'Έσδρας Β' ('Έσδρας - Νεεμίας)

1:1 καὶ ἐν τω̨̃ πρώτω̨ ἔτει Κύρου του̃ βασιλέως Περσω̃ν του̃ τελεσθη̃ναι λόγον κυρίου ἀπὸ στόματος Ιερεμιου ἐξήγειρεν κύριος τὸ πνευ̃μα Κύρου βασιλέως Περσω̃ν καὶ παρήγγειλεν φωνὴν ἐν πάση̨ βασιλεία̨ αὐτου̃ καί γε ἐν γραπτω̨̃ λέγων

1:2 οὕτως εἰ̃πεν Κυ̃ρος βασιλεὺς Περσω̃ν πάσας τὰς βασιλείας τη̃ς γη̃ς ἔδωκέν μοι κύριος ὁ θεὸς του̃ οὐρανου̃ καὶ αὐτὸς ἐπεσκέψατο ἐπ' ἐμὲ του̃ οἰκοδομη̃σαι αὐτω̨̃ οἰ̃κον ἐν Ιερουσαλημ τη̨̃ ἐν τη̨̃ Ιουδαία̨

1:3 τίς ἐν ὑμι̃ν ἀπὸ παντὸς του̃ λαου̃ αὐτου̃ καὶ ἔσται ὁ θεὸς αὐτου̃ μετ' αὐτου̃ καὶ ἀναβήσεται εἰς Ιερουσαλημ τὴν ἐν τη̨̃ Ιουδαία̨ καὶ οἰκοδομησάτω τὸν οἰ̃κον θεου̃ Ισραηλ αὐτὸς ὁ θεὸς ὁ ἐν Ιερουσαλημ

1:4 καὶ πα̃ς ὁ καταλειπόμενος ἀπὸ πάντων τω̃ν τόπων οὑ̃ αὐτὸς παροικει̃ ἐκει̃ καὶ λήμψονται αὐτὸν ἄνδρες του̃ τόπου αὐτου̃ ἐν ἀργυρίω̨ καὶ χρυσίω̨ καὶ ἀποσκευη̨̃ καὶ κτήνεσιν μετὰ του̃ ἑκουσίου εἰς οἰ̃κον του̃ θεου̃ του̃ ἐν Ιερουσαλημ

1:5 καὶ ἀνέστησαν ἄρχοντες τω̃ν πατριω̃ν τω̨̃ Ιουδα καὶ Βενιαμιν καὶ οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται πάντων ὡ̃ν ἐξήγειρεν ὁ θεὸς τὸ πνευ̃μα αὐτω̃ν του̃ ἀναβη̃ναι οἰκοδομη̃σαι τὸν οἰ̃κον κυρίου τὸν ἐν Ιερουσαλημ

1:6 καὶ πάντες οἱ κυκλόθεν ἐνίσχυσαν ἐν χερσὶν αὐτω̃ν ἐν σκεύεσιν ἀργυρίου ἐν χρυσω̨̃ ἐν ἀποσκευη̨̃ καὶ ἐν κτήνεσιν καὶ ἐν ξενίοις πάρεξ τω̃ν ἐν ἑκουσίοις

1:7 καὶ ὁ βασιλεὺς Κυ̃ρος ἐξήνεγκεν τὰ σκεύη οἴκου κυρίου ἃ ἔλαβεν Ναβουχοδονοσορ ἀπὸ Ιερουσαλημ καὶ ἔδωκεν αὐτὰ ἐν οἴκω̨ θεου̃ αὐτου̃

1:8 καὶ ἐξήνεγκεν αὐτὰ Κυ̃ρος βασιλεὺς Περσω̃ν ἐπὶ χει̃ρα Μιθραδάτου γασβαρηνου καὶ ἠρίθμησεν αὐτὰ τω̨̃ Σασαβασαρ ἄρχοντι του̃ Ιουδα

1:9 καὶ οὑ̃τος ὁ ἀριθμὸς αὐτω̃ν ψυκτη̃ρες χρυσοι̃ τριάκοντα καὶ ψυκτη̃ρες ἀργυροι̃ χίλιοι παρηλλαγμένα ἐννέα καὶ εἴκοσι

1:10 κεφφουρη χρυσοι̃ τριάκοντα καὶ ἀργυροι̃ διακόσιοι καὶ σκεύη ἕτερα χίλια

1:11 πάντα τὰ σκεύη τω̨̃ χρυσω̨̃ καὶ τω̨̃ ἀργύρω̨ πεντακισχίλια καὶ τετρακόσια τὰ πάντα ἀναβαίνοντα μετὰ Σασαβασαρ ἀπὸ τη̃ς ἀποικίας ἐκ Βαβυλω̃νος εἰς Ιερουσαλημ

2:1 καὶ οὑ̃τοι οἱ υἱοὶ τη̃ς χώρας οἱ ἀναβαίνοντες ἀπὸ τη̃ς αἰχμαλωσίας τη̃ς ἀποικίας ἡ̃ς ἀπώ̨κισεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος εἰς Βαβυλω̃να καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ καὶ Ιουδα ἀνὴρ εἰς πόλιν αὐτου̃

2:2 οἳ ἠ̃λθον μετὰ Ζοροβαβελ 'Ιησου̃ς Νεεμιας Σαραιας Ρεελιας Μαρδοχαιος Βαλασαν Μασφαρ Βαγουι Ρεουμ Βαανα ἀνδρω̃ν ἀριθμὸς λαου̃ Ισραηλ

2:3 υἱοὶ Φορος δισχίλιοι ἑκατὸν ἑβδομήκοντα δύο

2:4 υἱοὶ Σαφατια τριακόσιοι ἑβδομήκοντα δύο

2:5 υἱοὶ Ηρα ἑπτακόσιοι ἑβδομήκοντα πέντε

2:6 υἱοὶ Φααθμωαβ τοι̃ς υἱοι̃ς Ιησουε Ιωαβ δισχίλιοι ὀκτακόσιοι δέκα δύο

2:7 υἱοὶ Αιλαμ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες

2:8 υἱοὶ Ζαθουα ἐννακόσιοι τεσσαράκοντα πέντε

2:9 υἱοὶ Ζακχου ἑπτακόσιοι ἑξήκοντα

2:10 υἱοὶ Βανουι ἑξακόσιοι τεσσαράκοντα δύο

2:11 υἱοὶ Βαβι ἑξακόσιοι εἴκοσι τρει̃ς

2:12 υἱοὶ Ασγαδ τρισχίλιοι διακόσιοι εἴκοσι δύο

2:13 υἱοὶ Αδωνικαμ ἑξακόσιοι ἑξήκοντα ἕξ

2:14 υἱοὶ Βαγοι δισχίλιοι πεντήκοντα ἕξ

2:15 υἱοὶ Αδιν τετρακόσιοι πεντήκοντα τέσσαρες

2:16 υἱοὶ Ατηρ τω̨̃ Εζεκια ἐνενήκοντα ὀκτώ

2:17 υἱοὶ Βασου τριακόσιοι εἴκοσι τρει̃ς

2:18 υἱοὶ Ιωρα ἑκατὸν δέκα δύο

2:19 υἱοὶ Ασεμ διακόσιοι εἴκοσι τρει̃ς

2:20 υἱοὶ Γαβερ ἐνενήκοντα πέντε

2:21 υἱοὶ Βαιθλεεμ ἑκατὸν εἴκοσι τρει̃ς

2:22 υἱοὶ Νετωφα πεντήκοντα ἕξ

2:23 υἱοὶ Αναθωθ ἑκατὸν εἴκοσι ὀκτώ

2:24 υἱοὶ Ασμωθ τεσσαράκοντα δύο

2:25 υἱοὶ Καριαθιαριμ Καφιρα καὶ Βηρωθ ἑπτακόσιοι τεσσαράκοντα τρει̃ς

2:26 υἱοὶ Αραμα καὶ Γαβαα ἑξακόσιοι εἴκοσι εἱ̃ς

2:27 ἄνδρες Μαχμας ἑκατὸν εἴκοσι δύο

2:28 ἄνδρες Βαιθηλ καὶ Αια τετρακόσιοι εἴκοσι τρει̃ς

2:29 υἱοὶ Ναβου πεντήκοντα δύο

2:30 υἱοὶ Μαγεβως ἑκατὸν πεντήκοντα ἕξ

2:31 υἱοὶ Ηλαμ-αρ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες

2:32 υἱοὶ Ηραμ τριακόσιοι εἴκοσι

2:33 υἱοὶ Λοδ Αρωθ καὶ Ωνω ἑπτακόσιοι εἴκοσι πέντε

2:34 υἱοὶ Ιεριχω τριακόσιοι τεσσαράκοντα πέντε

2:35 υἱοὶ Σαναα τρισχίλιοι ἑξακόσιοι τριάκοντα

2:36 καὶ οἱ ἱερει̃ς υἱοὶ Ιεδουα τω̨̃ οἴκω̨ 'Ιησου̃ ἐννακόσιοι ἑβδομήκοντα τρει̃ς

2:37 υἱοὶ Εμμηρ χίλιοι πεντήκοντα δύο

2:38 υἱοὶ Φασσουρ χίλιοι διακόσιοι τεσσαράκοντα ἑπτά

2:39 υἱοὶ Ηρεμ χίλιοι ἑπτά

2:40 καὶ οἱ Λευι̃ται υἱοὶ 'Ιησου̃ καὶ Καδμιηλ τοι̃ς υἱοι̃ς Ωδουια ἑβδομήκοντα τέσσαρες

2:41 οἱ ἄ̨δοντες υἱοὶ Ασαφ ἑκατὸν εἴκοσι ὀκτώ

2:42 υἱοὶ τω̃ν πυλωρω̃ν υἱοὶ Σαλουμ υἱοὶ Ατηρ υἱοὶ Τελμων υἱοὶ Ακουβ υἱοὶ Ατιτα υἱοὶ Σαβαου οἱ πάντες ἑκατὸν τριάκοντα ἐννέα

2:43 οἱ ναθιναι̃οι υἱοὶ Σουια υἱοὶ Ασουφε υἱοὶ Ταβαωθ

2:44 υἱοὶ Κηραος υἱοὶ Σωηα υἱοὶ Φαδων

2:45 υἱοὶ Λαβανω υἱοὶ Αγαβα υἱοὶ Ακαβωθ

2:46 υἱοὶ Αγαβ υἱοὶ Σαμαλαι υἱοὶ Αναν

2:47 υἱοὶ Κεδελ υἱοὶ Γαερ υἱοὶ Ρεηα

2:48 υἱοὶ Ρασων υἱοὶ Νεκωδα υἱοὶ Γαζεμ

2:49 υἱοὶ Ουσα υἱοὶ Φαση υἱοὶ Βασι

2:50 υἱοὶ Ασενα υἱοὶ Μαωνιμ υἱοὶ Ναφισων

2:51 υἱοὶ Βακβουκ υἱοὶ Ακιφα υἱοὶ Αρουρ

2:52 υἱοὶ Βασαλωθ υἱοὶ Μαουδα υἱοὶ Αρησα

2:53 υἱοὶ Βαρκους υἱοὶ Σισαρα υἱοὶ Θεμα

2:54 υἱοὶ Νασουε υἱοὶ Ατουφα

2:55 υἱοὶ Αβδησελμα υἱοὶ Σατι υἱοὶ Ασεφηραθ υἱοὶ Φαδουρα

2:56 υἱοὶ Ιεηλα υἱοὶ Δαρκων υἱοὶ Γεδηλ

2:57 υἱοὶ Σαφατια υἱοὶ Ατιλ υἱοὶ Φαχεραθ-ασεβωιν υἱοὶ Ημι

2:58 πάντες οἱ ναθινιν καὶ υἱοὶ Αβδησελμα τριακόσιοι ἐνενήκοντα δύο

2:59 καὶ οὑ̃τοι οἱ ἀναβάντες ἀπὸ Θελμελεθ Θελαρησα Χαρουβ Ηδαν Εμμηρ καὶ οὐκ ἠδυνάσθησαν του̃ ἀναγγει̃λαι οἰ̃κον πατρια̃ς αὐτω̃ν καὶ σπέρμα αὐτω̃ν εἰ ἐξ Ισραηλ εἰσίν

2:60 υἱοὶ Δαλαια υἱοὶ Βουα υἱοὶ Τωβια υἱοὶ Νεκωδα ἑξακόσιοι πεντήκοντα δύο

2:61 καὶ ἀπὸ τω̃ν υἱω̃ν τω̃ν ἱερέων υἱοὶ Χαβια υἱοὶ Ακους υἱοὶ Βερζελλαι ὃς ἔλαβεν ἀπὸ θυγατέρων Βερζελλαι του̃ Γαλααδίτου γυναι̃κα καὶ ἐκλήθη ἐπὶ τω̨̃ ὀνόματι αὐτω̃ν

2:62 οὑ̃τοι ἐζήτησαν γραφὴν αὐτω̃ν οἱ μεθωεσιμ καὶ οὐχ εὑρέθησαν καὶ ἠγχιστεύθησαν ἀπὸ τη̃ς ἱερατείας

2:63 καὶ εἰ̃πεν Αθερσαθα αὐτοι̃ς του̃ μὴ φαγει̃ν ἀπὸ του̃ ἁγίου τω̃ν ἁγίων ἕως ἀναστη̨̃ ἱερεὺς τοι̃ς φωτίζουσιν καὶ τοι̃ς τελείοις

2:64 πα̃σα δὲ ἡ ἐκκλησία ὡς εἱ̃ς τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἑξήκοντα

2:65 χωρὶς δούλων αὐτω̃ν καὶ παιδισκω̃ν αὐτω̃ν οὑ̃τοι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά καὶ οὑ̃τοι ἄ̨δοντες καὶ ἄ̨δουσαι διακόσιοι

2:66 ἵπποι αὐτω̃ν ἑπτακόσιοι τριάκοντα ἕξ ἡμίονοι αὐτω̃ν διακόσιοι τεσσαράκοντα πέντε

2:67 κάμηλοι αὐτω̃ν τετρακόσιοι τριάκοντα πέντε ὄνοι αὐτω̃ν ἑξακισχίλιοι ἑπτακόσιοι εἴκοσι

2:68 καὶ ἀπὸ ἀρχόντων πατριω̃ν ἐν τω̨̃ ἐλθει̃ν αὐτοὺς εἰς οἰ̃κον κυρίου τὸν ἐν Ιερουσαλημ ἡκουσιάσαντο εἰς οἰ̃κον του̃ θεου̃ του̃ στη̃σαι αὐτὸν ἐπὶ τὴν ἑτοιμασίαν αὐτου̃

2:69 ὡς ἡ δύναμις αὐτω̃ν ἔδωκαν εἰς θησαυρὸν του̃ ἔργου χρυσίον καθαρόν μναι̃ ἓξ μυριάδες καὶ χίλιαι καὶ ἀργύριον μναι̃ πεντακισχίλιαι καὶ κοθωνοι τω̃ν ἱερέων ἑκατόν

2:70 καὶ ἐκάθισαν οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται καὶ οἱ ἀπὸ του̃ λαου̃ καὶ οἱ ἄ̨δοντες καὶ οἱ πυλωροὶ καὶ οἱ ναθινιμ ἐν πόλεσιν αὐτω̃ν καὶ πα̃ς Ισραηλ ἐν πόλεσιν αὐτω̃ν

3:1 καὶ ἔφθασεν ὁ μὴν ὁ ἕβδομος καὶ οἱ υἱοὶ Ισραηλ ἐν πόλεσιν αὐτω̃ν καὶ συνήχθη ὁ λαὸς ὡς ἀνὴρ εἱ̃ς εἰς Ιερουσαλημ

3:2 καὶ ἀνέστη 'Ιησου̃ς ὁ του̃ Ιωσεδεκ καὶ οἱ ἀδελφοὶ αὐτου̃ ἱερει̃ς καὶ Ζοροβαβελ ὁ του̃ Σαλαθιηλ καὶ οἱ ἀδελφοὶ αὐτου̃ καὶ ὠ̨κοδόμησαν τὸ θυσιαστήριον θεου̃ Ισραηλ του̃ ἀνενέγκαι ἐπ' αὐτὸ ὁλοκαυτώσεις κατὰ τὰ γεγραμμένα ἐν νόμω̨ Μωυση̃ ἀνθρώπου του̃ θεου̃

3:3 καὶ ἡτοίμασαν τὸ θυσιαστήριον ἐπὶ τὴν ἑτοιμασίαν αὐτου̃ ὅτι ἐν καταπλήξει ἐπ' αὐτοὺς ἀπὸ τω̃ν λαω̃ν τω̃ν γαιω̃ν καὶ ἀνέβη ἐπ' αὐτὸ ὁλοκαύτωσις τω̨̃ κυρίω̨ τὸ πρωὶ καὶ εἰς ἑσπέραν

3:4 καὶ ἐποίησαν τὴν ἑορτὴν τω̃ν σκηνω̃ν κατὰ τὸ γεγραμμένον καὶ ὁλοκαυτώσεις ἡμέραν ἐν ἡμέρα̨ ἐν ἀριθμω̨̃ ὡς ἡ κρίσις λόγον ἡμέρας ἐν ἡμέρα̨ αὐτου̃

3:5 καὶ μετὰ του̃το ὁλοκαυτώσεις ἐνδελεχισμου̃ καὶ εἰς τὰς νουμηνίας καὶ εἰς πάσας ἑορτὰς τὰς ἡγιασμένας καὶ παντὶ ἑκουσιαζομένω̨ ἑκούσιον τω̨̃ κυρίω̨

3:6 ἐν ἡμέρα̨ μια̨̃ του̃ μηνὸς του̃ ἑβδόμου ἤρξαντο ἀναφέρειν ὁλοκαυτώσεις τω̨̃ κυρίω̨ καὶ ὁ οἰ̃κος κυρίου οὐκ ἐθεμελιώθη

3:7 καὶ ἔδωκαν ἀργύριον τοι̃ς λατόμοις καὶ τοι̃ς τέκτοσιν καὶ βρώματα καὶ ποτὰ καὶ ἔλαιον τοι̃ς Σηδανιν καὶ τοι̃ς Σωριν ἐνέγκαι ξύλα κέδρινα ἀπὸ του̃ Λιβάνου πρὸς θάλασσαν Ιόππης κατ' ἐπιχώρησιν Κύρου βασιλέως Περσω̃ν ἐπ' αὐτούς

3:8 καὶ ἐν τω̨̃ ἔτει τω̨̃ δευτέρω̨ του̃ ἐλθει̃ν αὐτοὺς εἰς οἰ̃κον του̃ θεου̃ εἰς Ιερουσαλημ ἐν μηνὶ τω̨̃ δευτέρω̨ ἤρξατο Ζοροβαβελ ὁ του̃ Σαλαθιηλ καὶ 'Ιησου̃ς ὁ του̃ Ιωσεδεκ καὶ οἱ κατάλοιποι τω̃ν ἀδελφω̃ν αὐτω̃ν οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται καὶ πάντες οἱ ἐρχόμενοι ἀπὸ τη̃ς αἰχμαλωσίας εἰς Ιερουσαλημ καὶ ἔστησαν τοὺς Λευίτας ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω ἐπὶ τοὺς ποιου̃ντας τὰ ἔργα ἐν οἴκω̨ κυρίου

3:9 καὶ ἔστη 'Ιησου̃ς καὶ οἱ υἱοὶ αὐτου̃ καὶ οἱ ἀδελφοὶ αὐτου̃ Καδμιηλ καὶ οἱ υἱοὶ αὐτου̃ υἱοὶ Ιουδα ἐπὶ τοὺς ποιου̃ντας τὰ ἔργα ἐν οἴκω̨ του̃ θεου̃ υἱοὶ Ηναδαδ υἱοὶ αὐτω̃ν καὶ ἀδελφοὶ αὐτω̃ν οἱ Λευι̃ται

3:10 καὶ ἐθεμελίωσαν του̃ οἰκοδομη̃σαι τὸν οἰ̃κον κυρίου καὶ ἔστησαν οἱ ἱερει̃ς ἐστολισμένοι ἐν σάλπιγξιν καὶ οἱ Λευι̃ται υἱοὶ Ασαφ ἐν κυμβάλοις του̃ αἰνει̃ν τὸν κύριον ἐπὶ χει̃ρας Δαυιδ βασιλέως Ισραηλ

3:11 καὶ ἀπεκρίθησαν ἐν αἴνω̨ καὶ ἀνθομολογήσει τω̨̃ κυρίω̨ ὅτι ἀγαθόν ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃ ἐπὶ Ισραηλ καὶ πα̃ς ὁ λαὸς ἐσήμαινον φωνὴν μεγάλην αἰνει̃ν τω̨̃ κυρίω̨ ἐπὶ θεμελιώσει οἴκου κυρίου

3:12 καὶ πολλοὶ ἀπὸ τω̃ν ἱερέων καὶ τω̃ν Λευιτω̃ν καὶ ἄρχοντες τω̃ν πατριω̃ν οἱ πρεσβύτεροι οἳ εἴδοσαν τὸν οἰ̃κον τὸν πρω̃τον ἐν θεμελιώσει αὐτου̃ καὶ του̃τον τὸν οἰ̃κον ἐν ὀφθαλμοι̃ς αὐτω̃ν ἔκλαιον φωνη̨̃ μεγάλη̨ καὶ ὄχλος ἐν σημασία̨ μετ' εὐφροσύνης του̃ ὑψω̃σαι ὠ̨δήν

3:13 καὶ οὐκ ἠ̃ν ὁ λαὸς ἐπιγινώσκων φωνὴν σημασίας τη̃ς εὐφροσύνης ἀπὸ τη̃ς φωνη̃ς του̃ κλαυθμου̃ του̃ λαου̃ ὅτι ὁ λαὸς ἐκραύγασεν φωνη̨̃ μεγάλη̨ καὶ ἡ φωνὴ ἠκούετο ἕως ἀπὸ μακρόθεν

4:1 καὶ ἤκουσαν οἱ θλίβοντες Ιουδα καὶ Βενιαμιν ὅτι οἱ υἱοὶ τη̃ς ἀποικίας οἰκοδομου̃σιν οἰ̃κον τω̨̃ κυρίω̨ θεω̨̃ Ισραηλ

4:2 καὶ ἤγγισαν πρὸς Ζοροβαβελ καὶ πρὸς τοὺς ἄρχοντας τω̃ν πατριω̃ν καὶ εἰ̃παν αὐτοι̃ς οἰκοδομήσομεν μεθ' ὑμω̃ν ὅτι ὡς ὑμει̃ς ἐκζητου̃μεν τω̨̃ θεω̨̃ ὑμω̃ν καὶ αὐτω̨̃ ἡμει̃ς θυσιάζομεν ἀπὸ ἡμερω̃ν Ασαραδδων βασιλέως Ασσουρ του̃ ἐνέγκαντος ἡμα̃ς ὡ̃δε

4:3 καὶ εἰ̃πεν πρὸς αὐτοὺς Ζοροβαβελ καὶ 'Ιησου̃ς καὶ οἱ κατάλοιποι τω̃ν ἀρχόντων τω̃ν πατριω̃ν του̃ Ισραηλ οὐχ ἡμι̃ν καὶ ὑμι̃ν του̃ οἰκοδομη̃σαι οἰ̃κον τω̨̃ θεω̨̃ ἡμω̃ν ὅτι ἡμει̃ς αὐτοὶ ἐπὶ τὸ αὐτὸ οἰκοδομήσομεν τω̨̃ κυρίω̨ θεω̨̃ ἡμω̃ν ὡς ἐνετείλατο ἡμι̃ν Κυ̃ρος ὁ βασιλεὺς Περσω̃ν

4:4 καὶ ἠ̃ν ὁ λαὸς τη̃ς γη̃ς ἐκλύων τὰς χει̃ρας του̃ λαου̃ Ιουδα καὶ ἐνεπόδιζον αὐτοὺς του̃ οἰκοδομει̃ν

4:5 καὶ μισθούμενοι ἐπ' αὐτοὺς βουλευόμενοι του̃ διασκεδάσαι βουλὴν αὐτω̃ν πάσας τὰς ἡμέρας Κύρου βασιλέως Περσω̃ν καὶ ἕως βασιλείας Δαρείου βασιλέως Περσω̃ν

4:6 καὶ ἐν βασιλεία̨ Ασουηρου ἐν ἀρχη̨̃ βασιλείας αὐτου̃ ἔγραψαν ἐπιστολὴν ἐπὶ οἰκου̃ντας Ιουδα καὶ Ιερουσαλημ

4:7 καὶ ἐν ἡμέραις Αρθασασθα ἔγραψεν ἐν εἰρήνη̨ Μιθραδάτη̨ Ταβεηλ σὺν καὶ τοι̃ς λοιποι̃ς συνδούλοις αὐτου̃ πρὸς Αρθασασθα βασιλέα Περσω̃ν ἔγραψεν ὁ φορολόγος γραφὴν Συριστὶ καὶ ἡρμηνευμένην

4:8 Ραουμ βααλταμ καὶ Σαμσαι ὁ γραμματεὺς ἔγραψαν ἐπιστολὴν μίαν κατὰ Ιερουσαλημ τω̨̃ Αρθασασθα βασιλει̃

4:9 τάδε ἔκρινεν Ραουμ βααλταμ καὶ Σαμσαι ὁ γραμματεὺς καὶ οἱ κατάλοιποι σύνδουλοι ἡμω̃ν Διναι̃οι Αφαρσαθαχαι̃οι Ταρφαλλαι̃οι Αφαρσαι̃οι Αρχυαι̃οι Βαβυλώνιοι Σουσαναχαι̃οι οἵ εἰσιν Ηλαμαι̃οι

4:10 καὶ οἱ κατάλοιποι ἐθνω̃ν ὡ̃ν ἀπώ̨κισεν Ασενναφαρ ὁ μέγας καὶ ὁ τίμιος καὶ κατώ̨κισεν αὐτοὺς ἐν πόλεσιν τη̃ς Σομορων καὶ τὸ κατάλοιπον πέραν του̃ ποταμου̃

4:11 αὕτη ἡ διαταγὴ τη̃ς ἐπιστολη̃ς ἡ̃ς ἀπέστειλαν πρὸς αὐτόν πρὸς Αρθασασθα βασιλέα παι̃δές σου ἄνδρες πέραν του̃ ποταμου̃

4:12 γνωστὸν ἔστω τω̨̃ βασιλει̃ ὅτι οἱ Ιουδαι̃οι ἀναβάντες ἀπὸ σου̃ ἐφ' ἡμα̃ς ἤλθοσαν εἰς Ιερουσαλημ τὴν πόλιν τὴν ἀποστάτιν καὶ πονηρὰν οἰκοδομου̃σιν καὶ τὰ τείχη αὐτη̃ς κατηρτισμένοι εἰσίν καὶ θεμελίους αὐτη̃ς ἀνύψωσαν

4:13 νυ̃ν οὐ̃ν γνωστὸν ἔστω τω̨̃ βασιλει̃ ὅτι ἐὰν ἡ πόλις ἐκείνη ἀνοικοδομηθη̨̃ καὶ τὰ τείχη αὐτη̃ς καταρτισθω̃σιν φόροι οὐκ ἔσονταί σοι οὐδὲ δώσουσιν καὶ του̃το βασιλει̃ς κακοποιει̃

4:14 καὶ ἀσχημοσύνην βασιλέως οὐκ ἔξεστιν ἡμι̃ν ἰδει̃ν διὰ του̃το ἐπέμψαμεν καὶ ἐγνωρίσαμεν τω̨̃ βασιλει̃

4:15 ἵνα ἐπισκέψηται ἐν βιβλίω̨ ὑπομνηματισμου̃ τω̃ν πατέρων σου καὶ εὑρήσεις καὶ γνώση̨ ὅτι ἡ πόλις ἐκείνη πόλις ἀποστάτις καὶ κακοποιου̃σα βασιλει̃ς καὶ χώρας καὶ φυγάδια δούλων ἐν μέσω̨ αὐτη̃ς ἀπὸ χρόνων αἰω̃νος διὰ ταυ̃τα ἡ πόλις αὕτη ἠρημώθη

4:16 γνωρίζομεν οὐ̃ν ἡμει̃ς τω̨̃ βασιλει̃ ὅτι ἐὰν ἡ πόλις ἐκείνη οἰκοδομηθη̨̃ καὶ τὰ τείχη αὐτη̃ς καταρτισθη̨̃ οὐκ ἔστιν σοι εἰρήνη

4:17 καὶ ἀπέστειλεν ὁ βασιλεὺς πρὸς Ραουμ βααλταμ καὶ Σαμσαι γραμματέα καὶ τοὺς καταλοίπους συνδούλους αὐτω̃ν τοὺς οἰκου̃ντας ἐν Σαμαρεία̨ καὶ τοὺς καταλοίπους πέραν του̃ ποταμου̃ εἰρήνην καί φησιν

4:18 ὁ φορολόγος ὃν ἀπεστείλατε πρὸς ἡμα̃ς ἐκλήθη ἔμπροσθεν ἐμου̃

4:19 καὶ παρ' ἐμου̃ ἐτέθη γνώμη καὶ ἐπεσκεψάμεθα καὶ εὕραμεν ὅτι ἡ πόλις ἐκείνη ἀφ' ἡμερω̃ν αἰω̃νος ἐπὶ βασιλει̃ς ἐπαίρεται καὶ ἀποστάσεις καὶ φυγάδια γίνονται ἐν αὐτη̨̃

4:20 καὶ βασιλει̃ς ἰσχυροὶ γίνονται ἐπὶ Ιερουσαλημ καὶ ἐπικρατου̃ντες ὅλης τη̃ς ἑσπέρας του̃ ποταμου̃ καὶ φόροι πλήρεις καὶ μέρος δίδοται αὐτοι̃ς

4:21 καὶ νυ̃ν θέτε γνώμην καταργη̃σαι τοὺς ἄνδρας ἐκείνους καὶ ἡ πόλις ἐκείνη οὐκ οἰκοδομηθήσεται ἔτι ὅπως ἀπὸ τη̃ς γνώμης

4:22 πεφυλαγμένοι ἠ̃τε ἄνεσιν ποιη̃σαι περὶ τούτου μήποτε πληθυνθη̨̃ ἀφανισμὸς εἰς κακοποίησιν βασιλευ̃σιν

4:23 τότε ὁ φορολόγος του̃ Αρθασασθα βασιλέως ἀνέγνω ἐνώπιον Ραουμ καὶ Σαμσαι γραμματέως καὶ συνδούλων αὐτω̃ν καὶ ἐπορεύθησαν σπουδη̨̃ εἰς Ιερουσαλημ καὶ ἐν Ιουδα καὶ κατήργησαν αὐτοὺς ἐν ἵπποις καὶ δυνάμει

4:24 τότε ἤργησεν τὸ ἔργον οἴκου του̃ θεου̃ του̃ ἐν Ιερουσαλημ καὶ ἠ̃ν ἀργου̃ν ἕως δευτέρου ἔτους τη̃ς βασιλείας Δαρείου του̃ βασιλέως Περσω̃ν

5:1 καὶ ἐπροφήτευσεν Αγγαιος ὁ προφήτης καὶ Ζαχαριας ὁ του̃ Αδδω προφητείαν ἐπὶ τοὺς Ιουδαίους τοὺς ἐν Ιουδα καὶ Ιερουσαλημ ἐν ὀνόματι θεου̃ Ισραηλ ἐπ' αὐτούς

5:2 τότε ἀνέστησαν Ζοροβαβελ ὁ του̃ Σαλαθιηλ καὶ 'Ιησου̃ς ὁ υἱὸς Ιωσεδεκ καὶ ἤρξαντο οἰκοδομη̃σαι τὸν οἰ̃κον του̃ θεου̃ τὸν ἐν Ιερουσαλημ καὶ μετ' αὐτω̃ν οἱ προφη̃ται του̃ θεου̃ βοηθου̃ντες αὐτοι̃ς

5:3 ἐν αὐτω̨̃ τω̨̃ καιρω̨̃ ἠ̃λθεν ἐπ' αὐτοὺς Θανθαναι ἔπαρχος πέραν του̃ ποταμου̃ καὶ Σαθαρβουζανα καὶ οἱ σύνδουλοι αὐτω̃ν καὶ τοι̃α εἰ̃παν αὐτοι̃ς τίς ἔθηκεν ὑμι̃ν γνώμην του̃ οἰκοδομη̃σαι τὸν οἰ̃κον του̃τον καὶ τὴν χορηγίαν ταύτην καταρτίσασθαι

5:4 τότε ταυ̃τα εἴποσαν αὐτοι̃ς τίνα ἐστὶν τὰ ὀνόματα τω̃ν ἀνδρω̃ν τω̃ν οἰκοδομούντων τὴν πόλιν ταύτην

5:5 καὶ οἱ ὀφθαλμοὶ του̃ θεου̃ ἐπὶ τὴν αἰχμαλωσίαν Ιουδα καὶ οὐ κατήργησαν αὐτούς ἕως γνώμη τω̨̃ Δαρείω̨ ἀπηνέχθη καὶ τότε ἀπεστάλη τω̨̃ φορολόγω̨ ὑπὲρ τούτου

5:6 διασάφησις ἐπιστολη̃ς ἡ̃ς ἀπέστειλεν Θανθαναι ὁ ἔπαρχος του̃ πέραν του̃ ποταμου̃ καὶ Σαθαρβουζανα καὶ οἱ σύνδουλοι αὐτω̃ν Αφαρσαχαι̃οι οἱ ἐν τω̨̃ πέραν του̃ ποταμου̃ Δαρείω̨ τω̨̃ βασιλει̃

5:7 ῥη̃σιν ἀπέστειλαν πρὸς αὐτόν καὶ τάδε γέγραπται ἐν αὐτω̨̃ Δαρείω̨ τω̨̃ βασιλει̃ εἰρήνη πα̃σα

5:8 γνωστὸν ἔστω τω̨̃ βασιλει̃ ὅτι ἐπορεύθημεν εἰς τὴν Ιουδαίαν χώραν εἰς οἰ̃κον του̃ θεου̃ του̃ μεγάλου καὶ αὐτὸς οἰκοδομει̃ται λίθοις ἐκλεκτοι̃ς καὶ ξύλα ἐντίθεται ἐν τοι̃ς τοίχοις καὶ τὸ ἔργον ἐκει̃νο ἐπιδέξιον γίνεται καὶ εὐοδου̃ται ἐν ται̃ς χερσὶν αὐτω̃ν

5:9 τότε ἠρωτήσαμεν τοὺς πρεσβυτέρους ἐκείνους καὶ οὕτως εἴπαμεν αὐτοι̃ς τίς ἔθηκεν ὑμι̃ν γνώμην τὸν οἰ̃κον του̃τον οἰκοδομη̃σαι καὶ τὴν χορηγίαν ταύτην καταρτίσασθαι

5:10 καὶ τὰ ὀνόματα αὐτω̃ν ἠρωτήσαμεν αὐτοὺς γνωρίσαι σοι ὥστε γράψαι σοι τὰ ὀνόματα τω̃ν ἀνδρω̃ν τω̃ν ἀρχόντων αὐτω̃ν

5:11 καὶ τοιου̃το ῥη̃μα ἀπεκρίθησαν ἡμι̃ν λέγοντες ἡμει̃ς ἐσμεν δου̃λοι του̃ θεου̃ του̃ οὐρανου̃ καὶ τη̃ς γη̃ς καὶ οἰκοδομου̃μεν τὸν οἰ̃κον ὃς ἠ̃ν ὠ̨κοδομημένος πρὸ τούτου ἔτη πολλά καὶ βασιλεὺς του̃ Ισραηλ μέγας ὠ̨κοδόμησεν αὐτὸν καὶ κατηρτίσατο αὐτὸν

5:12 αὐτοι̃ς ἀφ' ὅτε δὲ παρώργισαν οἱ πατέρες ἡμω̃ν τὸν θεὸν του̃ οὐρανου̃ ἔδωκεν αὐτοὺς εἰς χει̃ρας Ναβουχοδονοσορ βασιλέως Βαβυλω̃νος του̃ Χαλδαίου καὶ τὸν οἰ̃κον του̃τον κατέλυσεν καὶ τὸν λαὸν ἀπώ̨κισεν εἰς Βαβυλω̃να

5:13 ἀλλ' ἐν ἔτει πρώτω̨ Κύρου του̃ βασιλέως Κυ̃ρος ὁ βασιλεὺς ἔθετο γνώμην τὸν οἰ̃κον του̃ θεου̃ του̃τον οἰκοδομηθη̃ναι

5:14 καὶ τὰ σκεύη του̃ οἴκου του̃ θεου̃ τὰ χρυσα̃ καὶ τὰ ἀργυρα̃ ἃ Ναβουχοδονοσορ ἐξήνεγκεν ἀπὸ οἴκου του̃ ἐν Ιερουσαλημ καὶ ἀπήνεγκεν αὐτὰ εἰς ναὸν του̃ βασιλέως ἐξήνεγκεν αὐτὰ Κυ̃ρος ὁ βασιλεὺς ἀπὸ ναου̃ του̃ βασιλέως καὶ ἔδωκεν τω̨̃ Σασαβασαρ τω̨̃ θησαυροφύλακι τω̨̃ ἐπὶ του̃ θησαυρου̃

5:15 καὶ εἰ̃πεν αὐτω̨̃ πάντα τὰ σκεύη λαβὲ καὶ πορεύου θὲς αὐτὰ ἐν τω̨̃ οἴκω̨ τω̨̃ ἐν Ιερουσαλημ εἰς τὸν ἑαυτω̃ν τόπον

5:16 τότε Σασαβασαρ ἐκει̃νος ἠ̃λθεν καὶ ἔδωκεν θεμελίους του̃ οἴκου του̃ θεου̃ του̃ ἐν Ιερουσαλημ καὶ ἀπὸ τότε ἕως του̃ νυ̃ν ὠ̨κοδομήθη καὶ οὐκ ἐτελέσθη

5:17 καὶ νυ̃ν εἰ ἐπὶ τὸν βασιλέα ἀγαθόν ἐπισκεπήτω ἐν οἴκω̨ τη̃ς γάζης του̃ βασιλέως Βαβυλω̃νος ὅπως γνω̨̃ς ὅτι ἀπὸ βασιλέως Κύρου ἐτέθη γνώμη οἰκοδομη̃σαι τὸν οἰ̃κον του̃ θεου̃ ἐκει̃νον τὸν ἐν Ιερουσαλημ καὶ γνοὺς ὁ βασιλεὺς περὶ τούτου πεμψάτω πρὸς ἡμα̃ς

6:1 τότε Δαρει̃ος ὁ βασιλεὺς ἔθηκεν γνώμην καὶ ἐπεσκέψατο ἐν ται̃ς βιβλιοθήκαις ὅπου ἡ γάζα κει̃ται ἐν Βαβυλω̃νι

6:2 καὶ εὑρέθη ἐν πόλει ἐν τη̨̃ βάρει τη̃ς Μήδων πόλεως κεφαλὶς μία καὶ του̃το ἠ̃ν γεγραμμένον ἐν αὐτη̨̃ ὑπόμνημα

6:3 ἐν ἔτει πρώτω̨ Κύρου βασιλέως Κυ̃ρος ὁ βασιλεὺς ἔθηκεν γνώμην περὶ οἴκου του̃ θεου̃ του̃ ἐν Ιερουσαλημ οἰ̃κος οἰκοδομηθήτω καὶ τόπος οὑ̃ θυσιάζουσιν τὰ θυσιάσματα καὶ ἔθηκεν ἔπαρμα ὕψος πήχεις ἑξήκοντα πλάτος αὐτου̃ πήχεων ἑξήκοντα

6:4 καὶ δόμοι λίθινοι κραταιοὶ τρει̃ς καὶ δόμος ξύλινος εἱ̃ς καὶ ἡ δαπάνη ἐξ οἴκου του̃ βασιλέως δοθήσεται

6:5 καὶ τὰ σκεύη οἴκου του̃ θεου̃ τὰ ἀργυρα̃ καὶ τὰ χρυσα̃ ἃ Ναβουχοδονοσορ ἐξήνεγκεν ἀπὸ οἴκου του̃ ἐν Ιερουσαλημ καὶ ἐκόμισεν εἰς Βαβυλω̃να καὶ δοθήτω καὶ ἀπελθάτω εἰς τὸν ναὸν τὸν ἐν Ιερουσαλημ ἐπὶ τόπου οὑ̃ ἐτέθη ἐν οἴκω̨ του̃ θεου̃

6:6 νυ̃ν δώσετε ἔπαρχοι πέραν του̃ ποταμου̃ Σαθαρβουζανα καὶ οἱ σύνδουλοι αὐτω̃ν Αφαρσαχαι̃οι οἱ ἐν πέρα του̃ ποταμου̃ μακρὰν ὄντες ἐκει̃θεν

6:7 ἄφετε τὸ ἔργον οἴκου του̃ θεου̃ οἱ ἀφηγούμενοι τω̃ν Ιουδαίων καὶ οἱ πρεσβύτεροι τω̃ν Ιουδαίων οἰ̃κον του̃ θεου̃ ἐκει̃νον οἰκοδομείτωσαν ἐπὶ του̃ τόπου αὐτου̃

6:8 καὶ ἀπ' ἐμου̃ ἐτέθη γνώμη μήποτέ τι ποιήσητε μετὰ τω̃ν πρεσβυτέρων τω̃ν Ιουδαίων του̃ οἰκοδομη̃σαι οἰ̃κον του̃ θεου̃ ἐκει̃νον καὶ ἀπὸ ὑπαρχόντων βασιλέως τω̃ν φόρων πέραν του̃ ποταμου̃ ἐπιμελω̃ς δαπάνη ἔστω διδομένη τοι̃ς ἀνδράσιν ἐκείνοις τὸ μὴ καταργηθη̃ναι

6:9 καὶ ὃ ἂν ὑστέρημα καὶ υἱοὺς βοω̃ν καὶ κριω̃ν καὶ ἀμνοὺς εἰς ὁλοκαυτώσεις τω̨̃ θεω̨̃ του̃ οὐρανου̃ πυρούς ἅλας οἰ̃νον ἔλαιον κατὰ τὸ ῥη̃μα τω̃ν ἱερέων τω̃ν ἐν Ιερουσαλημ ἔστω διδόμενον αὐτοι̃ς ἡμέραν ἐν ἡμέρα̨ ὃ ἐὰν αἰτήσωσιν

6:10 ἵνα ὠ̃σιν προσφέροντες εὐωδίας τω̨̃ θεω̨̃ του̃ οὐρανου̃ καὶ προσεύχωνται εἰς ζωὴν του̃ βασιλέως καὶ τω̃ν υἱω̃ν αὐτου̃

6:11 καὶ ἀπ' ἐμου̃ ἐτέθη γνώμη ὅτι πα̃ς ἄνθρωπος ὃς ἀλλάξει τὸ ῥη̃μα του̃το καθαιρεθήσεται ξύλον ἐκ τη̃ς οἰκίας αὐτου̃ καὶ ὠρθωμένος παγήσεται ἐπ' αὐτου̃ καὶ ὁ οἰ̃κος αὐτου̃ τὸ κατ' ἐμὲ ποιηθήσεται

6:12 καὶ ὁ θεός οὑ̃ κατασκηνοι̃ τὸ ὄνομα ἐκει̃ καταστρέψει πάντα βασιλέα καὶ λαόν ὃς ἐκτενει̃ τὴν χει̃ρα αὐτου̃ ἀλλάξαι ἢ ἀφανίσαι τὸν οἰ̃κον του̃ θεου̃ ἐκει̃νον τὸν ἐν Ιερουσαλημ ἐγὼ Δαρει̃ος ἔθηκα γνώμην ἐπιμελω̃ς ἔσται

6:13 τότε Θανθαναι ἔπαρχος πέραν του̃ ποταμου̃ Σαθαρβουζανα καὶ οἱ σύνδουλοι αὐτου̃ πρὸς ὃ ἀπέστειλεν Δαρει̃ος ὁ βασιλεὺς οὕτως ἐποίησαν ἐπιμελω̃ς

6:14 καὶ οἱ πρεσβύτεροι τω̃ν Ιουδαίων ὠ̨κοδομου̃σαν καὶ οἱ Λευι̃ται ἐν προφητεία̨ Αγγαιου του̃ προφήτου καὶ Ζαχαριου υἱου̃ Αδδω καὶ ἀνω̨κοδόμησαν καὶ κατηρτίσαντο ἀπὸ γνώμης θεου̃ Ισραηλ καὶ ἀπὸ γνώμης Κύρου καὶ Δαρείου καὶ Αρθασασθα βασιλέων Περσω̃ν

6:15 καὶ ἐτέλεσαν τὸν οἰ̃κον του̃τον ἕως ἡμέρας τρίτης μηνὸς Αδαρ ὅ ἐστιν ἔτος ἕκτον τη̨̃ βασιλεία̨ Δαρείου του̃ βασιλέως

6:16 καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται καὶ οἱ κατάλοιποι υἱω̃ν ἀποικεσίας ἐγκαίνια του̃ οἴκου του̃ θεου̃ ἐν εὐφροσύνη̨

6:17 καὶ προσήνεγκαν εἰς τὰ ἐγκαίνια του̃ οἴκου του̃ θεου̃ μόσχους ἑκατόν κριοὺς διακοσίους ἀμνοὺς τετρακοσίους χιμάρους αἰγω̃ν περὶ ἁμαρτίας ὑπὲρ παντὸς Ισραηλ δώδεκα εἰς ἀριθμὸν φυλω̃ν Ισραηλ

6:18 καὶ ἔστησαν τοὺς ἱερει̃ς ἐν διαιρέσεσιν αὐτω̃ν καὶ τοὺς Λευίτας ἐν μερισμοι̃ς αὐτω̃ν ἐπὶ δουλεία̨ θεου̃ του̃ ἐν Ιερουσαλημ κατὰ τὴν γραφὴν βιβλίου Μωυση̃

6:19 καὶ ἐποίησαν οἱ υἱοὶ τη̃ς ἀποικεσίας τὸ πασχα τη̨̃ τεσσαρεσκαιδεκάτη̨ του̃ μηνὸς του̃ πρώτου

6:20 ὅτι ἐκαθαρίσθησαν οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται ἕως εἱ̃ς πάντες καθαροὶ καὶ ἔσφαξαν τὸ πασχα τοι̃ς πα̃σιν υἱοι̃ς τη̃ς ἀποικεσίας καὶ τοι̃ς ἀδελφοι̃ς αὐτω̃ν τοι̃ς ἱερευ̃σιν καὶ ἑαυτοι̃ς

6:21 καὶ ἔφαγον οἱ υἱοὶ Ισραηλ τὸ πασχα οἱ ἀπὸ τη̃ς ἀποικεσίας καὶ πα̃ς ὁ χωριζόμενος τη̃ς ἀκαθαρσίας ἐθνω̃ν τη̃ς γη̃ς πρὸς αὐτοὺς του̃ ἐκζητη̃σαι κύριον θεὸν Ισραηλ

6:22 καὶ ἐποίησαν τὴν ἑορτὴν τω̃ν ἀζύμων ἑπτὰ ἡμέρας ἐν εὐφροσύνη̨ ὅτι εὔφρανεν αὐτοὺς κύριος καὶ ἐπέστρεψεν καρδίαν βασιλέως Ασσουρ ἐπ' αὐτοὺς κραταιω̃σαι τὰς χει̃ρας αὐτω̃ν ἐν ἔργοις οἴκου του̃ θεου̃ Ισραηλ

7:1 καὶ μετὰ τὰ ῥήματα ταυ̃τα ἐν βασιλεία̨ Αρθασασθα βασιλέως Περσω̃ν ἀνέβη Εσδρας υἱὸς Σαραιου υἱου̃ Αζαριου υἱου̃ Ελκια

7:2 υἱου̃ Σαλουμ υἱου̃ Σαδδουκ υἱου̃ Αχιτωβ

7:3 υἱου̃ Σαμαρια υἱου̃ Εσρια υἱου̃ Μαρερωθ

7:4 υἱου̃ Ζαραια υἱου̃ Σαουια υἱου̃ Βοκκι

7:5 υἱου̃ Αβισουε υἱου̃ Φινεες υἱου̃ Ελεαζαρ υἱου̃ Ααρων του̃ ἱερέως του̃ πρώτου

7:6 αὐτὸς Εσδρας ἀνέβη ἐκ Βαβυλω̃νος καὶ αὐτὸς γραμματεὺς ταχὺς ἐν νόμω̨ Μωυση̃ ὃν ἔδωκεν κύριος ὁ θεὸς Ισραηλ καὶ ἔδωκεν αὐτω̨̃ ὁ βασιλεύς ὅτι χεὶρ κυρίου θεου̃ αὐτου̃ ἐπ' αὐτὸν ἐν πα̃σιν οἱ̃ς ἐζήτει αὐτός

7:7 καὶ ἀνέβησαν ἀπὸ υἱω̃ν Ισραηλ καὶ ἀπὸ τω̃ν ἱερέων καὶ ἀπὸ τω̃ν Λευιτω̃ν καὶ οἱ ἄ̨δοντες καὶ οἱ πυλωροὶ καὶ οἱ ναθινιμ εἰς Ιερουσαλημ ἐν ἔτει ἑβδόμω̨ τω̨̃ Αρθασασθα τω̨̃ βασιλει̃

7:8 καὶ ἤλθοσαν εἰς Ιερουσαλημ τω̨̃ μηνὶ τω̨̃ πέμπτω̨ του̃το ἔτος ἕβδομον τω̨̃ βασιλει̃

7:9 ὅτι ἐν μια̨̃ του̃ μηνὸς του̃ πρώτου αὐτὸς ἐθεμελίωσεν τὴν ἀνάβασιν τὴν ἀπὸ Βαβυλω̃νος ἐν δὲ τη̨̃ πρώτη̨ του̃ μηνὸς του̃ πέμπτου ἤλθοσαν εἰς Ιερουσαλημ ὅτι χεὶρ θεου̃ αὐτου̃ ἠ̃ν ἀγαθὴ ἐπ' αὐτόν

7:10 ὅτι Εσδρας ἔδωκεν ἐν καρδία̨ αὐτου̃ ζητη̃σαι τὸν νόμον καὶ ποιει̃ν καὶ διδάσκειν ἐν Ισραηλ προστάγματα καὶ κρίματα

7:11 καὶ αὕτη ἡ διασάφησις του̃ διατάγματος οὑ̃ ἔδωκεν Αρθασασθα τω̨̃ Εσδρα τω̨̃ ἱερει̃ τω̨̃ γραμματει̃ βιβλίου λόγων ἐντολω̃ν κυρίου καὶ προσταγμάτων αὐτου̃ ἐπὶ τὸν Ισραηλ

7:12 Αρθασασθα βασιλεὺς βασιλέων Εσδρα γραμματει̃ νόμου του̃ θεου̃ του̃ οὐρανου̃ τετέλεσται ὁ λόγος καὶ ἡ ἀπόκρισις

7:13 ἀπ' ἐμου̃ ἐτέθη γνώμη ὅτι πα̃ς ὁ ἑκουσιαζόμενος ἐν βασιλεία̨ μου ἀπὸ λαου̃ Ισραηλ καὶ ἱερέων καὶ Λευιτω̃ν πορευθη̃ναι εἰς Ιερουσαλημ μετὰ σου̃ πορευθη̃ναι

7:14 ἀπὸ προσώπου του̃ βασιλέως καὶ τω̃ν ἑπτὰ συμβούλων ἀπεστάλη ἐπισκέψασθαι ἐπὶ τὴν Ιουδαίαν καὶ εἰς Ιερουσαλημ νόμω̨ θεου̃ αὐτω̃ν τω̨̃ ἐν χειρί σου

7:15 καὶ εἰς οἰ̃κον κυρίου ἀργύριον καὶ χρυσίον ὃ ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι ἡκουσιάσθησαν τω̨̃ θεω̨̃ του̃ Ισραηλ τω̨̃ ἐν Ιερουσαλημ κατασκηνου̃ντι

7:16 καὶ πα̃ν ἀργύριον καὶ χρυσίον ὅ τι ἐὰν εὕρη̨ς ἐν πάση̨ χώρα̨ Βαβυλω̃νος μετὰ ἑκουσιασμου̃ του̃ λαου̃ καὶ ἱερέων τω̃ν ἑκουσιαζομένων εἰς οἰ̃κον θεου̃ τὸν ἐν Ιερουσαλημ

7:17 καὶ πα̃ν προσπορευόμενον του̃τον ἑτοίμως ἔνταξον ἐν βιβλίω̨ τούτω̨ μόσχους κριούς ἀμνοὺς καὶ θυσίας αὐτω̃ν καὶ σπονδὰς αὐτω̃ν καὶ προσοίσεις αὐτὰ ἐπὶ θυσιαστηρίου του̃ οἴκου του̃ θεου̃ ὑμω̃ν του̃ ἐν Ιερουσαλημ

7:18 καὶ εἴ τι ἐπὶ σὲ καὶ τοὺς ἀδελφούς σου ἀγαθυνθη̨̃ ἐν καταλοίπω̨ του̃ ἀργυρίου καὶ του̃ χρυσίου ποιη̃σαι ὡς ἀρεστὸν τω̨̃ θεω̨̃ ὑμω̃ν ποιήσατε

7:19 καὶ τὰ σκεύη τὰ διδόμενά σοι εἰς λειτουργίαν οἴκου θεου̃ παράδος ἐνώπιον του̃ θεου̃ ἐν Ιερουσαλημ

7:20 καὶ κατάλοιπον χρείας οἴκου θεου̃ σου ὃ ἂν φανη̨̃ σοι δου̃ναι δώσεις ἀπὸ οἴκων γάζης βασιλέως

7:21 καὶ ἀπ' ἐμου̃ ἐγὼ Αρθασασθα βασιλεύς ἔθηκα γνώμην πάσαις ται̃ς γάζαις ται̃ς ἐν πέρα του̃ ποταμου̃ ὅτι πα̃ν ὃ ἂν αἰτήση̨ ὑμα̃ς Εσδρας ὁ ἱερεὺς καὶ γραμματεὺς του̃ νόμου του̃ θεου̃ του̃ οὐρανου̃ ἑτοίμως γιγνέσθω

7:22 ἕως ἀργυρίου ταλάντων ἑκατὸν καὶ ἕως πυρου̃ κόρων ἑκατὸν καὶ ἕως οἴνου βάδων ἑκατὸν καὶ ἕως ἐλαίου βάδων ἑκατὸν καὶ ἅλας οὑ̃ οὐκ ἔστιν γραφή

7:23 πα̃ν ὅ ἐστιν ἐν γνώμη̨ θεου̃ του̃ οὐρανου̃ γιγνέσθω προσέχετε μή τις ἐπιχειρήση̨ εἰς οἰ̃κον θεου̃ του̃ οὐρανου̃ μήποτε γένηται ὀργὴ ἐπὶ τὴν βασιλείαν του̃ βασιλέως καὶ τω̃ν υἱω̃ν αὐτου̃

7:24 καὶ ὑμι̃ν ἐγνώρισται ἐν πα̃σιν τοι̃ς ἱερευ̃σιν καὶ τοι̃ς Λευίταις ἄ̨δουσιν πυλωροι̃ς ναθινιμ καὶ λειτουργοι̃ς οἴκου θεου̃ τούτου φόρος μὴ ἔστω σοι οὐκ ἐξουσιάσεις καταδουλου̃σθαι αὐτούς

7:25 καὶ σύ Εσδρα ὡς ἡ σοφία του̃ θεου̃ ἐν χειρί σου κατάστησον γραμματει̃ς καὶ κριτάς ἵνα ὠ̃σιν κρίνοντες παντὶ τω̨̃ λαω̨̃ τω̨̃ ἐν πέρα του̃ ποταμου̃ πα̃σιν τοι̃ς εἰδόσιν νόμον του̃ θεου̃ σου καὶ τω̨̃ μὴ εἰδότι γνωριει̃τε

7:26 καὶ πα̃ς ὃς ἂν μὴ ἠ̨̃ ποιω̃ν νόμον του̃ θεου̃ καὶ νόμον του̃ βασιλέως ἑτοίμως τὸ κρίμα ἔσται γιγνόμενον ἐξ αὐτου̃ ἐάν τε εἰς θάνατον ἐάν τε εἰς παιδείαν ἐάν τε εἰς ζημίαν του̃ βίου ἐάν τε εἰς δεσμά

7:27 εὐλογητὸς κύριος ὁ θεὸς τω̃ν πατέρων ἡμω̃ν ὃς ἔδωκεν οὕτως ἐν καρδία̨ του̃ βασιλέως του̃ δοξάσαι τὸν οἰ̃κον κυρίου τὸν ἐν Ιερουσαλημ

7:28 καὶ ἐπ' ἐμὲ ἔκλινεν ἔλεος ἐν ὀφθαλμοι̃ς του̃ βασιλέως καὶ τω̃ν συμβούλων αὐτου̃ καὶ πάντων τω̃ν ἀρχόντων του̃ βασιλέως τω̃ν ἐπηρμένων καὶ ἐγὼ ἐκραταιώθην ὡς χεὶρ θεου̃ ἡ ἀγαθὴ ἐπ' ἐμέ καὶ συνη̃ξα ἀπὸ Ισραηλ ἄρχοντας ἀναβη̃ναι μετ' ἐμου̃

8:1 καὶ οὑ̃τοι οἱ ἄρχοντες πατριω̃ν αὐτω̃ν οἱ ὁδηγοὶ ἀναβαίνοντες μετ' ἐμου̃ ἐν βασιλεία̨ Αρθασασθα του̃ βασιλέως Βαβυλω̃νος

8:2 ἀπὸ υἱω̃ν Φινεες Γηρσωμ ἀπὸ υἱω̃ν Ιθαμαρ Δανιηλ ἀπὸ υἱω̃ν Δαυιδ Ατους

8:3 ἀπὸ υἱω̃ν Σαχανια ἀπὸ υἱω̃ν Φορος Ζαχαριας καὶ μετ' αὐτου̃ τὸ σύστρεμμα ἑκατὸν καὶ πεντήκοντα

8:4 ἀπὸ υἱω̃ν Φααθμωαβ Ελιανα υἱὸς Ζαραια καὶ μετ' αὐτου̃ διακόσιοι τὰ ἀρσενικά

8:5 ἀπὸ υἱω̃ν Ζαθοης Σεχενιας υἱὸς Αζιηλ καὶ μετ' αὐτου̃ τριακόσιοι τὰ ἀρσενικά

8:6 καὶ ἀπὸ υἱω̃ν Αδιν Ωβηθ υἱὸς Ιωναθαν καὶ μετ' αὐτου̃ πεντήκοντα τὰ ἀρσενικά

8:7 καὶ ἀπὸ υἱω̃ν Ηλαμ Ιεσια υἱὸς Αθελια καὶ μετ' αὐτου̃ ἑβδομήκοντα τὰ ἀρσενικά

8:8 καὶ ἀπὸ υἱω̃ν Σαφατια Ζαβδια υἱὸς Μιχαηλ καὶ μετ' αὐτου̃ ὀγδοήκοντα τὰ ἀρσενικά

8:9 καὶ ἀπὸ υἱω̃ν Ιωαβ Αβαδια υἱὸς Ιιηλ καὶ μετ' αὐτου̃ διακόσιοι δέκα ὀκτὼ τὰ ἀρσενικά

8:10 καὶ ἀπὸ υἱω̃ν Βαανι Σαλιμουθ υἱὸς Ιωσεφια καὶ μετ' αὐτου̃ ἑκατὸν ἑξήκοντα τὰ ἀρσενικά

8:11 καὶ ἀπὸ υἱω̃ν Βαβι Ζαχαρια υἱὸς Βαβι καὶ μετ' αὐτου̃ ἑβδομήκοντα ὀκτὼ τὰ ἀρσενικά

8:12 καὶ ἀπὸ υἱω̃ν Ασγαδ Ιωαναν υἱὸς Ακαταν καὶ μετ' αὐτου̃ ἑκατὸν δέκα τὰ ἀρσενικά

8:13 καὶ ἀπὸ υἱω̃ν Αδωνικαμ ἔσχατοι καὶ ταυ̃τα τὰ ὀνόματα αὐτω̃ν Αλιφαλατ Ιιηλ καὶ Σαμαια καὶ μετ' αὐτω̃ν ἑξήκοντα τὰ ἀρσενικά

8:14 καὶ ἀπὸ υἱω̃ν Βαγο Ουθι καὶ μετ' αὐτου̃ ἑβδομήκοντα τὰ ἀρσενικά

8:15 καὶ συνη̃ξα αὐτοὺς πρὸς τὸν ποταμὸν τὸν ἐρχόμενον πρὸς τὸν Ευι καὶ παρενεβάλομεν ἐκει̃ ἡμέρας τρει̃ς καὶ συνη̃κα ἐν τω̨̃ λαω̨̃ καὶ ἐν τοι̃ς ἱερευ̃σιν καὶ ἀπὸ υἱω̃ν Λευι οὐχ εὑ̃ρον ἐκει̃

8:16 καὶ ἀπέστειλα τω̨̃ Ελεαζαρ τω̨̃ Αριηλ τω̨̃ Σαμαια καὶ τω̨̃ Αλωναμ καὶ τω̨̃ Ιαριβ καὶ τω̨̃ Ελναθαν καὶ τω̨̃ Ναθαν καὶ τω̨̃ Ζαχαρια καὶ τω̨̃ Μεσουλαμ ἄνδρας καὶ τω̨̃ Ιωαριβ καὶ τω̨̃ Ελναθαν συνίοντας

8:17 καὶ ἐξήνεγκα αὐτοὺς ἐπὶ ἄρχοντος ἐν ἀργυρίω̨ του̃ τόπου καὶ ἔθηκα ἐν στόματι αὐτω̃ν λόγους λαλη̃σαι πρὸς τοὺς ἀδελφοὺς αὐτω̃ν τοὺς ναθινιμ ἐν ἀργυρίω̨ του̃ τόπου του̃ ἐνέγκαι ἡμι̃ν ἄ̨δοντας εἰς οἰ̃κον θεου̃ ἡμω̃ν

8:18 καὶ ἤλθοσαν ἡμι̃ν ὡς χεὶρ θεου̃ ἡμω̃ν ἀγαθὴ ἐφ' ἡμα̃ς ἀνὴρ σαχωλ ἀπὸ υἱω̃ν Μοολι υἱου̃ Λευι υἱου̃ Ισραηλ καὶ ἀρχὴν ἤλθοσαν υἱοὶ αὐτου̃ καὶ ἀδελφοὶ αὐτου̃ ὀκτωκαίδεκα

8:19 καὶ τὸν Ασεβια καὶ τὸν Ωσαιαν ἀπὸ υἱω̃ν Μεραρι ἀδελφοὶ αὐτου̃ καὶ υἱοὶ αὐτω̃ν εἴκοσι

8:20 καὶ ἀπὸ τω̃ν ναθινιμ ὡ̃ν ἔδωκεν Δαυιδ καὶ οἱ ἄρχοντες εἰς δουλείαν τω̃ν Λευιτω̃ν ναθινιμ διακόσιοι καὶ εἴκοσι πάντες συνήχθησαν ἐν ὀνόμασιν

8:21 καὶ ἐκάλεσα ἐκει̃ νηστείαν ἐπὶ τὸν ποταμὸν Αουε του̃ ταπεινωθη̃ναι ἐνώπιον θεου̃ ἡμω̃ν ζητη̃σαι παρ' αὐτου̃ ὁδὸν εὐθει̃αν ἡμι̃ν καὶ τοι̃ς τέκνοις ἡμω̃ν καὶ πάση̨ τη̨̃ κτήσει ἡμω̃ν

8:22 ὅτι ἠ̨σχύνθην αἰτήσασθαι παρὰ του̃ βασιλέως δύναμιν καὶ ἱππει̃ς σω̃σαι ἡμα̃ς ἀπὸ ἐχθρου̃ ἐν τη̨̃ ὁδω̨̃ ὅτι εἴπαμεν τω̨̃ βασιλει̃ λέγοντες χεὶρ του̃ θεου̃ ἡμω̃ν ἐπὶ πάντας τοὺς ζητου̃ντας αὐτὸν εἰς ἀγαθόν καὶ κράτος αὐτου̃ καὶ θυμὸς αὐτου̃ ἐπὶ πάντας ἐγκαταλείποντας αὐτόν

8:23 καὶ ἐνηστεύσαμεν καὶ ἐζητήσαμεν παρὰ του̃ θεου̃ ἡμω̃ν περὶ τούτου καὶ ἐπήκουσεν ἡμι̃ν

8:24 καὶ διέστειλα ἀπὸ ἀρχόντων τω̃ν ἱερέων δώδεκα τω̨̃ Σαραια Ασαβια καὶ μετ' αὐτω̃ν ἀπὸ ἀδελφω̃ν αὐτω̃ν δέκα

8:25 καὶ ἔστησα αὐτοι̃ς τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἀπαρχη̃ς οἴκου θεου̃ ἡμω̃ν ἃ ὕψωσεν ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι αὐτου̃ καὶ οἱ ἄρχοντες αὐτου̃ καὶ πα̃ς Ισραηλ οἱ εὑρισκόμενοι

8:26 καὶ ἔστησα ἐπὶ χει̃ρας αὐτω̃ν ἀργυρίου τάλαντα ἑξακόσια καὶ πεντήκοντα καὶ σκεύη ἀργυρα̃ ἑκατὸν καὶ τάλαντα χρυσίου ἑκατὸν

8:27 καὶ καφουρη χρυσοι̃ εἴκοσι εἰς τὴν ὁδὸν χαμανιμ χίλιοι καὶ σκεύη χαλκου̃ στίλβοντος ἀγαθου̃ διάφορα ἐπιθυμητὰ ἐν χρυσίω̨

8:28 καὶ εἰ̃πα πρὸς αὐτούς ὑμει̃ς ἅγιοι τω̨̃ κυρίω̨ καὶ τὰ σκεύη ἅγια καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἑκούσια τω̨̃ κυρίω̨ θεω̨̃ πατέρων ὑμω̃ν

8:29 ἀγρυπνει̃τε καὶ τηρει̃τε ἕως στη̃τε ἐνώπιον ἀρχόντων τω̃ν ἱερέων καὶ τω̃ν Λευιτω̃ν καὶ τω̃ν ἀρχόντων τω̃ν πατριω̃ν ἐν Ιερουσαλημ εἰς σκηνὰς οἴκου κυρίου

8:30 καὶ ἐδέξαντο οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται σταθμὸν του̃ ἀργυρίου καὶ του̃ χρυσίου καὶ τω̃ν σκευω̃ν ἐνεγκει̃ν εἰς Ιερουσαλημ εἰς οἰ̃κον θεου̃ ἡμω̃ν

8:31 καὶ ἐξήραμεν ἀπὸ του̃ ποταμου̃ Αουε ἐν τη̨̃ δωδεκάτη̨ του̃ μηνὸς του̃ πρώτου του̃ ἐλθει̃ν εἰς Ιερουσαλημ καὶ χεὶρ θεου̃ ἡμω̃ν ἠ̃ν ἐφ' ἡμι̃ν καὶ ἐρρύσατο ἡμα̃ς ἀπὸ χειρὸς ἐχθρου̃ καὶ πολεμίου ἐν τη̨̃ ὁδω̨̃

8:32 καὶ ἤλθομεν εἰς Ιερουσαλημ καὶ ἐκαθίσαμεν ἐκει̃ ἡμέρας τρει̃ς

8:33 καὶ ἐγενήθη τη̨̃ ἡμέρα̨ τη̨̃ τετάρτη̨ ἐστήσαμεν τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἐν οἴκω̨ θεου̃ ἡμω̃ν ἐπὶ χει̃ρα Μεριμωθ υἱου̃ Ουρια του̃ ἱερέως καὶ μετ' αὐτου̃ Ελεαζαρ υἱὸς Φινεες καὶ μετ' αὐτω̃ν Ιωζαβαδ υἱὸς 'Ιησου̃ καὶ Νωαδια υἱὸς Βαναια οἱ Λευι̃ται

8:34 ἐν ἀριθμω̨̃ καὶ ἐν σταθμω̨̃ τὰ πάντα καὶ ἐγράφη πα̃ς ὁ σταθμός ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨

8:35 οἱ ἐλθόντες ἀπὸ τη̃ς αἰχμαλωσίας υἱοὶ τη̃ς παροικίας προσήνεγκαν ὁλοκαυτώσεις τω̨̃ θεω̨̃ Ισραηλ μόσχους δώδεκα περὶ παντὸς Ισραηλ κριοὺς ἐνενήκοντα ἕξ ἀμνοὺς ἑβδομήκοντα καὶ ἑπτά χιμάρους περὶ ἁμαρτίας δώδεκα τὰ πάντα ὁλοκαυτώματα τω̨̃ κυρίω̨

8:36 καὶ ἔδωκαν τὸ νόμισμα του̃ βασιλέως τοι̃ς διοικηται̃ς του̃ βασιλέως καὶ ἐπάρχοις πέραν του̃ ποταμου̃ καὶ ἐδόξασαν τὸν λαὸν καὶ τὸν οἰ̃κον του̃ θεου̃

9:1 καὶ ὡς ἐτελέσθη ταυ̃τα ἤγγισαν πρός με οἱ ἄρχοντες λέγοντες οὐκ ἐχωρίσθη ὁ λαὸς Ισραηλ καὶ οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται ἀπὸ λαω̃ν τω̃ν γαιω̃ν ἐν μακρύμμασιν αὐτω̃ν τω̨̃ Χανανι ὁ Εθι ὁ Φερεζι ὁ Ιεβουσι ὁ Αμμωνι ὁ Μωαβι ὁ Μοσερι καὶ ὁ Αμορι

9:2 ὅτι ἐλάβοσαν ἀπὸ θυγατέρων αὐτω̃ν ἑαυτοι̃ς καὶ τοι̃ς υἱοι̃ς αὐτω̃ν καὶ παρήχθη σπέρμα τὸ ἅγιον ἐν λαοι̃ς τω̃ν γαιω̃ν καὶ χεὶρ τω̃ν ἀρχόντων ἐν τη̨̃ ἀσυνθεσία̨ ταύτη̨ ἐν ἀρχη̨̃

9:3 καὶ ὡς ἤκουσα τὸν λόγον του̃τον διέρρηξα τὰ ἱμάτιά μου καὶ ἐπαλλόμην καὶ ἔτιλλον ἀπὸ τω̃ν τριχω̃ν τη̃ς κεφαλη̃ς μου καὶ ἀπὸ του̃ πώγωνός μου καὶ ἐκαθήμην ἠρεμάζων

9:4 καὶ συνήχθησαν πρός με πα̃ς ὁ διώκων λόγον θεου̃ Ισραηλ ἐπὶ ἀσυνθεσία̨ τη̃ς ἀποικίας καὶ ἐγὼ καθήμενος ἠρεμάζων ἕως τη̃ς θυσίας τη̃ς ἑσπερινη̃ς

9:5 καὶ ἐν θυσία̨ τη̨̃ ἑσπερινη̨̃ ἀνέστην ἀπὸ ταπεινώσεώς μου καὶ ἐν τω̨̃ διαρρη̃ξαί με τὰ ἱμάτιά μου καὶ ἐπαλλόμην καὶ κλίνω ἐπὶ τὰ γόνατά μου καὶ ἐκπετάζω τὰς χει̃ράς μου πρὸς κύριον τὸν θεὸν

9:6 καὶ εἰ̃πα κύριε ἠ̨σχύνθην καὶ ἐνετράπην του̃ ὑψω̃σαι τὸ πρόσωπόν μου πρὸς σέ ὅτι αἱ ἀνομίαι ἡμω̃ν ἐπληθύνθησαν ὑπὲρ κεφαλη̃ς ἡμω̃ν καὶ αἱ πλημμέλειαι ἡμω̃ν ἐμεγαλύνθησαν ἕως εἰς οὐρανόν

9:7 ἀπὸ ἡμερω̃ν πατέρων ἡμω̃ν ἐσμεν ἐν πλημμελεία̨ μεγάλη̨ ἕως τη̃ς ἡμέρας ταύτης καὶ ἐν ται̃ς ἀνομίαις ἡμω̃ν παρεδόθημεν ἡμει̃ς καὶ οἱ βασιλει̃ς ἡμω̃ν καὶ οἱ υἱοὶ ἡμω̃ν ἐν χειρὶ βασιλέων τω̃ν ἐθνω̃ν ἐν ῥομφαία̨ καὶ ἐν αἰχμαλωσία̨ καὶ ἐν διαρπαγη̨̃ καὶ ἐν αἰσχύνη̨ προσώπου ἡμω̃ν ὡς ἡ ἡμέρα αὕτη

9:8 καὶ νυ̃ν ἐπιεικεύσατο ἡμι̃ν κύριος ὁ θεὸς ἡμω̃ν του̃ καταλιπει̃ν ἡμι̃ν εἰς σωτηρίαν καὶ δου̃ναι ἡμι̃ν στήριγμα ἐν τόπω̨ ἁγιάσματος αὐτου̃ του̃ φωτίσαι ὀφθαλμοὺς ἡμω̃ν καὶ δου̃ναι ζωοποίησιν μικρὰν ἐν τη̨̃ δουλεία̨ ἡμω̃ν

9:9 ὅτι δου̃λοί ἐσμεν καὶ ἐν τη̨̃ δουλεία̨ ἡμω̃ν οὐκ ἐγκατέλιπεν ἡμα̃ς κύριος ὁ θεὸς ἡμω̃ν καὶ ἔκλινεν ἐφ' ἡμα̃ς ἔλεος ἐνώπιον βασιλέων Περσω̃ν δου̃ναι ἡμι̃ν ζωοποίησιν του̃ ὑψω̃σαι αὐτοὺς τὸν οἰ̃κον του̃ θεου̃ ἡμω̃ν καὶ ἀναστη̃σαι τὰ ἔρημα αὐτη̃ς καὶ του̃ δου̃ναι ἡμι̃ν φραγμὸν ἐν Ιουδα καὶ ἐν Ιερουσαλημ

9:10 τί εἴπωμεν ὁ θεὸς ἡμω̃ν μετὰ του̃το ὅτι ἐγκατελίπομεν ἐντολάς σου

9:11 ἃς ἔδωκας ἡμι̃ν ἐν χειρὶ δούλων σου τω̃ν προφητω̃ν λέγων ἡ γη̃ εἰς ἣν εἰσπορεύεσθε κληρονομη̃σαι αὐτήν γη̃ μετακινουμένη ἐστὶν ἐν μετακινήσει λαω̃ν τω̃ν ἐθνω̃ν ἐν μακρύμμασιν αὐτω̃ν ὡ̃ν ἔπλησαν αὐτὴν ἀπὸ στόματος ἐπὶ στόμα ἐν ἀκαθαρσίαις αὐτω̃ν

9:12 καὶ νυ̃ν τὰς θυγατέρας ὑμω̃ν μὴ δω̃τε τοι̃ς υἱοι̃ς αὐτω̃ν καὶ ἀπὸ τω̃ν θυγατέρων αὐτω̃ν μὴ λάβητε τοι̃ς υἱοι̃ς ὑμω̃ν καὶ οὐκ ἐκζητήσετε εἰρήνην αὐτω̃ν καὶ ἀγαθὸν αὐτω̃ν ἕως αἰω̃νος ὅπως ἐνισχύσητε καὶ φάγητε τὰ ἀγαθὰ τη̃ς γη̃ς καὶ κληροδοτήσητε τοι̃ς υἱοι̃ς ὑμω̃ν ἕως αἰω̃νος

9:13 καὶ μετὰ πα̃ν τὸ ἐρχόμενον ἐφ' ἡμα̃ς ἐν ποιήμασιν ἡμω̃ν τοι̃ς πονηροι̃ς καὶ ἐν πλημμελεία̨ ἡμω̃ν τη̨̃ μεγάλη̨ ὅτι οὐκ ἔστιν ὡς ὁ θεὸς ἡμω̃ν ὅτι ἐκούφισας ἡμω̃ν τὰς ἀνομίας καὶ ἔδωκας ἡμι̃ν σωτηρίαν

9:14 ὅτι ἐπεστρέψαμεν διασκεδάσαι ἐντολάς σου καὶ ἐπιγαμβρευ̃σαι τοι̃ς λαοι̃ς τω̃ν γαιω̃ν μὴ παροξυνθη̨̃ς ἐν ἡμι̃ν ἕως συντελείας του̃ μὴ εἰ̃ναι ἐγκατάλειμμα καὶ διασω̨ζόμενον

9:15 κύριε ὁ θεὸς Ισραηλ δίκαιος σύ ὅτι κατελείφθημεν διασω̨ζόμενοι ὡς ἡ ἡμέρα αὕτη ἰδοὺ ἡμει̃ς ἐναντίον σου ἐν πλημμελείαις ἡμω̃ν ὅτι οὐκ ἔστιν στη̃ναι ἐνώπιόν σου ἐπὶ τούτω̨

10:1 καὶ ὡς προσηύξατο Εσδρας καὶ ὡς ἐξηγόρευσεν κλαίων καὶ προσευχόμενος ἐνώπιον οἴκου του̃ θεου̃ συνήχθησαν πρὸς αὐτὸν ἀπὸ Ισραηλ ἐκκλησία πολλὴ σφόδρα ἄνδρες καὶ γυναι̃κες καὶ νεανίσκοι ὅτι ἔκλαυσεν ὁ λαὸς καὶ ὕψωσεν κλαίων

10:2 καὶ ἀπεκρίθη Σεχενιας υἱὸς Ιιηλ ἀπὸ υἱω̃ν Ηλαμ καὶ εἰ̃πεν τω̨̃ Εσδρα ἡμει̃ς ἠσυνθετήσαμεν τω̨̃ θεω̨̃ ἡμω̃ν καὶ ἐκαθίσαμεν γυναι̃κας ἀλλοτρίας ἀπὸ λαω̃ν τη̃ς γη̃ς καὶ νυ̃ν ἔστιν ὑπομονὴ τω̨̃ Ισραηλ ἐπὶ τούτω̨

10:3 καὶ νυ̃ν διαθώμεθα διαθήκην τω̨̃ θεω̨̃ ἡμω̃ν ἐκβαλει̃ν πάσας τὰς γυναι̃κας καὶ τὰ γενόμενα ἐξ αὐτω̃ν ὡς ἂν βούλη̨ ἀνάστηθι καὶ φοβέρισον αὐτοὺς ἐν ἐντολαι̃ς θεου̃ ἡμω̃ν καὶ ὡς ὁ νόμος γενηθήτω

10:4 ἀνάστα ὅτι ἐπὶ σὲ τὸ ῥη̃μα καὶ ἡμει̃ς μετὰ σου̃ κραταιου̃ καὶ ποίησον

10:5 καὶ ἀνέστη Εσδρας καὶ ὥρκισεν τοὺς ἄρχοντας τοὺς ἱερει̃ς καὶ Λευίτας καὶ πάντα Ισραηλ του̃ ποιη̃σαι κατὰ τὸ ῥη̃μα του̃το καὶ ὤμοσαν

10:6 καὶ ἀνέστη Εσδρας ἀπὸ προσώπου οἴκου του̃ θεου̃ καὶ ἐπορεύθη εἰς γαζοφυλάκιον Ιωαναν υἱου̃ Ελισουβ καὶ ἐπορεύθη ἐκει̃ ἄρτον οὐκ ἔφαγεν καὶ ὕδωρ οὐκ ἔπιεν ὅτι ἐπένθει ἐπὶ τη̨̃ ἀσυνθεσία̨ τη̃ς ἀποικίας

10:7 καὶ παρήνεγκαν φωνὴν ἐν Ιουδα καὶ ἐν Ιερουσαλημ πα̃σιν τοι̃ς υἱοι̃ς τη̃ς ἀποικίας του̃ συναθροισθη̃ναι εἰς Ιερουσαλημ

10:8 καὶ πα̃ς ὃς ἂν μὴ ἔλθη̨ εἰς τρει̃ς ἡμέρας ὡς ἡ βουλὴ τω̃ν ἀρχόντων καὶ τω̃ν πρεσβυτέρων ἀναθεματισθήσεται πα̃σα ἡ ὕπαρξις αὐτου̃ καὶ αὐτὸς διασταλήσεται ἀπὸ ἐκκλησίας τη̃ς ἀποικίας

10:9 καὶ συνήχθησαν πάντες ἄνδρες Ιουδα καὶ Βενιαμιν εἰς Ιερουσαλημ εἰς τὰς τρει̃ς ἡμέρας οὑ̃τος ὁ μὴν ὁ ἔνατος ἐν εἰκάδι του̃ μηνὸς ἐκάθισεν πα̃ς ὁ λαὸς ἐν πλατεία̨ οἴκου του̃ θεου̃ ἀπὸ θορύβου αὐτω̃ν περὶ του̃ ῥήματος καὶ ἀπὸ του̃ χειμω̃νος

10:10 καὶ ἀνέστη Εσδρας ὁ ἱερεὺς καὶ εἰ̃πεν πρὸς αὐτούς ὑμει̃ς ἠσυνθετήκατε καὶ ἐκαθίσατε γυναι̃κας ἀλλοτρίας του̃ προσθει̃ναι ἐπὶ πλημμέλειαν Ισραηλ

10:11 καὶ νυ̃ν δότε αἴνεσιν κυρίω̨ τω̨̃ θεω̨̃ τω̃ν πατέρων ὑμω̃ν καὶ ποιήσατε τὸ ἀρεστὸν ἐνώπιον αὐτου̃ καὶ διαστάλητε ἀπὸ λαω̃ν τη̃ς γη̃ς καὶ ἀπὸ τω̃ν γυναικω̃ν τω̃ν ἀλλοτρίων

10:12 καὶ ἀπεκρίθησαν πα̃σα ἡ ἐκκλησία καὶ εἰ̃παν μέγα του̃το τὸ ῥη̃μά σου ἐφ' ἡμα̃ς ποιη̃σαι

10:13 ἀλλὰ ὁ λαὸς πολύς καὶ ὁ καιρὸς χειμερινός καὶ οὐκ ἔστιν δύναμις στη̃ναι ἔξω καὶ τὸ ἔργον οὐκ εἰς ἡμέραν μίαν καὶ οὐκ εἰς δύο ὅτι ἐπληθύναμεν του̃ ἀδικη̃σαι ἐν τω̨̃ ῥήματι τούτω̨

10:14 στήτωσαν δὴ οἱ ἄρχοντες ἡμω̃ν τη̨̃ πάση̨ ἐκκλησία̨ καὶ πάντες οἱ ἐν πόλεσιν ἡμω̃ν ὃς ἐκάθισεν γυναι̃κας ἀλλοτρίας ἐλθέτωσαν εἰς καιροὺς ἀπὸ συνταγω̃ν καὶ μετ' αὐτω̃ν πρεσβύτεροι πόλεως καὶ πόλεως καὶ κριταὶ του̃ ἀποστρέψαι ὀργὴν θυμου̃ θεου̃ ἡμω̃ν ἐξ ἡμω̃ν περὶ του̃ ῥήματος τούτου

10:15 πλὴν Ιωναθαν υἱὸς Ασαηλ καὶ Ιαζια υἱὸς Θεκουε μετ' ἐμου̃ περὶ τούτου καὶ Μεσουλαμ καὶ Σαβαθαι ὁ Λευίτης βοηθω̃ν αὐτοι̃ς

10:16 καὶ ἐποίησαν οὕτως υἱοὶ τη̃ς ἀποικίας καὶ διεστάλησαν Εσδρας ὁ ἱερεὺς καὶ ἄνδρες ἄρχοντες πατριω̃ν τω̨̃ οἴκω̨ καὶ πάντες ἐν ὀνόμασιν ὅτι ἐπέστρεψαν ἐν ἡμέρα̨ μια̨̃ του̃ μηνὸς του̃ δεκάτου ἐκζητη̃σαι τὸ ῥη̃μα

10:17 καὶ ἐτέλεσαν ἐν πα̃σιν ἀνδράσιν οἳ ἐκάθισαν γυναι̃κας ἀλλοτρίας ἕως ἡμέρας μια̃ς του̃ μηνὸς του̃ πρώτου

10:18 καὶ εὑρέθησαν ἀπὸ υἱω̃ν τω̃ν ἱερέων οἳ ἐκάθισαν γυναι̃κας ἀλλοτρίας ἀπὸ υἱω̃ν 'Ιησου̃ υἱου̃ Ιωσεδεκ καὶ ἀδελφοὶ αὐτου̃ Μαασηα καὶ Ελιεζερ καὶ Ιαριβ καὶ Γαδαλια

10:19 καὶ ἔδωκαν χει̃ρα αὐτω̃ν του̃ ἐξενέγκαι γυναι̃κας αὐτω̃ν καὶ πλημμελείας κριὸν ἐκ προβάτων περὶ πλημμελήσεως αὐτω̃ν

10:20 καὶ ἀπὸ υἱω̃ν Εμμηρ Ανανι καὶ Ζαβδια

10:21 καὶ ἀπὸ υἱω̃ν Ηραμ Μασαια καὶ Ελια καὶ Σαμαια καὶ Ιιηλ καὶ Οζια

10:22 καὶ ἀπὸ υἱω̃ν Φασουρ Ελιωηναι Μαασαια καὶ Ισμαηλ καὶ Ναθαναηλ καὶ Ιωζαβαδ καὶ Ηλασα

10:23 καὶ ἀπὸ τω̃ν Λευιτω̃ν Ιωζαβαδ καὶ Σαμου καὶ Κωλια αὐτὸς Κωλιτας καὶ Φαθαια καὶ Ιοδομ καὶ Ελιεζερ

10:24 καὶ ἀπὸ τω̃ν ἀ̨δόντων Ελισαφ καὶ ἀπὸ τω̃ν πυλωρω̃ν Σελλημ καὶ Τελημ καὶ Ωδουε

10:25 καὶ ἀπὸ Ισραηλ ἀπὸ υἱω̃ν Φορος Ραμια καὶ Ιαζια καὶ Μελχια καὶ Μεαμιν καὶ Ελεαζαρ καὶ Ασαβια καὶ Βαναια

10:26 καὶ ἀπὸ υἱω̃ν Ηλαμ Μαθανια καὶ Ζαχαρια καὶ Ιαϊηλ καὶ Αβδια καὶ Ιαριμωθ καὶ Ηλια

10:27 καὶ ἀπὸ υἱω̃ν Ζαθουα Ελιωηναι Ελισουβ Μαθανια καὶ Ιαρμωθ καὶ Ζαβαδ καὶ Οζιζα

10:28 καὶ ἀπὸ υἱω̃ν Βαβι Ιωαναν Ανανια καὶ Ζαβου Οθαλι

10:29 καὶ ἀπὸ υἱω̃ν Βανουι Μεσουλαμ Μαλουχ Αδαιας Ιασουβ καὶ Σαλουια καὶ Ρημωθ

10:30 καὶ ἀπὸ υἱω̃ν Φααθμωαβ Εδενε Χαληλ Βαναια Μασηα Μαθανια Βεσεληλ καὶ Βανουι καὶ Μανασση

10:31 καὶ ἀπὸ υἱω̃ν Ηραμ Ελιεζερ Ιεσσια Μελχια Σαμαια Σεμεων

10:32 Βενιαμιν Μαλουχ Σαμαρια

10:33 καὶ ἀπὸ υἱω̃ν Ησαμ Μαθανι Μαθαθα Ζαβεδ Ελιφαλεθ Ιεραμι Μανασση Σεμεϊ

10:34 ἀπὸ υἱω̃ν Βανι Μοοδι Αμραμ Ουηλ

10:35 Βαναια Βαδαια Χελια

10:36 Ουιεχωα Ιεραμωθ Ελιασιβ

10:37 Μαθανια Μαθαναι καὶ ἐποίησαν

10:38 οἱ υἱοὶ Βανουι καὶ οἱ υἱοὶ Σεμεϊ

10:39 καὶ Σελεμια καὶ Ναθαν καὶ Αδαια

10:40 Μαχναδαβου Σεσι Σαρου

10:41 Εζερηλ καὶ Σελεμια καὶ Σαμαρια

10:42 καὶ Σαλουμ Αμαρια Ιωσηφ

10:43 ἀπὸ υἱω̃ν Ναβου Ιιηλ Μαθαθια Σεδεμ Ζαμβινα Ιαδαι καὶ Ιωηλ καὶ Βαναια

10:44 πάντες οὑ̃τοι ἐλάβοσαν γυναι̃κας ἀλλοτρίας καὶ ἐγέννησαν ἐξ αὐτω̃ν υἱούς

11:1 λόγοι Νεεμια υἱου̃ Αχαλια καὶ ἐγένετο ἐν μηνὶ Χασεηλου ἔτους εἰκοστου̃ καὶ ἐγὼ ἤμην ἐν Σουσαν αβιρα

11:2 καὶ ἠ̃λθεν Ανανι εἱ̃ς ἀπὸ ἀδελφω̃ν μου αὐτὸς καὶ ἄνδρες Ιουδα καὶ ἠρώτησα αὐτοὺς περὶ τω̃ν σωθέντων οἳ κατελείφθησαν ἀπὸ τη̃ς αἰχμαλωσίας καὶ περὶ Ιερουσαλημ

11:3 καὶ εἴποσαν πρός με οἱ καταλειπόμενοι οἱ καταλειφθέντες ἀπὸ τη̃ς αἰχμαλωσίας ἐκει̃ ἐν τη̨̃ χώρα̨ ἐν πονηρία̨ μεγάλη̨ καὶ ἐν ὀνειδισμω̨̃ καὶ τείχη Ιερουσαλημ καθη̨ρημένα καὶ αἱ πύλαι αὐτη̃ς ἐνεπρήσθησαν ἐν πυρί

11:4 καὶ ἐγένετο ἐν τω̨̃ ἀκου̃σαί με τοὺς λόγους τούτους ἐκάθισα καὶ ἔκλαυσα καὶ ἐπένθησα ἡμέρας καὶ ἤμην νηστεύων καὶ προσευχόμενος ἐνώπιον θεου̃ του̃ οὐρανου̃

11:5 καὶ εἰ̃πα μὴ δή κύριε ὁ θεὸς του̃ οὐρανου̃ ὁ ἰσχυρὸς ὁ μέγας καὶ ὁ φοβερός φυλάσσων τὴν διαθήκην καὶ τὸ ἔλεος τοι̃ς ἀγαπω̃σιν αὐτὸν καὶ τοι̃ς φυλάσσουσιν τὰς ἐντολὰς αὐτου̃

11:6 ἔστω δὴ τὸ οὐ̃ς σου προσέχον καὶ οἱ ὀφθαλμοί σου ἀνεω̨γμένοι του̃ ἀκου̃σαι προσευχὴν δούλου σου ἣν ἐγὼ προσεύχομαι ἐνώπιόν σου σήμερον ἡμέραν καὶ νύκτα περὶ υἱω̃ν Ισραηλ δούλων σου καὶ ἐξαγορεύω ἐπὶ ἁμαρτίαις υἱω̃ν Ισραηλ ἃς ἡμάρτομέν σοι καὶ ἐγὼ καὶ ὁ οἰ̃κος πατρός μου ἡμάρτομεν

11:7 διαλύσει διελύσαμεν πρὸς σὲ καὶ οὐκ ἐφυλάξαμεν τὰς ἐντολὰς καὶ τὰ προστάγματα καὶ τὰ κρίματα ἃ ἐνετείλω τω̨̃ Μωυση̨̃ παιδί σου

11:8 μνήσθητι δὴ τὸν λόγον ὃν ἐνετείλω τω̨̃ Μωυση̨̃ παιδί σου λέγων ὑμει̃ς ἐὰν ἀσυνθετήσητε ἐγὼ διασκορπιω̃ ὑμα̃ς ἐν τοι̃ς λαοι̃ς

11:9 καὶ ἐὰν ἐπιστρέψητε πρός με καὶ φυλάξητε τὰς ἐντολάς μου καὶ ποιήσητε αὐτάς ἐὰν ἠ̨̃ ἡ διασπορὰ ὑμω̃ν ἀπ' ἄκρου του̃ οὐρανου̃ ἐκει̃θεν συνάξω αὐτοὺς καὶ εἰσάξω αὐτοὺς εἰς τὸν τόπον ὃν ἐξελεξάμην κατασκηνω̃σαι τὸ ὄνομά μου ἐκει̃

11:10 καὶ αὐτοὶ παι̃δές σου καὶ λαός σου οὓς ἐλυτρώσω ἐν δυνάμει σου τη̨̃ μεγάλη̨ καὶ ἐν τη̨̃ χειρί σου τη̨̃ κραταια̨̃

11:11 μὴ δή κύριε ἀλλ' ἔστω τὸ οὐ̃ς σου προσέχον εἰς τὴν προσευχὴν του̃ δούλου σου καὶ εἰς τὴν προσευχὴν παίδων σου τω̃ν θελόντων φοβει̃σθαι τὸ ὄνομά σου καὶ εὐόδωσον δὴ τω̨̃ παιδί σου σήμερον καὶ δὸς αὐτὸν εἰς οἰκτιρμοὺς ἐνώπιον του̃ ἀνδρὸς τούτου καὶ ἐγὼ ἤμην οἰνοχόος τω̨̃ βασιλει̃

12:1 καὶ ἐγένετο ἐν μηνὶ Νισαν ἔτους εἰκοστου̃ Αρθασασθα βασιλει̃ καὶ ἠ̃ν ὁ οἰ̃νος ἐνώπιον ἐμου̃ καὶ ἔλαβον τὸν οἰ̃νον καὶ ἔδωκα τω̨̃ βασιλει̃ καὶ οὐκ ἠ̃ν ἕτερος ἐνώπιον αὐτου̃

12:2 καὶ εἰ̃πέν μοι ὁ βασιλεύς διὰ τί τὸ πρόσωπόν σου πονηρὸν καὶ οὐκ εἰ̃ μετριάζων οὐκ ἔστιν του̃το εἰ μὴ πονηρία καρδίας καὶ ἐφοβήθην πολὺ σφόδρα

12:3 καὶ εἰ̃πα τω̨̃ βασιλει̃ ὁ βασιλεὺς εἰς τὸν αἰω̃να ζήτω διὰ τί οὐ μὴ γένηται πονηρὸν τὸ πρόσωπόν μου διότι ἡ πόλις οἰ̃κος μνημείων πατέρων μου ἠρημώθη καὶ αἱ πύλαι αὐτη̃ς κατεβρώθησαν ἐν πυρί

12:4 καὶ εἰ̃πέν μοι ὁ βασιλεύς περὶ τίνος του̃το σὺ ζητει̃ς καὶ προσηυξάμην πρὸς τὸν θεὸν του̃ οὐρανου̃

12:5 καὶ εἰ̃πα τω̨̃ βασιλει̃ εἰ ἐπὶ τὸν βασιλέα ἀγαθόν καὶ εἰ ἀγαθυνθήσεται ὁ παι̃ς σου ἐνώπιόν σου ὥστε πέμψαι αὐτὸν εἰς Ιουδα εἰς πόλιν μνημείων πατέρων μου καὶ ἀνοικοδομήσω αὐτήν

12:6 καὶ εἰ̃πέν μοι ὁ βασιλεὺς καὶ ἡ παλλακὴ ἡ καθημένη ἐχόμενα αὐτου̃ ἕως πότε ἔσται ἡ πορεία σου καὶ πότε ἐπιστρέψεις καὶ ἠγαθύνθη ἐνώπιον του̃ βασιλέως καὶ ἀπέστειλέν με καὶ ἔδωκα αὐτω̨̃ ὅρον

12:7 καὶ εἰ̃πα τω̨̃ βασιλει̃ εἰ ἐπὶ τὸν βασιλέα ἀγαθόν δότω μοι ἐπιστολὰς πρὸς τοὺς ἐπάρχους πέραν του̃ ποταμου̃ ὥστε παραγαγει̃ν με ἕως ἔλθω ἐπὶ Ιουδαν

12:8 καὶ ἐπιστολὴν ἐπὶ Ασαφ φύλακα του̃ παραδείσου ὅς ἐστιν τω̨̃ βασιλει̃ ὥστε δου̃ναί μοι ξύλα στεγάσαι τὰς πύλας καὶ εἰς τὸ τει̃χος τη̃ς πόλεως καὶ εἰς οἰ̃κον ὃν εἰσελεύσομαι εἰς αὐτόν καὶ ἔδωκέν μοι ὁ βασιλεὺς ὡς χεὶρ θεου̃ ἡ ἀγαθή

12:9 καὶ ἠ̃λθον πρὸς τοὺς ἐπάρχους πέραν του̃ ποταμου̃ καὶ ἔδωκα αὐτοι̃ς τὰς ἐπιστολὰς του̃ βασιλέως καὶ ἀπέστειλεν μετ' ἐμου̃ ὁ βασιλεὺς ἀρχηγοὺς δυνάμεως καὶ ἱππει̃ς

12:10 καὶ ἤκουσεν Σαναβαλλατ ὁ Αρωνι καὶ Τωβια ὁ δου̃λος ὁ Αμμωνι καὶ πονηρὸν αὐτοι̃ς ἐγένετο ὅτι ἥκει ἄνθρωπος ζητη̃σαι ἀγαθὸν τοι̃ς υἱοι̃ς Ισραηλ

12:11 καὶ ἠ̃λθον εἰς Ιερουσαλημ καὶ ἤμην ἐκει̃ ἡμέρας τρει̃ς

12:12 καὶ ἀνέστην νυκτὸς ἐγὼ καὶ ἄνδρες ὀλίγοι μετ' ἐμου̃ καὶ οὐκ ἀπήγγειλα ἀνθρώπω̨ τί ὁ θεὸς δίδωσιν εἰς καρδίαν μου του̃ ποιη̃σαι μετὰ του̃ Ισραηλ καὶ κτη̃νος οὐκ ἔστιν μετ' ἐμου̃ εἰ μὴ τὸ κτη̃νος ὡ̨̃ ἐγὼ ἐπιβαίνω ἐπ' αὐτω̨̃

12:13 καὶ ἐξη̃λθον ἐν πύλη̨ του̃ γωληλα καὶ πρὸς στόμα πηγη̃ς τω̃ν συκω̃ν καὶ εἰς πύλην τη̃ς κοπρίας καὶ ἤμην συντρίβων ἐν τω̨̃ τείχει Ιερουσαλημ ὃ αὐτοὶ καθαιρου̃σιν καὶ πύλαι αὐτη̃ς κατεβρώθησαν πυρί

12:14 καὶ παρη̃λθον ἐπὶ πύλην του̃ Αιν καὶ εἰς κολυμβήθραν του̃ βασιλέως καὶ οὐκ ἠ̃ν τόπος τω̨̃ κτήνει παρελθει̃ν ὑποκάτω μου

12:15 καὶ ἤμην ἀναβαίνων ἐν τω̨̃ τείχει χειμάρρου νυκτὸς καὶ ἤμην συντρίβων ἐν τω̨̃ τείχει καὶ ἤμην ἐν πύλη̨ τη̃ς φάραγγος καὶ ἐπέστρεψα

12:16 καὶ οἱ φυλάσσοντες οὐκ ἔγνωσαν τί ἐπορεύθην καὶ τί ἐγὼ ποιω̃ καὶ τοι̃ς Ιουδαίοις καὶ τοι̃ς ἱερευ̃σιν καὶ τοι̃ς ἐντίμοις καὶ τοι̃ς στρατηγοι̃ς καὶ τοι̃ς καταλοίποις τοι̃ς ποιου̃σιν τὰ ἔργα ἕως τότε οὐκ ἀπήγγειλα

12:17 καὶ εἰ̃πα πρὸς αὐτούς ὑμει̃ς βλέπετε τὴν πονηρίαν ἐν ἡ̨̃ ἐσμεν ἐν αὐτη̨̃ πω̃ς Ιερουσαλημ ἔρημος καὶ αἱ πύλαι αὐτη̃ς ἐδόθησαν πυρί δευ̃τε καὶ διοικοδομήσωμεν τὸ τει̃χος Ιερουσαλημ καὶ οὐκ ἐσόμεθα ἔτι ὄνειδος

12:18 καὶ ἀπήγγειλα αὐτοι̃ς τὴν χει̃ρα του̃ θεου̃ ἥ ἐστιν ἀγαθὴ ἐπ' ἐμέ καὶ τοὺς λόγους του̃ βασιλέως οὓς εἰ̃πέν μοι καὶ εἰ̃πα ἀναστω̃μεν καὶ οἰκοδομήσωμεν καὶ ἐκραταιώθησαν αἱ χει̃ρες αὐτω̃ν εἰς ἀγαθόν

12:19 καὶ ἤκουσεν Σαναβαλλατ ὁ Αρωνι καὶ Τωβια ὁ δου̃λος ὁ Αμμωνι καὶ Γησαμ ὁ Αραβι καὶ ἐξεγέλασαν ἡμα̃ς καὶ ἠ̃λθον ἐφ' ἡμα̃ς καὶ εἰ̃παν τί τὸ ῥη̃μα του̃το ὃ ὑμει̃ς ποιει̃τε ἠ̃ ἐπὶ τὸν βασιλέα ὑμει̃ς ἀποστατει̃τε

12:20 καὶ ἐπέστρεψα αὐτοι̃ς λόγον καὶ εἰ̃πα αὐτοι̃ς ὁ θεὸς του̃ οὐρανου̃ αὐτὸς εὐοδώσει ἡμι̃ν καὶ ἡμει̃ς δου̃λοι αὐτου̃ καθαροί καὶ οἰκοδομήσομεν καὶ ὑμι̃ν οὐκ ἔστιν μερὶς καὶ δικαιοσύνη καὶ μνημόσυνον ἐν Ιερουσαλημ

13:1 καὶ ἀνέστη Ελισουβ ὁ ἱερεὺς ὁ μέγας καὶ οἱ ἀδελφοὶ αὐτου̃ οἱ ἱερει̃ς καὶ ὠ̨κοδόμησαν τὴν πύλην τὴν προβατικήν αὐτοὶ ἡγίασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτη̃ς καὶ ἕως πύργου τω̃ν ἑκατὸν ἡγίασαν ἕως πύργου Ανανεηλ

13:2 καὶ ἐπὶ χει̃ρας υἱω̃ν ἀνδρω̃ν Ιεριχω καὶ ἐπὶ χει̃ρας υἱω̃ν Ζακχουρ υἱου̃ Αμαρι

13:3 καὶ τὴν πύλην τὴν ἰχθυηρὰν ὠ̨κοδόμησαν υἱοὶ Ασανα αὐτοὶ ἐστέγασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτη̃ς καὶ κλει̃θρα αὐτη̃ς καὶ μοχλοὺς αὐτη̃ς

13:4 καὶ ἐπὶ χει̃ρα αὐτω̃ν κατέσχεν ἀπὸ Ραμωθ υἱὸς Ουρια υἱου̃ Ακως καὶ ἐπὶ χει̃ρα αὐτω̃ν κατέσχεν Μοσολλαμ υἱὸς Βαραχιου υἱου̃ Μασεζεβηλ καὶ ἐπὶ χει̃ρα αὐτω̃ν κατέσχεν Σαδωκ υἱὸς Βαανα

13:5 καὶ ἐπὶ χει̃ρα αὐτω̃ν κατέσχοσαν οἱ Θεκωιν καὶ αδωρηεμ οὐκ εἰσήνεγκαν τράχηλον αὐτω̃ν εἰς δουλείαν αὐτω̃ν

13:6 καὶ τὴν πύλην του̃ Ισανα ἐκράτησαν Ιοϊδα υἱὸς Φασεκ καὶ Μεσουλαμ υἱὸς Βασωδια αὐτοὶ ἐστέγασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτη̃ς καὶ κλει̃θρα αὐτη̃ς καὶ μοχλοὺς αὐτη̃ς

13:8 καὶ ἐπὶ χει̃ρα αὐτω̃ν ἐκράτησεν Ανανιας υἱὸς του̃ Ρωκεϊμ καὶ κατέλιπον Ιερουσαλημ ἕως του̃ τείχους του̃ πλατέος

13:9 καὶ ἐπὶ χει̃ρα αὐτω̃ν ἐκράτησεν Ραφαια ἄρχων ἡμίσους περιχώρου Ιερουσαλημ

13:10 καὶ ἐπὶ χει̃ρα αὐτω̃ν ἐκράτησεν Ιεδαια υἱὸς Ερωμαφ καὶ κατέναντι οἰκίας αὐτου̃ καὶ ἐπὶ χει̃ρα αὐτου̃ ἐκράτησεν Ατους υἱὸς Ασβανια

13:11 καὶ δεύτερος ἐκράτησεν Μελχιας υἱὸς Ηραμ καὶ Ασουβ υἱὸς Φααθμωαβ καὶ ἕως πύργου τω̃ν θαννουριμ

13:12 καὶ ἐπὶ χει̃ρα αὐτου̃ ἐκράτησεν Σαλουμ υἱὸς Αλλωης ἄρχων ἡμίσους περιχώρου Ιερουσαλημ αὐτὸς καὶ αἱ θυγατέρες αὐτου̃

13:13 τὴν πύλην τη̃ς φάραγγος ἐκράτησαν Ανουν καὶ οἱ κατοικου̃ντες Ζανω αὐτοὶ ὠ̨κοδόμησαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτη̃ς καὶ κλει̃θρα αὐτη̃ς καὶ μοχλοὺς αὐτη̃ς καὶ χιλίους πήχεις ἐν τω̨̃ τείχει ἕως πύλης τη̃ς κοπρίας

13:14 καὶ τὴν πύλην τη̃ς κοπρίας ἐκράτησεν Μελχια υἱὸς Ρηχαβ ἄρχων περιχώρου Βηθαχαρμ αὐτὸς καὶ οἱ υἱοὶ αὐτου̃ καὶ ἐσκέπασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτη̃ς καὶ κλει̃θρα αὐτη̃ς καὶ μοχλοὺς αὐτη̃ς

13:15 καὶ τὸ τει̃χος κολυμβήθρας τω̃ν κωδίων τη̨̃ κουρα̨̃ του̃ βασιλέως καὶ ἕως τω̃ν κλιμάκων τω̃ν καταβαινουσω̃ν ἀπὸ πόλεως Δαυιδ

13:16 ὀπίσω αὐτου̃ ἐκράτησεν Νεεμιας υἱὸς Αζαβουχ ἄρχων ἡμίσους περιχώρου Βηθσουρ ἕως κήπου τάφου Δαυιδ καὶ ἕως τη̃ς κολυμβήθρας τη̃ς γεγονυίας καὶ ἕως Βηθαγγαβαριμ

13:17 ὀπίσω αὐτου̃ ἐκράτησαν οἱ Λευι̃ται Ραουμ υἱὸς Βανι ἐπὶ χει̃ρα αὐτου̃ ἐκράτησεν Ασαβια ἄρχων ἡμίσους περιχώρου Κεϊλα τω̨̃ περιχώρω̨ αὐτου̃

13:18 μετ' αὐτὸν ἐκράτησαν ἀδελφοὶ αὐτω̃ν Βενι υἱὸς Ηναδαδ ἄρχων ἡμίσους περιχώρου Κεϊλα

13:19 καὶ ἐκράτησεν ἐπὶ χει̃ρα αὐτου̃ Αζουρ υἱὸς 'Ιησου̃ ἄρχων του̃ Μασφε μέτρον δεύτερον πύργου ἀναβάσεως τη̃ς συναπτούσης τη̃ς γωνίας

13:20 μετ' αὐτὸν ἐκράτησεν Βαρουχ υἱὸς Ζαβου μέτρον δεύτερον ἀπὸ τη̃ς γωνίας ἕως θύρας Βηθελισουβ του̃ ἱερέως του̃ μεγάλου

13:21 μετ' αὐτὸν ἐκράτησεν Μεραμωθ υἱὸς Ουρια υἱου̃ Ακως μέτρον δεύτερον ἀπὸ θύρας Βηθελισουβ ἕως ἐκλείψεως Βηθελισουβ

13:22 καὶ μετ' αὐτὸν ἐκράτησαν οἱ ἱερει̃ς ἄνδρες Αχεχαρ

13:23 καὶ μετ' αὐτὸν ἐκράτησεν Βενιαμιν καὶ Ασουβ κατέναντι οἴκου αὐτω̃ν μετ' αὐτὸν ἐκράτησεν Αζαρια υἱὸς Μαασηα υἱου̃ Ανανια ἐχόμενα οἴκου αὐτου̃

13:24 μετ' αὐτὸν ἐκράτησεν Βανι υἱὸς Ηναδαδ μέτρον δεύτερον ἀπὸ Βηθαζαρια ἕως τη̃ς γωνίας καὶ ἕως τη̃ς καμπη̃ς

13:25 Φαλαλ υἱου̃ Ευζαι ἐξ ἐναντίας τη̃ς γωνίας καὶ ὁ πύργος ὁ ἐξέχων ἐκ του̃ οἴκου του̃ βασιλέως ὁ ἀνώτερος ὁ τη̃ς αὐλη̃ς τη̃ς φυλακη̃ς καὶ μετ' αὐτὸν Φαδαια υἱὸς Φορος

13:26 καὶ οἱ ναθινιμ ἠ̃σαν οἰκου̃ντες ἐν τω̨̃ Ωφαλ ἕως κήπου πύλης του̃ ὕδατος εἰς ἀνατολάς καὶ ὁ πύργος ὁ ἐξέχων

13:27 μετ' αὐτὸν ἐκράτησαν οἱ Θεκωιν μέτρον δεύτερον ἐξ ἐναντίας του̃ πύργου του̃ μεγάλου του̃ ἐξέχοντος καὶ ἕως του̃ τείχους του̃ Οφλα

13:28 ἀνώτερον πύλης τω̃ν ἵππων ἐκράτησαν οἱ ἱερει̃ς ἀνὴρ ἐξ ἐναντίας οἴκου αὐτου̃

13:29 μετ' αὐτὸν ἐκράτησεν Σαδδουκ υἱὸς Εμμηρ ἐξ ἐναντίας οἴκου αὐτου̃ καὶ μετ' αὐτὸν ἐκράτησεν Σαμαια υἱὸς Σεχενια φύλαξ τη̃ς πύλης τη̃ς ἀνατολη̃ς

13:30 μετ' αὐτὸν ἐκράτησεν Ανανια υἱὸς Σελεμια καὶ Ανουμ υἱὸς Σελεφ ὁ ἕκτος μέτρον δεύτερον μετ' αὐτὸν ἐκράτησεν Μεσουλαμ υἱὸς Βαρχια ἐξ ἐναντίας γαζοφυλακίου αὐτου̃

13:31 μετ' αὐτὸν ἐκράτησεν Μελχια υἱὸς του̃ Σαραφι ἕως Βηθαναθινιμ καὶ οἱ ῥοποπω̃λαι ἀπέναντι πύλης του̃ Μαφεκαδ καὶ ἕως ἀναβάσεως τη̃ς καμπη̃ς

13:32 καὶ ἀνὰ μέσον ἀναβάσεως τη̃ς πύλης τη̃ς προβατικη̃ς ἐκράτησαν οἱ χαλκει̃ς καὶ οἱ ῥοποπω̃λαι

13:33 καὶ ἐγένετο ἡνίκα ἤκουσεν Σαναβαλλατ ὅτι ἡμει̃ς οἰκοδομου̃μεν τὸ τει̃χος καὶ πονηρὸν ἠ̃ν αὐτω̨̃ καὶ ὠργίσθη ἐπὶ πολὺ καὶ ἐξεγέλα ἐπὶ τοι̃ς Ιουδαίοις

13:34 καὶ εἰ̃πεν ἐνώπιον τω̃ν ἀδελφω̃ν αὐτου̃ αὕτη ἡ δύναμις Σομορων ὅτι οἱ Ιουδαι̃οι οὑ̃τοι οἰκοδομου̃σιν τὴν ἑαυτω̃ν πόλιν

13:35 καὶ Τωβιας ὁ αμμανίτης ἐχόμενα αὐτου̃ ἠ̃λθεν καὶ εἰ̃παν πρὸς ἑαυτούς μὴ θυσιάσουσιν ἢ φάγονται ἐπὶ του̃ τόπου αὐτω̃ν οὐχὶ ἀναβήσεται ἀλώπηξ καὶ καθελει̃ τὸ τει̃χος λίθων αὐτω̃ν

13:36 ἄκουσον ὁ θεὸς ἡμω̃ν ὅτι ἐγενήθημεν εἰς μυκτηρισμόν καὶ ἐπίστρεψον ὀνειδισμὸν αὐτω̃ν εἰς κεφαλὴν αὐτω̃ν καὶ δὸς αὐτοὺς εἰς μυκτηρισμὸν ἐν γη̨̃ αἰχμαλωσίας

13:37 καὶ μὴ καλύψη̨ς ἐπὶ ἀνομίαν

14:1 καὶ ἐγένετο ὡς ἤκουσεν Σαναβαλλατ καὶ Τωβια καὶ οἱ 'Άραβες καὶ οἱ Αμμανι̃ται ὅτι ἀνέβη φυὴ τοι̃ς τείχεσιν Ιερουσαλημ ὅτι ἤρξαντο αἱ διασφαγαὶ ἀναφράσσεσθαι καὶ πονηρὸν αὐτοι̃ς ἐφάνη σφόδρα

14:2 καὶ συνήχθησαν πάντες ἐπὶ τὸ αὐτὸ ἐλθει̃ν παρατάξασθαι ἐν Ιερουσαλημ

14:3 καὶ προσηυξάμεθα πρὸς τὸν θεὸν ἡμω̃ν καὶ ἐστήσαμεν προφύλακας ἐπ' αὐτοὺς ἡμέρας καὶ νυκτὸς ἀπὸ προσώπου αὐτω̃ν

14:4 καὶ εἰ̃πεν Ιουδας συνετρίβη ἡ ἰσχὺς τω̃ν ἐχθρω̃ν καὶ ὁ χου̃ς πολύς καὶ ἡμει̃ς οὐ δυνησόμεθα οἰκοδομει̃ν ἐν τω̨̃ τείχει

14:5 καὶ εἰ̃παν οἱ θλίβοντες ἡμα̃ς οὐ γνώσονται καὶ οὐκ ὄψονται ἕως ὅτου ἔλθωμεν εἰς μέσον αὐτω̃ν καὶ φονεύσωμεν αὐτοὺς καὶ καταπαύσωμεν τὸ ἔργον

14:6 καὶ ἐγένετο ὡς ἤλθοσαν οἱ Ιουδαι̃οι οἱ οἰκου̃ντες ἐχόμενα αὐτω̃ν καὶ εἴποσαν ἡμι̃ν ἀναβαίνουσιν ἐκ πάντων τω̃ν τόπων ἐφ' ἡμα̃ς

14:7 καὶ ἔστησα εἰς τὰ κατώτατα του̃ τόπου κατόπισθεν του̃ τείχους ἐν τοι̃ς σκεπεινοι̃ς καὶ ἔστησα τὸν λαὸν κατὰ δήμους μετὰ ῥομφαιω̃ν αὐτω̃ν λόγχας αὐτω̃ν καὶ τόξα αὐτω̃ν

14:8 καὶ εἰ̃δον καὶ ἀνέστην καὶ εἰ̃πα πρὸς τοὺς ἐντίμους καὶ πρὸς τοὺς στρατηγοὺς καὶ πρὸς τοὺς καταλοίπους του̃ λαου̃ μὴ φοβηθη̃τε ἀπὸ προσώπου αὐτω̃ν μνήσθητε του̃ θεου̃ ἡμω̃ν του̃ μεγάλου καὶ φοβερου̃ καὶ παρατάξασθε περὶ τω̃ν ἀδελφω̃ν ὑμω̃ν υἱω̃ν ὑμω̃ν καὶ θυγατέρων ὑμω̃ν γυναικω̃ν ὑμω̃ν καὶ οἴκων ὑμω̃ν

14:9 καὶ ἐγένετο ἡνίκα ἤκουσαν οἱ ἐχθροὶ ἡμω̃ν ὅτι ἐγνώσθη ἡμι̃ν καὶ διεσκέδασεν ὁ θεὸς τὴν βουλὴν αὐτω̃ν καὶ ἐπεστρέψαμεν πάντες ἡμει̃ς εἰς τὸ τει̃χος ἀνὴρ εἰς τὸ ἔργον αὐτου̃

14:10 καὶ ἐγένετο ἀπὸ τη̃ς ἡμέρας ἐκείνης ἥμισυ τω̃ν ἐκτετιναγμένων ἐποίουν τὸ ἔργον καὶ ἥμισυ αὐτω̃ν ἀντείχοντο καὶ λόγχαι καὶ θυρεοὶ καὶ τὰ τόξα καὶ οἱ θώρακες καὶ οἱ ἄρχοντες ὀπίσω παντὸς οἴκου Ιουδα

14:11 τω̃ν οἰκοδομούντων ἐν τω̨̃ τείχει καὶ οἱ αἴροντες ἐν τοι̃ς ἀρτη̃ρσιν ἐν ὅπλοις ἐν μια̨̃ χειρὶ ἐποίει αὐτὸ τὸ ἔργον καὶ μία ἐκράτει τὴν βολίδα

14:12 καὶ οἱ οἰκοδόμοι ἀνὴρ ῥομφαίαν αὐτου̃ ἐζωσμένος ἐπὶ τὴν ὀσφὺν αὐτου̃ καὶ ὠ̨κοδομου̃σαν καὶ ὁ σαλπίζων ἐν τη̨̃ κερατίνη̨ ἐχόμενα αὐτου̃

14:13 καὶ εἰ̃πα πρὸς τοὺς ἐντίμους καὶ πρὸς τοὺς ἄρχοντας καὶ πρὸς τοὺς καταλοίπους του̃ λαου̃ τὸ ἔργον πλατὺ καὶ πολύ καὶ ἡμει̃ς σκορπιζόμεθα ἐπὶ του̃ τείχους μακρὰν ἀνὴρ ἀπὸ του̃ ἀδελφου̃ αὐτου̃

14:14 ἐν τόπω̨ οὑ̃ ἐὰν ἀκούσητε τὴν φωνὴν τη̃ς κερατίνης ἐκει̃ συναχθήσεσθε πρὸς ἡμα̃ς καὶ ὁ θεὸς ἡμω̃ν πολεμήσει περὶ ἡμω̃ν

14:15 καὶ ἡμει̃ς ποιου̃ντες τὸ ἔργον καὶ ἥμισυ αὐτω̃ν κρατου̃ντες τὰς λόγχας ἀπὸ ἀναβάσεως του̃ ὄρθρου ἕως ἐξόδου τω̃ν ἄστρων

14:16 καὶ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ εἰ̃πα τω̨̃ λαω̨̃ αὐλίσθητε ἐν μέσω̨ Ιερουσαλημ καὶ ἔστω ὑμι̃ν ἡ νὺξ προφυλακὴ καὶ ἡ ἡμέρα ἔργον

14:17 καὶ ἤμην ἐγὼ καὶ οἱ ἄνδρες τη̃ς προφυλακη̃ς ὀπίσω μου καὶ οὐκ ἠ̃ν ἐξ ἡμω̃ν ἐκδιδυσκόμενος ἀνὴρ τὰ ἱμάτια αὐτου̃

15:1 καὶ ἠ̃ν κραυγὴ του̃ λαου̃ καὶ γυναικω̃ν αὐτω̃ν μεγάλη πρὸς τοὺς ἀδελφοὺς αὐτω̃ν τοὺς Ιουδαίους

15:2 καὶ ἠ̃σάν τινες λέγοντες ἐν υἱοι̃ς ἡμω̃ν καὶ ἐν θυγατράσιν ἡμω̃ν ἡμει̃ς πολλοί καὶ λημψόμεθα σι̃τον καὶ φαγόμεθα καὶ ζησόμεθα

15:3 καὶ εἰσίν τινες λέγοντες ἀγροὶ ἡμω̃ν καὶ ἀμπελω̃νες ἡμω̃ν καὶ οἰκίαι ἡμω̃ν ἡμει̃ς διεγγυω̃μεν καὶ λημψόμεθα σι̃τον καὶ φαγόμεθα

15:4 καὶ εἰσίν τινες λέγοντες ἐδανεισάμεθα ἀργύριον εἰς φόρους του̃ βασιλέως ἀγροὶ ἡμω̃ν καὶ ἀμπελω̃νες ἡμω̃ν καὶ οἰκίαι ἡμω̃ν

15:5 καὶ νυ̃ν ὡς σὰρξ ἀδελφω̃ν ἡμω̃ν σὰρξ ἡμω̃ν ὡς υἱοὶ αὐτω̃ν υἱοὶ ἡμω̃ν καὶ ἰδοὺ ἡμει̃ς καταδυναστεύομεν τοὺς υἱοὺς ἡμω̃ν καὶ τὰς θυγατέρας ἡμω̃ν εἰς δούλους καὶ εἰσὶν ἀπὸ θυγατέρων ἡμω̃ν καταδυναστευόμεναι καὶ οὐκ ἔστιν δύναμις χειρω̃ν ἡμω̃ν καὶ ἀγροὶ ἡμω̃ν καὶ ἀμπελω̃νες ἡμω̃ν τοι̃ς ἐντίμοις

15:6 καὶ ἐλυπήθην σφόδρα καθὼς ἤκουσα τὴν κραυγὴν αὐτω̃ν καὶ τοὺς λόγους τούτους

15:7 καὶ ἐβουλεύσατο καρδία μου ἐπ' ἐμέ καὶ ἐμαχεσάμην πρὸς τοὺς ἐντίμους καὶ τοὺς ἄρχοντας καὶ εἰ̃πα αὐτοι̃ς ἀπαιτήσει ἀνὴρ τὸν ἀδελφὸν αὐτου̃ ὑμει̃ς ἀπαιτει̃τε καὶ ἔδωκα ἐπ' αὐτοὺς ἐκκλησίαν μεγάλην

15:8 καὶ εἰ̃πα αὐτοι̃ς ἡμει̃ς κεκτήμεθα τοὺς ἀδελφοὺς ἡμω̃ν τοὺς Ιουδαίους τοὺς πωλουμένους τοι̃ς ἔθνεσιν ἐν ἑκουσίω̨ ἡμω̃ν καὶ ὑμει̃ς πωλει̃τε τοὺς ἀδελφοὺς ὑμω̃ν καὶ ἡσύχασαν καὶ οὐχ εὕροσαν λόγον

15:9 καὶ εἰ̃πα οὐκ ἀγαθὸς ὁ λόγος ὃν ὑμει̃ς ποιει̃τε οὐχ οὕτως ἐν φόβω̨ θεου̃ ἡμω̃ν ἀπελεύσεσθε ἀπὸ ὀνειδισμου̃ τω̃ν ἐθνω̃ν τω̃ν ἐχθρω̃ν ἡμω̃ν

15:10 καὶ οἱ ἀδελφοί μου καὶ οἱ γνωστοί μου καὶ ἐγὼ ἐθήκαμεν ἐν αὐτοι̃ς ἀργύριον καὶ σι̃τον ἐγκαταλίπωμεν δὴ τὴν ἀπαίτησιν ταύτην

15:11 ἐπιστρέψατε δὴ αὐτοι̃ς ὡς σήμερον ἀγροὺς αὐτω̃ν ἀμπελω̃νας αὐτω̃ν ἐλαίας αὐτω̃ν καὶ οἰκίας αὐτω̃ν καὶ ἀπὸ του̃ ἀργυρίου τὸν σι̃τον καὶ τὸν οἰ̃νον καὶ τὸ ἔλαιον ἐξενέγκατε αὐτοι̃ς

15:12 καὶ εἰ̃παν ἀποδώσομεν καὶ παρ' αὐτω̃ν οὐ ζητήσομεν οὕτως ποιήσομεν καθὼς σὺ λέγεις καὶ ἐκάλεσα τοὺς ἱερει̃ς καὶ ὥρκισα αὐτοὺς ποιη̃σαι ὡς τὸ ῥη̃μα του̃το

15:13 καὶ τὴν ἀναβολήν μου ἐξετίναξα καὶ εἰ̃πα οὕτως ἐκτινάξαι ὁ θεὸς πάντα ἄνδρα ὃς οὐ στήσει τὸν λόγον του̃τον ἐκ του̃ οἴκου αὐτου̃ καὶ ἐκ κόπου αὐτου̃ καὶ ἔσται οὕτως ἐκτετιναγμένος καὶ κενός καὶ εἰ̃πεν πα̃σα ἡ ἐκκλησία αμην καὶ ἤ̨νεσαν τὸν κύριον καὶ ἐποίησεν ὁ λαὸς τὸ ῥη̃μα του̃το

15:14 ἀπὸ τη̃ς ἡμέρας ἡ̃ς ἐνετείλατό μοι εἰ̃ναι εἰς ἄρχοντα αὐτω̃ν ἐν γη̨̃ Ιουδα ἀπὸ ἔτους εἰκοστου̃ καὶ ἕως ἔτους τριακοστου̃ καὶ δευτέρου τω̨̃ Αρθασασθα ἔτη δώδεκα ἐγὼ καὶ οἱ ἀδελφοί μου βίαν αὐτω̃ν οὐκ ἔφαγον

15:15 καὶ τὰς βίας τὰς πρώτας ἃς πρὸ ἐμου̃ ἐβάρυναν ἐπ' αὐτοὺς καὶ ἐλάβοσαν παρ' αὐτω̃ν ἐν ἄρτοις καὶ ἐν οἴνω̨ ἔσχατον ἀργύριον δίδραχμα τεσσαράκοντα καὶ οἱ ἐκτετιναγμένοι αὐτω̃ν ἐξουσιάζονται ἐπὶ τὸν λαόν καὶ ἐγὼ οὐκ ἐποίησα οὕτως ἀπὸ προσώπου φόβου θεου̃

15:16 καὶ ἐν ἔργω̨ του̃ τείχους τούτων οὐκ ἐκράτησα ἀγρὸν οὐκ ἐκτησάμην καὶ πάντες οἱ συνηγμένοι ἐκει̃ ἐπὶ τὸ ἔργον

15:17 καὶ οἱ Ιουδαι̃οι ἑκατὸν καὶ πεντήκοντα ἄνδρες καὶ οἱ ἐρχόμενοι πρὸς ἡμα̃ς ἀπὸ τω̃ν ἐθνω̃ν τω̃ν κύκλω̨ ἡμω̃ν ἐπὶ τράπεζάν μου

15:18 καὶ ἠ̃ν γινόμενον εἰς ἡμέραν μίαν μόσχος εἱ̃ς καὶ πρόβατα ἓξ ἐκλεκτὰ καὶ χίμαρος ἐγίνοντό μοι καὶ ἀνὰ μέσον δέκα ἡμερω̃ν ἐν πα̃σιν οἰ̃νος τω̨̃ πλήθει καὶ σὺν τούτοις ἄρτους τη̃ς βίας οὐκ ἐζήτησα ὅτι βαρει̃α ἡ δουλεία ἐπὶ τὸν λαὸν του̃τον

15:19 μνήσθητί μου ὁ θεός εἰς ἀγαθὸν πάντα ὅσα ἐποίησα τω̨̃ λαω̨̃ τούτω̨

16:1 καὶ ἐγένετο καθὼς ἠκούσθη τω̨̃ Σαναβαλλατ καὶ Τωβια καὶ τω̨̃ Γησαμ τω̨̃ Αραβι καὶ τοι̃ς καταλοίποις τω̃ν ἐχθρω̃ν ἡμω̃ν ὅτι ὠ̨κοδόμησα τὸ τει̃χος καὶ οὐ κατελείφθη ἐν αὐτοι̃ς πνοή ἕως του̃ καιρου̃ ἐκείνου θύρας οὐκ ἐπέστησα ἐν ται̃ς πύλαις

16:2 καὶ ἀπέστειλεν Σαναβαλλατ καὶ Γησαμ πρός με λέγων δευ̃ρο καὶ συναχθω̃μεν ἐπὶ τὸ αὐτὸ ἐν ται̃ς κώμαις ἐν πεδίω̨ Ωνω καὶ αὐτοὶ λογιζόμενοι ποιη̃σαί μοι πονηρίαν

16:3 καὶ ἀπέστειλα ἐπ' αὐτοὺς ἀγγέλους λέγων ἔργον μέγα ἐγὼ ποιω̃ καὶ οὐ δυνήσομαι καταβη̃ναι μήποτε καταπαύση̨ τὸ ἔργον ὡς ἂν τελειώσω αὐτό καταβήσομαι πρὸς ὑμα̃ς

16:4 καὶ ἀπέστειλαν πρός με ὡς τὸ ῥη̃μα του̃το καὶ ἀπέστειλα αὐτοι̃ς κατὰ ταυ̃τα

16:5 καὶ ἀπέστειλεν πρός με Σαναβαλλατ τὸν παι̃δα αὐτου̃ καὶ ἐπιστολὴν ἀνεω̨γμένην ἐν χειρὶ αὐτου̃

16:6 καὶ ἠ̃ν γεγραμμένον ἐν αὐτη̨̃ ἐν ἔθνεσιν ἠκούσθη ὅτι σὺ καὶ οἱ Ιουδαι̃οι λογίζεσθε ἀποστατη̃σαι διὰ του̃το σὺ οἰκοδομει̃ς τὸ τει̃χος καὶ σὺ γίνη̨ αὐτοι̃ς εἰς βασιλέα

16:7 καὶ πρὸς τούτοις προφήτας ἔστησας σεαυτω̨̃ ἵνα καθίση̨ς ἐν Ιερουσαλημ εἰς βασιλέα ἐν Ιουδα καὶ νυ̃ν ἀπαγγελήσονται τω̨̃ βασιλει̃ οἱ λόγοι οὑ̃τοι καὶ νυ̃ν δευ̃ρο βουλευσώμεθα ἐπὶ τὸ αὐτό

16:8 καὶ ἀπέστειλα πρὸς αὐτὸν λέγων οὐκ ἐγενήθη ὡς οἱ λόγοι οὑ̃τοι οὓς σὺ λέγεις ὅτι ἀπὸ καρδίας σου σὺ ψεύδη̨ αὐτούς

16:9 ὅτι πάντες φοβερίζουσιν ἡμα̃ς λέγοντες ἐκλυθήσονται αἱ χει̃ρες αὐτω̃ν ἀπὸ του̃ ἔργου τούτου καὶ οὐ ποιηθήσεται καὶ νυ̃ν ἐκραταίωσα τὰς χει̃ράς μου

16:10 καὶ ἐγὼ εἰση̃λθον εἰς οἰ̃κον Σεμεϊ υἱου̃ Δαλαια υἱου̃ Μεηταβηλ καὶ αὐτὸς συνεχόμενος καὶ εἰ̃πεν συναχθω̃μεν εἰς οἰ̃κον του̃ θεου̃ ἐν μέσω̨ αὐτου̃ καὶ κλείσωμεν τὰς θύρας αὐτου̃ ὅτι ἔρχονται νυκτὸς φονευ̃σαί σε

16:11 καὶ εἰ̃πα τίς ἐστιν ὁ ἀνήρ ὃς εἰσελεύσεται εἰς τὸν οἰ̃κον καὶ ζήσεται

16:12 καὶ ἐπέγνων καὶ ἰδοὺ ὁ θεὸς οὐκ ἀπέστειλεν αὐτόν ὅτι ἡ προφητεία λόγος κατ' ἐμου̃ καὶ Τωβιας καὶ Σαναβαλλατ ἐμισθώσαντο

16:13 ἐπ' ἐμὲ ὄχλον ὅπως φοβηθω̃ καὶ ποιήσω οὕτως καὶ ἁμάρτω καὶ γένωμαι αὐτοι̃ς εἰς ὄνομα πονηρόν ὅπως ὀνειδίσωσίν με

16:14 μνήσθητι ὁ θεός τω̨̃ Τωβια καὶ τω̨̃ Σαναβαλλατ ὡς τὰ ποιήματα αὐτου̃ ταυ̃τα καὶ τω̨̃ Νωαδια τω̨̃ προφήτη̨ καὶ τοι̃ς καταλοίποις τω̃ν προφητω̃ν οἳ ἠ̃σαν φοβερίζοντές με

16:15 καὶ ἐτελέσθη τὸ τει̃χος πέμπτη̨ καὶ εἰκάδι του̃ Ελουλ εἰς πεντήκοντα καὶ δύο ἡμέρας

16:16 καὶ ἐγένετο ἡνίκα ἤκουσαν πάντες οἱ ἐχθροὶ ἡμω̃ν καὶ ἐφοβήθησαν πάντα τὰ ἔθνη τὰ κύκλω̨ ἡμω̃ν καὶ ἐπέπεσεν φόβος σφόδρα ἐν ὀφθαλμοι̃ς αὐτω̃ν καὶ ἔγνωσαν ὅτι παρὰ του̃ θεου̃ ἡμω̃ν ἐγενήθη τελειωθη̃ναι τὸ ἔργον του̃το

16:17 καὶ ἐν ται̃ς ἡμέραις ἐκείναις ἀπὸ πολλω̃ν ἐντίμων Ιουδα ἐπιστολαὶ ἐπορεύοντο πρὸς Τωβιαν καὶ αἱ Τωβια ἤρχοντο πρὸς αὐτούς

16:18 ὅτι πολλοὶ ἐν Ιουδα ἔνορκοι ἠ̃σαν αὐτω̨̃ ὅτι γαμβρὸς ἠ̃ν του̃ Σεχενια υἱου̃ Ηραε καὶ Ιωαναν υἱὸς αὐτου̃ ἔλαβεν τὴν θυγατέρα Μεσουλαμ υἱου̃ Βαραχια εἰς γυναι̃κα

16:19 καὶ τοὺς λόγους αὐτου̃ ἠ̃σαν λέγοντες πρός με καὶ λόγους μου ἠ̃σαν ἐκφέροντες αὐτω̨̃ καὶ ἐπιστολὰς ἀπέστειλεν Τωβιας φοβερίσαι με

17:1 καὶ ἐγένετο ἡνίκα ὠ̨κοδομήθη τὸ τει̃χος καὶ ἔστησα τὰς θύρας καὶ ἐπεσκέπησαν οἱ πυλωροὶ καὶ οἱ ἄ̨δοντες καὶ οἱ Λευι̃ται

17:2 καὶ ἐνετειλάμην τω̨̃ Ανανια ἀδελφω̨̃ μου καὶ τω̨̃ Ανανια ἄρχοντι τη̃ς βιρα ἐν Ιερουσαλημ ὅτι αὐτὸς ὡς ἀνὴρ ἀληθὴς καὶ φοβούμενος τὸν θεὸν παρὰ πολλούς

17:3 καὶ εἰ̃πα αὐτοι̃ς οὐκ ἀνοιγήσονται πύλαι Ιερουσαλημ ἕως ἅμα τω̨̃ ἡλίω̨ καὶ ἔτι αὐτω̃ν γρηγορούντων κλειέσθωσαν αἱ θύραι καὶ σφηνούσθωσαν καὶ στη̃σον προφύλακας οἰκούντων ἐν Ιερουσαλημ ἀνὴρ ἐν προφυλακη̨̃ αὐτου̃ καὶ ἀνὴρ ἀπέναντι οἰκίας αὐτου̃

17:4 καὶ ἡ πόλις πλατει̃α καὶ μεγάλη καὶ ὁ λαὸς ὀλίγος ἐν αὐτη̨̃ καὶ οὐκ ἠ̃σαν οἰκίαι ὠ̨κοδομημέναι

17:5 καὶ ἔδωκεν ὁ θεὸς εἰς τὴν καρδίαν μου καὶ συνη̃ξα τοὺς ἐντίμους καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν εἰς συνοδίας καὶ εὑ̃ρον βιβλίον τη̃ς συνοδίας οἳ ἀνέβησαν ἐν πρώτοις καὶ εὑ̃ρον γεγραμμένον ἐν αὐτω̨̃

17:6 καὶ οὑ̃τοι υἱοὶ τη̃ς χώρας οἱ ἀναβάντες ἀπὸ αἰχμαλωσίας τη̃ς ἀποικίας ἡ̃ς ἀπώ̨κισεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ καὶ εἰς Ιουδα ἀνὴρ εἰς τὴν πόλιν αὐτου̃

17:7 μετὰ Ζοροβαβελ καὶ 'Ιησου̃ καὶ Νεεμια Αζαρια Δαεμια Ναεμανι Μαρδοχαιος Βαλσαν Μασφαραθ Εσδρα Βαγοι Ναουμ Βαανα Μασφαρ ἄνδρες λαου̃ Ισραηλ

17:8 υἱοὶ Φορος δισχίλιοι ἑκατὸν ἑβδομήκοντα δύο

17:9 υἱοὶ Σαφατια τριακόσιοι ἑβδομήκοντα δύο

17:10 υἱοὶ Ηρα ἑξακόσιοι πεντήκοντα δύο

17:11 υἱοὶ Φααθμωαβ τοι̃ς υἱοι̃ς 'Ιησου̃ καὶ Ιωαβ δισχίλιοι ὀκτακόσιοι δέκα ὀκτώ

17:12 υἱοὶ Αιλαμ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες

17:13 υἱοὶ Ζαθουα ὀκτακόσιοι τεσσαράκοντα πέντε

17:14 υἱοὶ Ζακχου ἑπτακόσιοι ἑξήκοντα

17:15 υἱοὶ Βανουι ἑξακόσιοι τεσσαράκοντα ὀκτώ

17:16 υἱοὶ Βηβι ἑξακόσιοι εἴκοσι ὀκτώ

17:17 υἱοὶ Ασγαδ δισχίλιοι τριακόσιοι εἴκοσι δύο

17:18 υἱοὶ Αδενικαμ ἑξακόσιοι ἑξήκοντα ἑπτά

17:19 υἱοὶ Βαγοι δισχίλιοι ἑξήκοντα ἑπτά

17:20 υἱοὶ Ηδιν ἑξακόσιοι πεντήκοντα πέντε

17:21 υἱοὶ Ατηρ τω̨̃ Εζεκια ἐνενήκοντα ὀκτώ

17:22 υἱοὶ Ησαμ τριακόσιοι εἴκοσι ὀκτώ

17:23 υἱοὶ Βεσι τριακόσιοι εἴκοσι τέσσαρες

17:24 υἱοὶ Αριφ ἑκατὸν δώδεκα

17:25 υἱοὶ Γαβαων ἐνενήκοντα πέντε

17:26 υἱοὶ Βαιθλεεμ ἑκατὸν εἴκοσι τρει̃ς υἱοὶ Νετωφα πεντήκοντα ἕξ

17:27 υἱοὶ Αναθωθ ἑκατὸν εἴκοσι ὀκτώ

17:28 ἄνδρες Βηθασμωθ τεσσαράκοντα δύο

17:29 ἄνδρες Καριαθιαριμ Καφιρα καὶ Βηρωθ ἑπτακόσιοι τεσσαράκοντα τρει̃ς

17:30 ἄνδρες Αραμα καὶ Γαβαα ἑξακόσιοι εἴκοσι εἱ̃ς

17:31 ἄνδρες Μαχεμας ἑκατὸν εἴκοσι δύο

17:32 ἄνδρες Βηθηλ καὶ Αια ἑκατὸν εἴκοσι τρει̃ς

17:33 ἄνδρες Ναβι-ααρ πεντήκοντα δύο

17:34 ἄνδρες Ηλαμ-ααρ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες

17:35 υἱοὶ Ηραμ τριακόσιοι εἴκοσι

17:36 υἱοὶ Ιεριχω τριακόσιοι τεσσαράκοντα πέντε

17:37 υἱοὶ Λοδ Αδιδ καὶ Ωνω ἑπτακόσιοι εἴκοσι εἱ̃ς

17:38 υἱοὶ Σαναα τρισχίλιοι ἐννακόσιοι τριάκοντα

17:39 οἱ ἱερει̃ς υἱοὶ Ιωδαε εἰς οἰ̃κον 'Ιησου̃ ἐννακόσιοι ἑβδομήκοντα τρει̃ς

17:40 υἱοὶ Εμμηρ χίλιοι πεντήκοντα δύο

17:41 υἱοὶ Φασσουρ χίλιοι διακόσιοι τεσσαράκοντα ἑπτά

17:42 υἱοὶ Ηραμ χίλιοι δέκα ἑπτά

17:43 οἱ Λευι̃ται υἱοὶ 'Ιησου̃ τω̨̃ Καδμιηλ τοι̃ς υἱοι̃ς του̃ Ουδουια ἑβδομήκοντα τέσσαρες

17:44 οἱ ἄ̨δοντες υἱοὶ Ασαφ ἑκατὸν τεσσαράκοντα ὀκτώ

17:45 οἱ πυλωροί υἱοὶ Σαλουμ υἱοὶ Ατηρ υἱοὶ Τελμων υἱοὶ Ακουβ υἱοὶ Ατιτα υἱοὶ Σαβι ἑκατὸν τριάκοντα ὀκτώ

17:46 οἱ ναθινιμ υἱοὶ Σηα υἱοὶ Ασιφα υἱοὶ Ταβαωθ

17:47 υἱοὶ Κιρας υἱοὶ Σουια υἱοὶ Φαδων

17:48 υἱοὶ Λαβανα υἱοὶ Αγαβα υἱοὶ Σαλαμι

17:49 υἱοὶ Αναν υἱοὶ Γαδηλ υἱοὶ Γααρ

17:50 υἱοὶ Ρααια υἱοὶ Ρασων υἱοὶ Νεκωδα

17:51 υἱοὶ Γηζαμ υἱοὶ Οζι υἱοὶ Φεση

17:52 υἱοὶ Βησι υἱοὶ Μεϊνωμ υἱοὶ Νεφωσασιμ

17:53 υἱοὶ Βακβουκ υἱοὶ Αχιφα υἱοὶ Αρουρ

17:54 υἱοὶ Βασαλωθ υἱοὶ Μεϊδα υἱοὶ Αδασαν

17:55 υἱοὶ Βαρκους υἱοὶ Σισαρα υἱοὶ Θημα

17:56 υἱοὶ Νισια υἱοὶ Ατιφα

17:57 υἱοὶ δούλων Σαλωμων υἱοὶ Σουτι υἱοὶ Σαφαραθ υἱοὶ Φεριδα

17:58 υἱοὶ Ιεαλη υἱοὶ Δορκων υἱοὶ Γαδηλ

17:59 υἱοὶ Σαφατια υἱοὶ Ετηλ υἱοὶ Φαχαραθ υἱοὶ Σαβαϊμ υἱοὶ Ημιμ

17:60 πάντες οἱ ναθινιμ καὶ υἱοὶ δούλων Σαλωμων τριακόσιοι ἐνενήκοντα δύο

17:61 καὶ οὑ̃τοι ἀνέβησαν ἀπὸ Θελμελεθ Αρησα Χαρουβ Ηρων Ιεμηρ καὶ οὐκ ἠδυνάσθησαν ἀπαγγει̃λαι οἴκους πατριω̃ν αὐτω̃ν καὶ σπέρμα αὐτω̃ν εἰ ἀπὸ Ισραηλ εἰσίν

17:62 υἱοὶ Δαλαια υἱοὶ Τωβια υἱοὶ Νεκωδα ἑξακόσιοι τεσσαράκοντα δύο

17:63 καὶ ἀπὸ τω̃ν ἱερέων υἱοὶ Εβια υἱοὶ Ακως υἱοὶ Βερζελλι ὅτι ἔλαβεν ἀπὸ θυγατέρων Βερζελλι του̃ Γαλααδίτου γυναι̃κας καὶ ἐκλήθη ἐπ' ὀνόματι αὐτω̃ν

17:64 οὑ̃τοι ἐζήτησαν γραφὴν αὐτω̃ν τη̃ς συνοδίας καὶ οὐχ εὑρέθη καὶ ἠγχιστεύθησαν ἀπὸ τη̃ς ἱερατείας

17:65 καὶ εἰ̃πεν Αθερσαθα ἵνα μὴ φάγωσιν ἀπὸ του̃ ἁγίου τω̃ν ἁγίων ἕως ἀναστη̨̃ ὁ ἱερεὺς φωτίσων

17:66 καὶ ἐγένετο πα̃σα ἡ ἐκκλησία ὡς εἱ̃ς τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἑξήκοντα

17:67 πάρεξ δούλων αὐτω̃ν καὶ παιδισκω̃ν αὐτω̃ν οὑ̃τοι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά καὶ ἄ̨δοντες καὶ ἄ̨δουσαι διακόσιοι τεσσαράκοντα πέντε

17:68 ἵπποι ἑπτακόσιοι τριάκοντα ἕξ ἡμίονοι διακόσιοι τεσσαράκοντα πέντε

17:69 κάμηλοι τετρακόσιοι τριάκοντα πέντε ὄνοι ἑξακισχίλιοι ἑπτακόσιοι εἴκοσι

17:70 καὶ ἀπὸ μέρους ἀρχηγω̃ν τω̃ν πατριω̃ν ἔδωκαν εἰς τὸ ἔργον τω̨̃ Νεεμια εἰς θησαυρὸν χρυσου̃ς χιλίους φιάλας πεντήκοντα καὶ χοθωνωθ τω̃ν ἱερέων τριάκοντα

17:71 καὶ ἀπὸ ἀρχηγω̃ν τω̃ν πατριω̃ν ἔδωκαν εἰς θησαυρὸν του̃ ἔργου χρυσίου δύο μυριάδας καὶ ἀργυρίου μνα̃ς δισχιλίας διακοσίας

17:72 καὶ ἔδωκαν οἱ κατάλοιποι του̃ λαου̃ χρυσίου δύο μυριάδας καὶ ἀργυρίου μνα̃ς δισχιλίας διακοσίας καὶ χοθωνωθ τω̃ν ἱερέων ἑξήκοντα ἑπτά

17:73 καὶ ἐκάθισαν οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται καὶ οἱ πυλωροὶ καὶ οἱ ἄ̨δοντες καὶ οἱ ἀπὸ του̃ λαου̃ καὶ οἱ ναθινιμ καὶ πα̃ς Ισραηλ ἐν πόλεσιν αὐτω̃ν καὶ ἔφθασεν ὁ μὴν ὁ ἕβδομος καὶ οἱ υἱοὶ Ισραηλ ἐν πόλεσιν αὐτω̃ν

18:1 καὶ συνήχθησαν πα̃ς ὁ λαὸς ὡς ἀνὴρ εἱ̃ς εἰς τὸ πλάτος τὸ ἔμπροσθεν πύλης του̃ ὕδατος καὶ εἰ̃παν τω̨̃ Εσδρα τω̨̃ γραμματει̃ ἐνέγκαι τὸ βιβλίον νόμου Μωυση̃ ὃν ἐνετείλατο κύριος τω̨̃ Ισραηλ

18:2 καὶ ἤνεγκεν Εσδρας ὁ ἱερεὺς τὸν νόμον ἐνώπιον τη̃ς ἐκκλησίας ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς καὶ πα̃ς ὁ συνίων ἀκούειν ἐν ἡμέρα̨ μια̨̃ του̃ μηνὸς του̃ ἑβδόμου

18:3 καὶ ἀνέγνω ἐν αὐτω̨̃ ἀπὸ τη̃ς ὥρας του̃ διαφωτίσαι τὸν ἥλιον ἕως ἡμίσους τη̃ς ἡμέρας ἀπέναντι τω̃ν ἀνδρω̃ν καὶ τω̃ν γυναικω̃ν καὶ αὐτοὶ συνιέντες καὶ ὠ̃τα παντὸς του̃ λαου̃ εἰς τὸ βιβλίον του̃ νόμου

18:4 καὶ ἔστη Εσδρας ὁ γραμματεὺς ἐπὶ βήματος ξυλίνου καὶ ἔστησαν ἐχόμενα αὐτου̃ Ματταθιας καὶ Σαμαιας καὶ Ανανιας καὶ Ουρια καὶ Ελκια καὶ Μαασαια ἐκ δεξιω̃ν αὐτου̃ καὶ ἐξ ἀριστερω̃ν Φαδαιας καὶ Μισαηλ καὶ Μελχιας καὶ Ωσαμ καὶ Ασαβδανα καὶ Ζαχαριας καὶ Μοσολλαμ

18:5 καὶ ἤνοιξεν Εσδρας τὸ βιβλίον ἐνώπιον παντὸς του̃ λαου̃ ὅτι αὐτὸς ἠ̃ν ἐπάνω του̃ λαου̃ καὶ ἐγένετο ἡνίκα ἤνοιξεν αὐτό ἔστη πα̃ς ὁ λαός

18:6 καὶ ηὐλόγησεν Εσδρας κύριον τὸν θεὸν τὸν μέγαν καὶ ἀπεκρίθη πα̃ς ὁ λαὸς καὶ εἰ̃παν αμην ἐπάραντες χει̃ρας αὐτω̃ν καὶ ἔκυψαν καὶ προσεκύνησαν τω̨̃ κυρίω̨ ἐπὶ πρόσωπον ἐπὶ τὴν γη̃ν

18:7 καὶ 'Ιησου̃ς καὶ Βαναιας καὶ Σαραβια ἠ̃σαν συνετίζοντες τὸν λαὸν εἰς τὸν νόμον καὶ ὁ λαὸς ἐν τη̨̃ στάσει αὐτου̃

18:8 καὶ ἀνέγνωσαν ἐν βιβλίω̨ νόμου του̃ θεου̃ καὶ ἐδίδασκεν Εσδρας καὶ διέστελλεν ἐν ἐπιστήμη̨ κυρίου καὶ συνη̃κεν ὁ λαὸς ἐν τη̨̃ ἀναγνώσει

18:9 καὶ εἰ̃πεν Νεεμιας καὶ Εσδρας ὁ ἱερεὺς καὶ γραμματεὺς καὶ οἱ Λευι̃ται οἱ συνετίζοντες τὸν λαὸν καὶ εἰ̃παν παντὶ τω̨̃ λαω̨̃ ἡ ἡμέρα ἁγία ἐστὶν τω̨̃ κυρίω̨ θεω̨̃ ἡμω̃ν μὴ πενθει̃τε μηδὲ κλαίετε ὅτι ἔκλαιεν πα̃ς ὁ λαός ὡς ἤκουσαν τοὺς λόγους του̃ νόμου

18:10 καὶ εἰ̃πεν αὐτοι̃ς πορεύεσθε φάγετε λιπάσματα καὶ πίετε γλυκάσματα καὶ ἀποστείλατε μερίδας τοι̃ς μὴ ἔχουσιν ὅτι ἁγία ἐστὶν ἡ ἡμέρα τω̨̃ κυρίω̨ ἡμω̃ν καὶ μὴ διαπέσητε ὅτι ἐστὶν ἰσχὺς ὑμω̃ν

18:11 καὶ οἱ Λευι̃ται κατεσιώπων πάντα τὸν λαὸν λέγοντες σιωπα̃τε ὅτι ἡ ἡμέρα ἁγία καὶ μὴ καταπίπτετε

18:12 καὶ ἀπη̃λθεν πα̃ς ὁ λαὸς φαγει̃ν καὶ πιει̃ν καὶ ἀποστέλλειν μερίδας καὶ ποιη̃σαι εὐφροσύνην μεγάλην ὅτι συνη̃καν ἐν τοι̃ς λόγοις οἱ̃ς ἐγνώρισεν αὐτοι̃ς

18:13 καὶ ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ δευτέρα̨ συνήχθησαν οἱ ἄρχοντες τω̃ν πατριω̃ν τω̨̃ παντὶ λαω̨̃ οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται πρὸς Εσδραν τὸν γραμματέα ἐπιστη̃σαι πρὸς πάντας τοὺς λόγους του̃ νόμου

18:14 καὶ εὕροσαν γεγραμμένον ἐν τω̨̃ νόμω̨ ὡ̨̃ ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃ ὅπως κατοικήσωσιν οἱ υἱοὶ Ισραηλ ἐν σκηναι̃ς ἐν ἑορτη̨̃ ἐν μηνὶ τω̨̃ ἑβδόμω̨

18:15 καὶ ὅπως σημάνωσιν σάλπιγξιν ἐν πάσαις ται̃ς πόλεσιν αὐτω̃ν καὶ ἐν Ιερουσαλημ καὶ εἰ̃πεν Εσδρας ἐξέλθετε εἰς τὸ ὄρος καὶ ἐνέγκετε φύλλα ἐλαίας καὶ φύλλα ξύλων κυπαρισσίνων καὶ φύλλα μυρσίνης καὶ φύλλα φοινίκων καὶ φύλλα ξύλου δασέος ποιη̃σαι σκηνὰς κατὰ τὸ γεγραμμένον

18:16 καὶ ἐξη̃λθεν ὁ λαὸς καὶ ἤνεγκαν καὶ ἐποίησαν ἑαυτοι̃ς σκηνὰς ἀνὴρ ἐπὶ του̃ δώματος αὐτου̃ καὶ ἐν ται̃ς αὐλαι̃ς αὐτω̃ν καὶ ἐν ται̃ς αὐλαι̃ς οἴκου του̃ θεου̃ καὶ ἐν πλατείαις τη̃ς πόλεως καὶ ἕως πύλης Εφραιμ

18:17 καὶ ἐποίησαν πα̃σα ἡ ἐκκλησία οἱ ἐπιστρέψαντες ἀπὸ τη̃ς αἰχμαλωσίας σκηνὰς καὶ ἐκάθισαν ἐν σκηναι̃ς ὅτι οὐκ ἐποίησαν ἀπὸ ἡμερω̃ν 'Ιησου̃ υἱου̃ Ναυη οὕτως οἱ υἱοὶ Ισραηλ ἕως τη̃ς ἡμέρας ἐκείνης καὶ ἐγένετο εὐφροσύνη μεγάλη

18:18 καὶ ἀνέγνω ἐν βιβλίω̨ νόμου του̃ θεου̃ ἡμέραν ἐν ἡμέρα̨ ἀπὸ τη̃ς ἡμέρας τη̃ς πρώτης ἕως τη̃ς ἡμέρας τη̃ς ἐσχάτης καὶ ἐποίησαν ἑορτὴν ἑπτὰ ἡμέρας καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ ὀγδόη̨ ἐξόδιον κατὰ τὸ κρίμα

19:1 καὶ ἐν ἡμέρα̨ εἰκοστη̨̃ καὶ τετάρτη̨ του̃ μηνὸς τούτου συνήχθησαν οἱ υἱοὶ Ισραηλ ἐν νηστεία̨ καὶ ἐν σάκκοις

19:2 καὶ ἐχωρίσθησαν οἱ υἱοὶ Ισραηλ ἀπὸ παντὸς υἱου̃ ἀλλοτρίου καὶ ἔστησαν καὶ ἐξηγόρευσαν τὰς ἁμαρτίας αὐτω̃ν καὶ τὰς ἀνομίας τω̃ν πατέρων αὐτω̃ν

19:3 καὶ ἔστησαν ἐπὶ στάσει αὐτω̃ν καὶ ἀνέγνωσαν ἐν βιβλίω̨ νόμου κυρίου θεου̃ αὐτω̃ν καὶ ἠ̃σαν ἐξαγορεύοντες τω̨̃ κυρίω̨ καὶ προσκυνου̃ντες τω̨̃ κυρίω̨ θεω̨̃ αὐτω̃ν

19:4 καὶ ἔστη ἐπὶ ἀναβάσει τω̃ν Λευιτω̃ν 'Ιησου̃ς καὶ υἱοὶ Καδμιηλ Σαχανια υἱὸς Σαραβια υἱοὶ Χανανι καὶ ἐβόησαν φωνη̨̃ μεγάλη̨ πρὸς κύριον τὸν θεὸν αὐτω̃ν

19:5 καὶ εἴποσαν οἱ Λευι̃ται 'Ιησου̃ς καὶ Καδμιηλ ἀνάστητε εὐλογει̃τε τὸν κύριον θεὸν ὑμω̃ν ἀπὸ του̃ αἰω̃νος καὶ ἕως του̃ αἰω̃νος καὶ εὐλογήσουσιν ὄνομα δόξης σου καὶ ὑψώσουσιν ἐπὶ πάση̨ εὐλογία̨ καὶ αἰνέσει

19:6 καὶ εἰ̃πεν Εσδρας σὺ εἰ̃ αὐτὸς κύριος μόνος σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὸν οὐρανὸν του̃ οὐρανου̃ καὶ πα̃σαν τὴν στάσιν αὐτω̃ν τὴν γη̃ν καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτη̨̃ τὰς θαλάσσας καὶ πάντα τὰ ἐν αὐται̃ς καὶ σὺ ζωοποιει̃ς τὰ πάντα καὶ σοὶ προσκυνου̃σιν αἱ στρατιαὶ τω̃ν οὐρανω̃ν

19:7 σὺ εἰ̃ κύριος ὁ θεός σὺ ἐξελέξω ἐν Αβραμ καὶ ἐξήγαγες αὐτὸν ἐκ τη̃ς χώρας τω̃ν Χαλδαίων καὶ ἐπέθηκας αὐτω̨̃ ὄνομα Αβρααμ

19:8 καὶ εὑ̃ρες τὴν καρδίαν αὐτου̃ πιστὴν ἐνώπιόν σου καὶ διέθου πρὸς αὐτὸν διαθήκην δου̃ναι αὐτω̨̃ τὴν γη̃ν τω̃ν Χαναναίων καὶ Χετταίων καὶ Αμορραίων καὶ Φερεζαίων καὶ Ιεβουσαίων καὶ Γεργεσαίων καὶ τω̨̃ σπέρματι αὐτου̃ καὶ ἔστησας τοὺς λόγους σου ὅτι δίκαιος σύ

19:9 καὶ εἰ̃δες τὴν ταπείνωσιν τω̃ν πατέρων ἡμω̃ν ἐν Αἰγύπτω̨ καὶ τὴν κραυγὴν αὐτω̃ν ἤκουσας ἐπὶ θάλασσαν ἐρυθράν

19:10 καὶ ἔδωκας σημει̃α ἐν Αἰγύπτω̨ ἐν Φαραω καὶ ἐν πα̃σιν τοι̃ς παισὶν αὐτου̃ καὶ ἐν παντὶ τω̨̃ λαω̨̃ τη̃ς γη̃ς αὐτου̃ ὅτι ἔγνως ὅτι ὑπερηφάνησαν ἐπ' αὐτούς καὶ ἐποίησας σεαυτω̨̃ ὄνομα ὡς ἡ ἡμέρα αὕτη

19:11 καὶ τὴν θάλασσαν ἔρρηξας ἐνώπιον αὐτω̃ν καὶ παρήλθοσαν ἐν μέσω̨ τη̃ς θαλάσσης ἐν ξηρασία̨ καὶ τοὺς καταδιώξαντας αὐτοὺς ἔρριψας εἰς βυθὸν ὡσεὶ λίθον ἐν ὕδατι σφοδρω̨̃

19:12 καὶ ἐν στύλω̨ νεφέλης ὡδήγησας αὐτοὺς ἡμέρας καὶ ἐν στύλω̨ πυρὸς τὴν νύκτα του̃ φωτίσαι αὐτοι̃ς τὴν ὁδόν ἐν ἡ̨̃ πορεύσονται ἐν αὐτη̨̃

19:13 καὶ ἐπὶ ὄρος Σινα κατέβης καὶ ἐλάλησας πρὸς αὐτοὺς ἐξ οὐρανου̃ καὶ ἔδωκας αὐτοι̃ς κρίματα εὐθέα καὶ νόμους ἀληθείας προστάγματα καὶ ἐντολὰς ἀγαθάς

19:14 καὶ τὸ σάββατόν σου τὸ ἅγιον ἐγνώρισας αὐτοι̃ς ἐντολὰς καὶ προστάγματα καὶ νόμον ἐνετείλω αὐτοι̃ς ἐν χειρὶ Μωυση̃ δούλου σου

19:15 καὶ ἄρτον ἐξ οὐρανου̃ ἔδωκας αὐτοι̃ς εἰς σιτοδείαν αὐτω̃ν καὶ ὕδωρ ἐκ πέτρας ἐξήνεγκας αὐτοι̃ς εἰς δίψαν αὐτω̃ν καὶ εἰ̃πας αὐτοι̃ς εἰσελθει̃ν κληρονομη̃σαι τὴν γη̃ν ἐφ' ἣν ἐξέτεινας τὴν χει̃ρά σου δου̃ναι αὐτοι̃ς

19:16 καὶ αὐτοὶ καὶ οἱ πατέρες ἡμω̃ν ὑπερηφανεύσαντο καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτω̃ν καὶ οὐκ ἤκουσαν τω̃ν ἐντολω̃ν σου

19:17 καὶ ἀνένευσαν του̃ εἰσακου̃σαι καὶ οὐκ ἐμνήσθησαν τω̃ν θαυμασίων σου ὡ̃ν ἐποίησας μετ' αὐτω̃ν καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτω̃ν καὶ ἔδωκαν ἀρχὴν ἐπιστρέψαι εἰς δουλείαν αὐτω̃ν ἐν Αἰγύπτω̨ καὶ σὺ θεὸς ἐλεήμων καὶ οἰκτίρμων μακρόθυμος καὶ πολυέλεος καὶ οὐκ ἐγκατέλιπες αὐτούς

19:18 ἔτι δὲ καὶ ἐποίησαν ἑαυτοι̃ς μόσχον χωνευτὸν καὶ εἰ̃παν οὑ̃τοι οἱ θεοὶ οἱ ἐξαγαγόντες ἡμα̃ς ἐξ Αἰγύπτου καὶ ἐποίησαν παροργισμοὺς μεγάλους

19:19 καὶ σὺ ἐν οἰκτιρμοι̃ς σου τοι̃ς πολλοι̃ς οὐκ ἐγκατέλιπες αὐτοὺς ἐν τη̨̃ ἐρήμω̨ τὸν στυ̃λον τη̃ς νεφέλης οὐκ ἐξέκλινας ἀπ' αὐτω̃ν ἡμέρας ὁδηγη̃σαι αὐτοὺς ἐν τη̨̃ ὁδω̨̃ καὶ τὸν στυ̃λον του̃ πυρὸς τὴν νύκτα φωτίζειν αὐτοι̃ς τὴν ὁδόν ἐν ἡ̨̃ πορεύσονται ἐν αὐτη̨̃

19:20 καὶ τὸ πνευ̃μά σου τὸ ἀγαθὸν ἔδωκας συνετίσαι αὐτοὺς καὶ τὸ μαννα σου̃ οὐκ ἀφυστέρησας ἀπὸ στόματος αὐτω̃ν καὶ ὕδωρ ἔδωκας αὐτοι̃ς τω̨̃ δίψει αὐτω̃ν

19:21 καὶ τεσσαράκοντα ἔτη διέθρεψας αὐτοὺς ἐν τη̨̃ ἐρήμω̨ οὐχ ὑστέρησαν ἱμάτια αὐτω̃ν οὐκ ἐπαλαιώθησαν καὶ πόδες αὐτω̃ν οὐ διερράγησαν

19:22 καὶ ἔδωκας αὐτοι̃ς βασιλείας καὶ λαοὺς καὶ διεμέρισας αὐτοι̃ς καὶ ἐκληρονόμησαν τὴν γη̃ν Σηων βασιλέως Εσεβων καὶ τὴν γη̃ν Ωγ βασιλέως του̃ Βασαν

19:23 καὶ τοὺς υἱοὺς αὐτω̃ν ἐπλήθυνας ὡς τοὺς ἀστέρας του̃ οὐρανου̃ καὶ εἰσήγαγες αὐτοὺς εἰς τὴν γη̃ν ἣν εἰ̃πας τοι̃ς πατράσιν αὐτω̃ν καὶ ἐκληρονόμησαν αὐτήν

19:24 καὶ ἐξέτριψας ἐνώπιον αὐτω̃ν τοὺς κατοικου̃ντας τὴν γη̃ν τω̃ν Χαναναίων καὶ ἔδωκας αὐτοὺς εἰς τὰς χει̃ρας αὐτω̃ν καὶ τοὺς βασιλει̃ς αὐτω̃ν καὶ τοὺς λαοὺς τη̃ς γη̃ς ποιη̃σαι αὐτοι̃ς ὡς ἀρεστὸν ἐνώπιον αὐτω̃ν

19:25 καὶ κατελάβοσαν πόλεις ὑψηλὰς καὶ ἐκληρονόμησαν οἰκίας πλήρεις πάντων ἀγαθω̃ν λάκκους λελατομημένους ἀμπελω̃νας καὶ ἐλαιω̃νας καὶ πα̃ν ξύλον βρώσιμον εἰς πλη̃θος καὶ ἐφάγοσαν καὶ ἐνεπλήσθησαν καὶ ἐλιπάνθησαν καὶ ἐτρύφησαν ἐν ἀγαθωσύνη̨ σου τη̨̃ μεγάλη̨

19:26 καὶ ἤλλαξαν καὶ ἀπέστησαν ἀπὸ σου̃ καὶ ἔρριψαν τὸν νόμον σου ὀπίσω σώματος αὐτω̃ν καὶ τοὺς προφήτας σου ἀπέκτειναν οἳ διεμαρτύραντο ἐν αὐτοι̃ς ἐπιστρέψαι αὐτοὺς πρὸς σέ καὶ ἐποίησαν παροργισμοὺς μεγάλους

19:27 καὶ ἔδωκας αὐτοὺς ἐν χειρὶ θλιβόντων αὐτούς καὶ ἔθλιψαν αὐτούς καὶ ἀνεβόησαν πρὸς σὲ ἐν καιρω̨̃ θλίψεως αὐτω̃ν καὶ σὺ ἐξ οὐρανου̃ σου ἤκουσας καὶ ἐν οἰκτιρμοι̃ς σου τοι̃ς μεγάλοις ἔδωκας αὐτοι̃ς σωτη̃ρας καὶ ἔσωσας αὐτοὺς ἐκ χειρὸς θλιβόντων αὐτούς

19:28 καὶ ὡς ἀνεπαύσαντο ἐπέστρεψαν ποιη̃σαι τὸ πονηρὸν ἐνώπιόν σου καὶ ἐγκατέλιπες αὐτοὺς εἰς χει̃ρας ἐχθρω̃ν αὐτω̃ν καὶ κατη̃ρξαν ἐν αὐτοι̃ς καὶ πάλιν ἀνεβόησαν πρὸς σέ καὶ σὺ ἐξ οὐρανου̃ εἰσήκουσας καὶ ἐρρύσω αὐτοὺς ἐν οἰκτιρμοι̃ς σου πολλοι̃ς

19:29 καὶ ἐπεμαρτύρω αὐτοι̃ς ἐπιστρέψαι αὐτοὺς εἰς τὸν νόμον σου καὶ οὐκ ἤκουσαν ἀλλὰ ἐν ται̃ς ἐντολαι̃ς σου καὶ ἐν τοι̃ς κρίμασί σου ἡμάρτοσαν ἃ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοι̃ς καὶ ἔδωκαν νω̃τον ἀπειθου̃ντα καὶ τράχηλον αὐτω̃ν ἐσκλήρυναν καὶ οὐκ ἤκουσαν

19:30 καὶ εἵλκυσας ἐπ' αὐτοὺς ἔτη πολλὰ καὶ ἐπεμαρτύρω αὐτοι̃ς ἐν πνεύματί σου ἐν χειρὶ προφητω̃ν σου καὶ οὐκ ἠνωτίσαντο καὶ ἔδωκας αὐτοὺς ἐν χειρὶ λαω̃ν τη̃ς γη̃ς

19:31 καὶ σὺ ἐν οἰκτιρμοι̃ς σου τοι̃ς πολλοι̃ς οὐκ ἐποίησας αὐτοὺς συντέλειαν καὶ οὐκ ἐγκατέλιπες αὐτούς ὅτι ἰσχυρὸς εἰ̃ καὶ ἐλεήμων καὶ οἰκτίρμων

19:32 καὶ νυ̃ν ὁ θεὸς ἡμω̃ν ὁ ἰσχυρὸς ὁ μέγας ὁ κραταιὸς καὶ ὁ φοβερὸς φυλάσσων τὴν διαθήκην σου καὶ τὸ ἔλεός σου μὴ ὀλιγωθήτω ἐνώπιόν σου πα̃ς ὁ μόχθος ὃς εὑ̃ρεν ἡμα̃ς καὶ τοὺς βασιλει̃ς ἡμω̃ν καὶ τοὺς ἄρχοντας ἡμω̃ν καὶ τοὺς ἱερει̃ς ἡμω̃ν καὶ τοὺς προφήτας ἡμω̃ν καὶ τοὺς πατέρας ἡμω̃ν καὶ ἐν παντὶ τω̨̃ λαω̨̃ σου ἀπὸ ἡμερω̃ν βασιλέων Ασσουρ καὶ ἕως τη̃ς ἡμέρας ταύτης

19:33 καὶ σὺ δίκαιος ἐπὶ πα̃σι τοι̃ς ἐρχομένοις ἐφ' ἡμα̃ς ὅτι ἀλήθειαν ἐποίησας καὶ ἡμει̃ς ἐξημάρτομεν

19:34 καὶ οἱ βασιλει̃ς ἡμω̃ν καὶ οἱ ἄρχοντες ἡμω̃ν καὶ οἱ ἱερει̃ς ἡμω̃ν καὶ οἱ πατέρες ἡμω̃ν οὐκ ἐποίησαν τὸν νόμον σου καὶ οὐ προσέσχον τω̃ν ἐντολω̃ν σου καὶ τὰ μαρτύριά σου ἃ διεμαρτύρω αὐτοι̃ς

19:35 καὶ αὐτοὶ ἐν βασιλεία̨ σου καὶ ἐν ἀγαθωσύνη̨ σου τη̨̃ πολλη̨̃ ἡ̨̃ ἔδωκας αὐτοι̃ς καὶ ἐν τη̨̃ γη̨̃ τη̨̃ πλατεία̨ καὶ λιπαρα̨̃ ἡ̨̃ ἔδωκας ἐνώπιον αὐτω̃ν οὐκ ἐδούλευσάν σοι καὶ οὐκ ἀπέστρεψαν ἀπὸ ἐπιτηδευμάτων αὐτω̃ν τω̃ν πονηρω̃ν

19:36 ἰδού ἐσμεν σήμερον δου̃λοι καὶ ἡ γη̃ ἣν ἔδωκας τοι̃ς πατράσιν ἡμω̃ν φαγει̃ν τὸν καρπὸν αὐτη̃ς

19:37 τοι̃ς βασιλευ̃σιν οἱ̃ς ἔδωκας ἐφ' ἡμα̃ς ἐν ἁμαρτίαις ἡμω̃ν καὶ ἐπὶ τὰ σώματα ἡμω̃ν ἐξουσιάζουσιν καὶ ἐν κτήνεσιν ἡμω̃ν ὡς ἀρεστὸν αὐτοι̃ς καὶ ἐν θλίψει μεγάλη̨ ἐσμέν

20:1 καὶ ἐν πα̃σι τούτοις ἡμει̃ς διατιθέμεθα πίστιν καὶ γράφομεν καὶ ἐπισφραγίζουσιν πάντες ἄρχοντες ἡμω̃ν Λευι̃ται ἡμω̃ν ἱερει̃ς ἡμω̃ν

20:2 καὶ ἐπὶ τω̃ν σφραγιζόντων Νεεμιας υἱὸς Αχαλια καὶ Σεδεκιας

20:3 υἱὸς Σαραια καὶ Αζαρια καὶ Ιερμια

20:4 Φασουρ Αμαρια Μελχια

20:5 Ατους Σεβανι Μαλουχ

20:6 Ιραμ Μεραμωθ Αβδια

20:7 Δανιηλ Γαναθων Βαρουχ

20:8 Μεσουλαμ Αβια Μιαμιν

20:9 Μααζια Βελγαι Σαμαια οὑ̃τοι ἱερει̃ς

20:10 καὶ οἱ Λευι̃ται 'Ιησου̃ς υἱὸς Αζανια Βαναιου ἀπὸ υἱω̃ν Ηναδαδ Καδμιηλ

20:11 καὶ οἱ ἀδελφοὶ αὐτου̃ Σαβανια Ωδουια Καλιτα Φελεϊα Αναν

20:12 Μιχα Ροωβ Εσεβιας

20:13 Ζαχωρ Σαραβια Σεβανια

20:14 Ωδουια υἱοὶ Βανουναι

20:15 ἄρχοντες του̃ λαου̃ Φορος Φααθμωαβ Ηλαμ Ζαθουια υἱοὶ

20:16 Βανι Ασγαδ Βηβαι

20:17 Εδανια Βαγοι Ηδιν

20:18 Ατηρ Εζεκια Αζουρ

20:19 Οδουια Ησαμ Βησι

20:20 Αριφ Αναθωθ Νωβαι

20:21 Μαγαφης Μεσουλαμ Ηζιρ

20:22 Μεσωζεβηλ Σαδδουκ Ιεδδουα

20:23 Φαλτια Αναν Αναια

20:24 Ωσηε Ανανια Ασουβ

20:25 Αλωης Φαλαϊ Σωβηκ

20:26 Ραουμ Εσαβανα Μαασαια

20:27 καὶ Αϊα Αιναν Ηναν

20:28 Μαλουχ Ηραμ Βαανα

20:29 καὶ οἱ κατάλοιποι του̃ λαου̃ οἱ ἱερει̃ς οἱ Λευι̃ται οἱ πυλωροί οἱ ἄ̨δοντες οἱ ναθινιμ καὶ πα̃ς ὁ προσπορευόμενος ἀπὸ λαω̃ν τη̃ς γη̃ς πρὸς νόμον του̃ θεου̃ γυναι̃κες αὐτω̃ν υἱοὶ αὐτω̃ν θυγατέρες αὐτω̃ν πα̃ς ὁ εἰδὼς καὶ συνίων

20:30 ἐνίσχυον ἐπὶ τοὺς ἀδελφοὺς αὐτω̃ν κατηράσαντο αὐτοὺς καὶ εἰσήλθοσαν ἐν ἀρα̨̃ καὶ ἐν ὅρκω̨ του̃ πορεύεσθαι ἐν νόμω̨ του̃ θεου̃ ὃς ἐδόθη ἐν χειρὶ Μωυση̃ δούλου του̃ θεου̃ καὶ φυλάσσεσθαι καὶ ποιει̃ν πάσας τὰς ἐντολὰς κυρίου ἡμω̃ν καὶ κρίματα αὐτου̃

20:31 καὶ του̃ μὴ δου̃ναι θυγατέρας ἡμω̃ν τοι̃ς λαοι̃ς τη̃ς γη̃ς καὶ τὰς θυγατέρας αὐτω̃ν οὐ λημψόμεθα τοι̃ς υἱοι̃ς ἡμω̃ν

20:32 καὶ λαοὶ τη̃ς γη̃ς οἱ φέροντες τοὺς ἀγορασμοὺς καὶ πα̃σαν πρα̃σιν ἐν ἡμέρα̨ του̃ σαββάτου ἀποδόσθαι οὐκ ἀγορω̃μεν παρ' αὐτω̃ν ἐν σαββάτω̨ καὶ ἐν ἡμέρα̨ ἁγία̨ καὶ ἀνήσομεν τὸ ἔτος τὸ ἕβδομον καὶ ἀπαίτησιν πάσης χειρός

20:33 καὶ στήσομεν ἐφ' ἡμα̃ς ἐντολὰς δου̃ναι ἐφ' ἡμα̃ς τρίτον του̃ διδράχμου κατ' ἐνιαυτὸν εἰς δουλείαν οἴκου θεου̃ ἡμω̃ν

20:34 εἰς ἄρτους του̃ προσώπου καὶ θυσίαν του̃ ἐνδελεχισμου̃ καὶ εἰς ὁλοκαύτωμα του̃ ἐνδελεχισμου̃ τω̃ν σαββάτων τω̃ν νουμηνιω̃ν εἰς τὰς ἑορτὰς καὶ εἰς τὰ ἅγια καὶ τὰ περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ Ισραηλ καὶ εἰς ἔργα οἴκου θεου̃ ἡμω̃ν

20:35 καὶ κλήρους ἐβάλομεν περὶ κλήρου ξυλοφορίας οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται καὶ ὁ λαός ἐνέγκαι εἰς οἰ̃κον θεου̃ ἡμω̃ν εἰς οἰ̃κον πατριω̃ν ἡμω̃ν εἰς καιροὺς ἀπὸ χρόνων ἐνιαυτὸν κατ' ἐνιαυτόν ἐκκαυ̃σαι ἐπὶ τὸ θυσιαστήριον κυρίου θεου̃ ἡμω̃ν ὡς γέγραπται ἐν τω̨̃ νόμω̨

20:36 καὶ ἐνέγκαι τὰ πρωτογενήματα τη̃ς γη̃ς ἡμω̃ν καὶ πρωτογενήματα καρπου̃ παντὸς ξύλου ἐνιαυτὸν κατ' ἐνιαυτὸν εἰς οἰ̃κον κυρίου

20:37 καὶ τὰ πρωτότοκα υἱω̃ν ἡμω̃ν καὶ κτηνω̃ν ἡμω̃ν ὡς γέγραπται ἐν τω̨̃ νόμω̨ καὶ τὰ πρωτότοκα βοω̃ν ἡμω̃ν καὶ ποιμνίων ἡμω̃ν ἐνέγκαι εἰς οἰ̃κον θεου̃ ἡμω̃ν τοι̃ς ἱερευ̃σιν τοι̃ς λειτουργου̃σιν ἐν οἴκω̨ θεου̃ ἡμω̃ν

20:38 καὶ τὴν ἀπαρχὴν σίτων ἡμω̃ν καὶ τὸν καρπὸν παντὸς ξύλου οἴνου καὶ ἐλαίου οἴσομεν τοι̃ς ἱερευ̃σιν εἰς γαζοφυλάκιον οἴκου του̃ θεου̃ καὶ δεκάτην γη̃ς ἡμω̃ν τοι̃ς Λευίταις καὶ αὐτοὶ οἱ Λευι̃ται δεκατου̃ντες ἐν πάσαις πόλεσιν δουλείας ἡμω̃ν

20:39 καὶ ἔσται ὁ ἱερεὺς υἱὸς Ααρων μετὰ του̃ Λευίτου ἐν τη̨̃ δεκάτη̨ του̃ Λευίτου καὶ οἱ Λευι̃ται ἀνοίσουσιν τὴν δεκάτην τη̃ς δεκάτης εἰς οἰ̃κον θεου̃ ἡμω̃ν εἰς τὰ γαζοφυλάκια εἰς οἰ̃κον του̃ θεου̃

20:40 ὅτι εἰς τοὺς θησαυροὺς εἰσοίσουσιν οἱ υἱοὶ Ισραηλ καὶ οἱ υἱοὶ του̃ Λευι τὰς ἀπαρχὰς του̃ σίτου καὶ του̃ οἴνου καὶ του̃ ἐλαίου καὶ ἐκει̃ σκεύη τὰ ἅγια καὶ οἱ ἱερει̃ς οἱ λειτουργοὶ καὶ οἱ πυλωροὶ καὶ οἱ ἄ̨δοντες καὶ οὐκ ἐγκαταλείψομεν τὸν οἰ̃κον του̃ θεου̃ ἡμω̃ν

21:1 καὶ ἐκάθισαν οἱ ἄρχοντες του̃ λαου̃ ἐν Ιερουσαλημ καὶ οἱ κατάλοιποι του̃ λαου̃ ἐβάλοσαν κλήρους ἐνέγκαι ἕνα ἀπὸ τω̃ν δέκα καθίσαι ἐν Ιερουσαλημ πόλει τη̨̃ ἁγία̨ καὶ ἐννέα μέρη ἐν ται̃ς πόλεσιν

21:2 καὶ εὐλόγησεν ὁ λαὸς τοὺς πάντας ἄνδρας τοὺς ἑκουσιαζομένους καθίσαι ἐν Ιερουσαλημ

21:3 καὶ οὑ̃τοι οἱ ἄρχοντες τη̃ς χώρας οἳ ἐκάθισαν ἐν Ιερουσαλημ καὶ ἐν πόλεσιν Ιουδα ἐκάθισαν ἀνὴρ ἐν κατασχέσει αὐτου̃ ἐν πόλεσιν αὐτω̃ν Ισραηλ οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται καὶ οἱ ναθιναι̃οι καὶ οἱ υἱοὶ δούλων Σαλωμων

21:4 καὶ ἐν Ιερουσαλημ ἐκάθισαν ἀπὸ υἱω̃ν Ιουδα καὶ ἀπὸ υἱω̃ν Βενιαμιν ἀπὸ υἱω̃ν Ιουδα Αθαια υἱὸς Αζαια υἱὸς Ζαχαρια υἱὸς Αμαρια υἱὸς Σαφατια υἱὸς Μαλεληλ καὶ ἀπὸ υἱω̃ν Φαρες

21:5 καὶ Μαασια υἱὸς Βαρουχ υἱὸς Χαλαζα υἱὸς Οζια υἱὸς Αδαια υἱὸς Ιωριβ υἱὸς Θηζια υἱὸς του̃ Σηλωνι

21:6 πάντες υἱοὶ Φαρες οἱ καθήμενοι ἐν Ιερουσαλημ τετρακόσιοι ἑξήκοντα ὀκτὼ ἄνδρες δυνάμεως

21:7 καὶ οὑ̃τοι υἱοὶ Βενιαμιν Σηλω υἱὸς Μεσουλαμ υἱὸς Ιωαδ υἱὸς Φαδαια υἱὸς Κωλια υἱὸς Μασαια υἱὸς Αιθιηλ υἱὸς Ιεσια

21:8 καὶ ὀπίσω αὐτου̃ Γηβι Σηλι ἐννακόσιοι εἴκοσι ὀκτώ

21:9 καὶ Ιωηλ υἱὸς Ζεχρι ἐπίσκοπος ἐπ' αὐτούς καὶ Ιουδας υἱὸς Ασανα ἐπὶ τη̃ς πόλεως δεύτερος

21:10 ἀπὸ τω̃ν ἱερέων καὶ Ιαδια υἱὸς Ιωριβ Ιαχιν

21:11 Σαραια υἱὸς Ελκια υἱὸς Μεσουλαμ υἱὸς Σαδδουκ υἱὸς Μαριωθ υἱὸς Αϊτωβ ἀπέναντι οἴκου του̃ θεου̃

21:12 καὶ ἀδελφοὶ αὐτω̃ν ποιου̃ντες τὸ ἔργον του̃ οἴκου Αμασι υἱὸς Ζαχαρια υἱὸς Φασσουρ υἱὸς Μελχια

21:13 ἄρχοντες πατριω̃ν διακόσιοι τεσσαράκοντα δύο καὶ Αμεσσαι υἱὸς Εσδριηλ

21:14 καὶ ἀδελφοὶ αὐτου̃ δυνατοὶ παρατάξεως ἑκατὸν εἴκοσι ὀκτώ καὶ ἐπίσκοπος ἐπ' αὐτω̃ν Βαδιηλ

21:15 καὶ ἀπὸ τω̃ν Λευιτω̃ν Σαμαια υἱὸς Ασουβ υἱὸς Εζρι

21:17 καὶ Μαθανια υἱὸς Μιχα καὶ Ωβηδ υἱὸς Σαμουι

21:18 διακόσιοι ὀγδοήκοντα τέσσαρες

21:19 καὶ οἱ πυλωροὶ Ακουβ Τελαμιν καὶ οἱ ἀδελφοὶ αὐτω̃ν ἑκατὸν ἑβδομήκοντα δύο

21:22 καὶ ἐπίσκοπος Λευιτω̃ν υἱὸς Βανι Οζι υἱὸς Ασαβια υἱὸς Μιχα ἀπὸ υἱω̃ν Ασαφ τω̃ν ἀ̨δόντων ἀπέναντι ἔργου οἴκου του̃ θεου̃

21:23 ὅτι ἐντολὴ του̃ βασιλέως ἐπ' αὐτούς

21:24 καὶ Παθαια υἱὸς Βασηζα πρὸς χει̃ρα του̃ βασιλέως εἰς πα̃ν ῥη̃μα τω̨̃ λαω̨̃

21:25 καὶ πρὸς τὰς ἐπαύλεις ἐν ἀγρω̨̃ αὐτω̃ν καὶ ἀπὸ υἱω̃ν Ιουδα ἐκάθισαν ἐν Καριαθαρβοκ

21:26 καὶ ἐν Ιησου

21:27 καὶ ἐν Βεηρσαβεε

21:30 καὶ ἐπαύλεις αὐτω̃ν Λαχις καὶ ἀγροὶ αὐτη̃ς καὶ παρενεβάλοσαν ἐν Βεηρσαβεε

21:31 καὶ οἱ υἱοὶ Βενιαμιν ἀπὸ Γαβα Μαχαμας

21:36 καὶ ἀπὸ τω̃ν Λευιτω̃ν μερίδες Ιουδα τω̨̃ Βενιαμιν

22:1 καὶ οὑ̃τοι οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται οἱ ἀναβαίνοντες μετὰ Ζοροβαβελ υἱου̃ Σαλαθιηλ καὶ 'Ιησου̃ Σαραια Ιερμια Εσδρα

22:2 Αμαρια Μαλουχ

22:3 Σεχενια

22:7 οὑ̃τοι ἄρχοντες τω̃ν ἱερέων καὶ ἀδελφοὶ αὐτω̃ν ἐν ἡμέραις 'Ιησου̃

22:8 καὶ οἱ Λευι̃ται Ιησου Βανουι Καδμιηλ Σαραβια Ιουδα Μαχανια ἐπὶ τω̃ν χειρω̃ν αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτου̃

22:9 εἰς τὰς ἐφημερίας

22:10 καὶ 'Ιησου̃ς ἐγέννησεν τὸν Ιωακιμ καὶ Ιωακιμ ἐγέννησεν τὸν Ελιασιβ καὶ Ελιασιβ τὸν Ιωδαε

22:11 καὶ Ιωδαε ἐγέννησεν τὸν Ιωναθαν καὶ Ιωναθαν ἐγέννησεν τὸν Ιαδου

22:12 καὶ ἐν ἡμέραις Ιωακιμ ἀδελφοὶ αὐτου̃ οἱ ἱερει̃ς καὶ οἱ ἄρχοντες τω̃ν πατριω̃ν τω̨̃ Σαραια Μαραια τω̨̃ Ιερμια Ανανια

22:13 τω̨̃ Εσδρα Μεσουλαμ τω̨̃ Αμαρια Ιωαναν

22:14 τω̨̃ Μαλουχ Ιωναθαν τω̨̃ Σεχενια Ιωσηφ

22:15 τω̨̃ Αρεμ Αδνας τω̨̃ Μαριωθ Ελκαι

22:16 τω̨̃ Αδδαι Ζαχαριας τω̨̃ Γαναθων Μοσολλαμ

22:17 τω̨̃ Αβια Ζεχρι τω̨̃ Βενιαμιν ἐν καιροι̃ς τω̨̃ Φελητι

22:18 τω̨̃ Βαλγα Σαμουε τω̨̃ Σεμεια Ιωναθαν

22:19 τω̨̃ Ιωιαριβ Μαθθαναι τω̨̃ Ιδια Οζι

22:20 τω̨̃ Σαλλαι Καλλαι τω̨̃ Αμουκ Αβεδ

22:21 τω̨̃ Ελκια Ασαβιας τω̨̃ Ιεδεϊου Ναθαναηλ

22:22 οἱ Λευι̃ται ἐν ἡμέραις Ελιασιβ Ιωαδα καὶ Ιωαναν καὶ Ιδουα γεγραμμένοι ἄρχοντες πατριω̃ν καὶ οἱ ἱερει̃ς ἐν βασιλεία̨ Δαρείου του̃ Πέρσου

22:23 υἱοὶ Λευι ἄρχοντες τω̃ν πατριω̃ν γεγραμμένοι ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν καὶ ἕως ἡμερω̃ν Ιωαναν υἱου̃ Ελισουβ

22:24 καὶ ἄρχοντες τω̃ν Λευιτω̃ν Ασαβια καὶ Σαραβια καὶ Ιησου καὶ υἱοὶ Καδμιηλ καὶ οἱ ἀδελφοὶ αὐτω̃ν κατεναντίον αὐτω̃ν εἰς ὑμνει̃ν καὶ αἰνει̃ν ἐν ἐντολη̨̃ Δαυιδ ἀνθρώπου του̃ θεου̃ ἐφημερία πρὸς ἐφημερίαν

22:25 ἐν τω̨̃ συναγαγει̃ν με τοὺς πυλωροὺς

22:26 ἐν ἡμέραις Ιωακιμ υἱου̃ 'Ιησου̃ υἱου̃ Ιωσεδεκ καὶ ἐν ἡμέραις Νεεμια καὶ Εσδρας ὁ ἱερεὺς ὁ γραμματεύς

22:27 καὶ ἐν ἐγκαινίοις τείχους Ιερουσαλημ ἐζήτησαν τοὺς Λευίτας ἐν τοι̃ς τόποις αὐτω̃ν του̃ ἐνέγκαι αὐτοὺς εἰς Ιερουσαλημ ποιη̃σαι ἐγκαίνια καὶ εὐφροσύνην ἐν θωδαθα καὶ ἐν ὠ̨δαι̃ς κυμβαλίζοντες καὶ ψαλτήρια καὶ κινύραι

22:28 καὶ συνήχθησαν οἱ υἱοὶ τω̃ν ἀ̨δόντων καὶ ἀπὸ τη̃ς περιχώρου κυκλόθεν εἰς Ιερουσαλημ καὶ ἀπὸ ἐπαύλεων

22:29 καὶ ἀπὸ ἀγρω̃ν ὅτι ἐπαύλεις ὠ̨κοδόμησαν ἑαυτοι̃ς οἱ ἄ̨δοντες ἐν Ιερουσαλημ

22:30 καὶ ἐκαθαρίσθησαν οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται καὶ ἐκαθάρισαν τὸν λαὸν καὶ τοὺς πυλωροὺς καὶ τὸ τει̃χος

22:31 καὶ ἀνήνεγκα τοὺς ἄρχοντας Ιουδα ἐπάνω του̃ τείχους καὶ ἔστησα δύο περὶ αἰνέσεως μεγάλους καὶ διη̃λθον ἐκ δεξιω̃ν ἐπάνω του̃ τείχους τη̃ς κοπρίας

22:32 καὶ ἐπορεύθη ὀπίσω αὐτω̃ν Ωσαια καὶ ἥμισυ ἀρχόντων Ιουδα

22:33 καὶ Αζαριας Εσδρας καὶ Μεσουλαμ

22:34 Ιουδα καὶ Βενιαμιν καὶ Σαμαια καὶ Ιερμια

22:35 καὶ ἀπὸ υἱω̃ν τω̃ν ἱερέων ἐν σάλπιγξιν Ζαχαριας υἱὸς Ιωναθαν υἱὸς Σαμαια υἱὸς Μαθανια υἱὸς Μιχαια υἱὸς Ζακχουρ υἱὸς Ασαφ

22:36 καὶ ἀδελφοὶ αὐτου̃ Σαμαια καὶ Οζιηλ αἰνει̃ν ἐν ὠ̨δαι̃ς Δαυιδ ἀνθρώπου του̃ θεου̃ καὶ Εσδρας ὁ γραμματεὺς ἔμπροσθεν αὐτω̃ν

22:37 ἐπὶ πύλης του̃ αιν κατέναντι αὐτω̃ν ἀνέβησαν ἐπὶ κλίμακας πόλεως Δαυιδ ἐν ἀναβάσει του̃ τείχους ἐπάνωθεν του̃ οἴκου Δαυιδ καὶ ἕως πύλης του̃ ὕδατος κατὰ ἀνατολάς

22:38 καὶ περὶ αἰνέσεως ἡ δευτέρα ἐπορεύετο συναντω̃σα αὐτοι̃ς καὶ ἐγὼ ὀπίσω αὐτη̃ς καὶ τὸ ἥμισυ του̃ λαου̃ ἐπάνω του̃ τείχους ὑπεράνω του̃ πύργου τω̃ν θεννουριμ καὶ ἕως του̃ τείχους του̃ πλατέος

22:39 καὶ ὑπεράνω τη̃ς πύλης Εφραιμ καὶ ἐπὶ πύλην τη̃ς ισανα καὶ ἐπὶ πύλην τὴν ἰχθυηρὰν καὶ πύργω̨ Ανανεηλ καὶ ἕως πύλης τη̃ς προβατικη̃ς καὶ ἔστησαν ἐν πύλη̨ τη̃ς φυλακη̃ς

22:40 καὶ ἔστησαν αἱ δύο τη̃ς αἰνέσεως ἐν οἴκω̨ του̃ θεου̃ καὶ ἐγὼ καὶ τὸ ἥμισυ τω̃ν στρατηγω̃ν μετ' ἐμου̃

22:41 καὶ οἱ ἱερει̃ς Ελιακιμ Μαασιας Βενιαμιν Μιχαιας Ελιωηναι Ζαχαριας Ανανιας ἐν σάλπιγξιν

22:42 καὶ Μαασιας καὶ Σεμειας καὶ Ελεαζαρ καὶ Οζι καὶ Ιωαναν καὶ Μελχιας καὶ Αιλαμ καὶ Εζουρ καὶ ἠκούσθησαν οἱ ἄ̨δοντες καὶ ἐπεσκέπησαν

22:43 καὶ ἔθυσαν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ θυσιάσματα μεγάλα καὶ ηὐφράνθησαν ὅτι ὁ θεὸς ηὔφρανεν αὐτοὺς μεγάλως καὶ αἱ γυναι̃κες αὐτω̃ν καὶ τὰ τέκνα αὐτω̃ν ηὐφράνθησαν καὶ ἠκούσθη ἡ εὐφροσύνη ἐν Ιερουσαλημ ἀπὸ μακρόθεν

22:44 καὶ κατέστησαν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἄνδρας ἐπὶ τω̃ν γαζοφυλακίων τοι̃ς θησαυροι̃ς ται̃ς ἀπαρχαι̃ς καὶ ται̃ς δεκάταις καὶ τοι̃ς συνηγμένοις ἐν αὐτοι̃ς ἄρχουσιν τω̃ν πόλεων μερίδας τοι̃ς ἱερευ̃σι καὶ τοι̃ς Λευίταις ὅτι εὐφροσύνη ἠ̃ν ἐν Ιουδα ἐπὶ τοὺς ἱερει̃ς καὶ ἐπὶ τοὺς Λευίτας τοὺς ἑστω̃τας

22:45 καὶ ἐφύλαξαν φυλακὰς θεου̃ αὐτω̃ν καὶ φυλακὰς του̃ καθαρισμου̃ καὶ τοὺς ἄ̨δοντας καὶ τοὺς πυλωροὺς ὡς ἐντολαὶ Δαυιδ καὶ Σαλωμων υἱου̃ αὐτου̃

22:46 ὅτι ἐν ἡμέραις Δαυιδ Ασαφ ἀπ' ἀρχη̃ς πρω̃τος τω̃ν ἀ̨δόντων καὶ ὕμνον καὶ αἴνεσιν τω̨̃ θεω̨̃

22:47 καὶ πα̃ς Ισραηλ ἐν ἡμέραις Ζοροβαβελ διδόντες μερίδας τω̃ν ἀ̨δόντων καὶ τω̃ν πυλωρω̃ν λόγον ἡμέρας ἐν ἡμέρα̨ αὐτου̃ καὶ ἁγιάζοντες τοι̃ς Λευίταις καὶ οἱ Λευι̃ται ἁγιάζοντες τοι̃ς υἱοι̃ς Ααρων

23:1 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἀνεγνώσθη ἐν βιβλίω̨ Μωυση̃ ἐν ὠσὶν του̃ λαου̃ καὶ εὑρέθη γεγραμμένον ἐν αὐτω̨̃ ὅπως μὴ εἰσέλθωσιν Αμμανι̃ται καὶ Μωαβι̃ται ἐν ἐκκλησία̨ θεου̃ ἕως αἰω̃νος

23:2 ὅτι οὐ συνήντησαν τοι̃ς υἱοι̃ς Ισραηλ ἐν ἄρτω̨ καὶ ἐν ὕδατι καὶ ἐμισθώσαντο ἐπ' αὐτὸν τὸν Βαλααμ καταράσασθαι καὶ ἔστρεψεν ὁ θεὸς ἡμω̃ν τὴν κατάραν εἰς εὐλογίαν

23:3 καὶ ἐγένετο ὡς ἤκουσαν τὸν νόμον καὶ ἐχωρίσθησαν πα̃ς ἐπίμικτος ἐν Ισραηλ

23:4 καὶ πρὸ τούτου Ελιασιβ ὁ ἱερεὺς οἰκω̃ν ἐν γαζοφυλακίω̨ οἴκου θεου̃ ἡμω̃ν ἐγγίων Τωβια

23:5 καὶ ἐποίησεν αὐτω̨̃ γαζοφυλάκιον μέγα καὶ ἐκει̃ ἠ̃σαν πρότερον διδόντες τὴν μανααν καὶ τὸν λίβανον καὶ τὰ σκεύη καὶ τὴν δεκάτην του̃ σίτου καὶ του̃ οἴνου καὶ του̃ ἐλαίου ἐντολὴν τω̃ν Λευιτω̃ν καὶ τω̃ν ἀ̨δόντων καὶ τω̃ν πυλωρω̃ν καὶ ἀπαρχὰς τω̃ν ἱερέων

23:6 καὶ ἐν παντὶ τούτω̨ οὐκ ἤμην ἐν Ιερουσαλημ ὅτι ἐν ἔτει τριακοστω̨̃ καὶ δευτέρω̨ του̃ Αρθασασθα βασιλέως Βαβυλω̃νος ἠ̃λθον πρὸς τὸν βασιλέα καὶ μετὰ τέλος ἡμερω̃ν ἠ̨τησάμην παρὰ του̃ βασιλέως

23:7 καὶ ἠ̃λθον εἰς Ιερουσαλημ καὶ συνη̃κα ἐν τη̨̃ πονηρία̨ ἡ̨̃ ἐποίησεν Ελισουβ τω̨̃ Τωβια ποιη̃σαι αὐτω̨̃ γαζοφυλάκιον ἐν αὐλη̨̃ οἴκου του̃ θεου̃

23:8 καὶ πονηρόν μοι ἐφάνη σφόδρα καὶ ἔρριψα πάντα τὰ σκεύη οἴκου Τωβια ἔξω ἀπὸ του̃ γαζοφυλακίου

23:9 καὶ εἰ̃πα καὶ ἐκαθάρισαν τὰ γαζοφυλάκια καὶ ἐπέστρεψα ἐκει̃ σκεύη οἴκου του̃ θεου̃ τὴν μαναα καὶ τὸν λίβανον

23:10 καὶ ἔγνων ὅτι μερίδες τω̃ν Λευιτω̃ν οὐκ ἐδόθησαν καὶ ἐφύγοσαν ἀνὴρ εἰς ἀγρὸν αὐτου̃ οἱ Λευι̃ται καὶ οἱ ἄ̨δοντες ποιου̃ντες τὸ ἔργον

23:11 καὶ ἐμαχεσάμην τοι̃ς στρατηγοι̃ς καὶ εἰ̃πα διὰ τί ἐγκατελείφθη ὁ οἰ̃κος του̃ θεου̃ καὶ συνήγαγον αὐτοὺς καὶ ἔστησα αὐτοὺς ἐπὶ τη̨̃ στάσει αὐτω̃ν

23:12 καὶ πα̃ς Ιουδα ἤνεγκαν δεκάτην του̃ πυρου̃ καὶ του̃ οἴνου καὶ του̃ ἐλαίου εἰς τοὺς θησαυροὺς

23:13 ἐπὶ χει̃ρα Σελεμια του̃ ἱερέως καὶ Σαδδουκ του̃ γραμματέως καὶ Φαδαια ἀπὸ τω̃ν Λευιτω̃ν καὶ ἐπὶ χει̃ρα αὐτω̃ν Αναν υἱὸς Ζακχουρ υἱὸς Μαθανια ὅτι πιστοὶ ἐλογίσθησαν ἐπ' αὐτοὺς μερίζειν τοι̃ς ἀδελφοι̃ς αὐτω̃ν

23:14 μνήσθητί μου ὁ θεός ἐν ταύτη̨ καὶ μὴ ἐξαλειφθήτω ἔλεός μου ὃ ἐποίησα ἐν οἴκω̨ κυρίου του̃ θεου̃

23:15 ἐν ται̃ς ἡμέραις ἐκείναις εἰ̃δον ἐν Ιουδα πατου̃ντας ληνοὺς ἐν τω̨̃ σαββάτω̨ καὶ φέροντας δράγματα καὶ ἐπιγεμίζοντας ἐπὶ τοὺς ὄνους καὶ οἰ̃νον καὶ σταφυλὴν καὶ συ̃κα καὶ πα̃ν βάσταγμα καὶ φέροντας εἰς Ιερουσαλημ ἐν ἡμέρα̨ του̃ σαββάτου καὶ ἐπεμαρτυράμην ἐν ἡμέρα̨ πράσεως αὐτω̃ν

23:16 καὶ ἐκάθισαν ἐν αὐτη̨̃ φέροντες ἰχθὺν καὶ πα̃σαν πρα̃σιν πωλου̃ντες ἐν τω̨̃ σαββάτω̨ τοι̃ς υἱοι̃ς Ιουδα καὶ ἐν Ιερουσαλημ

23:17 καὶ ἐμαχεσάμην τοι̃ς υἱοι̃ς Ιουδα τοι̃ς ἐλευθέροις καὶ εἰ̃πα αὐτοι̃ς τίς ὁ λόγος οὑ̃τος ὁ πονηρός ὃν ὑμει̃ς ποιει̃τε καὶ βεβηλου̃τε τὴν ἡμέραν του̃ σαββάτου

23:18 οὐχὶ οὕτως ἐποίησαν οἱ πατέρες ὑμω̃ν καὶ ἤνεγκεν ἐπ' αὐτοὺς ὁ θεὸς ἡμω̃ν καὶ ἐφ' ἡμα̃ς πάντα τὰ κακὰ ταυ̃τα καὶ ἐπὶ τὴν πόλιν ταύτην καὶ ὑμει̃ς προστίθετε ὀργὴν ἐπὶ Ισραηλ βεβηλω̃σαι τὸ σάββατον

23:19 καὶ ἐγένετο ἡνίκα κατέστησαν πύλαι Ιερουσαλημ πρὸ του̃ σαββάτου καὶ εἰ̃πα καὶ ἔκλεισαν τὰς πύλας καὶ εἰ̃πα ὥστε μὴ ἀνοιγη̃ναι αὐτὰς ἕως ὀπίσω του̃ σαββάτου καὶ ἐκ τω̃ν παιδαρίων μου ἔστησα ἐπὶ τὰς πύλας ὥστε μὴ αἴρειν βαστάγματα ἐν ἡμέρα̨ του̃ σαββάτου

23:20 καὶ ηὐλίσθησαν πάντες καὶ ἐποίησαν πρα̃σιν ἔξω Ιερουσαλημ ἅπαξ καὶ δίς

23:21 καὶ διεμαρτυράμην ἐν αὐτοι̃ς καὶ εἰ̃πα πρὸς αὐτούς διὰ τί ὑμει̃ς αὐλίζεσθε ἀπέναντι του̃ τείχους ἐὰν δευτερώσητε ἐκτενω̃ τὴν χει̃ρά μου ἐν ὑμι̃ν ἀπὸ του̃ καιρου̃ ἐκείνου οὐκ ἤλθοσαν ἐν σαββάτω̨

23:22 καὶ εἰ̃πα τοι̃ς Λευίταις οἳ ἠ̃σαν καθαριζόμενοι καὶ ἐρχόμενοι φυλάσσοντες τὰς πύλας ἁγιάζειν τὴν ἡμέραν του̃ σαββάτου πρὸς ταυ̃τα μνήσθητί μου ὁ θεός καὶ φει̃σαί μου κατὰ τὸ πλη̃θος του̃ ἐλέους σου

23:23 καὶ ἐν ται̃ς ἡμέραις ἐκείναις εἰ̃δον τοὺς Ιουδαίους οἳ ἐκάθισαν γυναι̃κας 'Αζωτίας Αμμανίτιδας Μωαβίτιδας

23:24 καὶ οἱ υἱοὶ αὐτω̃ν ἥμισυ λαλου̃ντες 'Αζωτιστὶ καὶ οὔκ εἰσιν ἐπιγινώσκοντες λαλει̃ν Ιουδαϊστί

23:25 καὶ ἐμαχεσάμην μετ' αὐτω̃ν καὶ κατηρασάμην αὐτοὺς καὶ ἐπάταξα ἐν αὐτοι̃ς ἄνδρας καὶ ἐμαδάρωσα αὐτοὺς καὶ ὥρκισα αὐτοὺς ἐν τω̨̃ θεω̨̃ ἐὰν δω̃τε τὰς θυγατέρας ὑμω̃ν τοι̃ς υἱοι̃ς αὐτω̃ν καὶ ἐὰν λάβητε ἀπὸ τω̃ν θυγατέρων αὐτω̃ν τοι̃ς υἱοι̃ς ὑμω̃ν

23:26 οὐχ οὕτως ἥμαρτεν Σαλωμων βασιλεὺς Ισραηλ καὶ ἐν ἔθνεσιν πολλοι̃ς οὐκ ἠ̃ν βασιλεὺς ὅμοιος αὐτω̨̃ καὶ ἀγαπώμενος τω̨̃ θεω̨̃ ἠ̃ν καὶ ἔδωκεν αὐτὸν ὁ θεὸς εἰς βασιλέα ἐπὶ πάντα Ισραηλ καὶ του̃τον ἐξέκλιναν αἱ γυναι̃κες αἱ ἀλλότριαι

23:27 καὶ ὑμω̃ν μὴ ἀκουσόμεθα ποιη̃σαι τὴν πα̃σαν πονηρίαν ταύτην ἀσυνθετη̃σαι ἐν τω̨̃ θεω̨̃ ἡμω̃ν καθίσαι γυναι̃κας ἀλλοτρίας

23:28 καὶ ἀπὸ υἱω̃ν Ιωαδα του̃ Ελισουβ του̃ ἱερέως του̃ μεγάλου νυμφίου του̃ Σαναβαλλατ του̃ Ωρωνίτου καὶ ἐξέβρασα αὐτὸν ἀπ' ἐμου̃

23:29 μνήσθητι αὐτοι̃ς ὁ θεός ἐπὶ ἀγχιστεία̨ τη̃ς ἱερατείας καὶ διαθήκης τη̃ς ἱερατείας καὶ τοὺς Λευίτας

23:30 καὶ ἐκαθάρισα αὐτοὺς ἀπὸ πάσης ἀλλοτριώσεως καὶ ἔστησα ἐφημερίας τοι̃ς ἱερευ̃σιν καὶ τοι̃ς Λευίταις ἀνὴρ ὡς τὸ ἔργον αὐτου̃

23:31 καὶ τὸ δω̃ρον τω̃ν ξυλοφόρων ἐν καιροι̃ς ἀπὸ χρόνων καὶ ἐν τοι̃ς βακχουρίοις μνήσθητί μου ὁ θεὸς ἡμω̃ν εἰς ἀγαθωσύνην

.

Книго

[X]