Τωβὶτ ('Αλεξανδρινòς Κω̃διξ, Βατικανòς Κω̃διξ)

1:1 βίβλος λόγων Τωβιτ του̃ Τωβιηλ του̃ Ανανιηλ του̃ Αδουηλ του̃ Γαβαηλ ἐκ του̃ σπέρματος Ασιηλ ἐκ τη̃ς φυλη̃ς Νεφθαλιμ

1:2 ὃς ἠ̨χμαλωτεύθη ἐν ἡμέραις Ενεμεσσαρου του̃ βασιλέως 'Ασσυρίων ἐκ Θισβης ἥ ἐστιν ἐκ δεξιω̃ν Κυδιως τη̃ς Νεφθαλιμ ἐν τη̨̃ Γαλιλαία̨ ὑπεράνω Ασηρ

1:3 ἐγὼ Τωβιτ ὁδοι̃ς ἀληθείας ἐπορευόμην καὶ δικαιοσύνης πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς μου καὶ ἐλεημοσύνας πολλὰς ἐποίησα τοι̃ς ἀδελφοι̃ς μου καὶ τω̨̃ ἔθνει τοι̃ς συμπορευθει̃σιν μετ' ἐμου̃ εἰς χώραν 'Ασσυρίων εἰς Νινευη

1:4 καὶ ὅτε ἤμην ἐν τη̨̃ χώρα̨ μου ἐν τη̨̃ γη̨̃ Ισραηλ νεωτέρου μου ὄντος πα̃σα φυλὴ του̃ Νεφθαλιμ του̃ πατρός μου ἀπέστη ἀπὸ του̃ οἴκου Ιεροσολύμων τη̃ς ἐκλεγείσης ἀπὸ πασω̃ν τω̃ν φυλω̃ν Ισραηλ εἰς τὸ θυσιάζειν πάσας τὰς φυλάς καὶ ἡγιάσθη ὁ ναὸς τη̃ς κατασκηνώσεως του̃ ὑψίστου καὶ ὠ̨κοδομήθη εἰς πάσας τὰς γενεὰς του̃ αἰω̃νος

1:5 καὶ πα̃σαι αἱ φυλαὶ αἱ συναποστα̃σαι ἔθυον τη̨̃ Βααλ τη̨̃ δαμάλει καὶ ὁ οἰ̃κος Νεφθαλιμ του̃ πατρός μου

1:6 κἀγὼ μόνος ἐπορευόμην πλεονάκις εἰς Ιεροσόλυμα ἐν ται̃ς ἑορται̃ς καθὼς γέγραπται παντὶ τω̨̃ Ισραηλ ἐν προστάγματι αἰωνίω̨ τὰς ἀπαρχὰς καὶ τὰς δεκάτας τω̃ν γενημάτων καὶ τὰς πρωτοκουρίας ἔχων

1:7 καὶ ἐδίδουν αὐτὰς τοι̃ς ἱερευ̃σιν τοι̃ς υἱοι̃ς Ααρων πρὸς τὸ θυσιαστήριον πάντων τω̃ν γενημάτων τὴν δεκάτην ἐδίδουν τοι̃ς υἱοι̃ς Λευι τοι̃ς θεραπεύουσιν ἐν Ιερουσαλημ καὶ τὴν δευτέραν δεκάτην ἀπεπρατιζόμην καὶ ἐπορευόμην καὶ ἐδαπάνων αὐτὰ ἐν Ιεροσολύμοις καθ' ἕκαστον ἐνιαυτόν

1:8 καὶ τὴν τρίτην ἐδίδουν οἱ̃ς καθήκει καθὼς ἐνετείλατο Δεββωρα ἡ μήτηρ του̃ πατρός μου διότι ὀρφανὸς κατελείφθην ὑπὸ του̃ πατρός μου

1:9 καὶ ὅτε ἐγενόμην ἀνήρ ἔλαβον Ανναν γυναι̃κα ἐκ του̃ σπέρματος τη̃ς πατρια̃ς ἡμω̃ν καὶ ἐγέννησα ἐξ αὐτη̃ς Τωβιαν

1:10 καὶ ὅτε ἠ̨χμαλωτίσθην εἰς Νινευη πάντες οἱ ἀδελφοί μου καὶ οἱ ἐκ του̃ γένους μου ἤσθιον ἐκ τω̃ν ἄρτων τω̃ν ἐθνω̃ν

1:11 ἐγὼ δὲ συνετήρησα τὴν ψυχήν μου μὴ φαγει̃ν

1:12 καθότι ἐμεμνήμην του̃ θεου̃ ἐν ὅλη̨ τη̨̃ ψυχη̨̃ μου

1:13 καὶ ἔδωκεν ὁ ὕψιστος χάριν καὶ μορφὴν ἐνώπιον Ενεμεσσαρου καὶ ἤμην αὐτου̃ ἀγοραστής

1:14 καὶ ἐπορευόμην εἰς τὴν Μηδίαν καὶ παρεθέμην Γαβαήλω̨ τω̨̃ ἀδελφω̨̃ Γαβρια ἐν Ραγοις τη̃ς Μηδίας ἀργυρίου τάλαντα δέκα

1:15 καὶ ὅτε ἀπέθανεν Ενεμεσσαρος ἐβασίλευσεν Σενναχηριμ ὁ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃ καὶ αἱ ὁδοὶ αὐτου̃ ἠκαταστάτησαν καὶ οὐκέτι ἠδυνάσθην πορευθη̃ναι εἰς τὴν Μηδίαν

1:16 καὶ ἐν ται̃ς ἡμέραις Ενεμεσσαρου ἐλεημοσύνας πολλὰς ἐποίουν τοι̃ς ἀδελφοι̃ς μου

1:17 τοὺς ἄρτους μου ἐδίδουν τοι̃ς πεινω̃σιν καὶ τὰ ἱμάτιά μου τοι̃ς γυμνοι̃ς καὶ εἴ τινα ἐκ του̃ γένους μου ἐθεώρουν τεθνηκότα καὶ ἐρριμμένον ὀπίσω του̃ τείχους Νινευη ἔθαπτον αὐτόν

1:18 καὶ εἴ τινα ἀπέκτεινεν Σενναχηριμ ὁ βασιλεύς ὅτε ἠ̃λθεν φεύγων ἐκ τη̃ς Ιουδαίας ἔθαψα αὐτοὺς κλέπτων πολλοὺς γὰρ ἀπέκτεινεν ἐν τω̨̃ θυμω̨̃ αὐτου̃ καὶ ἐζητήθη ὑπὸ του̃ βασιλέως τὰ σώματα καὶ οὐχ εὑρέθη

1:19 πορευθεὶς δὲ εἱ̃ς τω̃ν ἐν Νινευη ὑπέδειξε τω̨̃ βασιλει̃ περὶ ἐμου̃ ὅτι θάπτω αὐτούς καὶ ἐκρύβην ἐπιγνοὺς δὲ ὅτι ζητου̃μαι ἀποθανει̃ν φοβηθεὶς ἀνεχώρησα

1:20 καὶ διηρπάγη πάντα τὰ ὑπάρχοντά μου καὶ οὐ κατελείφθη μοι οὐδὲν πλὴν Αννας τη̃ς γυναικός μου καὶ Τωβιου του̃ υἱου̃ μου

1:21 καὶ οὐ διη̃λθον ἡμέραι πεντήκοντα ἕως οὑ̃ ἀπέκτειναν αὐτὸν οἱ δύο υἱοὶ αὐτου̃ καὶ ἔφυγον εἰς τὰ ὄρη Αραρατ καὶ ἐβασίλευσεν Σαχερδονος ὁ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃ καὶ ἔταξεν Αχιαχαρον τὸν Αναηλ υἱὸν του̃ ἀδελφου̃ μου ἐπὶ πα̃σαν τὴν ἐκλογιστίαν τη̃ς βασιλείας αὐτου̃ καὶ ἐπὶ πα̃σαν τὴν διοίκησιν

1:22 καὶ ἠξίωσεν Αχιαχαρος περὶ ἐμου̃ καὶ ἠ̃λθον εἰς Νινευη Αχιαχαρος δὲ ἠ̃ν ὁ οἰνοχόος καὶ ἐπὶ του̃ δακτυλίου καὶ διοικητὴς καὶ ἐκλογιστής καὶ κατέστησεν αὐτὸν ὁ Σαχερδονος ἐκ δευτέρας ἠ̃ν δὲ ἐξάδελφός μου

2:1 ὅτε δὲ κατη̃λθον εἰς τὸν οἰ̃κόν μου καὶ ἀπεδόθη μοι Αννα ἡ γυνή μου καὶ Τωβιας ὁ υἱός μου ἐν τη̨̃ πεντηκοστη̨̃ τη̨̃ ἑορτη̨̃ ἥ ἐστιν ἁγία ἑπτὰ ἑβδομάδων ἐγενήθη ἄριστον καλόν μοι καὶ ἀνέπεσα του̃ φαγει̃ν

2:2 καὶ ἐθεασάμην ὄψα πολλὰ καὶ εἰ̃πα τω̨̃ υἱω̨̃ μου βάδισον καὶ ἄγαγε ὃν ἐὰν εὕρη̨ς τω̃ν ἀδελφω̃ν ἡμω̃ν ἐνδεη̃ ὃς μέμνηται του̃ κυρίου καὶ ἰδοὺ μενω̃ σε

2:3 καὶ ἐλθὼν εἰ̃πεν πάτερ εἱ̃ς ἐκ του̃ γένους ἡμω̃ν ἐστραγγαλωμένος ἔρριπται ἐν τη̨̃ ἀγορα̨̃

2:4 κἀγὼ πρὶν ἢ γεύσασθαί με ἀναπηδήσας ἀνειλόμην αὐτὸν εἴς τι οἴκημα ἕως οὑ̃ ἔδυ ὁ ἥλιος

2:5 καὶ ἐπιστρέψας ἐλουσάμην καὶ ἤσθιον τὸν ἄρτον μου ἐν λύπη̨

2:6 καὶ ἐμνήσθην τη̃ς προφητείας Αμως καθὼς εἰ̃πεν στραφήσονται αἱ ἑορταὶ ὑμω̃ν εἰς πένθος καὶ πα̃σαι αἱ εὐφροσύναι ὑμω̃ν εἰς θρη̃νον καὶ ἔκλαυσα

2:7 καὶ ὅτε ἔδυ ὁ ἥλιος ὠ̨χόμην καὶ ὀρύξας ἔθαψα αὐτόν

2:8 καὶ οἱ πλησίον ἐπεγέλων λέγοντες οὐκέτι φοβει̃ται φονευθη̃ναι περὶ του̃ πράγματος τούτου καὶ ἀπέδρα καὶ ἰδοὺ πάλιν θάπτει τοὺς νεκρούς

2:9 καὶ ἐν αὐτη̨̃ τη̨̃ νυκτὶ ἀνέλυσα θάψας καὶ ἐκοιμήθην μεμιαμμένος παρὰ τὸν τοι̃χον τη̃ς αὐλη̃ς καὶ τὸ πρόσωπόν μου ἀκάλυπτον ἠ̃ν

2:10 καὶ οὐκ ἤ̨δειν ὅτι στρουθία ἐν τω̨̃ τοίχω̨ ἐστίν καὶ τω̃ν ὀφθαλμω̃ν μου ἀνεω̨γότων ἀφώδευσαν τὰ στρουθία θερμὸν εἰς τοὺς ὀφθαλμούς μου καὶ ἐγενήθη λευκώματα εἰς τοὺς ὀφθαλμούς μου καὶ ἐπορεύθην πρὸς ἰατρούς καὶ οὐκ ὠφέλησάν με Αχιαχαρος δὲ ἔτρεφέν με ἕως οὑ̃ ἐπορεύθη εἰς τὴν 'Ελυμαΐδα

2:11 καὶ ἡ γυνή μου Αννα ἠριθεύετο ἐν τοι̃ς γυναικείοις

2:12 καὶ ἀπέστελλε τοι̃ς κυρίοις καὶ ἀπέδωκαν αὐτη̨̃ καὶ αὐτοὶ τὸν μισθὸν προσδόντες καὶ ἔριφον

2:13 ὅτε δὲ ἠ̃λθεν πρός με ἤρξατο κράζειν καὶ εἰ̃πα αὐτη̨̃ πόθεν τὸ ἐρίφιον μὴ κλεψιμαι̃όν ἐστιν ἀπόδος αὐτὸ τοι̃ς κυρίοις οὐ γὰρ θεμιτόν ἐστιν φαγει̃ν κλεψιμαι̃ον

2:14 ἡ δὲ εἰ̃πεν δω̃ρον δέδοταί μοι ἐπὶ τω̨̃ μισθω̨̃ καὶ οὐκ ἐπίστευον αὐτη̨̃ καὶ ἔλεγον ἀποδιδόναι αὐτὸ τοι̃ς κυρίοις καὶ ἠρυθρίων πρὸς αὐτήν ἡ δὲ ἀποκριθει̃σα εἰ̃πέν μοι που̃ εἰσιν αἱ ἐλεημοσύναι σου καὶ αἱ δικαιοσύναι σου ἰδοὺ γνωστὰ πάντα μετὰ σου̃

3:1 καὶ λυπηθεὶς ἔκλαυσα καὶ προσευξάμην μετ' ὀδύνης λέγων

3:2 δίκαιος εἰ̃ κύριε καὶ πάντα τὰ ἔργα σου καὶ πα̃σαι αἱ ὁδοί σου ἐλεημοσύναι καὶ ἀλήθεια καὶ κρίσιν ἀληθινὴν καὶ δικαίαν σὺ κρίνεις εἰς τὸν αἰω̃να

3:3 μνήσθητί μου καὶ ἐπίβλεψον ἐπ' ἐμέ μή με ἐκδικήση̨ς ται̃ς ἁμαρτίαις μου καὶ τοι̃ς ἀγνοήμασίν μου καὶ τω̃ν πατέρων μου ἃ ἥμαρτον ἐνώπιόν σου

3:4 παρήκουσαν γὰρ τω̃ν ἐντολω̃ν σου ἔδωκας ἡμα̃ς εἰς διαρπαγὴν καὶ αἰχμαλωσίαν καὶ θάνατον καὶ παραβολὴν ὀνειδισμου̃ πα̃σιν τοι̃ς ἔθνεσιν ἐν οἱ̃ς ἐσκορπίσμεθα

3:5 καὶ νυ̃ν πολλαὶ αἱ κρίσεις σού εἰσιν ἀληθιναὶ ἐξ ἐμου̃ ποιη̃σαι περὶ τω̃ν ἁμαρτιω̃ν μου καὶ τω̃ν πατέρων μου ὅτι οὐκ ἐποιήσαμεν τὰς ἐντολάς σου οὐ γὰρ ἐπορεύθημεν ἐν ἀληθεία̨ ἐνώπιόν σου

3:6 καὶ νυ̃ν κατὰ τὸ ἀρεστὸν ἐνώπιόν σου ποίησον μετ' ἐμου̃ ἐπίταξον ἀναλαβει̃ν τὸ πνευ̃μά μου ὅπως ἀπολυθω̃ καὶ γένωμαι γη̃ διότι λυσιτελει̃ μοι ἀποθανει̃ν ἢ ζη̃ν ὅτι ὀνειδισμοὺς ψευδει̃ς ἤκουσα καὶ λύπη ἐστὶν πολλὴ ἐν ἐμοί ἐπίταξον ἀπολυθη̃ναί με τη̃ς ἀνάγκης ἤδη εἰς τὸν αἰώνιον τόπον μὴ ἀποστρέψη̨ς τὸ πρόσωπόν σου ἀπ' ἐμου̃

3:7 ἐν τη̨̃ αὐτη̨̃ ἡμέρα̨ συνέβη τη̨̃ θυγατρὶ Ραγουηλ Σαρρα ἐν 'Εκβατάνοις τη̃ς Μηδίας καὶ ταύτην ὀνειδισθη̃ναι ὑπὸ παιδισκω̃ν πατρὸς αὐτη̃ς

3:8 ὅτι ἠ̃ν δεδομένη ἀνδράσιν ἑπτά καὶ Ασμοδαυς τὸ πονηρὸν δαιμόνιον ἀπέκτεινεν αὐτοὺς πρὶν ἢ γενέσθαι αὐτοὺς μετ' αὐτη̃ς ὡς ἐν γυναιξίν καὶ εἰ̃παν αὐτη̨̃ οὐ συνίεις ἀποπνίγουσά σου τοὺς ἄνδρας ἤδη ἑπτὰ ἔσχες καὶ ἑνὸς αὐτω̃ν οὐκ ὠνάσθης

3:9 τί ἡμα̃ς μαστιγοι̃ς εἰ ἀπέθαναν βάδιζε μετ' αὐτω̃ν μὴ ἴδοιμέν σου υἱὸν ἢ θυγατέρα εἰς τὸν αἰω̃να

3:10 ταυ̃τα ἀκούσασα ἐλυπήθη σφόδρα ὥστε ἀπάγξασθαι καὶ εἰ̃πεν μία μέν εἰμι τω̨̃ πατρί μου ἐὰν ποιήσω του̃το ὄνειδος αὐτω̨̃ ἐστιν καὶ τὸ γη̃ρας αὐτου̃ κατάξω μετ' ὀδύνης εἰς ἅ̨δου

3:11 καὶ ἐδεήθη πρὸς τη̨̃ θυρίδι καὶ εἰ̃πεν εὐλογητὸς εἰ̃ κύριε ὁ θεός μου καὶ εὐλογητὸν τὸ ὄνομά σου τὸ ἅγιον καὶ ἔντιμον εἰς τοὺς αἰω̃νας εὐλογήσαισάν σε πάντα τὰ ἔργα σου εἰς τὸν αἰω̃να

3:12 καὶ νυ̃ν κύριε τοὺς ὀφθαλμούς μου καὶ τὸ πρόσωπόν μου εἰς σὲ δέδωκα

3:13 εἰπὸν ἀπολυ̃σαί με ἀπὸ τη̃ς γη̃ς καὶ μὴ ἀκου̃σαί με μηκέτι ὀνειδισμόν

3:14 σὺ γινώσκεις κύριε ὅτι καθαρά εἰμι ἀπὸ πάσης ἁμαρτίας ἀνδρὸς

3:15 καὶ οὐκ ἐμόλυνα τὸ ὄνομά μου οὐδὲ τὸ ὄνομα του̃ πατρός μου ἐν τη̨̃ γη̨̃ τη̃ς αἰχμαλωσίας μου μονογενής εἰμι τω̨̃ πατρί μου καὶ οὐχ ὑπάρχει αὐτω̨̃ παιδίον ὃ κληρονομήσει αὐτόν οὐδὲ ἀδελφὸς ἐγγὺς οὐδὲ ὑπάρχων αὐτω̨̃ υἱός ἵνα συντηρήσω ἐμαυτὴν αὐτω̨̃ γυναι̃κα ἤδη ἀπώλοντό μοι ἑπτά ἵνα τί μοι ζη̃ν καὶ εἰ μὴ δοκει̃ σοι ἀποκτει̃ναί με ἐπίταξον ἐπιβλέψαι ἐπ' ἐμὲ καὶ ἐλεη̃σαί με καὶ μηκέτι ἀκου̃σαί με ὀνειδισμόν

3:16 καὶ εἰσηκούσθη ἡ προσευχὴ ἀμφοτέρων ἐνώπιον τη̃ς δόξης του̃ μεγάλου Ραφαηλ

3:17 καὶ ἀπεστάλη ἰάσασθαι τοὺς δύο του̃ Τωβιτ λεπίσαι τὰ λευκώματα καὶ Σαρραν τὴν του̃ Ραγουηλ δου̃ναι Τωβια τω̨̃ υἱω̨̃ Τωβιτ γυναι̃κα καὶ δη̃σαι Ασμοδαυν τὸ πονηρὸν δαιμόνιον διότι Τωβια ἐπιβάλλει κληρονομη̃σαι αὐτήν ἐν αὐτω̨̃ τω̨̃ καιρω̨̃ ἐπιστρέψας Τωβιτ εἰση̃λθεν εἰς τὸν οἰ̃κον αὐτου̃ καὶ Σαρρα ἡ του̃ Ραγουηλ κατέβη ἐκ του̃ ὑπερώ̨ου αὐτη̃ς

4:1 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐμνήσθη Τωβιτ περὶ του̃ ἀργυρίου οὑ̃ παρέθετο Γαβαηλ ἐν 'Ράγοις τη̃ς Μηδίας

4:2 καὶ εἰ̃πεν ἐν ἑαυτω̨̃ ἐγὼ ἠ̨τησάμην θάνατον τί οὐ καλω̃ Τωβιαν τὸν υἱόν μου ἵνα αὐτω̨̃ ὑποδείξω πρὶν ἀποθανει̃ν με

4:3 καὶ καλέσας αὐτὸν εἰ̃πεν παιδίον ἐὰν ἀποθάνω θάψον με καὶ μὴ ὑπερίδη̨ς τὴν μητέρα σου τίμα αὐτὴν πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς σου καὶ ποίει τὸ ἀρεστὸν αὐτη̨̃ καὶ μὴ λυπήση̨ς αὐτήν

4:4 μνήσθητι παιδίον ὅτι πολλοὺς κινδύνους ἑόρακεν ἐπὶ σοὶ ἐν τη̨̃ κοιλία̨ ὅταν ἀποθάνη̨ θάψον αὐτὴν παρ' ἐμοὶ ἐν ἑνὶ τάφω̨

4:5 πάσας τὰς ἡμέρας παιδίον κυρίου του̃ θεου̃ ἡμω̃ν μνημόνευε καὶ μὴ θελήση̨ς ἁμαρτάνειν καὶ παραβη̃ναι τὰς ἐντολὰς αὐτου̃ δικαιοσύνην ποίει πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς σου καὶ μὴ πορευθη̨̃ς ται̃ς ὁδοι̃ς τη̃ς ἀδικίας

4:6 διότι ποιου̃ντός σου τὴν ἀλήθειαν εὐοδίαι ἔσονται ἐν τοι̃ς ἔργοις σου

4:7 καὶ πα̃σι τοι̃ς ποιου̃σι τὴν δικαιοσύνην ἐκ τω̃ν ὑπαρχόντων σοι ποίει ἐλεημοσύνην καὶ μὴ φθονεσάτω σου ὁ ὀφθαλμὸς ἐν τω̨̃ ποιει̃ν σε ἐλεημοσύνην μὴ ἀποστρέψη̨ς τὸ πρόσωπόν σου ἀπὸ παντὸς πτωχου̃ καὶ ἀπὸ σου̃ οὐ μὴ ἀποστραφη̨̃ τὸ πρόσωπον του̃ θεου̃

4:8 ὡς σοὶ ὑπάρχει κατὰ τὸ πλη̃θος ποίησον ἐξ αὐτω̃ν ἐλεημοσύνην ἐὰν ὀλίγον σοι ὑπάρχη̨ κατὰ τὸ ὀλίγον μὴ φοβου̃ ποιει̃ν ἐλεημοσύνην

4:9 θέμα γὰρ ἀγαθὸν θησαυρίζεις σεαυτω̨̃ εἰς ἡμέραν ἀνάγκης

4:10 διότι ἐλεημοσύνη ἐκ θανάτου ῥύεται καὶ οὐκ ἐα̨̃ εἰσελθει̃ν εἰς τὸ σκότος

4:11 δω̃ρον γὰρ ἀγαθόν ἐστιν ἐλεημοσύνη πα̃σι τοι̃ς ποιου̃σιν αὐτὴν ἐνώπιον του̃ ὑψίστου

4:12 πρόσεχε σεαυτω̨̃ παιδίον ἀπὸ πάσης πορνείας καὶ γυναι̃κα πρω̃τον λαβὲ ἀπὸ του̃ σπέρματος τω̃ν πατέρων σου μὴ λάβη̨ς γυναι̃κα ἀλλοτρίαν ἣ οὐκ ἔστιν ἐκ τη̃ς φυλη̃ς του̃ πατρός σου διότι υἱοὶ προφητω̃ν ἐσμεν Νωε Αβρααμ Ισαακ Ιακωβ οἱ πατέρες ἡμω̃ν ἀπὸ του̃ αἰω̃νος μνήσθητι παιδίον ὅτι οὑ̃τοι πάντες ἔλαβον γυναι̃κας ἐκ τω̃ν ἀδελφω̃ν αὐτω̃ν καὶ εὐλογήθησαν ἐν τοι̃ς τέκνοις αὐτω̃ν καὶ τὸ σπέρμα αὐτω̃ν κληρονομήσει γη̃ν

4:13 καὶ νυ̃ν παιδίον ἀγάπα τοὺς ἀδελφούς σου καὶ μὴ ὑπερηφανεύου τη̨̃ καρδία̨ σου ἀπὸ τω̃ν ἀδελφω̃ν σου καὶ τω̃ν υἱω̃ν καὶ θυγατέρων του̃ λαου̃ σου λαβει̃ν σεαυτω̨̃ ἐξ αὐτω̃ν γυναι̃κα διότι ἐν τη̨̃ ὑπερηφανία̨ ἀπώλεια καὶ ἀκαταστασία πολλή καὶ ἐν τη̨̃ ἀχρειότητι ἐλάττωσις καὶ ἔνδεια μεγάλη ἡ γὰρ ἀχρειότης μήτηρ ἐστὶν του̃ λιμου̃

4:14 μισθὸς παντὸς ἀνθρώπου ὃς ἐὰν ἐργάσηται παρὰ σοὶ μὴ αὐλισθήτω ἀλλὰ ἀπόδος αὐτω̨̃ παραυτίκα καὶ ἐὰν δουλεύση̨ς τω̨̃ θεω̨̃ ἀποδοθήσεταί σοι πρόσεχε σεαυτω̨̃ παιδίον ἐν πα̃σι τοι̃ς ἔργοις σου καὶ ἴσθι πεπαιδευμένος ἐν πάση̨ ἀναστροφη̨̃ σου

4:15 καὶ ὃ μισει̃ς μηδενὶ ποιήση̨ς οἰ̃νον εἰς μέθην μὴ πίη̨ς καὶ μὴ πορευθήτω μετὰ σου̃ μέθη ἐν τη̨̃ ὁδω̨̃ σου

4:16 ἐκ του̃ ἄρτου σου δίδου πεινω̃ντι καὶ ἐκ τω̃ν ἱματίων σου τοι̃ς γυμνοι̃ς πα̃ν ὃ ἐὰν περισσεύση̨ σοι ποίει ἐλεημοσύνην καὶ μὴ φθονεσάτω σου ὁ ὀφθαλμὸς ἐν τω̨̃ ποιει̃ν σε ἐλεημοσύνην

4:17 ἔκχεον τοὺς ἄρτους σου ἐπὶ τὸν τάφον τω̃ν δικαίων καὶ μὴ δω̨̃ς τοι̃ς ἁμαρτωλοι̃ς

4:18 συμβουλίαν παρὰ παντὸς φρονίμου ζήτησον καὶ μὴ καταφρονήση̨ς ἐπὶ πάσης συμβουλίας χρησίμης

4:19 καὶ ἐν παντὶ καιρω̨̃ εὐλόγει κύριον τὸν θεὸν καὶ παρ' αὐτου̃ αἴτησον ὅπως αἱ ὁδοί σου εὐθει̃αι γένωνται καὶ πα̃σαι αἱ τρίβοι καὶ βουλαὶ εὐοδωθω̃σιν διότι πα̃ν ἔθνος οὐκ ἔχει βουλήν ἀλλὰ αὐτὸς ὁ κύριος δίδωσιν πάντα τὰ ἀγαθὰ καὶ ὃν ἐὰν θέλη̨ ταπεινοι̃ καθὼς βούλεται καὶ νυ̃ν παιδίον μνημόνευε τω̃ν ἐντολω̃ν μου καὶ μὴ ἐξαλειφθήτωσαν ἐκ τη̃ς καρδίας σου

4:20 καὶ νυ̃ν ὑποδεικνύω σοι τὰ δέκα τάλαντα του̃ ἀργυρίου ἃ παρεθέμην Γαβαήλω̨ τω̨̃ του̃ Γαβρια ἐν 'Ράγοις τη̃ς Μηδίας

4:21 καὶ μὴ φοβου̃ παιδίον ὅτι ἐπτωχεύσαμεν ὑπάρχει σοι πολλά ἐὰν φοβηθη̨̃ς τὸν θεὸν καὶ ἀποστη̨̃ς ἀπὸ πάσης ἁμαρτίας καὶ ποιήση̨ς τὸ ἀρεστὸν ἐνώπιον αὐτου̃

5:1 καὶ ἀποκριθεὶς Τωβιας εἰ̃πεν αὐτω̨̃ πάτερ ποιήσω πάντα ὅσα ἐντέταλσαί μοι

5:2 ἀλλὰ πω̃ς δυνήσομαι λαβει̃ν τὸ ἀργύριον καὶ οὐ γινώσκω αὐτόν

5:3 καὶ ἔδωκεν αὐτω̨̃ τὸ χειρόγραφον καὶ εἰ̃πεν αὐτω̨̃ ζήτησον σεαυτω̨̃ ἄνθρωπον ὃς συμπορεύσεταί σοι καὶ δώσω αὐτω̨̃ μισθόν ἕως ζω̃ καὶ λαβὲ πορευθεὶς τὸ ἀργύριον

5:4 καὶ ἐπορεύθη ζητη̃σαι ἄνθρωπον καὶ εὑ̃ρεν τὸν Ραφαηλ ὃς ἠ̃ν ἄγγελος καὶ οὐκ ἤ̨δει

5:5 καὶ εἰ̃πεν αὐτω̨̃ εἰ δύναμαι πορευθη̃ναι μετὰ σου̃ ἐν 'Ράγοις τη̃ς Μηδίας καὶ εἰ ἔμπειρος εἰ̃ τω̃ν τόπων

5:6 καὶ εἰ̃πεν αὐτω̨̃ ὁ ἄγγελος πορεύσομαι μετὰ σου̃ καὶ τη̃ς ὁδου̃ ἐμπειρω̃ καὶ παρὰ Γαβαηλ τὸν ἀδελφὸν ἡμω̃ν ηὐλίσθην

5:7 καὶ εἰ̃πεν αὐτω̨̃ Τωβιας ὑπόμεινόν με καὶ ἐρω̃ τω̨̃ πατρί μου

5:8 καὶ εἰ̃πεν αὐτω̨̃ πορεύου καὶ μὴ χρονίση̨ς

5:9 καὶ εἰσελθὼν εἰ̃πεν τω̨̃ πατρί ἰδοὺ εὕρηκα ὃς συμπορεύσεταί μοι ὁ δὲ εἰ̃πεν φώνησον αὐτὸν πρός με ἵνα ἐπιγνω̃ ποίας φυλη̃ς ἐστιν καὶ εἰ πιστὸς του̃ πορευθη̃ναι μετὰ σου̃

5:10 καὶ ἐκάλεσεν αὐτόν καὶ εἰση̃λθεν καὶ ἠσπάσαντο ἀλλήλους

5:11 καὶ εἰ̃πεν αὐτω̨̃ Τωβιτ ἄδελφε ἐκ ποίας φυλη̃ς καὶ ἐκ ποίας πατρίδος σὺ εἰ̃ ὑπόδειξόν μοι

5:12 καὶ εἰ̃πεν αὐτω̨̃ φυλὴν καὶ πατριὰν σὺ ζητει̃ς ἢ μίσθιον ὃς συμπορεύσεται μετὰ του̃ υἱου̃ σου καὶ εἰ̃πεν αὐτω̨̃ Τωβιτ βούλομαι ἄδελφε ἐπιγνω̃ναι τὸ γένος σου καὶ τὸ ὄνομα

5:13 ὁ δὲ εἰ̃πεν ἐγὼ Αζαριας Ανανιου του̃ μεγάλου τω̃ν ἀδελφω̃ν σου

5:14 καὶ εἰ̃πεν αὐτω̨̃ ὑγιαίνων ἔλθοις ἄδελφε καὶ μή μοι ὀργισθη̨̃ς ὅτι ἐζήτησα τὴν φυλήν σου καὶ τὴν πατριάν σου ἐπιγνω̃ναι καὶ σὺ τυγχάνεις ἀδελφός μου ἐκ τη̃ς καλη̃ς καὶ ἀγαθη̃ς γενεα̃ς ἐπεγίνωσκον γὰρ ἐγὼ Ανανιαν καὶ Ιαθαν τοὺς υἱοὺς Σεμειου του̃ μεγάλου ὡς ἐπορευόμεθα κοινω̃ς εἰς Ιεροσόλυμα προσκυνει̃ν ἀναφέροντες τὰ πρωτότοκα καὶ τὰς δεκάτας τω̃ν γενημάτων καὶ οὐκ ἐπλανήθησαν ἐν τη̨̃ πλάνη̨ τω̃ν ἀδελφω̃ν ἡμω̃ν ἐκ ῥίζης καλη̃ς εἰ̃ ἄδελφε

5:15 ἀλλ' εἰπόν μοι τίνα σοι ἔσομαι μισθὸν διδόναι δραχμὴν τη̃ς ἡμέρας καὶ τὰ δέοντά σοι ὡς καὶ τω̨̃ υἱω̨̃ μου

5:16 καὶ ἔτι προσθήσω σοι ἐπὶ τὸν μισθόν ἐὰν ὑγιαίνοντες ἐπιστρέψητε

5:17 καὶ εὐδόκησαν οὕτως καὶ εἰ̃πεν πρὸς Τωβιαν ἕτοιμος γίνου πρὸς τὴν ὁδόν καὶ εὐοδωθείητε καὶ ἡτοίμασεν ὁ υἱὸς αὐτου̃ τὰ πρὸς τὴν ὁδόν καὶ εἰ̃πεν αὐτω̨̃ ὁ πατὴρ αὐτου̃ πορεύου μετὰ του̃ ἀνθρώπου ὁ δὲ ἐν τω̨̃ οὐρανω̨̃ οἰκω̃ν θεὸς εὐοδώσει τὴν ὁδὸν ὑμω̃ν καὶ ὁ ἄγγελος αὐτου̃ συμπορευθήτω ὑμι̃ν καὶ ἐξη̃λθαν ἀμφότεροι ἀπελθει̃ν καὶ ὁ κύων του̃ παιδαρίου μετ' αὐτω̃ν

5:18 ἔκλαυσεν δὲ Αννα ἡ μήτηρ αὐτου̃ καὶ εἰ̃πεν πρὸς Τωβιτ τί ἐξαπέστειλας τὸ παιδίον ἡμω̃ν ἢ οὐχὶ ἡ ῥάβδος τη̃ς χειρὸς ἡμω̃ν ἐστιν ἐν τω̨̃ εἰσπορεύεσθαι αὐτὸν καὶ ἐκπορεύεσθαι ἐνώπιον ἡμω̃ν

5:19 ἀργύριον τω̨̃ ἀργυρίω̨ μὴ φθάσαι ἀλλὰ περίψημα του̃ παιδίου ἡμω̃ν γένοιτο

5:20 ὡς γὰρ δέδοται ἡμι̃ν ζη̃ν παρὰ του̃ κυρίου του̃το ἱκανὸν ἡμι̃ν ὑπάρχει

5:21 καὶ εἰ̃πεν αὐτη̨̃ Τωβιτ μὴ λόγον ἔχε ἀδελφή ὑγιαίνων ἐλεύσεται καὶ οἱ ὀφθαλμοί σου ὄψονται αὐτόν

5:22 ἄγγελος γὰρ ἀγαθὸς συμπορεύσεται αὐτω̨̃ καὶ εὐοδωθήσεται ἡ ὁδὸς αὐτου̃ καὶ ὑποστρέψει ὑγιαίνων

5:23 καὶ ἐπαύσατο κλαίουσα

6:1 οἱ δὲ πορευόμενοι τὴν ὁδὸν ἠ̃λθον ἑσπέρας ἐπὶ τὸν Τίγριν ποταμὸν καὶ ηὐλίζοντο ἐκει̃

6:2 τὸ δὲ παιδάριον κατέβη περικλύσασθαι καὶ ἀνεπήδησεν ἰχθὺς ἀπὸ του̃ ποταμου̃ καὶ ἐβουλήθη καταπιει̃ν τὸ παιδάριον

6:3 ὁ δὲ ἄγγελος εἰ̃πεν αὐτω̨̃ ἐπιλαβου̃ του̃ ἰχθύος καὶ ἐκράτησεν τὸν ἰχθὺν τὸ παιδάριον καὶ ἀνέβαλεν αὐτὸν ἐπὶ τὴν γη̃ν

6:4 καὶ εἰ̃πεν αὐτω̨̃ ὁ ἄγγελος ἀνάτεμε τὸν ἰχθὺν καὶ λαβὼν τὴν καρδίαν καὶ τὸ ἡ̃παρ καὶ τὴν χολὴν θὲς ἀσφαλω̃ς

6:5 καὶ ἐποίησεν τὸ παιδάριον ὡς εἰ̃πεν αὐτω̨̃ ὁ ἄγγελος τὸν δὲ ἰχθὺν ὀπτήσαντες ἔφαγον

6:6 καὶ ὥδευον ἀμφότεροι ἕως ἤγγισαν ἐν 'Εκβατάνοις

6:7 καὶ εἰ̃πεν τὸ παιδάριον τω̨̃ ἀγγέλω̨ Αζαρια ἄδελφε τί ἐστιν τὸ ἡ̃παρ καὶ ἡ καρδία καὶ ἡ χολὴ του̃ ἰχθύος

6:8 καὶ εἰ̃πεν αὐτω̨̃ ἡ καρδία καὶ τὸ ἡ̃παρ ἐάν τινα ὀχλη̨̃ δαιμόνιον ἢ πνευ̃μα πονηρόν ταυ̃τα δει̃ καπνίσαι ἐνώπιον ἀνθρώπου ἢ γυναικός καὶ οὐκέτι οὐ μὴ ὀχληθη̨̃

6:9 ἡ δὲ χολή ἐγχρι̃σαι ἄνθρωπον ὃς ἔχει λευκώματα ἐν τοι̃ς ὀφθαλμοι̃ς καὶ ἰαθήσεται

6:10 ὡς δὲ προσήγγισαν τη̨̃ Ραγη

6:11 εἰ̃πεν ὁ ἄγγελος τω̨̃ παιδαρίω̨ ἄδελφε σήμερον αὐλισθησόμεθα παρὰ Ραγουηλ καὶ αὐτὸς συγγενής σού ἐστιν καὶ ἔστιν αὐτω̨̃ θυγάτηρ μονογενὴς ὀνόματι Σαρρα

6:12 λαλήσω περὶ αὐτη̃ς του̃ δοθη̃ναί σοι αὐτὴν εἰς γυναι̃κα ὅτι σοὶ ἐπιβάλλει ἡ κληρονομία αὐτη̃ς καὶ σὺ μόνος εἰ̃ ἐκ του̃ γένους αὐτη̃ς καὶ τὸ κοράσιον καλὸν καὶ φρόνιμόν ἐστιν

6:13 καὶ νυ̃ν ἄκουσόν μου καὶ λαλήσω τω̨̃ πατρὶ αὐτη̃ς καὶ ὅταν ὑποστρέψωμεν ἐκ 'Ράγων ποιήσομεν τὸν γάμον διότι ἐπίσταμαι Ραγουηλ ὅτι οὐ μὴ δω̨̃ αὐτὴν ἀνδρὶ ἑτέρω̨ κατὰ τὸν νόμον Μωυση̃ ἢ ὀφειλέσει θάνατον ὅτι τὴν κληρονομίαν σοὶ καθήκει λαβει̃ν ἢ πάντα ἄνθρωπον

6:14 τότε εἰ̃πεν τὸ παιδάριον τω̨̃ ἀγγέλω̨ Αζαρια ἄδελφε ἀκήκοα ἐγὼ τὸ κοράσιον δεδόσθαι ἑπτὰ ἀνδράσιν καὶ πάντας ἐν τω̨̃ νυμφω̃νι ἀπολωλότας

6:15 καὶ νυ̃ν ἐγὼ μόνος εἰμὶ τω̨̃ πατρὶ καὶ φοβου̃μαι μὴ εἰσελθὼν ἀποθάνω καθὼς καὶ οἱ πρότεροι ὅτι δαιμόνιον φιλει̃ αὐτήν ὃ οὐκ ἀδικει̃ οὐδένα πλὴν τω̃ν προσαγόντων αὐτη̨̃ καὶ νυ̃ν ἐγὼ φοβου̃μαι μὴ ἀποθάνω καὶ κατάξω τὴν ζωὴν του̃ πατρός μου καὶ τη̃ς μητρός μου μετ' ὀδύνης ἐπ' ἐμοὶ εἰς τὸν τάφον αὐτω̃ν καὶ υἱὸς ἕτερος οὐχ ὑπάρχει αὐτοι̃ς ὃς θάψει αὐτούς

6:16 εἰ̃πεν δὲ αὐτω̨̃ ὁ ἄγγελος οὐ μέμνησαι τω̃ν λόγων ὡ̃ν ἐνετείλατό σοι ὁ πατήρ σου ὑπὲρ του̃ λαβει̃ν σε γυναι̃κα ἐκ του̃ γένους σου καὶ νυ̃ν ἄκουσόν μου ἄδελφε διότι σοὶ ἔσται εἰς γυναι̃κα καὶ του̃ δαιμονίου μηδένα λόγον ἔχε ὅτι τὴν νύκτα ταύτην δοθήσεταί σοι αὕτη εἰς γυναι̃κα

6:17 καὶ ἐὰν εἰσέλθη̨ς εἰς τὸν νυμφω̃να λήμψη̨ τέφραν θυμιαμάτων καὶ ἐπιθήσεις ἀπὸ τη̃ς καρδίας καὶ του̃ ἥπατος του̃ ἰχθύος καὶ καπνίσεις καὶ ὀσφρανθήσεται τὸ δαιμόνιον καὶ φεύξεται καὶ οὐκ ἐπανελεύσεται τὸν αἰω̃να του̃ αἰω̃νος

6:18 ὅταν δὲ προσπορεύη̨ αὐτη̨̃ ἐγέρθητε ἀμφότεροι καὶ βοήσατε πρὸς τὸν ἐλεήμονα θεόν καὶ σώσει ὑμα̃ς καὶ ἐλεήσει μὴ φοβου̃ ὅτι σοὶ αὐτὴ ἡτοιμασμένη ἠ̃ν ἀπὸ του̃ αἰω̃νος καὶ σὺ αὐτὴν σώσεις καὶ πορεύσεται μετὰ σου̃ καὶ ὑπολαμβάνω ὅτι σοὶ ἔσται ἐξ αὐτη̃ς παιδία

6:19 καὶ ὡς ἤκουσεν Τωβιας ταυ̃τα ἐφίλησεν αὐτήν καὶ ἡ ψυχὴ αὐτου̃ ἐκολλήθη αὐτη̨̃ σφόδρα

7:1 καὶ ἠ̃λθον εἰς 'Εκβάτανα καὶ παρεγένοντο εἰς τὴν οἰκίαν Ραγουηλ Σαρρα δὲ ὑπήντησεν αὐτοι̃ς καὶ ἐχαιρέτισεν αὐτοὺς καὶ αὐτοὶ αὐτήν καὶ εἰσήγαγεν αὐτοὺς εἰς τὴν οἰκίαν

7:2 καὶ εἰ̃πεν Ραγουηλ Εδνα τη̨̃ γυναικὶ αὐτου̃ ὡς ὅμοιος ὁ νεανίσκος Τωβιτ τω̨̃ ἀνεψιω̨̃ μου

7:3 καὶ ἠρώτησεν αὐτοὺς Ραγουηλ πόθεν ἐστέ ἀδελφοί καὶ εἰ̃παν αὐτω̨̃ ἐκ τω̃ν υἱω̃ν Νεφθαλι τω̃ν αἰχμαλώτων ἐν Νινευη

7:4 καὶ εἰ̃πεν αὐτοι̃ς γινώσκετε Τωβιτ τὸν ἀδελφὸν ἡμω̃ν οἱ δὲ εἰ̃παν γινώσκομεν

7:5 καὶ εἰ̃πεν αὐτοι̃ς ὑγιαίνει οἱ δὲ εἰ̃παν καὶ ζη̨̃ καὶ ὑγιαίνει καὶ εἰ̃πεν Τωβιας πατήρ μού ἐστιν

7:6 καὶ ἀνεπήδησεν Ραγουηλ καὶ κατεφίλησεν αὐτὸν καὶ ἔκλαυσε καὶ εὐλόγησεν αὐτὸν καὶ εἰ̃πεν αὐτω̨̃ ὁ του̃ καλου̃ καὶ ἀγαθου̃ ἀνθρώπου καὶ ἀκούσας ὅτι Τωβιτ ἀπώλεσεν τοὺς ὀφθαλμοὺς αὐτου̃ ἐλυπήθη καὶ ἔκλαυσεν

7:7 καὶ Εδνα ἡ γυνὴ αὐτου̃ καὶ Σαρρα ἡ θυγάτηρ αὐτου̃ ἔκλαυσαν καὶ ὑπεδέξαντο αὐτοὺς προθύμως

7:8 καὶ ἔθυσαν κριὸν προβάτων καὶ παρέθηκαν ὄψα πλείονα

7:9 εἰ̃πεν δὲ Τωβιας τω̨̃ Ραφαηλ Αζαρια ἄδελφε λάλησον ὑπὲρ ὡ̃ν ἔλεγες ἐν τη̨̃ πορεία̨ καὶ τελεσθήτω τὸ πρα̃γμα

7:10 καὶ μετέδωκεν τὸν λόγον τω̨̃ Ραγουηλ καὶ εἰ̃πεν Ραγουηλ πρὸς Τωβιαν φάγε καὶ πίε καὶ ἡδέως γίνου σοὶ γὰρ καθήκει τὸ παιδίον μου λαβει̃ν πλὴν ὑποδείξω σοι τὴν ἀλήθειαν

7:11 ἔδωκα τὸ παιδίον μου ἑπτὰ ἀνδράσιν καὶ ὁπότε ἐὰν εἰσεπορεύοντο πρὸς αὐτήν ἀπεθνή̨σκοσαν ὑπὸ τὴν νύκτα ἀλλὰ τὸ νυ̃ν ἔχων ἡδέως γίνου

7:12 καὶ εἰ̃πεν Τωβιας οὐ γεύσομαι οὐδὲν ὡ̃δε ἕως ἂν στήσητε καὶ σταθη̃τε πρός με καὶ εἰ̃πεν Ραγουηλ κομίζου αὐτὴν ἀπὸ του̃ νυ̃ν κατὰ τὴν κρίσιν σὺ δὲ ἀδελφὸς εἰ̃ αὐτη̃ς καὶ αὐτή σού ἐστιν ὁ δὲ ἐλεήμων θεὸς εὐοδώσει ὑμι̃ν τὰ κάλλιστα

7:13 καὶ ἐκάλεσεν Σαρραν τὴν θυγατέρα αὐτου̃ καὶ λαβὼν τη̃ς χειρὸς αὐτη̃ς παρέδωκεν αὐτὴν τω̨̃ Τωβια γυναι̃κα καὶ εἰ̃πεν ἰδοὺ κατὰ τὸν νόμον Μωυσέως κομίζου αὐτὴν καὶ ἄπαγε πρὸς τὸν πατέρα σου καὶ εὐλόγησεν αὐτούς

7:14 καὶ ἐκάλεσεν Εδναν τὴν γυναι̃κα αὐτου̃ καὶ λαβὼν βιβλίον ἔγραψεν συγγραφήν καὶ ἐσφραγίσαντο καὶ ἤρξαντο ἐσθίειν

7:15 καὶ ἐκάλεσεν Ραγουηλ Εδναν τὴν γυναι̃κα αὐτου̃ καὶ εἰ̃πεν αὐτη̨̃ ἀδελφή ἑτοίμασον τὸ ἕτερον ταμίειον καὶ εἰσάγαγε αὐτήν

7:16 καὶ ἐποίησεν ὡς εἰ̃πεν καὶ εἰσήγαγεν αὐτὴν ἐκει̃ καὶ ἔκλαυσεν καὶ ἀπεδέξατο τὰ δάκρυα τη̃ς θυγατρὸς αὐτη̃ς καὶ εἰ̃πεν αὐτη̨̃

7:17 θάρσει τέκνον ὁ κύριος του̃ οὐρανου̃ καὶ τη̃ς γη̃ς δώ̨η σοι χάριν ἀντὶ τη̃ς λύπης σου ταύτης θάρσει θύγατερ

8:1 ὅτε δὲ συνετέλεσαν δειπνου̃ντες εἰσήγαγον Τωβιαν πρὸς αὐτήν

8:2 ὁ δὲ πορευόμενος ἐμνήσθη τω̃ν λόγων Ραφαηλ καὶ ἔλαβεν τὴν τέφραν τω̃ν θυμιαμάτων καὶ ἐπέθηκεν τὴν καρδίαν του̃ ἰχθύος καὶ τὸ ἡ̃παρ καὶ ἐκάπνισεν

8:3 ὅτε δὲ ὠσφράνθη τὸ δαιμόνιον τη̃ς ὀσμη̃ς ἔφυγεν εἰς τὰ ἀνώτατα Αἰγύπτου καὶ ἔδησεν αὐτὸ ὁ ἄγγελος

8:4 ὡς δὲ συνεκλείσθησαν ἀμφότεροι ἀνέστη Τωβιας ἀπὸ τη̃ς κλίνης καὶ εἰ̃πεν ἀνάστηθι ἀδελφή καὶ προσευξώμεθα ἵνα ἡμα̃ς ἐλεήση̨ ὁ κύριος

8:5 καὶ ἤρξατο Τωβιας λέγειν εὐλογητὸς εἰ̃ ὁ θεὸς τω̃ν πατέρων ἡμω̃ν καὶ εὐλογητὸν τὸ ὄνομά σου τὸ ἅγιον καὶ ἔνδοξον εἰς τοὺς αἰω̃νας εὐλογησάτωσάν σε οἱ οὐρανοὶ καὶ πα̃σαι αἱ κτίσεις σου

8:6 σὺ ἐποίησας Αδαμ καὶ ἔδωκας αὐτω̨̃ βοηθὸν Ευαν στήριγμα τὴν γυναι̃κα αὐτου̃ ἐκ τούτων ἐγενήθη τὸ ἀνθρώπων σπέρμα σὺ εἰ̃πας οὐ καλὸν εἰ̃ναι τὸν ἄνθρωπον μόνον ποιήσωμεν αὐτω̨̃ βοηθὸν ὅμοιον αὐτω̨̃

8:7 καὶ νυ̃ν κύριε οὐ διὰ πορνείαν ἐγὼ λαμβάνω τὴν ἀδελφήν μου ταύτην ἀλλ' ἐπ' ἀληθείας ἐπίταξον ἐλεη̃σαί με καὶ ταύτη̨ συγκαταγηρα̃σαι

8:8 καὶ εἰ̃πεν μετ' αὐτου̃ αμην

8:9 καὶ ἐκοιμήθησαν ἀμφότεροι τὴν νύκτα

8:10 καὶ ἀναστὰς Ραγουηλ ἐπορεύθη καὶ ὤρυξεν τάφον λέγων μὴ καὶ οὑ̃τος ἀποθάνη̨

8:11 καὶ ἠ̃λθεν Ραγουηλ εἰς τὴν οἰκίαν ἑαυτου̃

8:12 καὶ εἰ̃πεν Εδνα τη̨̃ γυναικὶ αὐτου̃ ἀπόστειλον μίαν τω̃ν παιδισκω̃ν καὶ ἰδέτωσαν εἰ ζη̨̃ εἰ δὲ μή ἵνα θάψωμεν αὐτὸν καὶ μηδεὶς γνω̨̃

8:13 καὶ εἰση̃λθεν ἡ παιδίσκη ἀνοίξασα τὴν θύραν καὶ εὑ̃ρεν τοὺς δύο καθεύδοντας

8:14 καὶ ἐξελθου̃σα ἀπήγγειλεν αὐτοι̃ς ὅτι ζη̨̃

8:15 καὶ εὐλόγησεν Ραγουηλ τὸν θεὸν λέγων εὐλογητὸς εἰ̃ σύ ὁ θεός ἐν πάση̨ εὐλογία̨ καθαρα̨̃ καὶ ἁγία̨ καὶ εὐλογείτωσάν σε οἱ ἅγιοί σου καὶ πα̃σαι αἱ κτίσεις σου καὶ πάντες οἱ ἄγγελοί σου καὶ οἱ ἐκλεκτοί σου εὐλογείτωσάν σε εἰς πάντας τοὺς αἰω̃νας

8:16 εὐλογητὸς εἰ̃ ὅτι ηὔφρανάς με καὶ οὐκ ἐγένετό μοι καθὼς ὑπενόουν ἀλλὰ κατὰ τὸ πολὺ ἔλεός σου ἐποίησας μεθ' ἡμω̃ν

8:17 εὐλογητὸς εἰ̃ ὅτι ἠλέησας δύο μονογενει̃ς ποίησον αὐτοι̃ς δέσποτα ἔλεος συντέλεσον τὴν ζωὴν αὐτω̃ν ἐν ὑγιεία̨ μετὰ εὐφροσύνης καὶ ἐλέους

8:18 ἐκέλευσεν δὲ τοι̃ς οἰκέταις χω̃σαι τὸν τάφον

8:19 καὶ ἐποίησεν αὐτοι̃ς γάμον ἡμερω̃ν δέκα τεσσάρων

8:20 καὶ εἰ̃πεν αὐτω̨̃ Ραγουηλ πρὶν ἢ συντελεσθη̃ναι τὰς ἡμέρας του̃ γάμου ἐνόρκως μὴ ἐξελθει̃ν αὐτόν ἐὰν μὴ πληρωθω̃σιν αἱ δέκα τέσσαρες ἡμέραι του̃ γάμου

8:21 καὶ τότε λαβόντα τὸ ἥμισυ τω̃ν ὑπαρχόντων αὐτου̃ πορεύεσθαι μετὰ ὑγιείας πρὸς τὸν πατέρα καὶ τὰ λοιπά ὅταν ἀποθάνω καὶ ἡ γυνή μου

9:1 καὶ ἐκάλεσεν Τωβιας τὸν Ραφαηλ καὶ εἰ̃πεν αὐτω̨̃

9:2 Αζαρια ἄδελφε λαβὲ μετὰ σεαυτου̃ παι̃δα καὶ δύο καμήλους καὶ πορεύθητι ἐν 'Ράγοις τη̃ς Μηδίας παρὰ Γαβαηλ καὶ κόμισαί μοι τὸ ἀργύριον καὶ αὐτὸν ἄγε εἰς τὸν γάμον

9:3 διότι ὀμώμοκεν Ραγουηλ μὴ ἐξελθει̃ν με

9:4 καὶ ὁ πατήρ μου ἀριθμει̃ τὰς ἡμέρας καὶ ἐὰν χρονίσω μέγα ὀδυνηθήσεται λίαν

9:5 καὶ ἐπορεύθη Ραφαηλ καὶ ηὐλίσθη παρὰ Γαβαήλω̨ καὶ ἔδωκεν αὐτω̨̃ τὸ χειρόγραφον ὃς δὲ προήνεγκεν τὰ θυλάκια ἐν ται̃ς σφραγι̃σιν καὶ ἔδωκεν αὐτω̨̃

9:6 καὶ ὤρθρευσαν κοινω̃ς καὶ ἤλθοσαν εἰς τὸν γάμον καὶ εὐλόγησεν Τωβιας τὴν γυναι̃κα αὐτου̃

10:1 καὶ Τωβιτ ὁ πατὴρ αὐτου̃ ἐλογίζετο ἑκάστης ἡμέρας καὶ ὡς ἐπληρώθησαν αἱ ἡμέραι τη̃ς πορείας καὶ οὐκ ἤρχοντο

10:2 εἰ̃πεν μήποτε κατή̨σχυνται ἢ μήποτε ἀπέθανεν Γαβαηλ καὶ οὐδεὶς δίδωσιν αὐτω̨̃ τὸ ἀργύριον

10:3 καὶ ἐλυπει̃το λίαν

10:4 εἰ̃πεν δὲ αὐτω̨̃ ἡ γυνή ἀπώλετο τὸ παιδίον διότι κεχρόνικεν καὶ ἤρξατο θρηνει̃ν αὐτὸν καὶ εἰ̃πεν

10:5 οὐ μέλει μοι τέκνον ὅτι ἀφη̃κά σε τὸ φω̃ς τω̃ν ὀφθαλμω̃ν μου

10:6 καὶ Τωβιτ λέγει αὐτη̨̃ σίγα μὴ λόγον ἔχε ὑγιαίνει

10:7 καὶ εἰ̃πεν αὐτω̨̃ σίγα μὴ πλάνα με ἀπώλετο τὸ παιδίον μου καὶ ἐπορεύετο καθ' ἡμέραν εἰς τὴν ὁδὸν ἔξω οἵας ἀπη̃λθεν ἡμέρας τε ἄρτον οὐκ ἤσθιεν τὰς δὲ νύκτας οὐ διελίμπανεν θρηνου̃σα Τωβιαν τὸν υἱὸν αὐτη̃ς ἕως οὑ̃ συνετελέσθησαν αἱ δέκα τέσσαρες ἡμέραι του̃ γάμου ἃς ὤμοσεν Ραγουηλ ποιη̃σαι αὐτὸν ἐκει̃

10:8 εἰ̃πεν δὲ Τωβιας τω̨̃ Ραγουηλ ἐξαπόστειλόν με ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου οὐκέτι ἐλπίζουσιν ὄψεσθαί με

10:9 εἰ̃πεν δὲ αὐτω̨̃ ὁ πενθερὸς αὐτου̃ μει̃νον παρ' ἐμοί κἀγὼ ἐξαποστελω̃ πρὸς τὸν πατέρα σου καὶ δηλώσουσιν αὐτω̨̃ τὰ κατὰ σέ καὶ Τωβιας λέγει οὐχί ἀλλὰ ἐξαπόστειλόν με πρὸς τὸν πατέρα μου

10:10 ἀναστὰς δὲ Ραγουηλ ἔδωκεν αὐτω̨̃ Σαρραν τὴν γυναι̃κα αὐτου̃ καὶ τὰ ἥμισυ τω̃ν ὑπαρχόντων σώματα καὶ κτήνη καὶ ἀργύριον

10:11 καὶ εὐλογήσας αὐτοὺς ἐξαπέστειλεν λέγων εὐοδώσει ὑμα̃ς τέκνα ὁ θεὸς του̃ οὐρανου̃ πρὸ του̃ με ἀποθανει̃ν

10:12 καὶ εἰ̃πεν τη̨̃ θυγατρὶ αὐτου̃ τίμα τοὺς πενθερούς σου αὐτοὶ νυ̃ν γονει̃ς σού εἰσιν ἀκούσαιμί σου ἀκοὴν καλήν καὶ ἐφίλησεν αὐτήν

10:13 καὶ Εδνα εἰ̃πεν πρὸς Τωβιαν ἄδελφε ἀγαπητέ ἀποκαταστήσαι σε ὁ κύριος του̃ οὐρανου̃ καὶ δώ̨η μοι ἰδει̃ν σου παιδία ἐκ Σαρρας τη̃ς θυγατρός μου ἵνα εὐφρανθω̃ ἐνώπιον του̃ κυρίου καὶ ἰδοὺ παρατίθεμαί σοι τὴν θυγατέρα μου ἐν παρακαταθήκη̨ μὴ λυπήση̨ς αὐτήν

10:14 μετὰ ταυ̃τα ἐπορεύετο Τωβιας εὐλογω̃ν τὸν θεόν ὅτι εὐόδωσεν τὴν ὁδὸν αὐτου̃ καὶ κατευλόγει Ραγουηλ καὶ Εδναν τὴν γυναι̃κα αὐτου̃

11:1 καὶ ἐπορεύετο μέχρις οὑ̃ ἐγγίσαι αὐτοὺς εἰς Νινευη καὶ εἰ̃πεν Ραφαηλ πρὸς Τωβιαν

11:2 οὐ γινώσκεις ἄδελφε πω̃ς ἀφη̃κας τὸν πατέρα σου

11:3 προδράμωμεν ἔμπροσθεν τη̃ς γυναικός σου καὶ ἑτοιμάσωμεν τὴν οἰκίαν

11:4 λαβὲ δὲ παρὰ χει̃ρα τὴν χολὴν του̃ ἰχθύος καὶ ἐπορεύθησαν καὶ συνη̃λθεν ὁ κύων ὄπισθεν αὐτω̃ν

11:5 καὶ Αννα ἐκάθητο περιβλεπομένη εἰς τὴν ὁδὸν τὸν παι̃δα αὐτη̃ς

11:6 καὶ προσενόησεν αὐτὸν ἐρχόμενον καὶ εἰ̃πεν τω̨̃ πατρὶ αὐτου̃ ἰδοὺ ὁ υἱός σου ἔρχεται καὶ ὁ ἄνθρωπος ὁ πορευθεὶς μετ' αὐτου̃

11:7 καὶ Ραφαηλ εἰ̃πεν ἐπίσταμαι ἐγὼ ὅτι ἀνοίξει τοὺς ὀφθαλμοὺς ὁ πατήρ σου

11:8 σὺ οὐ̃ν ἔγχρισον τὴν χολὴν εἰς τοὺς ὀφθαλμοὺς αὐτου̃ καὶ δηχθεὶς διατρίψει καὶ ἀποβαλει̃ τὰ λευκώματα καὶ ὄψεταί σε

11:9 καὶ προσδραμου̃σα Αννα ἐπέπεσεν ἐπὶ τὸν τράχηλον του̃ υἱου̃ αὐτη̃ς καὶ εἰ̃πεν αὐτω̨̃ εἰ̃δόν σε παιδίον ἀπὸ του̃ νυ̃ν ἀποθανου̃μαι καὶ ἔκλαυσαν ἀμφότεροι

11:10 καὶ Τωβιτ ἐξήρχετο πρὸς τὴν θύραν καὶ προσέκοπτεν ὁ δὲ υἱὸς προσέδραμεν αὐτω̨̃

11:11 καὶ ἐπελάβετο του̃ πατρὸς αὐτου̃ καὶ προσέπασεν τὴν χολὴν ἐπὶ τοὺς ὀφθαλμοὺς του̃ πατρὸς αὐτου̃ λέγων θάρσει πάτερ

11:12 ὡς δὲ συνεδήχθησαν διέτριψε τοὺς ὀφθαλμοὺς αὐτου̃ καὶ ἐλεπίσθη ἀπὸ τω̃ν κανθω̃ν τω̃ν ὀφθαλμω̃ν αὐτου̃ τὰ λευκώματα

11:13 καὶ ἰδὼν τὸν υἱὸν αὐτου̃ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτου̃ καὶ ἔκλαυσεν καὶ εἰ̃πεν

11:14 εὐλογητὸς εἰ̃ ὁ θεός καὶ εὐλογητὸν τὸ ὄνομά σου εἰς τοὺς αἰω̃νας καὶ εὐλογημένοι πάντες οἱ ἅγιοί σου ἄγγελοι ὅτι ἐμαστίγωσας καὶ ἠλέησάς με ἰδοὺ βλέπω Τωβιαν τὸν υἱόν μου

11:15 καὶ εἰση̃λθεν ὁ υἱὸς αὐτου̃ χαίρων καὶ ἀπήγγειλεν τω̨̃ πατρὶ αὐτου̃ τὰ μεγαλει̃α τὰ γενόμενα αὐτω̨̃ ἐν τη̨̃ Μηδία̨

11:16 καὶ ἐξη̃λθεν Τωβιτ εἰς συνάντησιν τη̨̃ νύμφη̨ αὐτου̃ χαίρων καὶ εὐλογω̃ν τὸν θεὸν πρὸς τη̨̃ πύλη̨ Νινευη καὶ ἐθαύμαζον οἱ θεωρου̃ντες αὐτὸν πορευόμενον ὅτι ἔβλεψεν καὶ Τωβιτ ἐξωμολογει̃το ἐνώπιον αὐτω̃ν ὅτι ἠλέησεν αὐτὸν ὁ θεός

11:17 καὶ ὡς ἤγγισεν Τωβιτ Σαρρα τη̨̃ νύμφη̨ αὐτου̃ κατευλόγησεν αὐτὴν λέγων ἔλθοις ὑγιαίνουσα θύγατερ εὐλογητὸς ὁ θεός ὃς ἤγαγέν σε πρὸς ἡμα̃ς καὶ ὁ πατήρ σου καὶ ἡ μήτηρ σου

11:18 καὶ ἐγένετο χαρὰ πα̃σι τοι̃ς ἐν Νινευη ἀδελφοι̃ς αὐτου̃

11:19 καὶ παρεγένετο Αχιαχαρος καὶ Νασβας ὁ ἐξάδελφος αὐτου̃ καὶ ἤχθη ὁ γάμος Τωβια μετ' εὐφροσύνης ἑπτὰ ἡμέρας

12:1 καὶ ἐκάλεσεν Τωβιτ Τωβιαν τὸν υἱὸν αὐτου̃ καὶ εἰ̃πεν αὐτω̨̃ ὅρα τέκνον μισθὸν τω̨̃ ἀνθρώπω̨ τω̨̃ συνελθόντι σοι καὶ προσθει̃ναι αὐτω̨̃ δει̃

12:2 καὶ εἰ̃πεν αὐτω̨̃ πάτερ οὐ βλάπτομαι δοὺς αὐτω̨̃ τὸ ἥμισυ ὡ̃ν ἐνήνοχα

12:3 ὅτι με ἀγείοχέν σοι ὑγιη̃ καὶ τὴν γυναι̃κά μου ἐθεράπευσεν καὶ τὸ ἀργύριόν μου ἤνεγκεν καὶ σὲ ὁμοίως ἐθεράπευσεν

12:4 καὶ εἰ̃πεν ὁ πρεσβύτης δικαιου̃ται αὐτω̨̃

12:5 καὶ ἐκάλεσεν τὸν ἄγγελον καὶ εἰ̃πεν αὐτω̨̃ λαβὲ τὸ ἥμισυ πάντων ὡ̃ν ἐνηνόχατε

12:6 τότε καλέσας τοὺς δύο κρυπτω̃ς εἰ̃πεν αὐτοι̃ς εὐλογει̃τε τὸν θεὸν καὶ αὐτω̨̃ ἐξομολογει̃σθε μεγαλωσύνην δίδοτε αὐτω̨̃ καὶ ἐξομολογει̃σθε ἐνώπιον πάντων τω̃ν ζώντων περὶ ὡ̃ν ἐποίησεν μεθ' ὑμω̃ν ἀγαθὸν τὸ εὐλογει̃ν τὸν θεὸν καὶ ὑψου̃ν τὸ ὄνομα αὐτου̃ τοὺς λόγους τω̃ν ἔργων του̃ θεου̃ ἐντίμως ὑποδεικνύοντες καὶ μὴ ὀκνει̃τε ἐξομολογει̃σθαι αὐτω̨̃

12:7 μυστήριον βασιλέως καλὸν κρύψαι τὰ δὲ ἔργα του̃ θεου̃ ἀνακαλύπτειν ἐνδόξως ἀγαθὸν ποιήσατε καὶ κακὸν οὐχ εὑρήσει ὑμα̃ς

12:8 ἀγαθὸν προσευχὴ μετὰ νηστείας καὶ ἐλεημοσύνης καὶ δικαιοσύνης ἀγαθὸν τὸ ὀλίγον μετὰ δικαιοσύνης ἢ πολὺ μετὰ ἀδικίας καλὸν ποιη̃σαι ἐλεημοσύνην ἢ θησαυρίσαι χρυσίον

12:9 ἐλεημοσύνη γὰρ ἐκ θανάτου ῥύεται καὶ αὐτὴ ἀποκαθαριει̃ πα̃σαν ἁμαρτίαν οἱ ποιου̃ντες ἐλεημοσύνας καὶ δικαιοσύνας πλησθήσονται ζωη̃ς

12:10 οἱ δὲ ἁμαρτάνοντες πολέμιοί εἰσιν τη̃ς ἑαυτω̃ν ζωη̃ς

12:11 οὐ μὴ κρύψω ἀφ' ὑμω̃ν πα̃ν ῥη̃μα εἴρηκα δή μυστήριον βασιλέως κρύψαι καλόν τὰ δὲ ἔργα του̃ θεου̃ ἀνακαλύπτειν ἐνδόξως

12:12 καὶ νυ̃ν ὅτε προσηύξω σὺ καὶ ἡ νύμφη σου Σαρρα ἐγὼ προσήγαγον τὸ μνημόσυνον τη̃ς προσευχη̃ς ὑμω̃ν ἐνώπιον του̃ ἁγίου καὶ ὅτε ἔθαπτες τοὺς νεκρούς ὡσαύτως συμπαρήμην σοι

12:13 καὶ ὅτε οὐκ ὤκνησας ἀναστη̃ναι καὶ καταλιπει̃ν τὸ ἄριστόν σου ὅπως ἀπελθὼν περιστείλη̨ς τὸν νεκρόν οὐκ ἔλαθές με ἀγαθοποιω̃ν ἀλλὰ σὺν σοὶ ἤμην

12:14 καὶ νυ̃ν ἀπέστειλέν με ὁ θεὸς ἰάσασθαί σε καὶ τὴν νύμφην σου Σαρραν

12:15 ἐγώ εἰμι Ραφαηλ εἱ̃ς ἐκ τω̃ν ἑπτὰ ἁγίων ἀγγέλων οἳ προσαναφέρουσιν τὰς προσευχὰς τω̃ν ἁγίων καὶ εἰσπορεύονται ἐνώπιον τη̃ς δόξης του̃ ἁγίου

12:16 καὶ ἐταράχθησαν οἱ δύο καὶ ἔπεσον ἐπὶ πρόσωπον ὅτι ἐφοβήθησαν

12:17 καὶ εἰ̃πεν αὐτοι̃ς μὴ φοβει̃σθε εἰρήνη ὑμι̃ν ἔσται τὸν δὲ θεὸν εὐλογει̃τε εἰς τὸν αἰω̃να

12:18 ὅτι οὐ τη̨̃ ἐμαυτου̃ χάριτι ἀλλὰ τη̨̃ θελήσει του̃ θεου̃ ἡμω̃ν ἠ̃λθον ὅθεν εὐλογει̃τε αὐτὸν εἰς τὸν αἰω̃να

12:19 πάσας τὰς ἡμέρας ὠπτανόμην ὑμι̃ν καὶ οὐκ ἔφαγον οὐδὲ ἔπιον ἀλλὰ ὅρασιν ὑμει̃ς ἐθεωρει̃τε

12:20 καὶ νυ̃ν ἐξομολογει̃σθε τω̨̃ θεω̨̃ διότι ἀναβαίνω πρὸς τὸν ἀποστείλαντά με καὶ γράψατε πάντα τὰ συντελεσθέντα εἰς βιβλίον

12:21 καὶ ἀνέστησαν καὶ οὐκέτι εἰ̃δον αὐτόν

12:22 καὶ ἐξωμολογου̃ντο τὰ ἔργα τὰ μεγάλα καὶ θαυμαστὰ του̃ θεου̃ καὶ ὡς ὤφθη αὐτοι̃ς ὁ ἄγγελος κυρίου

13:1 καὶ Τωβιτ ἔγραψεν προσευχὴν εἰς ἀγαλλίασιν καὶ εἰ̃πεν

13:2 εὐλογητὸς ὁ θεὸς ὁ ζω̃ν εἰς τοὺς αἰω̃νας καὶ ἡ βασιλεία αὐτου̃ ὅτι αὐτὸς μαστιγοι̃ καὶ ἐλεα̨̃ κατάγει εἰς ἅ̨δην καὶ ἀνάγει καὶ οὐκ ἔστιν ὃς ἐκφεύξεται τὴν χει̃ρα αὐτου̃

13:3 ἐξομολογει̃σθε αὐτω̨̃ οἱ υἱοὶ Ισραηλ ἐνώπιον τω̃ν ἐθνω̃ν ὅτι αὐτὸς διέσπειρεν ἡμα̃ς ἐν αὐτοι̃ς

13:4 ἐκει̃ ὑποδείξατε τὴν μεγαλωσύνην αὐτου̃ ὑψου̃τε αὐτὸν ἐνώπιον παντὸς ζω̃ντος καθότι αὐτὸς κύριος ἡμω̃ν καὶ θεός αὐτὸς πατὴρ ἡμω̃ν εἰς πάντας τοὺς αἰω̃νας

13:5 καὶ μαστιγώσει ἡμα̃ς ἐν ται̃ς ἀδικίαις ἡμω̃ν καὶ πάλιν ἐλεήσει καὶ συνάξει ἡμα̃ς ἐκ πάντων τω̃ν ἐθνω̃ν οὑ̃ ἐὰν σκορπισθη̃τε ἐν αὐτοι̃ς

13:6 ἐὰν ἐπιστρέψητε πρὸς αὐτὸν ἐν ὅλη̨ καρδία̨ ὑμω̃ν καὶ ἐν ὅλη̨ τη̨̃ ψυχη̨̃ ποιη̃σαι ἐνώπιον αὐτου̃ ἀλήθειαν τότε ἐπιστρέψει πρὸς ὑμα̃ς καὶ οὐ μὴ κρύψη̨ τὸ πρόσωπον αὐτου̃ ἀφ' ὑμω̃ν

13:7 καὶ θεάσασθε ἃ ποιήσει μεθ' ὑμω̃ν καὶ ἐξομολογήσασθε αὐτω̨̃ ἐν ὅλω̨ τω̨̃ στόματι ὑμω̃ν καὶ εὐλογήσατε τὸν κύριον τη̃ς δικαιοσύνης καὶ ὑψώσατε τὸν βασιλέα τω̃ν αἰώνων

13:8 ἐγὼ ἐν τη̨̃ γη̨̃ τη̃ς αἰχμαλωσίας μου ἐξομολογου̃μαι αὐτω̨̃ καὶ δεικνύω τὴν ἰσχὺν καὶ τὴν μεγαλωσύνην αὐτου̃ ἔθνει ἁμαρτωλω̃ν ἐπιστρέψατε ἁμαρτωλοί καὶ ποιήσατε δικαιοσύνην ἐνώπιον αὐτου̃ τίς γινώσκει εἰ θελήσει ὑμα̃ς καὶ ποιήσει ἐλεημοσύνην ὑμι̃ν

13:9 τὸν θεόν μου ὑψω̃ καὶ ἡ ψυχή μου τὸν βασιλέα του̃ οὐρανου̃ καὶ ἀγαλλιάσεται τὴν μεγαλωσύνην αὐτου̃

13:10 λεγέτωσαν πάντες καὶ ἐξομολογείσθωσαν αὐτω̨̃ ἐν Ιεροσολύμοις Ιεροσόλυμα πόλις ἁγία μαστιγώσει ἐπὶ τὰ ἔργα τω̃ν υἱω̃ν σου καὶ πάλιν ἐλεήσει τοὺς υἱοὺς τω̃ν δικαίων

13:11 ἐξομολογου̃ τω̨̃ κυρίω̨ ἀγαθω̃ς καὶ εὐλόγει τὸν βασιλέα τω̃ν αἰώνων ἵνα πάλιν ἡ σκηνὴ αὐτου̃ οἰκοδομηθη̨̃ σοι μετὰ χαρα̃ς

13:12 καὶ εὐφράναι ἐν σοὶ τοὺς αἰχμαλώτους καὶ ἀγαπήσαι ἐν σοὶ τοὺς ταλαιπώρους εἰς πάσας τὰς γενεὰς του̃ αἰω̃νος

13:13 ἔθνη πολλὰ μακρόθεν ἥξει πρὸς τὸ ὄνομα κυρίου του̃ θεου̃ δω̃ρα ἐν χερσὶν ἔχοντες καὶ δω̃ρα τω̨̃ βασιλει̃ του̃ οὐρανου̃ γενεαὶ γενεω̃ν δώσουσίν σοι ἀγαλλίαμα

13:14 ἐπικατάρατοι πάντες οἱ μισου̃ντές σε εὐλογημένοι ἔσονται πάντες οἱ ἀγαπω̃ντές σε εἰς τὸν αἰω̃να

13:15 χάρηθι καὶ ἀγαλλίασαι ἐπὶ τοι̃ς υἱοι̃ς τω̃ν δικαίων ὅτι συναχθήσονται καὶ εὐλογήσουσιν τὸν κύριον τω̃ν δικαίων ὠ̃ μακάριοι οἱ ἀγαπω̃ντές σε χαρήσονται ἐπὶ τη̨̃ εἰρήνη̨ σου

13:16 μακάριοι ὅσοι ἐλυπήθησαν ἐπὶ πάσαις ται̃ς μάστιξίν σου ὅτι ἐπὶ σοὶ χαρήσονται θεασάμενοι πα̃σαν τὴν δόξαν σου καὶ εὐφρανθήσονται εἰς τὸν αἰω̃να ἡ ψυχή μου εὐλογείτω τὸν θεὸν τὸν βασιλέα τὸν μέγαν

13:17 ὅτι οἰκοδομηθήσεται Ιερουσαλημ σαπφείρω̨ καὶ σμαράγδω̨ καὶ λίθω̨ ἐντίμω̨ τὰ τείχη σου καὶ οἱ πύργοι καὶ οἱ προμαχω̃νες ἐν χρυσίω̨ καθαρω̨̃ καὶ αἱ πλατει̃αι Ιερουσαλημ βηρύλλω̨ καὶ ἄνθρακι καὶ λίθω̨ ἐκ Σουφιρ ψηφολογηθήσονται

13:18 καὶ ἐρου̃σιν πα̃σαι αἱ ῥυ̃μαι αὐτη̃ς αλληλουια καὶ αἰνέσουσιν λέγοντες εὐλογητὸς ὁ θεός ὃς ὕψωσεν πάντας τοὺς αἰω̃νας

14:1 καὶ ἐπαύσατο ἐξομολογούμενος Τωβιτ

14:2 καὶ ἠ̃ν ἐτω̃ν πεντήκοντα ὀκτώ ὅτε ἀπώλεσεν τὰς ὄψεις καὶ μετὰ ἔτη ὀκτὼ ἀνέβλεψεν καὶ ἐποίει ἐλεημοσύνας καὶ προσέθετο φοβει̃σθαι κύριον τὸν θεὸν καὶ ἐξομολογει̃σθαι αὐτω̨̃

14:3 μεγάλως δὲ ἐγήρασεν καὶ ἐκάλεσεν τὸν υἱὸν αὐτου̃ καὶ τοὺς υἱοὺς αὐτου̃ καὶ εἰ̃πεν αὐτω̨̃ τέκνον λαβὲ τοὺς υἱούς σου ἰδοὺ γεγήρακα καὶ πρὸς τὸ ἀποτρέχειν ἐκ του̃ ζη̃ν εἰμι

14:4 ἄπελθε εἰς τὴν Μηδίαν τέκνον ὅτι πέπεισμαι ὅσα ἐλάλησεν Ιωνας ὁ προφήτης περὶ Νινευη ὅτι καταστραφήσεται ἐν δὲ τη̨̃ Μηδία̨ ἔσται εἰρήνη μα̃λλον ἕως καιρου̃ καὶ ὅτι οἱ ἀδελφοὶ ἡμω̃ν ἐν τη̨̃ γη̨̃ σκορπισθήσονται ἀπὸ τη̃ς ἀγαθη̃ς γη̃ς καὶ Ιεροσόλυμα ἔσται ἔρημος καὶ ὁ οἰ̃κος του̃ θεου̃ ἐν αὐτη̨̃ κατακαήσεται καὶ ἔρημος ἔσται μέχρι χρόνου

14:5 καὶ πάλιν ἐλεήσει αὐτοὺς ὁ θεὸς καὶ ἐπιστρέψει αὐτοὺς εἰς τὴν γη̃ν καὶ οἰκοδομήσουσιν τὸν οἰ̃κον οὐχ οἱ̃ος ὁ πρότερος ἕως πληρωθω̃σιν καιροὶ του̃ αἰω̃νος καὶ μετὰ ταυ̃τα ἐπιστρέψουσιν ἐκ τω̃ν αἰχμαλωσιω̃ν καὶ οἰκοδομήσουσιν Ιερουσαλημ ἐντίμως καὶ ὁ οἰ̃κος του̃ θεου̃ ἐν αὐτη̨̃ οἰκοδομηθήσεται εἰς πάσας τὰς γενεὰς του̃ αἰω̃νος οἰκοδομη̨̃ ἐνδόξω̨ καθὼς ἐλάλησαν περὶ αὐτη̃ς οἱ προφη̃ται

14:6 καὶ πάντα τὰ ἔθνη ἐπιστρέψουσιν ἀληθινω̃ς φοβει̃σθαι κύριον τὸν θεὸν καὶ κατορύξουσιν τὰ εἴδωλα αὐτω̃ν καὶ εὐλογήσουσιν πάντα τὰ ἔθνη τὸν κύριον

14:7 καὶ ὁ λαὸς αὐτου̃ ἐξομολογήσεται τω̨̃ θεω̨̃ καὶ ὑψώσει κύριος τὸν λαὸν αὐτου̃ καὶ χαρήσονται πάντες οἱ ἀγαπω̃ντες κύριον τὸν θεὸν ἐν ἀληθεία̨ καὶ δικαιοσύνη̨ ποιου̃ντες ἔλεος τοι̃ς ἀδελφοι̃ς ἡμω̃ν

14:8 καὶ νυ̃ν τέκνον ἄπελθε ἀπὸ Νινευη ὅτι πάντως ἔσται ἃ ἐλάλησεν ὁ προφήτης Ιωνας

14:9 σὺ δὲ τήρησον τὸν νόμον καὶ τὰ προστάγματα καὶ γίνου φιλελεήμων καὶ δίκαιος ἵνα σοι καλω̃ς ἠ̨̃ καὶ θάψον με καλω̃ς καὶ τὴν μητέρα σου μετ' ἐμου̃ καὶ μηκέτι αὐλισθη̃τε εἰς Νινευη

14:10 τέκνον ἰδὲ τί ἐποίησεν Αμαν Αχιαχάρω̨ τω̨̃ θρέψαντι αὐτόν ὡς ἐκ του̃ φωτὸς ἤγαγεν αὐτὸν εἰς τὸ σκότος καὶ ὅσα ἀνταπέδωκεν αὐτω̨̃ καὶ Αχιαχαρος μὲν ἐσώθη ἐκείνω̨ δὲ τὸ ἀνταπόδομα ἀπεδόθη καὶ αὐτὸς κατέβη εἰς τὸ σκότος Μανασσης ἐποίησεν ἐλεημοσύνην καὶ ἐσώθη ἐκ παγίδος θανάτου ἡ̃ς ἔπηξεν αὐτω̨̃ Αμαν δὲ ἐνέπεσεν εἰς τὴν παγίδα καὶ ἀπώλετο

14:11 καὶ νυ̃ν παιδία ἴδετε τί ἐλεημοσύνη ποιει̃ καὶ τί δικαιοσύνη ῥύεται καὶ ταυ̃τα αὐτου̃ λέγοντος ἐξέλιπεν αὐτου̃ ἡ ψυχὴ ἐπὶ τη̃ς κλίνης ἠ̃ν δὲ ἐτω̃ν ἑκατὸν πεντήκοντα ὀκτώ καὶ ἔθαψεν αὐτὸν ἐνδόξως

14:12 καὶ ὅτε ἀπέθανεν Αννα ἔθαψεν αὐτὴν μετὰ του̃ πατρὸς αὐτου̃ ἀπη̃λθεν δὲ Τωβιας μετὰ τη̃ς γυναικὸς αὐτου̃ καὶ τω̃ν υἱω̃ν αὐτου̃ εἰς 'Εκβάτανα πρὸς Ραγουηλ τὸν πενθερὸν αὐτου̃

14:13 καὶ ἐγήρασεν ἐντίμως καὶ ἔθαψεν τοὺς πενθεροὺς αὐτου̃ ἐνδόξως καὶ ἐκληρονόμησεν τὴν οὐσίαν αὐτω̃ν καὶ Τωβιτ του̃ πατρὸς αὐτου̃

14:14 καὶ ἀπέθανεν ἐτω̃ν ἑκατὸν εἴκοσι ἑπτὰ ἐν 'Εκβατάνοις τη̃ς Μηδίας

14:15 καὶ ἤκουσεν πρὶν ἢ ἀποθανει̃ν αὐτὸν τὴν ἀπώλειαν Νινευη ἣν ἠ̨χμαλώτισεν Ναβουχοδονοσορ καὶ Ασυηρος ἐχάρη πρὸ του̃ ἀποθανει̃ν ἐπὶ Νινευη

.

Книго

[X]