'Έσδρας Α' (Δευτεροκανονικòν)

1:1 καὶ ἤγαγεν Ιωσιας τὸ πασχα ἐν Ιερουσαλημ τω̨̃ κυρίω̨ αὐτου̃ καὶ ἔθυσεν τὸ πασχα τη̨̃ τεσσαρεσκαιδεκάτη̨ ἡμέρα̨ του̃ μηνὸς του̃ πρώτου

1:2 στήσας τοὺς ἱερει̃ς κατ' ἐφημερίας ἐστολισμένους ἐν τω̨̃ ἱερω̨̃ του̃ κυρίου

1:3 καὶ εἰ̃πεν τοι̃ς Λευίταις ἱεροδούλοις του̃ Ισραηλ ἁγιάσαι ἑαυτοὺς τω̨̃ κυρίω̨ ἐν τη̨̃ θέσει τη̃ς ἁγίας κιβωτου̃ του̃ κυρίου ἐν τω̨̃ οἴκω̨ ὡ̨̃ ὠ̨κοδόμησεν Σαλωμων ὁ του̃ Δαυιδ ὁ βασιλεύς οὐκ ἔσται ὑμι̃ν ἀ̃ραι ἐπ' ὤμων αὐτήν

1:4 καὶ νυ̃ν λατρεύετε τω̨̃ κυρίω̨ θεω̨̃ ὑμω̃ν καὶ θεραπεύετε τὸ ἔθνος αὐτου̃ Ισραηλ καὶ ἑτοιμάσατε κατὰ τὰς πατριὰς καὶ τὰς φυλὰς ὑμω̃ν κατὰ τὴν γραφὴν Δαυιδ βασιλέως Ισραηλ καὶ κατὰ τὴν μεγαλειότητα Σαλωμων του̃ υἱου̃ αὐτου̃

1:5 καὶ στάντες ἐν τω̨̃ ἱερω̨̃ κατὰ τὴν μεριδαρχίαν τὴν πατρικὴν ὑμω̃ν τω̃ν Λευιτω̃ν τω̃ν ἔμπροσθεν τω̃ν ἀδελφω̃ν ὑμω̃ν υἱω̃ν Ισραηλ ἐν τάξει

1:6 θύσατε τὸ πασχα καὶ τὰς θυσίας ἑτοιμάσατε τοι̃ς ἀδελφοι̃ς ὑμω̃ν καὶ ποιήσατε τὸ πασχα κατὰ τὸ πρόσταγμα του̃ κυρίου τὸ δοθὲν τω̨̃ Μωυση̨̃

1:7 καὶ ἐδωρήσατο Ιωσιας τω̨̃ λαω̨̃ τω̨̃ εὑρεθέντι ἀρνω̃ν καὶ ἐρίφων τριάκοντα χιλιάδας μόσχους τρισχιλίους ταυ̃τα ἐκ τω̃ν βασιλικω̃ν ἐδόθη κατ' ἐπαγγελίαν τω̨̃ λαω̨̃ καὶ τοι̃ς ἱερευ̃σιν καὶ Λευίταις

1:8 καὶ ἔδωκεν Χελκιας καὶ Ζαχαριας καὶ Ησυηλος οἱ ἐπιστάται του̃ ἱερου̃ τοι̃ς ἱερευ̃σιν εἰς πασχα πρόβατα δισχίλια ἑξακόσια μόσχους τριακοσίους

1:9 καὶ Ιεχονιας καὶ Σαμαιας καὶ Ναθαναηλ ὁ ἀδελφὸς καὶ Ασαβιας καὶ Οχιηλος καὶ Ιωραμ χιλίαρχοι ἔδωκαν τοι̃ς Λευίταις εἰς πασχα πρόβατα πεντακισχίλια μόσχους ἑπτακοσίους

1:10 καὶ ταυ̃τα τὰ γενόμενα εὐπρεπω̃ς ἔστησαν οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται

1:11 ἔχοντες τὰ ἄζυμα κατὰ τὰς φυλὰς

1:12 καὶ κατὰ τὰς μεριδαρχίας τω̃ν πατέρων ἔμπροσθεν του̃ λαου̃ προσενεγκει̃ν τω̨̃ κυρίω̨ κατὰ τὰ γεγραμμένα ἐν βιβλίω̨ Μωυση̃ καὶ οὕτω τὸ πρωινόν

1:13 καὶ ὤπτησαν τὸ πασχα πυρὶ ὡς καθήκει καὶ τὰς θυσίας ἥψησαν ἐν τοι̃ς χαλκείοις καὶ λέβησιν μετ' εὐωδίας καὶ ἀπήνεγκαν πα̃σι τοι̃ς ἐκ του̃ λαου̃

1:14 μετὰ δὲ ταυ̃τα ἡτοίμασαν ἑαυτοι̃ς τε καὶ τοι̃ς ἱερευ̃σιν ἀδελφοι̃ς αὐτω̃ν υἱοι̃ς Ααρων οἱ γὰρ ἱερει̃ς ἀνέφερον τὰ στέατα ἕως ἀωρίας καὶ οἱ Λευι̃ται ἡτοίμασαν ἑαυτοι̃ς καὶ τοι̃ς ἱερευ̃σιν ἀδελφοι̃ς αὐτω̃ν υἱοι̃ς Ααρων

1:15 καὶ οἱ ἱεροψάλται υἱοὶ Ασαφ ἠ̃σαν ἐπὶ τη̃ς τάξεως αὐτω̃ν κατὰ τὰ ὑπὸ Δαυιδ τεταγμένα καὶ Ασαφ καὶ Ζαχαριας καὶ Εδδινους οἱ παρὰ του̃ βασιλέως καὶ οἱ θυρωροὶ ἐφ' ἑκάστου πυλω̃νος οὐκ ἔστιν παραβη̃ναι ἕκαστον τὴν ἑαυτου̃ ἐφημερίαν οἱ γὰρ ἀδελφοὶ αὐτω̃ν οἱ Λευι̃ται ἡτοίμασαν αὐτοι̃ς

1:16 καὶ συνετελέσθη τὰ τη̃ς θυσίας του̃ κυρίου ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ ἀχθη̃ναι τὸ πασχα καὶ προσενεχθη̃ναι τὰς θυσίας ἐπὶ τὸ του̃ κυρίου θυσιαστήριον κατὰ τὴν ἐπιταγὴν του̃ βασιλέως Ιωσιου

1:17 καὶ ἠγάγοσαν οἱ υἱοὶ Ισραηλ οἱ εὑρεθέντες ἐν τω̨̃ καιρω̨̃ τούτω̨ τὸ πασχα καὶ τὴν ἑορτὴν τω̃ν ἀζύμων ἡμέρας ἑπτά

1:18 καὶ οὐκ ἤχθη τὸ πασχα τοιου̃το ἐν τω̨̃ Ισραηλ ἀπὸ τω̃ν χρόνων Σαμουηλ του̃ προφήτου

1:19 καὶ πάντες οἱ βασιλει̃ς του̃ Ισραηλ οὐκ ἠγάγοσαν πασχα τοιου̃τον οἱ̃ον ἤγαγεν Ιωσιας καὶ οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται καὶ οἱ Ιουδαι̃οι καὶ πα̃ς Ισραηλ οἱ εὑρεθέντες ἐν τη̨̃ κατοικήσει αὐτω̃ν ἐν Ιερουσαλημ

1:20 ὀκτωκαιδεκάτω̨ ἔτει βασιλεύοντος Ιωσιου ἤχθη τὸ πασχα του̃το

1:21 καὶ ὠρθώθη τὰ ἔργα Ιωσιου ἐνώπιον του̃ κυρίου αὐτου̃ ἐν καρδία̨ πλήρει εὐσεβείας

1:22 καὶ τὰ κατ' αὐτὸν δὲ ἀναγέγραπται ἐν τοι̃ς ἔμπροσθεν χρόνοις περὶ τω̃ν ἡμαρτηκότων καὶ ἠσεβηκότων εἰς τὸν κύριον παρὰ πα̃ν ἔθνος καὶ βασιλείαν καὶ ἃ ἐλύπησαν αὐτὸν ἐν αἰσθήσει καὶ οἱ λόγοι του̃ κυρίου ἀνέστησαν ἐπὶ Ισραηλ

1:23 καὶ μετὰ πα̃σαν τὴν πρα̃ξιν ταύτην Ιωσιου συνέβη Φαραω βασιλέα Αἰγύπτου ἐλθόντα πόλεμον ἐγει̃ραι ἐν Χαρκαμυς ἐπὶ του̃ Εὐφράτου καὶ ἐξη̃λθεν εἰς ἀπάντησιν αὐτω̨̃ Ιωσιας

1:24 καὶ διεπέμψατο βασιλεὺς Αἰγύπτου πρὸς αὐτὸν λέγων τί ἐμοὶ καὶ σοί ἐστιν βασιλευ̃ τη̃ς Ιουδαίας

1:25 οὐχὶ πρὸς σὲ ἐξαπέσταλμαι ὑπὸ κυρίου του̃ θεου̃ ἐπὶ γὰρ του̃ Εὐφράτου ὁ πόλεμός μού ἐστιν καὶ νυ̃ν κύριος μετ' ἐμου̃ ἐστιν καὶ κύριος μετ' ἐμου̃ ἐπισπεύδων ἐστίν ἀπόστηθι καὶ μὴ ἐναντιου̃ τω̨̃ κυρίω̨

1:26 καὶ οὐκ ἀπέστρεψεν ἑαυτὸν Ιωσιας ἐπὶ τὸ ἅρμα αὐτου̃ ἀλλὰ πολεμει̃ν αὐτὸν ἐπιχειρει̃ οὐ προσέχων ῥήμασιν Ιερεμιου προφήτου ἐκ στόματος κυρίου

1:27 ἀλλὰ συνεστήσατο πρὸς αὐτὸν πόλεμον ἐν τω̨̃ πεδίω̨ Μαγεδδαους καὶ κατέβησαν οἱ ἄρχοντες πρὸς τὸν βασιλέα Ιωσιαν

1:28 καὶ εἰ̃πεν ὁ βασιλεὺς τοι̃ς παισὶν αὐτου̃ ἀποστήσατέ με ἀπὸ τη̃ς μάχης ἠσθένησα γὰρ λίαν καὶ εὐθέως ἀπέστησαν αὐτὸν οἱ παι̃δες αὐτου̃ ἀπὸ τη̃ς παρατάξεως

1:29 καὶ ἀνέβη ἐπὶ τὸ ἅρμα τὸ δευτέριον αὐτου̃ καὶ ἀποκατασταθεὶς εἰς Ιερουσαλημ μετήλλαξεν τὸν βίον αὐτου̃ καὶ ἐτάφη ἐν τω̨̃ πατρικω̨̃ τάφω̨

1:30 καὶ ἐν ὅλη̨ τη̨̃ Ιουδαία̨ ἐπένθησαν τὸν Ιωσιαν καὶ ἐθρήνησεν Ιερεμιας ὁ προφήτης ὑπὲρ Ιωσιου καὶ οἱ προκαθήμενοι σὺν γυναιξὶν ἐθρηνου̃σαν αὐτὸν ἕως τη̃ς ἡμέρας ταύτης καὶ ἐξεδόθη του̃το γίνεσθαι αἰεὶ εἰς ἅπαν τὸ γένος Ισραηλ

1:31 ταυ̃τα δὲ ἀναγέγραπται ἐν τη̨̃ βύβλω̨ τω̃ν ἱστορουμένων περὶ τω̃ν βασιλέων τη̃ς Ιουδαίας καὶ τὸ καθ' ἓν πραχθὲν τη̃ς πράξεως Ιωσιου καὶ τη̃ς δόξης αὐτου̃ καὶ τη̃ς συνέσεως αὐτου̃ ἐν τω̨̃ νόμω̨ κυρίου τά τε προπραχθέντα ὑπ' αὐτου̃ καὶ τὰ νυ̃ν ἱστόρηται ἐν τω̨̃ βυβλίω̨ τω̃ν βασιλέων Ισραηλ καὶ Ιουδα

1:32 καὶ ἀναλαβόντες οἱ ἐκ του̃ ἔθνους τὸν Ιεχονιαν υἱὸν Ιωσιου ἀνέδειξαν βασιλέα ἀντὶ Ιωσιου του̃ πατρὸς αὐτου̃ ὄντα ἐτω̃ν εἴκοσι τριω̃ν

1:33 καὶ ἐβασίλευσεν ἐν Ιουδα καὶ Ιερουσαλημ μη̃νας τρει̃ς καὶ ἀπεκατέστησεν αὐτὸν βασιλεὺς Αἰγύπτου βασιλεύειν ἐν Ιερουσαλημ

1:34 καὶ ἐζημίωσεν τὸ ἔθνος ἀργυρίου ταλάντοις ἑκατὸν καὶ χρυσίου ταλάντω̨ ἑνί

1:35 καὶ ἀνέδειξεν ὁ βασιλεὺς Αἰγύπτου βασιλέα Ιωακιμ τὸν ἀδελφὸν αὐτου̃ βασιλέα τη̃ς Ιουδαίας καὶ Ιερουσαλημ

1:36 καὶ ἔδησεν Ιωακιμ τοὺς μεγιστα̃νας Ζαριον δὲ τὸν ἀδελφὸν αὐτου̃ συλλαβὼν ἀνήγαγεν ἐξ Αἰγύπτου

1:37 ἐτω̃ν δὲ ἠ̃ν εἴκοσι πέντε Ιωακιμ ὅτε ἐβασίλευσεν τη̃ς Ιουδαίας καὶ Ιερουσαλημ καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου

1:38 ἐπ' αὐτὸν δὲ ἀνέβη Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος καὶ δήσας αὐτὸν ἐν χαλκείω̨ δεσμω̨̃ ἀπήγαγεν εἰς Βαβυλω̃να

1:39 καὶ ἀπὸ τω̃ν ἱερω̃ν σκευω̃ν του̃ κυρίου λαβὼν Ναβουχοδονοσορ καὶ ἀπενέγκας ἀπηρείσατο ἐν τω̨̃ ναω̨̃ αὐτου̃ ἐν Βαβυλω̃νι

1:40 τὰ δὲ ἱστορηθέντα περὶ αὐτου̃ καὶ τη̃ς αὐτου̃ ἀκαθαρσίας καὶ δυσσεβείας ἀναγέγραπται ἐν τη̨̃ βίβλω̨ τω̃ν χρόνων τω̃ν βασιλέων

1:41 καὶ ἐβασίλευσεν ἀντ' αὐτου̃ Ιωακιμ ὁ υἱὸς αὐτου̃ ὅτε γὰρ ἀνεδείχθη ἠ̃ν ἐτω̃ν δέκα ὀκτώ

1:42 βασιλεύει δὲ μη̃νας τρει̃ς καὶ ἡμέρας δέκα ἐν Ιερουσαλημ καὶ ἐποίησεν τὸ πονηρὸν ἔναντι κυρίου

1:43 καὶ μετ' ἐνιαυτὸν ἀποστείλας Ναβουχοδονοσορ μετήγαγεν αὐτὸν εἰς Βαβυλω̃να ἅμα τοι̃ς ἱεροι̃ς σκεύεσιν του̃ κυρίου

1:44 καὶ ἀνέδειξε Σεδεκιαν βασιλέα τη̃ς Ιουδαίας καὶ Ιερουσαλημ Σεδεκιαν ὄντα ἐτω̃ν εἴκοσι ἑνός βασιλεύει δὲ ἔτη ἕνδεκα

1:45 καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ οὐκ ἐνετράπη ἀπὸ τω̃ν ῥηθέντων λόγων ὑπὸ Ιερεμιου του̃ προφήτου ἐκ στόματος του̃ κυρίου

1:46 καὶ ὁρκισθεὶς ἀπὸ του̃ βασιλέως Ναβουχοδονοσορ τω̨̃ ὀνόματι του̃ κυρίου ἐπιορκήσας ἀπέστη καὶ σκληρύνας αὐτου̃ τὸν τράχηλον καὶ τὴν καρδίαν αὐτου̃ παρέβη τὰ νόμιμα κυρίου θεου̃ Ισραηλ

1:47 καὶ οἱ ἡγούμενοι δὲ του̃ λαου̃ καὶ τω̃ν ἱερέων πολλὰ ἠσέβησαν καὶ ἠνόμησαν ὑπὲρ πάσας τὰς ἀκαθαρσίας πάντων τω̃ν ἐθνω̃ν καὶ ἐμίαναν τὸ ἱερὸν του̃ κυρίου τὸ ἁγιαζόμενον ἐν Ιεροσολύμοις

1:48 καὶ ἀπέστειλεν ὁ θεὸς τω̃ν πατέρων αὐτω̃ν διὰ του̃ ἀγγέλου αὐτου̃ μετακαλέσαι αὐτούς καθὸ ἐφείδετο αὐτω̃ν καὶ του̃ σκηνώματος αὐτου̃

1:49 αὐτοὶ δὲ ἐξεμυκτήρισαν ἐν τοι̃ς ἀγγέλοις αὐτου̃ καὶ ἡ̨̃ ἡμέρα̨ ἐλάλησεν κύριος ἠ̃σαν ἐκπαίζοντες τοὺς προφήτας αὐτου̃ ἕως του̃ θυμωθέντα αὐτὸν ἐπὶ τω̨̃ ἔθνει αὐτου̃ διὰ τὰ δυσσεβήματα προστάξαι ἀναβιβάσαι ἐπ' αὐτοὺς τοὺς βασιλει̃ς τω̃ν Χαλδαίων

1:50 οὑ̃τοι ἀπέκτειναν τοὺς νεανίσκους αὐτω̃ν ἐν ῥομφαία̨ περικύκλω̨ του̃ ἁγίου αὐτω̃ν ἱερου̃ καὶ οὐκ ἐφείσαντο νεανίσκου καὶ παρθένου καὶ πρεσβύτου καὶ νεωτέρου ἀλλὰ πάντας παρέδωκεν εἰς τὰς χει̃ρας αὐτω̃ν

1:51 καὶ πάντα τὰ ἱερὰ σκεύη του̃ κυρίου τὰ μεγάλα καὶ τὰ μικρὰ καὶ τὰς κιβωτοὺς του̃ κυρίου καὶ τὰς βασιλικὰς ἀποθήκας ἀναλαβόντες ἀπήνεγκαν εἰς Βαβυλω̃να

1:52 καὶ ἐνεπύρισαν τὸν οἰ̃κον του̃ κυρίου καὶ ἔλυσαν τὰ τείχα Ιεροσολύμων καὶ τοὺς πύργους αὐτω̃ν ἐνεπύρισαν ἐν πυρὶ

1:53 καὶ συνετέλεσαν πάντα τὰ ἔνδοξα αὐτη̃ς ἀχρεω̃σαι καὶ τοὺς ἐπιλοίπους ἀπήγαγεν μετὰ ῥομφαίας εἰς Βαβυλω̃να

1:54 καὶ ἠ̃σαν παι̃δες αὐτω̨̃ καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ μέχρι του̃ βασιλευ̃σαι Πέρσας εἰς ἀναπλήρωσιν του̃ ῥήματος του̃ κυρίου ἐν στόματι Ιερεμιου

1:55 ἕως του̃ εὐδοκη̃σαι τὴν γη̃ν τὰ σάββατα αὐτη̃ς πάντα τὸν χρόνον τη̃ς ἐρημώσεως αὐτη̃ς σαββατιει̃ εἰς συμπλήρωσιν ἐτω̃ν ἑβδομήκοντα

2:1 βασιλεύοντος Κύρου Περσω̃ν ἔτους πρώτου εἰς συντέλειαν ῥήματος κυρίου ἐν στόματι Ιερεμιου ἤγειρεν κύριος τὸ πνευ̃μα Κύρου βασιλέως Περσω̃ν καὶ ἐκήρυξεν ἐν ὅλη̨ τη̨̃ βασιλεία̨ αὐτου̃ καὶ ἅμα διὰ γραπτω̃ν λέγων

2:2 τάδε λέγει ὁ βασιλεὺς Περσω̃ν Κυ̃ρος ἐμὲ ἀνέδειξεν βασιλέα τη̃ς οἰκουμένης ὁ κύριος του̃ Ισραηλ κύριος ὁ ὕψιστος καὶ ἐσήμηνέν μοι οἰκοδομη̃σαι αὐτω̨̃ οἰ̃κον ἐν Ιερουσαλημ τη̨̃ ἐν τη̨̃ Ιουδαία̨

2:3 εἴ τίς ἐστιν οὐ̃ν ὑμω̃ν ἐκ του̃ ἔθνους αὐτου̃ ἔστω ὁ κύριος αὐτου̃ μετ' αὐτου̃ καὶ ἀναβὰς εἰς τὴν Ιερουσαλημ τὴν ἐν τη̨̃ Ιουδαία̨ οἰκοδομείτω τὸν οἰ̃κον του̃ κυρίου του̃ Ισραηλ οὑ̃τος ὁ κύριος ὁ κατασκηνώσας ἐν Ιερουσαλημ

2:4 ὅσοι οὐ̃ν κατὰ τόπους οἰκου̃σιν βοηθείτωσαν αὐτω̨̃ οἱ ἐν τω̨̃ τόπω̨ αὐτου̃ ἐν χρυσίω̨ καὶ ἐν ἀργυρίω̨ ἐν δόσεσιν μεθ' ἵππων καὶ κτηνω̃ν σὺν τοι̃ς ἄλλοις τοι̃ς κατ' εὐχὰς προστεθειμένοις εἰς τὸ ἱερὸν του̃ κυρίου τὸ ἐν Ιερουσαλημ

2:5 καὶ καταστάντες οἱ ἀρχίφυλοι τω̃ν πατριω̃ν τη̃ς Ιουδα καὶ Βενιαμιν φυλη̃ς καὶ οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται καὶ πάντων ὡ̃ν ἤγειρεν κύριος τὸ πνευ̃μα ἀναβη̃ναι οἰκοδομη̃σαι οἰ̃κον τω̨̃ κυρίω̨ τὸν ἐν Ιερουσαλημ

2:6 καὶ οἱ περικύκλω̨ αὐτω̃ν ἐβοήθησαν ἐν πα̃σιν ἀργυρίω̨ καὶ χρυσίω̨ ἵπποις καὶ κτήνεσιν καὶ εὐχαι̃ς ὡς πλείσταις πολλω̃ν ὡ̃ν ὁ νου̃ς ἠγέρθη

2:7 καὶ ὁ βασιλεὺς Κυ̃ρος ἐξήνεγκεν τὰ ἱερὰ σκεύη του̃ κυρίου ἃ μετήγαγεν Ναβουχοδονοσορ ἐξ Ιερουσαλημ καὶ ἀπηρείσατο αὐτὰ ἐν τω̨̃ ἑαυτου̃ εἰδωλίω̨

2:8 ἐξενέγκας δὲ αὐτὰ Κυ̃ρος ὁ βασιλεὺς Περσω̃ν παρέδωκεν αὐτὰ Μιθριδάτη̨ τω̨̃ ἑαυτου̃ γαζοφύλακι διὰ δὲ τούτου παρεδόθησαν Σαναβασσάρω̨ προστάτη̨ τη̃ς Ιουδαίας

2:9 ὁ δὲ τούτων ἀριθμὸς ἠ̃ν σπονδει̃α χρυσα̃ χίλια σπονδει̃α ἀργυρα̃ χίλια θυίσκαι ἀργυραι̃ εἴκοσι ἐννέα

2:10 φιάλαι χρυσαι̃ τριάκοντα ἀργυραι̃ δισχίλιαι τετρακόσιαι δέκα καὶ ἄλλα σκεύη χίλια

2:11 τὰ δὲ πάντα σκεύη διεκομίσθη χρυσα̃ καὶ ἀργυρα̃ πεντακισχίλια τετρακόσια ἑξήκοντα ἐννέα ἀνηνέχθη δὲ ὑπὸ Σαναβασσάρου ἅμα τοι̃ς ἐκ τη̃ς αἰχμαλωσίας ἐκ Βαβυλω̃νος εἰς Ιεροσόλυμα

2:12 ἐν δὲ τοι̃ς ἐπὶ 'Αρταξέρξου του̃ Περσω̃ν βασιλέως χρόνοις κατέγραψεν αὐτω̨̃ κατὰ τω̃ν κατοικούντων ἐν τη̨̃ Ιουδαία̨ καὶ Ιερουσαλημ Βεσλεμος καὶ Μιθραδάτης καὶ Ταβελλιος καὶ Ραουμος καὶ Βεελτέεμος καὶ Σαμσαι̃ος ὁ γραμματεὺς καὶ οἱ λοιποὶ οἱ τούτοις συντασσόμενοι οἰκου̃ντες δὲ ἐν Σαμαρεία̨ καὶ τοι̃ς ἄλλοις τόποις τὴν ὑπογεγραμμένην ἐπιστολήν

2:13 βασιλει̃ 'Αρταξέρξη̨ κυρίω̨ οἱ παι̃δές σου Ραουμος ὁ τὰ προσπίπτοντα καὶ Σαμσαι̃ος ὁ γραμματεὺς καὶ οἱ ἐπίλοιποι τη̃ς βουλη̃ς αὐτω̃ν κριταὶ οἱ ἐν Κοίλη̨ Συρία̨ καὶ Φοινίκη̨

2:14 καὶ νυ̃ν γνωστὸν ἔστω τω̨̃ κυρίω̨ βασιλει̃ διότι οἱ Ιουδαι̃οι ἀναβάντες παρ' ὑμω̃ν πρὸς ἡμα̃ς ἐλθόντες εἰς Ιερουσαλημ τὴν πόλιν τὴν ἀποστάτιν καὶ πονηρὰν οἰκοδομου̃σιν τάς τε ἀγορὰς αὐτη̃ς καὶ τὰ τείχη θεραπεύουσιν καὶ ναὸν ὑποβάλλονται

2:15 ἐὰν οὐ̃ν ἡ πόλις αὕτη οἰκοδομηθη̨̃ καὶ τὰ τείχη συντελεσθη̨̃ φορολογίαν οὐ μὴ ὑπομείνωσιν δου̃ναι ἀλλὰ καὶ βασιλευ̃σιν ἀντιστήσονται

2:16 καὶ ἐπεὶ ἐνεργει̃ται τὰ κατὰ τὸν ναόν καλω̃ς ἔχειν ὑπολαμβάνομεν μὴ ὑπεριδει̃ν τὸ τοιου̃το ἀλλὰ προσφωνη̃σαι τω̨̃ κυρίω̨ βασιλει̃ ὅπως ἂν φαίνηταί σοι ἐπισκεφθη̨̃ ἐν τοι̃ς ἀπὸ τω̃ν πατέρων σου βιβλίοις

2:17 καὶ εὑρήσεις ἐν τοι̃ς ὑπομνηματισμοι̃ς τὰ γεγραμμένα περὶ τούτων καὶ γνώση̨ ὅτι ἡ πόλις ἠ̃ν ἐκείνη ἀποστάτις καὶ βασιλει̃ς καὶ πόλεις ἐνοχλου̃σα καὶ οἱ Ιουδαι̃οι ἀποστάται καὶ πολιορκίας συνιστάμενοι ἐν αὐτη̨̃ ἔτι ἐξ αἰω̃νος δι' ἣν αἰτίαν καὶ ἡ πόλις αὕτη ἠρημώθη

2:18 νυ̃ν οὐ̃ν ὑποδείκνυμέν σοι κύριε βασιλευ̃ διότι ἐὰν ἡ πόλις αὕτη οἰκοδομηθη̨̃ καὶ τὰ ταύτης τείχη ἀνασταθη̨̃ κάθοδός σοι οὐκέτι ἔσται εἰς Κοίλην Συρίαν καὶ Φοινίκην

2:19 τότε ἀντέγραψεν ὁ βασιλεὺς Ραούμω̨ τω̨̃ γράφοντι τὰ προσπίπτοντα καὶ Βεελτεέμω̨ καὶ Σαμσαίω̨ γραμματει̃ καὶ τοι̃ς λοιποι̃ς τοι̃ς συντασσομένοις καὶ οἰκου̃σιν ἐν τη̨̃ Σαμαρεία̨ καὶ Συρία̨ καὶ Φοινίκη̨ τὰ ὑπογεγραμμένα

2:20 ἀνέγνων τὴν ἐπιστολήν ἣν πεπόμφατε πρός με

2:21 ἐπέταξα οὐ̃ν ἐπισκέψασθαι καὶ εὑρέθη ὅτι ἐστὶν ἡ πόλις ἐκείνη ἐξ αἰω̃νος βασιλευ̃σιν ἀντιπαρατάσσουσα καὶ οἱ ἄνθρωποι ἀποστάσεις καὶ πολέμους ἐν αὐτη̨̃ συντελου̃ντες

2:22 καὶ βασιλει̃ς ἰσχυροὶ καὶ σκληροὶ ἠ̃σαν ἐν Ιερουσαλημ κυριεύοντες καὶ φορολογου̃ντες Κοίλην Συρίαν καὶ Φοινίκην

2:23 νυ̃ν οὐ̃ν ἐπέταξα ἀποκωλυ̃σαι τοὺς ἀνθρώπους ἐκείνους του̃ οἰκοδομη̃σαι τὴν πόλιν

2:24 καὶ προνοηθη̃ναι ὅπως μηθὲν παρὰ ταυ̃τα γένηται καὶ μὴ προβη̨̃ ἐπὶ πλει̃ον τὰ τη̃ς κακίας εἰς τὸ βασιλει̃ς ἐνοχλη̃σαι

2:25 τότε ἀναγνωσθέντων τω̃ν παρὰ του̃ βασιλέως 'Αρταξέρξου γραφέντων ὁ Ραουμος καὶ Σαμσαι̃ος ὁ γραμματεὺς καὶ οἱ τούτοις συντασσόμενοι ἀναζεύξαντες κατὰ σπουδὴν εἰς Ιερουσαλημ μεθ' ἵππου καὶ ὄχλου παρατάξεως ἤρξαντο κωλύειν τοὺς οἰκοδομου̃ντας

2:26 καὶ ἤργει ἡ οἰκοδομὴ του̃ ἱερου̃ του̃ ἐν Ιερουσαλημ μέχρι του̃ δευτέρου ἔτους τη̃ς βασιλείας Δαρείου του̃ Περσω̃ν βασιλέως

3:1 καὶ βασιλεὺς Δαρει̃ος ἐποίησεν δοχὴν μεγάλην πα̃σιν τοι̃ς ὑπ' αὐτὸν καὶ πα̃σιν τοι̃ς οἰκογενέσιν αὐτου̃ καὶ πα̃σιν τοι̃ς μεγιστα̃σιν τη̃ς Μηδίας καὶ τη̃ς Περσίδος

3:2 καὶ πα̃σιν τοι̃ς σατράπαις καὶ στρατηγοι̃ς καὶ τοπάρχαις τοι̃ς ὑπ' αὐτὸν ἀπὸ τη̃ς 'Ινδικη̃ς μέχρι τη̃ς Αἰθιοπίας ἐν ται̃ς ἑκατὸν εἴκοσι ἑπτὰ σατραπείαις

3:3 καὶ ἐφάγοσαν καὶ ἐπίοσαν καὶ ἐμπλησθέντες ἀνέλυσαν ὁ δὲ Δαρει̃ος ὁ βασιλεὺς ἀνέλυσεν εἰς τὸν κοιτω̃να καὶ ἐκοιμήθη καὶ ἔξυπνος ἐγένετο

3:4 τότε οἱ τρει̃ς νεανίσκοι οἱ σωματοφύλακες οἱ φυλάσσοντες τὸ σω̃μα του̃ βασιλέως εἰ̃παν ἕτερος πρὸς τὸν ἕτερον

3:5 εἴπωμεν ἕκαστος ἡμω̃ν ἕνα λόγον ὃς ὑπερισχύσει καὶ οὑ̃ ἂν φανη̨̃ τὸ ῥη̃μα αὐτου̃ σοφώτερον του̃ ἑτέρου δώσει αὐτω̨̃ Δαρει̃ος ὁ βασιλεὺς δωρεὰς μεγάλας καὶ ἐπινίκια μεγάλα

3:6 καὶ πορφύραν περιβαλέσθαι καὶ ἐν χρυσώμασιν πίνειν καὶ ἐπὶ χρυσω̨̃ καθεύδειν καὶ ἅρμα χρυσοχάλινον καὶ κίδαριν βυσσίνην καὶ μανιάκην περὶ τὸν τράχηλον

3:7 καὶ δεύτερος καθιει̃ται Δαρείου διὰ τὴν σοφίαν αὐτου̃ καὶ συγγενὴς Δαρείου κληθήσεται

3:8 καὶ τότε γράψαντες ἕκαστος τὸν ἑαυτου̃ λόγον ἐσφραγίσαντο καὶ ἔθηκαν ὑπὸ τὸ προσκεφάλαιον Δαρείου του̃ βασιλέως καὶ εἰ̃παν

3:9 ὅταν ἐγερθη̨̃ ὁ βασιλεύς δώσουσιν αὐτω̨̃ τὸ γράμμα καὶ ὃν ἂν κρίνη̨ ὁ βασιλεὺς καὶ οἱ τρει̃ς μεγιστα̃νες τη̃ς Περσίδος ὅτι ὁ λόγος αὐτου̃ σοφώτερος αὐτω̨̃ δοθήσεται τὸ νι̃κος καθὼς γέγραπται

3:10 ὁ εἱ̃ς ἔγραψεν ὑπερισχύει ὁ οἰ̃νος

3:11 ὁ ἕτερος ἔγραψεν ὑπερισχύει ὁ βασιλεύς

3:12 ὁ τρίτος ἔγραψεν ὑπερισχύουσιν αἱ γυναι̃κες ὑπὲρ δὲ πάντα νικα̨̃ ἡ ἀλήθεια

3:13 καὶ ὅτε ἐξηγέρθη ὁ βασιλεύς λαβόντες τὸ γράμμα ἔδωκαν αὐτω̨̃ καὶ ἀνέγνω

3:14 καὶ ἐξαποστείλας ἐκάλεσεν πάντας τοὺς μεγιστα̃νας τη̃ς Περσίδος καὶ τη̃ς Μηδίας καὶ σατράπας καὶ στρατηγοὺς καὶ τοπάρχας καὶ ὑπάτους καὶ ἐκάθισεν ἐν τω̨̃ χρηματιστηρίω̨ καὶ ἀνεγνώσθη τὸ γράμμα ἐνώπιον αὐτω̃ν

3:15 καὶ εἰ̃πεν καλέσατε τοὺς νεανίσκους καὶ αὐτοὶ δηλώσουσιν τοὺς λόγους αὐτω̃ν καὶ ἐκλήθησαν καὶ εἰσήλθοσαν

3:16 καὶ εἰ̃παν αὐτοι̃ς ἀπαγγείλατε ἡμι̃ν περὶ τω̃ν γεγραμμένων

3:17 καὶ ἤρξατο ὁ πρω̃τος ὁ εἴπας περὶ τη̃ς ἰσχύος του̃ οἴνου καὶ ἔφη οὕτως

3:18 ἄνδρες πω̃ς ὑπερισχύει ὁ οἰ̃νος πάντας τοὺς ἀνθρώπους τοὺς πίνοντας αὐτὸν πλανα̨̃ τὴν διάνοιαν

3:19 του̃ τε βασιλέως καὶ του̃ ὀρφανου̃ ποιει̃ τὴν διάνοιαν μίαν τήν τε του̃ οἰκέτου καὶ τὴν του̃ ἐλευθέρου τήν τε του̃ πένητος καὶ τὴν του̃ πλουσίου

3:20 καὶ πα̃σαν διάνοιαν μεταστρέφει εἰς εὐωχίαν καὶ εὐφροσύνην καὶ οὐ μέμνηται πα̃σαν λύπην καὶ πα̃ν ὀφείλημα

3:21 καὶ πάσας καρδίας ποιει̃ πλουσίας καὶ οὐ μέμνηται βασιλέα οὐδὲ σατράπην καὶ πάντα διὰ ταλάντων ποιει̃ λαλει̃ν

3:22 καὶ οὐ μέμνηται ὅταν πίνωσιν φιλιάζειν φίλοις καὶ ἀδελφοι̃ς καὶ μετ' οὐ πολὺ σπω̃νται μαχαίρας

3:23 καὶ ὅταν ἀπὸ του̃ οἴνου γενηθω̃σιν οὐ μέμνηται ἃ ἔπραξαν

3:24 ὠ̃ ἄνδρες οὐχ ὑπερισχύει ὁ οἰ̃νος ὅτι οὕτως ἀναγκάζει ποιει̃ν καὶ ἐσίγησεν οὕτως εἴπας

4:1 καὶ ἤρξατο ὁ δεύτερος λαλει̃ν ὁ εἴπας περὶ τη̃ς ἰσχύος του̃ βασιλέως

4:2 ὠ̃ ἄνδρες οὐχ ὑπερισχύουσιν οἱ ἄνθρωποι τὴν γη̃ν καὶ τὴν θάλασσαν κατακρατου̃ντες καὶ πάντα τὰ ἐν αὐτοι̃ς

4:3 ὁ δὲ βασιλεὺς ὑπερισχύει καὶ κυριεύει αὐτω̃ν καὶ δεσπόζει αὐτω̃ν καὶ πα̃ν ὃ ἐὰν εἴπη̨ αὐτοι̃ς ἐνακούουσιν

4:4 ἐὰν εἴπη̨ αὐτοι̃ς ποιη̃σαι πόλεμον ἕτερος πρὸς τὸν ἕτερον ποιου̃σιν ἐὰν δὲ ἐξαποστείλη̨ αὐτοὺς πρὸς τοὺς πολεμίους βαδίζουσιν καὶ κατεργάζονται τὰ ὄρη καὶ τὰ τείχη καὶ τοὺς πύργους

4:5 φονεύουσιν καὶ φονεύονται καὶ τὸν λόγον του̃ βασιλέως οὐ παραβαίνουσιν ἐὰν δὲ νικήσωσιν τω̨̃ βασιλει̃ κομίζουσιν πάντα καὶ ὅσα ἐὰν προνομεύσωσιν καὶ τὰ ἄλλα πάντα

4:6 καὶ ὅσοι οὐ στρατεύονται οὐδὲ πολεμου̃σιν ἀλλὰ γεωργου̃σιν τὴν γη̃ν πάλιν ὅταν σπείρωσι θερίσαντες ἀναφέρουσιν τω̨̃ βασιλει̃ καὶ ἕτερος τὸν ἕτερον ἀναγκάζοντες ἀναφέρουσι τοὺς φόρους τω̨̃ βασιλει̃

4:7 καὶ αὐτὸς εἱ̃ς μόνος ἐστίν ἐὰν εἴπη̨ ἀποκτει̃ναι ἀποκτέννουσιν εἰ̃πεν ἀφει̃ναι ἀφίουσιν

4:8 εἰ̃πε πατάξαι τύπτουσιν εἰ̃πεν ἐρημω̃σαι ἐρημου̃σιν εἰ̃πεν οἰκοδομη̃σαι οἰκοδομου̃σιν

4:9 εἰ̃πεν ἐκκόψαι ἐκκόπτουσιν εἰ̃πεν φυτευ̃σαι φυτεύουσιν

4:10 καὶ πα̃ς ὁ λαὸς αὐτου̃ καὶ αἱ δυνάμεις αὐτου̃ ἐνακούουσιν

4:11 πρὸς δὲ τούτοις αὐτὸς ἀνάκειται ἐσθίει καὶ πίνει καὶ καθεύδει αὐτοὶ δὲ τηρου̃σιν κύκλω̨ περὶ αὐτὸν καὶ οὐ δύνανται ἕκαστος ἀπελθει̃ν καὶ ποιει̃ν τὰ ἔργα αὐτου̃ οὐδὲ παρακούουσιν αὐτου̃

4:12 ὠ̃ ἄνδρες πω̃ς οὐχ ὑπερισχύει ὁ βασιλεύς ὅτι οὕτως ἐπακουστός ἐστιν καὶ ἐσίγησεν

4:13 ὁ δὲ τρίτος ὁ εἴπας περὶ τω̃ν γυναικω̃ν καὶ τη̃ς ἀληθείας οὑ̃τός ἐστιν Ζοροβαβελ ἤρξατο λαλει̃ν

4:14 ἄνδρες οὐ μέγας ὁ βασιλεὺς καὶ πολλοὶ οἱ ἄνθρωποι καὶ ὁ οἰ̃νος ἰσχύει τίς οὐ̃ν ὁ δεσπόζων αὐτω̃ν ἢ τίς ὁ κυριεύων αὐτω̃ν οὐχ αἱ γυναι̃κες

4:15 αἱ γυναι̃κες ἐγέννησαν τὸν βασιλέα καὶ πάντα τὸν λαόν ὃς κυριεύει τη̃ς θαλάσσης καὶ τη̃ς γη̃ς

4:16 καὶ ἐξ αὐτω̃ν ἐγένοντο καὶ αὑ̃ται ἐξέθρεψαν αὐτοὺς τοὺς φυτεύοντας τοὺς ἀμπελω̃νας ἐξ ὡ̃ν ὁ οἰ̃νος γίνεται

4:17 καὶ αὑ̃ται ποιου̃σιν τὰς στολὰς τω̃ν ἀνθρώπων καὶ αὑ̃ται ποιου̃σιν δόξαν τοι̃ς ἀνθρώποις καὶ οὐ δύνανται οἱ ἄνθρωποι εἰ̃ναι χωρὶς τω̃ν γυναικω̃ν

4:18 ἐὰν δὲ συναγάγωσιν χρυσίον καὶ ἀργύριον καὶ πα̃ν πρα̃γμα ὡραι̃ον καὶ ἴδωσιν γυναι̃κα μίαν καλὴν τω̨̃ εἴδει καὶ τω̨̃ κάλλει

4:19 καὶ ταυ̃τα πάντα ἀφέντες εἰς αὐτὴν ἐγκέχηναν καὶ χάσκοντες τὸ στόμα θεωρου̃σιν αὐτήν καὶ πάντες αὐτὴν αἱρετίζουσιν μα̃λλον ἢ τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πα̃ν πρα̃γμα ὡραι̃ον

4:20 ἄνθρωπος τὸν ἑαυτου̃ πατέρα ἐγκαταλείπει ὃς ἐξέθρεψεν αὐτόν καὶ τὴν ἰδίαν χώραν καὶ πρὸς τὴν ἰδίαν γυναι̃κα κολλα̃ται

4:21 καὶ μετὰ τη̃ς γυναικὸς ἀφίησι τὴν ψυχὴν καὶ οὔτε τὸν πατέρα μέμνηται οὔτε τὴν μητέρα οὔτε τὴν χώραν

4:22 καὶ ἐντευ̃θεν δει̃ ὑμα̃ς γνω̃ναι ὅτι αἱ γυναι̃κες κυριεύουσιν ὑμω̃ν οὐχὶ πονει̃τε καὶ μοχθει̃τε καὶ πάντα ται̃ς γυναιξὶν δίδοτε καὶ φέρετε

4:23 καὶ λαμβάνει ἄνθρωπος τὴν ῥομφαίαν αὐτου̃ καὶ ἐκπορεύεται ἐξοδεύειν καὶ λη̨στεύειν καὶ κλέπτειν καὶ εἰς τὴν θάλασσαν πλει̃ν καὶ ποταμούς

4:24 καὶ τὸν λέοντα θεωρει̃ καὶ ἐν σκότει βαδίζει καὶ ὅταν κλέψη̨ καὶ ἁρπάση̨ καὶ λωποδυτήση̨ τη̨̃ ἐρωμένη̨ ἀποφέρει

4:25 καὶ πλει̃ον ἀγαπα̨̃ ἄνθρωπος τὴν ἰδίαν γυναι̃κα μα̃λλον ἢ τὸν πατέρα καὶ τὴν μητέρα

4:26 καὶ πολλοὶ ἀπενοήθησαν ται̃ς ἰδίαις διανοίαις διὰ τὰς γυναι̃κας καὶ δου̃λοι ἐγένοντο δι' αὐτάς

4:27 καὶ πολλοὶ ἀπώλοντο καὶ ἐσφάλησαν καὶ ἡμάρτοσαν διὰ τὰς γυναι̃κας

4:28 καὶ νυ̃ν οὐ πιστεύετέ μοι οὐχὶ μέγας ὁ βασιλεὺς τη̨̃ ἐξουσία̨ αὐτου̃ οὐχὶ πα̃σαι αἱ χω̃ραι εὐλαβου̃νται ἅψασθαι αὐτου̃

4:29 ἐθεώρουν αὐτὸν καὶ 'Απάμην τὴν θυγατέρα Βαρτάκου του̃ θαυμαστου̃ τὴν παλλακὴν του̃ βασιλέως καθημένην ἐν δεξια̨̃ του̃ βασιλέως

4:30 καὶ ἀφαιρου̃σαν τὸ διάδημα ἀπὸ τη̃ς κεφαλη̃ς του̃ βασιλέως καὶ ἐπιτιθου̃σαν ἑαυτη̨̃ καὶ ἐρράπιζεν τὸν βασιλέα τη̨̃ ἀριστερα̨̃

4:31 καὶ πρὸς τούτοις ὁ βασιλεὺς χάσκων τὸ στόμα ἐθεώρει αὐτήν καὶ ἐὰν προσγελάση̨ αὐτω̨̃ γελα̨̃ ἐὰν δὲ πικρανθη̨̃ ἐπ' αὐτόν κολακεύει αὐτήν ὅπως διαλλαγη̨̃ αὐτω̨̃

4:32 ὠ̃ ἄνδρες πω̃ς οὐχὶ ἰσχυραὶ αἱ γυναι̃κες ὅτι οὕτως πράσσουσιν

4:33 καὶ τότε ὁ βασιλεὺς καὶ οἱ μεγιστα̃νες ἐνέβλεπον ἕτερος πρὸς τὸν ἕτερον

4:34 καὶ ἤρξατο λαλει̃ν περὶ τη̃ς ἀληθείας ἄνδρες οὐχὶ ἰσχυραὶ αἱ γυναι̃κες μεγάλη ἡ γη̃ καὶ ὑψηλὸς ὁ οὐρανός καὶ ταχὺς τω̨̃ δρόμω̨ ὁ ἥλιος ὅτι στρέφεται ἐν τω̨̃ κύκλω̨ του̃ οὐρανου̃ καὶ πάλιν ἀποτρέχει εἰς τὸν ἑαυτου̃ τόπον ἐν μια̨̃ ἡμέρα̨

4:35 οὐχὶ μέγας ὃς ταυ̃τα ποιει̃ καὶ ἡ ἀλήθεια μεγάλη καὶ ἰσχυροτέρα παρὰ πάντα

4:36 πα̃σα ἡ γη̃ τὴν ἀλήθειαν καλει̃ καὶ ὁ οὐρανὸς αὐτὴν εὐλογει̃ καὶ πάντα τὰ ἔργα σείεται καὶ τρέμει καὶ οὐκ ἔστιν μετ' αὐτου̃ ἄδικον οὐθέν

4:37 ἄδικος ὁ οἰ̃νος ἄδικος ὁ βασιλεύς ἄδικοι αἱ γυναι̃κες ἄδικοι πάντες οἱ υἱοὶ τω̃ν ἀνθρώπων καὶ ἄδικα πάντα τὰ ἔργα αὐτω̃ν πάντα τὰ τοιαυ̃τα καὶ οὐκ ἔστιν ἐν αὐτοι̃ς ἀλήθεια καὶ ἐν τη̨̃ ἀδικία̨ αὐτω̃ν ἀπολου̃νται

4:38 ἡ δὲ ἀλήθεια μένει καὶ ἰσχύει εἰς τὸν αἰω̃να καὶ ζη̨̃ καὶ κρατει̃ εἰς τὸν αἰω̃να του̃ αἰω̃νος

4:39 καὶ οὐκ ἔστιν παρ' αὐτη̨̃ λαμβάνειν πρόσωπα οὐδὲ διάφορα ἀλλὰ τὰ δίκαια ποιει̃ ἀπὸ πάντων τω̃ν ἀδίκων καὶ πονηρω̃ν καὶ πάντες εὐδοκου̃σι τοι̃ς ἔργοις αὐτη̃ς καὶ οὐκ ἔστιν ἐν τη̨̃ κρίσει αὐτη̃ς οὐθὲν ἄδικον

4:40 καὶ αὐτη̨̃ ἡ ἰσχὺς καὶ τὸ βασίλειον καὶ ἡ ἐξουσία καὶ ἡ μεγαλειότης τω̃ν πάντων αἰώνων εὐλογητὸς ὁ θεὸς τη̃ς ἀληθείας

4:41 καὶ ἐσιώπησεν του̃ λαλει̃ν καὶ πα̃ς ὁ λαὸς τότε ἐφώνησεν καὶ τότε εἰ̃πον μεγάλη ἡ ἀλήθεια καὶ ὑπερισχύει

4:42 τότε ὁ βασιλεὺς εἰ̃πεν αὐτω̨̃ αἴτησαι ὃ θέλεις πλείω τω̃ν γεγραμμένων καὶ δώσομέν σοι ὃν τρόπον εὑρέθης σοφώτερος καὶ ἐχόμενός μου καθήση̨ καὶ συγγενής μου κληθήση̨

4:43 τότε εἰ̃πεν τω̨̃ βασιλει̃ μνήσθητι τὴν εὐχήν ἣν ηὔξω οἰκοδομη̃σαι τὴν Ιερουσαλημ ἐν τη̨̃ ἡμέρα̨ ἡ̨̃ τὸ βασίλειόν σου παρέλαβες

4:44 καὶ πάντα τὰ σκεύη τὰ λημφθέντα ἐξ Ιερουσαλημ ἐκπέμψαι ἃ ἐξεχώρισεν Κυ̃ρος ὅτε ηὔξατο ἐκκόψαι Βαβυλω̃να καὶ ηὔξατο ἐξαποστει̃λαι ἐκει̃

4:45 καὶ σὺ εὔξω οἰκοδομη̃σαι τὸν ναόν ὃν ἐνεπύρισαν οἱ Ιδουμαι̃οι ὅτε ἠρημώθη ἡ Ιουδαία ὑπὸ τω̃ν Χαλδαίων

4:46 καὶ νυ̃ν του̃τό ἐστιν ὅ σε ἀξιω̃ κύριε βασιλευ̃ καὶ ὃ αἰτου̃μαί σε καὶ αὕτη ἐστὶν ἡ μεγαλωσύνη ἡ παρὰ σου̃ δέομαι οὐ̃ν ἵνα ποιήση̨ς τὴν εὐχήν ἣν ηὔξω τω̨̃ βασιλει̃ του̃ οὐρανου̃ ποιη̃σαι ἐκ στόματός σου

4:47 τότε ἀναστὰς Δαρει̃ος ὁ βασιλεὺς κατεφίλησεν αὐτὸν καὶ ἔγραψεν αὐτω̨̃ τὰς ἐπιστολὰς πρὸς πάντας τοὺς οἰκονόμους καὶ τοπάρχας καὶ στρατηγοὺς καὶ σατράπας ἵνα προπέμψωσιν αὐτὸν καὶ τοὺς μετ' αὐτου̃ πάντας ἀναβαίνοντας οἰκοδομη̃σαι τὴν Ιερουσαλημ

4:48 καὶ πα̃σι τοι̃ς τοπάρχαις ἐν Κοίλη̨ Συρία̨ καὶ Φοινίκη̨ καὶ τοι̃ς ἐν τω̨̃ Λιβάνω̨ ἔγραψεν ἐπιστολὰς μεταφέρειν ξύλα κέδρινα ἀπὸ του̃ Λιβάνου εἰς Ιερουσαλημ καὶ ὅπως οἰκοδομήσωσιν μετ' αὐτου̃ τὴν πόλιν

4:49 καὶ ἔγραψεν πα̃σι τοι̃ς Ιουδαίοις τοι̃ς ἀναβαίνουσιν ἀπὸ τη̃ς βασιλείας εἰς τὴν Ιουδαίαν ὑπὲρ τη̃ς ἐλευθερίας πάντα δυνατὸν καὶ σατράπην καὶ τοπάρχην καὶ οἰκονόμον μὴ ἐπελεύσεσθαι ἐπὶ τὰς θύρας αὐτω̃ν

4:50 καὶ πα̃σαν τὴν χώραν ἣν κρατήσουσιν ἀφορολόγητον αὐτοι̃ς ὑπάρχειν καὶ ἵνα οἱ Ιδουμαι̃οι ἀφιω̃σι τὰς κώμας ἃς διακρατου̃σιν τω̃ν Ιουδαίων

4:51 καὶ εἰς τὴν οἰκοδομὴν του̃ ἱερου̃ δοθη̃ναι κατ' ἐνιαυτὸν τάλαντα εἴκοσι μέχρι του̃ οἰκοδομηθη̃ναι

4:52 καὶ ἐπὶ τὸ θυσιαστήριον ὁλοκαυτώματα καρπου̃σθαι καθ' ἡμέραν καθὰ ἔχουσιν ἐντολὴν ἑπτακαίδεκα προσφέρειν ἄλλα τάλαντα δέκα κατ' ἐνιαυτόν

4:53 καὶ πα̃σιν τοι̃ς προσβαίνουσιν ἀπὸ τη̃ς Βαβυλωνίας κτίσαι τὴν πόλιν ὑπάρχειν τὴν ἐλευθερίαν αὐτοι̃ς τε καὶ τοι̃ς τέκνοις αὐτω̃ν καὶ πα̃σι τοι̃ς ἱερευ̃σι τοι̃ς προσβαίνουσιν

4:54 ἔγραψεν δὲ καὶ τὴν χορηγίαν καὶ τὴν ἱερατικὴν στολήν ἐν τίνι λατρεύουσιν ἐν αὐτη̨̃

4:55 καὶ τοι̃ς Λευίταις ἔγραψεν δου̃ναι τὴν χορηγίαν ἕως ἡ̃ς ἡμέρας ἐπιτελεσθη̨̃ ὁ οἰ̃κος καὶ Ιερουσαλημ οἰκοδομηθη̃ναι

4:56 καὶ πα̃σι τοι̃ς φρουρου̃σι τὴν πόλιν ἔγραψε δου̃ναι αὐτοι̃ς κλήρους καὶ ὀψώνια

4:57 καὶ ἐξαπέστειλεν πάντα τὰ σκεύη ἃ ἐξεχώρισεν Κυ̃ρος ἀπὸ Βαβυλω̃νος καὶ πάντα ὅσα εἰ̃πεν Κυ̃ρος ποιη̃σαι καὶ αὐτὸς ἐπέταξεν ποιη̃σαι καὶ ἐξαποστει̃λαι εἰς Ιερουσαλημ

4:58 καὶ ὅτε ἐξη̃λθεν ὁ νεανίσκος ἄρας τὸ πρόσωπον εἰς τὸν οὐρανὸν ἐναντίον Ιερουσαλημ εὐλόγησεν τω̨̃ βασιλει̃ του̃ οὐρανου̃ λέγων

4:59 παρὰ σου̃ ἡ νίκη καὶ παρὰ σου̃ ἡ σοφία καὶ σὴ ἡ δόξα καὶ ἐγὼ σὸς οἰκέτης

4:60 εὐλογητὸς εἰ̃ ὃς ἔδωκάς μοι σοφίαν καὶ σοὶ ὁμολογω̃ δέσποτα τω̃ν πατέρων

4:61 καὶ ἔλαβεν τὰς ἐπιστολὰς καὶ ἐξη̃λθεν εἰς Βαβυλω̃να καὶ ἀπήγγειλεν τοι̃ς ἀδελφοι̃ς αὐτου̃ πα̃σιν

4:62 καὶ εὐλόγησαν τὸν θεὸν τω̃ν πατέρων αὐτω̃ν ὅτι ἔδωκεν αὐτοι̃ς ἄνεσιν καὶ ἄφεσιν

4:63 ἀναβη̃ναι καὶ οἰκοδομη̃σαι Ιερουσαλημ καὶ τὸ ἱερόν οὑ̃ ὠνομάσθη τὸ ὄνομα αὐτου̃ ἐπ' αὐτω̨̃ καὶ ἐκωθωνίζοντο μετὰ μουσικω̃ν καὶ χαρα̃ς ἡμέρας ἑπτά

5:1 μετὰ δὲ ταυ̃τα ἐξελέγησαν ἀναβη̃ναι ἀρχηγοὶ οἴκου πατριω̃ν κατὰ φυλὰς αὐτω̃ν καὶ αἱ γυναι̃κες αὐτω̃ν καὶ οἱ υἱοὶ καὶ αἱ θυγατέρες καὶ οἱ παι̃δες αὐτω̃ν καὶ αἱ παιδίσκαι καὶ τὰ κτήνη αὐτω̃ν

5:2 καὶ Δαρει̃ος συναπέστειλεν μετ' αὐτω̃ν ἱππει̃ς χιλίους ἕως του̃ ἀποκαταστη̃σαι αὐτοὺς εἰς Ιερουσαλημ μετ' εἰρήνης καὶ μετὰ μουσικω̃ν τυμπάνων καὶ αὐλω̃ν

5:3 καὶ πάντες οἱ ἀδελφοὶ αὐτω̃ν παίζοντες καὶ ἐποίησεν αὐτοὺς συναναβη̃ναι μετ' ἐκείνων

5:4 καὶ ταυ̃τα τὰ ὀνόματα τω̃ν ἀνδρω̃ν τω̃ν ἀναβαινόντων κατὰ πατριὰς αὐτω̃ν εἰς τὰς φυλὰς ἐπὶ τὴν μεριδαρχίαν αὐτω̃ν

5:5 οἱ ἱερει̃ς υἱοὶ Φινεες υἱου̃ Ααρων 'Ιησου̃ς ὁ του̃ Ιωσεδεκ του̃ Σαραιου καὶ Ιωακιμ ὁ του̃ Ζοροβαβελ του̃ Σαλαθιηλ ἐκ του̃ οἴκου του̃ Δαυιδ ἐκ τη̃ς γενεα̃ς Φαρες φυλη̃ς δὲ Ιουδα

5:6 ὃς ἐλάλησεν ἐπὶ Δαρείου του̃ βασιλέως Περσω̃ν λόγους σοφοὺς ἐν τω̨̃ δευτέρω̨ ἔτει τη̃ς βασιλείας αὐτου̃ μηνὶ Νισαν του̃ πρώτου μηνός

5:7 εἰσὶν δὲ οὑ̃τοι ἐκ τη̃ς Ιουδαίας οἱ ἀναβάντες ἐκ τη̃ς αἰχμαλωσίας τη̃ς παροικίας οὓς μετώ̨κισεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος εἰς Βαβυλω̃να

5:8 καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ καὶ τὴν λοιπὴν Ιουδαίαν ἕκαστος εἰς τὴν ἰδίαν πόλιν οἱ ἐλθόντες μετὰ Ζοροβαβελ καὶ 'Ιησου̃ Νεεμιου Ζαραιου Ρησαιου Ενηνιος Μαρδοχαιου Βεελσαρου Ασφαρασου Βορολιου Ροϊμου Βαανα τω̃ν προηγουμένων αὐτω̃ν

5:9 ἀριθμὸς τω̃ν ἀπὸ του̃ ἔθνους καὶ οἱ προηγούμενοι αὐτω̃ν υἱοὶ Φορος δύο χιλιάδες καὶ ἑκατὸν ἑβδομήκοντα δύο

5:10 υἱοὶ Σαφατ τετρακόσιοι ἑβδομήκοντα δύο υἱοὶ Αρεε ἑπτακόσιοι πεντήκοντα ἕξ

5:11 υἱοὶ Φααθμωαβ εἰς τοὺς υἱοὺς 'Ιησου̃ καὶ Ιωαβ δισχίλιοι ὀκτακόσιοι δέκα δύο

5:12 υἱοὶ Ωλαμου χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες υἱοὶ Ζατου ἐννακόσιοι τεσσαράκοντα πέντε υἱοὶ Χορβε ἑπτακόσιοι πέντε υἱοὶ Βανι ἑξακόσιοι τεσσαράκοντα ὀκτώ

5:13 υἱοὶ Βηβαι ἑξακόσιοι εἴκοσι τρει̃ς υἱοὶ Ασγαδ χίλιοι τριακόσιοι εἴκοσι δύο

5:14 υἱοὶ Αδωνικαμ ἑξακόσιοι ἑξήκοντα ἑπτά υἱοὶ Βαγοι δισχίλιοι ἑξήκοντα ἕξ υἱοὶ Αδινου τετρακόσιοι πεντήκοντα τέσσαρες

5:15 υἱοὶ Ατηρ Εζεκιου ἐνενήκοντα δύο υἱοὶ Κιλαν καὶ Αζητας ἑξήκοντα ἑπτά υἱοὶ Αζουρου τετρακόσιοι τριάκοντα δύο

5:16 υἱοὶ Αννιας ἑκατὸν εἱ̃ς υἱοὶ Αρομ υἱοὶ Βασσαι τριακόσιοι εἴκοσι τρει̃ς υἱοὶ Αριφου ἑκατὸν δέκα δύο

5:17 υἱοὶ Βαιτηρους τρισχίλιοι πέντε υἱοὶ ἐκ Βαιθλωμων ἑκατὸν εἴκοσι τρει̃ς

5:18 οἱ ἐκ Νετεβας πεντήκοντα πέντε οἱ ἐξ Ενατου ἑκατὸν πεντήκοντα ὀκτώ οἱ ἐκ Βαιτασμων τεσσαράκοντα δύο

5:19 οἱ ἐκ Καριαθιαριος εἴκοσι πέντε οἱ ἐκ Καπιρας καὶ Βηροτ ἑπτακόσιοι τεσσαράκοντα τρει̃ς

5:20 οἱ Χαδιασαι καὶ Αμμιδιοι τετρακόσιοι εἴκοσι δύο οἱ ἐκ Κιραμας καὶ Γαββης ἑξακόσιοι εἴκοσι εἱ̃ς

5:21 οἱ ἐκ Μακαλων ἑκατὸν εἴκοσι δύο οἱ ἐκ Βαιτολιω πεντήκοντα δύο υἱοὶ Νιφις ἑκατὸν πεντήκοντα ἕξ

5:22 υἱοὶ Καλαμω ἄλλου καὶ Ωνους ἑπτακόσιοι εἴκοσι πέντε υἱοὶ Ιερεχου τριακόσιοι τεσσαράκοντα πέντε

5:23 υἱοὶ Σαναας τρισχίλιοι τριακόσιοι τριάκοντα

5:24 οἱ ἱερει̃ς υἱοὶ Ιεδδου του̃ υἱου̃ 'Ιησου̃ εἰς τοὺς υἱοὺς Ανασιβ ἐννακόσιοι ἑβδομήκοντα δύο υἱοὶ Εμμηρου χίλιοι πεντήκοντα δύο

5:25 υἱοὶ Φασσουρου χίλιοι διακόσιοι τεσσαράκοντα ἑπτά υἱοὶ Χαρμη χίλιοι δέκα ἑπτά

5:26 οἱ δὲ Λευι̃ται υἱοὶ 'Ιησου̃ καὶ Καδμιηλου καὶ Βαννου καὶ Σουδιου ἑβδομήκοντα τέσσαρες

5:27 οἱ ἱεροψάλται υἱοὶ Ασαφ ἑκατὸν εἴκοσι ὀκτώ

5:28 οἱ θυρωροί υἱοὶ Σαλουμ υἱοὶ Αταρ υἱοὶ Τολμαν υἱοὶ Ακουβ υἱοὶ Ατητα υἱοὶ Σωβαι οἱ πάντες ἑκατὸν τριάκοντα ἐννέα

5:29 οἱ ἱερόδουλοι υἱοὶ Ησαυ υἱοὶ Ασιφα υἱοὶ Ταβαωθ υἱοὶ Κηρας υἱοὶ Σουα υἱοὶ Φαδαιου υἱοὶ Λαβανα υἱοὶ Αγγαβα

5:30 υἱοὶ Ακουδ υἱοὶ Ουτα υἱοὶ Κηταβ υἱοὶ Αγαβα υἱοὶ Συβαϊ υἱοὶ Αναν υἱοὶ Καθουα υἱοὶ Γεδδουρ

5:31 υἱοὶ Ιαϊρου υἱοὶ Δαισαν υἱοὶ Νοεβα υἱοὶ Χασεβα υἱοὶ Γαζηρα υἱοὶ Οζιου υἱοὶ Φινοε υἱοὶ Ασαρα υἱοὶ Βασθαι υἱοὶ Ασανα υἱοὶ Μαανι υἱοὶ Ναφισι υἱοὶ Ακουφ υἱοὶ Αχιβα υἱοὶ Ασουρ υἱοὶ Φαρακιμ υἱοὶ Βασαλωθ

5:32 υἱοὶ Μεεδδα υἱοὶ Κουθα υἱοὶ Χαρεα υἱοὶ Βαρχους υἱοὶ Σεραρ υἱοὶ Θομοι υἱοὶ Νασι υἱοὶ Ατιφα

5:33 υἱοὶ παίδων Σαλωμων υἱοὶ Ασσαφιωθ υἱοὶ Φαριδα υἱοὶ Ιεηλι υἱοὶ Λοζων υἱοὶ Ισδαηλ υἱοὶ Σαφυθι

5:34 υἱοὶ Αγια υἱοὶ Φακαρεθ-σαβιη υἱοὶ Σαρωθιε υἱοὶ Μασιας υἱοὶ Γας υἱοὶ Αδδους υἱοὶ Σουβας υἱοὶ Αφερρα υἱοὶ Βαρωδις υἱοὶ Σαφατ υἱοὶ Αμων

5:35 πάντες οἱ ἱερόδουλοι καὶ οἱ υἱοὶ τω̃ν παίδων Σαλωμων τριακόσιοι ἑβδομήκοντα δύο

5:36 οὑ̃τοι ἀναβάντες ἀπὸ Θερμελεθ καὶ Θελερσας ἡγούμενος αὐτω̃ν Χαρααθ Αδαν καὶ Αμαρ

5:37 καὶ οὐκ ἠδύναντο ἀπαγγει̃λαι τὰς πατριὰς αὐτω̃ν καὶ γενεὰς ὡς ἐκ του̃ Ισραηλ εἰσίν υἱοὶ Δαλαν του̃ υἱου̃ Τουβαν υἱοὶ Νεκωδαν ἑξακόσιοι πεντήκοντα δύο

5:38 καὶ ἐκ τω̃ν ἱερέων οἱ ἐμποιούμενοι ἱερωσύνης καὶ οὐχ εὑρέθησαν υἱοὶ Οββια υἱοὶ Ακκως υἱοὶ Ιοδδους του̃ λαβόντος Αυγιαν γυναι̃κα τω̃ν θυγατέρων Φαρζελλαιου καὶ ἐκλήθη ἐπὶ τω̨̃ ὀνόματι αὐτου̃

5:39 καὶ τούτων ζητηθείσης τη̃ς γενικη̃ς γραφη̃ς ἐν τω̨̃ καταλοχισμω̨̃ καὶ μὴ εὑρεθείσης ἐχωρίσθησαν του̃ ἱερατεύειν

5:40 καὶ εἰ̃πεν αὐτοι̃ς Νεεμιας καὶ Ατθαριας μὴ μετέχειν τω̃ν ἁγίων αὐτούς ἕως ἀναστη̨̃ ἀρχιερεὺς ἐνδεδυμένος τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν

5:41 οἱ δὲ πάντες ἠ̃σαν Ισραηλ ἀπὸ δωδεκαετου̃ς χωρὶς παίδων καὶ παιδισκω̃ν μυριάδες τέσσαρες δισχίλιοι τριακόσιοι ἑξήκοντα παι̃δες τούτων καὶ παιδίσκαι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά ψάλται καὶ ψαλτω̨δοὶ διακόσιοι τεσσαράκοντα πέντε

5:42 κάμηλοι τετρακόσιοι τριάκοντα πέντε καὶ ἵπποι ἑπτακισχίλιοι τριάκοντα ἕξ ἡμίονοι διακόσιοι τεσσαράκοντα πέντε ὑποζύγια πεντακισχίλια πεντακόσια εἴκοσι πέντε

5:43 καὶ ἐκ τω̃ν ἡγουμένων κατὰ τὰς πατριὰς ἐν τω̨̃ παραγίνεσθαι αὐτοὺς εἰς τὸ ἱερὸν του̃ θεου̃ τὸ ἐν Ιερουσαλημ εὔξαντο ἐγει̃ραι τὸν οἰ̃κον ἐπὶ του̃ τόπου αὐτου̃ κατὰ τὴν αὐτω̃ν δύναμιν

5:44 καὶ δου̃ναι εἰς τὸ ἱερὸν γαζοφυλάκιον τω̃ν ἔργων χρυσίου μνα̃ς χιλίας καὶ ἀργυρίου μνα̃ς πεντακισχιλίας καὶ στολὰς ἱερατικὰς ἑκατόν

5:45 καὶ κατω̨κίσθησαν οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται καὶ οἱ ἐκ του̃ λαου̃ ἐν Ιερουσαλημ καὶ τη̨̃ χώρα̨ οἵ τε ἱεροψάλται καὶ οἱ θυρωροὶ καὶ πα̃ς Ισραηλ ἐν ται̃ς κώμαις αὐτω̃ν

5:46 ἐνστάντος δὲ του̃ ἑβδόμου μηνὸς καὶ ὄντων τω̃ν υἱω̃ν Ισραηλ ἑκάστου ἐν τοι̃ς ἰδίοις συνήχθησαν ὁμοθυμαδὸν εἰς τὸ εὐρύχωρον του̃ πρώτου πυλω̃νος του̃ πρὸς τη̨̃ ἀνατολη̨̃

5:47 καὶ καταστὰς 'Ιησου̃ς ὁ του̃ Ιωσεδεκ καὶ οἱ ἀδελφοὶ αὐτου̃ οἱ ἱερει̃ς καὶ Ζοροβαβελ ὁ του̃ Σαλαθιηλ καὶ οἱ τούτου ἀδελφοὶ ἡτοίμασαν τὸ θυσιαστήριον του̃ θεου̃ του̃ Ισραηλ

5:48 προσενέγκαι ἐπ' αὐτου̃ ὁλοκαυτώσεις ἀκολούθως τοι̃ς ἐν τη̨̃ Μωυσέως βίβλω̨ του̃ ἀνθρώπου του̃ θεου̃ διηγορευμένοις

5:49 καὶ ἐπισυνήχθησαν αὐτοι̃ς ἐκ τω̃ν ἄλλων ἐθνω̃ν τη̃ς γη̃ς καὶ κατώρθωσαν τὸ θυσιαστήριον ἐπὶ του̃ τόπου αὐτου̃ ὅτι ἐν ἔχθρα̨ ἠ̃σαν αὐτοι̃ς καὶ κατίσχυσαν αὐτοὺς πάντα τὰ ἔθνη τὰ ἐπὶ τη̃ς γη̃ς καὶ ἀνέφερον θυσίας κατὰ τὸν καιρὸν καὶ ὁλοκαυτώματα τω̨̃ κυρίω̨ τὸ πρωινὸν καὶ τὸ δειλινὸν

5:50 καὶ ἠγάγοσαν τὴν τη̃ς σκηνοπηγίας ἑορτήν ὡς ἐπιτέτακται ἐν τω̨̃ νόμω̨ καὶ θυσίας καθ' ἡμέραν ὡς προση̃κον ἠ̃ν

5:51 καὶ μετὰ ταυ̃τα προσφορὰς ἐνδελεχισμου̃ καὶ θυσίας σαββάτων καὶ νουμηνιω̃ν καὶ ἑορτω̃ν πασω̃ν ἡγιασμένων

5:52 καὶ ὅσοι εὔξαντο εὐχὴν τω̨̃ θεω̨̃ ἀπὸ τη̃ς νουμηνίας του̃ ἑβδόμου μηνὸς ἤρξαντο προσφέρειν θυσίας τω̨̃ θεω̨̃ καὶ ὁ ναὸς του̃ θεου̃ οὔπω ὠ̨κοδόμητο

5:53 καὶ ἔδωκαν ἀργύριον τοι̃ς λατόμοις καὶ τέκτοσι καὶ βρωτὰ καὶ ποτὰ καὶ χαρα τοι̃ς Σιδωνίοις καὶ Τυρίοις εἰς τὸ παράγειν αὐτοὺς ἐκ του̃ Λιβάνου ξύλα κέδρινα διαφέρειν σχεδίας εἰς τὸν Ιοππης λιμένα κατὰ τὸ πρόσταγμα τὸ γραφὲν αὐτοι̃ς παρὰ Κύρου του̃ Περσω̃ν βασιλέως

5:54 καὶ τω̨̃ δευτέρω̨ ἔτει παραγενόμενος εἰς τὸ ἱερὸν του̃ θεου̃ εἰς Ιερουσαλημ μηνὸς δευτέρου ἤρξατο Ζοροβαβελ ὁ του̃ Σαλαθιηλ καὶ 'Ιησου̃ς ὁ του̃ Ιωσεδεκ καὶ οἱ ἀδελφοὶ αὐτω̃ν καὶ οἱ ἱερει̃ς οἱ Λευι̃ται καὶ πάντες οἱ παραγενόμενοι ἐκ τη̃ς αἰχμαλωσίας εἰς Ιερουσαλημ

5:55 καὶ ἐθεμελίωσαν τὸν ναὸν του̃ θεου̃ τη̨̃ νουμηνία̨ του̃ δευτέρου μηνὸς του̃ δευτέρου ἔτους ἐν τω̨̃ ἐλθει̃ν εἰς τὴν Ιουδαίαν καὶ Ιερουσαλημ

5:56 καὶ ἔστησαν τοὺς Λευίτας ἀπὸ εἰκοσαετου̃ς ἐπὶ τω̃ν ἔργων του̃ κυρίου καὶ ἔστη 'Ιησου̃ς καὶ οἱ υἱοὶ καὶ οἱ ἀδελφοὶ καὶ Καδμιηλ ὁ ἀδελφὸς καὶ οἱ υἱοὶ 'Ιησου̃ Ημαδαβουν καὶ οἱ υἱοὶ Ιωδα του̃ Ιλιαδουν σὺν τοι̃ς υἱοι̃ς καὶ ἀδελφοι̃ς πάντες οἱ Λευι̃ται ὁμοθυμαδὸν ἐργοδιω̃κται ποιου̃ντες εἰς τὰ ἔργα ἐν τω̨̃ οἴκω̨ του̃ θεου̃

5:57 καὶ ὠ̨κοδόμησαν οἱ οἰκοδόμοι τὸν ναὸν του̃ κυρίου καὶ ἔστησαν οἱ ἱερει̃ς ἐστολισμένοι μετὰ μουσικω̃ν καὶ σαλπίγγων καὶ οἱ Λευι̃ται υἱοὶ Ασαφ ἔχοντες τὰ κύμβαλα ὑμνου̃ντες τω̨̃ κυρίω̨ καὶ εὐλογου̃ντες κατὰ Δαυιδ βασιλέα του̃ Ισραηλ

5:58 καὶ ἐφώνησαν δι' ὕμνων ὁμολογου̃ντες τω̨̃ κυρίω̨ ὅτι ἡ χρηστότης αὐτου̃ καὶ ἡ δόξα εἰς τοὺς αἰω̃νας παντὶ Ισραηλ

5:59 καὶ πα̃ς ὁ λαὸς ἐσάλπισαν καὶ ἐβόησαν φωνη̨̃ μεγάλη̨ ὑμνου̃ντες τω̨̃ κυρίω̨ ἐπὶ τη̨̃ ἐγέρσει του̃ οἴκου του̃ κυρίου

5:60 καὶ ἤλθοσαν ἐκ τω̃ν ἱερέων τω̃ν Λευιτω̃ν καὶ τω̃ν προκαθημένων κατὰ τὰς πατριὰς αὐτω̃ν οἱ πρεσβύτεροι οἱ ἑωρακότες τὸν πρὸ τούτου οἰ̃κον πρὸς τὴν τούτου οἰκοδομὴν μετὰ κραυγη̃ς καὶ κλαυθμου̃ μεγάλου

5:61 καὶ πολλοὶ διὰ σαλπίγγων καὶ χαρα̃ς μεγάλη̨ τη̨̃ φωνη̨̃

5:62 ὥστε τὸν λαὸν μὴ ἀκούειν τω̃ν σαλπίγγων διὰ τὸν κλαυθμὸν του̃ λαου̃ ὁ γὰρ ὄχλος ἠ̃ν ὁ σαλπίζων μεγαλωστὶ ὥστε μακρόθεν ἀκούεσθαι

5:63 καὶ ἀκούσαντες οἱ ἐχθροὶ τη̃ς φυλη̃ς Ιουδα καὶ Βενιαμιν ἤλθοσαν ἐπιγνω̃ναι τίς ἡ φωνὴ τω̃ν σαλπίγγων

5:64 καὶ ἐπέγνωσαν ὅτι οἱ ἐκ τη̃ς αἰχμαλωσίας οἰκοδομου̃σιν τὸν ναὸν τω̨̃ κυρίω̨ θεω̨̃ Ισραηλ

5:65 καὶ προσελθόντες τω̨̃ Ζοροβαβελ καὶ 'Ιησου̃ καὶ τοι̃ς ἡγουμένοις τω̃ν πατριω̃ν λέγουσιν αὐτοι̃ς συνοικοδομήσομεν ὑμι̃ν

5:66 ὁμοίως γὰρ ὑμι̃ν ἀκούομεν του̃ κυρίου ὑμω̃ν καὶ αὐτω̨̃ ἐπιθύομεν ἀπὸ ἡμερω̃ν Ασβασαρεθ βασιλέως 'Ασσυρίων ὃς μετήγαγεν ἡμα̃ς ἐνταυ̃θα

5:67 καὶ εἰ̃πεν αὐτοι̃ς Ζοροβαβελ καὶ 'Ιησου̃ς καὶ οἱ ἡγούμενοι τω̃ν πατριω̃ν του̃ Ισραηλ οὐχ ὑμι̃ν καὶ ἡμι̃ν του̃ οἰκοδομη̃σαι τὸν οἰ̃κον κυρίω̨ τω̨̃ θεω̨̃ ἡμω̃ν

5:68 ἡμει̃ς γὰρ μόνοι οἰκοδομήσομεν τω̨̃ κυρίω̨ του̃ Ισραηλ ἀκολούθως οἱ̃ς προσέταξεν ἡμι̃ν Κυ̃ρος ὁ βασιλεὺς Περσω̃ν

5:69 τὰ δὲ ἔθνη τη̃ς γη̃ς ἐπικείμενα τοι̃ς ἐν τη̨̃ Ιουδαία̨ καὶ πολιορκου̃ντες εἰ̃ργον του̃ οἰκοδομει̃ν

5:70 καὶ ἐπιβουλὰς καὶ δημαγωγίας καὶ ἐπισυστάσεις ποιούμενοι ἀπεκώλυσαν του̃ ἐπιτελεσθη̃ναι τὴν οἰκοδομὴν πάντα τὸν χρόνον τη̃ς ζωη̃ς του̃ βασιλέως Κύρου

5:71 καὶ εἴρχθησαν τη̃ς οἰκοδομη̃ς ἔτη δύο ἕως τη̃ς Δαρείου βασιλείας

6:1 ἐν δὲ τω̨̃ δευτέρω̨ ἔτει τη̃ς του̃ Δαρείου βασιλείας ἐπροφήτευσεν Αγγαιος καὶ Ζαχαριας ὁ του̃ Εδδι οἱ προφη̃ται ἐπὶ τοὺς Ιουδαίους τοὺς ἐν τη̨̃ Ιουδαία̨ καὶ Ιερουσαλημ ἐπὶ τω̨̃ ὀνόματι κυρίου θεου̃ Ισραηλ ἐπ' αὐτούς

6:2 τότε στὰς Ζοροβαβελ ὁ του̃ Σαλαθιηλ καὶ 'Ιησου̃ς ὁ του̃ Ιωσεδεκ ἤρξαντο οἰκοδομει̃ν τὸν οἰ̃κον του̃ κυρίου τὸν ἐν Ιερουσαλημ συνόντων τω̃ν προφητω̃ν του̃ κυρίου βοηθούντων αὐτοι̃ς

6:3 ἐν αὐτω̨̃ τω̨̃ χρόνω̨ παρη̃ν πρὸς αὐτοὺς Σισίννης ὁ ἔπαρχος Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνης καὶ οἱ συνέταιροι καὶ εἰ̃παν αὐτοι̃ς

6:4 τίνος ὑμι̃ν συντάξαντος τὸν οἰ̃κον του̃τον οἰκοδομει̃τε καὶ τὴν στέγην ταύτην καὶ τἄλλα πάντα ἐπιτελει̃τε καὶ τίνες εἰσὶν οἱ οἰκοδόμοι οἱ ταυ̃τα ἐπιτελου̃ντες

6:5 καὶ ἔσχοσαν χάριν ἐπισκοπη̃ς γενομένης ἐπὶ τὴν αἰχμαλωσίαν παρὰ του̃ κυρίου οἱ πρεσβύτεροι τω̃ν Ιουδαίων

6:6 καὶ οὐκ ἐκωλύθησαν τη̃ς οἰκοδομη̃ς μέχρι του̃ ὑποσημανθη̃ναι Δαρείω̨ περὶ αὐτω̃ν καὶ προσφωνηθη̃ναι

6:7 ἀντίγραφον ἐπιστολη̃ς ἡ̃ς ἔγραψεν Δαρείω̨ καὶ ἀπέστειλεν Σισίννης ὁ ἔπαρχος Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνης καὶ οἱ συνέταιροι οἱ ἐν Συρία̨ καὶ Φοινίκη̨ ἡγεμόνες

6:8 βασιλει̃ Δαρείω̨ χαίρειν πάντα γνωστὰ ἔστω τω̨̃ κυρίω̨ ἡμω̃ν τω̨̃ βασιλει̃ ὅτι παραγενόμενοι εἰς τὴν χώραν τη̃ς Ιουδαίας καὶ ἐλθόντες εἰς Ιερουσαλημ τὴν πόλιν κατελάβομεν τη̃ς αἰχμαλωσίας τοὺς πρεσβυτέρους τω̃ν Ιουδαίων ἐν Ιερουσαλημ τη̨̃ πόλει οἰκοδομου̃ντας οἰ̃κον τω̨̃ κυρίω̨ μέγαν καινὸν διὰ λίθων ξυστω̃ν πολυτελω̃ν ξύλων τιθεμένων ἐν τοι̃ς τοίχοις

6:9 καὶ τὰ ἔργα ἐκει̃να ἐπὶ σπουδη̃ς γιγνόμενα καὶ εὐοδούμενον τὸ ἔργον ἐν ται̃ς χερσὶν αὐτω̃ν καὶ ἐν πάση̨ δόξη̨ καὶ ἐπιμελεία̨ συντελούμενα

6:10 τότε ἐπυνθανόμεθα τω̃ν πρεσβυτέρων τούτων λέγοντες τίνος ὑμι̃ν προστάξαντος οἰκοδομει̃τε τὸν οἰ̃κον του̃τον καὶ τὰ ἔργα ταυ̃τα θεμελιου̃τε

6:11 ἐπηρωτήσαμεν οὐ̃ν αὐτοὺς εἵνεκεν του̃ γνωρίσαι σοι καὶ γράψαι σοι τοὺς ἀνθρώπους τοὺς ἀφηγουμένους καὶ τὴν ὀνοματογραφίαν ἠ̨του̃μεν αὐτοὺς τω̃ν προκαθηγουμένων

6:12 οἱ δὲ ἀπεκρίθησαν ἡμι̃ν λέγοντες ἡμει̃ς ἐσμεν παι̃δες του̃ κυρίου του̃ κτίσαντος τὸν οὐρανὸν καὶ τὴν γη̃ν

6:13 καὶ ὠ̨κοδόμητο ὁ οἰ̃κος ἔμπροσθεν ἐτω̃ν πλειόνων διὰ βασιλέως του̃ Ισραηλ μεγάλου καὶ ἰσχυρου̃ καὶ ἐπετελέσθη

6:14 καὶ ἐπεὶ οἱ πατέρες ἡμω̃ν παραπικράναντες ἥμαρτον εἰς τὸν κύριον του̃ Ισραηλ τὸν οὐράνιον παρέδωκεν αὐτοὺς εἰς χει̃ρας Ναβουχοδονοσορ βασιλέως Βαβυλω̃νος βασιλέως τω̃ν Χαλδαίων

6:15 τόν τε οἰ̃κον καθελόντες ἐνεπύρισαν καὶ τὸν λαὸν ἠ̨χμαλώτευσαν εἰς Βαβυλω̃να

6:16 ἐν δὲ τω̨̃ πρώτω̨ ἔτει βασιλεύοντος Κύρου χώρας Βαβυλωνίας ἔγραψεν ὁ βασιλεὺς Κυ̃ρος οἰκοδομη̃σαι τὸν οἰ̃κον του̃τον

6:17 καὶ τὰ ἱερὰ σκεύη τὰ χρυσα̃ καὶ τὰ ἀργυρα̃ ἃ ἐξήνεγκεν Ναβουχοδονοσορ ἐκ του̃ οἴκου του̃ ἐν Ιερουσαλημ καὶ ἀπηρείσατο αὐτὰ ἐν τω̨̃ ἑαυτου̃ ναω̨̃ πάλιν ἐξήνεγκεν αὐτὰ Κυ̃ρος ὁ βασιλεὺς ἐκ του̃ ναου̃ του̃ ἐν Βαβυλω̃νι καὶ παρεδόθη Ζοροβαβελ καὶ Σαναβασσάρω̨ τω̨̃ ἐπάρχω̨

6:18 καὶ ἐπετάγη αὐτω̨̃ ἀπενέγκαντι πάντα τὰ σκεύη ταυ̃τα ἀποθει̃ναι ἐν τω̨̃ ναω̨̃ τω̨̃ ἐν Ιερουσαλημ καὶ τὸν ναὸν του̃ κυρίου του̃τον οἰκοδομηθη̃ναι ἐπὶ του̃ τόπου

6:19 τότε ὁ Σαναβάσσαρος ἐκει̃νος παραγενόμενος ἐνεβάλετο τοὺς θεμελίους του̃ οἴκου κυρίου του̃ ἐν Ιερουσαλημ καὶ ἀπ' ἐκείνου μέχρι του̃ νυ̃ν οἰκοδομούμενος οὐκ ἔλαβεν συντέλειαν

6:20 νυ̃ν οὐ̃ν εἰ κρίνεται βασιλευ̃ ἐπισκεπήτω ἐν τοι̃ς βασιλικοι̃ς βιβλιοφυλακίοις του̃ κυρίου βασιλέως τοι̃ς ἐν Βαβυλω̃νι

6:21 καὶ ἐὰν εὑρίσκηται μετὰ τη̃ς γνώμης Κύρου του̃ βασιλέως γενομένην τὴν οἰκοδομὴν του̃ οἴκου κυρίου του̃ ἐν Ιερουσαλημ καὶ κρίνηται τω̨̃ κυρίω̨ βασιλει̃ ἡμω̃ν προσφωνησάτω ἡμι̃ν περὶ τούτων

6:22 τότε ὁ βασιλεὺς Δαρει̃ος προσέταξεν ἐπισκέψασθαι ἐν τοι̃ς βασιλικοι̃ς βιβλιοφυλακίοις τοι̃ς κειμένοις ἐν Βαβυλω̃νι καὶ εὑρέθη ἐν 'Εκβατάνοις τη̨̃ βάρει τη̨̃ ἐν Μηδία̨ χώρα̨ τόμος εἱ̃ς ἐν ὡ̨̃ ὑπεμνημάτιστο τάδε

6:23 ἔτους πρώτου βασιλεύοντος Κύρου βασιλεὺς Κυ̃ρος προσέταξεν τὸν οἰ̃κον του̃ κυρίου τὸν ἐν Ιερουσαλημ οἰκοδομη̃σαι ὅπου ἐπιθύουσιν διὰ πυρὸς ἐνδελεχου̃ς

6:24 οὑ̃ τὸ ὕψος πήχεων ἑξήκοντα πλάτος πήχεων ἑξήκοντα διὰ δόμων λιθίνων ξυστω̃ν τριω̃ν καὶ δόμου ξυλίνου ἐγχωρίου καινου̃ ἑνός καὶ τὸ δαπάνημα δοθη̃ναι ἐκ του̃ οἴκου Κύρου του̃ βασιλέως

6:25 καὶ τὰ ἱερὰ σκεύη του̃ οἴκου κυρίου τά τε χρυσα̃ καὶ τὰ ἀργυρα̃ ἃ ἐξήνεγκεν Ναβουχοδονοσορ ἐκ του̃ οἴκου του̃ ἐν Ιερουσαλημ καὶ ἀπήνεγκεν εἰς Βαβυλω̃να ἀποκατασταθη̃ναι εἰς τὸν οἰ̃κον τὸν ἐν Ιερουσαλημ οὑ̃ ἠ̃ν κείμενα ὅπως τεθη̨̃ ἐκει̃

6:26 προσέταξεν δὲ ἐπιμεληθη̃ναι Σισίννη̨ ἐπάρχω̨ Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνη̨ καὶ τοι̃ς συνεταίροις καὶ τοι̃ς ἀποτεταγμένοις ἐν Συρία̨ καὶ Φοινίκη̨ ἡγεμόσιν ἀπέχεσθαι του̃ τόπου ἐα̃σαι δὲ τὸν παι̃δα του̃ κυρίου Ζοροβαβελ ἔπαρχον δὲ τη̃ς Ιουδαίας καὶ τοὺς πρεσβυτέρους τω̃ν Ιουδαίων τὸν οἰ̃κον του̃ κυρίου ἐκει̃νον οἰκοδομει̃ν ἐπὶ του̃ τόπου

6:27 κἀγὼ δὲ ἐπέταξα ὁλοσχερω̃ς οἰκοδομη̃σαι καὶ ἀτενίσαι ἵνα συμποιω̃σιν τοι̃ς ἐκ τη̃ς αἰχμαλωσίας τη̃ς Ιουδαίας μέχρι του̃ ἐπιτελεσθη̃ναι τὸν οἰ̃κον του̃ κυρίου

6:28 καὶ ἀπὸ τη̃ς φορολογίας Κοίλης Συρίας καὶ Φοινίκης ἐπιμελω̃ς σύνταξιν δίδοσθαι τούτοις τοι̃ς ἀνθρώποις εἰς θυσίας τω̨̃ κυρίω̨ Ζοροβαβελ ἐπάρχω̨ εἰς ταύρους καὶ κριοὺς καὶ ἄρνας

6:29 ὁμοίως δὲ καὶ πυρὸν καὶ ἅλα καὶ οἰ̃νον καὶ ἔλαιον ἐνδελεχω̃ς κατ' ἐνιαυτόν καθὼς ἂν οἱ ἱερει̃ς οἱ ἐν Ιερουσαλημ ὑπαγορεύσωσιν ἀναλίσκεσθαι καθ' ἡμέραν ἀναμφισβητήτως

6:30 ὅπως προσφέρωνται σπονδαὶ τω̨̃ θεω̨̃ τω̨̃ ὑψίστω̨ ὑπὲρ του̃ βασιλέως καὶ τω̃ν παίδων καὶ προσεύχωνται περὶ τη̃ς αὐτω̃ν ζωη̃ς

6:31 καὶ προσέταξεν ἵνα ὅσοι ἐὰν παραβω̃σίν τι τω̃ν προειρημένων καὶ τω̃ν προσγεγραμμένων ἢ καὶ ἀκυρώσωσιν λημφθη̃ναι ξύλον ἐκ τω̃ν ἰδίων αὐτου̃ καὶ ἐπὶ τούτου κρεμασθη̃ναι καὶ τὰ ὑπάρχοντα αὐτου̃ εἰ̃ναι βασιλικά

6:32 διὰ ταυ̃τα καὶ ὁ κύριος οὑ̃ τὸ ὄνομα αὐτου̃ ἐπικέκληται ἐκει̃ ἀφανίσαι πάντα βασιλέα καὶ ἔθνος ὃς ἐκτενει̃ τὴν χει̃ρα αὐτου̃ κωλυ̃σαι ἢ κακοποιη̃σαι τὸν οἰ̃κον του̃ κυρίου ἐκει̃νον τὸν ἐν Ιερουσαλημ

6:33 ἐγὼ βασιλεὺς Δαρει̃ος δεδογμάτικα ἐπιμελω̃ς κατὰ ταυ̃τα γίγνεσθαι

7:1 τότε Σισίννης ὁ ἔπαρχος Κοίλης Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνης καὶ οἱ συνέταιροι κατακολουθήσαντες τοι̃ς ὑπὸ του̃ βασιλέως Δαρείου προσταγει̃σιν

7:2 ἐπεστάτουν τω̃ν ἱερω̃ν ἔργων ἐπιμελέστερον συνεργου̃ντες τοι̃ς πρεσβυτέροις τω̃ν Ιουδαίων καὶ ἱεροστάταις

7:3 καὶ εὔοδα ἐγίνετο τὰ ἱερὰ ἔργα προφητευόντων Αγγαιου καὶ Ζαχαριου τω̃ν προφητω̃ν

7:4 καὶ συνετέλεσαν ταυ̃τα διὰ προστάγματος του̃ κυρίου θεου̃ Ισραηλ

7:5 καὶ μετὰ τη̃ς γνώμης Κύρου καὶ Δαρείου καὶ 'Αρταξέρξου βασιλέως Περσω̃ν συνετελέσθη ὁ οἰ̃κος ὁ ἅγιος ἕως τρίτης καὶ εἰκάδος μηνὸς Αδαρ του̃ ἕκτου ἔτους βασιλέως Δαρείου

7:6 καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ καὶ οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται καὶ οἱ λοιποὶ οἱ ἐκ τη̃ς αἰχμαλωσίας οἱ προστεθέντες ἀκολούθως τοι̃ς ἐν τη̨̃ Μωυσέως βίβλω̨

7:7 καὶ προσήνεγκαν εἰς τὸν ἐγκαινισμὸν του̃ ἱερου̃ του̃ κυρίου ταύρους ἑκατόν κριοὺς διακοσίους ἄρνας τετρακοσίους

7:8 χιμάρους ὑπὲρ ἁμαρτίας παντὸς του̃ Ισραηλ δώδεκα πρὸς ἀριθμὸν ἐκ τω̃ν φυλάρχων του̃ Ισραηλ δώδεκα

7:9 καὶ ἔστησαν οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται ἐστολισμένοι κατὰ φυλὰς ἐπὶ τω̃ν ἔργων του̃ κυρίου θεου̃ Ισραηλ ἀκολούθως τη̨̃ Μωυσέως βίβλω̨ καὶ οἱ θυρωροὶ ἐφ' ἑκάστου πυλω̃νος

7:10 καὶ ἠγάγοσαν οἱ υἱοὶ Ισραηλ τω̃ν ἐκ τη̃ς αἰχμαλωσίας τὸ πασχα ἐν τη̨̃ τεσσαρεσκαιδεκάτη̨ του̃ πρώτου μηνός ὅτι ἡγνίσθησαν οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται ἅμα

7:11 καὶ πάντες οἱ υἱοὶ τη̃ς αἰχμαλωσίας οὐχ ἡγνίσθησαν ὅτι οἱ Λευι̃ται ἅμα πάντες ἡγνίσθησαν

7:12 καὶ ἔθυσαν τὸ πασχα πα̃σιν τοι̃ς υἱοι̃ς τη̃ς αἰχμαλωσίας καὶ τοι̃ς ἀδελφοι̃ς αὐτω̃ν τοι̃ς ἱερευ̃σιν καὶ ἑαυτοι̃ς

7:13 καὶ ἐφάγοσαν οἱ υἱοὶ Ισραηλ οἱ ἐκ τη̃ς αἰχμαλωσίας πάντες οἱ χωρισθέντες ἀπὸ τω̃ν βδελυγμάτων τω̃ν ἐθνω̃ν τη̃ς γη̃ς ζητου̃ντες τὸν κύριον

7:14 καὶ ἠγάγοσαν τὴν ἑορτὴν τω̃ν ἀζύμων ἑπτὰ ἡμέρας εὐφραινόμενοι ἔναντι του̃ κυρίου

7:15 ὅτι μετέστρεψεν τὴν βουλὴν του̃ βασιλέως 'Ασσυρίων ἐπ' αὐτοὺς κατισχυ̃σαι τὰς χει̃ρας αὐτω̃ν ἐπὶ τὰ ἔργα κυρίου θεου̃ Ισραηλ

8:1 καὶ μεταγενέστερος τούτων βασιλεύοντος 'Αρταξέρξου του̃ Περσω̃ν βασιλέως προσέβη Εσδρας Σαραιου του̃ Εζεριου του̃ Χελκιου του̃ Σαλημου

8:2 του̃ Σαδδουκου του̃ Αχιτωβ του̃ Αμαριου του̃ Οζιου του̃ Βοκκα του̃ Αβισουε του̃ Φινεες του̃ Ελεαζαρ του̃ Ααρων του̃ πρώτου ἱερέως

8:3 οὑ̃τος Εσδρας ἀνέβη ἐκ Βαβυλω̃νος ὡς γραμματεὺς εὐφυὴς ὢν ἐν τω̨̃ Μωυσέως νόμω̨ τω̨̃ ἐκδεδομένω̨ ὑπὸ του̃ θεου̃ του̃ Ισραηλ

8:4 καὶ ἔδωκεν αὐτω̨̃ ὁ βασιλεὺς δόξαν εὑρόντος χάριν ἐναντίον αὐτου̃ ἐπὶ πάντα τὰ ἀξιώματα αὐτου̃

8:5 καὶ συνανέβησαν ἐκ τω̃ν υἱω̃ν Ισραηλ καὶ τω̃ν ἱερέων καὶ Λευιτω̃ν καὶ ἱεροψαλτω̃ν καὶ θυρωρω̃ν καὶ ἱεροδούλων εἰς Ιεροσόλυμα ἔτους ἑβδόμου βασιλεύοντος 'Αρταξέρξου ἐν τω̨̃ πέμπτω̨ μηνί οὑ̃τος ἐνιαυτὸς ἕβδομος τω̨̃ βασιλει̃

8:6 ἐξελθόντες γὰρ ἐκ Βαβυλω̃νος τη̨̃ νουμηνία̨ του̃ πρώτου μηνὸς ἐν τη̨̃ νουμηνία̨ του̃ πέμπτου μηνὸς παρεγένοντο εἰς Ιεροσόλυμα κατὰ τὴν δοθει̃σαν αὐτοι̃ς εὐοδίαν παρὰ του̃ κυρίου ἐπ' αὐτω̨̃

8:7 ὁ γὰρ Εσδρας πολλὴν ἐπιστήμην περιει̃χεν εἰς τὸ μηδὲν παραλιπει̃ν τω̃ν ἐκ του̃ νόμου κυρίου καὶ ἐκ τω̃ν ἐντολω̃ν διδάξαι τὸν πάντα Ισραηλ πάντα τὰ δικαιώματα καὶ τὰ κρίματα

8:8 προσπεσόντος δὲ του̃ γραφέντος προστάγματος παρὰ 'Αρταξέρξου του̃ βασιλέως πρὸς Εσδραν τὸν ἱερέα καὶ ἀναγνώστην του̃ νόμου κυρίου οὑ̃ ἐστιν ἀντίγραφον τὸ ὑποκείμενον

8:9 βασιλεὺς 'Αρταξέρξης Εσδρα τω̨̃ ἱερει̃ καὶ ἀναγνώστη̨ του̃ νόμου κυρίου χαίρειν

8:10 καὶ τὰ φιλάνθρωπα ἐγὼ κρίνας προσέταξα τοὺς βουλομένους ἐκ του̃ ἔθνους τω̃ν Ιουδαίων αἱρετίζοντας καὶ τω̃ν ἱερέων καὶ τω̃ν Λευιτω̃ν καὶ τω̃ν δὲ ἐν τη̨̃ ἡμετέρα̨ βασιλεία̨ συμπορεύεσθαί σοι εἰς Ιερουσαλημ

8:11 ὅσοι οὐ̃ν ἐνθυμου̃νται συνεξορμάτωσαν καθάπερ δέδοκται ἐμοί τε καὶ τοι̃ς ἑπτὰ φίλοις συμβουλευται̃ς

8:12 ὅπως ἐπισκέψωνται τὰ κατὰ τὴν Ιουδαίαν καὶ Ιερουσαλημ ἀκολούθως ὡ̨̃ ἔχει ἐν τω̨̃ νόμω̨ του̃ κυρίου

8:13 καὶ ἀπενεγκει̃ν δω̃ρα τω̨̃ κυρίω̨ του̃ Ισραηλ ἃ ηὐξάμην ἐγώ τε καὶ οἱ φίλοι εἰς Ιερουσαλημ καὶ πα̃ν χρυσίον καὶ ἀργύριον ὃ ἐὰν εὑρεθη̨̃ ἐν τη̨̃ χώρα̨ τη̃ς Βαβυλωνίας τω̨̃ κυρίω̨ εἰς Ιερουσαλημ σὺν τω̨̃ δεδωρημένω̨ ὑπὸ του̃ ἔθνους εἰς τὸ ἱερὸν του̃ κυρίου αὐτω̃ν τὸ ἐν Ιερουσαλημ

8:14 συναχθη̃ναι τό τε χρυσίον καὶ ἀργύριον εἰς ταύρους καὶ κριοὺς καὶ ἄρνας καὶ τὰ τούτοις ἀκόλουθα

8:15 ὥστε προσενεγκει̃ν θυσίας ἐπὶ τὸ θυσιαστήριον του̃ κυρίου αὐτω̃ν τὸ ἐν Ιερουσαλημ

8:16 καὶ πάντα ὅσα ἂν βούλη̨ μετὰ τω̃ν ἀδελφω̃ν σου ποιη̃σαι χρυσίω̨ καὶ ἀργυρίω̨ ἐπιτέλει κατὰ τὸ θέλημα του̃ θεου̃ σου

8:17 καὶ τὰ ἱερὰ σκεύη του̃ κυρίου τὰ διδόμενά σοι εἰς τὴν χρείαν του̃ ἱερου̃ του̃ θεου̃ σου του̃ ἐν Ιερουσαλημ

8:18 καὶ τὰ λοιπά ὅσα ἂν ὑποπίπτη̨ σοι εἰς τὴν χρείαν του̃ ἱερου̃ του̃ θεου̃ σου δώσεις ἐκ του̃ βασιλικου̃ γαζοφυλακίου

8:19 κἀγὼ δὲ 'Αρταξέρξης ὁ βασιλεὺς προσέταξα τοι̃ς γαζοφύλαξι Συρίας καὶ Φοινίκης ἵνα ὅσα ἂν ἀποστείλη̨ Εσδρας ὁ ἱερεὺς καὶ ἀναγνώστης του̃ νόμου του̃ θεου̃ του̃ ὑψίστου ἐπιμελω̃ς διδω̃σιν αὐτω̨̃ ἕως ἀργυρίου ταλάντων ἑκατόν

8:20 ὁμοίως δὲ καὶ ἕως πυρου̃ κόρων ἑκατὸν καὶ οἴνου μετρητω̃ν ἑκατὸν καὶ ἅλα ἐκ πλήθους

8:21 πάντα τὰ κατὰ τὸν του̃ θεου̃ νόμον ἐπιτελεσθήτω ἐπιμελω̃ς τω̨̃ θεω̨̃ τω̨̃ ὑψίστω̨ ἕνεκα του̃ μὴ γενέσθαι ὀργὴν εἰς τὴν βασιλείαν του̃ βασιλέως καὶ τω̃ν υἱω̃ν

8:22 καὶ ὑμι̃ν δὲ λέγεται ὅπως πα̃σι τοι̃ς ἱερευ̃σιν καὶ τοι̃ς Λευίταις καὶ ἱεροψάλταις καὶ θυρωροι̃ς καὶ ἱεροδούλοις καὶ πραγματικοι̃ς του̃ ἱερου̃ τούτου μηδεμία φορολογία μηδὲ ἄλλη ἐπιβολὴ γίγνηται καὶ ἐξουσίαν μηδένα ἔχειν ἐπιβαλει̃ν τι τούτοις

8:23 καὶ σύ Εσδρα κατὰ τὴν σοφίαν του̃ θεου̃ ἀνάδειξον κριτὰς καὶ δικαστάς ὅπως δικάζωσιν ἐν ὅλη̨ Συρία̨ καὶ Φοινίκη̨ πάντας τοὺς ἐπισταμένους τὸν νόμον του̃ θεου̃ σου καὶ τοὺς μὴ ἐπισταμένους δὲ διδάξεις

8:24 καὶ πάντες ὅσοι ἐὰν παραβαίνωσι τὸν νόμον του̃ θεου̃ σου καὶ τὸν βασιλικόν ἐπιμελω̃ς κολασθήσονται ἐάν τε καὶ θανάτω̨ ἐάν τε καὶ τιμωρία̨ ἢ ἀργυρικη̨̃ ζημία̨ ἢ ἀπαγωγη̨̃

8:25 εὐλογητὸς μόνος ὁ κύριος ὁ δοὺς ταυ̃τα εἰς τὴν καρδίαν του̃ βασιλέως δοξάσαι τὸν οἰ̃κον αὐτου̃ τὸν ἐν Ιερουσαλημ

8:26 καὶ ἐμὲ ἐτίμησεν ἔναντι του̃ βασιλέως καὶ τω̃ν συμβουλευόντων καὶ πάντων τω̃ν φίλων καὶ μεγιστάνων αὐτου̃

8:27 καὶ ἐγὼ εὐθαρσὴς ἐγενόμην κατὰ τὴν ἀντίλημψιν κυρίου του̃ θεου̃ μου καὶ συνήγαγον ἐκ του̃ Ισραηλ ἄνδρας ὥστε συναναβη̃ναί μοι

8:28 καὶ οὑ̃τοι οἱ προηγούμενοι κατὰ τὰς πατριὰς αὐτω̃ν καὶ τὰς μεριδαρχίας οἱ ἀναβάντες μετ' ἐμου̃ ἐκ Βαβυλω̃νος ἐν τη̨̃ βασιλεία̨ 'Αρταξέρξου του̃ βασιλέως

8:29 ἐκ τω̃ν υἱω̃ν Φινεες Γαρσομος ἐκ τω̃ν υἱω̃ν Ιεταμαρου Γαμηλος ἐκ τω̃ν υἱω̃ν Δαυιδ Αττους ὁ Σεχενιου

8:30 ἐκ τω̃ν υἱω̃ν Φορος Ζαχαριας καὶ μετ' αὐτου̃ ἀπὸ γραφη̃ς ἄνδρες ἑκατὸν πεντήκοντα

8:31 ἐκ τω̃ν υἱω̃ν Φααθμωαβ Ελιαωνιας Ζαραιου καὶ μετ' αὐτου̃ ἄνδρες διακόσιοι

8:32 ἐκ τω̃ν υἱω̃ν Ζαθοης Σεχενιας Ιεζηλου καὶ μετ' αὐτου̃ ἄνδρες τριακόσιοι ἐκ τω̃ν υἱω̃ν Αδινου Βην-Ιωναθου καὶ μετ' αὐτου̃ ἄνδρες διακόσιοι πεντήκοντα

8:33 ἐκ τω̃ν υἱω̃ν Ηλαμ Ιεσιας Γοθολιου καὶ μετ' αὐτου̃ ἄνδρες ἑβδομήκοντα

8:34 ἐκ τω̃ν υἱω̃ν Σαφατιου Ζαραιας Μιχαηλου καὶ μετ' αὐτου̃ ἄνδρες ἑβδομήκοντα

8:35 ἐκ τω̃ν υἱω̃ν Ιωαβ Αβαδιας Ιεζηλου καὶ μετ' αὐτου̃ ἄνδρες διακόσιοι δέκα δύο

8:36 ἐκ τω̃ν υἱω̃ν Βανι Ασσαλιμωθ Ιωσαφιου καὶ μετ' αὐτου̃ ἄνδρες ἑκατὸν ἑξήκοντα

8:37 ἐκ τω̃ν υἱω̃ν Βαβι Ζαχαριας Βηβαι καὶ μετ' αὐτου̃ ἄνδρες εἴκοσι ὀκτώ

8:38 ἐκ τω̃ν υἱω̃ν Ασγαθ Ιωανης Ακαταν καὶ μετ' αὐτου̃ ἄνδρες ἑκατὸν δέκα

8:39 ἐκ τω̃ν υἱω̃ν Αδωνικαμ οἱ ἔσχατοι καὶ ταυ̃τα τὰ ὀνόματα αὐτω̃ν Ελιφαλατος Ιεουηλ καὶ Σαμαιας καὶ μετ' αὐτω̃ν ἄνδρες ἑβδομήκοντα

8:40 ἐκ τω̃ν υἱω̃ν Βαγο Ουθι ὁ του̃ Ισταλκουρου καὶ μετ' αὐτου̃ ἄνδρες ἑβδομήκοντα

8:41 καὶ συνήγαγον αὐτοὺς ἐπὶ τὸν λεγόμενον Θεραν ποταμόν καὶ παρενεβάλομεν αὐτόθι ἡμέρας τρει̃ς καὶ κατέμαθον αὐτούς

8:42 καὶ ἐκ τω̃ν υἱω̃ν τω̃ν ἱερέων καὶ ἐκ τω̃ν Λευιτω̃ν οὐχ εὑρὼν ἐκει̃

8:43 ἀπέστειλα πρὸς Ελεαζαρον καὶ Ιδουηλον καὶ Μαασμαν καὶ Ελναταν καὶ Σαμαιαν καὶ Ιωριβον Ναθαν Ενναταν Ζαχαριαν καὶ Μεσολαμον τοὺς ἡγουμένους καὶ ἐπιστήμονας

8:44 καὶ εἰ̃πα αὐτοι̃ς ἐλθει̃ν πρὸς Αδδαιον τὸν ἡγούμενον τὸν ἐν τω̨̃ τόπω̨ του̃ γαζοφυλακίου

8:45 ἐντειλάμενος αὐτοι̃ς διαλεγη̃ναι Αδδαιω καὶ τοι̃ς ἀδελφοι̃ς αὐτου̃ καὶ τοι̃ς ἐν τω̨̃ τόπω̨ γαζοφύλαξιν ἀποστει̃λαι ἡμι̃ν τοὺς ἱερατεύσοντας ἐν τω̨̃ οἴκω̨ του̃ κυρίου ἡμω̃ν

8:46 καὶ ἤγαγον ἡμι̃ν κατὰ τὴν κραταιὰν χει̃ρα του̃ κυρίου ἡμω̃ν ἄνδρας ἐπιστήμονας τω̃ν υἱω̃ν Μοολι του̃ Λευι του̃ Ισραηλ Ασεβηβιαν καὶ τοὺς υἱοὺς καὶ τοὺς ἀδελφούς δέκα ὀκτώ

8:47 καὶ Ασεβιαν καὶ Αννουνον καὶ Ωσαιαν ἀδελφὸν ἐκ τω̃ν υἱω̃ν Χανουναιου καὶ οἱ υἱοὶ αὐτω̃ν ἄνδρες εἴκοσι

8:48 καὶ ἐκ τω̃ν ἱεροδούλων ὡ̃ν ἔδωκεν Δαυιδ καὶ οἱ ἡγούμενοι εἰς τὴν ἐργασίαν τω̃ν Λευιτω̃ν ἱερόδουλοι διακόσιοι εἴκοσι πάντων ἐσημάνθη ἡ ὀνοματογραφία

8:49 καὶ εὐξάμην ἐκει̃ νηστείαν τοι̃ς νεανίσκοις ἔναντι του̃ κυρίου ἡμω̃ν

8:50 ζητη̃σαι παρ' αὐτου̃ εὐοδίαν ἡμι̃ν τε καὶ τοι̃ς συνου̃σιν ἡμι̃ν τέκνοις ἡμω̃ν καὶ κτήνεσιν

8:51 ἐνετράπην γὰρ αἰτη̃σαι τὸν βασιλέα πεζούς τε καὶ ἱππει̃ς καὶ προπομπὴν ἕνεκεν ἀσφαλείας τη̃ς πρὸς τοὺς ἐναντιουμένους ἡμι̃ν

8:52 εἴπαμεν γὰρ τω̨̃ βασιλει̃ ὅτι ἰσχὺς του̃ κυρίου ἡμω̃ν ἔσται μετὰ τω̃ν ἐπιζητούντων αὐτὸν εἰς πα̃σαν ἐπανόρθωσιν

8:53 καὶ πάλιν ἐδεήθημεν του̃ κυρίου ἡμω̃ν κατὰ ταυ̃τα καὶ εὐιλάτου ἐτύχομεν

8:54 καὶ ἐχώρισα τω̃ν φυλάρχων τω̃ν ἱερέων ἄνδρας δέκα δύο καὶ Σερεβιαν καὶ Ασαβιαν καὶ μετ' αὐτω̃ν ἐκ τω̃ν ἀδελφω̃ν αὐτω̃ν ἄνδρας δέκα

8:55 καὶ ἔστησα αὐτοι̃ς τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ ἱερὰ σκεύη του̃ οἴκου του̃ κυρίου ἡμω̃ν ἃ αὐτὸς ἐδωρήσατο ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι αὐτου̃ καὶ οἱ μεγιστα̃νες καὶ πα̃ς Ισραηλ

8:56 καὶ στήσας παρέδωκα αὐτοι̃ς ἀργυρίου τάλαντα ἑξακόσια πεντήκοντα καὶ σκεύη ἀργυρα̃ ταλάντων ἑκατὸν καὶ χρυσίου τάλαντα ἑκατὸν καὶ χρυσώματα εἴκοσι καὶ σκεύη χαλκα̃ ἀπὸ χρηστου̃ χαλκου̃ στίλβοντα χρυσοειδη̃ σκεύη δώδεκα

8:57 καὶ εἰ̃πα αὐτοι̃ς καὶ ὑμει̃ς ἅγιοί ἐστε τω̨̃ κυρίω̨ καὶ τὰ σκεύη ἅγια καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον εὐχὴ τω̨̃ κυρίω̨ κυρίω̨ τω̃ν πατέρων ἡμω̃ν

8:58 ἀγρυπνει̃τε καὶ φυλάσσετε ἕως του̃ παραδου̃ναι αὐτὰ ὑμα̃ς τοι̃ς φυλάρχοις τω̃ν ἱερέων καὶ τω̃ν Λευιτω̃ν καὶ τοι̃ς ἡγουμένοις τω̃ν πατριω̃ν του̃ Ισραηλ ἐν Ιερουσαλημ ἐν τοι̃ς παστοφορίοις του̃ οἴκου του̃ κυρίου ἡμω̃ν

8:59 καὶ οἱ παραλαβόντες οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη τὰ ἐν Ιερουσαλημ εἰσήνεγκαν εἰς τὸ ἱερὸν του̃ κυρίου

8:60 καὶ ἀναζεύξαντες ἀπὸ του̃ ποταμου̃ Θερα τη̨̃ δωδεκάτη̨ του̃ πρώτου μηνὸς εἰσήλθομεν εἰς Ιερουσαλημ κατὰ τὴν κραταιὰν χει̃ρα του̃ κυρίου ἡμω̃ν τὴν ἐφ' ἡμι̃ν καὶ ἐρρύσατο ἡμα̃ς ἐπὶ τη̃ς εἰσόδου ἀπὸ παντὸς ἐχθρου̃ καὶ ἤλθομεν εἰς Ιερουσαλημ

8:61 καὶ γενομένης αὐτόθι ἡμέρας τρίτης σταθὲν τὸ ἀργύριον καὶ τὸ χρυσίον παρεδόθη ἐν τω̨̃ οἴκω̨ του̃ κυρίου ἡμω̃ν Μαρμωθι Ουρια ἱερει̃

8:62 καὶ μετ' αὐτου̃ Ελεαζαρ ὁ του̃ Φινεες καὶ ἠ̃σαν μετ' αὐτω̃ν Ιωσαβδος 'Ιησου̃ καὶ Μωεθ Σαβαννου οἱ Λευι̃ται πρὸς ἀριθμὸν καὶ ὁλκὴν ἅπαντα καὶ ἐγράφη πα̃σα ἡ ὁλκὴ αὐτω̃ν αὐτη̨̃ τη̨̃ ὥρα̨

8:63 οἱ δὲ παραγενόμενοι ἐκ τη̃ς αἰχμαλωσίας προσήνεγκαν θυσίας τω̨̃ θεω̨̃ του̃ Ισραηλ κυρίω̨ ταύρους δώδεκα ὑπὲρ παντὸς Ισραηλ κριοὺς ἐνενήκοντα ἕξ ἄρνας ἑβδομήκοντα δύο τράγους ὑπὲρ σωτηρίου δέκα δύο ἅπαντα θυσίαν τω̨̃ κυρίω̨

8:64 καὶ ἀπέδωκαν τὰ προστάγματα του̃ βασιλέως τοι̃ς βασιλικοι̃ς οἰκονόμοις καὶ τοι̃ς ἐπάρχοις Κοίλης Συρίας καὶ Φοινίκης καὶ ἐδόξασαν τὸ ἔθνος καὶ τὸ ἱερὸν του̃ κυρίου

8:65 καὶ τούτων τελεσθέντων προσήλθοσάν μοι οἱ ἡγούμενοι λέγοντες

8:66 οὐκ ἐχώρισαν τὸ ἔθνος του̃ Ισραηλ καὶ οἱ ἄρχοντες καὶ οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται τὰ ἀλλογενη̃ ἔθνη τη̃ς γη̃ς καὶ τὰς ἀκαθαρσίας αὐτω̃ν Χαναναίων καὶ Χετταίων καὶ Φερεζαίων καὶ Ιεβουσαίων καὶ Μωαβιτω̃ν καὶ Αἰγυπτίων καὶ Ιδουμαίων

8:67 συνώ̨κησαν γὰρ μετὰ τω̃ν θυγατέρων αὐτω̃ν καὶ αὐτοὶ καὶ οἱ υἱοὶ αὐτω̃ν καὶ ἐπεμίγη τὸ σπέρμα τὸ ἅγιον εἰς τὰ ἀλλογενη̃ ἔθνη τη̃ς γη̃ς καὶ μετει̃χον οἱ προηγούμενοι καὶ οἱ μεγιστα̃νες τη̃ς ἀνομίας ταύτης ἀπὸ τη̃ς ἀρχη̃ς του̃ πράγματος

8:68 καὶ ἅμα τω̨̃ ἀκου̃σαί με ταυ̃τα διέρρηξα τὰ ἱμάτια καὶ τὴν ἱερὰν ἐσθη̃τα καὶ κατέτιλα του̃ τριχώματος τη̃ς κεφαλη̃ς καὶ του̃ πώγωνος καὶ ἐκάθισα σύννους καὶ περίλυπος

8:69 καὶ ἐπισυνήχθησαν πρός με ὅσοι ποτὲ ἐπεκινου̃ντο τω̨̃ ῥήματι κυρίου του̃ Ισραηλ ἐμου̃ πενθου̃ντος ἐπὶ τη̨̃ ἀνομία̨ καὶ ἐκαθήμην περίλυπος ἕως τη̃ς δειλινη̃ς θυσίας

8:70 καὶ ἐξεγερθεὶς ἐκ τη̃ς νηστείας διερρηγμένα ἔχων τὰ ἱμάτια καὶ τὴν ἱερὰν ἐσθη̃τα κάμψας τὰ γόνατα καὶ ἐκτείνας τὰς χει̃ρας πρὸς τὸν κύριον ἔλεγον

8:71 κύριε ἤ̨σχυμμαι ἐντέτραμμαι κατὰ πρόσωπόν σου

8:72 αἱ γὰρ ἁμαρτίαι ἡμω̃ν ἐπλεόνασαν ὑπὲρ τὰς κεφαλὰς ἡμω̃ν αἱ δὲ ἄγνοιαι ἡμω̃ν ὑπερήνεγκαν ἕως του̃ οὐρανου̃

8:73 ἀπὸ τω̃ν χρόνων τω̃ν πατέρων ἡμω̃ν καί ἐσμεν ἐν μεγάλη̨ ἁμαρτία̨ ἕως τη̃ς ἡμέρας ταύτης

8:74 καὶ διὰ τὰς ἁμαρτίας ἡμω̃ν καὶ τω̃ν πατέρων ἡμω̃ν παρεδόθημεν σὺν τοι̃ς ἀδελφοι̃ς ἡμω̃ν καὶ σὺν τοι̃ς βασιλευ̃σιν ἡμω̃ν καὶ σὺν τοι̃ς ἱερευ̃σιν ἡμω̃ν τοι̃ς βασιλευ̃σιν τη̃ς γη̃ς εἰς ῥομφαίαν καὶ αἰχμαλωσίαν καὶ προνομὴν μετὰ αἰσχύνης μέχρι τη̃ς σήμερον ἡμέρας

8:75 καὶ νυ̃ν κατὰ πόσον τι ἐγενήθη ἡμι̃ν ἔλεος παρὰ σου̃ κύριε καταλειφθη̃ναι ἡμι̃ν ῥίζαν καὶ ὄνομα ἐν τω̨̃ τόπω̨ του̃ ἁγιάσματός σου

8:76 καὶ του̃ ἀνακαλύψαι φωστη̃ρα ἡμω̃ν ἐν τω̨̃ οἴκω̨ του̃ κυρίου ἡμω̃ν δου̃ναι ἡμι̃ν τροφὴν ἐν τω̨̃ καιρω̨̃ τη̃ς δουλείας ἡμω̃ν

8:77 καὶ ἐν τω̨̃ δουλεύειν ἡμα̃ς οὐκ ἐγκατελείφθημεν ὑπὸ του̃ κυρίου ἡμω̃ν ἀλλὰ ἐποίησεν ἡμα̃ς ἐν χάριτι ἐνώπιον τω̃ν βασιλέων Περσω̃ν

8:78 δου̃ναι ἡμι̃ν τροφὴν καὶ δοξάσαι τὸ ἱερὸν του̃ κυρίου ἡμω̃ν καὶ ἐγει̃ραι τὴν ἔρημον Σιων δου̃ναι ἡμι̃ν στερέωμα ἐν τη̨̃ Ιουδαία̨ καὶ Ιερουσαλημ

8:79 καὶ νυ̃ν τί ἐρου̃μεν κύριε ἔχοντες ταυ̃τα παρέβημεν γὰρ τὰ προστάγματά σου ἃ ἔδωκας ἐν χειρὶ τω̃ν παίδων σου τω̃ν προφητω̃ν λέγων ὅτι

8:80 ἡ γη̃ εἰς ἣν εἰσέρχεσθε κληρονομη̃σαι ἔστιν γη̃ μεμολυσμένη μολυσμω̨̃ τω̃ν ἀλλογενω̃ν τη̃ς γη̃ς καὶ τη̃ς ἀκαθαρσίας αὐτω̃ν ἐνέπλησαν αὐτήν

8:81 καὶ νυ̃ν τὰς θυγατέρας ὑμω̃ν μὴ συνοικίσητε τοι̃ς υἱοι̃ς αὐτω̃ν καὶ τὰς θυγατέρας αὐτω̃ν μὴ λάβητε τοι̃ς υἱοι̃ς ὑμω̃ν

8:82 καὶ οὐ ζητήσετε εἰρηνευ̃σαι τὰ πρὸς αὐτοὺς τὸν ἅπαντα χρόνον ἵνα ἰσχύσαντες φάγητε τὰ ἀγαθὰ τη̃ς γη̃ς καὶ κατακληρονομήσητε τοι̃ς υἱοι̃ς ὑμω̃ν ἕως αἰω̃νος

8:83 καὶ τὰ συμβαίνοντα πάντα ἡμι̃ν γίγνεται διὰ τὰ ἔργα ἡμω̃ν τὰ πονηρὰ καὶ τὰς μεγάλας ἁμαρτίας ἡμω̃ν

8:84 σὺ γάρ κύριε ἐκούφισας τὰς ἁμαρτίας ἡμω̃ν καὶ ἔδωκας ἡμι̃ν τοιαύτην ῥίζαν πάλιν ἀνεκάμψαμεν παραβη̃ναι τὸν νόμον σου εἰς τὸ ἐπιμιγη̃ναι τη̨̃ ἀκαθαρσία̨ τω̃ν ἐθνω̃ν τη̃ς γη̃ς

8:85 οὐχὶ ὠργίσθης ἡμι̃ν ἀπολέσαι ἡμα̃ς ἕως του̃ μὴ καταλιπει̃ν ῥίζαν καὶ σπέρμα καὶ ὄνομα ἡμω̃ν

8:86 κύριε του̃ Ισραηλ ἀληθινὸς εἰ̃ κατελείφθημεν γὰρ ῥίζα ἐν τη̨̃ σήμερον

8:87 ἰδοὺ νυ̃ν ἐσμεν ἐνώπιόν σου ἐν ται̃ς ἀνομίαις ἡμω̃ν οὐ γὰρ ἔστιν στη̃ναι ἔτι ἔμπροσθέν σου ἐπὶ τούτοις

8:88 καὶ ὅτε προσευχόμενος Εσδρας ἀνθωμολογει̃το κλαίων χαμαιπετὴς ἔμπροσθεν του̃ ἱερου̃ ἐπισυνήχθησαν πρὸς αὐτὸν ἀπὸ Ιερουσαλημ ὄχλος πολὺς σφόδρα ἄνδρες καὶ γυναι̃κες καὶ νεανίαι κλαυθμὸς γὰρ ἠ̃ν μέγας ἐν τω̨̃ πλήθει

8:89 καὶ φωνήσας Ιεχονιας Ιεηλου τω̃ν υἱω̃ν Ισραηλ εἰ̃πεν Εσδρα ἡμει̃ς ἡμάρτομεν εἰς τὸν κύριον καὶ συνω̨κίσαμεν γυναι̃κας ἀλλογενει̃ς ἐκ τω̃ν ἐθνω̃ν τη̃ς γη̃ς καὶ νυ̃ν ἐστιν ἐλπὶς τω̨̃ Ισραηλ

8:90 ἐν τούτω̨ γενέσθω ἡμι̃ν ὁρκωμοσία πρὸς τὸν κύριον ἐκβαλει̃ν πάσας τὰς γυναι̃κας ἡμω̃ν τὰς ἐκ τω̃ν ἀλλογενω̃ν σὺν τοι̃ς τέκνοις αὐτω̃ν ὡς ἐκρίθη σοι καὶ ὅσοι πειθαρχου̃σιν τω̨̃ νόμω̨ του̃ κυρίου

8:91 ἀναστὰς ἐπιτέλει πρὸς σὲ γὰρ τὸ πρα̃γμα καὶ ἡμει̃ς μετὰ σου̃ ἰσχὺν ποιει̃ν

8:92 καὶ ἀναστὰς Εσδρας ὥρκισεν τοὺς φυλάρχους τω̃ν ἱερέων καὶ Λευιτω̃ν παντὸς του̃ Ισραηλ ποιη̃σαι κατὰ ταυ̃τα καὶ ὤμοσαν

9:1 καὶ ἀναστὰς Εσδρας ἀπὸ τη̃ς αὐλη̃ς του̃ ἱερου̃ ἐπορεύθη εἰς τὸ παστοφόριον Ιωαναν του̃ Ελιασιβου

9:2 καὶ αὐλισθεὶς ἐκει̃ ἄρτου οὐκ ἐγεύσατο οὐδὲ ὕδωρ ἔπιεν πενθω̃ν ὑπὲρ τω̃ν ἀνομιω̃ν τω̃ν μεγάλων του̃ πλήθους

9:3 καὶ ἐγένετο κήρυγμα ἐν ὅλη̨ τη̨̃ Ιουδαία̨ καὶ Ιερουσαλημ πα̃σι τοι̃ς ἐκ τη̃ς αἰχμαλωσίας συναχθη̃ναι εἰς Ιερουσαλημ

9:4 καὶ ὅσοι ἂν μὴ ἀπαντήσωσιν ἐν δυσὶν ἢ τρισὶν ἡμέραις κατὰ τὸ κρίμα τω̃ν προκαθημένων πρεσβυτέρων ἀνιερωθήσονται τὰ κτήνη αὐτω̃ν καὶ αὐτὸς ἀλλοτριωθήσεται ἀπὸ του̃ πλήθους τη̃ς αἰχμαλωσίας

9:5 καὶ ἐπισυνήχθησαν οἱ ἐκ τη̃ς φυλη̃ς Ιουδα καὶ Βενιαμιν ἐν τρισὶν ἡμέραις εἰς Ιερουσαλημ οὑ̃τος ὁ μὴν ἔνατος τη̨̃ εἰκάδι του̃ μηνός

9:6 καὶ συνεκάθισαν πα̃ν τὸ πλη̃θος ἐν τη̨̃ εὐρυχώρω̨ του̃ ἱερου̃ τρέμοντες διὰ τὸν ἐνεστω̃τα χειμω̃να

9:7 καὶ ἀναστὰς Εσδρας εἰ̃πεν αὐτοι̃ς ὑμει̃ς ἠνομήσατε καὶ συνω̨κίσατε γυναι̃κας ἀλλογενει̃ς του̃ προσθει̃ναι ἁμαρτίαν τω̨̃ Ισραηλ

9:8 καὶ νυ̃ν δότε ὁμολογίαν δόξαν τω̨̃ κυρίω̨ θεω̨̃ τω̃ν πατέρων ἡμω̃ν

9:9 καὶ ποιήσατε τὸ θέλημα αὐτου̃ καὶ χωρίσθητε ἀπὸ τω̃ν ἐθνω̃ν τη̃ς γη̃ς καὶ ἀπὸ τω̃ν γυναικω̃ν τω̃ν ἀλλογενω̃ν

9:10 καὶ ἐφώνησαν ἅπαν τὸ πλη̃θος καὶ εἰ̃πον μεγάλη̨ τη̨̃ φωνη̨̃ οὕτως ὡς εἴρηκας ποιήσομεν

9:11 ἀλλὰ τὸ πλη̃θος πολὺ καὶ ἡ ὥρα χειμερινή καὶ οὐκ ἰσχύομεν στη̃ναι αἴθριοι καὶ οὐχ εὕρομεν καὶ τὸ ἔργον ἡμι̃ν οὐκ ἔστιν ἡμέρας μια̃ς οὐδὲ δύο ἐπὶ πλει̃ον γὰρ ἡμάρτομεν ἐν τούτοις

9:12 στήτωσαν δὲ οἱ προηγούμενοι του̃ πλήθους καὶ πάντες οἱ ἐκ τω̃ν κατοικιω̃ν ἡμω̃ν ὅσοι ἔχουσιν γυναι̃κας ἀλλογενει̃ς παραγενηθήτωσαν λαβόντες χρόνον

9:13 καὶ ἑκάστου δὲ τόπου τοὺς πρεσβυτέρους καὶ τοὺς κριτὰς ἕως του̃ λυ̃σαι τὴν ὀργὴν του̃ κυρίου ἀφ' ἡμω̃ν του̃ πράγματος τούτου

9:14 Ιωναθας Αζαηλου καὶ Ιεζιας Θοκανου ἐπεδέξαντο κατὰ ταυ̃τα καὶ Μοσολλαμος καὶ Λευις καὶ Σαββαταιος συνεβράβευσαν αὐτοι̃ς

9:15 καὶ ἐποίησαν κατὰ πάντα ταυ̃τα οἱ ἐκ τη̃ς αἰχμαλωσίας

9:16 καὶ ἐπελέξατο ἑαυτω̨̃ Εσδρας ὁ ἱερεὺς ἄνδρας ἡγουμένους τω̃ν πατριω̃ν αὐτω̃ν κατ' ὄνομα πάντας καὶ συνεκάθισαν τη̨̃ νουμηνία̨ του̃ μηνὸς του̃ δεκάτου ἐτάσαι τὸ πρα̃γμα

9:17 καὶ ἤχθη ἐπὶ πέρας τὰ κατὰ τοὺς ἄνδρας τοὺς ἐπισυνέχοντας γυναι̃κας ἀλλογενει̃ς ἕως τη̃ς νουμηνίας του̃ πρώτου μηνός

9:18 καὶ εὑρέθησαν τω̃ν ἱερέων οἱ ἐπισυναχθέντες ἀλλογενει̃ς γυναι̃κας ἔχοντες

9:19 ἐκ τω̃ν υἱω̃ν 'Ιησου̃ του̃ Ιωσεδεκ καὶ τω̃ν ἀδελφω̃ν Μασηας καὶ Ελεαζαρος καὶ Ιωριβος καὶ Ιωδανος

9:20 καὶ ἐπέβαλον τὰς χει̃ρας ἐκβαλει̃ν τὰς γυναι̃κας αὐτω̃ν καὶ εἰς ἐξιλασμὸν κριοὺς ὑπὲρ τη̃ς ἀγνοίας αὐτω̃ν

9:21 καὶ ἐκ τω̃ν υἱω̃ν Εμμηρ Ανανιας καὶ Ζαβδαιος καὶ Μανης καὶ Σαμαιος καὶ Ιιηλ καὶ Αζαριας

9:22 καὶ ἐκ τω̃ν υἱω̃ν Φαισουρ Ελιωναις Μασσιας Ισμαηλος καὶ Ναθαναηλος καὶ Ωκιδηλος καὶ Σαλθας

9:23 καὶ ἐκ τω̃ν Λευιτω̃ν Ιωζαβδος καὶ Σεμεϊς καὶ Κωλιος οὑ̃τος Καλιτας καὶ Παθαιος καὶ Ωουδας καὶ Ιωανας

9:24 ἐκ τω̃ν ἱεροψαλτω̃ν Ελιασιβος Βακχουρος

9:25 ἐκ τω̃ν θυρωρω̃ν Σαλλουμος καὶ Τολβανης

9:26 ἐκ του̃ Ισραηλ ἐκ τω̃ν υἱω̃ν Φορος Ιερμας καὶ Ιεζιας καὶ Μελχιας καὶ Μιαμινος καὶ Ελεαζαρος καὶ Ασιβιας καὶ Βανναιας

9:27 ἐκ τω̃ν υἱω̃ν Ηλαμ Ματανιας καὶ Ζαχαριας Ιεζριηλος καὶ Ωβαδιος καὶ Ιερεμωθ καὶ Ηλιας

9:28 καὶ ἐκ τω̃ν υἱω̃ν Ζαμοθ Ελιαδας Ελιασιμος Οθονιας Ιαριμωθ καὶ Σαβαθος καὶ Ζερδαιας

9:29 καὶ ἐκ τω̃ν υἱω̃ν Βηβαι Ιωαννης καὶ Ανανιας καὶ Ζαβδος καὶ Εμαθις

9:30 καὶ ἐκ τω̃ν υἱω̃ν Μανι Ωλαμος Μαμουχος Ιεδαιος Ιασουβος καὶ Ασαηλος καὶ Ιερεμωθ

9:31 καὶ ἐκ τω̃ν υἱω̃ν Αδδι Νααθος καὶ Μοοσσιας Λακκουνος καὶ Ναϊδος καὶ Βεσκασπασμυς καὶ Σεσθηλ καὶ Βαλνουος καὶ Μανασσηας

9:32 καὶ ἐκ τω̃ν υἱω̃ν Ανναν Ελιωνας καὶ Ασαιας καὶ Μελχιας καὶ Σαββαιας καὶ Σιμων Χοσαμαιος

9:33 καὶ ἐκ τω̃ν υἱω̃ν Ασομ Μαλτανναιος καὶ Ματταθιας καὶ Σαβανναιους καὶ Ελιφαλατ καὶ Μανασσης καὶ Σεμεϊ

9:34 καὶ ἐκ τω̃ν υἱω̃ν Βαανι Ιερεμιας Μομδιος Μαηρος Ιουηλ Μαμδαι καὶ Πεδιας καὶ Ανως Καραβασιων καὶ Ελιασιβος καὶ Μαμνιταναιμος Ελιασις Βαννους Ελιαλις Σομεϊς Σελεμιας Ναθανιας καὶ ἐκ τω̃ν υἱω̃ν Εζωρα Σεσσις Εζριλ Αζαηλος Σαματος Ζαμβρις Ιωσηπος

9:35 καὶ ἐκ τω̃ν υἱω̃ν Νοομα Μαζιτιας Ζαβαδαιας Ηδαις Ιουηλ Βαναιας

9:36 πάντες οὑ̃τοι συνώ̨κισαν γυναι̃κας ἀλλογενει̃ς καὶ ἀπέλυσαν αὐτὰς σὺν τέκνοις

9:37 καὶ κατώ̨κησαν οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται καὶ οἱ ἐκ του̃ Ισραηλ ἐν Ιερουσαλημ καὶ ἐν τη̨̃ χώρα̨ τη̨̃ νουμηνία̨ του̃ ἑβδόμου μηνός καὶ οἱ υἱοὶ Ισραηλ ἐν ται̃ς κατοικίαις αὐτω̃ν

9:38 καὶ συνήχθη πα̃ν τὸ πλη̃θος ὁμοθυμαδὸν ἐπὶ τὸ εὐρύχωρον του̃ πρὸς ἀνατολὰς του̃ ἱερου̃ πυλω̃νος

9:39 καὶ εἰ̃πον Εσδρα τω̨̃ ἀρχιερει̃ καὶ ἀναγνώστη̨ κομίσαι τὸν νόμον Μωυσέως τὸν παραδοθέντα ὑπὸ του̃ κυρίου θεου̃ Ισραηλ

9:40 καὶ ἐκόμισεν Εσδρας ὁ ἀρχιερεὺς τὸν νόμον παντὶ τω̨̃ πλήθει ἀπὸ ἀνθρώπου ἕως γυναικὸς καὶ πα̃σιν τοι̃ς ἱερευ̃σιν ἀκου̃σαι του̃ νόμου νουμηνία̨ του̃ ἑβδόμου μηνός

9:41 καὶ ἀνεγίγνωσκεν ἐν τω̨̃ πρὸ του̃ ἱερου̃ πυλω̃νος εὐρυχώρω̨ ἀπὸ ὄρθρου ἕως μεσημβρινου̃ ἐνώπιον ἀνδρω̃ν τε καὶ γυναικω̃ν καὶ ἐπέδωκαν πα̃ν τὸ πλη̃θος τὸν νου̃ν εἰς τὸν νόμον

9:42 καὶ ἔστη Εσδρας ὁ ἱερεὺς καὶ ἀναγνώστης του̃ νόμου ἐπὶ του̃ ξυλίνου βήματος του̃ κατασκευασθέντος

9:43 καὶ ἔστησαν παρ' αὐτω̨̃ Ματταθιας Σαμμους Ανανιας Αζαριας Ουριας Εζεκιας Βααλσαμος ἐκ δεξιω̃ν

9:44 καὶ ἐξ εὐωνύμων Φαδαιος Μισαηλ Μελχιας Λωθασουβος Ναβαριας Ζαχαριας

9:45 καὶ ἀναλαβὼν Εσδρας τὸ βιβλίον του̃ νόμου ἐνώπιον του̃ πλήθους προεκάθητο γὰρ ἐπιδόξως ἐνώπιον πάντων

9:46 καὶ ἐν τω̨̃ λυ̃σαι τὸν νόμον πάντες ὀρθοὶ ἔστησαν καὶ εὐλόγησεν Εσδρας τω̨̃ κυρίω̨ θεω̨̃ ὑψίστω̨ θεω̨̃ σαβαωθ παντοκράτορι

9:47 καὶ ἐπεφώνησεν πα̃ν τὸ πλη̃θος αμην καὶ ἄραντες ἄνω τὰς χει̃ρας προσπεσόντες ἐπὶ τὴν γη̃ν προσεκύνησαν τω̨̃ κυρίω̨

9:48 'Ιησου̃ς καὶ Αννιουθ καὶ Σαραβιας Ιαδινος Ιακουβος Σαββαταιος Αυταιας Μαιαννας καὶ Καλιτας Αζαριας καὶ Ιωζαβδος Ανανιας Φαλιας οἱ Λευι̃ται ἐδίδασκον τὸν νόμον κυρίου καὶ πρὸς τὸ πλη̃θος ἀνεγίνωσκον τὸν νόμον του̃ κυρίου ἐμφυσιου̃ντες ἅμα τὴν ἀνάγνωσιν

9:49 καὶ εἰ̃πεν Ατταρατης Εσδρα τω̨̃ ἀρχιερει̃ καὶ ἀναγνώστη̨ καὶ τοι̃ς Λευίταις τοι̃ς διδάσκουσι τὸ πλη̃θος ἐπὶ πάντας

9:50 ἡ ἡμέρα αὕτη ἐστὶν ἁγία τω̨̃ κυρίω̨ καὶ πάντες ἔκλαιον ἐν τω̨̃ ἀκου̃σαι του̃ νόμου

9:51 βαδίσαντες οὐ̃ν φάγετε λιπάσματα καὶ πίετε γλυκάσματα καὶ ἀποστείλατε ἀποστολὰς τοι̃ς μὴ ἔχουσιν

9:52 ἁγία γὰρ ἡ ἡμέρα τω̨̃ κυρίω̨ καὶ μὴ λυπει̃σθε ὁ γὰρ κύριος δοξάσει ὑμα̃ς

9:53 καὶ οἱ Λευι̃ται ἐκέλευον τω̨̃ δήμω̨ παντὶ λέγοντες ἡ ἡμέρα αὕτη ἁγία μὴ λυπει̃σθε

9:54 καὶ ὤ̨χοντο πάντες φαγει̃ν καὶ πιει̃ν καὶ εὐφραίνεσθαι καὶ δου̃ναι ἀποστολὰς τοι̃ς μὴ ἔχουσιν καὶ εὐφρανθη̃ναι μεγάλως

9:55 ὅτι καὶ ἐνεφυσιώθησαν ἐν τοι̃ς ῥήμασιν οἱ̃ς ἐδιδάχθησαν καὶ ἐπισυνήχθησαν

.

Книго

[X]