτιρμοὺς ἐναντίον πάντων τω̃ν αἰχμαλωτισάντων αὐτούς

105:47 σω̃σον ἡμα̃ς κύριε ὁ θεὸς ἡμω̃ν καὶ ἐπισυνάγαγε ἡμα̃ς ἐκ τω̃ν ἐθνω̃ν του̃ ἐξομολογήσασθαι τω̨̃ ὀνόματι τω̨̃ ἁγίω̨ σου του̃ ἐγκαυχα̃σθαι ἐν τη̨̃ αἰνέσει σου

105:48 εὐλογητὸς κύριος ὁ θεὸς Ισραηλ ἀπὸ του̃ αἰω̃νος καὶ ἕως του̃ αἰω̃νος καὶ ἐρει̃ πα̃ς ὁ λαός γένοιτο γένοιτο

106:1 αλληλουια ἐξομολογει̃σθε τω̨̃ κυρίω̨ ὅτι χρηστός ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃

106:2 εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ κυρίου οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθρου̃

106:3 ἐκ τω̃ν χωρω̃ν συνήγαγεν αὐτοὺς ἀπὸ ἀνατολω̃ν καὶ δυσμω̃ν καὶ βορρα̃ καὶ θαλάσσης

106:4 ἐπλανήθησαν ἐν τη̨̃ ἐρήμω̨ ἐν ἀνύδρω̨ ὁδὸν πόλεως κατοικητηρίου οὐχ εὑ̃ρον

106:5 πεινω̃ντες καὶ διψω̃ντες ἡ ψυχὴ αὐτω̃ν ἐν αὐτοι̃ς ἐξέλιπεν

106:6 καὶ ἐκέκραξαν πρὸς κύριον ἐν τω̨̃ θλίβεσθαι αὐτούς καὶ ἐκ τω̃ν ἀναγκω̃ν αὐτω̃ν ἐρρύσατο αὐτοὺς

106:7 καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθει̃αν του̃ πορευθη̃ναι εἰς πόλιν κατοικητηρίου

106:8 ἐξομολογησάσθωσαν τω̨̃ κυρίω̨ τὰ ἐλέη αὐτου̃ καὶ τὰ θαυμάσια αὐτου̃ τοι̃ς υἱοι̃ς τω̃ν ἀνθρώπων

106:9 ὅτι ἐχόρτασεν ψυχὴν κενὴν καὶ ψυχὴν πεινω̃σαν ἐνέπλησεν ἀγαθω̃ν

106:10 καθημένους ἐν σκότει καὶ σκια̨̃ θανάτου πεπεδημένους ἐν πτωχεία̨ καὶ σιδήρω̨

106:11 ὅτι παρεπίκραναν τὰ λόγια του̃ θεου̃ καὶ τὴν βουλὴν του̃ ὑψίστου παρώξυναν

106:12 καὶ ἐταπεινώθη ἐν κόποις ἡ καρδία αὐτω̃ν ἠσθένησαν καὶ οὐκ ἠ̃ν ὁ βοηθω̃ν

106:13 καὶ ἐκέκραξαν πρὸς κύριον ἐν τω̨̃ θλίβεσθαι αὐτούς καὶ ἐκ τω̃ν ἀναγκω̃ν αὐτω̃ν ἔσωσεν αὐτοὺς

106:14 καὶ ἐξήγαγεν αὐτοὺς ἐκ σκότους καὶ σκια̃ς θανάτου καὶ τοὺς δεσμοὺς αὐτω̃ν διέρρηξεν

106:15 ἐξομολογησάσθωσαν τω̨̃ κυρίω̨ τὰ ἐλέη αὐτου̃ καὶ τὰ θαυμάσια αὐτου̃ τοι̃ς υἱοι̃ς τω̃ν ἀνθρώπων

106:16 ὅτι συνέτριψεν πύλας χαλκα̃ς καὶ μοχλοὺς σιδηρου̃ς συνέκλασεν

106:17 ἀντελάβετο αὐτω̃ν ἐξ ὁδου̃ ἀνομίας αὐτω̃ν διὰ γὰρ τὰς ἀνομίας αὐτω̃ν ἐταπεινώθησαν

106:18 πα̃ν βρω̃μα ἐβδελύξατο ἡ ψυχὴ αὐτω̃ν καὶ ἤγγισαν ἕως τω̃ν πυλω̃ν του̃ θανάτου

106:19 καὶ ἐκέκραξαν πρὸς κύριον ἐν τω̨̃ θλίβεσθαι αὐτούς καὶ ἐκ τω̃ν ἀναγκω̃ν αὐτω̃ν ἔσωσεν αὐτούς

106:20 ἀπέστειλεν τὸν λόγον αὐτου̃ καὶ ἰάσατο αὐτοὺς καὶ ἐρρύσατο αὐτοὺς ἐκ τω̃ν διαφθορω̃ν αὐτω̃ν

106:21 ἐξομολογησάσθωσαν τω̨̃ κυρίω̨ τὰ ἐλέη αὐτου̃ καὶ τὰ θαυμάσια αὐτου̃ τοι̃ς υἱοι̃ς τω̃ν ἀνθρώπων

106:22 καὶ θυσάτωσαν θυσίαν αἰνέσεως καὶ ἐξαγγειλάτωσαν τὰ ἔργα αὐτου̃ ἐν ἀγαλλιάσει

106:23 οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν ἐν πλοίοις ποιου̃ντες ἐργασίαν ἐν ὕδασι πολλοι̃ς

106:24 αὐτοὶ εἴδοσαν τὰ ἔργα κυρίου καὶ τὰ θαυμάσια αὐτου̃ ἐν τω̨̃ βυθω̨̃

106:25 εἰ̃πεν καὶ ἔστη πνευ̃μα καταιγίδος καὶ ὑψώθη τὰ κύματα αὐτη̃ς

106:26 ἀναβαίνουσιν ἕως τω̃ν οὐρανω̃ν καὶ καταβαίνουσιν ἕως τω̃ν ἀβύσσων ἡ ψυχὴ αὐτω̃ν ἐν κακοι̃ς ἐτήκετο

106:27 ἐταράχθησαν ἐσαλεύθησαν ὡς ὁ μεθύων καὶ πα̃σα ἡ σοφία αὐτω̃ν κατεπόθη

106:28 καὶ ἐκέκραξαν πρὸς κύριον ἐν τω̨̃ θλίβεσθαι αὐτούς καὶ ἐκ τω̃ν ἀναγκω̃ν αὐτω̃ν ἐξήγαγεν αὐτοὺς

106:29 καὶ ἐπέταξεν τη̨̃ καταιγίδι καὶ ἔστη εἰς αὔραν καὶ ἐσίγησαν τὰ κύματα αὐτη̃ς

106:30 καὶ εὐφράνθησαν ὅτι ἡσύχασαν καὶ ὡδήγησεν αὐτοὺς ἐπὶ λιμένα θελήματος αὐτω̃ν

106:31 ἐξομολογησάσθωσαν τω̨̃ κυρίω̨ τὰ ἐλέη αὐτου̃ καὶ τὰ θαυμάσια αὐτου̃ τοι̃ς υἱοι̃ς τω̃ν ἀνθρώπων

106:32 ὑψωσάτωσαν αὐτὸν ἐν ἐκκλησία̨ λαου̃ καὶ ἐν καθέδρα̨ πρεσβυτέρων αἰνεσάτωσαν αὐτόν

106:33 ἔθετο ποταμοὺς εἰς ἔρημον καὶ διεξόδους ὑδάτων εἰς δίψαν

106:34 γη̃ν καρποφόρον εἰς ἅλμην ἀπὸ κακίας τω̃ν κατοικούντων ἐν αὐτη̨̃

106:35 ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων καὶ γη̃ν ἄνυδρον εἰς διεξόδους ὑδάτων

106:36 καὶ κατώ̨κισεν ἐκει̃ πεινω̃ντας καὶ συνεστήσαντο πόλιν κατοικεσίας

106:37 καὶ ἔσπειραν ἀγροὺς καὶ ἐφύτευσαν ἀμπελω̃νας καὶ ἐποίησαν καρπὸν γενήματος

106:38 καὶ εὐλόγησεν αὐτούς καὶ ἐπληθύνθησαν σφόδρα καὶ τὰ κτήνη αὐτω̃ν οὐκ ἐσμίκρυνεν

106:39 καὶ ὠλιγώθησαν καὶ ἐκακώθησαν ἀπὸ θλίψεως κακω̃ν καὶ ὀδύνης

106:40 ἐξεχύθη ἐξουδένωσις ἐπ' ἄρχοντας καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτω̨ καὶ οὐχ ὁδω̨̃

106:41 καὶ ἐβοήθησεν πένητι ἐκ πτωχείας καὶ ἔθετο ὡς πρόβατα πατριάς

106:42 ὄψονται εὐθει̃ς καὶ εὐφρανθήσονται καὶ πα̃σα ἀνομία ἐμφράξει τὸ στόμα αὐτη̃ς

106:43 τίς σοφὸς καὶ φυλάξει ταυ̃τα καὶ συνήσουσιν τὰ ἐλέη του̃ κυρίου

107:1 ὠ̨δὴ ψαλμου̃ τω̨̃ Δαυιδ

107:2 ἑτοίμη ἡ καρδία μου ὁ θεός ἑτοίμη ἡ καρδία μου ἄ̨σομαι καὶ ψαλω̃ ἐν τη̨̃ δόξη̨ μου

107:3 ἐξεγέρθητι ψαλτήριον καὶ κιθάρα ἐξεγερθήσομαι ὄρθρου

107:4 ἐξομολογήσομαί σοι ἐν λαοι̃ς κύριε καὶ ψαλω̃ σοι ἐν ἔθνεσιν

107:5 ὅτι μέγα ἐπάνω τω̃ν οὐρανω̃ν τὸ ἔλεός σου καὶ ἕως τω̃ν νεφελω̃ν ἡ ἀλήθειά σου

107:6 ὑψώθητι ἐπὶ τοὺς οὐρανούς ὁ θεός καὶ ἐπὶ πα̃σαν τὴν γη̃ν ἡ δόξα σου

107:7 ὅπως ἂν ῥυσθω̃σιν οἱ ἀγαπητοί σου σω̃σον τη̨̃ δεξια̨̃ σου καὶ ἐπάκουσόν μου

107:8 ὁ θεὸς ἐλάλησεν ἐν τω̨̃ ἁγίω̨ αὐτου̃ ὑψωθήσομαι καὶ διαμεριω̃ Σικιμα καὶ τὴν κοιλάδα τω̃ν σκηνω̃ν διαμετρήσω

107:9 ἐμός ἐστιν Γαλααδ καὶ ἐμός ἐστιν Μανασση καὶ Εφραιμ ἀντίλημψις τη̃ς κεφαλη̃ς μου Ιουδας βασιλεύς μου

107:10 Μωαβ λέβης τη̃ς ἐλπίδος μου ἐπὶ τὴν Ιδουμαίαν ἐκτενω̃ τὸ ὑπόδημά μου ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν

107:11 τίς ἀπάξει με εἰς πόλιν περιοχη̃ς τίς ὁδηγήσει με ἕως τη̃ς Ιδουμαίας

107:12 οὐχὶ σύ ὁ θεός ὁ ἀπωσάμενος ἡμα̃ς καὶ οὐκ ἐξελεύση̨ ὁ θεός ἐν ται̃ς δυνάμεσιν ἡμω̃ν

107:13 δὸς ἡμι̃ν βοήθειαν ἐκ θλίψεως καὶ ματαία σωτηρία ἀνθρώπου

107:14 ἐν τω̨̃ θεω̨̃ ποιήσομεν δύναμιν καὶ αὐτὸς ἐξουδενώσει τοὺς ἐχθροὺς ἡμω̃ν

108:1 εἰς τὸ τέλος τω̨̃ Δαυιδ ψαλμός ὁ θεός τὴν αἴνεσίν μου μὴ παρασιωπήση̨ς

108:2 ὅτι στόμα ἁμαρτωλου̃ καὶ στόμα δολίου ἐπ' ἐμὲ ἠνοίχθη ἐλάλησαν κατ' ἐμου̃ γλώσση̨ δολία̨

108:3 καὶ λόγοις μίσους ἐκύκλωσάν με καὶ ἐπολέμησάν με δωρεάν

108:4 ἀντὶ του̃ ἀγαπα̃ν με ἐνδιέβαλλόν με ἐγὼ δὲ προσευχόμην

108:5 καὶ ἔθεντο κατ' ἐμου̃ κακὰ ἀντὶ ἀγαθω̃ν καὶ μι̃σος ἀντὶ τη̃ς ἀγαπήσεώς μου

108:6 κατάστησον ἐπ' αὐτὸν ἁμαρτωλόν καὶ διάβολος στήτω ἐκ δεξιω̃ν αὐτου̃

108:7 ἐν τω̨̃ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος καὶ ἡ προσευχὴ αὐτου̃ γενέσθω εἰς ἁμαρτίαν

108:8 γενηθήτωσαν αἱ ἡμέραι αὐτου̃ ὀλίγαι καὶ τὴν ἐπισκοπὴν αὐτου̃ λάβοι ἕτερος

108:9 γενηθήτωσαν οἱ υἱοὶ αὐτου̃ ὀρφανοὶ καὶ ἡ γυνὴ αὐτου̃ χήρα

108:10 σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐτου̃ καὶ ἐπαιτησάτωσαν ἐκβληθήτωσαν ἐκ τω̃ν οἰκοπέδων αὐτω̃ν

108:11 ἐξερευνησάτω δανειστὴς πάντα ὅσα ὑπάρχει αὐτω̨̃ διαρπασάτωσαν ἀλλότριοι τοὺς πόνους αὐτου̃

108:12 μὴ ὑπαρξάτω αὐτω̨̃ ἀντιλήμπτωρ μηδὲ γενηθήτω οἰκτίρμων τοι̃ς ὀρφανοι̃ς αὐτου̃

108:13 γενηθήτω τὰ τέκνα αὐτου̃ εἰς ἐξολέθρευσιν ἐν γενεα̨̃ μια̨̃ ἐξαλειφθήτω τὸ ὄνομα αὐτου̃

108:14 ἀναμνησθείη ἡ ἀνομία τω̃ν πατέρων αὐτου̃ ἔναντι κυρίου καὶ ἡ ἁμαρτία τη̃ς μητρὸς αὐτου̃ μὴ ἐξαλειφθείη

108:15 γενηθήτωσαν ἔναντι κυρίου διὰ παντός καὶ ἐξολεθρευθείη ἐκ γη̃ς τὸ μνημόσυνον αὐτω̃ν

108:16 ἀνθ' ὡ̃ν οὐκ ἐμνήσθη του̃ ποιη̃σαι ἔλεος καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν καὶ κατανενυγμένον τη̨̃ καρδία̨ του̃ θανατω̃σαι

108:17 καὶ ἠγάπησεν κατάραν καὶ ἥξει αὐτω̨̃ καὶ οὐκ ἠθέλησεν εὐλογίαν καὶ μακρυνθήσεται ἀπ' αὐτου̃

108:18 καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτιον καὶ εἰση̃λθεν ὡς ὕδωρ εἰς τὰ ἔγκατα αὐτου̃ καὶ ὡσεὶ ἔλαιον ἐν τοι̃ς ὀστέοις αὐτου̃

108:19 γενηθήτω αὐτω̨̃ ὡς ἱμάτιον ὃ περιβάλλεται καὶ ὡσεὶ ζώνη ἣν διὰ παντὸς περιζώννυται

108:20 του̃το τὸ ἔργον τω̃ν ἐνδιαβαλλόντων με παρὰ κυρίου καὶ τω̃ν λαλούντων πονηρὰ κατὰ τη̃ς ψυχη̃ς μου

108:21 καὶ σύ κύριε κύριε ποίησον μετ' ἐμου̃ ἔλεος ἕνεκεν του̃ ὀνόματός σου ὅτι χρηστὸν τὸ ἔλεός σου

108:22 ῥυ̃σαί με ὅτι πτωχὸς καὶ πένης ἐγώ εἰμι καὶ ἡ καρδία μου τετάρακται ἐντός μου

108:23 ὡσεὶ σκιὰ ἐν τω̨̃ ἐκκλι̃ναι αὐτὴν ἀντανη̨ρέθην ἐξετινάχθην ὡσεὶ ἀκρίδες

108:24 τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας καὶ ἡ σάρξ μου ἠλλοιώθη δι' ἔλαιον

108:25 καὶ ἐγὼ ἐγενήθην ὄνειδος αὐτοι̃ς εἴδοσάν με ἐσάλευσαν κεφαλὰς αὐτω̃ν

108:26 βοήθησόν μοι κύριε ὁ θεός μου σω̃σόν με κατὰ τὸ ἔλεός σου

108:27 καὶ γνώτωσαν ὅτι ἡ χείρ σου αὕτη καὶ σύ κύριε ἐποίησας αὐτήν

108:28 καταράσονται αὐτοί καὶ σὺ εὐλογήσεις οἱ ἐπανιστανόμενοί μοι αἰσχυνθήτωσαν ὁ δὲ δου̃λός σου εὐφρανθήσεται

108:29 ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπὴν καὶ περιβαλέσθωσαν ὡσεὶ διπλοΐδα αἰσχύνην αὐτω̃ν

108:30 ἐξομολογήσομαι τω̨̃ κυρίω̨ σφόδρα ἐν τω̨̃ στόματί μου καὶ ἐν μέσω̨ πολλω̃ν αἰνέσω αὐτόν

108:31 ὅτι παρέστη ἐκ δεξιω̃ν πένητος του̃ σω̃σαι ἐκ τω̃ν καταδιωκόντων τὴν ψυχήν μου

109:1 τω̨̃ Δαυιδ ψαλμός εἰ̃πεν ὁ κύριος τω̨̃ κυρίω̨ μου κάθου ἐκ δεξιω̃ν μου ἕως ἂν θω̃ τοὺς ἐχθρούς σου ὑποπόδιον τω̃ν ποδω̃ν σου

109:2 ῥάβδον δυνάμεώς σου ἐξαποστελει̃ κύριος ἐκ Σιων καὶ κατακυρίευε ἐν μέσω̨ τω̃ν ἐχθρω̃ν σου

109:3 μετὰ σου̃ ἡ ἀρχὴ ἐν ἡμέρα̨ τη̃ς δυνάμεώς σου ἐν ται̃ς λαμπρότησιν τω̃ν ἁγίων ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐξεγέννησά σε

109:4 ὤμοσεν κύριος καὶ οὐ μεταμεληθήσεται σὺ εἰ̃ ἱερεὺς εἰς τὸν αἰω̃να κατὰ τὴν τάξιν Μελχισεδεκ

109:5 κύριος ἐκ δεξιω̃ν σου συνέθλασεν ἐν ἡμέρα̨ ὀργη̃ς αὐτου̃ βασιλει̃ς

109:6 κρινει̃ ἐν τοι̃ς ἔθνεσιν πληρώσει πτώματα συνθλάσει κεφαλὰς ἐπὶ γη̃ς πολλω̃ν

109:7 ἐκ χειμάρρου ἐν ὁδω̨̃ πίεται διὰ του̃το ὑψώσει κεφαλήν

110:1 αλληλουια ἐξομολογήσομαί σοι κύριε ἐν ὅλη̨ καρδία̨ μου ἐν βουλη̨̃ εὐθείων καὶ συναγωγη̨̃

110:2 μεγάλα τὰ ἔργα κυρίου ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτου̃

110:3 ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτου̃ καὶ ἡ δικαιοσύνη αὐτου̃ μένει εἰς τὸν αἰω̃να του̃ αἰω̃νος

110:4 μνείαν ἐποιήσατο τω̃ν θαυμασίων αὐτου̃ ἐλεήμων καὶ οἰκτίρμων ὁ κύριος

110:5 τροφὴν ἔδωκεν τοι̃ς φοβουμένοις αὐτόν μνησθήσεται εἰς τὸν αἰω̃να διαθήκης αὐτου̃

110:6 ἰσχὺν ἔργων αὐτου̃ ἀνήγγειλεν τω̨̃ λαω̨̃ αὐτου̃ του̃ δου̃ναι αὐτοι̃ς κληρονομίαν ἐθνω̃ν

110:7 ἔργα χειρω̃ν αὐτου̃ ἀλήθεια καὶ κρίσις πισταὶ πα̃σαι αἱ ἐντολαὶ αὐτου̃

110:8 ἐστηριγμέναι εἰς τὸν αἰω̃να του̃ αἰω̃νος πεποιημέναι ἐν ἀληθεία̨ καὶ εὐθύτητι

110:9 λύτρωσιν ἀπέστειλεν τω̨̃ λαω̨̃ αὐτου̃ ἐνετείλατο εἰς τὸν αἰω̃να διαθήκην αὐτου̃ ἅγιον καὶ φοβερὸν τὸ ὄνομα αὐτου̃

110:10 ἀρχὴ σοφίας φόβος κυρίου σύνεσις ἀγαθὴ πα̃σι τοι̃ς ποιου̃σιν αὐτήν ἡ αἴνεσις αὐτου̃ μένει εἰς τὸν αἰω̃να του̃ αἰω̃νος

111:1 αλληλουια μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν κύριον ἐν ται̃ς ἐντολαι̃ς αὐτου̃ θελήσει σφόδρα

111:2 δυνατὸν ἐν τη̨̃ γη̨̃ ἔσται τὸ σπέρμα αὐτου̃ γενεὰ εὐθείων εὐλογηθήσεται

111:3 δόξα καὶ πλου̃τος ἐν τω̨̃ οἴκω̨ αὐτου̃ καὶ ἡ δικαιοσύνη αὐτου̃ μένει εἰς τὸν αἰω̃να του̃ αἰω̃νος

111:4 ἐξανέτειλεν ἐν σκότει φω̃ς τοι̃ς εὐθέσιν ἐλεήμων καὶ οἰκτίρμων καὶ δίκαιος

111:5 χρηστὸς ἀνὴρ ὁ οἰκτίρων καὶ κιχρω̃ν οἰκονομήσει τοὺς λόγους αὐτου̃ ἐν κρίσει

111:6 ὅτι εἰς τὸν αἰω̃να οὐ σαλευθήσεται εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος

111:7 ἀπὸ ἀκοη̃ς πονηρα̃ς οὐ φοβηθήσεται ἑτοίμη ἡ καρδία αὐτου̃ ἐλπίζειν ἐπὶ κύριον

111:8 ἐστήρικται ἡ καρδία αὐτου̃ οὐ μὴ φοβηθη̨̃ ἕως οὑ̃ ἐπίδη̨ ἐπὶ τοὺς ἐχθροὺς αὐτου̃

111:9 ἐσκόρπισεν ἔδωκεν τοι̃ς πένησιν ἡ δικαιοσύνη αὐτου̃ μένει εἰς τὸν αἰω̃να του̃ αἰω̃νος τὸ κέρας αὐτου̃ ὑψωθήσεται ἐν δόξη̨

111:10 ἁμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεται τοὺς ὀδόντας αὐτου̃ βρύξει καὶ τακήσεται ἐπιθυμία ἁμαρτωλω̃ν ἀπολει̃ται

112:1 αλληλουια αἰνει̃τε παι̃δες κύριον αἰνει̃τε τὸ ὄνομα κυρίου

112:2 εἴη τὸ ὄνομα κυρίου εὐλογημένον ἀπὸ του̃ νυ̃ν καὶ ἕως του̃ αἰω̃νος

112:3 ἀπὸ ἀνατολω̃ν ἡλίου μέχρι δυσμω̃ν αἰνει̃τε τὸ ὄνομα κυρίου

112:4 ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη ὁ κύριος ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτου̃

112:5 τίς ὡς κύριος ὁ θεὸς ἡμω̃ν ὁ ἐν ὑψηλοι̃ς κατοικω̃ν

112:6 καὶ τὰ ταπεινὰ ἐφορω̃ν ἐν τω̨̃ οὐρανω̨̃ καὶ ἐν τη̨̃ γη̨̃

112:7 ὁ ἐγείρων ἀπὸ γη̃ς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνυψω̃ν πένητα

112:8 του̃ καθίσαι αὐτὸν μετὰ ἀρχόντων μετὰ ἀρχόντων λαου̃ αὐτου̃

112:9 ὁ κατοικίζων στει̃ραν ἐν οἴκω̨ μητέρα τέκνων εὐφραινομένην

113:1 αλληλουια ἐν ἐξόδω̨ Ισραηλ ἐξ Αἰγύπτου οἴκου Ιακωβ ἐκ λαου̃ βαρβάρου

113:2 ἐγενήθη Ιουδαία ἁγίασμα αὐτου̃ Ισραηλ ἐξουσία αὐτου̃

113:3 ἡ θάλασσα εἰ̃δεν καὶ ἔφυγεν ὁ Ιορδάνης ἐστράφη εἰς τὰ ὀπίσω

113:4 τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων

113:5 τί σοί ἐστιν θάλασσα ὅτι ἔφυγες καὶ σοί Ιορδάνη ὅτι ἀνεχώρησας εἰς τὰ ὀπίσω

113:6 τὰ ὄρη ὅτι ἐσκιρτήσατε ὡσεὶ κριοί καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων

113:7 ἀπὸ προσώπου κυρίου ἐσαλεύθη ἡ γη̃ ἀπὸ προσώπου του̃ θεου̃ Ιακωβ

113:8 του̃ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων

113:9 μὴ ἡμι̃ν κύριε μὴ ἡμι̃ν ἀλλ' ἢ τω̨̃ ὀνόματί σου δὸς δόξαν ἐπὶ τω̨̃ ἐλέει σου καὶ τη̨̃ ἀληθεία̨ σου

113:10 μήποτε εἴπωσιν τὰ ἔθνη που̃ ἐστιν ὁ θεὸς αὐτω̃ν

113:11 ὁ δὲ θεὸς ἡμω̃ν ἐν τω̨̃ οὐρανω̨̃ ἄνω ἐν τοι̃ς οὐρανοι̃ς καὶ ἐν τη̨̃ γη̨̃ πάντα ὅσα ἠθέλησεν ἐποίησεν

113:12 τὰ εἴδωλα τω̃ν ἐθνω̃ν ἀργύριον καὶ χρυσίον ἔργα χειρω̃ν ἀνθρώπων

113:13 στόμα ἔχουσιν καὶ οὐ λαλήσουσιν ὀφθαλμοὺς ἔχουσιν καὶ οὐκ ὄψονται

113:14 ὠ̃τα ἔχουσιν καὶ οὐκ ἀκούσονται ῥι̃νας ἔχουσιν καὶ οὐκ ὀσφρανθήσονται

113:15 χει̃ρας ἔχουσιν καὶ οὐ ψηλαφήσουσιν πόδας ἔχουσιν καὶ οὐ περιπατήσουσιν οὐ φωνήσουσιν ἐν τω̨̃ λάρυγγι αὐτω̃ν

113:16 ὅμοιοι αὐτοι̃ς γένοιντο οἱ ποιου̃ντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοι̃ς

113:17 οἰ̃κος Ισραηλ ἤλπισεν ἐπὶ κύριον βοηθὸς αὐτω̃ν καὶ ὑπερασπιστὴς αὐτω̃ν ἐστιν

113:18 οἰ̃κος Ααρων ἤλπισεν ἐπὶ κύριον βοηθὸς αὐτω̃ν καὶ ὑπερασπιστὴς αὐτω̃ν ἐστιν

113:19 οἱ φοβούμενοι τὸν κύριον ἤλπισαν ἐπὶ κύριον βοηθὸς αὐτω̃ν καὶ ὑπερασπιστὴς αὐτω̃ν ἐστιν

113:20 κύριος ἐμνήσθη ἡμω̃ν καὶ εὐλόγησεν ἡμα̃ς εὐλόγησεν τὸν οἰ̃κον Ισραηλ εὐλόγησεν τὸν οἰ̃κον Ααρων

113:21 εὐλόγησεν τοὺς φοβουμένους τὸν κύριον τοὺς μικροὺς μετὰ τω̃ν μεγάλων

113:22 προσθείη κύριος ἐφ' ὑμα̃ς ἐφ' ὑμα̃ς καὶ ἐπὶ τοὺς υἱοὺς ὑμω̃ν

113:23 εὐλογημένοι ὑμει̃ς τω̨̃ κυρίω̨ τω̨̃ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γη̃ν

113:24 ὁ οὐρανὸς του̃ οὐρανου̃ τω̨̃ κυρίω̨ τὴν δὲ γη̃ν ἔδωκεν τοι̃ς υἱοι̃ς τω̃ν ἀνθρώπων

113:25 οὐχ οἱ νεκροὶ αἰνέσουσίν σε κύριε οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ἅ̨δου

113:26 ἀλλ' ἡμει̃ς οἱ ζω̃ντες εὐλογήσομεν τὸν κύριον ἀπὸ του̃ νυ̃ν καὶ ἕως του̃ αἰω̃νος

114:1 αλληλουια ἠγάπησα ὅτι εἰσακούσεται κύριος τη̃ς φωνη̃ς τη̃ς δεήσεώς μου

114:2 ὅτι ἔκλινεν τὸ οὐ̃ς αὐτου̃ ἐμοί καὶ ἐν ται̃ς ἡμέραις μου ἐπικαλέσομαι

114:3 περιέσχον με ὠδι̃νες θανάτου κίνδυνοι ἅ̨δου εὕροσάν με θλι̃ψιν καὶ ὀδύνην εὑ̃ρον

114:4 καὶ τὸ ὄνομα κυρίου ἐπεκαλεσάμην ὠ̃ κύριε ῥυ̃σαι τὴν ψυχήν μου

114:5 ἐλεήμων ὁ κύριος καὶ δίκαιος καὶ ὁ θεὸς ἡμω̃ν ἐλεα̨̃

114:6 φυλάσσων τὰ νήπια ὁ κύριος ἐταπεινώθην καὶ ἔσωσέν με

114:7 ἐπίστρεψον ἡ ψυχή μου εἰς τὴν ἀνάπαυσίν σου ὅτι κύριος εὐηργέτησέν σε

114:8 ὅτι ἐξείλατο τὴν ψυχήν μου ἐκ θανάτου τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος

114:9 εὐαρεστήσω ἐναντίον κυρίου ἐν χώρα̨ ζώντων

115:1 αλληλουια ἐπίστευσα διὸ ἐλάλησα ἐγὼ δὲ ἐταπεινώθην σφόδρα

115:2 ἐγὼ εἰ̃πα ἐν τη̨̃ ἐκστάσει μου πα̃ς ἄνθρωπος ψεύστης

115:3 τί ἀνταποδώσω τω̨̃ κυρίω̨ περὶ πάντων ὡ̃ν ἀνταπέδωκέν μοι

115:4 ποτήριον σωτηρίου λήμψομαι καὶ τὸ ὄνομα κυρίου ἐπικαλέσομαι

115:6 τίμιος ἐναντίον κυρίου ὁ θάνατος τω̃ν ὁσίων αὐτου̃

115:7 ὠ̃ κύριε ἐγὼ δου̃λος σός ἐγὼ δου̃λος σὸς καὶ υἱὸς τη̃ς παιδίσκης σου διέρρηξας τοὺς δεσμούς μου

115:8 σοὶ θύσω θυσίαν αἰνέσεως

115:9 τὰς εὐχάς μου τω̨̃ κυρίω̨ ἀποδώσω ἐναντίον παντὸς του̃ λαου̃ αὐτου̃

115:10 ἐν αὐλαι̃ς οἴκου κυρίου ἐν μέσω̨ σου Ιερουσαλημ

116:1 αλληλουια αἰνει̃τε τὸν κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτόν πάντες οἱ λαοί

116:2 ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτου̃ ἐφ' ἡμα̃ς καὶ ἡ ἀλήθεια του̃ κυρίου μένει εἰς τὸν αἰω̃να

117:1 αλληλουια ἐξομολογει̃σθε τω̨̃ κυρίω̨ ὅτι ἀγαθός ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃

117:2 εἰπάτω δὴ οἰ̃κος Ισραηλ ὅτι ἀγαθός ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃

117:3 εἰπάτω δὴ οἰ̃κος Ααρων ὅτι ἀγαθός ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃

117:4 εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν κύριον ὅτι ἀγαθός ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃

117:5 ἐν θλίψει ἐπεκαλεσάμην τὸν κύριον καὶ ἐπήκουσέν μου εἰς πλατυσμόν

117:6 κύριος ἐμοὶ βοηθός οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος

117:7 κύριος ἐμοὶ βοηθός κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου

117:8 ἀγαθὸν πεποιθέναι ἐπὶ κύριον ἢ πεποιθέναι ἐπ' ἄνθρωπον

117:9 ἀγαθὸν ἐλπίζειν ἐπὶ κύριον ἢ ἐλπίζειν ἐπ' ἄρχοντας

117:10 πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τω̨̃ ὀνόματι κυρίου ἠμυνάμην αὐτούς

117:11 κυκλώσαντες ἐκύκλωσάν με καὶ τω̨̃ ὀνόματι κυρίου ἠμυνάμην αὐτούς

117:12 ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον καὶ ἐξεκαύθησαν ὡσεὶ πυ̃ρ ἐν ἀκάνθαις καὶ τω̨̃ ὀνόματι κυρίου ἠμυνάμην αὐτούς

117:13 ὠσθεὶς ἀνετράπην του̃ πεσει̃ν καὶ ὁ κύριος ἀντελάβετό μου

117:14 ἰσχύς μου καὶ ὕμνησίς μου ὁ κύριος καὶ ἐγένετό μοι εἰς σωτηρίαν

117:15 φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναι̃ς δικαίων δεξιὰ κυρίου ἐποίησεν δύναμιν

117:16 δεξιὰ κυρίου ὕψωσέν με δεξιὰ κυρίου ἐποίησεν δύναμιν

117:17 οὐκ ἀποθανου̃μαι ἀλλὰ ζήσομαι καὶ ἐκδιηγήσομαι τὰ ἔργα κυρίου

117:18 παιδεύων ἐπαίδευσέν με ὁ κύριος καὶ τω̨̃ θανάτω̨ οὐ παρέδωκέν με

117:19 ἀνοίξατέ μοι πύλας δικαιοσύνης εἰσελθὼν ἐν αὐται̃ς ἐξομολογήσομαι τω̨̃ κυρίω̨

117:20 αὕτη ἡ πύλη του̃ κυρίου δίκαιοι εἰσελεύσονται ἐν αὐτη̨̃

117:21 ἐξομολογήσομαί σοι ὅτι ἐπήκουσάς μου καὶ ἐγένου μοι εἰς σωτηρίαν

117:22 λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομου̃ντες οὑ̃τος ἐγενήθη εἰς κεφαλὴν γωνίας

117:23 παρὰ κυρίου ἐγένετο αὕτη καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοι̃ς ἡμω̃ν

117:24 αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος ἀγαλλιασώμεθα καὶ εὐφρανθω̃μεν ἐν αὐτη̨̃

117:25 ὠ̃ κύριε σω̃σον δή ὠ̃ κύριε εὐόδωσον δή

117:26 εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου εὐλογήκαμεν ὑμα̃ς ἐξ οἴκου κυρίου

117:27 θεὸς κύριος καὶ ἐπέφανεν ἡμι̃ν συστήσασθε ἑορτὴν ἐν τοι̃ς πυκάζουσιν ἕως τω̃ν κεράτων του̃ θυσιαστηρίου

117:28 θεός μου εἰ̃ σύ καὶ ἐξομολογήσομαί σοι θεός μου εἰ̃ σύ καὶ ὑψώσω σε ἐξομολογήσομαί σοι ὅτι ἐπήκουσάς μου καὶ ἐγένου μοι εἰς σωτηρίαν

117:29 ἐξομολογει̃σθε τω̨̃ κυρίω̨ ὅτι ἀγαθός ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃

118:1 αλληλουια α' αλφ μακάριοι οἱ ἄμωμοι ἐν ὁδω̨̃ οἱ πορευόμενοι ἐν νόμω̨ κυρίου

118:2 μακάριοι οἱ ἐξερευνω̃ντες τὰ μαρτύρια αὐτου̃ ἐν ὅλη̨ καρδία̨ ἐκζητήσουσιν αὐτόν

118:3 οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ται̃ς ὁδοι̃ς αὐτου̃ ἐπορεύθησαν

118:4 σὺ ἐνετείλω τὰς ἐντολάς σου φυλάξασθαι σφόδρα

118:5 ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου του̃ φυλάξασθαι τὰ δικαιώματά σου

118:6 τότε οὐ μὴ ἐπαισχυνθω̃ ἐν τω̨̃ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου

118:7 ἐξομολογήσομαί σοι κύριε ἐν εὐθύτητι καρδίας ἐν τω̨̃ μεμαθηκέναι με τὰ κρίματα τη̃ς δικαιοσύνης σου

118:8 τὰ δικαιώματά σου φυλάξω μή με ἐγκαταλίπη̨ς ἕως σφόδρα

118:9 β' βηθ ἐν τίνι κατορθώσει ὁ νεώτερος τὴν ὁδὸν αὐτου̃ ἐν τω̨̃ φυλάσσεσθαι τοὺς λόγους σου

118:10 ἐν ὅλη̨ καρδία̨ μου ἐξεζήτησά σε μὴ ἀπώση̨ με ἀπὸ τω̃ν ἐντολω̃ν σου

118:11 ἐν τη̨̃ καρδία̨ μου ἔκρυψα τὰ λόγιά σου ὅπως ἂν μὴ ἁμάρτω σοι

118:12 εὐλογητὸς εἰ̃ κύριε δίδαξόν με τὰ δικαιώματά σου

118:13 ἐν τοι̃ς χείλεσίν μου ἐξήγγειλα πάντα τὰ κρίματα του̃ στόματός σου

118:14 ἐν τη̨̃ ὁδω̨̃ τω̃ν μαρτυρίων σου ἐτέρφθην ὡς ἐπὶ παντὶ πλούτω̨

118:15 ἐν ται̃ς ἐντολαι̃ς σου ἀδολεσχήσω καὶ κατανοήσω τὰς ὁδούς σου

118:16 ἐν τοι̃ς δικαιώμασίν σου μελετήσω οὐκ ἐπιλήσομαι τω̃ν λόγων σου

118:17 γ' γιμαλ ἀνταπόδος τω̨̃ δούλω̨ σου ζήσομαι καὶ φυλάξω τοὺς λόγους σου

118:18 ἀποκάλυψον τοὺς ὀφθαλμούς μου καὶ κατανοήσω τὰ θαυμάσιά σου ἐκ του̃ νόμου σου

118:19 πάροικος ἐγώ εἰμι ἐν τη̨̃ γη̨̃ μὴ ἀποκρύψη̨ς ἀπ' ἐμου̃ τὰς ἐντολάς σου

118:20 ἐπεπόθησεν ἡ ψυχή μου του̃ ἐπιθυμη̃σαι τὰ κρίματά σου ἐν παντὶ καιρω̨̃

118:21 ἐπετίμησας ὑπερηφάνοις ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τω̃ν ἐντολω̃ν σου

118:22 περίελε ἀπ' ἐμου̃ ὄνειδος καὶ ἐξουδένωσιν ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα

118:23 καὶ γὰρ ἐκάθισαν ἄρχοντες καὶ κατ' ἐμου̃ κατελάλουν ὁ δὲ δου̃λός σου ἠδολέσχει ἐν τοι̃ς δικαιώμασίν σου

118:24 καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μού ἐστιν καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου

118:25 δ' δελθ ἐκολλήθη τω̨̃ ἐδάφει ἡ ψυχή μου ζη̃σόν με κατὰ τὸν λόγον σου

118:26 τὰς ὁδούς μου ἐξήγγειλα καὶ ἐπήκουσάς μου δίδαξόν με τὰ δικαιώματά σου

118:27 ὁδὸν δικαιωμάτων σου συνέτισόν με καὶ ἀδολεσχήσω ἐν τοι̃ς θαυμασίοις σου

118:28 ἔσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας βεβαίωσόν με ἐν τοι̃ς λόγοις σου

118:29 ὁδὸν ἀδικίας ἀπόστησον ἀπ' ἐμου̃ καὶ τω̨̃ νόμω̨ σου ἐλέησόν με

118:30 ὁδὸν ἀληθείας ἡ̨ρετισάμην τὰ κρίματά σου οὐκ ἐπελαθόμην

118:31 ἐκολλήθην τοι̃ς μαρτυρίοις σου κύριε μή με καταισχύνη̨ς

118:32 ὁδὸν ἐντολω̃ν σου ἔδραμον ὅταν ἐπλάτυνας τὴν καρδίαν μου

118:33 ε' η νομοθέτησόν με κύριε τὴν ὁδὸν τω̃ν δικαιωμάτων σου καὶ ἐκζητήσω αὐτὴν διὰ παντός

118:34 συνέτισόν με καὶ ἐξερευνήσω τὸν νόμον σου καὶ φυλάξω αὐτὸν ἐν ὅλη̨ καρδία̨ μου

118:35 ὁδήγησόν με ἐν τρίβω̨ τω̃ν ἐντολω̃ν σου ὅτι αὐτὴν ἠθέλησα

118:36 κλι̃νον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου καὶ μὴ εἰς πλεονεξίαν

118:37 ἀπόστρεψον τοὺς ὀφθαλμούς μου του̃ μὴ ἰδει̃ν ματαιότητα ἐν τη̨̃ ὁδω̨̃ σου ζη̃σόν με

118:38 στη̃σον τω̨̃ δούλω̨ σου τὸ λόγιόν σου εἰς τὸν φόβον σου

118:39 περίελε τὸν ὀνειδισμόν μου ὃν ὑπώπτευσα τὰ γὰρ κρίματά σου χρηστά

118:40 ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου ἐν τη̨̃ δικαιοσύνη̨ σου ζη̃σόν με

118:41 Ϛ' ουαυ καὶ ἔλθοι ἐπ' ἐμὲ τὸ ἔλεός σου κύριε τὸ σωτήριόν σου κατὰ τὸ λόγιόν σου

118:42 καὶ ἀποκριθήσομαι τοι̃ς ὀνειδίζουσί με λόγον ὅτι ἤλπισα ἐπὶ τοὺς λόγους σου

118:43 καὶ μὴ περιέλη̨ς ἐκ του̃ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα ὅτι ἐπὶ τὰ κρίματά σου ἐπήλπισα

118:44 καὶ φυλάξω τὸν νόμον σου διὰ παντός εἰς τὸν αἰω̃να καὶ εἰς τὸν αἰω̃να του̃ αἰω̃νος

118:45 καὶ ἐπορευόμην ἐν πλατυσμω̨̃ ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα

118:46 καὶ ἐλάλουν ἐν τοι̃ς μαρτυρίοις σου ἐναντίον βασιλέων καὶ οὐκ ἠ̨σχυνόμην

118:47 καὶ ἐμελέτων ἐν ται̃ς ἐντολαι̃ς σου αἱ̃ς ἠγάπησα σφόδρα

118:48 καὶ ἠ̃ρα τὰς χει̃ράς μου πρὸς τὰς ἐντολάς σου ἃς ἠγάπησα καὶ ἠδολέσχουν ἐν τοι̃ς δικαιώμασίν σου

118:49 ζ' ζαι μνήσθητι τὸν λόγον σου τω̨̃ δούλω̨ σου ὡ̨̃ ἐπήλπισάς με

118:50 αὕτη με παρεκάλεσεν ἐν τη̨̃ ταπεινώσει μου ὅτι τὸ λόγιόν σου ἔζησέν με

118:51 ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα ἀπὸ δὲ του̃ νόμου σου οὐκ ἐξέκλινα

118:52 ἐμνήσθην τω̃ν κριμάτων σου ἀπ' αἰω̃νος κύριε καὶ παρεκλήθην

118:53 ἀθυμία κατέσχεν με ἀπὸ ἁμαρτωλω̃ν τω̃ν ἐγκαταλιμπανόντων τὸν νόμον σου

118:54 ψαλτὰ ἠ̃σάν μοι τὰ δικαιώματά σου ἐν τόπω̨ παροικίας μου

118:55 ἐμνήσθην ἐν νυκτὶ του̃ ὀνόματός σου κύριε καὶ ἐφύλαξα τὸν νόμον σου

118:56 αὕτη ἐγενήθη μοι ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα

118:57 η' ηθ μερίς μου κύριε εἰ̃πα φυλάξασθαι τὸν νόμον σου

118:58 ἐδεήθην του̃ προσώπου σου ἐν ὅλη̨ καρδία̨ μου ἐλέησόν με κατὰ τὸ λόγιόν σου

118:59 διελογισάμην τὰς ὁδούς σου καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου

118:60 ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην του̃ φυλάξασθαι τὰς ἐντολάς σου

118:61 σχοινία ἁμαρτωλω̃ν περιεπλάκησάν μοι καὶ του̃ νόμου σου οὐκ ἐπελαθόμην

118:62 μεσονύκτιον ἐξηγειρόμην του̃ ἐξομολογει̃σθαί σοι ἐπὶ τὰ κρίματα τη̃ς δικαιοσύνης σου

118:63 μέτοχος ἐγώ εἰμι πάντων τω̃ν φοβουμένων σε καὶ τω̃ν φυλασσόντων τὰς ἐντολάς σου

118:64 του̃ ἐλέους σου κύριε πλήρης ἡ γη̃ τὰ δικαιώματά σου δίδαξόν με

118:65 θ' τηθ χρηστότητα ἐποίησας μετὰ του̃ δούλου σου κύριε κατὰ τὸν λόγον σου

118:66 χρηστότητα καὶ παιδείαν καὶ γνω̃σιν δίδαξόν με ὅτι ται̃ς ἐντολαι̃ς σου ἐπίστευσα

118:67 πρὸ του̃ με ταπεινωθη̃ναι ἐγὼ ἐπλημμέλησα διὰ του̃το τὸ λόγιόν σου ἐφύλαξα

118:68 χρηστὸς εἰ̃ σύ κύριε καὶ ἐν τη̨̃ χρηστότητί σου δίδαξόν με τὰ δικαιώματά σου

118:69 ἐπληθύνθη ἐπ' ἐμὲ ἀδικία ὑπερηφάνων ἐγὼ δὲ ἐν ὅλη̨ καρδία̨ μου ἐξερευνήσω τὰς ἐντολάς σου

118:70 ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτω̃ν ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα

118:71 ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με ὅπως ἂν μάθω τὰ δικαιώματά σου

118:72 ἀγαθόν μοι ὁ νόμος του̃ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου

118:73 ι' ιωθ αἱ χει̃ρές σου ἐποίησάν με καὶ ἔπλασάν με συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου

118:74 οἱ φοβούμενοί σε ὄψονταί με καὶ εὐφρανθήσονται ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα

118:75 ἔγνων κύριε ὅτι δικαιοσύνη τὰ κρίματά σου καὶ ἀληθεία̨ ἐταπείνωσάς με

118:76 γενηθήτω δὴ τὸ ἔλεός σου του̃ παρακαλέσαι με κατὰ τὸ λόγιόν σου τω̨̃ δούλω̨ σου

118:77 ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου καὶ ζήσομαι ὅτι ὁ νόμος σου μελέτη μού ἐστιν

118:78 αἰσχυνθήτωσαν ὑπερήφανοι ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμέ ἐγὼ δὲ ἀδολεσχήσω ἐν ται̃ς ἐντολαι̃ς σου

118:79 ἐπιστρεψάτωσάν μοι οἱ φοβούμενοί σε καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου

118:80 γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοι̃ς δικαιώμασίν σου ὅπως ἂν μὴ αἰσχυνθω̃

118:81 ια' χαφ ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου καὶ εἰς τὸν λόγον σου ἐπήλπισα

118:82 ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου λέγοντες πότε παρακαλέσεις με

118:83 ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνη̨ τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην

118:84 πόσαι εἰσὶν αἱ ἡμέραι του̃ δούλου σου πότε ποιήσεις μοι ἐκ τω̃ν καταδιωκόντων με κρίσιν

118:85 διηγήσαντό μοι παράνομοι ἀδολεσχίας ἀλλ' οὐχ ὡς ὁ νόμος σου κύριε

118:86 πα̃σαι αἱ ἐντολαί σου ἀλήθεια ἀδίκως κατεδίωξάν με βοήθησόν μοι

118:87 παρὰ βραχὺ συνετέλεσάν με ἐν τη̨̃ γη̨̃ ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου

118:88 κατὰ τὸ ἔλεός σου ζη̃σόν με καὶ φυλάξω τὰ μαρτύρια του̃ στόματός σου

118:89 ιβ' λαβδ εἰς τὸν αἰω̃να κύριε ὁ λόγος σου διαμένει ἐν τω̨̃ οὐρανω̨̃

118:90 εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου ἐθεμελίωσας τὴν γη̃ν καὶ διαμένει

118:91 τη̨̃ διατάξει σου διαμένει ἡ ἡμέρα ὅτι τὰ σύμπαντα δου̃λα σά

118:92 εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστιν τότε ἂν ἀπωλόμην ἐν τη̨̃ ταπεινώσει μου

118:93 εἰς τὸν αἰω̃να οὐ μὴ ἐπιλάθωμαι τω̃ν δικαιωμάτων σου ὅτι ἐν αὐτοι̃ς ἔζησάς με κύριε

118:94 σός εἰμι ἐγώ σω̃σόν με ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα

118:95 ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ του̃ ἀπολέσαι με τὰ μαρτύριά σου συνη̃κα

118:96 πάσης συντελείας εἰ̃δον πέρας πλατει̃α ἡ ἐντολή σου σφόδρα

118:97 ιγ' μημ ὡς ἠγάπησα τὸν νόμον σου κύριε ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν

118:98 ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου ὅτι εἰς τὸν αἰω̃νά μοί ἐστιν

118:99 ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνη̃κα ὅτι τὰ μαρτύριά σου μελέτη μού ἐστιν

118:100 ὑπὲρ πρεσβυτέρους συνη̃κα ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα

118:101 ἐκ πάσης ὁδου̃ πονηρα̃ς ἐκώλυσα τοὺς πόδας μου ὅπως ἂν φυλάξω τοὺς λόγους σου

118:102 ἀπὸ τω̃ν κριμάτων σου οὐκ ἐξέκλινα ὅτι σὺ ἐνομοθέτησάς μοι

118:103 ὡς γλυκέα τω̨̃ λάρυγγί μου τὰ λόγιά σου ὑπὲρ μέλι καὶ κηρίον τω̨̃ στόματί μου

118:104 ἀπὸ τω̃ν ἐντολω̃ν σου συνη̃κα διὰ του̃το ἐμίσησα πα̃σαν ὁδὸν ἀδικίας ὅτι σὺ ἐνομοθέτησάς μοι

118:105 ιδ' νουν λύχνος τοι̃ς ποσίν μου ὁ λόγος σου καὶ φω̃ς ται̃ς τρίβοις μου

118:106 ὀμώμοκα καὶ ἔστησα του̃ φυλάξασθαι τὰ κρίματα τη̃ς δικαιοσύνης σου

118:107 ἐταπεινώθην ἕως σφόδρα κύριε ζη̃σόν με κατὰ τὸν λόγον σου

118:108 τὰ ἑκούσια του̃ στόματός μου εὐδόκησον δή κύριε καὶ τὰ κρίματά σου δίδαξόν με

118:109 ἡ ψυχή μου ἐν ται̃ς χερσίν μου διὰ παντός καὶ του̃ νόμου σου οὐκ ἐπελαθόμην

118:110 ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι καὶ ἐκ τω̃ν ἐντολω̃ν σου οὐκ ἐπλανήθην

118:111 ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰω̃να ὅτι ἀγαλλίαμα τη̃ς καρδίας μού εἰσιν

118:112 ἔκλινα τὴν καρδίαν μου του̃ ποιη̃σαι τὰ δικαιώματά σου εἰς τὸν αἰω̃να δι' ἀντάμειψιν

118:113 ιε' σαμχ παρανόμους ἐμίσησα καὶ τὸν νόμον σου ἠγάπησα

118:114 βοηθός μου καὶ ἀντιλήμπτωρ μου εἰ̃ σύ εἰς τὸν λόγον σου ἐπήλπισα

118:115 ἐκκλίνατε ἀπ' ἐμου̃ πονηρευόμενοι καὶ ἐξερευνήσω τὰς ἐντολὰς του̃ θεου̃ μου

118:116 ἀντιλαβου̃ μου κατὰ τὸ λόγιόν σου καὶ ζήσομαι καὶ μὴ καταισχύνη̨ς με ἀπὸ τη̃ς προσδοκίας μου

118:117 βοήθησόν μοι καὶ σωθήσομαι καὶ μελετήσω ἐν τοι̃ς δικαιώμασίν σου διὰ παντός

118:118 ἐξουδένωσας πάντας τοὺς ἀποστατου̃ντας ἀπὸ τω̃ν δικαιωμάτων σου ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτω̃ν

118:119 παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τη̃ς γη̃ς διὰ του̃το ἠγάπησα τὰ μαρτύριά σου διὰ παντός

118:120 καθήλωσον ἐκ του̃ φόβου σου τὰς σάρκας μου ἀπὸ γὰρ τω̃ν κριμάτων σου ἐφοβήθην

118:121 ιϚ' αιν ἐποίησα κρίμα καὶ δικαιοσύνην μὴ παραδω̨̃ς με τοι̃ς ἀδικου̃σίν με

118:122 ἔκδεξαι τὸν δου̃λόν σου εἰς ἀγαθόν μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι

118:123 οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου καὶ εἰς τὸ λόγιον τη̃ς δικαιοσύνης σου

118:124 ποίησον μετὰ του̃ δούλου σου κατὰ τὸ ἔλεός σου καὶ τὰ δικαιώματά σου δίδαξόν με

118:125 δου̃λός σού εἰμι ἐγώ συνέτισόν με καὶ γνώσομαι τὰ μαρτύριά σου

118:126 καιρὸς του̃ ποιη̃σαι τω̨̃ κυρίω̨ διεσκέδασαν τὸν νόμον σου

118:127 διὰ του̃το ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον

118:128 διὰ του̃το πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην πα̃σαν ὁδὸν ἄδικον ἐμίσησα

118:129 ιζ' φη θαυμαστὰ τὰ μαρτύριά σου διὰ του̃το ἐξηρεύνησεν αὐτὰ ἡ ψυχή μου

118:130 ἡ δήλωσις τω̃ν λόγων σου φωτιει̃ καὶ συνετιει̃ νηπίους

118:131 τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνευ̃μα ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν

118:132 ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με κατὰ τὸ κρίμα τω̃ν ἀγαπώντων τὸ ὄνομά σου

118:133 τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου καὶ μὴ κατακυριευσάτω μου πα̃σα ἀνομία

118:134 λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων καὶ φυλάξω τὰς ἐντολάς σου

118:135 τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δου̃λόν σου καὶ δίδαξόν με τὰ δικαιώματά σου

118:136 διεξόδους ὑδάτων κατέβησαν οἱ ὀφθαλμοί μου ἐπεὶ οὐκ ἐφύλαξαν τὸν νόμον σου

118:137 ιη' σαδη δίκαιος εἰ̃ κύριε καὶ εὐθὴς ἡ κρίσις σου

118:138 ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου καὶ ἀλήθειαν σφόδρα

118:139 ἐξέτηξέν με ὁ ζη̃λος του̃ οἴκου σου ὅτι ἐπελάθοντο τω̃ν λόγων σου οἱ ἐχθροί μου

118:140 πεπυρωμένον τὸ λόγιόν σου σφόδρα καὶ ὁ δου̃λός σου ἠγάπησεν αὐτό

118:141 νεώτερός εἰμι ἐγὼ καὶ ἐξουδενωμένος τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην

118:142 ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰω̃να καὶ ὁ νόμος σου ἀλήθεια

118:143 θλι̃ψις καὶ ἀνάγκη εὕροσάν με αἱ ἐντολαί σου μελέτη μου

118:144 δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰω̃να συνέτισόν με καὶ ζήσομαι

118:145 ιθ' κωφ ἐκέκραξα ἐν ὅλη̨ καρδία̨ μου ἐπάκουσόν μου κύριε τὰ δικαιώματά σου ἐκζητήσω

118:146 ἐκέκραξά σε σω̃σόν με καὶ φυλάξω τὰ μαρτύριά σου

118:147 προέφθασα ἐν ἀωρία̨ καὶ ἐκέκραξα εἰς τοὺς λόγους σου ἐπήλπισα

118:148 προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον του̃ μελετα̃ν τὰ λόγιά σου

118:149 τη̃ς φωνη̃ς μου ἄκουσον κύριε κατὰ τὸ ἔλεός σου κατὰ τὸ κρίμα σου ζη̃σόν με

118:150 προσήγγισαν οἱ καταδιώκοντές με ἀνομία̨ ἀπὸ δὲ του̃ νόμου σου ἐμακρύνθησαν

118:151 ἐγγὺς εἰ̃ σύ κύριε καὶ πα̃σαι αἱ ἐντολαί σου ἀλήθεια

118:152 κατ' ἀρχὰς ἔγνων ἐκ τω̃ν μαρτυρίων σου ὅτι εἰς τὸν αἰω̃να ἐθεμελίωσας αὐτά

118:153 κ' ρης ἰδὲ τὴν ταπείνωσίν μου καὶ ἐξελου̃ με ὅτι τὸν νόμον σου οὐκ ἐπελαθόμην

118:154 κρι̃νον τὴν κρίσιν μου καὶ λύτρωσαί με διὰ τὸν λόγον σου ζη̃σόν με

118:155 μακρὰν ἀπὸ ἁμαρτωλω̃ν σωτηρία ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν

118:156 οἱ οἰκτιρμοί σου πολλοί κύριε κατὰ τὸ κρίμα σου ζη̃σόν με

118:157 πολλοὶ οἱ ἐκδιώκοντές με καὶ ἐκθλίβοντές με ἐκ τω̃ν μαρτυρίων σου οὐκ ἐξέκλινα

118:158 εἰ̃δον ἀσυνθετου̃ντας καὶ ἐξετηκόμην ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο

118:159 ἰδὲ ὅτι τὰς ἐντολάς σου ἠγάπησα κύριε ἐν τω̨̃ ἐλέει σου ζη̃σόν με

118:160 ἀρχὴ τω̃ν λόγων σου ἀλήθεια καὶ εἰς τὸν αἰω̃να πάντα τὰ κρίματα τη̃ς δικαιοσύνης σου

118:161 κα' σεν ἄρχοντες κατεδίωξάν με δωρεάν καὶ ἀπὸ τω̃ν λόγων σου ἐδειλίασεν ἡ καρδία μου

118:162 ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου ὡς ὁ εὑρίσκων σκυ̃λα πολλά

118:163 ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην τὸν δὲ νόμον σου ἠγάπησα

118:164 ἑπτάκις τη̃ς ἡμέρας ἤ̨νεσά σοι ἐπὶ τὰ κρίματα τη̃ς δικαιοσύνης σου

118:165 εἰρήνη πολλὴ τοι̃ς ἀγαπω̃σιν τὸν νόμον σου καὶ οὐκ ἔστιν αὐτοι̃ς σκάνδαλον

118:166 προσεδόκων τὸ σωτήριόν σου κύριε καὶ τὰς ἐντολάς σου ἠγάπησα

118:167 ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου καὶ ἠγάπησεν αὐτὰ σφόδρα

118:168 ἐφύλαξα τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου ὅτι πα̃σαι αἱ ὁδοί μου ἐναντίον σου κύριε

118:169 κβ' θαυ ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου κύριε κατὰ τὸ λόγιόν σου συνέτισόν με

118:170 εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου κατὰ τὸ λόγιόν σου ῥυ̃σαί με

118:171 ἐξερεύξαιντο τὰ χείλη μου ὕμνον ὅταν διδάξη̨ς με τὰ δικαιώματά σου

118:172 φθέγξαιτο ἡ γλω̃σσά μου τὸ λόγιόν σου ὅτι πα̃σαι αἱ ἐντολαί σου δικαιοσύνη

118:173 γενέσθω ἡ χείρ σου του̃ σω̃σαί με ὅτι τὰς ἐντολάς σου ἡ̨ρετισάμην

118:174 ἐπεπόθησα τὸ σωτήριόν σου κύριε καὶ ὁ νόμος σου μελέτη μού ἐστιν

118:175 ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε καὶ τὰ κρίματά σου βοηθήσει μοι

118:176 ἐπλανήθην ὡς πρόβατον ἀπολωλός ζήτησον τὸν δου̃λόν σου ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην

119:1 ὠ̨δὴ τω̃ν ἀναβαθμω̃ν πρὸς κύριον ἐν τω̨̃ θλίβεσθαί με ἐκέκραξα καὶ εἰσήκουσέν μου

119:2 κύριε ῥυ̃σαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων καὶ ἀπὸ γλώσσης δολίας

119:3 τί δοθείη σοι καὶ τί προστεθείη σοι πρὸς γλω̃σσαν δολίαν

119:4 τὰ βέλη του̃ δυνατου̃ ἠκονημένα σὺν τοι̃ς ἄνθραξιν τοι̃ς ἐρημικοι̃ς

119:5 οἴμμοι ὅτι ἡ παροικία μου ἐμακρύνθη κατεσκήνωσα μετὰ τω̃ν σκηνωμάτων Κηδαρ

119:6 πολλὰ παρώ̨κησεν ἡ ψυχή μου

119:7 μετὰ τω̃ν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός ὅταν ἐλάλουν αὐτοι̃ς ἐπολέμουν με δωρεάν

120:1 ὠ̨δὴ τω̃ν ἀναβαθμω̃ν ἠ̃ρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη πόθεν ἥξει ἡ βοήθειά μου

120:2 ἡ βοήθειά μου παρὰ κυρίου του̃ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γη̃ν

120:3 μὴ δω̨̃ς εἰς σάλον τὸν πόδα σου μηδὲ νυστάξη̨ ὁ φυλάσσων σε

120:4 ἰδοὺ οὐ νυστάξει οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ισραηλ

120:5 κύριος φυλάξει σε κύριος σκέπη σου ἐπὶ χει̃ρα δεξιάν σου

120:6 ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε οὐδὲ ἡ σελήνη τὴν νύκτα

120:7 κύριος φυλάξει σε ἀπὸ παντὸς κακου̃ φυλάξει τὴν ψυχήν σου

120:8 κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου ἀπὸ του̃ νυ̃ν καὶ ἕως του̃ αἰω̃νος

121:1 ὠ̨δὴ τω̃ν ἀναβαθμω̃ν εὐφράνθην ἐπὶ τοι̃ς εἰρηκόσιν μοι εἰς οἰ̃κον κυρίου πορευσόμεθα

121:2 ἑστω̃τες ἠ̃σαν οἱ πόδες ἡμω̃ν ἐν ται̃ς αὐλαι̃ς σου Ιερουσαλημ

121:3 Ιερουσαλημ οἰκοδομουμένη ὡς πόλις ἡ̃ς ἡ μετοχὴ αὐτη̃ς ἐπὶ τὸ αὐτό

121:4 ἐκει̃ γὰρ ἀνέβησαν αἱ φυλαί φυλαὶ κυρίου μαρτύριον τω̨̃ Ισραηλ του̃ ἐξομολογήσασθαι τω̨̃ ὀνόματι κυρίου

121:5 ὅτι ἐκει̃ ἐκάθισαν θρόνοι εἰς κρίσιν θρόνοι ἐπὶ οἰ̃κον Δαυιδ

121:6 ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ιερουσαλημ καὶ εὐθηνία τοι̃ς ἀγαπω̃σίν σε

121:7 γενέσθω δὴ εἰρήνη ἐν τη̨̃ δυνάμει σου καὶ εὐθηνία ἐν ται̃ς πυργοβάρεσίν σου

121:8 ἕνεκα τω̃ν ἀδελφω̃ν μου καὶ τω̃ν πλησίον μου ἐλάλουν δὴ εἰρήνην περὶ σου̃

121:9 ἕνεκα του̃ οἴκου κυρίου του̃ θεου̃ ἡμω̃ν ἐξεζήτησα ἀγαθά σοι

122:1 ὠ̨δὴ τω̃ν ἀναβαθμω̃ν πρὸς σὲ ἠ̃ρα τοὺς ὀφθαλμούς μου τὸν κατοικου̃ντα ἐν τω̨̃ οὐρανω̨̃

122:2 ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χει̃ρας τω̃ν κυρίων αὐτω̃ν ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χει̃ρας τη̃ς κυρίας αὐτη̃ς οὕτως οἱ ὀφθαλμοὶ ἡμω̃ν πρὸς κύριον τὸν θεὸν ἡμω̃ν ἕως οὑ̃ οἰκτιρήσαι ἡμα̃ς

122:3 ἐλέησον ἡμα̃ς κύριε ἐλέησον ἡμα̃ς ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως

122:4 ἐπὶ πλει̃ον ἐπλήσθη ἡ ψυχὴ ἡμω̃ν τὸ ὄνειδος τοι̃ς εὐθηνου̃σιν καὶ ἡ ἐξουδένωσις τοι̃ς ὑπερηφάνοις

123:1 ὠ̨δὴ τω̃ν ἀναβαθμω̃ν εἰ μὴ ὅτι κύριος ἠ̃ν ἐν ἡμι̃ν εἰπάτω δὴ Ισραηλ

123:2 εἰ μὴ ὅτι κύριος ἠ̃ν ἐν ἡμι̃ν ἐν τω̨̃ ἐπαναστη̃ναι ἀνθρώπους ἐφ' ἡμα̃ς

123:3 ἄρα ζω̃ντας ἂν κατέπιον ἡμα̃ς ἐν τω̨̃ ὀργισθη̃ναι τὸν θυμὸν αὐτω̃ν ἐφ' ἡμα̃ς

123:4 ἄρα τὸ ὕδωρ κατεπόντισεν ἡμα̃ς χείμαρρον διη̃λθεν ἡ ψυχὴ ἡμω̃ν

123:5 ἄρα διη̃λθεν ἡ ψυχὴ ἡμω̃ν τὸ ὕδωρ τὸ ἀνυπόστατον

123:6 εὐλογητὸς κύριος ὃς οὐκ ἔδωκεν ἡμα̃ς εἰς θήραν τοι̃ς ὀδου̃σιν αὐτω̃ν

123:7 ἡ ψυχὴ ἡμω̃ν ὡς στρουθίον ἐρρύσθη ἐκ τη̃ς παγίδος τω̃ν θηρευόντων ἡ παγὶς συνετρίβη καὶ ἡμει̃ς ἐρρύσθημεν

123:8 ἡ βοήθεια ἡμω̃ν ἐν ὀνόματι κυρίου του̃ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γη̃ν

124:1 ὠ̨δὴ τω̃ν ἀναβαθμω̃ν οἱ πεποιθότες ἐπὶ κύριον ὡς ὄρος Σιων οὐ σαλευθήσεται εἰς τὸν αἰω̃να ὁ κατοικω̃ν Ιερουσαλημ

124:2 ὄρη κύκλω̨ αὐτη̃ς καὶ κύριος κύκλω̨ του̃ λαου̃ αὐτου̃ ἀπὸ του̃ νυ̃ν καὶ ἕως του̃ αἰω̃νος

124:3 ὅτι οὐκ ἀφήσει τὴν ῥάβδον τω̃ν ἁμαρτωλω̃ν ἐπὶ τὸν κλη̃ρον τω̃ν δικαίων ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομία̨ χει̃ρας αὐτω̃ν

124:4 ἀγάθυνον κύριε τοι̃ς ἀγαθοι̃ς καὶ τοι̃ς εὐθέσι τη̨̃ καρδία̨

124:5 τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς ἀπάξει κύριος μετὰ τω̃ν ἐργαζομένων τὴν ἀνομίαν εἰρήνη ἐπὶ τὸν Ισραηλ

125:1 ὠ̨δὴ τω̃ν ἀναβαθμω̃ν ἐν τω̨̃ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν Σιων ἐγενήθημεν ὡς παρακεκλημένοι

125:2 τότε ἐπλήσθη χαρα̃ς τὸ στόμα ἡμω̃ν καὶ ἡ γλω̃σσα ἡμω̃ν ἀγαλλιάσεως τότε ἐρου̃σιν ἐν τοι̃ς ἔθνεσιν ἐμεγάλυνεν κύριος του̃ ποιη̃σαι μετ' αὐτω̃ν

125:3 ἐμεγάλυνεν κύριος του̃ ποιη̃σαι μεθ' ἡμω̃ν ἐγενήθημεν εὐφραινόμενοι

125:4 ἐπίστρεψον κύριε τὴν αἰχμαλωσίαν ἡμω̃ν ὡς χειμάρρους ἐν τω̨̃ νότω̨

125:5 οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριου̃σιν

125:6 πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον αἴροντες τὰ σπέρματα αὐτω̃ν ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτω̃ν

126:1 ὠ̨δὴ τω̃ν ἀναβαθμω̃ν τω̨̃ Σαλωμων ἐὰν μὴ κύριος οἰκοδομήση̨ οἰ̃κον εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομου̃ντες αὐτόν ἐὰν μὴ κύριος φυλάξη̨ πόλιν εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων

126:2 εἰς μάτην ὑμι̃ν ἐστιν του̃ ὀρθρίζειν ἐγείρεσθαι μετὰ τὸ καθη̃σθαι οἱ ἔσθοντες ἄρτον ὀδύνης ὅταν δω̨̃ τοι̃ς ἀγαπητοι̃ς αὐτου̃ ὕπνον

126:3 ἰδοὺ ἡ κληρονομία κυρίου υἱοί ὁ μισθὸς του̃ καρπου̃ τη̃ς γαστρός

126:4 ὡσεὶ βέλη ἐν χειρὶ δυνατου̃ οὕτως οἱ υἱοὶ τω̃ν ἐκτετιναγμένων

126:5 μακάριος ἄνθρωπος ὃς πληρώσει τὴν ἐπιθυμίαν αὐτου̃ ἐξ αὐτω̃ν οὐ καταισχυνθήσονται ὅταν λαλω̃σι τοι̃ς ἐχθροι̃ς αὐτω̃ν ἐν πύλη̨

127:1 ὠ̨δὴ τω̃ν ἀναβαθμω̃ν μακάριοι πάντες οἱ φοβούμενοι τὸν κύριον οἱ πορευόμενοι ἐν ται̃ς ὁδοι̃ς αὐτου̃

127:2 τοὺς πόνους τω̃ν καρπω̃ν σου φάγεσαι μακάριος εἰ̃ καὶ καλω̃ς σοι ἔσται

127:3 ἡ γυνή σου ὡς ἄμπελος εὐθηνου̃σα ἐν τοι̃ς κλίτεσι τη̃ς οἰκίας σου οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιω̃ν κύκλω̨ τη̃ς τραπέζης σου

127:4 ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν κύριον

127:5 εὐλογήσαι σε κύριος ἐκ Σιων καὶ ἴδοις τὰ ἀγαθὰ Ιερουσαλημ πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς σου

127:6 καὶ ἴδοις υἱοὺς τω̃ν υἱω̃ν σου εἰρήνη ἐπὶ τὸν Ισραηλ

128:1 ὠ̨δὴ τω̃ν ἀναβαθμω̃ν πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου εἰπάτω δὴ Ισραηλ

128:2 πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι

128:3 ἐπὶ του̃ νώτου μου ἐτέκταινον οἱ ἁμαρτωλοί ἐμάκρυναν τὴν ἀνομίαν αὐτω̃ν

128:4 κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλω̃ν

128:5 αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισου̃ντες Σιων

128:6 γενηθήτωσαν ὡς χόρτος δωμάτων ὃς πρὸ του̃ ἐκσπασθη̃ναι ἐξηράνθη

128:7 οὑ̃ οὐκ ἐπλήρωσεν τὴν χει̃ρα αὐτου̃ ὁ θερίζων καὶ τὸν κόλπον αὐτου̃ ὁ τὰ δράγματα συλλέγων

128:8 καὶ οὐκ εἰ̃παν οἱ παράγοντες εὐλογία κυρίου ἐφ' ὑμα̃ς εὐλογήκαμεν ὑμα̃ς ἐν ὀνόματι κυρίου

129:1 ὠ̨δὴ τω̃ν ἀναβαθμω̃ν ἐκ βαθέων ἐκέκραξά σε κύριε

129:2 κύριε εἰσάκουσον τη̃ς φωνη̃ς μου γενηθήτω τὰ ὠ̃τά σου προσέχοντα εἰς τὴν φωνὴν τη̃ς δεήσεώς μου

129:3 ἐὰν ἀνομίας παρατηρήση̨ κύριε κύριε τίς ὑποστήσεται

129:4 ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν

129:5 ἕνεκεν του̃ νόμου σου ὑπέμεινά σε κύριε ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου

129:6 ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν κύριον ἀπὸ φυλακη̃ς πρωίας μέχρι νυκτός ἀπὸ φυλακη̃ς πρωίας ἐλπισάτω Ισραηλ ἐπὶ τὸν κύριον

129:7 ὅτι παρὰ τω̨̃ κυρίω̨ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτω̨̃ λύτρωσις

129:8 καὶ αὐτὸς λυτρώσεται τὸν Ισραηλ ἐκ πασω̃ν τω̃ν ἀνομιω̃ν αὐτου̃

130:1 ὠ̨δὴ τω̃ν ἀναβαθμω̃ν τω̨̃ Δαυιδ κύριε οὐχ ὑψώθη μου ἡ καρδία οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου οὐδὲ ἐπορεύθην ἐν μεγάλοις οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ

130:2 εἰ μὴ ἐταπεινοφρόνουν ἀλλὰ ὕψωσα τὴν ψυχήν μου ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτου̃ ὡς ἀνταπόδοσις ἐπὶ τὴν ψυχήν μου

130:3 ἐλπισάτω Ισραηλ ἐπὶ τὸν κύριον ἀπὸ του̃ νυ̃ν καὶ ἕως του̃ αἰω̃νος

131:1 ὠ̨δὴ τω̃ν ἀναβαθμω̃ν μνήσθητι κύριε του̃ Δαυιδ καὶ πάσης τη̃ς πραΰτητος αὐτου̃

131:2 ὡς ὤμοσεν τω̨̃ κυρίω̨ ηὔξατο τω̨̃ θεω̨̃ Ιακωβ

131:3 εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνη̃ς μου

131:4 εἰ δώσω ὕπνον τοι̃ς ὀφθαλμοι̃ς μου καὶ τοι̃ς βλεφάροις μου νυσταγμὸν καὶ ἀνάπαυσιν τοι̃ς κροτάφοις μου

131:5 ἕως οὑ̃ εὕρω τόπον τω̨̃ κυρίω̨ σκήνωμα τω̨̃ θεω̨̃ Ιακωβ

131:6 ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Εφραθα εὕρομεν αὐτὴν ἐν τοι̃ς πεδίοις του̃ δρυμου̃

131:7 εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτου̃ προσκυνήσομεν εἰς τὸν τόπον οὑ̃ ἔστησαν οἱ πόδες αὐτου̃

131:8 ἀνάστηθι κύριε εἰς τὴν ἀνάπαυσίν σου σὺ καὶ ἡ κιβωτὸς του̃ ἁγιάσματός σου

131:9 οἱ ἱερει̃ς σου ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται

131:10 ἕνεκεν Δαυιδ του̃ δούλου σου μὴ ἀποστρέψη̨ς τὸ πρόσωπον του̃ χριστου̃ σου

131:11 ὤμοσεν κύριος τω̨̃ Δαυιδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν ἐκ καρπου̃ τη̃ς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου

131:12 ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου καὶ τὰ μαρτύριά μου ταυ̃τα ἃ διδάξω αὐτούς καὶ οἱ υἱοὶ αὐτω̃ν ἕως του̃ αἰω̃νος καθιου̃νται ἐπὶ του̃ θρόνου σου

131:13 ὅτι ἐξελέξατο κύριος τὴν Σιων ἡ̨ρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτω̨̃

131:14 αὕτη ἡ κατάπαυσίς μου εἰς αἰω̃να αἰω̃νος ὡ̃δε κατοικήσω ὅτι ἡ̨ρετισάμην αὐτήν

131:15 τὴν θήραν αὐτη̃ς εὐλογω̃ν εὐλογήσω τοὺς πτωχοὺς αὐτη̃ς χορτάσω ἄρτων

131:16 τοὺς ἱερει̃ς αὐτη̃ς ἐνδύσω σωτηρίαν καὶ οἱ ὅσιοι αὐτη̃ς ἀγαλλιάσει ἀγαλλιάσονται

131:17 ἐκει̃ ἐξανατελω̃ κέρας τω̨̃ Δαυιδ ἡτοίμασα λύχνον τω̨̃ χριστω̨̃ μου

131:18 τοὺς ἐχθροὺς αὐτου̃ ἐνδύσω αἰσχύνην ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου

132:1 ὠ̨δὴ τω̃ν ἀναβαθμω̃ν τω̨̃ Δαυιδ ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνὸν ἀλλ' ἢ τὸ κατοικει̃ν ἀδελφοὺς ἐπὶ τὸ αὐτό

132:2 ὡς μύρον ἐπὶ κεφαλη̃ς τὸ καταβαι̃νον ἐπὶ πώγωνα τὸν πώγωνα τὸν Ααρων τὸ καταβαι̃νον ἐπὶ τὴν ὤ̨αν του̃ ἐνδύματος αὐτου̃

132:3 ὡς δρόσος Αερμων ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιων ὅτι ἐκει̃ ἐνετείλατο κύριος τὴν εὐλογίαν καὶ ζωὴν ἕως του̃ αἰω̃νος

133:1 ὠ̨δὴ τω̃ν ἀναβαθμω̃ν ἰδοὺ δὴ εὐλογει̃τε τὸν κύριον πάντες οἱ δου̃λοι κυρίου οἱ ἑστω̃τες ἐν οἴκω̨ κυρίου ἐν αὐλαι̃ς οἴκου θεου̃ ἡμω̃ν

133:2 ἐν ται̃ς νυξὶν ἐπάρατε τὰς χει̃ρας ὑμω̃ν εἰς τὰ ἅγια καὶ εὐλογει̃τε τὸν κύριον

133:3 εὐλογήσει σε κύριος ἐκ Σιων ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γη̃ν

134:1 αλληλουια αἰνει̃τε τὸ ὄνομα κυρίου αἰνει̃τε δου̃λοι κύριον

134:2 οἱ ἑστω̃τες ἐν οἴκω̨ κυρίου ἐν αὐλαι̃ς οἴκου θεου̃ ἡμω̃ν

134:3 αἰνει̃τε τὸν κύριον ὅτι ἀγαθὸς κύριος ψάλατε τω̨̃ ὀνόματι αὐτου̃ ὅτι καλόν

134:4 ὅτι τὸν Ιακωβ ἐξελέξατο ἑαυτω̨̃ ὁ κύριος Ισραηλ εἰς περιουσιασμὸν αὐτου̃

134:5 ὅτι ἐγὼ ἔγνων ὅτι μέγας κύριος καὶ ὁ κύριος ἡμω̃ν παρὰ πάντας τοὺς θεούς

134:6 πάντα ὅσα ἠθέλησεν ὁ κύριος ἐποίησεν ἐν τω̨̃ οὐρανω̨̃ καὶ ἐν τη̨̃ γη̨̃ ἐν ται̃ς θαλάσσαις καὶ ἐν πάσαις ται̃ς ἀβύσσοις

134:7 ἀνάγων νεφέλας ἐξ ἐσχάτου τη̃ς γη̃ς ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρω̃ν αὐτου̃

134:8 ὃς ἐπάταξεν τὰ πρωτότοκα Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους

134:9 ἐξαπέστειλεν σημει̃α καὶ τέρατα ἐν μέσω̨ σου Αἴγυπτε ἐν Φαραω καὶ ἐν πα̃σι τοι̃ς δούλοις αὐτου̃

134:10 ὃς ἐπάταξεν ἔθνη πολλὰ καὶ ἀπέκτεινεν βασιλει̃ς κραταιούς

134:11 τὸν Σηων βασιλέα τω̃ν Αμορραίων καὶ τὸν Ωγ βασιλέα τη̃ς Βασαν καὶ πάσας τὰς βασιλείας Χανααν

134:12 καὶ ἔδωκεν τὴν γη̃ν αὐτω̃ν κληρονομίαν κληρονομίαν Ισραηλ λαω̨̃ αὐτου̃

134:13 κύριε τὸ ὄνομά σου εἰς τὸν αἰω̃να κύριε τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν

134:14 ὅτι κρινει̃ κύριος τὸν λαὸν αὐτου̃ καὶ ἐπὶ τοι̃ς δούλοις αὐτου̃ παρακληθήσεται

134:15 τὰ εἴδωλα τω̃ν ἐθνω̃ν ἀργύριον καὶ χρυσίον ἔργα χειρω̃ν ἀνθρώπων

134:16 στόμα ἔχουσιν καὶ οὐ λαλήσουσιν ὀφθαλμοὺς ἔχουσιν καὶ οὐκ ὄψονται

134:17 ὠ̃τα ἔχουσιν καὶ οὐκ ἐνωτισθήσονται ῥι̃νας ἔχουσιν καὶ οὐκ ὀσφρανθήσονται χει̃ρας ἔχουσιν καὶ οὐ ψηλαφήσουσιν πόδας ἔχουσιν καὶ οὐ περιπατήσουσιν οὐ φωνήσουσιν ἐν τω̨̃ λάρυγγι αὐτω̃ν οὐδὲ γάρ ἐστιν πνευ̃μα ἐν τω̨̃ στόματι αὐτω̃ν

134:18 ὅμοιοι αὐτοι̃ς γένοιντο οἱ ποιου̃ντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοι̃ς

134:19 οἰ̃κος Ισραηλ εὐλογήσατε τὸν κύριον οἰ̃κος Ααρων εὐλογήσατε τὸν κύριον

134:20 οἰ̃κος Λευι εὐλογήσατε τὸν κύριον οἱ φοβούμενοι τὸν κύριον εὐλογήσατε τὸν κύριον

134:21 εὐλογητὸς κύριος ἐκ Σιων ὁ κατοικω̃ν Ιερουσαλημ

135:1 αλληλουια ἐξομολογει̃σθε τω̨̃ κυρίω̨ ὅτι χρηστός ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃

135:2 ἐξομολογει̃σθε τω̨̃ θεω̨̃ τω̃ν θεω̃ν ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃

135:3 ἐξομολογει̃σθε τω̨̃ κυρίω̨ τω̃ν κυρίων ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃

135:4 τω̨̃ ποιου̃ντι θαυμάσια μεγάλα μόνω̨ ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃

135:5 τω̨̃ ποιήσαντι τοὺς οὐρανοὺς ἐν συνέσει ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃

135:6 τω̨̃ στερεώσαντι τὴν γη̃ν ἐπὶ τω̃ν ὑδάτων ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃

135:7 τω̨̃ ποιήσαντι φω̃τα μεγάλα μόνω̨ ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃

135:8 τὸν ἥλιον εἰς ἐξουσίαν τη̃ς ἡμέρας ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃

135:9 τὴν σελήνην καὶ τὰ ἄστρα εἰς ἐξουσίαν τη̃ς νυκτός ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃

135:10 τω̨̃ πατάξαντι Αἴγυπτον σὺν τοι̃ς πρωτοτόκοις αὐτω̃ν ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃

135:11 καὶ ἐξαγαγόντι τὸν Ισραηλ ἐκ μέσου αὐτω̃ν ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃

135:12 ἐν χειρὶ κραταια̨̃ καὶ ἐν βραχίονι ὑψηλω̨̃ ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃

135:13 τω̨̃ καταδιελόντι τὴν ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃

135:14 καὶ διαγαγόντι τὸν Ισραηλ διὰ μέσου αὐτη̃ς ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃

135:15 καὶ ἐκτινάξαντι Φαραω καὶ τὴν δύναμιν αὐτου̃ εἰς θάλασσαν ἐρυθράν ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃

135:16 τω̨̃ διαγαγόντι τὸν λαὸν αὐτου̃ ἐν τη̨̃ ἐρήμω̨ ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃ τω̨̃ ἐξαγαγόντι ὕδωρ ἐκ πέτρας ἀκροτόμου ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃

135:17 τω̨̃ πατάξαντι βασιλει̃ς μεγάλους ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃

135:18 καὶ ἀποκτείναντι βασιλει̃ς κραταιούς ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃

135:19 τὸν Σηων βασιλέα τω̃ν Αμορραίων ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃

135:20 καὶ τὸν Ωγ βασιλέα τη̃ς Βασαν ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃

135:21 καὶ δόντι τὴν γη̃ν αὐτω̃ν κληρονομίαν ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃

135:22 κληρονομίαν Ισραηλ δούλω̨ αὐτου̃ ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃

135:23 ὅτι ἐν τη̨̃ ταπεινώσει ἡμω̃ν ἐμνήσθη ἡμω̃ν ὁ κύριος ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃

135:24 καὶ ἐλυτρώσατο ἡμα̃ς ἐκ τω̃ν ἐχθρω̃ν ἡμω̃ν ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃

135:25 ὁ διδοὺς τροφὴν πάση̨ σαρκί ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃

135:26 ἐξομολογει̃σθε τω̨̃ θεω̨̃ του̃ οὐρανου̃ ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃ ἐξομολογει̃σθε τω̨̃ κυρίω̨ τω̃ν κυρίων ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃

136:1 τω̨̃ Δαυιδ ἐπὶ τω̃ν ποταμω̃ν Βαβυλω̃νος ἐκει̃ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν ἐν τω̨̃ μνησθη̃ναι ἡμα̃ς τη̃ς Σιων

136:2 ἐπὶ ται̃ς ἰτέαις ἐν μέσω̨ αὐτη̃ς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμω̃ν

136:3 ὅτι ἐκει̃ ἐπηρώτησαν ἡμα̃ς οἱ αἰχμαλωτεύσαντες ἡμα̃ς λόγους ὠ̨δω̃ν καὶ οἱ ἀπαγαγόντες ἡμα̃ς ὕμνον ἄ̨σατε ἡμι̃ν ἐκ τω̃ν ὠ̨δω̃ν Σιων

136:4 πω̃ς ἄ̨σωμεν τὴν ὠ̨δὴν κυρίου ἐπὶ γη̃ς ἀλλοτρίας

136:5 ἐὰν ἐπιλάθωμαί σου Ιερουσαλημ ἐπιλησθείη ἡ δεξιά μου

136:6 κολληθείη ἡ γλω̃σσά μου τω̨̃ λάρυγγί μου ἐὰν μή σου μνησθω̃ ἐὰν μὴ προανατάξωμαι τὴν Ιερουσαλημ ἐν ἀρχη̨̃ τη̃ς εὐφροσύνης μου

136:7 μνήσθητι κύριε τω̃ν υἱω̃ν Εδωμ τὴν ἡμέραν Ιερουσαλημ τω̃ν λεγόντων ἐκκενου̃τε ἐκκενου̃τε ἕως ὁ θεμέλιος ἐν αὐτη̨̃

136:8 θυγάτηρ Βαβυλω̃νος ἡ ταλαίπωρος μακάριος ὃς ἀνταποδώσει σοι τὸ ἀνταπόδομά σου ὃ ἀνταπέδωκας ἡμι̃ν

136:9 μακάριος ὃς κρατήσει καὶ ἐδαφιει̃ τὰ νήπιά σου πρὸς τὴν πέτραν

137:1 τω̨̃ Δαυιδ ἐξομολογήσομαί σοι κύριε ἐν ὅλη̨ καρδία̨ μου ὅτι ἤκουσας τὰ ῥήματα του̃ στόματός μου καὶ ἐναντίον ἀγγέλων ψαλω̃ σοι

137:2 προσκυνήσω πρὸς ναὸν ἅγιόν σου καὶ ἐξομολογήσομαι τω̨̃ ὀνόματί σου ἐπὶ τω̨̃ ἐλέει σου καὶ τη̨̃ ἀληθεία̨ σου ὅτι ἐμεγάλυνας ἐπὶ πα̃ν ὄνομα τὸ λόγιόν σου

137:3 ἐν ἡ̨̃ ἂν ἡμέρα̨ ἐπικαλέσωμαί σε ταχὺ ἐπάκουσόν μου πολυωρήσεις με ἐν ψυχη̨̃ μου ἐν δυνάμει

137:4 ἐξομολογησάσθωσάν σοι κύριε πάντες οἱ βασιλει̃ς τη̃ς γη̃ς ὅτι ἤκουσαν πάντα τὰ ῥήματα του̃ στόματός σου

137:5 καὶ ἀ̨σάτωσαν ἐν ται̃ς ὁδοι̃ς κυρίου ὅτι μεγάλη ἡ δόξα κυρίου

137:6 ὅτι ὑψηλὸς κύριος καὶ τὰ ταπεινὰ ἐφορα̨̃ καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώσκει

137:7 ἐὰν πορευθω̃ ἐν μέσω̨ θλίψεως ζήσεις με ἐπ' ὀργὴν ἐχθρω̃ν μου ἐξέτεινας χει̃ρά σου καὶ ἔσωσέν με ἡ δεξιά σου

137:8 κύριος ἀνταποδώσει ὑπὲρ ἐμου̃ κύριε τὸ ἔλεός σου εἰς τὸν αἰω̃να τὰ ἔργα τω̃ν χειρω̃ν σου μὴ παρη̨̃ς

138:1 εἰς τὸ τέλος ψαλμὸς τω̨̃ Δαυιδ κύριε ἐδοκίμασάς με καὶ ἔγνως με

138:2 σὺ ἔγνως τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου σὺ συνη̃κας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν

138:3 τὴν τρίβον μου καὶ τὴν σχοι̃νόν μου σὺ ἐξιχνίασας καὶ πάσας τὰς ὁδούς μου προει̃δες

138:4 ὅτι οὐκ ἔστιν λόγος ἐν γλώσση̨ μου

138:5 ἰδού κύριε σὺ ἔγνως πάντα τὰ ἔσχατα καὶ τὰ ἀρχαι̃α σὺ ἔπλασάς με καὶ ἔθηκας ἐπ' ἐμὲ τὴν χει̃ρά σου

138:6 ἐθαυμαστώθη ἡ γνω̃σίς σου ἐξ ἐμου̃ ἐκραταιώθη οὐ μὴ δύνωμαι πρὸς αὐτήν

138:7 που̃ πορευθω̃ ἀπὸ του̃ πνεύματός σου καὶ ἀπὸ του̃ προσώπου σου που̃ φύγω

138:8 ἐὰν ἀναβω̃ εἰς τὸν οὐρανόν σὺ εἰ̃ ἐκει̃ ἐὰν καταβω̃ εἰς τὸν ἅ̨δην πάρει

138:9 ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ' ὄρθρον καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τη̃ς θαλάσσης

138:10 καὶ γὰρ ἐκει̃ ἡ χείρ σου ὁδηγήσει με καὶ καθέξει με ἡ δεξιά σου

138:11 καὶ εἰ̃πα ἄρα σκότος καταπατήσει με καὶ νὺξ φωτισμὸς ἐν τη̨̃ τρυφη̨̃ μου

138:12 ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σου̃ καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται ὡς τὸ σκότος αὐτη̃ς οὕτως καὶ τὸ φω̃ς αὐτη̃ς

138:13 ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου κύριε ἀντελάβου μου ἐκ γαστρὸς μητρός μου

138:14 ἐξομολογήσομαί σοι ὅτι φοβερω̃ς ἐθαυμαστώθην θαυμάσια τὰ ἔργα σου καὶ ἡ ψυχή μου γινώσκει σφόδρα

138:15 οὐκ ἐκρύβη τὸ ὀστου̃ν μου ἀπὸ σου̃ ὃ ἐποίησας ἐν κρυφη̨̃ καὶ ἡ ὑπόστασίς μου ἐν τοι̃ς κατωτάτοις τη̃ς γη̃ς

138:16 τὸ ἀκατέργαστόν μου εἴδοσαν οἱ ὀφθαλμοί σου καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται ἡμέρας πλασθήσονται καὶ οὐθεὶς ἐν αὐτοι̃ς

138:17 ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου ὁ θεός λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτω̃ν

138:18 ἐξαριθμήσομαι αὐτούς καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται ἐξηγέρθην καὶ ἔτι εἰμὶ μετὰ σου̃

138:19 ἐὰν ἀποκτείνη̨ς ἁμαρτωλούς ὁ θεός ἄνδρες αἱμάτων ἐκκλίνατε ἀπ' ἐμου̃

138:20 ὅτι ἐρει̃ς εἰς διαλογισμόν λήμψονται εἰς ματαιότητα τὰς πόλεις σου

138:21 οὐχὶ τοὺς μισου̃ντάς σε κύριε ἐμίσησα καὶ ἐπὶ τοι̃ς ἐχθροι̃ς σου ἐξετηκόμην

138:22 τέλειον μι̃σος ἐμίσουν αὐτούς εἰς ἐχθροὺς ἐγένοντό μοι

138:23 δοκίμασόν με ὁ θεός καὶ γνω̃θι τὴν καρδίαν μου ἔτασόν με καὶ γνω̃θι τὰς τρίβους μου

138:24 καὶ ἰδὲ εἰ ὁδὸς ἀνομίας ἐν ἐμοί καὶ ὁδήγησόν με ἐν ὁδω̨̃ αἰωνία̨

139:1 εἰς τὸ τέλος ψαλμὸς τω̨̃ Δαυιδ

139:2 ἐξελου̃ με κύριε ἐξ ἀνθρώπου πονηρου̃ ἀπὸ ἀνδρὸς ἀδίκου ῥυ̃σαί με

139:3 οἵτινες ἐλογίσαντο ἀδικίας ἐν καρδία̨ ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους

139:4 ἠκόνησαν γλω̃σσαν αὐτω̃ν ὡσεὶ ὄφεως ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτω̃ν διάψαλμα

139:5 φύλαξόν με κύριε ἐκ χειρὸς ἁμαρτωλου̃ ἀπὸ ἀνθρώπων ἀδίκων ἐξελου̃ με οἵτινες ἐλογίσαντο ὑποσκελίσαι τὰ διαβήματά μου

139:6 ἔκρυψαν ὑπερήφανοι παγίδα μοι καὶ σχοινία διέτειναν παγίδας τοι̃ς ποσίν μου ἐχόμενα τρίβου σκάνδαλον ἔθεντό μοι διάψαλμα

139:7 εἰ̃πα τω̨̃ κυρίω̨ θεός μου εἰ̃ σύ ἐνώτισαι κύριε τὴν φωνὴν τη̃ς δεήσεώς μου

139:8 κύριε κύριε δύναμις τη̃ς σωτηρίας μου ἐπεσκίασας ἐπὶ τὴν κεφαλήν μου ἐν ἡμέρα̨ πολέμου

139:9 μὴ παραδω̨̃ς με κύριε ἀπὸ τη̃ς ἐπιθυμίας μου ἁμαρτωλω̨̃ διελογίσαντο κατ' ἐμου̃ μὴ ἐγκαταλίπη̨ς με μήποτε ὑψωθω̃σιν διάψαλμα

139:10 ἡ κεφαλὴ του̃ κυκλώματος αὐτω̃ν κόπος τω̃ν χειλέων αὐτω̃ν καλύψει αὐτούς

139:11 πεσου̃νται ἐπ' αὐτοὺς ἄνθρακες ἐν πυρὶ καταβαλει̃ς αὐτούς ἐν ταλαιπωρίαις οὐ μὴ ὑποστω̃σιν

139:12 ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τη̃ς γη̃ς ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς διαφθοράν

139:13 ἔγνων ὅτι ποιήσει κύριος τὴν κρίσιν του̃ πτωχου̃ καὶ τὴν δίκην τω̃ν πενήτων

139:14 πλὴν δίκαιοι ἐξομολογήσονται τω̨̃ ὀνόματί σου καὶ κατοικήσουσιν εὐθει̃ς σὺν τω̨̃ προσώπω̨ σου

140:1 ψαλμὸς τω̨̃ Δαυιδ κύριε ἐκέκραξα πρὸς σέ εἰσάκουσόν μου πρόσχες τη̨̃ φωνη̨̃ τη̃ς δεήσεώς μου ἐν τω̨̃ κεκραγέναι με πρὸς σέ

140:2 κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τω̃ν χειρω̃ν μου θυσία ἑσπερινή

140:3 θου̃ κύριε φυλακὴν τω̨̃ στόματί μου καὶ θύραν περιοχη̃ς περὶ τὰ χείλη μου

140:4 μὴ ἐκκλίνη̨ς τὴν καρδίαν μου εἰς λόγους πονηρίας του̃ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις σὺν ἀνθρώποις ἐργαζομένοις ἀνομίαν καὶ οὐ μὴ συνδυάσω μετὰ τω̃ν ἐκλεκτω̃ν αὐτω̃ν

140:5 παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με ἔλαιον δὲ ἁμαρτωλου̃ μὴ λιπανάτω τὴν κεφαλήν μου ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ται̃ς εὐδοκίαις αὐτω̃ν

140:6 κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτω̃ν ἀκούσονται τὰ ῥήματά μου ὅτι ἡδύνθησαν

140:7 ὡσεὶ πάχος γη̃ς διερράγη ἐπὶ τη̃ς γη̃ς διεσκορπίσθη τὰ ὀστα̃ ἡμω̃ν παρὰ τὸν ἅ̨δην

140:8 ὅτι πρὸς σέ κύριε κύριε οἱ ὀφθαλμοί μου ἐπὶ σὲ ἤλπισα μὴ ἀντανέλη̨ς τὴν ψυχήν μου

140:9 φύλαξόν με ἀπὸ παγίδος ἡ̃ς συνεστήσαντό μοι καὶ ἀπὸ σκανδάλων τω̃ν ἐργαζομένων τὴν ἀνομίαν

140:10 πεσου̃νται ἐν ἀμφιβλήστρω̨ αὐτου̃ ἁμαρτωλοί κατὰ μόνας εἰμὶ ἐγὼ ἕως οὑ̃ ἂν παρέλθω

141:1 συνέσεως τω̨̃ Δαυιδ ἐν τω̨̃ εἰ̃ναι αὐτὸν ἐν τω̨̃ σπηλαίω̨ προσευχή

141:2 φωνη̨̃ μου πρὸς κύριον ἐκέκραξα φωνη̨̃ μου πρὸς κύριον ἐδεήθην

141:3 ἐκχεω̃ ἐναντίον αὐτου̃ τὴν δέησίν μου τὴν θλι̃ψίν μου ἐνώπιον αὐτου̃ ἀπαγγελω̃

141:4 ἐν τω̨̃ ἐκλείπειν ἐξ ἐμου̃ τὸ πνευ̃μά μου καὶ σὺ ἔγνως τὰς τρίβους μου ἐν ὁδω̨̃ ταύτη̨ ἡ̨̃ ἐπορευόμην ἔκρυψαν παγίδα μοι

141:5 κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον ὅτι οὐκ ἠ̃ν ὁ ἐπιγινώσκων με ἀπώλετο φυγὴ ἀπ' ἐμου̃ καὶ οὐκ ἔστιν ὁ ἐκζητω̃ν τὴν ψυχήν μου

141:6 ἐκέκραξα πρὸς σέ κύριε εἰ̃πα σὺ εἰ̃ ἡ ἐλπίς μου μερίς μου ἐν γη̨̃ ζώντων

141:7 πρόσχες πρὸς τὴν δέησίν μου ὅτι ἐταπεινώθην σφόδρα ῥυ̃σαί με ἐκ τω̃ν καταδιωκόντων με ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ

141:8 ἐξάγαγε ἐκ φυλακη̃ς τὴν ψυχήν μου του̃ ἐξομολογήσασθαι τω̨̃ ὀνόματί σου κύριε ἐμὲ ὑπομενου̃σιν δίκαιοι ἕως οὑ̃ ἀνταποδω̨̃ς μοι

142:1 ψαλμὸς τω̨̃ Δαυιδ ὅτε αὐτὸν ὁ υἱὸς καταδιώκει κύριε εἰσάκουσον τη̃ς προσευχη̃ς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τη̨̃ ἀληθεία̨ σου ἐπάκουσόν μου ἐν τη̨̃ δικαιοσύνη̨ σου

142:2 καὶ μὴ εἰσέλθη̨ς εἰς κρίσιν μετὰ του̃ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πα̃ς ζω̃ν

142:3 ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γη̃ν τὴν ζωήν μου ἐκάθισέν με ἐν σκοτεινοι̃ς ὡς νεκροὺς αἰω̃νος

142:4 καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνευ̃μά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου

142:5 ἐμνήσθην ἡμερω̃ν ἀρχαίων καὶ ἐμελέτησα ἐν πα̃σι τοι̃ς ἔργοις σου ἐν ποιήμασιν τω̃ν χειρω̃ν σου ἐμελέτων

142:6 διεπέτασα τὰς χει̃ράς μου πρὸς σέ ἡ ψυχή μου ὡς γη̃ ἄνυδρός σοι διάψαλμα

142:7 ταχὺ εἰσάκουσόν μου κύριε ἐξέλιπεν τὸ πνευ̃μά μου μὴ ἀποστρέψη̨ς τὸ πρόσωπόν σου ἀπ' ἐμου̃ καὶ ὁμοιωθήσομαι τοι̃ς καταβαίνουσιν εἰς λάκκον

142:8 ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα γνώρισόν μοι κύριε ὁδὸν ἐν ἡ̨̃ πορεύσομαι ὅτι πρὸς σὲ ἠ̃ρα τὴν ψυχήν μου

142:9 ἐξελου̃ με ἐκ τω̃ν ἐχθρω̃ν μου κύριε ὅτι πρὸς σὲ κατέφυγον

142:10 δίδαξόν με του̃ ποιει̃ν τὸ θέλημά σου ὅτι σὺ εἰ̃ ὁ θεός μου τὸ πνευ̃μά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γη̨̃ εὐθεία̨

142:11 ἕνεκα του̃ ὀνόματός σου κύριε ζήσεις με ἐν τη̨̃ δικαιοσύνη̨ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου

142:12 καὶ ἐν τω̨̃ ἐλέει σου ἐξολεθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολει̃ς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι δου̃λός σού εἰμι ἐγώ

143:1 τω̨̃ Δαυιδ πρὸς τὸν Γολιαδ εὐλογητὸς κύριος ὁ θεός μου ὁ διδάσκων τὰς χει̃ράς μου εἰς παράταξιν τοὺς δακτύλους μου εἰς πόλεμον

143:2 ἔλεός μου καὶ καταφυγή μου ἀντιλήμπτωρ μου καὶ ῥύστης μου ὑπερασπιστής μου καὶ ἐπ' αὐτω̨̃ ἤλπισα ὁ ὑποτάσσων τὸν λαόν μου ὑπ' ἐμέ

143:3 κύριε τί ἐστιν ἄνθρωπος ὅτι ἐγνώσθης αὐτω̨̃ ἢ υἱὸς ἀνθρώπου ὅτι λογίζη̨ αὐτόν

143:4 ἄνθρωπος ματαιότητι ὡμοιώθη αἱ ἡμέραι αὐτου̃ ὡσεὶ σκιὰ παράγουσιν

143:5 κύριε κλι̃νον οὐρανούς σου καὶ κατάβηθι ἅψαι τω̃ν ὀρέων καὶ καπνισθήσονται

143:6 ἄστραψον ἀστραπὴν καὶ σκορπιει̃ς αὐτούς ἐξαπόστειλον τὰ βέλη σου καὶ συνταράξεις αὐτούς

143:7 ἐξαπόστειλον τὴν χει̃ρά σου ἐξ ὕψους ἐξελου̃ με καὶ ῥυ̃σαί με ἐξ ὑδάτων πολλω̃ν ἐκ χειρὸς υἱω̃ν ἀλλοτρίων

143:8 ὡ̃ν τὸ στόμα ἐλάλησεν ματαιότητα καὶ ἡ δεξιὰ αὐτω̃ν δεξιὰ ἀδικίας

143:9 ὁ θεός ὠ̨δὴν καινὴν ἄ̨σομαί σοι ἐν ψαλτηρίω̨ δεκαχόρδω̨ ψαλω̃ σοι

143:10 τω̨̃ διδόντι τὴν σωτηρίαν τοι̃ς βασιλευ̃σιν τω̨̃ λυτρουμένω̨ Δαυιδ τὸν δου̃λον αὐτου̃ ἐκ ῥομφαίας πονηρα̃ς

143:11 ῥυ̃σαί με καὶ ἐξελου̃ με ἐκ χειρὸς υἱω̃ν ἀλλοτρίων ὡ̃ν τὸ στόμα ἐλάλησεν ματαιότητα καὶ ἡ δεξιὰ αὐτω̃ν δεξιὰ ἀδικίας

143:12 ὡ̃ν οἱ υἱοὶ ὡς νεόφυτα ἡδρυμμένα ἐν τη̨̃ νεότητι αὐτω̃ν αἱ θυγατέρες αὐτω̃ν κεκαλλωπισμέναι περικεκοσμημέναι ὡς ὁμοίωμα ναου̃

143:13 τὰ ταμίεια αὐτω̃ν πλήρη ἐξερευγόμενα ἐκ τούτου εἰς του̃το τὰ πρόβατα αὐτω̃ν πολυτόκα πληθύνοντα ἐν ται̃ς ἐξόδοις αὐτω̃ν

143:14 οἱ βόες αὐτω̃ν παχει̃ς οὐκ ἔστιν κατάπτωμα φραγμου̃ οὐδὲ διέξοδος οὐδὲ κραυγὴ ἐν ται̃ς πλατείαις αὐτω̃ν

143:15 ἐμακάρισαν τὸν λαόν ὡ̨̃ ταυ̃τά ἐστιν μακάριος ὁ λαός οὑ̃ κύριος ὁ θεὸς αὐτου̃

144:1 αἴνεσις τω̨̃ Δαυιδ ὑψώσω σε ὁ θεός μου ὁ βασιλεύς μου καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰω̃να καὶ εἰς τὸν αἰω̃να του̃ αἰω̃νος

144:2 καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰω̃να καὶ εἰς τὸν αἰω̃να του̃ αἰω̃νος

144:3 μέγας κύριος καὶ αἰνετὸς σφόδρα καὶ τη̃ς μεγαλωσύνης αὐτου̃ οὐκ ἔστιν πέρας

144:4 γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου καὶ τὴν δύναμίν σου ἀπαγγελου̃σιν

144:5 τὴν μεγαλοπρέπειαν τη̃ς δόξης τη̃ς ἁγιωσύνης σου λαλήσουσιν καὶ τὰ θαυμάσιά σου διηγήσονται

144:6 καὶ τὴν δύναμιν τω̃ν φοβερω̃ν σου ἐρου̃σιν καὶ τὴν μεγαλωσύνην σου διηγήσονται

144:7 μνήμην του̃ πλήθους τη̃ς χρηστότητός σου ἐξερεύξονται καὶ τη̨̃ δικαιοσύνη̨ σου ἀγαλλιάσονται

144:8 οἰκτίρμων καὶ ἐλεήμων ὁ κύριος μακρόθυμος καὶ πολυέλεος

144:9 χρηστὸς κύριος τοι̃ς σύμπασιν καὶ οἱ οἰκτιρμοὶ αὐτου̃ ἐπὶ πάντα τὰ ἔργα αὐτου̃

144:10 ἐξομολογησάσθωσάν σοι κύριε πάντα τὰ ἔργα σου καὶ οἱ ὅσιοί σου εὐλογησάτωσάν σε

144:11 δόξαν τη̃ς βασιλείας σου ἐρου̃σιν καὶ τὴν δυναστείαν σου λαλήσουσιν

144:12 του̃ γνωρίσαι τοι̃ς υἱοι̃ς τω̃ν ἀνθρώπων τὴν δυναστείαν σου καὶ τὴν δόξαν τη̃ς μεγαλοπρεπείας τη̃ς βασιλείας σου

144:13 ἡ βασιλεία σου βασιλεία πάντων τω̃ν αἰώνων καὶ ἡ δεσποτεία σου ἐν πάση̨ γενεα̨̃ καὶ γενεα̨̃

144:13a πιστὸς κύριος ἐν τοι̃ς λόγοις αὐτου̃ καὶ ὅσιος ἐν πα̃σι τοι̃ς ἔργοις αὐτου̃

144:14 ὑποστηρίζει κύριος πάντας τοὺς καταπίπτοντας καὶ ἀνορθοι̃ πάντας τοὺς κατερραγμένους

144:15 οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσιν καὶ σὺ δίδως τὴν τροφὴν αὐτω̃ν ἐν εὐκαιρία̨

144:16 ἀνοίγεις σὺ τὴν χει̃ρά σου καὶ ἐμπιπλα̨̃ς πα̃ν ζω̨̃ον εὐδοκίας

144:17 δίκαιος κύριος ἐν πάσαις ται̃ς ὁδοι̃ς αὐτου̃ καὶ ὅσιος ἐν πα̃σιν τοι̃ς ἔργοις αὐτου̃

144:18 ἐγγὺς κύριος πα̃σιν τοι̃ς ἐπικαλουμένοις αὐτόν πα̃σι τοι̃ς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθεία̨

144:19 θέλημα τω̃ν φοβουμένων αὐτὸν ποιήσει καὶ τη̃ς δεήσεως αὐτω̃ν ἐπακούσεται καὶ σώσει αὐτούς

144:20 φυλάσσει κύριος πάντας τοὺς ἀγαπω̃ντας αὐτὸν καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολεθρεύσει

144:21 αἴνεσιν κυρίου λαλήσει τὸ στόμα μου καὶ εὐλογείτω πα̃σα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτου̃ εἰς τὸν αἰω̃να καὶ εἰς τὸν αἰω̃να του̃ αἰω̃νος

145:1 αλληλουια Αγγαιου καὶ Ζαχαριου αἴνει ἡ ψυχή μου τὸν κύριον

145:2 αἰνέσω κύριον ἐν ζωη̨̃ μου ψαλω̃ τω̨̃ θεω̨̃ μου ἕως ὑπάρχω

145:3 μὴ πεποίθατε ἐπ' ἄρχοντας καὶ ἐφ' υἱοὺς ἀνθρώπων οἱ̃ς οὐκ ἔστιν σωτηρία

145:4 ἐξελεύσεται τὸ πνευ̃μα αὐτου̃ καὶ ἐπιστρέψει εἰς τὴν γη̃ν αὐτου̃ ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ ἀπολου̃νται πάντες οἱ διαλογισμοὶ αὐτω̃ν

145:5 μακάριος οὑ̃ ὁ θεὸς Ιακωβ βοηθός ἡ ἐλπὶς αὐτου̃ ἐπὶ κύριον τὸν θεὸν αὐτου̃

145:6 τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γη̃ν τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοι̃ς τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰω̃να

145:7 ποιου̃ντα κρίμα τοι̃ς ἀδικουμένοις διδόντα τροφὴν τοι̃ς πεινω̃σιν κύριος λύει πεπεδημένους

145:8 κύριος ἀνορθοι̃ κατερραγμένους κύριος σοφοι̃ τυφλούς κύριος ἀγαπα̨̃ δικαίους

145:9 κύριος φυλάσσει τοὺς προσηλύτους ὀρφανὸν καὶ χήραν ἀναλήμψεται καὶ ὁδὸν ἁμαρτωλω̃ν ἀφανιει̃

145:10 βασιλεύσει κύριος εἰς τὸν αἰω̃να ὁ θεός σου Σιων εἰς γενεὰν καὶ γενεάν

146:1 αλληλουια Αγγαιου καὶ Ζαχαριου αἰνει̃τε τὸν κύριον ὅτι ἀγαθὸν ψαλμός τω̨̃ θεω̨̃ ἡμω̃ν ἡδυνθείη αἴνεσις

146:2 οἰκοδομω̃ν Ιερουσαλημ ὁ κύριος καὶ τὰς διασπορὰς του̃ Ισραηλ ἐπισυνάξει

146:3 ὁ ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν καὶ δεσμεύων τὰ συντρίμματα αὐτω̃ν

146:4 ὁ ἀριθμω̃ν πλήθη ἄστρων καὶ πα̃σιν αὐτοι̃ς ὀνόματα καλω̃ν

146:5 μέγας ὁ κύριος ἡμω̃ν καὶ μεγάλη ἡ ἰσχὺς αὐτου̃ καὶ τη̃ς συνέσεως αὐτου̃ οὐκ ἔστιν ἀριθμός

146:6 ἀναλαμβάνων πραει̃ς ὁ κύριος ταπεινω̃ν δὲ ἁμαρτωλοὺς ἕως τη̃ς γη̃ς

146:7 ἐξάρξατε τω̨̃ κυρίω̨ ἐν ἐξομολογήσει ψάλατε τω̨̃ θεω̨̃ ἡμω̃ν ἐν κιθάρα̨

146:8 τω̨̃ περιβάλλοντι τὸν οὐρανὸν ἐν νεφέλαις τω̨̃ ἑτοιμάζοντι τη̨̃ γη̨̃ ὑετόν τω̨̃ ἐξανατέλλοντι ἐν ὄρεσι χόρτον καὶ χλόην τη̨̃ δουλεία̨ τω̃ν ἀνθρώπων

146:9 διδόντι τοι̃ς κτήνεσι τροφὴν αὐτω̃ν καὶ τοι̃ς νεοσσοι̃ς τω̃ν κοράκων τοι̃ς ἐπικαλουμένοις αὐτόν

146:10 οὐκ ἐν τη̨̃ δυναστεία̨ του̃ ἵππου θελήσει οὐδὲ ἐν ται̃ς κνήμαις του̃ ἀνδρὸς εὐδοκει̃

146:11 εὐδοκει̃ κύριος ἐν τοι̃ς φοβουμένοις αὐτὸν καὶ ἐν τοι̃ς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτου̃

147:1 αλληλουια Αγγαιου καὶ Ζαχαριου ἐπαίνει Ιερουσαλημ τὸν κύριον αἴνει τὸν θεόν σου Σιων

147:2 ὅτι ἐνίσχυσεν τοὺς μοχλοὺς τω̃ν πυλω̃ν σου εὐλόγησεν τοὺς υἱούς σου ἐν σοί

147:3 ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην καὶ στέαρ πυρου̃ ἐμπιπλω̃ν σε

147:4 ὁ ἀποστέλλων τὸ λόγιον αὐτου̃ τη̨̃ γη̨̃ ἕως τάχους δραμει̃ται ὁ λόγος αὐτου̃

147:5 του̃ διδόντος χιόνα ὡσεὶ ἔριον ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος

147:6 βάλλοντος κρύσταλλον αὐτου̃ ὡσεὶ ψωμούς κατὰ πρόσωπον ψύχους αὐτου̃ τίς ὑποστήσεται

147:7 ἀποστελει̃ τὸν λόγον αὐτου̃ καὶ τήξει αὐτά πνεύσει τὸ πνευ̃μα αὐτου̃ καὶ ῥυήσεται ὕδατα

147:8 ἀπαγγέλλων τὸν λόγον αὐτου̃ τω̨̃ Ιακωβ δικαιώματα καὶ κρίματα αὐτου̃ τω̨̃ Ισραηλ

147:9 οὐκ ἐποίησεν οὕτως παντὶ ἔθνει καὶ τὰ κρίματα αὐτου̃ οὐκ ἐδήλωσεν αὐτοι̃ς

148:1 αλληλουια Αγγαιου καὶ Ζαχαριου αἰνει̃τε τὸν κύριον ἐκ τω̃ν οὐρανω̃ν αἰνει̃τε αὐτὸν ἐν τοι̃ς ὑψίστοις

148:2 αἰνει̃τε αὐτόν πάντες οἱ ἄγγελοι αὐτου̃ αἰνει̃τε αὐτόν πα̃σαι αἱ δυνάμεις αὐτου̃

148:3 αἰνει̃τε αὐτόν ἥλιος καὶ σελήνη αἰνει̃τε αὐτόν πάντα τὰ ἄστρα καὶ τὸ φω̃ς

148:4 αἰνει̃τε αὐτόν οἱ οὐρανοὶ τω̃ν οὐρανω̃ν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τω̃ν οὐρανω̃ν

148:5 αἰνεσάτωσαν τὸ ὄνομα κυρίου ὅτι αὐτὸς εἰ̃πεν καὶ ἐγενήθησαν αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν

148:6 ἔστησεν αὐτὰ εἰς τὸν αἰω̃να καὶ εἰς τὸν αἰω̃να του̃ αἰω̃νος πρόσταγμα ἔθετο καὶ οὐ παρελεύσεται

148:7 αἰνει̃τε τὸν κύριον ἐκ τη̃ς γη̃ς δράκοντες καὶ πα̃σαι ἄβυσσοι

148:8 πυ̃ρ χάλαζα χιών κρύσταλλος πνευ̃μα καταιγίδος τὰ ποιου̃ντα τὸν λόγον αὐτου̃

148:9 τὰ ὄρη καὶ πάντες οἱ βουνοί ξύλα καρποφόρα καὶ πα̃σαι κέδροι

148:10 τὰ θηρία καὶ πάντα τὰ κτήνη ἑρπετὰ καὶ πετεινὰ πτερωτά

148:11 βασιλει̃ς τη̃ς γη̃ς καὶ πάντες λαοί ἄρχοντες καὶ πάντες κριταὶ γη̃ς

148:12 νεανίσκοι καὶ παρθένοι πρεσβυ̃ται μετὰ νεωτέρων

148:13 αἰνεσάτωσαν τὸ ὄνομα κυρίου ὅτι ὑψώθη τὸ ὄνομα αὐτου̃ μόνου ἡ ἐξομολόγησις αὐτου̃ ἐπὶ γη̃ς καὶ οὐρανου̃

148:14 καὶ ὑψώσει κέρας λαου̃ αὐτου̃ ὕμνος πα̃σι τοι̃ς ὁσίοις αὐτου̃ τοι̃ς υἱοι̃ς Ισραηλ λαω̨̃ ἐγγίζοντι αὐτω̨̃

149:1 αλληλουια ἄ̨σατε τω̨̃ κυρίω̨ ἀ̨̃σμα καινόν ἡ αἴνεσις αὐτου̃ ἐν ἐκκλησία̨ ὁσίων

149:2 εὐφρανθήτω Ισραηλ ἐπὶ τω̨̃ ποιήσαντι αὐτόν καὶ υἱοὶ Σιων ἀγαλλιάσθωσαν ἐπὶ τω̨̃ βασιλει̃ αὐτω̃ν

149:3 αἰνεσάτωσαν τὸ ὄνομα αὐτου̃ ἐν χορω̨̃ ἐν τυμπάνω̨ καὶ ψαλτηρίω̨ ψαλάτωσαν αὐτω̨̃

149:4 ὅτι εὐδοκει̃ κύριος ἐν λαω̨̃ αὐτου̃ καὶ ὑψώσει πραει̃ς ἐν σωτηρία̨

149:5 καυχήσονται ὅσιοι ἐν δόξη̨ καὶ ἀγαλλιάσονται ἐπὶ τω̃ν κοιτω̃ν αὐτω̃ν

149:6 αἱ ὑψώσεις του̃ θεου̃ ἐν τω̨̃ λάρυγγι αὐτω̃ν καὶ ῥομφαι̃αι δίστομοι ἐν ται̃ς χερσὶν αὐτω̃ν

149:7 του̃ ποιη̃σαι ἐκδίκησιν ἐν τοι̃ς ἔθνεσιν ἐλεγμοὺς ἐν τοι̃ς λαοι̃ς

149:8 του̃ δη̃σαι τοὺς βασιλει̃ς αὐτω̃ν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτω̃ν ἐν χειροπέδαις σιδηραι̃ς

149:9 του̃ ποιη̃σαι ἐν αὐτοι̃ς κρίμα ἔγγραπτον δόξα αὕτη ἐστὶν πα̃σι τοι̃ς ὁσίοις αὐτου̃

150:1 αλληλουια αἰνει̃τε τὸν θεὸν ἐν τοι̃ς ἁγίοις αὐτου̃ αἰνει̃τε αὐτὸν ἐν στερεώματι δυνάμεως αὐτου̃

150:2 αἰνει̃τε αὐτὸν ἐπὶ ται̃ς δυναστείαις αὐτου̃ αἰνει̃τε αὐτὸν κατὰ τὸ πλη̃θος τη̃ς μεγαλωσύνης αὐτου̃

150:3 αἰνει̃τε αὐτὸν ἐν ἤχω̨ σάλπιγγος αἰνει̃τε αὐτὸν ἐν ψαλτηρίω̨ καὶ κιθάρα̨

150:4 αἰνει̃τε αὐτὸν ἐν τυμπάνω̨ καὶ χορω̨̃ αἰνει̃τε αὐτὸν ἐν χορδαι̃ς καὶ ὀργάνω̨

150:5 αἰνει̃τε αὐτὸν ἐν κυμβάλοις εὐήχοις αἰνει̃τε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμου̃

150:6 πα̃σα πνοὴ αἰνεσάτω τὸν κύριον αλληλουια

151:1 οὑ̃τος ὁ ψαλμὸς ἰδιόγραφος εἰς Δαυιδ καὶ ἔξωθεν του̃ ἀριθμου̃ ὅτε ἐμονομάχησεν τω̨̃ Γολιαδ μικρὸς ἤμην ἐν τοι̃ς ἀδελφοι̃ς μου καὶ νεώτερος ἐν τω̨̃ οἴκω̨ του̃ πατρός μου ἐποίμαινον τὰ πρόβατα του̃ πατρός μου

151:2 αἱ χει̃ρές μου ἐποίησαν ὄργανον οἱ δάκτυλοί μου ἥρμοσαν ψαλτήριον

151:3 καὶ τίς ἀναγγελει̃ τω̨̃ κυρίω̨ μου αὐτὸς κύριος αὐτὸς εἰσακούει

151:4 αὐτὸς ἐξαπέστειλεν τὸν ἄγγελον αὐτου̃ καὶ ἠ̃ρέν με ἐκ τω̃ν προβάτων του̃ πατρός μου καὶ ἔχρισέν με ἐν τω̨̃ ἐλαίω̨ τη̃ς χρίσεως αὐτου̃

151:5 οἱ ἀδελφοί μου καλοὶ καὶ μεγάλοι καὶ οὐκ εὐδόκησεν ἐν αὐτοι̃ς κύριος

151:6 ἐξη̃λθον εἰς συνάντησιν τω̨̃ ἀλλοφύλω̨ καὶ ἐπικατηράσατό με ἐν τοι̃ς εἰδώλοις αὐτου̃

151:7 ἐγὼ δὲ σπασάμενος τὴν παρ' αὐτου̃ μάχαιραν ἀπεκεφάλισα αὐτὸν καὶ ἠ̃ρα ὄνειδος ἐξ υἱω̃ν Ισραηλ

.

Книго

[X]