Παραλειπομένων Β'

1:1 καὶ ἐνίσχυσεν Σαλωμων υἱὸς Δαυιδ ἐπὶ τὴν βασιλείαν αὐτου̃ καὶ κύριος ὁ θεὸς αὐτου̃ μετ' αὐτου̃ καὶ ἐμεγάλυνεν αὐτὸν εἰς ὕψος

1:2 καὶ εἰ̃πεν Σαλωμων πρὸς πάντα Ισραηλ τοι̃ς χιλιάρχοις καὶ τοι̃ς ἑκατοντάρχοις καὶ τοι̃ς κριται̃ς καὶ πα̃σιν τοι̃ς ἄρχουσιν ἐναντίον Ισραηλ τοι̃ς ἄρχουσι τω̃ν πατριω̃ν

1:3 καὶ ἐπορεύθη Σαλωμων καὶ πα̃σα ἡ ἐκκλησία μετ' αὐτου̃ εἰς τὴν ὑψηλὴν τὴν ἐν Γαβαων οὑ̃ ἐκει̃ ἠ̃ν ἡ σκηνὴ του̃ μαρτυρίου του̃ θεου̃ ἣν ἐποίησεν Μωυση̃ς παι̃ς κυρίου ἐν τη̨̃ ἐρήμω̨

1:4 ἀλλὰ κιβωτὸν του̃ θεου̃ ἀνήνεγκεν Δαυιδ ἐκ πόλεως Καριαθιαριμ ὅτι ἡτοίμασεν αὐτη̨̃ σκηνὴν εἰς Ιερουσαλημ

1:5 καὶ τὸ θυσιαστήριον τὸ χαλκου̃ν ὃ ἐποίησεν Βεσελεηλ υἱὸς Ουριου υἱου̃ Ωρ ἐκει̃ ἠ̃ν ἔναντι τη̃ς σκηνη̃ς κυρίου καὶ ἐξεζήτησεν αὐτὸ Σαλωμων καὶ ἡ ἐκκλησία

1:6 καὶ ἀνήνεγκεν ἐκει̃ Σαλωμων ἐπὶ τὸ θυσιαστήριον τὸ χαλκου̃ν ἐνώπιον κυρίου τὸ ἐν τη̨̃ σκηνη̨̃ καὶ ἀνήνεγκεν ἐπ' αὐτὸ ὁλοκαύτωσιν χιλίαν

1:7 ἐν τη̨̃ νυκτὶ ἐκείνη̨ ὤφθη ὁ θεὸς τω̨̃ Σαλωμων καὶ εἰ̃πεν αὐτω̨̃ αἴτησαι τί σοι δω̃

1:8 καὶ εἰ̃πεν Σαλωμων πρὸς τὸν θεόν σὺ ἐποίησας μετὰ Δαυιδ του̃ πατρός μου ἔλεος μέγα καὶ ἐβασίλευσάς με ἀντ' αὐτου̃

1:9 καὶ νυ̃ν κύριε ὁ θεός πιστωθήτω τὸ ὄνομά σου ἐπὶ Δαυιδ πατέρα μου ὅτι σὺ ἐβασίλευσάς με ἐπὶ λαὸν πολὺν ὡς ὁ χου̃ς τη̃ς γη̃ς

1:10 νυ̃ν σοφίαν καὶ σύνεσιν δός μοι καὶ ἐξελεύσομαι ἐνώπιον του̃ λαου̃ τούτου καὶ εἰσελεύσομαι ὅτι τίς κρινει̃ τὸν λαόν σου τὸν μέγαν του̃τον

1:11 καὶ εἰ̃πεν ὁ θεὸς πρὸς Σαλωμων ἀνθ' ὡ̃ν ἐγένετο του̃το ἐν τη̨̃ καρδία̨ σου καὶ οὐκ ἠ̨τήσω πλου̃τον χρημάτων οὐδὲ δόξαν οὐδὲ τὴν ψυχὴν τω̃ν ὑπεναντίων καὶ ἡμέρας πολλὰς οὐκ ἠ̨τήσω καὶ ἤ̨τησας σεαυτω̨̃ σοφίαν καὶ σύνεσιν ὅπως κρίνη̨ς τὸν λαόν μου ἐφ' ὃν ἐβασίλευσά σε ἐπ' αὐτόν

1:12 τὴν σοφίαν καὶ τὴν σύνεσιν δίδωμί σοι καὶ πλου̃τον καὶ χρήματα καὶ δόξαν δώσω σοι ὡς οὐκ ἐγενήθη ὅμοιός σοι ἐν τοι̃ς βασιλευ̃σι τοι̃ς ἔμπροσθέ σου καὶ μετὰ σὲ οὐκ ἔσται οὕτως

1:13 καὶ ἠ̃λθεν Σαλωμων ἐκ βαμα τη̃ς ἐν Γαβαων εἰς Ιερουσαλημ ἀπὸ προσώπου σκηνη̃ς μαρτυρίου καὶ ἐβασίλευσεν ἐπὶ Ισραηλ

1:14 καὶ συνήγαγεν Σαλωμων ἅρματα καὶ ἱππει̃ς καὶ ἐγένοντο αὐτω̨̃ χίλια καὶ τετρακόσια ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων καὶ κατέλιπεν αὐτὰ ἐν πόλεσιν τω̃ν ἁρμάτων καὶ ὁ λαὸς μετὰ του̃ βασιλέως ἐν Ιερουσαλημ

1:15 καὶ ἔθηκεν ὁ βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ιερουσαλημ ὡς λίθους καὶ τὰς κέδρους ἐν τη̨̃ Ιουδαία̨ ὡς συκαμίνους τὰς ἐν τη̨̃ πεδινη̨̃ εἰς πλη̃θος

1:16 καὶ ἡ ἔξοδος τω̃ν ἵππων τω̃ν Σαλωμων ἐξ Αἰγύπτου καὶ ἡ τιμὴ τω̃ν ἐμπόρων του̃ βασιλέως ἐμπορεύεσθαι ἠγόραζον

1:17 καὶ ἀνέβαινον καὶ ἐξη̃γον ἐξ Αἰγύπτου ἅρμα ἓν ἑξακοσίων ἀργυρίου καὶ ἵππον ἑκατὸν καὶ πεντήκοντα καὶ οὕτως πα̃σιν τοι̃ς βασιλευ̃σιν τω̃ν Χετταίων καὶ βασιλευ̃σιν Συρίας ἐν χερσὶν αὐτω̃ν ἔφερον

1:18 καὶ εἰ̃πεν Σαλωμων του̃ οἰκοδομη̃σαι οἰ̃κον τω̨̃ ὀνόματι κυρίου καὶ οἰ̃κον τη̨̃ βασιλεία̨ αὐτου̃

2:1 καὶ συνήγαγεν Σαλωμων ἑβδομήκοντα χιλιάδας ἀνδρω̃ν καὶ ὀγδοήκοντα χιλιάδας λατόμων ἐν τω̨̃ ὄρει καὶ οἱ ἐπιστάται ἐπ' αὐτω̃ν τρισχίλιοι ἑξακόσιοι

2:2 καὶ ἀπέστειλεν Σαλωμων πρὸς Χιραμ βασιλέα Τύρου λέγων ὡς ἐποίησας μετὰ του̃ πατρός μου Δαυιδ καὶ ἀπέστειλας αὐτω̨̃ κέδρους του̃ οἰκοδομη̃σαι ἑαυτω̨̃ οἰ̃κον κατοικη̃σαι ἐν αὐτω̨̃

2:3 καὶ ἰδοὺ ἐγὼ ὁ υἱὸς αὐτου̃ οἰκοδομω̃ οἰ̃κον τω̨̃ ὀνόματι κυρίου θεου̃ μου ἁγιάσαι αὐτὸν αὐτω̨̃ του̃ θυμια̃ν ἀπέναντι αὐτου̃ θυμίαμα καὶ πρόθεσιν διὰ παντὸς καὶ του̃ ἀναφέρειν ὁλοκαυτώματα διὰ παντὸς τὸ πρωὶ καὶ τὸ δείλης καὶ ἐν τοι̃ς σαββάτοις καὶ ἐν ται̃ς νουμηνίαις καὶ ἐν ται̃ς ἑορται̃ς του̃ κυρίου θεου̃ ἡμω̃ν εἰς τὸν αἰω̃να του̃το ἐπὶ τὸν Ισραηλ

2:4 καὶ ὁ οἰ̃κος ὃν ἐγὼ οἰκοδομω̃ μέγας ὅτι μέγας ὁ θεὸς ἡμω̃ν παρὰ πάντας τοὺς θεούς

2:5 καὶ τίς ἰσχύσει οἰκοδομη̃σαι αὐτω̨̃ οἰ̃κον ὅτι ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς του̃ οὐρανου̃ οὐ φέρουσιν αὐτου̃ τὴν δόξαν καὶ τίς ἐγὼ οἰκοδομω̃ν αὐτω̨̃ οἰ̃κον ὅτι ἀλλ' ἢ του̃ θυμια̃ν κατέναντι αὐτου̃

2:6 καὶ νυ̃ν ἀπόστειλόν μοι ἄνδρα σοφὸν καὶ εἰδότα του̃ ποιη̃σαι ἐν τω̨̃ χρυσίω̨ καὶ ἐν τω̨̃ ἀργυρίω̨ καὶ ἐν τω̨̃ χαλκω̨̃ καὶ ἐν τω̨̃ σιδήρω̨ καὶ ἐν τη̨̃ πορφύρα̨ καὶ ἐν τω̨̃ κοκκίνω̨ καὶ ἐν τη̨̃ ὑακίνθω̨ καὶ ἐπιστάμενον γλύψαι γλυφὴν μετὰ τω̃ν σοφω̃ν τω̃ν μετ' ἐμου̃ ἐν Ιουδα καὶ ἐν Ιερουσαλημ ὡ̃ν ἡτοίμασεν Δαυιδ ὁ πατήρ μου

2:7 καὶ ἀπόστειλόν μοι ξύλα κέδρινα καὶ ἀρκεύθινα καὶ πεύκινα ἐκ του̃ Λιβάνου ὅτι ἐγὼ οἰ̃δα ὡς οἱ δου̃λοί σου οἴδασιν κόπτειν ξύλα ἐκ του̃ Λιβάνου καὶ ἰδοὺ οἱ παι̃δές σου μετὰ τω̃ν παίδων μου

2:8 πορεύσονται ἑτοιμάσαι μοι ξύλα εἰς πλη̃θος ὅτι ὁ οἰ̃κος ὃν ἐγὼ οἰκοδομω̃ μέγας καὶ ἔνδοξος

2:9 καὶ ἰδοὺ τοι̃ς ἐργαζομένοις τοι̃ς κόπτουσιν ξύλα εἰς βρώματα δέδωκα σι̃τον εἰς δόματα τοι̃ς παισίν σου κόρων εἴκοσι χιλιάδας καὶ κριθω̃ν κόρων εἴκοσι χιλιάδας καὶ οἴνου μέτρων εἴκοσι χιλιάδας καὶ ἐλαίου μέτρων εἴκοσι χιλιάδας

2:10 καὶ εἰ̃πεν Χιραμ βασιλεὺς Τύρου ἐν γραφη̨̃ καὶ ἀπέστειλεν πρὸς Σαλωμων ἐν τω̨̃ ἀγαπη̃σαι κύριον τὸν λαὸν αὐτου̃ ἔδωκέν σε ἐπ' αὐτοὺς εἰς βασιλέα

2:11 καὶ εἰ̃πεν Χιραμ εὐλογητὸς κύριος ὁ θεὸς Ισραηλ ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γη̃ν ὃς ἔδωκεν τω̨̃ Δαυιδ τω̨̃ βασιλει̃ υἱὸν σοφὸν καὶ ἐπιστάμενον σύνεσιν καὶ ἐπιστήμην ὃς οἰκοδομήσει οἰ̃κον τω̨̃ κυρίω̨ καὶ οἰ̃κον τη̨̃ βασιλεία̨ αὐτου̃

2:12 καὶ νυ̃ν ἀπέσταλκά σοι ἄνδρα σοφὸν καὶ εἰδότα σύνεσιν τὸν Χιραμ τὸν πατέρα μου

2:13 ἡ μήτηρ αὐτου̃ ἀπὸ θυγατέρων Δαν καὶ ὁ πατὴρ αὐτου̃ ἀνὴρ Τύριος εἰδότα ποιη̃σαι ἐν χρυσίω̨ καὶ ἐν ἀργυρίω̨ καὶ ἐν χαλκω̨̃ καὶ ἐν σιδήρω̨ ἐν λίθοις καὶ ξύλοις καὶ ὑφαίνειν ἐν τη̨̃ πορφύρα̨ καὶ ἐν τη̨̃ ὑακίνθω̨ καὶ ἐν τη̨̃ βύσσω̨ καὶ ἐν τω̨̃ κοκκίνω̨ καὶ γλύψαι γλυφὰς καὶ διανοει̃σθαι πα̃σαν διανόησιν ὅσα ἂν δω̨̃ς αὐτω̨̃ μετὰ τω̃ν σοφω̃ν σου καὶ σοφω̃ν Δαυιδ κυρίου μου πατρός σου

2:14 καὶ νυ̃ν τὸν σι̃τον καὶ τὴν κριθὴν καὶ τὸ ἔλαιον καὶ τὸν οἰ̃νον ἃ εἰ̃πεν ὁ κύριός μου ἀποστειλάτω τοι̃ς παισὶν αὐτου̃

2:15 καὶ ἡμει̃ς κόψομεν ξύλα ἐκ του̃ Λιβάνου κατὰ πα̃σαν τὴν χρείαν σου καὶ ἄξομεν αὐτὰ σχεδίαις ἐπὶ θάλασσαν Ιόππης καὶ σὺ ἄξεις αὐτὰ εἰς Ιερουσαλημ

2:16 καὶ συνήγαγεν Σαλωμων πάντας τοὺς ἄνδρας τοὺς προσηλύτους ἐν γη̨̃ Ισραηλ μετὰ τὸν ἀριθμόν ὃν ἠρίθμησεν αὐτοὺς Δαυιδ ὁ πατὴρ αὐτου̃ καὶ εὑρέθησαν ἑκατὸν πεντήκοντα χιλιάδες καὶ τρισχίλιοι ἑξακόσιοι

2:17 καὶ ἐποίησεν ἐξ αὐτω̃ν ἑβδομήκοντα χιλιάδας νωτοφόρων καὶ ὀγδοήκοντα χιλιάδας λατόμων καὶ τρισχιλίους ἑξακοσίους ἐργοδιώκτας ἐπὶ τὸν λαόν

3:1 καὶ ἤρξατο Σαλωμων του̃ οἰκοδομει̃ν τὸν οἰ̃κον κυρίου ἐν Ιερουσαλημ ἐν ὄρει του̃ Αμορια οὑ̃ ὤφθη κύριος τω̨̃ Δαυιδ πατρὶ αὐτου̃ ἐν τω̨̃ τόπω̨ ὡ̨̃ ἡτοίμασεν Δαυιδ ἐν ἅλω̨ Ορνα του̃ Ιεβουσαίου

3:2 καὶ ἤρξατο οἰκοδομη̃σαι ἐν τω̨̃ μηνὶ τω̨̃ δευτέρω̨ ἐν τω̨̃ ἔτει τω̨̃ τετάρτω̨ τη̃ς βασιλείας αὐτου̃

3:3 καὶ ταυ̃τα ἤρξατο Σαλωμων του̃ οἰκοδομη̃σαι τὸν οἰ̃κον του̃ θεου̃ μη̃κος πήχεων ἡ διαμέτρησις ἡ πρώτη πήχεων ἑξήκοντα καὶ εὐ̃ρος πήχεων εἴκοσι

3:4 καὶ αιλαμ κατὰ πρόσωπον του̃ οἴκου μη̃κος ἐπὶ πρόσωπον πλάτους του̃ οἴκου πήχεων εἴκοσι καὶ ὕψος πήχεων ἑκατὸν εἴκοσι καὶ κατεχρύσωσεν αὐτὸν ἔσωθεν χρυσίω̨ καθαρω̨̃

3:5 καὶ τὸν οἰ̃κον τὸν μέγαν ἐξύλωσεν ξύλοις κεδρίνοις καὶ κατεχρύσωσεν χρυσίω̨ καθαρω̨̃ καὶ ἔγλυψεν ἐπ' αὐτου̃ φοίνικας καὶ χαλαστά

3:6 καὶ ἐκόσμησεν τὸν οἰ̃κον λίθοις τιμίοις εἰς δόξαν καὶ χρυσίω̨ χρυσίου του̃ ἐκ Φαρουαιμ

3:7 καὶ ἐχρύσωσεν τὸν οἰ̃κον καὶ τοὺς τοίχους καὶ τοὺς πυλω̃νας καὶ τὰ ὀροφώματα καὶ τὰ θυρώματα χρυσίω̨ καὶ ἔγλυψεν χερουβιν ἐπὶ τω̃ν τοίχων

3:8 καὶ ἐποίησεν τὸν οἰ̃κον του̃ ἁγίου τω̃ν ἁγίων μη̃κος αὐτου̃ ἐπὶ πρόσωπον πλάτους πήχεων εἴκοσι καὶ τὸ εὐ̃ρος πήχεων εἴκοσι καὶ κατεχρύσωσεν αὐτὸν χρυσίω̨ καθαρω̨̃ εἰς χερουβιν εἰς τάλαντα ἑξακόσια

3:9 καὶ ὁλκὴ τω̃ν ἥλων ὁλκὴ του̃ ἑνὸς πεντήκοντα σίκλοι χρυσίου καὶ τὸ ὑπερω̨̃ον ἐχρύσωσεν χρυσίω̨

3:10 καὶ ἐποίησεν ἐν τω̨̃ οἴκω̨ τω̨̃ ἁγίω̨ τω̃ν ἁγίων χερουβιν δύο ἔργον ἐκ ξύλων καὶ ἐχρύσωσεν αὐτὰ χρυσίω̨

3:11 καὶ αἱ πτέρυγες τω̃ν χερουβιν τὸ μη̃κος πήχεων εἴκοσι καὶ ἡ πτέρυξ ἡ μία πήχεων πέντε ἁπτομένη του̃ τοίχου του̃ οἴκου καὶ ἡ πτέρυξ ἡ ἑτέρα πήχεων πέντε ἁπτομένη τη̃ς πτέρυγος του̃ χερουβ του̃ ἑτέρου

3:12 καὶ ἡ πτέρυξ του̃ χερουβ του̃ ἑνὸς πήχεων πέντε ἁπτομένη του̃ τοίχου του̃ οἴκου καὶ ἡ πτέρυξ ἡ ἑτέρα πήχεων πέντε ἁπτομένη του̃ πτέρυγος του̃ χερουβ του̃ ἑτέρου

3:13 καὶ αἱ πτέρυγες τω̃ν χερουβιν διαπεπετασμέναι πήχεων εἴκοσι καὶ αὐτὰ ἑστηκότα ἐπὶ τοὺς πόδας αὐτω̃ν καὶ τὰ πρόσωπα αὐτω̃ν εἰς τὸν οἰ̃κον

3:14 καὶ ἐποίησεν τὸ καταπέτασμα ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου καὶ βύσσου καὶ ὕφανεν ἐν αὐτω̨̃ χερουβιν

3:15 καὶ ἐποίησεν ἔμπροσθεν του̃ οἴκου στύλους δύο πήχεων τριάκοντα πέντε τὸ ὕψος καὶ τὰς κεφαλὰς αὐτω̃ν πήχεων πέντε

3:16 καὶ ἐποίησεν σερσερωθ ἐν τω̨̃ δαβιρ καὶ ἔδωκεν ἐπὶ τω̃ν κεφαλω̃ν τω̃ν στύλων καὶ ἐποίησεν ῥοΐσκους ἑκατὸν καὶ ἐπέθηκεν ἐπὶ τω̃ν χαλαστω̃ν

3:17 καὶ ἔστησεν τοὺς στύλους κατὰ πρόσωπον του̃ ναου̃ ἕνα ἐκ δεξιω̃ν καὶ τὸν ἕνα ἐξ εὐωνύμων καὶ ἐκάλεσεν τὸ ὄνομα του̃ ἐκ δεξιω̃ν Κατόρθωσις καὶ τὸ ὄνομα του̃ ἐξ ἀριστερω̃ν 'Ισχύς

4:1 καὶ ἐποίησεν τὸ θυσιαστήριον χαλκου̃ν πήχεων εἴκοσι μη̃κος καὶ τὸ εὐ̃ρος πήχεων εἴκοσι ὕψος πήχεων δέκα

4:2 καὶ ἐποίησεν τὴν θάλασσαν χυτήν πήχεων δέκα τὴν διαμέτρησιν στρογγύλην κυκλόθεν καὶ πήχεων πέντε τὸ ὕψος καὶ τὸ κύκλωμα πήχεων τριάκοντα

4:3 καὶ ὁμοίωμα μόσχων ὑποκάτωθεν αὐτη̃ς κύκλω̨ κυκλου̃σιν αὐτήν πήχεις δέκα περιέχουσιν τὸν λουτη̃ρα κυκλόθεν δύο γένη ἐχώνευσαν τοὺς μόσχους ἐν τη̨̃ χωνεύσει αὐτω̃ν

4:4 ἡ̨̃ ἐποίησαν αὐτούς δώδεκα μόσχους οἱ τρει̃ς βλέποντες βορρα̃ν καὶ οἱ τρει̃ς βλέποντες δυσμὰς καὶ οἱ τρει̃ς βλέποντες νότον καὶ οἱ τρει̃ς βλέποντες κατ' ἀνατολάς καὶ ἡ θάλασσα ἐπ' αὐτω̃ν ἄνω ἠ̃σαν τὰ ὀπίσθια αὐτω̃ν ἔσω

4:5 καὶ τὸ πάχος αὐτη̃ς παλαιστής καὶ τὸ χει̃λος αὐτη̃ς ὡς χει̃λος ποτηρίου διαγεγλυμμένα βλαστοὺς κρίνου χωρου̃σαν μετρητὰς τρισχιλίους καὶ ἐξετέλεσεν

4:6 καὶ ἐποίησεν λουτη̃ρας δέκα καὶ ἔθηκεν τοὺς πέντε ἐκ δεξιω̃ν καὶ τοὺς πέντε ἐξ ἀριστερω̃ν του̃ πλύνειν ἐν αὐτοι̃ς τὰ ἔργα τω̃ν ὁλοκαυτωμάτων καὶ ἀποκλύζειν ἐν αὐτοι̃ς καὶ ἡ θάλασσα εἰς τὸ νίπτεσθαι τοὺς ἱερει̃ς ἐν αὐτη̨̃

4:7 καὶ ἐποίησεν τὰς λυχνίας τὰς χρυσα̃ς δέκα κατὰ τὸ κρίμα αὐτω̃ν καὶ ἔθηκεν ἐν τω̨̃ ναω̨̃ πέντε ἐκ δεξιω̃ν καὶ πέντε ἐξ ἀριστερω̃ν

4:8 καὶ ἐποίησεν τραπέζας δέκα καὶ ἔθηκεν ἐν τω̨̃ ναω̨̃ πέντε ἐκ δεξιω̃ν καὶ πέντε ἐξ εὐωνύμων καὶ ἐποίησεν φιάλας χρυσα̃ς ἑκατόν

4:9 καὶ ἐποίησεν τὴν αὐλὴν τω̃ν ἱερέων καὶ τὴν αὐλὴν τὴν μεγάλην καὶ θύρας τη̨̃ αὐλη̨̃ καὶ θυρώματα αὐτω̃ν κατακεχαλκωμένα χαλκω̨̃

4:10 καὶ τὴν θάλασσαν ἔθηκεν ἀπὸ γωνίας του̃ οἴκου ἐκ δεξιω̃ν ὡς πρὸς ἀνατολὰς κατέναντι

4:11 καὶ ἐποίησεν Χιραμ τὰς κρεάγρας καὶ τὰ πυρει̃α καὶ τὴν ἐσχάραν του̃ θυσιαστηρίου καὶ πάντα τὰ σκεύη αὐτου̃ καὶ συνετέλεσεν Χιραμ ποιη̃σαι πα̃σαν τὴν ἐργασίαν ἣν ἐποίησεν Σαλωμων τω̨̃ βασιλει̃ ἐν οἴκω̨ του̃ θεου̃

4:12 στύλους δύο καὶ ἐπ' αὐτω̃ν γωλαθ τη̨̃ χωθαρεθ ἐπὶ τω̃ν κεφαλω̃ν τω̃ν στύλων δύο καὶ δίκτυα δύο συγκαλύψαι τὰς κεφαλὰς τω̃ν χωθαρεθ ἅ ἐστιν ἐπὶ τω̃ν κεφαλω̃ν τω̃ν στύλων

4:13 καὶ κώδωνας χρυσου̃ς τετρακοσίους εἰς τὰ δύο δίκτυα καὶ δύο γένη ῥοΐσκων ἐν τω̨̃ δικτύω̨ τω̨̃ ἑνὶ του̃ συγκαλύψαι τὰς δύο γωλαθ τω̃ν χωθαρεθ ἅ ἐστιν ἐπάνω τω̃ν στύλων

4:14 καὶ τὰς μεχωνωθ ἐποίησεν δέκα καὶ τοὺς λουτη̃ρας ἐποίησεν ἐπὶ τω̃ν μεχωνωθ

4:15 καὶ τὴν θάλασσαν μίαν καὶ τοὺς μόσχους τοὺς δώδεκα ὑποκάτω αὐτη̃ς

4:16 καὶ τοὺς ποδιστη̃ρας καὶ τοὺς ἀναλημπτη̃ρας καὶ τοὺς λέβητας καὶ τὰς κρεάγρας καὶ πάντα τὰ σκεύη αὐτω̃ν ἃ ἐποίησεν Χιραμ καὶ ἀνήνεγκεν τω̨̃ βασιλει̃ Σαλωμων ἐν οἴκω̨ κυρίου χαλκου̃ καθαρου̃

4:17 ἐν τω̨̃ περιχώρω̨ του̃ Ιορδάνου ἐχώνευσεν αὐτὰ ὁ βασιλεὺς ἐν τω̨̃ πάχει τη̃ς γη̃ς ἐν οἴκω̨ Σοκχωθ καὶ ἀνὰ μέσον Σιρδαθα

4:18 καὶ ἐποίησεν Σαλωμων πάντα τὰ σκεύη ταυ̃τα εἰς πλη̃θος σφόδρα ὅτι οὐκ ἐξέλιπεν ὁλκὴ του̃ χαλκου̃

4:19 καὶ ἐποίησεν Σαλωμων πάντα τὰ σκεύη οἴκου κυρίου καὶ τὸ θυσιαστήριον τὸ χρυσου̃ν καὶ τὰς τραπέζας καὶ ἐπ' αὐτω̃ν ἄρτοι προθέσεως

4:20 καὶ τὰς λυχνίας καὶ τοὺς λύχνους του̃ φωτὸς κατὰ τὸ κρίμα καὶ κατὰ πρόσωπον του̃ δαβιρ χρυσίου καθαρου̃

4:21 καὶ λαβίδες αὐτω̃ν καὶ οἱ λύχνοι αὐτω̃ν καὶ τὰς φιάλας καὶ τὰς θυΐσκας καὶ τὰ πυρει̃α χρυσίου καθαρου̃

4:22 καὶ ἡ θύρα του̃ οἴκου ἡ ἐσωτέρα εἰς τὰ ἅγια τω̃ν ἁγίων εἰς τὰς θύρας του̃ οἴκου του̃ ναου̃ χρυσα̃ς

5:1 καὶ συνετελέσθη πα̃σα ἡ ἐργασία ἣν ἐποίησεν Σαλωμων ἐν οἴκω̨ κυρίου καὶ εἰσήνεγκεν Σαλωμων τὰ ἅγια Δαυιδ του̃ πατρὸς αὐτου̃ τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἔδωκεν εἰς θησαυρὸν οἴκου κυρίου

5:2 τότε ἐξεκκλησίασεν Σαλωμων τοὺς πρεσβυτέρους Ισραηλ καὶ πάντας τοὺς ἄρχοντας τω̃ν φυλω̃ν τοὺς ἡγουμένους πατριω̃ν υἱω̃ν Ισραηλ εἰς Ιερουσαλημ του̃ ἀνενέγκαι κιβωτὸν διαθήκης κυρίου ἐκ πόλεως Δαυιδ αὕτη Σιων

5:3 καὶ ἐξεκκλησιάσθησαν πρὸς τὸν βασιλέα πα̃ς ἀνὴρ Ισραηλ ἐν τη̨̃ ἑορτη̨̃ οὑ̃τος ὁ μὴν ἕβδομος

5:4 καὶ ἠ̃λθον πάντες οἱ πρεσβύτεροι Ισραηλ καὶ ἔλαβον πάντες οἱ Λευι̃ται τὴν κιβωτὸν

5:5 καὶ ἀνήνεγκαν τὴν κιβωτὸν καὶ τὴν σκηνὴν του̃ μαρτυρίου καὶ πάντα τὰ σκεύη τὰ ἅγια τὰ ἐν τη̨̃ σκηνη̨̃ καὶ ἀνήνεγκαν αὐτὴν οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται

5:6 καὶ ὁ βασιλεὺς Σαλωμων καὶ πα̃σα συναγωγὴ Ισραηλ καὶ οἱ φοβούμενοι καὶ οἱ ἐπισυνηγμένοι αὐτω̃ν ἔμπροσθεν τη̃ς κιβωτου̃ θύοντες μόσχους καὶ πρόβατα οἳ οὐκ ἀριθμηθήσονται καὶ οἳ οὐ λογισθήσονται ἀπὸ του̃ πλήθους

5:7 καὶ εἰσήνεγκαν οἱ ἱερει̃ς τὴν κιβωτὸν διαθήκης κυρίου εἰς τὸν τόπον αὐτη̃ς εἰς τὸ δαβιρ του̃ οἴκου εἰς τὰ ἅγια τω̃ν ἁγίων ὑποκάτω τω̃ν πτερύγων τω̃ν χερουβιν

5:8 καὶ ἠ̃ν τὰ χερουβιν διαπεπετακότα τὰς πτέρυγας αὐτω̃ν ἐπὶ τὸν τόπον τη̃ς κιβωτου̃ καὶ συνεκάλυπτεν τὰ χερουβιν ἐπὶ τὴν κιβωτὸν καὶ ἐπὶ τοὺς ἀναφορει̃ς αὐτη̃ς ἐπάνωθεν

5:9 καὶ ὑπερει̃χον οἱ ἀναφορει̃ς καὶ ἐβλέποντο αἱ κεφαλαὶ τω̃ν ἀναφορέων ἐκ τω̃ν ἁγίων εἰς πρόσωπον του̃ δαβιρ οὐκ ἐβλέποντο ἔξω καὶ ἠ̃σαν ἐκει̃ ἕως τη̃ς ἡμέρας ταύτης

5:10 οὐκ ἠ̃ν ἐν τη̨̃ κιβωτω̨̃ πλὴν δύο πλάκες ἃς ἔθηκεν Μωυση̃ς ἐν Χωρηβ ἃ διέθετο κύριος μετὰ τω̃ν υἱω̃ν Ισραηλ ἐν τω̨̃ ἐξελθει̃ν αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου

5:11 καὶ ἐγένετο ἐν τω̨̃ ἐξελθει̃ν τοὺς ἱερει̃ς ἐκ τω̃ν ἁγίων ὅτι πάντες οἱ ἱερει̃ς οἱ εὑρεθέντες ἡγιάσθησαν οὐκ ἠ̃σαν διατεταγμένοι κατ' ἐφημερίαν

5:12 καὶ οἱ Λευι̃ται οἱ ψαλτω̨δοὶ πάντες τοι̃ς υἱοι̃ς Ασαφ τω̨̃ Αιμαν τω̨̃ Ιδιθουν καὶ τοι̃ς υἱοι̃ς αὐτω̃ν καὶ τοι̃ς ἀδελφοι̃ς αὐτω̃ν τω̃ν ἐνδεδυμένων στολὰς βυσσίνας ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν κινύραις ἑστηκότες κατέναντι του̃ θυσιαστηρίου καὶ μετ' αὐτω̃ν ἱερει̃ς ἑκατὸν εἴκοσι σαλπίζοντες ται̃ς σάλπιγξιν

5:13 καὶ ἐγένετο μία φωνὴ ἐν τω̨̃ σαλπίζειν καὶ ἐν τω̨̃ ψαλτω̨δει̃ν καὶ ἐν τω̨̃ ἀναφωνει̃ν φωνη̨̃ μια̨̃ του̃ ἐξομολογει̃σθαι καὶ αἰνει̃ν τω̨̃ κυρίω̨ καὶ ὡς ὕψωσαν φωνὴν ἐν σάλπιγξιν καὶ ἐν κυμβάλοις καὶ ἐν ὀργάνοις τω̃ν ὠ̨δω̃ν καὶ ἔλεγον ἐξομολογει̃σθε τω̨̃ κυρίω̨ ὅτι ἀγαθόν ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃ καὶ ὁ οἰ̃κος ἐνεπλήσθη νεφέλης δόξης κυρίου

5:14 καὶ οὐκ ἠδύναντο οἱ ἱερει̃ς του̃ στη̃ναι λειτουργει̃ν ἀπὸ προσώπου τη̃ς νεφέλης ὅτι ἐνέπλησεν δόξα κυρίου τὸν οἰ̃κον του̃ θεου̃

6:1 τότε εἰ̃πεν Σαλωμων κύριος εἰ̃πεν του̃ κατασκηνω̃σαι ἐν γνόφω̨

6:2 καὶ ἐγὼ ὠ̨κοδόμηκα οἰ̃κον τω̨̃ ὀνόματί σου ἅγιόν σοι καὶ ἕτοιμον του̃ κατασκηνω̃σαι εἰς τοὺς αἰω̃νας

6:3 καὶ ἐπέστρεψεν ὁ βασιλεὺς τὸ πρόσωπον αὐτου̃ καὶ εὐλόγησεν τὴν πα̃σαν ἐκκλησίαν Ισραηλ καὶ πα̃σα ἐκκλησία Ισραηλ παρειστήκει

6:4 καὶ εἰ̃πεν εὐλογητὸς κύριος ὁ θεὸς Ισραηλ ὃς ἐλάλησεν ἐν στόματι αὐτου̃ πρὸς Δαυιδ τὸν πατέρα μου καὶ ἐν χερσὶν αὐτου̃ ἐπλήρωσεν λέγων

6:5 ἀπὸ τη̃ς ἡμέρας ἡ̃ς ἀνήγαγον τὸν λαόν μου ἐκ γη̃ς Αἰγύπτου οὐκ ἐξελεξάμην ἐν πόλει ἀπὸ πασω̃ν φυλω̃ν Ισραηλ του̃ οἰκοδομη̃σαι οἰ̃κον του̃ εἰ̃ναι ὄνομά μου ἐκει̃ καὶ οὐκ ἐξελεξάμην ἐν ἀνδρὶ του̃ εἰ̃ναι εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ισραηλ

6:6 καὶ ἐξελεξάμην ἐν Ιερουσαλημ γενέσθαι τὸ ὄνομά μου ἐκει̃ καὶ ἐξελεξάμην ἐν Δαυιδ ὥστε εἰ̃ναι ἐπάνω του̃ λαου̃ μου Ισραηλ

6:7 καὶ ἐγένετο ἐπὶ καρδίαν Δαυιδ του̃ πατρός μου του̃ οἰκοδομη̃σαι οἰ̃κον τω̨̃ ὀνόματι κυρίου θεου̃ Ισραηλ

6:8 καὶ εἰ̃πεν κύριος πρὸς Δαυιδ πατέρα μου διότι ἐγένετο ἐπὶ καρδίαν σου του̃ οἰκοδομη̃σαι οἰ̃κον τω̨̃ ὀνόματί μου καλω̃ς ἐποίησας ὅτι ἐγένετο ἐπὶ καρδίαν σου

6:9 πλὴν σὺ οὐκ οἰκοδομήσεις τὸν οἰ̃κον ὅτι ὁ υἱός σου ὃς ἐξελεύσεται ἐκ τη̃ς ὀσφύος σου οὑ̃τος οἰκοδομήσει τὸν οἰ̃κον τω̨̃ ὀνόματί μου

6:10 καὶ ἀνέστησεν κύριος τὸν λόγον αὐτου̃ ὃν ἐλάλησεν καὶ ἐγενήθην ἀντὶ Δαυιδ πατρός μου καὶ ἐκάθισα ἐπὶ τὸν θρόνον Ισραηλ καθὼς ἐλάλησεν κύριος καὶ ὠ̨κοδόμησα τὸν οἰ̃κον τω̨̃ ὀνόματι κυρίου θεου̃ Ισραηλ

6:11 καὶ ἔθηκα ἐκει̃ τὴν κιβωτόν ἐν ἡ̨̃ ἐκει̃ διαθήκη κυρίου ἣν διέθετο τω̨̃ Ισραηλ

6:12 καὶ ἔστη κατέναντι του̃ θυσιαστηρίου κυρίου ἔναντι πάσης ἐκκλησίας Ισραηλ καὶ διεπέτασεν τὰς χει̃ρας αὐτου̃

6:13 ὅτι ἐποίησεν Σαλωμων βάσιν χαλκη̃ν καὶ ἔθηκεν αὐτὴν ἐν μέσω̨ τη̃ς αὐλη̃ς του̃ ἱερου̃ πέντε πηχω̃ν τὸ μη̃κος αὐτη̃ς καὶ πέντε πήχεων τὸ εὐ̃ρος αὐτη̃ς καὶ τριω̃ν πήχεων τὸ ὕψος αὐτη̃ς καὶ ἔστη ἐπ' αὐτη̃ς καὶ ἔπεσεν ἐπὶ τὰ γόνατα ἔναντι πάσης ἐκκλησίας Ισραηλ καὶ διεπέτασεν τὰς χει̃ρας αὐτου̃ εἰς τὸν οὐρανὸν

6:14 καὶ εἰ̃πεν κύριε ὁ θεὸς Ισραηλ οὐκ ἔστιν ὅμοιός σοι θεὸς ἐν οὐρανω̨̃ καὶ ἐπὶ τη̃ς γη̃ς φυλάσσων τὴν διαθήκην καὶ τὸ ἔλεος τοι̃ς παισίν σου τοι̃ς πορευομένοις ἐναντίον σου ἐν ὅλη̨ καρδία̨

6:15 ἃ ἐφύλαξας τω̨̃ παιδί σου Δαυιδ τω̨̃ πατρί μου ἃ ἐλάλησας αὐτω̨̃ λέγων καὶ ἐλάλησας ἐν στόματί σου καὶ ἐν χερσίν σου ἐπλήρωσας ὡς ἡ ἡμέρα αὕτη

6:16 καὶ νυ̃ν κύριε ὁ θεὸς Ισραηλ φύλαξον τω̨̃ παιδί σου τω̨̃ Δαυιδ τω̨̃ πατρί μου ἃ ἐλάλησας αὐτω̨̃ λέγων οὐκ ἐκλείψει σοι ἀνὴρ ἀπὸ προσώπου μου καθήμενος ἐπὶ θρόνου Ισραηλ πλὴν ἐὰν φυλάξωσιν οἱ υἱοί σου τὴν ὁδὸν αὐτω̃ν του̃ πορεύεσθαι ἐν τω̨̃ νόμω̨ μου ὡς ἐπορεύθης ἐναντίον μου

6:17 καὶ νυ̃ν κύριε ὁ θεὸς Ισραηλ πιστωθήτω δὴ τὸ ῥη̃μά σου ὃ ἐλάλησας τω̨̃ παιδί σου τω̨̃ Δαυιδ

6:18 ὅτι εἰ ἀληθω̃ς κατοικήσει θεὸς μετὰ ἀνθρώπων ἐπὶ τη̃ς γη̃ς εἰ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς του̃ οὐρανου̃ οὐκ ἀρκέσουσίν σοι καὶ τίς ὁ οἰ̃κος οὑ̃τος ὃν ὠ̨κοδόμησα

6:19 καὶ ἐπιβλέψη̨ ἐπὶ τὴν προσευχὴν παιδός σου καὶ ἐπὶ τὴν δέησίν μου κύριε ὁ θεός του̃ ἐπακου̃σαι τη̃ς δεήσεως καὶ τη̃ς προσευχη̃ς ἡ̃ς ὁ παι̃ς σου προσεύχεται ἐναντίον σου σήμερον

6:20 του̃ εἰ̃ναι ὀφθαλμούς σου ἀνεω̨γμένους ἐπὶ τὸν οἰ̃κον του̃τον ἡμέρας καὶ νυκτός εἰς τὸν τόπον του̃τον ὃν εἰ̃πας ἐπικληθη̃ναι τὸ ὄνομά σου ἐκει̃ του̃ ἀκου̃σαι τη̃ς προσευχη̃ς ἡ̃ς ὁ παι̃ς σου προσεύχεται εἰς τὸν τόπον του̃τον

6:21 καὶ ἀκούση̨ τη̃ς δεήσεως του̃ παιδός σου καὶ λαου̃ σου Ισραηλ ἃ ἂν προσεύξωνται εἰς τὸν τόπον του̃τον καὶ σὺ εἰσακούση̨ ἐν τω̨̃ τόπω̨ τη̃ς κατοικήσεώς σου ἐκ του̃ οὐρανου̃ καὶ ἀκούση̨ καὶ ἵλεως ἔση̨

6:22 ἐὰν ἁμάρτη̨ ἀνὴρ τω̨̃ πλησίον αὐτου̃ καὶ λάβη̨ ἐπ' αὐτὸν ἀρὰν του̃ ἀρα̃σθαι αὐτόν καὶ ἔλθη̨ καὶ ἀράσηται κατέναντι του̃ θυσιαστηρίου ἐν τω̨̃ οἴκω̨ τούτω̨

6:23 καὶ σὺ εἰσακούση̨ ἐκ του̃ οὐρανου̃ καὶ ποιήσεις καὶ κρινει̃ς τοὺς δούλους σου του̃ ἀποδου̃ναι τω̨̃ ἀνόμω̨ καὶ ἀποδου̃ναι ὁδοὺς αὐτου̃ εἰς κεφαλὴν αὐτου̃ του̃ δικαιω̃σαι δίκαιον του̃ ἀποδου̃ναι αὐτω̨̃ κατὰ τὴν δικαιοσύνην αὐτου̃

6:24 καὶ ἐὰν θραυσθη̨̃ ὁ λαός σου Ισραηλ κατέναντι του̃ ἐχθρου̃ ἐὰν ἁμάρτωσίν σοι καὶ ἐπιστρέψωσιν καὶ ἐξομολογήσωνται τω̨̃ ὀνόματί σου καὶ προσεύξωνται καὶ δεηθω̃σιν ἐναντίον σου ἐν τω̨̃ οἴκω̨ τούτω̨

6:25 καὶ σὺ εἰσακούση̨ ἐκ του̃ οὐρανου̃ καὶ ἵλεως ἔση̨ ται̃ς ἁμαρτίαις λαου̃ σου Ισραηλ καὶ ἀποστρέψεις αὐτοὺς εἰς τὴν γη̃ν ἣν ἔδωκας αὐτοι̃ς καὶ τοι̃ς πατράσιν αὐτω̃ν

6:26 ἐν τω̨̃ συσχεθη̃ναι τὸν οὐρανὸν καὶ μὴ γενέσθαι ὑετόν ὅτι ἁμαρτήσονταί σοι καὶ προσεύξονται εἰς τὸν τόπον του̃τον καὶ αἰνέσουσιν τὸ ὄνομά σου καὶ ἀπὸ τω̃ν ἁμαρτιω̃ν αὐτω̃ν ἐπιστρέψουσιν ὅτι ταπεινώσεις αὐτούς

6:27 καὶ σὺ εἰσακούση̨ ἐκ του̃ οὐρανου̃ καὶ ἵλεως ἔση̨ ται̃ς ἁμαρτίαις τω̃ν παίδων σου καὶ του̃ λαου̃ σου Ισραηλ ὅτι δηλώσεις αὐτοι̃ς τὴν ὁδὸν τὴν ἀγαθήν ἐν ἡ̨̃ πορεύσονται ἐν αὐτη̨̃ καὶ δώσεις ὑετὸν ἐπὶ τὴν γη̃ν σου ἣν ἔδωκας τω̨̃ λαω̨̃ σου εἰς κληρονομίαν

6:28 λιμὸς ἐὰν γένηται ἐπὶ τη̃ς γη̃ς θάνατος ἐὰν γένηται ἀνεμοφθορία καὶ ἴκτερος ἀκρὶς καὶ βρου̃χος ἐὰν γένηται ἐὰν θλίψη̨ αὐτὸν ὁ ἐχθρὸς κατέναντι τω̃ν πόλεων αὐτω̃ν κατὰ πα̃σαν πληγὴν καὶ πα̃ν πόνον

6:29 καὶ πα̃σα προσευχὴ καὶ πα̃σα δέησις ἣ ἐὰν γένηται παντὶ ἀνθρώπω̨ καὶ παντὶ λαω̨̃ σου Ισραηλ ἐὰν γνω̨̃ ἄνθρωπος τὴν ἁφὴν αὐτου̃ καὶ τὴν μαλακίαν αὐτου̃ καὶ διαπετάση̨ τὰς χει̃ρας αὐτου̃ εἰς τὸν οἰ̃κον του̃τον

6:30 καὶ σὺ εἰσακούση̨ ἐκ του̃ οὐρανου̃ ἐξ ἑτοίμου κατοικητηρίου σου καὶ ἱλάση̨ καὶ δώσεις ἀνδρὶ κατὰ τὰς ὁδοὺς αὐτου̃ ὡς ἂν γνω̨̃ς τὴν καρδίαν αὐτου̃ ὅτι μόνος γινώσκεις τὴν καρδίαν υἱω̃ν ἀνθρώπων

6:31 ὅπως φοβω̃νται τὰς ὁδούς σου πάσας τὰς ἡμέρας ἃς αὐτοὶ ζω̃σιν ἐπὶ προσώπου τη̃ς γη̃ς ἡ̃ς ἔδωκας τοι̃ς πατράσιν ἡμω̃ν

6:32 καὶ πα̃ς ἀλλότριος ὃς οὐκ ἐκ του̃ λαου̃ σου Ισραηλ ἐστὶν αὐτὸς καὶ ἔλθη̨ ἐκ γη̃ς μακρόθεν διὰ τὸ ὄνομά σου τὸ μέγα καὶ τὴν χει̃ρά σου τὴν κραταιὰν καὶ τὸν βραχίονά σου τὸν ὑψηλὸν καὶ ἔλθωσιν καὶ προσεύξωνται εἰς τὸν τόπον του̃τον

6:33 καὶ εἰσακούση̨ ἐκ του̃ οὐρανου̃ ἐξ ἑτοίμου κατοικητηρίου σου καὶ ποιήσεις κατὰ πάντα ὅσα ἐὰν ἐπικαλέσηταί σε ὁ ἀλλότριος ὅπως γνω̃σιν πάντες οἱ λαοὶ τη̃ς γη̃ς τὸ ὄνομά σου καὶ του̃ φοβει̃σθαί σε ὡς ὁ λαός σου Ισραηλ καὶ του̃ γνω̃ναι ὅτι ἐπικέκληται τὸ ὄνομά σου ἐπὶ τὸν οἰ̃κον του̃τον ὃν ὠ̨κοδόμησα

6:34 ἐὰν δὲ ἐξέλθη̨ ὁ λαός σου εἰς πόλεμον ἐπὶ τοὺς ἐχθροὺς αὐτου̃ ἐν ὁδω̨̃ ἡ̨̃ ἀποστελει̃ς αὐτούς καὶ προσεύξωνται πρὸς σὲ κατὰ τὴν ὁδὸν τη̃ς πόλεως ταύτης ἣν ἐξελέξω ἐν αὐτη̨̃ καὶ οἴκου οὑ̃ ὠ̨κοδόμησα τω̨̃ ὀνόματί σου

6:35 καὶ ἀκούση̨ ἐκ του̃ οὐρανου̃ τη̃ς δεήσεως αὐτω̃ν καὶ τη̃ς προσευχη̃ς αὐτω̃ν καὶ ποιήσεις τὸ δικαίωμα αὐτω̃ν

6:36 ὅτι ἁμαρτήσονταί σοι ὅτι οὐκ ἔσται ἄνθρωπος ὃς οὐχ ἁμαρτήσεται καὶ πατάξεις αὐτοὺς καὶ παραδώσεις αὐτοὺς κατὰ πρόσωπον ἐχθρω̃ν καὶ αἰχμαλωτεύσουσιν οἱ αἰχμαλωτεύοντες αὐτοὺς εἰς γη̃ν ἐχθρω̃ν εἰς γη̃ν μακρὰν ἢ ἐγγὺς

6:37 καὶ ἐπιστρέψωσιν καρδίαν αὐτω̃ν ἐν τη̨̃ γη̨̃ αὐτω̃ν οὑ̃ μετήχθησαν ἐκει̃ καί γε ἐπιστρέψωσιν καὶ δεηθω̃σίν σου ἐν τη̨̃ αἰχμαλωσία̨ αὐτω̃ν λέγοντες ἡμάρτομεν ἠδικήσαμεν ἠνομήσαμεν

6:38 καὶ ἐπιστρέψωσιν πρὸς σὲ ἐν ὅλη̨ καρδία̨ καὶ ἐν ὅλη̨ ψυχη̨̃ αὐτω̃ν ἐν γη̨̃ αἰχμαλωτευσάντων αὐτοὺς καὶ προσεύξωνται ὁδὸν γη̃ς αὐτω̃ν ἡ̃ς ἔδωκας τοι̃ς πατράσιν αὐτω̃ν καὶ τη̃ς πόλεως ἡ̃ς ἐξελέξω καὶ του̃ οἴκου οὑ̃ ὠ̨κοδόμησα τω̨̃ ὀνόματί σου

6:39 καὶ ἀκούση̨ ἐκ του̃ οὐρανου̃ ἐξ ἑτοίμου κατοικητηρίου σου τη̃ς προσευχη̃ς αὐτω̃ν καὶ τη̃ς δεήσεως αὐτω̃ν καὶ ποιήσεις κρίματα καὶ ἵλεως ἔση̨ τω̨̃ λαω̨̃ τω̨̃ ἁμαρτόντι σοι

6:40 νυ̃ν κύριε ἔστωσαν δὴ οἱ ὀφθαλμοί σου ἀνεω̨γμένοι καὶ τὰ ὠ̃τά σου ἐπήκοα εἰς τὴν δέησιν του̃ τόπου τούτου

6:41 καὶ νυ̃ν ἀνάστηθι κύριε ὁ θεός εἰς τὴν κατάπαυσίν σου σὺ καὶ ἡ κιβωτὸς τη̃ς ἰσχύος σου οἱ ἱερει̃ς σου κύριε ὁ θεός ἐνδύσαιντο σωτηρίαν καὶ οἱ υἱοί σου εὐφρανθήτωσαν ἐν ἀγαθοι̃ς

6:42 κύριε ὁ θεός μὴ ἀποστρέψη̨ς τὸ πρόσωπον του̃ χριστου̃ σου μνήσθητι τὰ ἐλέη Δαυιδ του̃ δούλου σου

7:1 καὶ ὡς συνετέλεσεν Σαλωμων προσευχόμενος καὶ τὸ πυ̃ρ κατέβη ἐκ του̃ οὐρανου̃ καὶ κατέφαγεν τὰ ὁλοκαυτώματα καὶ τὰς θυσίας καὶ δόξα κυρίου ἔπλησεν τὸν οἰ̃κον

7:2 καὶ οὐκ ἠδύναντο οἱ ἱερει̃ς εἰσελθει̃ν εἰς τὸν οἰ̃κον κυρίου ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ὅτι ἔπλησεν δόξα κυρίου τὸν οἰ̃κον

7:3 καὶ πάντες οἱ υἱοὶ Ισραηλ ἑώρων καταβαι̃νον τὸ πυ̃ρ καὶ ἡ δόξα κυρίου ἐπὶ τὸν οἰ̃κον καὶ ἔπεσον ἐπὶ πρόσωπον ἐπὶ τὴν γη̃ν ἐπὶ τὸ λιθόστρωτον καὶ προσεκύνησαν καὶ ἤ̨νουν τω̨̃ κυρίω̨ ὅτι ἀγαθόν ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃

7:4 καὶ ὁ βασιλεὺς καὶ πα̃ς ὁ λαὸς θύοντες θύματα ἔναντι κυρίου

7:5 καὶ ἐθυσίασεν Σαλωμων τὴν θυσίαν μόσχων εἴκοσι καὶ δύο χιλιάδας καὶ βοσκημάτων ἑκατὸν καὶ εἴκοσι χιλιάδας καὶ ἐνεκαίνισεν τὸν οἰ̃κον του̃ θεου̃ ὁ βασιλεὺς καὶ πα̃ς ὁ λαός

7:6 καὶ οἱ ἱερει̃ς ἐπὶ τὰς φυλακὰς αὐτω̃ν ἑστηκότες καὶ οἱ Λευι̃ται ἐν ὀργάνοις ὠ̨δω̃ν κυρίου του̃ Δαυιδ του̃ βασιλέως του̃ ἐξομολογει̃σθαι ἔναντι κυρίου ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃ ἐν ὕμνοις Δαυιδ διὰ χειρὸς αὐτω̃ν καὶ οἱ ἱερει̃ς σαλπίζοντες ται̃ς σάλπιγξιν ἐναντίον αὐτω̃ν καὶ πα̃ς Ισραηλ ἑστηκώς

7:7 καὶ ἡγίασεν Σαλωμων τὸ μέσον τη̃ς αὐλη̃ς τη̃ς ἐν οἴκω̨ κυρίου ὅτι ἐποίησεν ἐκει̃ τὰ ὁλοκαυτώματα καὶ τὰ στέατα τω̃ν σωτηρίων ὅτι τὸ θυσιαστήριον τὸ χαλκου̃ν ὃ ἐποίησεν Σαλωμων οὐκ ἐξεποίει δέξασθαι τὰ ὁλοκαυτώματα καὶ τὰ μαναα καὶ τὰ στέατα

7:8 καὶ ἐποίησεν Σαλωμων τὴν ἑορτὴν ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἑπτὰ ἡμέραις καὶ πα̃ς Ισραηλ μετ' αὐτου̃ ἐκκλησία μεγάλη σφόδρα ἀπὸ εἰσόδου Αιμαθ καὶ ἕως χειμάρρου Αἰγύπτου

7:9 καὶ ἐποίησεν ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ ὀγδόη̨ ἐξόδιον ὅτι ἐγκαινισμὸν του̃ θυσιαστηρίου ἐποίησεν ἑπτὰ ἡμέρας ἑορτήν

7:10 καὶ ἐν τη̨̃ τρίτη̨ καὶ εἰκοστη̨̃ του̃ μηνὸς του̃ ἑβδόμου ἀπέστειλεν τὸν λαὸν εἰς τὰ σκηνώματα αὐτω̃ν εὐφραινομένους καὶ ἀγαθη̨̃ καρδία̨ ἐπὶ τοι̃ς ἀγαθοι̃ς οἱ̃ς ἐποίησεν κύριος τω̨̃ Δαυιδ καὶ τω̨̃ Σαλωμων καὶ τω̨̃ Ισραηλ λαω̨̃ αὐτου̃

7:11 καὶ συνετέλεσεν Σαλωμων τὸν οἰ̃κον κυρίου καὶ τὸν οἰ̃κον του̃ βασιλέως καὶ πάντα ὅσα ἠθέλησεν ἐν τη̨̃ ψυχη̨̃ Σαλωμων του̃ ποιη̃σαι ἐν οἴκω̨ κυρίου καὶ ἐν οἴκω̨ αὐτου̃ εὐοδώθη

7:12 καὶ ὤφθη ὁ θεὸς τω̨̃ Σαλωμων τὴν νύκτα καὶ εἰ̃πεν αὐτω̨̃ ἤκουσα τη̃ς προσευχη̃ς σου καὶ ἐξελεξάμην ἐν τω̨̃ τόπω̨ τούτω̨ ἐμαυτω̨̃ εἰς οἰ̃κον θυσίας

7:13 ἐὰν συσχω̃ τὸν οὐρανὸν καὶ μὴ γένηται ὑετός καὶ ἐὰν ἐντείλωμαι τη̨̃ ἀκρίδι καταφαγει̃ν τὸ ξύλον καὶ ἐὰν ἀποστείλω θάνατον ἐν τω̨̃ λαω̨̃ μου

7:14 καὶ ἐὰν ἐντραπη̨̃ ὁ λαός μου ἐφ' οὓς τὸ ὄνομά μου ἐπικέκληται ἐπ' αὐτούς καὶ προσεύξωνται καὶ ζητήσωσιν τὸ πρόσωπόν μου καὶ ἀποστρέψωσιν ἀπὸ τω̃ν ὁδω̃ν αὐτω̃ν τω̃ν πονηρω̃ν καὶ ἐγὼ εἰσακούσομαι ἐκ του̃ οὐρανου̃ καὶ ἵλεως ἔσομαι ται̃ς ἁμαρτίαις αὐτω̃ν καὶ ἰάσομαι τὴν γη̃ν αὐτω̃ν

7:15 νυ̃ν οἱ ὀφθαλμοί μου ἔσονται ἀνεω̨γμένοι καὶ τὰ ὠ̃τά μου ἐπήκοα τη̨̃ προσευχη̨̃ του̃ τόπου τούτου

7:16 καὶ νυ̃ν ἐξελεξάμην καὶ ἡγίακα τὸν οἰ̃κον του̃τον του̃ εἰ̃ναι ὄνομά μου ἐκει̃ ἕως αἰω̃νος καὶ ἔσονται οἱ ὀφθαλμοί μου καὶ ἡ καρδία μου ἐκει̃ πάσας τὰς ἡμέρας

7:17 καὶ σὺ ἐὰν πορευθη̨̃ς ἐναντίον μου ὡς Δαυιδ ὁ πατήρ σου καὶ ποιήση̨ς κατὰ πάντα ἃ ἐνετειλάμην σοι καὶ τὰ προστάγματά μου καὶ τὰ κρίματά μου φυλάξη̨

7:18 καὶ ἀναστήσω τὸν θρόνον τη̃ς βασιλείας σου ὡς διεθέμην Δαυιδ τω̨̃ πατρί σου λέγων οὐκ ἐξαρθήσεταί σοι ἀνὴρ ἡγούμενος ἐν Ισραηλ

7:19 καὶ ἐὰν ἀποστρέψητε ὑμει̃ς καὶ ἐγκαταλίπητε τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου ἃς ἔδωκα ἐναντίον ὑμω̃ν καὶ πορευθη̃τε καὶ λατρεύσητε θεοι̃ς ἑτέροις καὶ προσκυνήσητε αὐτοι̃ς

7:20 καὶ ἐξαρω̃ ὑμα̃ς ἀπὸ τη̃ς γη̃ς ἡ̃ς ἔδωκα αὐτοι̃ς καὶ τὸν οἰ̃κον του̃τον ὃν ἡγίασα τω̨̃ ὀνόματί μου ἀποστρέψω ἐκ προσώπου μου καὶ δώσω αὐτὸν εἰς παραβολὴν καὶ εἰς διήγημα ἐν πα̃σιν τοι̃ς ἔθνεσιν

7:21 καὶ ὁ οἰ̃κος οὑ̃τος ὁ ὑψηλός πα̃ς ὁ διαπορευόμενος αὐτὸν ἐκστήσεται καὶ ἐρει̃ χάριν τίνος ἐποίησεν κύριος τη̨̃ γη̨̃ ταύτη̨ καὶ τω̨̃ οἴκω̨ τούτω̨

7:22 καὶ ἐρου̃σιν διότι ἐγκατέλιπον κύριον τὸν θεὸν τω̃ν πατέρων αὐτω̃ν τὸν ἐξαγαγόντα αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου καὶ ἀντελάβοντο θεω̃ν ἑτέρων καὶ προσεκύνησαν αὐτοι̃ς καὶ ἐδούλευσαν αὐτοι̃ς διὰ του̃το ἐπήγαγεν ἐπ' αὐτοὺς πα̃σαν τὴν κακίαν ταύτην

8:1 καὶ ἐγένετο μετὰ εἴκοσι ἔτη ἐν οἱ̃ς ὠ̨κοδόμησεν Σαλωμων τὸν οἰ̃κον κυρίου καὶ τὸν οἰ̃κον ἑαυτου̃

8:2 καὶ τὰς πόλεις ἃς ἔδωκεν Χιραμ τω̨̃ Σαλωμων ὠ̨κοδόμησεν αὐτὰς Σαλωμων καὶ κατώ̨κισεν ἐκει̃ τοὺς υἱοὺς Ισραηλ

8:3 καὶ ἠ̃λθεν Σαλωμων εἰς Αιμαθ Σωβα καὶ κατίσχυσεν αὐτήν

8:4 καὶ ὠ̨κοδόμησεν τὴν Θεδμορ ἐν τη̨̃ ἐρήμω̨ καὶ πάσας τὰς πόλεις τὰς ὀχυράς ἃς ὠ̨κοδόμησεν ἐν Ημαθ

8:5 καὶ ὠ̨κοδόμησεν τὴν Βαιθωρων τὴν ἄνω καὶ τὴν Βαιθωρων τὴν κάτω πόλεις ὀχυράς τείχη πύλαι καὶ μοχλοί

8:6 καὶ τὴν Βααλαθ καὶ πάσας τὰς πόλεις τὰς ὀχυράς αἳ ἠ̃σαν τω̨̃ Σαλωμων καὶ πάσας τὰς πόλεις τω̃ν ἁρμάτων καὶ τὰς πόλεις τω̃ν ἱππέων καὶ ὅσα ἐπεθύμησεν Σαλωμων κατὰ τὴν ἐπιθυμίαν του̃ οἰκοδομη̃σαι ἐν Ιερουσαλημ καὶ ἐν τω̨̃ Λιβάνω̨ καὶ ἐν πάση̨ τη̨̃ βασιλεία̨ αὐτου̃

8:7 πα̃ς ὁ λαὸς ὁ καταλειφθεὶς ἀπὸ του̃ Χετταίου καὶ του̃ Αμορραίου καὶ του̃ Φερεζαίου καὶ του̃ Ευαίου καὶ του̃ Ιεβουσαίου οἳ οὔκ εἰσιν ἐκ του̃ Ισραηλ

8:8 ἠ̃σαν ἐκ τω̃ν υἱω̃ν αὐτω̃ν τω̃ν καταλειφθέντων μετ' αὐτοὺς ἐν τη̨̃ γη̨̃ οὓς οὐκ ἐξωλέθρευσαν οἱ υἱοὶ Ισραηλ καὶ ἀνήγαγεν αὐτοὺς Σαλωμων εἰς φόρον ἕως τη̃ς ἡμέρας ταύτης

8:9 καὶ ἐκ τω̃ν υἱω̃ν Ισραηλ οὐκ ἔδωκεν Σαλωμων εἰς παι̃δας τη̨̃ βασιλεία̨ αὐτου̃ ὅτι αὐτοὶ ἄνδρες πολεμισταὶ καὶ ἄρχοντες καὶ δυνατοὶ καὶ ἄρχοντες ἁρμάτων καὶ ἱππέων

8:10 καὶ οὑ̃τοι ἄρχοντες τω̃ν προστατω̃ν βασιλέως Σαλωμων πεντήκοντα καὶ διακόσιοι ἐργοδιωκτου̃ντες ἐν τω̨̃ λαω̨̃

8:11 καὶ τὴν θυγατέρα Φαραω Σαλωμων ἀνήγαγεν ἐκ πόλεως Δαυιδ εἰς τὸν οἰ̃κον ὃν ὠ̨κοδόμησεν αὐτη̨̃ ὅτι εἰ̃πεν οὐ κατοικήσει ἡ γυνή μου ἐν πόλει Δαυιδ του̃ βασιλέως Ισραηλ ὅτι ἅγιός ἐστιν οὑ̃ εἰση̃λθεν ἐκει̃ κιβωτὸς κυρίου

8:12 τότε ἀνήνεγκεν Σαλωμων ὁλοκαυτώματα τω̨̃ κυρίω̨ ἐπὶ τὸ θυσιαστήριον ὃ ὠ̨κοδόμησεν ἀπέναντι του̃ ναου̃

8:13 καὶ κατὰ τὸν λόγον ἡμέρας ἐν ἡμέρα̨ του̃ ἀναφέρειν κατὰ τὰς ἐντολὰς Μωυση̃ ἐν τοι̃ς σαββάτοις καὶ ἐν τοι̃ς μησὶν καὶ ἐν ται̃ς ἑορται̃ς τρει̃ς καιροὺς του̃ ἐνιαυτου̃ ἐν τη̨̃ ἑορτη̨̃ τω̃ν ἀζύμων καὶ ἐν τη̨̃ ἑορτη̨̃ τω̃ν ἑβδομάδων καὶ ἐν τη̨̃ ἑορτη̨̃ τω̃ν σκηνω̃ν

8:14 καὶ ἔστησεν κατὰ τὴν κρίσιν Δαυιδ τὰς διαιρέσεις τω̃ν ἱερέων κατὰ τὰς λειτουργίας αὐτω̃ν καὶ οἱ Λευι̃ται ἐπὶ τὰς φυλακὰς αὐτω̃ν του̃ αἰνει̃ν καὶ λειτουργει̃ν κατέναντι τω̃ν ἱερέων κατὰ τὸν λόγον ἡμέρας ἐν τη̨̃ ἡμέρα̨ καὶ οἱ πυλωροὶ κατὰ τὰς διαιρέσεις αὐτω̃ν εἰς πύλην καὶ πύλην ὅτι οὕτως ἐντολαὶ Δαυιδ ἀνθρώπου του̃ θεου̃

8:15 οὐ παρη̃λθον τὰς ἐντολὰς του̃ βασιλέως περὶ τω̃ν ἱερέων καὶ τω̃ν Λευιτω̃ν εἰς πάντα λόγον καὶ εἰς τοὺς θησαυρούς

8:16 καὶ ἡτοιμάσθη πα̃σα ἡ ἐργασία ἀφ' ἡ̃ς ἡμέρας ἐθεμελιώθη ἕως οὑ̃ ἐτελείωσεν Σαλωμων τὸν οἰ̃κον κυρίου

8:17 τότε ὤ̨χετο Σαλωμων εἰς Γασιωνγαβερ καὶ εἰς τὴν Αιλαθ τὴν παραθαλασσίαν ἐν γη̨̃ Ιδουμαία̨

8:18 καὶ ἀπέστειλεν Χιραμ ἐν χειρὶ παίδων αὐτου̃ πλοι̃α καὶ παι̃δας εἰδότας θάλασσαν καὶ ὤ̨χοντο μετὰ τω̃ν παίδων Σαλωμων εἰς Σωφιρα καὶ ἔλαβον ἐκει̃θεν τετρακόσια καὶ πεντήκοντα τάλαντα χρυσίου καὶ ἠ̃λθον πρὸς τὸν βασιλέα Σαλωμων

9:1 καὶ βασίλισσα Σαβα ἤκουσεν τὸ ὄνομα Σαλωμων καὶ ἠ̃λθεν του̃ πειράσαι Σαλωμων ἐν αἰνίγμασιν εἰς Ιερουσαλημ ἐν δυνάμει βαρεία̨ σφόδρα καὶ κάμηλοι αἴρουσαι ἀρώματα καὶ χρυσίον εἰς πλη̃θος καὶ λίθον τίμιον καὶ ἠ̃λθεν πρὸς Σαλωμων καὶ ἐλάλησεν πρὸς αὐτὸν πάντα ὅσα ἐν τη̨̃ ψυχη̨̃ αὐτη̃ς

9:2 καὶ ἀνήγγειλεν αὐτη̨̃ Σαλωμων πάντας τοὺς λόγους αὐτη̃ς καὶ οὐ παρη̃λθεν λόγος ἀπὸ Σαλωμων ὃν οὐκ ἀπήγγειλεν αὐτη̨̃

9:3 καὶ εἰ̃δεν βασίλισσα Σαβα τὴν σοφίαν Σαλωμων καὶ τὸν οἰ̃κον ὃν ὠ̨κοδόμησεν

9:4 καὶ τὰ βρώματα τω̃ν τραπεζω̃ν καὶ καθέδραν παίδων αὐτου̃ καὶ στάσιν λειτουργω̃ν αὐτου̃ καὶ ἱματισμὸν αὐτω̃ν καὶ οἰνοχόους αὐτου̃ καὶ στολισμὸν αὐτω̃ν καὶ τὰ ὁλοκαυτώματα ἃ ἀνέφερεν ἐν οἴκω̨ κυρίου καὶ ἐξ ἑαυτη̃ς ἐγένετο

9:5 καὶ εἰ̃πεν πρὸς τὸν βασιλέα ἀληθινὸς ὁ λόγος ὃν ἤκουσα ἐν τη̨̃ γη̨̃ μου περὶ τω̃ν λόγων σου καὶ περὶ τη̃ς σοφίας σου

9:6 καὶ οὐκ ἐπίστευσα τοι̃ς λόγοις ἕως οὑ̃ ἠ̃λθον καὶ εἰ̃δον οἱ ὀφθαλμοί μου καὶ ἰδοὺ οὐκ ἀπηγγέλη μοι ἥμισυ του̃ πλήθους τη̃ς σοφίας σου προσέθηκας ἐπὶ τὴν ἀκοήν ἣν ἤκουσα

9:7 μακάριοι οἱ ἄνδρες μακάριοι οἱ παι̃δές σου οὑ̃τοι οἱ παρεστηκότες σοι διὰ παντὸς καὶ ἀκούουσιν σοφίαν σου

9:8 ἔστω κύριος ὁ θεός σου ηὐλογημένος ὃς ἠθέλησέν σοι του̃ δου̃ναί σε ἐπὶ θρόνον αὐτου̃ εἰς βασιλέα τω̨̃ κυρίω̨ θεω̨̃ σου ἐν τω̨̃ ἀγαπη̃σαι κύριον τὸν θεόν σου τὸν Ισραηλ του̃ στη̃σαι αὐτὸν εἰς αἰω̃να καὶ ἔδωκέν σε ἐπ' αὐτοὺς εἰς βασιλέα του̃ ποιη̃σαι κρίμα καὶ δικαιοσύνην

9:9 καὶ ἔδωκεν τω̨̃ βασιλει̃ ἑκατὸν εἴκοσι τάλαντα χρυσίου καὶ ἀρώματα εἰς πλη̃θος πολὺ καὶ λίθον τίμιον καὶ οὐκ ἠ̃ν κατὰ τὰ ἀρώματα ἐκει̃να ἃ ἔδωκεν βασίλισσα Σαβα τω̨̃ βασιλει̃ Σαλωμων

9:10 καὶ οἱ παι̃δες Σαλωμων καὶ οἱ παι̃δες Χιραμ ἔφερον χρυσίον τω̨̃ Σαλωμων ἐκ Σουφιρ καὶ ξύλα πεύκινα καὶ λίθον τίμιον

9:11 καὶ ἐποίησεν ὁ βασιλεὺς τὰ ξύλα τὰ πεύκινα ἀναβάσεις τω̨̃ οἴκω̨ κυρίου καὶ τω̨̃ οἴκω̨ του̃ βασιλέως καὶ κιθάρας καὶ νάβλας τοι̃ς ὠ̨δοι̃ς καὶ οὐκ ὤφθησαν τοιαυ̃τα ἔμπροσθεν ἐν γη̨̃ Ιουδα

9:12 καὶ ὁ βασιλεὺς Σαλωμων ἔδωκεν τη̨̃ βασιλίσση̨ Σαβα πάντα τὰ θελήματα αὐτη̃ς ἃ ἤ̨τησεν ἐκτὸς πάντων ὡ̃ν ἤνεγκεν τω̨̃ βασιλει̃ Σαλωμων καὶ ἀπέστρεψεν εἰς τὴν γη̃ν αὐτη̃ς

9:13 καὶ ἠ̃ν ὁ σταθμὸς του̃ χρυσίου του̃ ἐνεχθέντος τω̨̃ Σαλωμων ἐν ἐνιαυτω̨̃ ἑνὶ ἑξακόσια ἑξήκοντα ἓξ τάλαντα χρυσίου

9:14 πλὴν τω̃ν ἀνδρω̃ν τω̃ν ὑποτεταγμένων καὶ τω̃ν ἐμπορευομένων ὡ̃ν ἔφερον καὶ πάντων τω̃ν βασιλέων τη̃ς 'Αραβίας καὶ σατραπω̃ν τη̃ς γη̃ς ἔφερον χρυσίον καὶ ἀργύριον τω̨̃ βασιλει̃ Σαλωμων

9:15 καὶ ἐποίησεν ὁ βασιλεὺς Σαλωμων διακοσίους θυρεοὺς χρυσου̃ς ἐλατούς ἑξακόσιοι χρυσοι̃ καθαροὶ τω̨̃ ἑνὶ θυρεω̨̃ ἑξακόσιοι χρυσοι̃ ἐπη̃σαν ἐπὶ τὸν ἕνα θυρεόν

9:16 καὶ τριακοσίας ἀσπίδας ἐλατὰς χρυσα̃ς τριακοσίων χρυσω̃ν ἀνεφέρετο ἐπὶ τὴν ἀσπίδα ἑκάστην καὶ ἔδωκεν αὐτὰς ὁ βασιλεὺς ἐν οἴκω̨ δρυμου̃ του̃ Λιβάνου

9:17 καὶ ἐποίησεν ὁ βασιλεὺς θρόνον ἐλεφάντινον ὀδόντων μέγαν καὶ κατεχρύσωσεν αὐτὸν χρυσίω̨ δοκίμω̨

9:18 καὶ ἓξ ἀναβαθμοὶ τω̨̃ θρόνω̨ ἐνδεδεμένοι χρυσίω̨ καὶ ἀγκω̃νες ἔνθεν καὶ ἔνθεν ἐπὶ του̃ θρόνου τη̃ς καθέδρας καὶ δύο λέοντες ἑστηκότες παρὰ τοὺς ἀγκω̃νας

9:19 καὶ δώδεκα λέοντες ἑστηκότες ἐκει̃ ἐπὶ τω̃ν ἓξ ἀναβαθμω̃ν ἔνθεν καὶ ἔνθεν οὐκ ἐγενήθη οὕτως ἐν πάση̨ βασιλεία̨

9:20 καὶ πάντα τὰ σκεύη του̃ βασιλέως Σαλωμων χρυσίου καὶ πάντα τὰ σκεύη οἴκου δρυμου̃ του̃ Λιβάνου χρυσίω̨ κατειλημμένα οὐκ ἠ̃ν ἀργύριον λογιζόμενον ἐν ἡμέραις Σαλωμων εἰς οὐθέν

9:21 ὅτι ναυ̃ς τω̨̃ βασιλει̃ ἐπορεύετο εἰς Θαρσις μετὰ τω̃ν παίδων Χιραμ ἅπαξ διὰ τριω̃ν ἐτω̃ν ἤρχετο πλοι̃α ἐκ Θαρσις τω̨̃ βασιλει̃ γέμοντα χρυσίου καὶ ἀργυρίου καὶ ὀδόντων ἐλεφαντίνων καὶ πιθήκων

9:22 καὶ ἐμεγαλύνθη Σαλωμων ὑπὲρ πάντας τοὺς βασιλει̃ς καὶ πλούτω̨ καὶ σοφία̨

9:23 καὶ πάντες οἱ βασιλει̃ς τη̃ς γη̃ς ἐζήτουν τὸ πρόσωπον Σαλωμων ἀκου̃σαι τη̃ς σοφίας αὐτου̃ ἡ̃ς ἔδωκεν ὁ θεὸς ἐν καρδία̨ αὐτου̃

9:24 καὶ αὐτοὶ ἔφερον ἕκαστος τὰ δω̃ρα αὐτου̃ σκεύη ἀργυρα̃ καὶ σκεύη χρυσα̃ καὶ ἱματισμόν στακτὴν καὶ ἡδύσματα ἵππους καὶ ἡμιόνους τὸ κατ' ἐνιαυτὸν ἐνιαυτόν

9:25 καὶ ἠ̃σαν τω̨̃ Σαλωμων τέσσαρες χιλιάδες θήλειαι ἵπποι εἰς ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων καὶ ἔθετο αὐτοὺς ἐν πόλεσιν τω̃ν ἁρμάτων καὶ μετὰ του̃ βασιλέως ἐν Ιερουσαλημ

9:26 καὶ ἠ̃ν ἡγούμενος πάντων τω̃ν βασιλέων ἀπὸ του̃ ποταμου̃ καὶ ἕως γη̃ς ἀλλοφύλων καὶ ἕως ὁρίου Αἰγύπτου

9:27 καὶ ἔδωκεν ὁ βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ιερουσαλημ ὡς λίθους καὶ τὰς κέδρους ὡς συκαμίνους τὰς ἐν τη̨̃ πεδινη̨̃ εἰς πλη̃θος

9:28 καὶ ἡ ἔξοδος τω̃ν ἵππων ἐξ Αἰγύπτου τω̨̃ Σαλωμων καὶ ἐκ πάσης τη̃ς γη̃ς

9:29 καὶ οἱ κατάλοιποι λόγοι Σαλωμων οἱ πρω̃τοι καὶ οἱ ἔσχατοι ἰδοὺ γεγραμμένοι ἐπὶ τω̃ν λόγων Ναθαν του̃ προφήτου καὶ ἐπὶ τω̃ν λόγων Αχια του̃ Σηλωνίτου καὶ ἐν ται̃ς ὁράσεσιν Ιωηλ του̃ ὁρω̃ντος περὶ Ιεροβοαμ υἱου̃ Ναβατ

9:30 καὶ ἐβασίλευσεν Σαλωμων ὁ βασιλεὺς ἐπὶ πάντα Ισραηλ τεσσαράκοντα ἔτη

9:31 καὶ ἐκοιμήθη Σαλωμων καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυιδ του̃ πατρὸς αὐτου̃ καὶ ἐβασίλευσεν Ροβοαμ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃

10:1 καὶ ἠ̃λθεν Ροβοαμ εἰς Συχεμ ὅτι εἰς Συχεμ ἤρχετο πα̃ς Ισραηλ βασιλευ̃σαι αὐτόν

10:2 καὶ ἐγένετο ὡς ἤκουσεν Ιεροβοαμ υἱὸς Ναβατ καὶ αὐτὸς ἐν Αἰγύπτω̨ ὡς ἔφυγεν ἀπὸ προσώπου Σαλωμων του̃ βασιλέως καὶ κατώ̨κησεν Ιεροβοαμ ἐν Αἰγύπτω̨ καὶ ἀπέστρεψεν Ιεροβοαμ ἐξ Αἰγύπτου

10:3 καὶ ἀπέστειλαν καὶ ἐκάλεσαν αὐτόν καὶ ἠ̃λθεν Ιεροβοαμ καὶ πα̃σα ἡ ἐκκλησία Ισραηλ πρὸς Ροβοαμ λέγοντες

10:4 ὁ πατήρ σου ἐσκλήρυνεν τὸν ζυγὸν ἡμω̃ν καὶ νυ̃ν ἄφες ἀπὸ τη̃ς δουλείας του̃ πατρός σου τη̃ς σκληρα̃ς καὶ ἀπὸ του̃ ζυγου̃ αὐτου̃ του̃ βαρέος οὑ̃ ἔδωκεν ἐφ' ἡμα̃ς καὶ δουλεύσομέν σοι

10:5 καὶ εἰ̃πεν αὐτοι̃ς πορεύεσθε ἕως τριω̃ν ἡμερω̃ν καὶ ἔρχεσθε πρός με καὶ ἀπη̃λθεν ὁ λαός

10:6 καὶ συνήγαγεν ὁ βασιλεὺς Ροβοαμ τοὺς πρεσβυτέρους τοὺς ἑστηκότας ἐναντίον Σαλωμων του̃ πατρὸς αὐτου̃ ἐν τω̨̃ ζη̃ν αὐτὸν λέγων πω̃ς ὑμει̃ς βουλεύεσθε του̃ ἀποκριθη̃ναι τω̨̃ λαω̨̃ τούτω̨ λόγον

10:7 καὶ ἐλάλησαν αὐτω̨̃ λέγοντες ἐὰν ἐν τη̨̃ σήμερον γένη̨ εἰς ἀγαθὸν τω̨̃ λαω̨̃ τούτω̨ καὶ εὐδοκήση̨ς καὶ λαλήση̨ς αὐτοι̃ς λόγους ἀγαθούς καὶ ἔσονταί σοι παι̃δες πάσας τὰς ἡμέρας

10:8 καὶ κατέλιπεν τὴν βουλὴν τω̃ν πρεσβυτέρων οἳ συνεβουλεύσαντο αὐτω̨̃ καὶ συνεβουλεύσατο μετὰ τω̃ν παιδαρίων τω̃ν συνεκτραφέντων μετ' αὐτου̃ τω̃ν ἑστηκότων ἐναντίον αὐτου̃

10:9 καὶ εἰ̃πεν αὐτοι̃ς τί ὑμει̃ς βουλεύεσθε καὶ ἀποκριθήσομαι λόγον τω̨̃ λαω̨̃ τούτω̨ οἳ ἐλάλησαν πρός με λέγοντες ἄνες ἀπὸ του̃ ζυγου̃ οὑ̃ ἔδωκεν ὁ πατήρ σου ἐφ' ἡμα̃ς

10:10 καὶ ἐλάλησαν αὐτω̨̃ τὰ παιδάρια τὰ ἐκτραφέντα μετ' αὐτου̃ οὕτως λαλήσεις τω̨̃ λαω̨̃ τω̨̃ λαλήσαντι πρὸς σὲ λέγων ὁ πατήρ σου ἐβάρυνεν τὸν ζυγὸν ἡμω̃ν καὶ σὺ ἄφες ἀφ' ἡμω̃ν οὕτως ἐρει̃ς ὁ μικρὸς δάκτυλός μου παχύτερος τη̃ς ὀσφύος του̃ πατρός μου

10:11 καὶ νυ̃ν ὁ πατήρ μου ἐπαίδευσεν ὑμα̃ς ζυγω̨̃ βαρει̃ καὶ ἐγὼ προσθήσω ἐπὶ τὸν ζυγὸν ὑμω̃ν ὁ πατήρ μου ἐπαίδευσεν ὑμα̃ς ἐν μάστιγξιν καὶ ἐγὼ παιδεύσω ὑμα̃ς ἐν σκορπίοις

10:12 καὶ ἠ̃λθεν Ιεροβοαμ καὶ πα̃ς ὁ λαὸς πρὸς Ροβοαμ τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ ὡς ἐλάλησεν ὁ βασιλεὺς λέγων ἐπιστρέψατε πρός με τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨

10:13 καὶ ἀπεκρίθη ὁ βασιλεὺς σκληρά καὶ ἐγκατέλιπεν ὁ βασιλεὺς Ροβοαμ τὴν βουλὴν τω̃ν πρεσβυτέρων

10:14 καὶ ἐλάλησεν πρὸς αὐτοὺς κατὰ τὴν βουλὴν τω̃ν νεωτέρων λέγων ὁ πατήρ μου ἐβάρυνεν τὸν ζυγὸν ὑμω̃ν καὶ ἐγὼ προσθήσω ἐπ' αὐτόν ὁ πατήρ μου ἐπαίδευσεν ὑμα̃ς ἐν μάστιγξιν καὶ ἐγὼ παιδεύσω ὑμα̃ς ἐν σκορπίοις

10:15 καὶ οὐκ ἤκουσεν ὁ βασιλεὺς του̃ λαου̃ ὅτι ἠ̃ν μεταστροφὴ παρὰ του̃ θεου̃ λέγων ἀνέστησεν κύριος τὸν λόγον αὐτου̃ ὃν ἐλάλησεν ἐν χειρὶ Αχια του̃ Σηλωνίτου περὶ Ιεροβοαμ υἱου̃ Ναβατ

10:16 καὶ παντὸς Ισραηλ ὅτι οὐκ ἤκουσεν ὁ βασιλεὺς αὐτω̃ν καὶ ἀπεκρίθη ὁ λαὸς πρὸς τὸν βασιλέα λέγων τίς ἡμι̃ν μερὶς ἐν Δαυιδ καὶ κληρονομία ἐν υἱω̨̃ Ιεσσαι εἰς τὰ σκηνώματά σου Ισραηλ νυ̃ν βλέπε τὸν οἰ̃κόν σου Δαυιδ καὶ ἐπορεύθη πα̃ς Ισραηλ εἰς τὰ σκηνώματα αὐτου̃

10:17 καὶ ἄνδρες Ισραηλ οἱ κατοικου̃ντες ἐν πόλεσιν Ιουδα καὶ ἐβασίλευσεν ἐπ' αὐτω̃ν Ροβοαμ

10:18 καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ροβοαμ τὸν Αδωνιραμ τὸν ἐπὶ του̃ φόρου καὶ ἐλιθοβόλησαν αὐτὸν οἱ υἱοὶ Ισραηλ λίθοις καὶ ἀπέθανεν καὶ ὁ βασιλεὺς Ροβοαμ ἔσπευσεν του̃ ἀναβη̃ναι εἰς τὸ ἅρμα του̃ φυγει̃ν εἰς Ιερουσαλημ

10:19 καὶ ἠθέτησεν Ισραηλ ἐν τω̨̃ οἴκω̨ Δαυιδ ἕως τη̃ς ἡμέρας ταύτης

11:1 καὶ ἠ̃λθεν Ροβοαμ εἰς Ιερουσαλημ καὶ ἐξεκκλησίασεν τὸν Ιουδαν καὶ Βενιαμιν ἑκατὸν ὀγδοήκοντα χιλιάδας νεανίσκων ποιούντων πόλεμον καὶ ἐπολέμει πρὸς Ισραηλ του̃ ἐπιστρέψαι τὴν βασιλείαν τω̨̃ Ροβοαμ

11:2 καὶ ἐγένετο λόγος κυρίου πρὸς Σαμαιαν ἄνθρωπον του̃ θεου̃ λέγων

11:3 εἰπὸν πρὸς Ροβοαμ τὸν του̃ Σαλωμων καὶ πρὸς πάντα Ιουδαν καὶ Βενιαμιν λέγων

11:4 τάδε λέγει κύριος οὐκ ἀναβήσεσθε καὶ οὐ πολεμήσετε πρὸς τοὺς ἀδελφοὺς ὑμω̃ν ἀποστρέφετε ἕκαστος εἰς τὸν οἰ̃κον αὐτου̃ ὅτι παρ' ἐμου̃ ἐγένετο τὸ ῥη̃μα του̃το καὶ ἐπήκουσαν του̃ λόγου κυρίου καὶ ἀπεστράφησαν του̃ μὴ πορευθη̃ναι ἐπὶ Ιεροβοαμ

11:5 καὶ κατώ̨κησεν Ροβοαμ εἰς Ιερουσαλημ καὶ ὠ̨κοδόμησεν πόλεις τειχήρεις ἐν τη̨̃ Ιουδαία̨

11:6 καὶ ὠ̨κοδόμησεν τὴν Βαιθλεεμ καὶ τὴν Αιταμ καὶ τὴν Θεκωε

11:7 καὶ τὴν Βαιθσουρα καὶ τὴν Σοκχωθ καὶ τὴν Οδολλαμ

11:8 καὶ τὴν Γεθ καὶ τὴν Μαρισαν καὶ τὴν Ζιφ

11:9 καὶ τὴν Αδωραιμ καὶ τὴν Λαχις καὶ τὴν Αζηκα

11:10 καὶ τὴν Σαραα καὶ τὴν Αιαλων καὶ τὴν Χεβρων ἥ ἐστιν του̃ Ιουδα καὶ Βενιαμιν πόλεις τειχήρεις

11:11 καὶ ὠχύρωσεν αὐτὰς τείχεσιν καὶ ἔδωκεν ἐν αὐται̃ς ἡγουμένους καὶ παραθέσεις βρωμάτων ἔλαιον καὶ οἰ̃νον

11:12 κατὰ πόλιν καὶ κατὰ πόλιν θυρεοὺς καὶ δόρατα καὶ κατίσχυσεν αὐτὰς εἰς πλη̃θος σφόδρα καὶ ἠ̃σαν αὐτω̨̃ Ιουδα καὶ Βενιαμιν

11:13 καὶ οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται οἳ ἠ̃σαν ἐν παντὶ Ισραηλ συνήχθησαν πρὸς αὐτὸν ἐκ πάντων τω̃ν ὁρίων

11:14 ὅτι ἐγκατέλιπον οἱ Λευι̃ται τὰ σκηνώματα τη̃ς κατασχέσεως αὐτω̃ν καὶ ἐπορεύθησαν πρὸς Ιουδαν εἰς Ιερουσαλημ ὅτι ἐξέβαλεν αὐτοὺς Ιεροβοαμ καὶ οἱ υἱοὶ αὐτου̃ του̃ μὴ λειτουργει̃ν κυρίω̨

11:15 καὶ κατέστησεν ἑαυτω̨̃ ἱερει̃ς τω̃ν ὑψηλω̃ν καὶ τοι̃ς εἰδώλοις καὶ τοι̃ς ματαίοις καὶ τοι̃ς μόσχοις ἃ ἐποίησεν Ιεροβοαμ

11:16 καὶ ἐξέβαλεν αὐτοὺς ἀπὸ φυλω̃ν Ισραηλ οἳ ἔδωκαν καρδίαν αὐτω̃ν του̃ ζητη̃σαι κύριον θεὸν Ισραηλ καὶ ἠ̃λθον εἰς Ιερουσαλημ θυ̃σαι κυρίω̨ θεω̨̃ τω̃ν πατέρων αὐτω̃ν

11:17 καὶ κατίσχυσαν τὴν βασιλείαν Ιουδα καὶ κατίσχυσαν Ροβοαμ τὸν του̃ Σαλωμων εἰς ἔτη τρία ὅτι ἐπορεύθη ἐν ται̃ς ὁδοι̃ς Δαυιδ καὶ Σαλωμων ἔτη τρία

11:18 καὶ ἔλαβεν ἑαυτω̨̃ Ροβοαμ γυναι̃κα τὴν Μολλαθ θυγατέρα Ιεριμουθ υἱου̃ Δαυιδ Αβαιαν θυγατέρα Ελιαβ του̃ Ιεσσαι

11:19 καὶ ἔτεκεν αὐτω̨̃ υἱοὺς τὸν Ιαους καὶ τὸν Σαμαριαν καὶ τὸν Ροολλαμ

11:20 καὶ μετὰ ταυ̃τα ἔλαβεν ἑαυτω̨̃ τὴν Μααχα θυγατέρα Αβεσσαλωμ καὶ ἔτεκεν αὐτω̨̃ τὸν Αβια καὶ τὸν Ιεθθι καὶ τὸν Ζιζα καὶ τὸν Εμμωθ

11:21 καὶ ἠγάπησεν Ροβοαμ τὴν Μααχαν θυγατέρα Αβεσσαλωμ ὑπὲρ πάσας τὰς γυναι̃κας αὐτου̃ καὶ τὰς παλλακὰς αὐτου̃ ὅτι γυναι̃κας δέκα ὀκτὼ εἰ̃χεν καὶ παλλακὰς τριάκοντα καὶ ἐγέννησεν υἱοὺς εἴκοσι ὀκτὼ καὶ θυγατέρας ἑξήκοντα

11:22 καὶ κατέστησεν εἰς ἄρχοντα Ροβοαμ τὸν Αβια τὸν τη̃ς Μααχα εἰς ἡγούμενον ἐν τοι̃ς ἀδελφοι̃ς αὐτου̃ ὅτι βασιλευ̃σαι διενοει̃το αὐτόν

11:23 καὶ ηὐξήθη παρὰ πάντας τοὺς υἱοὺς αὐτου̃ ἐν πα̃σιν τοι̃ς ὁρίοις Ιουδα καὶ Βενιαμιν καὶ ἐν ται̃ς πόλεσιν ται̃ς ὀχυραι̃ς καὶ ἔδωκεν αὐται̃ς τροφὰς πλη̃θος πολὺ καὶ ἠ̨τήσατο πλη̃θος γυναικω̃ν

12:1 καὶ ἐγένετο ὡς ἡτοιμάσθη ἡ βασιλεία Ροβοαμ καὶ ὡς κατεκρατήθη ἐγκατέλιπεν τὰς ἐντολὰς κυρίου καὶ πα̃ς Ισραηλ μετ' αὐτου̃

12:2 καὶ ἐγένετο ἐν τω̨̃ πέμπτω̨ ἔτει τη̃ς βασιλείας Ροβοαμ ἀνέβη Σουσακιμ βασιλεὺς Αἰγύπτου ἐπὶ Ιερουσαλημ ὅτι ἥμαρτον ἐναντίον κυρίου

12:3 ἐν χιλίοις καὶ διακοσίοις ἅρμασιν καὶ ἑξήκοντα χιλιάσιν ἵππων καὶ οὐκ ἠ̃ν ἀριθμὸς του̃ πλήθους του̃ ἐλθόντος μετ' αὐτου̃ ἐξ Αἰγύπτου Λίβυες Τρωγλοδύται καὶ Αἰθίοπες

12:4 καὶ κατεκράτησαν τω̃ν πόλεων τω̃ν ὀχυρω̃ν αἳ ἠ̃σαν ἐν Ιουδα καὶ ἠ̃λθεν εἰς Ιερουσαλημ

12:5 καὶ Σαμαιας ὁ προφήτης ἠ̃λθεν πρὸς Ροβοαμ καὶ πρὸς τοὺς ἄρχοντας Ιουδα τοὺς συναχθέντας εἰς Ιερουσαλημ ἀπὸ προσώπου Σουσακιμ καὶ εἰ̃πεν αὐτοι̃ς οὕτως εἰ̃πεν κύριος ὑμει̃ς ἐγκατελίπετέ με κἀγὼ ἐγκαταλείψω ὑμα̃ς ἐν χειρὶ Σουσακιμ

12:6 καὶ ἠ̨σχύνθησαν οἱ ἄρχοντες Ισραηλ καὶ ὁ βασιλεὺς καὶ εἰ̃παν δίκαιος ὁ κύριος

12:7 καὶ ἐν τω̨̃ ἰδει̃ν κύριον ὅτι ἐνετράπησαν καὶ ἐγένετο λόγος κυρίου πρὸς Σαμαιαν λέγων ἐνετράπησαν οὐ καταφθερω̃ αὐτούς καὶ δώσω αὐτοὺς ὡς μικρὸν εἰς σωτηρίαν καὶ οὐ μὴ στάξη̨ ὁ θυμός μου ἐν Ιερουσαλημ

12:8 ὅτι ἔσονται εἰς παι̃δας καὶ γνώσονται τὴν δουλείαν μου καὶ τὴν δουλείαν τη̃ς βασιλείας τη̃ς γη̃ς

12:9 καὶ ἀνέβη Σουσακιμ βασιλεὺς Αἰγύπτου καὶ ἔλαβεν τοὺς θησαυροὺς τοὺς ἐν οἴκω̨ κυρίου καὶ τοὺς θησαυροὺς τοὺς ἐν οἴκω̨ του̃ βασιλέως τὰ πάντα ἔλαβεν καὶ ἔλαβεν τοὺς θυρεοὺς τοὺς χρυσου̃ς οὓς ἐποίησεν Σαλωμων

12:10 καὶ ἐποίησεν Ροβοαμ θυρεοὺς χαλκου̃ς ἀντ' αὐτω̃ν καὶ κατέστησεν ἐπ' αὐτὸν Σουσακιμ ἄρχοντας παρατρεχόντων τοὺς φυλάσσοντας τὸν πυλω̃να του̃ βασιλέως

12:11 καὶ ἐγένετο ἐν τω̨̃ εἰσελθει̃ν τὸν βασιλέα εἰς οἰ̃κον κυρίου εἰσεπορεύοντο οἱ φυλάσσοντες καὶ οἱ παρατρέχοντες καὶ οἱ ἐπιστρέφοντες εἰς ἀπάντησιν τω̃ν παρατρεχόντων

12:12 καὶ ἐν τω̨̃ ἐντραπη̃ναι αὐτὸν ἀπεστράφη ἀπ' αὐτου̃ ὀργὴ κυρίου καὶ οὐκ εἰς καταφθορὰν εἰς τέλος καὶ γὰρ ἐν Ιουδα ἠ̃σαν λόγοι ἀγαθοί

12:13 καὶ κατίσχυσεν Ροβοαμ ἐν Ιερουσαλημ καὶ ἐβασίλευσεν καὶ τεσσαράκοντα καὶ ἑνὸς ἐτω̃ν Ροβοαμ ἐν τω̨̃ βασιλευ̃σαι αὐτὸν καὶ ἑπτακαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ ἐν τη̨̃ πόλει ἡ̨̃ ἐξελέξατο κύριος ἐπονομάσαι τὸ ὄνομα αὐτου̃ ἐκει̃ ἐκ πασω̃ν φυλω̃ν υἱω̃ν Ισραηλ καὶ ὄνομα τη̃ς μητρὸς αὐτου̃ Νοομμα ἡ Αμμανι̃τις

12:14 καὶ ἐποίησεν τὸ πονηρόν ὅτι οὐ κατεύθυνεν τὴν καρδίαν αὐτου̃ ἐκζητη̃σαι τὸν κύριον

12:15 καὶ λόγοι Ροβοαμ οἱ πρω̃τοι καὶ οἱ ἔσχατοι οὐκ ἰδοὺ γεγραμμένοι ἐν τοι̃ς λόγοις Σαμαια του̃ προφήτου καὶ Αδδω του̃ ὁρω̃ντος καὶ πράξεις αὐτου̃ καὶ ἐπολέμει Ροβοαμ τὸν Ιεροβοαμ πάσας τὰς ἡμέρας

12:16 καὶ ἀπέθανεν Ροβοαμ καὶ ἐτάφη μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἐτάφη ἐν πόλει Δαυιδ καὶ ἐβασίλευσεν Αβια υἱὸς αὐτου̃ ἀντ' αὐτου̃

13:1 ἐν τω̨̃ ὀκτωκαιδεκάτω̨ ἔτει τη̃ς βασιλείας Ιεροβοαμ ἐβασίλευσεν Αβια ἐπὶ Ιουδαν

13:2 ἔτη τρία ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̨̃ μητρὶ αὐτου̃ Μααχα θυγάτηρ Ουριηλ ἀπὸ Γαβαων καὶ πόλεμος ἠ̃ν ἀνὰ μέσον Αβια καὶ ἀνὰ μέσον Ιεροβοαμ

13:3 καὶ παρετάξατο Αβια τὸν πόλεμον ἐν δυνάμει πολεμισται̃ς δυνάμεως τετρακοσίαις χιλιάσιν ἀνδρω̃ν δυνατω̃ν καὶ Ιεροβοαμ παρετάξατο πρὸς αὐτὸν πόλεμον ἐν ὀκτακοσίαις χιλιάσιν δυνατοὶ πολεμισταὶ δυνάμεως

13:4 καὶ ἀνέστη Αβια ἀπὸ του̃ ὄρους Σομορων ὅ ἐστιν ἐν τω̨̃ ὄρει Εφραιμ καὶ εἰ̃πεν ἀκούσατε Ιεροβοαμ καὶ πα̃ς Ισραηλ

13:5 οὐχ ὑμι̃ν γνω̃ναι ὅτι κύριος ὁ θεὸς Ισραηλ ἔδωκεν βασιλείαν ἐπὶ τὸν Ισραηλ εἰς τὸν αἰω̃να τω̨̃ Δαυιδ καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ διαθήκην ἁλός

13:6 καὶ ἀνέστη Ιεροβοαμ ὁ του̃ Ναβατ ὁ παι̃ς Σαλωμων του̃ Δαυιδ καὶ ἀπέστη ἀπὸ του̃ κυρίου αὐτου̃

13:7 καὶ συνήχθησαν πρὸς αὐτὸν ἄνδρες λοιμοὶ υἱοὶ παράνομοι καὶ ἀντέστη πρὸς Ροβοαμ τὸν του̃ Σαλωμων καὶ Ροβοαμ ἠ̃ν νεώτερος καὶ δειλὸς τη̨̃ καρδία̨ καὶ οὐκ ἀντέστη κατὰ πρόσωπον αὐτου̃

13:8 καὶ νυ̃ν λέγετε ὑμει̃ς ἀντιστη̃ναι κατὰ πρόσωπον βασιλείας κυρίου διὰ χειρὸς υἱω̃ν Δαυιδ καὶ ὑμει̃ς πλη̃θος πολύ καὶ μεθ' ὑμω̃ν μόσχοι χρυσοι̃ οὓς ἐποίησεν ὑμι̃ν Ιεροβοαμ εἰς θεούς

13:9 ἠ̃ οὐκ ἐξεβάλετε τοὺς ἱερει̃ς κυρίου τοὺς υἱοὺς Ααρων καὶ τοὺς Λευίτας καὶ ἐποιήσατε ἑαυτοι̃ς ἱερει̃ς ἐκ του̃ λαου̃ τη̃ς γη̃ς πα̃ς ὁ προσπορευόμενος πληρω̃σαι τὰς χει̃ρας ἐν μόσχω̨ ἐκ βοω̃ν καὶ κριοι̃ς ἑπτὰ καὶ ἐγίνετο εἰς ἱερέα τω̨̃ μὴ ὄντι θεω̨̃

13:10 καὶ ἡμει̃ς κύριον τὸν θεὸν ἡμω̃ν οὐκ ἐγκατελίπομεν καὶ οἱ ἱερει̃ς αὐτου̃ λειτουργου̃σιν τω̨̃ κυρίω̨ οἱ υἱοὶ Ααρων καὶ οἱ Λευι̃ται ἐν ται̃ς ἐφημερίαις αὐτω̃ν

13:11 θυμιω̃σιν τω̨̃ κυρίω̨ ὁλοκαυτώματα πρωὶ καὶ δείλης καὶ θυμίαμα συνθέσεως καὶ προθέσεις ἄρτων ἐπὶ τη̃ς τραπέζης τη̃ς καθαρα̃ς καὶ ἡ λυχνία ἡ χρυση̃ καὶ οἱ λυχνοὶ τη̃ς καύσεως ἀνάψαι δείλης ὅτι φυλάσσομεν ἡμει̃ς τὰς φυλακὰς κυρίου του̃ θεου̃ τω̃ν πατέρων ἡμω̃ν καὶ ὑμει̃ς ἐγκατελίπετε αὐτόν

13:12 καὶ ἰδοὺ μεθ' ἡμω̃ν ἐν ἀρχη̨̃ κύριος καὶ οἱ ἱερει̃ς αὐτου̃ καὶ αἱ σάλπιγγες τη̃ς σημασίας του̃ σημαίνειν ἐφ' ὑμα̃ς οἱ υἱοὶ του̃ Ισραηλ πολεμήσετε πρὸς κύριον θεὸν τω̃ν πατέρων ἡμω̃ν ὅτι οὐκ εὐοδωθήσεται ὑμι̃ν

13:13 καὶ Ιεροβοαμ ἀπέστρεψεν τὸ ἔνεδρον ἐλθει̃ν αὐτω̃ν ἐκ τω̃ν ὄπισθεν καὶ ἐγένετο ἔμπροσθεν Ιουδα καὶ τὸ ἔνεδρον ἐκ τω̃ν ὄπισθεν

13:14 καὶ ἀπέστρεψεν Ιουδας καὶ ἰδοὺ αὐτοι̃ς ὁ πόλεμος ἐκ τω̃ν ἔμπροσθεν καὶ ἐκ τω̃ν ὄπισθεν καὶ ἐβόησαν πρὸς κύριον καὶ οἱ ἱερει̃ς ἐσάλπισαν ται̃ς σάλπιγξιν

13:15 καὶ ἐβόησαν ἄνδρες Ιουδα καὶ ἐγένετο ἐν τω̨̃ βοα̃ν ἄνδρας Ιουδα καὶ κύριος ἐπάταξεν τὸν Ιεροβοαμ καὶ τὸν Ισραηλ ἐναντίον Αβια καὶ Ιουδα

13:16 καὶ ἔφυγον οἱ υἱοὶ Ισραηλ ἀπὸ προσώπου Ιουδα καὶ παρέδωκεν αὐτοὺς κύριος εἰς τὰς χει̃ρας αὐτω̃ν

13:17 καὶ ἐπάταξεν ἐν αὐτοι̃ς Αβια καὶ ὁ λαὸς αὐτου̃ πληγὴν μεγάλην καὶ ἔπεσον τραυματίαι ἀπὸ Ισραηλ πεντακόσιαι χιλιάδες ἄνδρες δυνατοί

13:18 καὶ ἐταπεινώθησαν οἱ υἱοὶ Ισραηλ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ κατίσχυσαν οἱ υἱοὶ Ιουδα ὅτι ἤλπισαν ἐπὶ κύριον θεὸν τω̃ν πατέρων αὐτω̃ν

13:19 καὶ κατεδίωξεν Αβια ὀπίσω Ιεροβοαμ καὶ προκατελάβετο παρ' αὐτου̃ πόλεις τὴν Βαιθηλ καὶ τὰς κώμας αὐτη̃ς καὶ τὴν Ισανα καὶ τὰς κώμας αὐτη̃ς καὶ τὴν Εφρων καὶ τὰς κώμας αὐτη̃ς

13:20 καὶ οὐκ ἔσχεν ἰσχὺν Ιεροβοαμ ἔτι πάσας τὰς ἡμέρας Αβια καὶ ἐπάταξεν αὐτὸν κύριος καὶ ἐτελεύτησεν

13:21 καὶ κατίσχυσεν Αβια καὶ ἔλαβεν ἑαυτω̨̃ γυναι̃κας δέκα τέσσαρας καὶ ἐγέννησεν υἱοὺς εἴκοσι δύο καὶ θυγατέρας δέκα ἕξ

13:22 καὶ οἱ λοιποὶ λόγοι Αβια καὶ αἱ πράξεις αὐτου̃ καὶ οἱ λόγοι αὐτου̃ γεγραμμένοι ἐπὶ βιβλίω̨ του̃ προφήτου Αδδω

13:23 καὶ ἀπέθανεν Αβια μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυιδ καὶ ἐβασίλευσεν Ασα υἱὸς αὐτου̃ ἀντ' αὐτου̃ ἐν ται̃ς ἡμέραις Ασα ἡσύχασεν ἡ γη̃ Ιουδα ἔτη δέκα

14:1 καὶ ἐποίησεν τὸ καλὸν καὶ τὸ εὐθὲς ἐνώπιον κυρίου θεου̃ αὐτου̃

14:2 καὶ ἀπέστησεν τὰ θυσιαστήρια τω̃ν ἀλλοτρίων καὶ τὰ ὑψηλὰ καὶ συνέτριψεν τὰς στήλας καὶ ἐξέκοψεν τὰ ἄλση

14:3 καὶ εἰ̃πεν τω̨̃ Ιουδα ἐκζητη̃σαι τὸν κύριον θεὸν τω̃ν πατέρων αὐτω̃ν καὶ ποιη̃σαι τὸν νόμον καὶ τὰς ἐντολάς

14:4 καὶ ἀπέστησεν ἀπὸ πασω̃ν τω̃ν πόλεων Ιουδα τὰ θυσιαστήρια καὶ τὰ εἴδωλα καὶ εἰρήνευσεν

14:5 πόλεις τειχήρεις ἐν γη̨̃ Ιουδα ὅτι εἰρήνευσεν ἡ γη̃ καὶ οὐκ ἠ̃ν αὐτω̨̃ πόλεμος ἐν τοι̃ς ἔτεσιν τούτοις ὅτι κατέπαυσεν αὐτω̨̃ κύριος

14:6 καὶ εἰ̃πεν τω̨̃ Ιουδα οἰκοδομήσωμεν τὰς πόλεις ταύτας καὶ ποιήσωμεν τείχη καὶ πύργους καὶ πύλας καὶ μοχλοὺς ἐν ὡ̨̃ τη̃ς γη̃ς κυριεύσομεν ὅτι καθὼς ἐξεζητήσαμεν κύριον θεὸν ἡμω̃ν ἐξεζήτησεν ἡμα̃ς καὶ κατέπαυσεν ἡμα̃ς κυκλόθεν καὶ εὐόδωσεν ἡμι̃ν

14:7 καὶ ἐγένετο τω̨̃ Ασα δύναμις ὁπλοφόρων αἰρόντων θυρεοὺς καὶ δόρατα ἐν γη̨̃ Ιουδα τριακόσιαι χιλιάδες καὶ ἐν γη̨̃ Βενιαμιν πελτασταὶ καὶ τοξόται διακόσιαι καὶ πεντήκοντα χιλιάδες πάντες οὑ̃τοι πολεμισταὶ δυνάμεως

14:8 καὶ ἐξη̃λθεν ἐπ' αὐτοὺς Ζαρε ὁ Αἰθίοψ ἐν δυνάμει ἐν χιλίαις χιλιάσιν καὶ ἅρμασιν τριακοσίοις καὶ ἠ̃λθεν ἕως Μαρισα

14:9 καὶ ἐξη̃λθεν Ασα εἰς συνάντησιν αὐτω̨̃ καὶ παρετάξατο πόλεμον ἐν τη̨̃ φάραγγι κατὰ βορρα̃ν Μαρισης

14:10 καὶ ἐβόησεν Ασα πρὸς κύριον θεὸν αὐτου̃ καὶ εἰ̃πεν κύριε οὐκ ἀδυνατει̃ παρὰ σοὶ σώ̨ζειν ἐν πολλοι̃ς καὶ ἐν ὀλίγοις κατίσχυσον ἡμα̃ς κύριε ὁ θεὸς ἡμω̃ν ὅτι ἐπὶ σοὶ πεποίθαμεν καὶ ἐπὶ τω̨̃ ὀνόματί σου ἤλθαμεν ἐπὶ τὸ πλη̃θος τὸ πολὺ του̃το κύριε ὁ θεὸς ἡμω̃ν μὴ κατισχυσάτω πρὸς σὲ ἄνθρωπος

14:11 καὶ ἐπάταξεν κύριος τοὺς Αἰθίοπας ἐναντίον Ιουδα καὶ ἔφυγον οἱ Αἰθίοπες

14:12 καὶ κατεδίωξεν Ασα καὶ ὁ λαὸς αὐτου̃ ἕως Γεδωρ καὶ ἔπεσον Αἰθίοπες ὥστε μὴ εἰ̃ναι ἐν αὐτοι̃ς περιποίησιν ὅτι συνετρίβησαν ἐνώπιον κυρίου καὶ ἐναντίον τη̃ς δυνάμεως αὐτου̃ καὶ ἐσκύλευσαν σκυ̃λα πολλά

14:13 καὶ ἐξέκοψαν τὰς κώμας αὐτω̃ν κύκλω̨ Γεδωρ ὅτι ἐγενήθη ἔκστασις κυρίου ἐπ' αὐτούς καὶ ἐσκύλευσαν πάσας τὰς πόλεις αὐτω̃ν ὅτι πολλὰ σκυ̃λα ἐγενήθη αὐτοι̃ς

14:14 καί γε σκηνὰς κτήσεων τοὺς Αμαζονει̃ς ἐξέκοψαν καὶ ἔλαβον πρόβατα πολλὰ καὶ καμήλους καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ

15:1 καὶ Αζαριας υἱὸς Ωδηδ ἐγένετο ἐπ' αὐτὸν πνευ̃μα κυρίου

15:2 καὶ ἐξη̃λθεν εἰς ἀπάντησιν Ασα καὶ παντὶ Ιουδα καὶ Βενιαμιν καὶ εἰ̃πεν ἀκούσατέ μου Ασα καὶ πα̃ς Ιουδα καὶ Βενιαμιν κύριος μεθ' ὑμω̃ν ἐν τω̨̃ εἰ̃ναι ὑμα̃ς μετ' αὐτου̃ καὶ ἐὰν ἐκζητήσητε αὐτόν εὑρεθήσεται ὑμι̃ν καὶ ἐὰν ἐγκαταλίπητε αὐτόν ἐγκαταλείψει ὑμα̃ς

15:3 καὶ ἡμέραι πολλαὶ τω̨̃ Ισραηλ ἐν οὐ θεω̨̃ ἀληθινω̨̃ καὶ οὐχ ἱερέως ὑποδεικνύοντος καὶ ἐν οὐ νόμω̨

15:4 καὶ ἐπιστρέψει ἐπὶ κύριον θεὸν Ισραηλ καὶ εὑρεθήσεται αὐτοι̃ς

15:5 καὶ ἐν ἐκείνω̨ τω̨̃ καιρω̨̃ οὐκ ἔστιν εἰρήνη τω̨̃ ἐκπορευομένω̨ καὶ τω̨̃ εἰσπορευομένω̨ ὅτι ἔκστασις κυρίου ἐπὶ πάντας τοὺς κατοικου̃ντας τὰς χώρας

15:6 καὶ πολεμήσει ἔθνος πρὸς ἔθνος καὶ πόλις πρὸς πόλιν ὅτι ὁ θεὸς ἐξέστησεν αὐτοὺς ἐν πάση̨ θλίψει

15:7 καὶ ὑμει̃ς ἰσχύσατε καὶ μὴ ἐκλυέσθωσαν αἱ χει̃ρες ὑμω̃ν ὅτι ἔστιν μισθὸς τη̨̃ ἐργασία̨ ὑμω̃ν

15:8 καὶ ἐν τω̨̃ ἀκου̃σαι τοὺς λόγους τούτους καὶ τὴν προφητείαν Αδαδ του̃ προφήτου καὶ κατίσχυσεν καὶ ἐξέβαλεν τὰ βδελύγματα ἀπὸ πάσης τη̃ς γη̃ς Ιουδα καὶ Βενιαμιν καὶ ἀπὸ τω̃ν πόλεων ὡ̃ν κατέσχεν ἐν ὄρει Εφραιμ καὶ ἐνεκαίνισεν τὸ θυσιαστήριον κυρίου ὃ ἠ̃ν ἔμπροσθεν του̃ ναου̃ κυρίου

15:9 καὶ ἐξεκκλησίασεν τὸν Ιουδαν καὶ Βενιαμιν καὶ τοὺς προσηλύτους τοὺς παροικου̃ντας μετ' αὐτου̃ ἀπὸ Εφραιμ καὶ ἀπὸ Μανασση καὶ ἀπὸ Συμεων ὅτι προσετέθησαν πρὸς αὐτὸν πολλοὶ του̃ Ισραηλ ἐν τω̨̃ ἰδει̃ν αὐτοὺς ὅτι κύριος ὁ θεὸς αὐτου̃ μετ' αὐτου̃

15:10 καὶ συνήχθησαν εἰς Ιερουσαλημ ἐν τω̨̃ μηνὶ τω̨̃ τρίτω̨ ἐν τω̨̃ πεντεκαιδεκάτω̨ ἔτει τη̃ς βασιλείας Ασα

15:11 καὶ ἔθυσεν τω̨̃ κυρίω̨ ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ ἀπὸ τω̃ν σκύλων ὡ̃ν ἤνεγκαν μόσχους ἑπτακοσίους καὶ πρόβατα ἑπτακισχίλια

15:12 καὶ διη̃λθεν ἐν διαθήκη̨ ζητη̃σαι κύριον θεὸν τω̃ν πατέρων αὐτω̃ν ἐξ ὅλης τη̃ς καρδίας καὶ ἐξ ὅλης τη̃ς ψυχη̃ς

15:13 καὶ πα̃ς ὃς ἐὰν μὴ ἐκζητήση̨ κύριον θεὸν Ισραηλ ἀποθανει̃ται ἀπὸ νεωτέρου ἕως πρεσβυτέρου ἀπὸ ἀνδρὸς ἕως γυναικός

15:14 καὶ ὤμοσαν ἐν τω̨̃ κυρίω̨ ἐν φωνη̨̃ μεγάλη̨ καὶ ἐν σάλπιγξιν καὶ ἐν κερατίναις

15:15 καὶ ηὐφράνθησαν πα̃ς Ιουδα περὶ του̃ ὅρκου ὅτι ἐξ ὅλης τη̃ς ψυχη̃ς ὤμοσαν καὶ ἐν πάση̨ θελήσει ἐζήτησαν αὐτόν καὶ εὑρέθη αὐτοι̃ς καὶ κατέπαυσεν αὐτοι̃ς κύριος κυκλόθεν

15:16 καὶ τὴν Μααχα τὴν μητέρα αὐτου̃ μετέστησεν του̃ μὴ εἰ̃ναι τη̨̃ 'Αστάρτη̨ λειτουργου̃σαν καὶ κατέκοψεν τὸ εἴδωλον καὶ κατέκαυσεν ἐν χειμάρρω̨ Κεδρων

15:17 πλὴν τὰ ὑψηλὰ οὐκ ἀπέστησαν ἔτι ὑπη̃ρχεν ἐν τω̨̃ Ισραηλ ἀλλ' ἢ καρδία Ασα ἐγένετο πλήρης πάσας τὰς ἡμέρας αὐτου̃

15:18 καὶ εἰσήνεγκεν τὰ ἅγια Δαυιδ του̃ πατρὸς αὐτου̃ καὶ τὰ ἅγια οἴκου κυρίου του̃ θεου̃ ἀργύριον καὶ χρυσίον καὶ σκεύη

15:19 καὶ πόλεμος οὐκ ἠ̃ν μετ' αὐτου̃ ἕως του̃ πέμπτου καὶ τριακοστου̃ ἔτους τη̃ς βασιλείας Ασα

16:1 καὶ ἐν τω̨̃ ὀγδόω̨ καὶ τριακοστω̨̃ ἔτει τη̃ς βασιλείας Ασα ἀνέβη Βαασα βασιλεὺς Ισραηλ ἐπὶ Ιουδαν καὶ ὠ̨κοδόμησεν τὴν Ραμα του̃ μὴ δου̃ναι ἔξοδον καὶ εἴσοδον τω̨̃ Ασα βασιλει̃ Ιουδα

16:2 καὶ ἔλαβεν Ασα χρυσίον καὶ ἀργύριον ἐκ θησαυρω̃ν οἴκου κυρίου καὶ οἴκου του̃ βασιλέως καὶ ἀπέστειλεν πρὸς τὸν υἱὸν του̃ Αδερ βασιλέως Συρίας τὸν κατοικου̃ντα ἐν Δαμασκω̨̃ λέγων

16:3 διάθου διαθήκην ἀνὰ μέσον ἐμου̃ καὶ σου̃ καὶ ἀνὰ μέσον του̃ πατρός μου καὶ ἀνὰ μέσον του̃ πατρός σου ἰδοὺ ἀπέσταλκά σοι χρυσίον καὶ ἀργύριον δευ̃ρο καὶ διασκέδασον ἀπ' ἐμου̃ τὸν Βαασα βασιλέα Ισραηλ καὶ ἀπελθέτω ἀπ' ἐμου̃

16:4 καὶ ἤκουσεν υἱὸς Αδερ του̃ βασιλέως Ασα καὶ ἀπέστειλεν τοὺς ἄρχοντας τη̃ς δυνάμεως αὐτου̃ ἐπὶ τὰς πόλεις Ισραηλ καὶ ἐπάταξεν τὴν Ιων καὶ τὴν Δαν καὶ τὴν Αβελμαιν καὶ πάσας τὰς περιχώρους Νεφθαλι

16:5 καὶ ἐγένετο ἐν τω̨̃ ἀκου̃σαι Βαασα ἀπέλιπεν του̃ μηκέτι οἰκοδομει̃ν τὴν Ραμα καὶ κατέπαυσεν τὸ ἔργον αὐτου̃

16:6 καὶ Ασα ὁ βασιλεὺς ἔλαβεν πάντα τὸν Ιουδαν καὶ ἔλαβεν τοὺς λίθους τη̃ς Ραμα καὶ τὰ ξύλα αὐτη̃ς ἃ ὠ̨κοδόμησεν Βαασα καὶ ὠ̨κοδόμησεν ἐν αὐτοι̃ς τὴν Γαβαε καὶ τὴν Μασφα

16:7 καὶ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἠ̃λθεν Ανανι ὁ προφήτης πρὸς Ασα βασιλέα Ιουδα καὶ εἰ̃πεν αὐτω̨̃ ἐν τω̨̃ πεποιθέναι σε ἐπὶ βασιλέα Συρίας καὶ μὴ πεποιθέναι σε ἐπὶ κύριον θεόν σου διὰ του̃το ἐσώθη δύναμις Συρίας ἀπὸ τη̃ς χειρός σου

16:8 οὐχ οἱ Αἰθίοπες καὶ Λίβυες ἠ̃σαν εἰς δύναμιν πολλὴν εἰς θάρσος εἰς ἱππει̃ς εἰς πλη̃θος σφόδρα καὶ ἐν τω̨̃ πεποιθέναι σε ἐπὶ κύριον παρέδωκεν εἰς τὰς χει̃ράς σου

16:9 ὅτι οἱ ὀφθαλμοὶ κυρίου ἐπιβλέπουσιν ἐν πάση̨ τη̨̃ γη̨̃ κατισχυ̃σαι ἐν πάση̨ καρδία̨ πλήρει πρὸς αὐτόν ἠγνόηκας ἐπὶ τούτω̨ ἀπὸ του̃ νυ̃ν ἔσται μετὰ σου̃ πόλεμος

16:10 καὶ ἐθυμώθη Ασα τω̨̃ προφήτη̨ καὶ παρέθετο αὐτὸν εἰς φυλακήν ὅτι ὠργίσθη ἐπὶ τούτω̨ καὶ ἐλυμήνατο Ασα ἐν τω̨̃ λαω̨̃ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨

16:11 καὶ ἰδοὺ οἱ λόγοι Ασα οἱ πρω̃τοι καὶ οἱ ἔσχατοι γεγραμμένοι ἐν βιβλίω̨ βασιλέων Ιουδα καὶ Ισραηλ

16:12 καὶ ἐμαλακίσθη Ασα ἐν τω̨̃ ἐνάτω̨ καὶ τριακοστω̨̃ ἔτει τη̃ς βασιλείας αὐτου̃ τοὺς πόδας ἕως σφόδρα ἐμαλακίσθη καὶ ἐν τη̨̃ μαλακία̨ αὐτου̃ οὐκ ἐζήτησεν κύριον ἀλλὰ τοὺς ἰατρούς

16:13 καὶ ἐκοιμήθη Ασα μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἐτελεύτησεν ἐν τω̨̃ ἐνάτω̨ καὶ τριακοστω̨̃ ἔτει τη̃ς βασιλείας αὐτου̃

16:14 καὶ ἔθαψαν αὐτὸν ἐν τω̨̃ μνήματι ὡ̨̃ ὤρυξεν ἑαυτω̨̃ ἐν πόλει Δαυιδ καὶ ἐκοίμισαν αὐτὸν ἐπὶ τη̃ς κλίνης καὶ ἔπλησαν ἀρωμάτων καὶ γένη μύρων μυρεψω̃ν καὶ ἐποίησαν αὐτω̨̃ ἐκφορὰν μεγάλην ἕως σφόδρα

17:1 καὶ ἐβασίλευσεν Ιωσαφατ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃ καὶ κατίσχυσεν Ιωσαφατ ἐπὶ τὸν Ισραηλ

17:2 καὶ ἔδωκεν δύναμιν ἐν πάσαις ται̃ς πόλεσιν Ιουδα ται̃ς ὀχυραι̃ς καὶ κατέστησεν ἡγουμένους ἐν πάσαις ται̃ς πόλεσιν Ιουδα καὶ ἐν πόλεσιν Εφραιμ ἃς προκατελάβετο Ασα ὁ πατὴρ αὐτου̃

17:3 καὶ ἐγένετο κύριος μετὰ Ιωσαφατ ὅτι ἐπορεύθη ἐν ὁδοι̃ς του̃ πατρὸς αὐτου̃ ται̃ς πρώταις καὶ οὐκ ἐξεζήτησεν τὰ εἴδωλα

17:4 ἀλλὰ κύριον τὸν θεὸν του̃ πατρὸς αὐτου̃ ἐξεζήτησεν καὶ ἐν ται̃ς ἐντολαι̃ς του̃ πατρὸς αὐτου̃ ἐπορεύθη καὶ οὐχ ὡς του̃ Ισραηλ τὰ ἔργα

17:5 καὶ κατηύθυνεν κύριος τὴν βασιλείαν ἐν χειρὶ αὐτου̃ καὶ ἔδωκεν πα̃ς Ιουδα δω̃ρα τω̨̃ Ιωσαφατ καὶ ἐγένετο αὐτω̨̃ πλου̃τος καὶ δόξα πολλή

17:6 καὶ ὑψώθη καρδία αὐτου̃ ἐν ὁδω̨̃ κυρίου καὶ ἔτι ἐξη̃ρεν τὰ ὑψηλὰ καὶ τὰ ἄλση ἀπὸ τη̃ς γη̃ς Ιουδα

17:7 καὶ ἐν τω̨̃ τρίτω̨ ἔτει τη̃ς βασιλείας αὐτου̃ ἀπέστειλεν τοὺς ἡγουμένους αὐτου̃ καὶ τοὺς υἱοὺς τω̃ν δυνατω̃ν τὸν Αβδιαν καὶ Ζαχαριαν καὶ Ναθαναηλ καὶ Μιχαιαν διδάσκειν ἐν πόλεσιν Ιουδα

17:8 καὶ μετ' αὐτω̃ν οἱ Λευι̃ται Σαμουιας καὶ Ναθανιας καὶ Ζαβδιας καὶ Ασιηλ καὶ Σεμιραμωθ καὶ Ιωναθαν καὶ Αδωνιας καὶ Τωβιας οἱ Λευι̃ται καὶ μετ' αὐτω̃ν Ελισαμα καὶ Ιωραμ οἱ ἱερει̃ς

17:9 καὶ ἐδίδασκον ἐν Ιουδα καὶ μετ' αὐτω̃ν βύβλος νόμου κυρίου καὶ διη̃λθον ἐν ται̃ς πόλεσιν Ιουδα καὶ ἐδίδασκον τὸν λαόν

17:10 καὶ ἐγένετο ἔκστασις κυρίου ἐπὶ πάσαις ται̃ς βασιλείαις τη̃ς γη̃ς ται̃ς κύκλω̨ Ιουδα καὶ οὐκ ἐπολέμουν πρὸς Ιωσαφατ

17:11 καὶ ἀπὸ τω̃ν ἀλλοφύλων ἔφερον τω̨̃ Ιωσαφατ δω̃ρα καὶ ἀργύριον καὶ δόματα καὶ οἱ 'Άραβες ἔφερον αὐτω̨̃ κριοὺς προβάτων ἑπτακισχιλίους ἑπτακοσίους

17:12 καὶ ἠ̃ν Ιωσαφατ πορευόμενος μείζων ἕως εἰς ὕψος καὶ ὠ̨κοδόμησεν οἰκήσεις ἐν τη̨̃ Ιουδαία̨ καὶ πόλεις ὀχυράς

17:13 καὶ ἔργα πολλὰ ἐγένετο αὐτω̨̃ ἐν τη̨̃ Ιουδαία̨ καὶ ἄνδρες πολεμισταὶ δυνατοὶ ἰσχύοντες ἐν Ιερουσαλημ

17:14 καὶ οὑ̃τος ἀριθμὸς αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν τω̨̃ Ιουδα χιλίαρχοι Εδνας ὁ ἄρχων καὶ μετ' αὐτου̃ υἱοὶ δυνατοὶ δυνάμεως τριακόσιαι χιλιάδες

17:15 καὶ μετ' αὐτὸν Ιωαναν ὁ ἡγούμενος καὶ μετ' αὐτου̃ διακόσιαι ὀγδοήκοντα χιλιάδες

17:16 καὶ μετ' αὐτὸν Αμασιας ὁ του̃ Ζαχρι ὁ προθυμούμενος τω̨̃ κυρίω̨ καὶ μετ' αὐτου̃ διακόσιαι χιλιάδες δυνατοὶ δυνάμεως

17:17 καὶ ἐκ του̃ Βενιαμιν δυνατὸς δυνάμεως Ελιαδα καὶ μετ' αὐτου̃ τοξόται καὶ πελτασταὶ διακόσιαι χιλιάδες

17:18 καὶ μετ' αὐτὸν Ιωζαβαδ καὶ μετ' αὐτου̃ ἑκατὸν ὀγδοήκοντα χιλιάδες δυνατοὶ πολέμου

17:19 οὑ̃τοι οἱ λειτουργου̃ντες τω̨̃ βασιλει̃ ἐκτὸς ὡ̃ν ἔδωκεν ὁ βασιλεὺς ἐν ται̃ς πόλεσιν ται̃ς ὀχυραι̃ς ἐν πάση̨ τη̨̃ Ιουδαία̨

18:1 καὶ ἐγενήθη τω̨̃ Ιωσαφατ ἔτι πλου̃τος καὶ δόξα πολλή καὶ ἐπεγαμβρεύσατο ἐν οἴκω̨ Αχααβ

18:2 καὶ κατέβη διὰ τέλους ἐτω̃ν πρὸς Αχααβ εἰς Σαμάρειαν καὶ ἔθυσεν αὐτω̨̃ Αχααβ πρόβατα καὶ μόσχους πολλοὺς καὶ τω̨̃ λαω̨̃ τω̨̃ μετ' αὐτου̃ καὶ ἠπάτα αὐτὸν του̃ συναναβη̃ναι μετ' αὐτου̃ εἰς Ραμωθ τη̃ς Γαλααδίτιδος

18:3 καὶ εἰ̃πεν Αχααβ βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ βασιλέα Ιουδα πορεύση̨ μετ' ἐμου̃ εἰς Ραμωθ τη̃ς Γαλααδίτιδος καὶ εἰ̃πεν αὐτω̨̃ ὡς ἐγώ οὕτως καὶ σύ ὡς ὁ λαός σου καὶ ὁ λαός μου μετὰ σου̃ εἰς πόλεμον

18:4 καὶ εἰ̃πεν Ιωσαφατ πρὸς βασιλέα Ισραηλ ζήτησον δὴ σήμερον τὸν κύριον

18:5 καὶ συνήγαγεν ὁ βασιλεὺς Ισραηλ τοὺς προφήτας τετρακοσίους ἄνδρας καὶ εἰ̃πεν αὐτοι̃ς εἰ πορευθω̃ εἰς Ραμωθ Γαλααδ εἰς πόλεμον ἢ ἐπίσχω καὶ εἰ̃παν ἀνάβαινε καὶ δώσει ὁ θεὸς εἰς τὰς χει̃ρας του̃ βασιλέως

18:6 καὶ εἰ̃πεν Ιωσαφατ οὐκ ἔστιν ὡ̃δε προφήτης του̃ κυρίου ἔτι καὶ ἐπιζητήσομεν παρ' αὐτου̃

18:7 καὶ εἰ̃πεν βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ ἔτι ἀνὴρ εἱ̃ς του̃ ζητη̃σαι τὸν κύριον δι' αὐτου̃ καὶ ἐγὼ ἐμίσησα αὐτόν ὅτι οὐκ ἔστιν προφητεύων περὶ ἐμου̃ εἰς ἀγαθά ὅτι πα̃σαι αἱ ἡμέραι αὐτου̃ εἰς κακά οὑ̃τος Μιχαιας υἱὸς Ιεμλα καὶ εἰ̃πεν Ιωσαφατ μὴ λαλείτω ὁ βασιλεὺς οὕτως

18:8 καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ισραηλ εὐνου̃χον ἕνα καὶ εἰ̃πεν τάχος Μιχαιαν υἱὸν Ιεμλα

18:9 καὶ βασιλεὺς Ισραηλ καὶ Ιωσαφατ βασιλεὺς Ιουδα καθήμενοι ἕκαστος ἐπὶ θρόνου αὐτου̃ καὶ ἐνδεδυμένοι στολὰς καθήμενοι ἐν τω̨̃ εὐρυχώρω̨ θύρας πύλης Σαμαρείας καὶ πάντες οἱ προφη̃ται ἐπροφήτευον ἐναντίον αὐτω̃ν

18:10 καὶ ἐποίησεν ἑαυτω̨̃ Σεδεκιας υἱὸς Χανανα κέρατα σιδηρα̃ καὶ εἰ̃πεν τάδε λέγει κύριος ἐν τούτοις κερατιει̃ς τὴν Συρίαν ἕως ἂν συντελεσθη̨̃

18:11 καὶ πάντες οἱ προφη̃ται ἐπροφήτευον οὕτως λέγοντες ἀνάβαινε εἰς Ραμωθ Γαλααδ καὶ εὐοδωθήση̨ καὶ δώσει κύριος εἰς χει̃ρας του̃ βασιλέως

18:12 καὶ ὁ ἄγγελος ὁ πορευθεὶς του̃ καλέσαι τὸν Μιχαιαν ἐλάλησεν αὐτω̨̃ λέγων ἰδοὺ ἐλάλησαν οἱ προφη̃ται ἐν στόματι ἑνὶ ἀγαθὰ περὶ του̃ βασιλέως καὶ ἔστωσαν δὴ οἱ λόγοι σου ὡς ἑνὸς αὐτω̃ν καὶ λαλήσεις ἀγαθά

18:13 καὶ εἰ̃πεν Μιχαιας ζη̨̃ κύριος ὅτι ὃ ἐὰν εἴπη̨ ὁ θεὸς πρός με αὐτὸ λαλήσω

18:14 καὶ ἠ̃λθεν πρὸς τὸν βασιλέα καὶ εἰ̃πεν αὐτω̨̃ ὁ βασιλεύς Μιχαια εἰ πορευθω̃ εἰς Ραμωθ Γαλααδ εἰς πόλεμον ἢ ἐπίσχω καὶ εἰ̃πεν ἀνάβαινε καὶ εὐοδώσεις καὶ δοθήσονται εἰς χει̃ρας ὑμω̃ν

18:15 καὶ εἰ̃πεν αὐτω̨̃ ὁ βασιλεύς ποσάκις ὁρκίζω σε ἵνα μὴ λαλήση̨ς πρός με πλὴν ἀλήθειαν ἐν ὀνόματι κυρίου

18:16 καὶ εἰ̃πεν εἰ̃δον τὸν Ισραηλ διεσπαρμένους ἐν τοι̃ς ὄρεσιν ὡς πρόβατα οἱ̃ς οὐκ ἔστιν ποιμήν καὶ εἰ̃πεν κύριος οὐκ ἔχουσιν ἡγούμενον ἀναστρεφέτωσαν ἕκαστος εἰς τὸν οἰ̃κον αὐτου̃ ἐν εἰρήνη̨

18:17 καὶ εἰ̃πεν ὁ βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ οὐκ εἰ̃πά σοι ὅτι οὐ προφητεύει περὶ ἐμου̃ ἀγαθά ἀλλ' ἢ κακά

18:18 καὶ εἰ̃πεν οὐχ οὕτως ἀκούσατε λόγον κυρίου εἰ̃δον τὸν κύριον καθήμενον ἐπὶ θρόνου αὐτου̃ καὶ πα̃σα δύναμις του̃ οὐρανου̃ εἱστήκει ἐκ δεξιω̃ν αὐτου̃ καὶ ἐξ ἀριστερω̃ν αὐτου̃

18:19 καὶ εἰ̃πεν κύριος τίς ἀπατήσει τὸν Αχααβ βασιλέα Ισραηλ καὶ ἀναβήσεται καὶ πεσει̃ται ἐν Ραμωθ Γαλααδ καὶ εἰ̃πεν οὑ̃τος οὕτως καὶ οὑ̃τος εἰ̃πεν οὕτως

18:20 καὶ ἐξη̃λθεν τὸ πνευ̃μα καὶ ἔστη ἐνώπιον κυρίου καὶ εἰ̃πεν ἐγὼ ἀπατήσω αὐτόν καὶ εἰ̃πεν κύριος ἐν τίνι

18:21 καὶ εἰ̃πεν ἐξελεύσομαι καὶ ἔσομαι πνευ̃μα ψευδὲς ἐν στόματι πάντων τω̃ν προφητω̃ν αὐτου̃ καὶ εἰ̃πεν ἀπατήσεις καὶ δυνήση̨ ἔξελθε καὶ ποίησον οὕτως

18:22 καὶ νυ̃ν ἰδοὺ ἔδωκεν κύριος πνευ̃μα ψευδὲς ἐν στόματι πάντων τω̃ν προφητω̃ν σου τούτων καὶ κύριος ἐλάλησεν ἐπὶ σὲ κακά

18:23 καὶ ἤγγισεν Σεδεκιας υἱὸς Χανανα καὶ ἐπάταξεν τὸν Μιχαιαν ἐπὶ τὴν σιαγόνα καὶ εἰ̃πεν αὐτω̨̃ ποία̨ τη̨̃ ὁδω̨̃ παρη̃λθεν πνευ̃μα κυρίου παρ' ἐμου̃ του̃ λαλη̃σαι πρὸς σέ

18:24 καὶ εἰ̃πεν Μιχαιας ἰδοὺ ὄψη̨ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐν ἡ̨̃ εἰσελεύση̨ ταμίειον ἐκ ταμιείου του̃ κατακρυβη̃ναι

18:25 καὶ εἰ̃πεν βασιλεὺς Ισραηλ λάβετε τὸν Μιχαιαν καὶ ἀποστρέψατε πρὸς Εμηρ ἄρχοντα τη̃ς πόλεως καὶ πρὸς Ιωας ἄρχοντα υἱὸν του̃ βασιλέως

18:26 καὶ ἐρει̃ς οὕτως εἰ̃πεν ὁ βασιλεύς ἀπόθεσθε του̃τον εἰς οἰ̃κον φυλακη̃ς καὶ ἐσθιέτω ἄρτον θλίψεως καὶ ὕδωρ θλίψεως ἕως του̃ ἐπιστρέψαι με ἐν εἰρήνη̨

18:27 καὶ εἰ̃πεν Μιχαιας ἐὰν ἐπιστρέφων ἐπιστρέψη̨ς ἐν εἰρήνη̨ οὐκ ἐλάλησεν κύριος ἐν ἐμοί ἀκούσατε λαοὶ πάντες

18:28 καὶ ἀνέβη βασιλεὺς Ισραηλ καὶ Ιωσαφατ βασιλεὺς Ιουδα εἰς Ραμωθ Γαλααδ

18:29 καὶ εἰ̃πεν βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ κατακαλύψομαι καὶ εἰσελεύσομαι εἰς τὸν πόλεμον καὶ σὺ ἔνδυσαι τὸν ἱματισμόν μου καὶ συνεκαλύψατο βασιλεὺς Ισραηλ καὶ εἰση̃λθεν εἰς τὸν πόλεμον

18:30 καὶ βασιλεὺς Συρίας ἐνετείλατο τοι̃ς ἄρχουσιν τω̃ν ἁρμάτων τοι̃ς μετ' αὐτου̃ λέγων μὴ πολεμει̃τε τὸν μικρὸν καὶ τὸν μέγαν ἀλλ' ἢ τὸν βασιλέα Ισραηλ μόνον

18:31 καὶ ἐγένετο ὡς εἰ̃δον οἱ ἄρχοντες τω̃ν ἁρμάτων τὸν Ιωσαφατ καὶ αὐτοὶ εἰ̃παν Βασιλεὺς Ισραηλ ἐστίν καὶ ἐκύκλωσαν αὐτὸν του̃ πολεμει̃ν καὶ ἐβόησεν Ιωσαφατ καὶ κύριος ἔσωσεν αὐτόν καὶ ἀπέστρεψεν αὐτοὺς ὁ θεὸς ἀπ' αὐτου̃

18:32 καὶ ἐγένετο ὡς εἰ̃δον οἱ ἄρχοντες τω̃ν ἁρμάτων ὅτι οὐκ ἠ̃ν βασιλεὺς Ισραηλ καὶ ἀπέστρεψαν ἀπ' αὐτου̃

18:33 καὶ ἀνὴρ ἐνέτεινεν τόξον εὐστόχως καὶ ἐπάταξεν τὸν βασιλέα Ισραηλ ἀνὰ μέσον του̃ πνεύμονος καὶ ἀνὰ μέσον του̃ θώρακος καὶ εἰ̃πεν τω̨̃ ἡνιόχω̨ ἐπίστρεφε τὴν χει̃ρά σου καὶ ἐξάγαγέ με ἐκ του̃ πολέμου ὅτι ἐπόνεσα

18:34 καὶ ἐτροπώθη ὁ πόλεμος ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ ὁ βασιλεὺς Ισραηλ ἠ̃ν ἑστηκὼς ἐπὶ του̃ ἅρματος ἕως ἑσπέρας ἐξ ἐναντίας Συρίας καὶ ἀπέθανεν δύνοντος του̃ ἡλίου

19:1 καὶ ἀπέστρεψεν Ιωσαφατ βασιλεὺς Ιουδα εἰς τὸν οἰ̃κον αὐτου̃ ἐν εἰρήνη̨ εἰς Ιερουσαλημ

19:2 καὶ ἐξη̃λθεν εἰς ἀπάντησιν αὐτου̃ Ιου ὁ του̃ Ανανι ὁ προφήτης καὶ εἰ̃πεν αὐτω̨̃ βασιλευ̃ Ιωσαφατ εἰ ἁμαρτωλω̨̃ σὺ βοηθει̃ς ἢ μισουμένω̨ ὑπὸ κυρίου φιλιάζεις διὰ του̃το ἐγένετο ἐπὶ σὲ ὀργὴ παρὰ κυρίου

19:3 ἀλλ' ἢ λόγοι ἀγαθοὶ ηὑρέθησαν ἐν σοί ὅτι ἐξη̃ρας τὰ ἄλση ἀπὸ τη̃ς γη̃ς Ιουδα καὶ κατηύθυνας τὴν καρδίαν σου ἐκζητη̃σαι τὸν κύριον

19:4 καὶ κατώ̨κησεν Ιωσαφατ ἐν Ιερουσαλημ καὶ πάλιν ἐξη̃λθεν εἰς τὸν λαὸν ἀπὸ Βηρσαβεε ἕως ὄρους Εφραιμ καὶ ἐπέστρεψεν αὐτοὺς ἐπὶ κύριον θεὸν τω̃ν πατέρων αὐτω̃ν

19:5 καὶ κατέστησεν κριτὰς ἐν πάσαις ται̃ς πόλεσιν Ιουδα ται̃ς ὀχυραι̃ς ἐν πόλει καὶ πόλει

19:6 καὶ εἰ̃πεν τοι̃ς κριται̃ς ἴδετε τί ὑμει̃ς ποιει̃τε ὅτι οὐκ ἀνθρώπω̨ ὑμει̃ς κρίνετε ἀλλ' ἢ τω̨̃ κυρίω̨ καὶ μεθ' ὑμω̃ν λόγοι τη̃ς κρίσεως

19:7 καὶ νυ̃ν γενέσθω φόβος κυρίου ἐφ' ὑμα̃ς καὶ φυλάσσετε καὶ ποιήσετε ὅτι οὐκ ἔστιν μετὰ κυρίου θεου̃ ἡμω̃ν ἀδικία οὐδὲ θαυμάσαι πρόσωπον οὐδὲ λαβει̃ν δω̃ρα

19:8 καὶ γὰρ ἐν Ιερουσαλημ κατέστησεν Ιωσαφατ τω̃ν ἱερέων καὶ τω̃ν Λευιτω̃ν καὶ τω̃ν πατριαρχω̃ν Ισραηλ εἰς κρίσιν κυρίου καὶ κρίνειν τοὺς κατοικου̃ντας ἐν Ιερουσαλημ

19:9 καὶ ἐνετείλατο πρὸς αὐτοὺς λέγων οὕτως ποιήσετε ἐν φόβω̨ κυρίου ἐν ἀληθεία̨ καὶ ἐν πλήρει καρδία̨

19:10 πα̃ς ἀνὴρ κρίσιν τὴν ἐλθου̃σαν ἐφ' ὑμα̃ς τω̃ν ἀδελφω̃ν ὑμω̃ν τω̃ν κατοικούντων ἐν ται̃ς πόλεσιν αὐτω̃ν ἀνὰ μέσον αἵματος αἱ̃μα καὶ ἀνὰ μέσον προστάγματος καὶ ἐντολη̃ς καὶ δικαιώματα καὶ κρίματα καὶ διαστελει̃σθε αὐτοι̃ς καὶ οὐχ ἁμαρτήσονται τω̨̃ κυρίω̨ καὶ οὐκ ἔσται ἐφ' ὑμα̃ς ὀργὴ καὶ ἐπὶ τοὺς ἀδελφοὺς ὑμω̃ν οὕτως ποιήσετε καὶ οὐχ ἁμαρτήσεσθε

19:11 καὶ ἰδοὺ Αμαριας ὁ ἱερεὺς ἡγούμενος ἐφ' ὑμα̃ς εἰς πα̃ν λόγον κυρίου καὶ Ζαβδιας υἱὸς Ισμαηλ ὁ ἡγούμενος εἰς οἰ̃κον Ιουδα πρὸς πα̃ν λόγον βασιλέως καὶ οἱ γραμματει̃ς καὶ οἱ Λευι̃ται πρὸ προσώπου ὑμω̃ν ἰσχύσατε καὶ ποιήσατε καὶ ἔσται κύριος μετὰ του̃ ἀγαθου̃

20:1 καὶ μετὰ ταυ̃τα ἠ̃λθον οἱ υἱοὶ Μωαβ καὶ οἱ υἱοὶ Αμμων καὶ μετ' αὐτω̃ν ἐκ τω̃ν Μιναίων πρὸς Ιωσαφατ εἰς πόλεμον

20:2 καὶ ἠ̃λθον καὶ ὑπέδειξαν τω̨̃ Ιωσαφατ λέγοντες ἥκει ἐπὶ σὲ πλη̃θος πολὺ ἐκ πέραν τη̃ς θαλάσσης ἀπὸ Συρίας καὶ ἰδού εἰσιν ἐν Ασασανθαμαρ αὕτη ἐστὶν Ενγαδδι

20:3 καὶ ἐφοβήθη καὶ ἔδωκεν Ιωσαφατ τὸ πρόσωπον αὐτου̃ ἐκζητη̃σαι τὸν κύριον καὶ ἐκήρυξεν νηστείαν ἐν παντὶ Ιουδα

20:4 καὶ συνήχθη Ιουδας ἐκζητη̃σαι τὸν κύριον καὶ ἀπὸ πασω̃ν τω̃ν πόλεων Ιουδα ἠ̃λθον ζητη̃σαι τὸν κύριον

20:5 καὶ ἀνέστη Ιωσαφατ ἐν ἐκκλησία̨ Ιουδα ἐν Ιερουσαλημ ἐν οἴκω̨ κυρίου κατὰ πρόσωπον τη̃ς αὐλη̃ς τη̃ς καινη̃ς

20:6 καὶ εἰ̃πεν κύριε ὁ θεὸς τω̃ν πατέρων ἡμω̃ν οὐχὶ σὺ εἰ̃ θεὸς ἐν οὐρανω̨̃ καὶ σὺ κυριεύεις πασω̃ν τω̃ν βασιλειω̃ν τω̃ν ἐθνω̃ν καὶ ἐν τη̨̃ χειρί σου ἰσχὺς δυναστείας καὶ οὐκ ἔστιν πρὸς σὲ ἀντιστη̃ναι

20:7 οὐχὶ σὺ εἰ̃ ὁ κύριος ὁ ἐξολεθρεύσας τοὺς κατοικου̃ντας τὴν γη̃ν ταύτην ἀπὸ προσώπου του̃ λαου̃ σου Ισραηλ καὶ ἔδωκας αὐτὴν σπέρματι Αβρααμ τω̨̃ ἠγαπημένω̨ σου εἰς τὸν αἰω̃να

20:8 καὶ κατώ̨κησαν ἐν αὐτη̨̃ καὶ ὠ̨κοδόμησαν ἐν αὐτη̨̃ ἁγίασμα τω̨̃ ὀνόματί σου λέγοντες

20:9 ἐὰν ἐπέλθη̨ ἐφ' ἡμα̃ς κακά ῥομφαία κρίσις θάνατος λιμός στησόμεθα ἐναντίον του̃ οἴκου τούτου καὶ ἐναντίον σου ὅτι τὸ ὄνομά σου ἐπὶ τω̨̃ οἴκω̨ τούτω̨ καὶ βοησόμεθα πρὸς σὲ ἀπὸ τη̃ς θλίψεως καὶ ἀκούση̨ καὶ σώσεις

20:10 καὶ νυ̃ν ἰδοὺ υἱοὶ Αμμων καὶ Μωαβ καὶ ὄρος Σηιρ εἰς οὓς οὐκ ἔδωκας τω̨̃ Ισραηλ διελθει̃ν δι' αὐτω̃ν ἐξελθόντων αὐτω̃ν ἐκ γη̃ς Αἰγύπτου ὅτι ἐξέκλιναν ἀπ' αὐτω̃ν καὶ οὐκ ἐξωλέθρευσαν αὐτούς

20:11 καὶ νυ̃ν ἰδοὺ αὐτοὶ ἐπιχειρου̃σιν ἐφ' ἡμα̃ς ἐξελθει̃ν ἐκβαλει̃ν ἡμα̃ς ἀπὸ τη̃ς κληρονομίας ἡμω̃ν ἡ̃ς ἔδωκας ἡμι̃ν

20:12 κύριε ὁ θεὸς ἡμω̃ν οὐ κρινει̃ς ἐν αὐτοι̃ς ὅτι οὐκ ἔστιν ἡμι̃ν ἰσχὺς του̃ ἀντιστη̃ναι πρὸς τὸ πλη̃θος τὸ πολὺ του̃το τὸ ἐλθὸν ἐφ' ἡμα̃ς καὶ οὐκ οἴδαμεν τί ποιήσωμεν αὐτοι̃ς ἀλλ' ἢ ἐπὶ σοὶ οἱ ὀφθαλμοὶ ἡμω̃ν

20:13 καὶ πα̃ς Ιουδας ἑστηκὼς ἔναντι κυρίου καὶ τὰ παιδία αὐτω̃ν καὶ αἱ γυναι̃κες

20:14 καὶ τω̨̃ Οζιηλ τω̨̃ του̃ Ζαχαριου τω̃ν υἱω̃ν Βαναιου τω̃ν υἱω̃ν Ελεηλ του̃ Μανθανιου του̃ Λευίτου ἀπὸ τω̃ν υἱω̃ν Ασαφ ἐγένετο ἐπ' αὐτὸν πνευ̃μα κυρίου ἐν τη̨̃ ἐκκλησία̨

20:15 καὶ εἰ̃πεν ἀκούσατε πα̃ς Ιουδα καὶ οἱ κατοικου̃ντες Ιερουσαλημ καὶ ὁ βασιλεὺς Ιωσαφατ τάδε λέγει κύριος ὑμι̃ν αὐτοι̃ς μὴ φοβει̃σθε μηδὲ πτοηθη̃τε ἀπὸ προσώπου του̃ ὄχλου του̃ πολλου̃ τούτου ὅτι οὐχ ὑμι̃ν ἐστιν ἡ παράταξις ἀλλ' ἢ τω̨̃ θεω̨̃

20:16 αὔριον κατάβητε ἐπ' αὐτούς ἰδοὺ ἀναβαίνουσιν κατὰ τὴν ἀνάβασιν Ασας καὶ εὑρήσετε αὐτοὺς ἐπ' ἄκρου ποταμου̃ τη̃ς ἐρήμου Ιεριηλ

20:17 οὐχ ὑμι̃ν ἐστιν πολεμη̃σαι ταυ̃τα σύνετε καὶ ἴδετε τὴν σωτηρίαν κυρίου μεθ' ὑμω̃ν Ιουδα καὶ Ιερουσαλημ μὴ φοβει̃σθε μηδὲ πτοηθη̃τε αὔριον ἐξελθει̃ν εἰς ἀπάντησιν αὐτοι̃ς καὶ κύριος μεθ' ὑμω̃ν

20:18 καὶ κύψας Ιωσαφατ ἐπὶ πρόσωπον αὐτου̃ καὶ πα̃ς Ιουδα καὶ οἱ κατοικου̃ντες Ιερουσαλημ ἔπεσαν ἔναντι κυρίου προσκυνη̃σαι κυρίω̨

20:19 καὶ ἀνέστησαν οἱ Λευι̃ται ἀπὸ τω̃ν υἱω̃ν Κααθ καὶ ἀπὸ τω̃ν υἱω̃ν Κορε αἰνει̃ν κυρίω̨ θεω̨̃ Ισραηλ ἐν φωνη̨̃ μεγάλη̨ εἰς ὕψος

20:20 καὶ ὤρθρισαν πρωὶ καὶ ἐξη̃λθον εἰς τὴν ἔρημον Θεκωε καὶ ἐν τω̨̃ ἐξελθει̃ν ἔστη Ιωσαφατ καὶ ἐβόησεν καὶ εἰ̃πεν ἀκούσατέ μου Ιουδα καὶ οἱ κατοικου̃ντες ἐν Ιερουσαλημ ἐμπιστεύσατε ἐν κυρίω̨ θεω̨̃ ὑμω̃ν καὶ ἐμπιστευθήσεσθε ἐμπιστεύσατε ἐν προφήτη̨ αὐτου̃ καὶ εὐοδωθήσεσθε

20:21 καὶ ἐβουλεύσατο μετὰ του̃ λαου̃ καὶ ἔστησεν ψαλτω̨δοὺς καὶ αἰνου̃ντας ἐξομολογει̃σθαι καὶ αἰνει̃ν τὰ ἅγια ἐν τω̨̃ ἐξελθει̃ν ἔμπροσθεν τη̃ς δυνάμεως καὶ ἔλεγον ἐξομολογει̃σθε τω̨̃ κυρίω̨ ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃

20:22 καὶ ἐν τω̨̃ ἄρξασθαι τη̃ς αἰνέσεως αὐτου̃ τη̃ς ἐξομολογήσεως ἔδωκεν κύριος πολεμει̃ν τοὺς υἱοὺς Αμμων ἐπὶ Μωαβ καὶ ὄρος Σηιρ τοὺς ἐξελθόντας ἐπὶ Ιουδαν καὶ ἐτροπώθησαν

20:23 καὶ ἀνέστησαν οἱ υἱοὶ Αμμων καὶ Μωαβ ἐπὶ τοὺς κατοικου̃ντας ὄρος Σηιρ ἐξολεθρευ̃σαι καὶ ἐκτρι̃ψαι καὶ ὡς συνετέλεσαν τοὺς κατοικου̃ντας Σηιρ ἀνέστησαν εἰς ἀλλήλους του̃ ἐξολεθρευθη̃ναι

20:24 καὶ Ιουδας ἠ̃λθεν ἐπὶ τὴν σκοπιὰν τη̃ς ἐρήμου καὶ ἐπέβλεψεν καὶ εἰ̃δεν τὸ πλη̃θος καὶ ἰδοὺ πάντες νεκροὶ πεπτωκότες ἐπὶ τη̃ς γη̃ς οὐκ ἠ̃ν σω̨ζόμενος

20:25 καὶ ἠ̃λθεν Ιωσαφατ καὶ ὁ λαὸς αὐτου̃ σκυλευ̃σαι τὰ σκυ̃λα αὐτω̃ν καὶ εὑ̃ρον κτήνη πολλὰ καὶ ἀποσκευὴν καὶ σκυ̃λα καὶ σκεύη ἐπιθυμητὰ καὶ ἐσκύλευσαν ἑαυτοι̃ς καὶ ἐγένοντο ἡμέραι τρει̃ς σκυλευόντων αὐτω̃ν τὰ σκυ̃λα ὅτι πολλὰ ἠ̃ν

20:26 καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ τετάρτη̨ ἐπισυνήχθησαν εἰς τὸν αὐλω̃να τη̃ς εὐλογίας ἐκει̃ γὰρ ηὐλόγησαν τὸν κύριον διὰ του̃το ἐκάλεσαν τὸ ὄνομα του̃ τόπου ἐκείνου Κοιλὰς εὐλογίας ἕως τη̃ς ἡμέρας ταύτης

20:27 καὶ ἐπέστρεψεν πα̃ς ἀνὴρ Ιουδα εἰς Ιερουσαλημ καὶ Ιωσαφατ ἡγούμενος αὐτω̃ν ἐν εὐφροσύνη̨ μεγάλη̨ ὅτι εὔφρανεν αὐτοὺς κύριος ἀπὸ τω̃ν ἐχθρω̃ν αὐτω̃ν

20:28 καὶ εἰση̃λθον εἰς Ιερουσαλημ ἐν νάβλαις καὶ ἐν κινύραις καὶ ἐν σάλπιγξιν εἰς οἰ̃κον κυρίου

20:29 καὶ ἐγένετο ἔκστασις κυρίου ἐπὶ πάσας τὰς βασιλείας τη̃ς γη̃ς ἐν τω̨̃ ἀκου̃σαι αὐτοὺς ὅτι ἐπολέμησεν κύριος πρὸς τοὺς ὑπεναντίους Ισραηλ

20:30 καὶ εἰρήνευσεν ἡ βασιλεία Ιωσαφατ καὶ κατέπαυσεν αὐτω̨̃ ὁ θεὸς αὐτου̃ κυκλόθεν

20:31 καὶ ἐβασίλευσεν Ιωσαφατ ἐπὶ τὸν Ιουδαν ἐτω̃ν τριάκοντα πέντε ἐν τω̨̃ βασιλευ̃σαι αὐτὸν καὶ εἴκοσι πέντε ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̨̃ μητρὶ αὐτου̃ Αζουβα θυγάτηρ Σαλι

20:32 καὶ ἐπορεύθη ἐν ται̃ς ὁδοι̃ς του̃ πατρὸς αὐτου̃ Ασα καὶ οὐκ ἐξέκλινεν του̃ ποιη̃σαι τὸ εὐθὲς ἐνώπιον κυρίου

20:33 ἀλλὰ τὰ ὑψηλὰ ἔτι ὑπη̃ρχεν καὶ ἔτι ὁ λαὸς οὐ κατεύθυνεν τὴν καρδίαν πρὸς κύριον θεὸν τω̃ν πατέρων αὐτω̃ν

20:34 καὶ οἱ λοιποὶ λόγοι Ιωσαφατ οἱ πρω̃τοι καὶ οἱ ἔσχατοι ἰδοὺ γεγραμμένοι ἐν λόγοις Ιου του̃ Ανανι ὃς κατέγραψεν βιβλίον βασιλέων Ισραηλ

20:35 καὶ μετὰ ταυ̃τα ἐκοινώνησεν Ιωσαφατ βασιλεὺς Ιουδα πρὸς Οχοζιαν βασιλέα Ισραηλ καὶ οὑ̃τος ἠνόμησεν

20:36 ἐν τω̨̃ ποιη̃σαι καὶ πορευθη̃ναι πρὸς αὐτὸν του̃ ποιη̃σαι πλοι̃α του̃ πορευθη̃ναι εἰς Θαρσις καὶ ἐποίησεν πλοι̃α ἐν Γασιωνγαβερ

20:37 καὶ ἐπροφήτευσεν Ελιεζερ ὁ του̃ Δωδια ἀπὸ Μαρισης ἐπὶ Ιωσαφατ λέγων ὡς ἐφιλίασας τω̨̃ Οχοζια ἔθραυσεν κύριος τὸ ἔργον σου καὶ συνετρίβη τὰ πλοι̃ά σου καὶ οὐκ ἐδυνάσθη του̃ πορευθη̃ναι εἰς Θαρσις

21:1 καὶ ἐκοιμήθη Ιωσαφατ μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἐτάφη παρὰ τοι̃ς πατράσιν αὐτου̃ ἐν πόλει Δαυιδ καὶ ἐβασίλευσεν Ιωραμ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃

21:2 καὶ αὐτω̨̃ ἀδελφοὶ υἱοὶ Ιωσαφατ ἕξ Αζαριας καὶ Ιιηλ καὶ Ζαχαριας καὶ Αζαριας καὶ Μιχαηλ καὶ Σαφατιας πάντες οὑ̃τοι υἱοὶ Ιωσαφατ βασιλέως Ιουδα

21:3 καὶ ἔδωκεν αὐτοι̃ς ὁ πατὴρ αὐτω̃ν δόματα πολλά ἀργύριον καὶ χρυσίον καὶ ὅπλα μετὰ πόλεων τετειχισμένων ἐν Ιουδα καὶ τὴν βασιλείαν ἔδωκεν τω̨̃ Ιωραμ ὅτι οὑ̃τος ὁ πρωτότοκος

21:4 καὶ ἀνέστη Ιωραμ ἐπὶ τὴν βασιλείαν αὐτου̃ καὶ ἐκραταιώθη καὶ ἀπέκτεινεν πάντας τοὺς ἀδελφοὺς αὐτου̃ ἐν ῥομφαία̨ καὶ ἀπὸ τω̃ν ἀρχόντων Ισραηλ

21:5 ὄντος αὐτου̃ τριάκοντα καὶ δύο ἐτω̃ν κατέστη Ιωραμ ἐπὶ τὴν βασιλείαν αὐτου̃ καὶ ὀκτὼ ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ

21:6 καὶ ἐπορεύθη ἐν ὁδω̨̃ βασιλέων Ισραηλ ὡς ἐποίησεν οἰ̃κος Αχααβ ὅτι θυγάτηρ Αχααβ ἠ̃ν αὐτου̃ γυνή καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον κυρίου

21:7 καὶ οὐκ ἐβούλετο κύριος ἐξολεθρευ̃σαι τὸν οἰ̃κον Δαυιδ διὰ τὴν διαθήκην ἣν διέθετο τω̨̃ Δαυιδ καὶ ὡς εἰ̃πεν αὐτω̨̃ δου̃ναι αὐτω̨̃ λύχνον καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ πάσας τὰς ἡμέρας

21:8 ἐν ται̃ς ἡμέραις ἐκείναις ἀπέστη Εδωμ ἀπὸ του̃ Ιουδα καὶ ἐβασίλευσαν ἐφ' ἑαυτοὺς βασιλέα

21:9 καὶ ὤ̨χετο Ιωραμ μετὰ τω̃ν ἀρχόντων καὶ πα̃σα ἡ ἵππος μετ' αὐτου̃ καὶ ἐγένετο καὶ ἠγέρθη νυκτὸς καὶ ἐπάταξεν Εδωμ τὸν κυκλου̃ντα αὐτὸν καὶ τοὺς ἄρχοντας τω̃ν ἁρμάτων καὶ ἔφυγεν ὁ λαὸς εἰς τὰ σκηνώματα αὐτω̃ν

21:10 καὶ ἀπέστη ἀπὸ Ιουδα Εδωμ ἕως τη̃ς ἡμέρας ταύτης τότε ἀπέστη Λομνα ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἀπὸ χειρὸς αὐτου̃ ὅτι ἐγκατέλιπεν κύριον θεὸν τω̃ν πατέρων αὐτου̃

21:11 καὶ γὰρ αὐτὸς ἐποίησεν ὑψηλὰ ἐν πόλεσιν Ιουδα καὶ ἐξεπόρνευσεν τοὺς κατοικου̃ντας ἐν Ιερουσαλημ καὶ ἀπεπλάνησεν τὸν Ιουδαν

21:12 καὶ ἠ̃λθεν αὐτω̨̃ ἐγγραφὴ παρὰ Ηλιου του̃ προφήτου λέγων τάδε λέγει κύριος ὁ θεὸς Δαυιδ του̃ πατρός σου ἀνθ' ὡ̃ν οὐκ ἐπορεύθης ἐν ὁδω̨̃ Ιωσαφατ του̃ πατρός σου καὶ ἐν ὁδοι̃ς Ασα βασιλέως Ιουδα

21:13 καὶ ἐπορεύθης ἐν ὁδοι̃ς βασιλέων Ισραηλ καὶ ἐξεπόρνευσας τὸν Ιουδαν καὶ τοὺς κατοικου̃ντας ἐν Ιερουσαλημ ὡς ἐξεπόρνευσεν οἰ̃κος Αχααβ καὶ τοὺς ἀδελφούς σου υἱοὺς του̃ πατρός σου τοὺς ἀγαθοὺς ὑπὲρ σὲ ἀπέκτεινας

21:14 ἰδοὺ κύριος πατάξει σε πληγὴν μεγάλην ἐν τω̨̃ λαω̨̃ σου καὶ ἐν τοι̃ς υἱοι̃ς σου καὶ ἐν γυναιξίν σου καὶ ἐν πάση̨ τη̨̃ ἀποσκευη̨̃ σου

21:15 καὶ σὺ ἐν μαλακία̨ πονηρα̨̃ ἐν νόσω̨ κοιλίας ἕως οὑ̃ ἐξέλθη̨ ἡ κοιλία σου μετὰ τη̃ς μαλακίας ἐξ ἡμερω̃ν εἰς ἡμέρας

21:16 καὶ ἐπήγειρεν κύριος ἐπὶ Ιωραμ τοὺς ἀλλοφύλους καὶ τοὺς 'Άραβας καὶ τοὺς ὁμόρους τω̃ν Αἰθιόπων

21:17 καὶ ἀνέβησαν ἐπὶ Ιουδαν καὶ κατεδυνάστευον καὶ ἀπέστρεψαν πα̃σαν τὴν ἀποσκευήν ἣν εὑ̃ρον ἐν οἴκω̨ του̃ βασιλέως καὶ τοὺς υἱοὺς αὐτου̃ καὶ τὰς θυγατέρας αὐτου̃ καὶ οὐ κατελείφθη αὐτω̨̃ υἱὸς ἀλλ' ἢ Οχοζιας ὁ μικρότατος τω̃ν υἱω̃ν αὐτου̃

21:18 καὶ μετὰ ταυ̃τα πάντα ἐπάταξεν αὐτὸν κύριος εἰς τὴν κοιλίαν μαλακία̨ ἐν ἡ̨̃ οὐκ ἔστιν ἰατρεία

21:19 καὶ ἐγένετο ἐξ ἡμερω̃ν εἰς ἡμέρας καὶ ὡς ἠ̃λθεν καιρὸς τω̃ν ἡμερω̃ν ἡμέρας δύο ἐξη̃λθεν ἡ κοιλία αὐτου̃ μετὰ τη̃ς νόσου καὶ ἀπέθανεν ἐν μαλακία̨ πονηρα̨̃ καὶ οὐκ ἐποίησεν ὁ λαὸς αὐτου̃ ἐκφορὰν καθὼς ἐκφορὰν πατέρων αὐτου̃

21:20 ἠ̃ν τριάκοντα καὶ δύο ἐτω̃ν ὅτε ἐβασίλευσεν καὶ ὀκτὼ ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ἐπορεύθη ἐν οὐκ ἐπαίνω̨ καὶ ἐτάφη ἐν πόλει Δαυιδ καὶ οὐκ ἐν τάφοις τω̃ν βασιλέων

22:1 καὶ ἐβασίλευσαν οἱ κατοικου̃ντες ἐν Ιερουσαλημ τὸν Οχοζιαν υἱὸν αὐτου̃ τὸν μικρὸν ἀντ' αὐτου̃ ὅτι πάντας τοὺς πρεσβυτέρους ἀπέκτεινεν τὸ λη̨στήριον τὸ ἐπελθὸν ἐπ' αὐτούς οἱ 'Άραβες καὶ οἱ Αλιμαζονει̃ς καὶ ἐβασίλευσεν Οχοζιας υἱὸς Ιωραμ βασιλέως Ιουδα

22:2 ὢν εἴκοσι ἐτω̃ν Οχοζιας ἐβασίλευσεν καὶ ἐνιαυτὸν ἕνα ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̨̃ μητρὶ αὐτου̃ Γοθολια θυγάτηρ Αμβρι

22:3 καὶ οὑ̃τος ἐπορεύθη ἐν ὁδω̨̃ οἴκου Αχααβ ὅτι μήτηρ αὐτου̃ ἠ̃ν σύμβουλος του̃ ἁμαρτάνειν

22:4 καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον κυρίου ὡς οἰ̃κος Αχααβ ὅτι αὐτοὶ ἠ̃σαν αὐτω̨̃ μετὰ τὸ ἀποθανει̃ν τὸν πατέρα αὐτου̃ σύμβουλοι του̃ ἐξολεθρευ̃σαι αὐτόν

22:5 καὶ ἐν ται̃ς βουλαι̃ς αὐτω̃ν ἐπορεύθη καὶ ἐπορεύθη μετὰ Ιωραμ υἱου̃ Αχααβ εἰς πόλεμον ἐπὶ Αζαηλ βασιλέα Συρίας εἰς Ραμα Γαλααδ καὶ ἐπάταξαν οἱ τοξόται τὸν Ιωραμ

22:6 καὶ ἐπέστρεψεν Ιωραμ του̃ ἰατρευθη̃ναι εἰς Ιεζραελ ἀπὸ τω̃ν πληγω̃ν ὡ̃ν ἐπάταξαν αὐτὸν οἱ Σύροι ἐν Ραμα ἐν τω̨̃ πολεμει̃ν αὐτὸν πρὸς Αζαηλ βασιλέα Συρίας καὶ Οχοζιας υἱὸς Ιωραμ βασιλεὺς Ιουδα κατέβη θεάσασθαι τὸν Ιωραμ υἱὸν Αχααβ εἰς Ιεζραελ ὅτι ἠρρώστει

22:7 καὶ παρὰ του̃ θεου̃ ἐγένετο καταστροφὴ Οχοζια ἐλθει̃ν πρὸς Ιωραμ καὶ ἐν τω̨̃ ἐλθει̃ν αὐτὸν ἐξη̃λθεν μετ' αὐτου̃ Ιωραμ πρὸς Ιου υἱὸν Ναμεσσι χριστὸν κυρίου τὸν οἰ̃κον Αχααβ

22:8 καὶ ἐγένετο ὡς ἐξεδίκησεν Ιου τὸν οἰ̃κον Αχααβ καὶ εὑ̃ρεν τοὺς ἄρχοντας Ιουδα καὶ τοὺς ἀδελφοὺς Οχοζια λειτουργου̃ντας τω̨̃ Οχοζια καὶ ἀπέκτεινεν αὐτούς

22:9 καὶ εἰ̃πεν του̃ ζητη̃σαι τὸν Οχοζιαν καὶ κατέλαβον αὐτὸν ἰατρευόμενον ἐν Σαμαρεία̨ καὶ ἤγαγον αὐτὸν πρὸς Ιου καὶ ἀπέκτεινεν αὐτόν καὶ ἔθαψαν αὐτόν ὅτι εἰ̃παν υἱὸς Ιωσαφατ ἐστίν ὃς ἐζήτησεν τὸν κύριον ἐν ὅλη̨ καρδία̨ αὐτου̃ καὶ οὐκ ἠ̃ν ἐν οἴκω̨ Οχοζια κατισχυ̃σαι δύναμιν περὶ τη̃ς βασιλείας

22:10 καὶ Γοθολια ἡ μήτηρ Οχοζια εἰ̃δεν ὅτι τέθνηκεν αὐτη̃ς ὁ υἱός καὶ ἠγέρθη καὶ ἀπώλεσεν πα̃ν τὸ σπέρμα τη̃ς βασιλείας ἐν οἴκω̨ Ιουδα

22:11 καὶ ἔλαβεν Ιωσαβεθ ἡ θυγάτηρ του̃ βασιλέως τὸν Ιωας υἱὸν Οχοζια καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου υἱω̃ν του̃ βασιλέως τω̃ν θανατουμένων καὶ ἔδωκεν αὐτὸν καὶ τὴν τροφὸν αὐτου̃ εἰς ταμίειον τω̃ν κλινω̃ν καὶ ἔκρυψεν αὐτὸν Ιωσαβεθ θυγάτηρ του̃ βασιλέως Ιωραμ ἀδελφὴ Οχοζιου γυνὴ Ιωδαε του̃ ἱερέως καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου Γοθολιας καὶ οὐκ ἀπέκτεινεν αὐτόν

22:12 καὶ ἠ̃ν μετ' αὐτη̃ς ἐν οἴκω̨ του̃ θεου̃ κατακεκρυμμένος ἓξ ἔτη καὶ Γοθολια ἐβασίλευσεν ἐπὶ τη̃ς γη̃ς

23:1 καὶ ἐν τω̨̃ ἔτει τω̨̃ ἑβδόμω̨ ἐκραταίωσεν Ιωδαε καὶ ἔλαβεν τοὺς ἑκατοντάρχους τὸν Αζαριαν υἱὸν Ιωραμ καὶ τὸν Ισμαηλ υἱὸν Ιωαναν καὶ τὸν Αζαριαν υἱὸν Ωβηδ καὶ τὸν Μαασαιαν υἱὸν Αδαια καὶ τὸν Ελισαφαν υἱὸν Ζαχαρια μετ' αὐτου̃ εἰς οἰ̃κον

23:2 καὶ ἐκύκλωσαν τὸν Ιουδαν καὶ συνήγαγον τοὺς Λευίτας ἐκ πασω̃ν τω̃ν πόλεων Ιουδα καὶ ἄρχοντας πατριω̃ν του̃ Ισραηλ καὶ ἠ̃λθον εἰς Ιερουσαλημ

23:3 καὶ διέθεντο πα̃σα ἐκκλησία Ιουδα διαθήκην ἐν οἴκω̨ του̃ θεου̃ μετὰ του̃ βασιλέως καὶ ἔδειξεν αὐτοι̃ς τὸν υἱὸν του̃ βασιλέως καὶ εἰ̃πεν αὐτοι̃ς ἰδοὺ ὁ υἱὸς του̃ βασιλέως βασιλευσάτω καθὼς ἐλάλησεν κύριος ἐπὶ τὸν οἰ̃κον Δαυιδ

23:4 νυ̃ν ὁ λόγος οὑ̃τος ὃν ποιήσετε τὸ τρίτον ἐξ ὑμω̃ν εἰσπορευέσθωσαν τὸ σάββατον τω̃ν ἱερέων καὶ τω̃ν Λευιτω̃ν καὶ εἰς τὰς πύλας τω̃ν εἰσόδων

23:5 καὶ τὸ τρίτον ἐν οἴκω̨ του̃ βασιλέως καὶ τὸ τρίτον ἐν τη̨̃ πύλη̨ τη̨̃ μέση̨ καὶ πα̃ς ὁ λαὸς ἐν αὐλαι̃ς οἴκου κυρίου

23:6 καὶ μὴ εἰσελθέτω εἰς οἰ̃κον κυρίου ἐὰν μὴ οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται καὶ οἱ λειτουργου̃ντες τω̃ν Λευιτω̃ν αὐτοὶ εἰσελεύσονται ὅτι ἅγιοί εἰσιν καὶ πα̃ς ὁ λαὸς φυλασσέτω φυλακὰς κυρίου

23:7 καὶ κυκλώσουσιν οἱ Λευι̃ται τὸν βασιλέα κύκλω̨ ἀνδρὸς σκευ̃ος ἐν χειρὶ αὐτου̃ καὶ ὁ εἰσπορευόμενος εἰς τὸν οἰ̃κον ἀποθανει̃ται καὶ ἔσονται μετὰ του̃ βασιλέως εἰσπορευομένου καὶ ἐκπορευομένου

23:8 καὶ ἐποίησαν οἱ Λευι̃ται καὶ πα̃ς Ιουδα κατὰ πάντα ὅσα ἐνετείλατο Ιωδαε ὁ ἱερεύς καὶ ἔλαβον ἕκαστος τοὺς ἄνδρας αὐτου̃ ἀπ' ἀρχη̃ς του̃ σαββάτου ἕως ἐξόδου του̃ σαββάτου ὅτι οὐ κατέλυσεν Ιωδαε τὰς ἐφημερίας

23:9 καὶ ἔδωκεν τὰς μαχαίρας καὶ τοὺς θυρεοὺς καὶ τὰ ὅπλα ἃ ἠ̃ν του̃ βασιλέως Δαυιδ ἐν οἴκω̨ του̃ θεου̃

23:10 καὶ ἔστησεν πάντα τὸν λαόν ἕκαστον ἐν τοι̃ς ὅπλοις αὐτου̃ ἀπὸ τη̃ς ὠμίας του̃ οἴκου τη̃ς δεξια̃ς ἕως τη̃ς ὠμίας τη̃ς ἀριστερα̃ς του̃ θυσιαστηρίου καὶ του̃ οἴκου ἐπὶ τὸν βασιλέα κύκλω̨

23:11 καὶ ἐξήγαγεν τὸν υἱὸν του̃ βασιλέως καὶ ἔδωκεν ἐπ' αὐτὸν τὸ βασίλειον καὶ τὰ μαρτύρια καὶ ἐβασίλευσαν καὶ ἔχρισαν αὐτὸν Ιωδαε καὶ οἱ υἱοὶ αὐτου̃ καὶ εἰ̃παν ζήτω ὁ βασιλεύς

23:12 καὶ ἤκουσεν Γοθολια τὴν φωνὴν του̃ λαου̃ τω̃ν τρεχόντων καὶ ἐξομολογουμένων καὶ αἰνούντων τὸν βασιλέα καὶ εἰση̃λθεν πρὸς τὸν βασιλέα εἰς οἰ̃κον κυρίου

23:13 καὶ εἰ̃δεν καὶ ἰδοὺ ὁ βασιλεὺς ἐπὶ τη̃ς στάσεως αὐτου̃ καὶ ἐπὶ τη̃ς εἰσόδου οἱ ἄρχοντες καὶ αἱ σάλπιγγες περὶ τὸν βασιλέα καὶ πα̃ς ὁ λαὸς ηὐφράνθη καὶ ἐσάλπισαν ἐν ται̃ς σάλπιγξιν καὶ οἱ ἄ̨δοντες ἐν τοι̃ς ὀργάνοις ὠ̨δοὶ καὶ ὑμνου̃ντες αἰ̃νον καὶ διέρρηξεν Γοθολια τὴν στολὴν αὐτη̃ς καὶ ἐβόησεν καὶ εἰ̃πεν ἐπιτιθέμενοι ἐπιτίθεσθε

23:14 καὶ ἐξη̃λθεν Ιωδαε ὁ ἱερεύς καὶ ἐνετείλατο Ιωδαε ὁ ἱερεὺς τοι̃ς ἑκατοντάρχοις καὶ τοι̃ς ἀρχηγοι̃ς τη̃ς δυνάμεως καὶ εἰ̃πεν αὐτοι̃ς ἐκβάλετε αὐτὴν ἐκτὸς του̃ οἴκου καὶ εἰσέλθατε ὀπίσω αὐτη̃ς καὶ ἀποθανέτω μαχαίρα̨ ὅτι εἰ̃πεν ὁ ἱερεύς μὴ ἀποθανέτω ἐν οἴκω̨ κυρίου

23:15 καὶ ἔδωκαν αὐτη̨̃ ἄνεσιν καὶ διη̃λθεν διὰ τη̃ς πύλης τω̃ν ἱππέων του̃ οἴκου του̃ βασιλέως καὶ ἐθανάτωσαν αὐτὴν ἐκει̃

23:16 καὶ διέθετο Ιωδαε διαθήκην ἀνὰ μέσον αὐτου̃ καὶ του̃ λαου̃ καὶ του̃ βασιλέως εἰ̃ναι λαὸν τω̨̃ κυρίω̨

23:17 καὶ εἰση̃λθεν πα̃ς ὁ λαὸς τη̃ς γη̃ς εἰς οἰ̃κον Βααλ καὶ κατέσπασαν αὐτὸν καὶ τὰ θυσιαστήρια καὶ τὰ εἴδωλα αὐτου̃ ἐλέπτυναν καὶ τὸν Ματθαν ἱερέα τη̃ς Βααλ ἐθανάτωσαν ἐναντίον τω̃ν θυσιαστηρίων αὐτου̃

23:18 καὶ ἐνεχείρησεν Ιωδαε ὁ ἱερεὺς τὰ ἔργα οἴκου κυρίου διὰ χειρὸς ἱερέων καὶ Λευιτω̃ν καὶ ἀνέστησεν τὰς ἐφημερίας τω̃ν ἱερέων καὶ τω̃ν Λευιτω̃ν ἃς διέστειλεν Δαυιδ ἐπὶ τὸν οἰ̃κον κυρίου καὶ ἀνενέγκαι ὁλοκαυτώματα κυρίω̨ καθὼς γέγραπται ἐν νόμω̨ Μωυση̃ ἐν εὐφροσύνη̨ καὶ ἐν ὠ̨δαι̃ς διὰ χειρὸς Δαυιδ

23:19 καὶ ἔστησαν οἱ πυλωροὶ ἐπὶ τὰς πύλας οἴκου κυρίου καὶ οὐκ εἰσελεύσεται ἀκάθαρτος εἰς πα̃ν πρα̃γμα

23:20 καὶ ἔλαβεν τοὺς πατριάρχας καὶ τοὺς δυνατοὺς καὶ τοὺς ἄρχοντας του̃ λαου̃ καὶ πάντα τὸν λαὸν τη̃ς γη̃ς καὶ ἀνεβίβασαν τὸν βασιλέα εἰς οἰ̃κον κυρίου καὶ εἰση̃λθεν διὰ τη̃ς πύλης τη̃ς ἐσωτέρας εἰς τὸν οἰ̃κον του̃ βασιλέως καὶ ἐκάθισαν τὸν βασιλέα ἐπὶ τὸν θρόνον τη̃ς βασιλείας

23:21 καὶ ηὐφράνθη πα̃ς ὁ λαὸς τη̃ς γη̃ς καὶ ἡ πόλις ἡσύχασεν καὶ τὴν Γοθολιαν ἐθανάτωσαν μαχαίρα̨

24:1 ὢν ἑπτὰ ἐτω̃ν Ιωας ἐν τω̨̃ βασιλευ̃σαι αὐτὸν καὶ τεσσαράκοντα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̨̃ μητρὶ αὐτου̃ Σαβια ἐκ Βηρσαβεε

24:2 καὶ ἐποίησεν Ιωας τὸ εὐθὲς ἐνώπιον κυρίου πάσας τὰς ἡμέρας Ιωδαε του̃ ἱερέως

24:3 καὶ ἔλαβεν αὐτω̨̃ Ιωδαε γυναι̃κας δύο καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας

24:4 καὶ ἐγένετο μετὰ ταυ̃τα καὶ ἐγένετο ἐπὶ καρδίαν Ιωας ἐπισκευάσαι τὸν οἰ̃κον κυρίου

24:5 καὶ συνήγαγεν τοὺς ἱερει̃ς καὶ τοὺς Λευίτας καὶ εἰ̃πεν αὐτοι̃ς ἐξέλθατε εἰς τὰς πόλεις Ιουδα καὶ συναγάγετε ἀπὸ παντὸς Ισραηλ ἀργύριον κατισχυ̃σαι τὸν οἰ̃κον κυρίου ἐνιαυτὸν κατ' ἐνιαυτὸν καὶ σπεύσατε λαλη̃σαι καὶ οὐκ ἔσπευσαν οἱ Λευι̃ται

24:6 καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ιωας τὸν Ιωδαε τὸν ἄρχοντα καὶ εἰ̃πεν αὐτω̨̃ διὰ τί οὐκ ἐπεσκέψω περὶ τω̃ν Λευιτω̃ν του̃ εἰσενέγκαι ἀπὸ Ιουδα καὶ Ιερουσαλημ τὸ κεκριμένον ὑπὸ Μωυση̃ ἀνθρώπου του̃ θεου̃ ὅτε ἐξεκκλησίασεν τὸν Ισραηλ εἰς τὴν σκηνὴν του̃ μαρτυρίου

24:7 ὅτι Γοθολια ἠ̃ν ἡ ἄνομος καὶ οἱ υἱοὶ αὐτη̃ς κατέσπασαν τὸν οἰ̃κον του̃ θεου̃ καὶ γὰρ τὰ ἅγια οἴκου κυρίου ἐποίησαν ται̃ς Βααλιμ

24:8 καὶ εἰ̃πεν ὁ βασιλεύς γενηθήτω γλωσσόκομον καὶ τεθήτω ἐν πύλη̨ οἴκου κυρίου ἔξω

24:9 καὶ κηρυξάτωσαν ἐν Ιουδα καὶ ἐν Ιερουσαλημ εἰσενέγκαι κυρίω̨ καθὼς εἰ̃πεν Μωυση̃ς παι̃ς του̃ θεου̃ ἐπὶ τὸν Ισραηλ ἐν τη̨̃ ἐρήμω̨

24:10 καὶ ἔδωκαν πάντες ἄρχοντες καὶ πα̃ς ὁ λαὸς καὶ εἰσέφερον καὶ ἐνέβαλλον εἰς τὸ γλωσσόκομον ἕως οὑ̃ ἐπληρώθη

24:11 καὶ ἐγένετο ὡς εἰσέφερον τὸ γλωσσόκομον πρὸς τοὺς προστάτας του̃ βασιλέως διὰ χειρὸς τω̃ν Λευιτω̃ν καὶ ὡς εἰ̃δον ὅτι ἐπλεόνασεν τὸ ἀργύριον καὶ ἠ̃λθεν ὁ γραμματεὺς του̃ βασιλέως καὶ ὁ προστάτης του̃ ἱερέως του̃ μεγάλου καὶ ἐξεκένωσαν τὸ γλωσσόκομον καὶ κατέστησαν εἰς τὸν τόπον αὐτου̃ οὕτως ἐποίουν ἡμέραν ἐξ ἡμέρας καὶ συνήγαγον ἀργύριον πολύ

24:12 καὶ ἔδωκεν αὐτὸ ὁ βασιλεὺς καὶ Ιωδαε ὁ ἱερεὺς τοι̃ς ποιου̃σιν τὰ ἔργα εἰς τὴν ἐργασίαν οἴκου κυρίου καὶ ἐμισθου̃ντο λατόμους καὶ τέκτονας ἐπισκευάσαι τὸν οἰ̃κον κυρίου καὶ χαλκει̃ς σιδήρου καὶ χαλκου̃ ἐπισκευάσαι τὸν οἰ̃κον κυρίου

24:13 καὶ ἐποίουν οἱ ποιου̃ντες τὰ ἔργα καὶ ἀνέβη μη̃κος τω̃ν ἔργων ἐν χερσὶν αὐτω̃ν καὶ ἀνέστησαν τὸν οἰ̃κον κυρίου ἐπὶ τὴν στάσιν αὐτου̃ καὶ ἐνίσχυσαν

24:14 καὶ ὡς συνετέλεσαν ἤνεγκαν πρὸς τὸν βασιλέα καὶ πρὸς Ιωδαε τὸ κατάλοιπον του̃ ἀργυρίου καὶ ἐποίησαν σκεύη εἰς οἰ̃κον κυρίου σκεύη λειτουργικὰ ὁλοκαυτωμάτων καὶ θυίσκας χρυσα̃ς καὶ ἀργυρα̃ς καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις ἐν οἴκω̨ κυρίου διὰ παντὸς πάσας τὰς ἡμέρας Ιωδαε

24:15 καὶ ἐγήρασεν Ιωδαε πλήρης ἡμερω̃ν καὶ ἐτελεύτησεν ὢν ἑκατὸν καὶ τριάκοντα ἐτω̃ν ἐν τω̨̃ τελευτα̃ν αὐτόν

24:16 καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυιδ μετὰ τω̃ν βασιλέων ὅτι ἐποίησεν ἀγαθωσύνην μετὰ Ισραηλ καὶ μετὰ του̃ θεου̃ καὶ του̃ οἴκου αὐτου̃

24:17 καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ιωδαε εἰση̃λθον οἱ ἄρχοντες Ιουδα καὶ προσεκύνησαν τὸν βασιλέα τότε ἐπήκουσεν αὐτοι̃ς ὁ βασιλεύς

24:18 καὶ ἐγκατέλιπον τὸν κύριον θεὸν τω̃ν πατέρων αὐτω̃ν καὶ ἐδούλευον ται̃ς 'Αστάρταις καὶ τοι̃ς εἰδώλοις καὶ ἐγένετο ὀργὴ ἐπὶ Ιουδαν καὶ ἐπὶ Ιερουσαλημ ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨

24:19 καὶ ἀπέστειλεν πρὸς αὐτοὺς προφήτας ἐπιστρέψαι πρὸς κύριον καὶ οὐκ ἤκουσαν καὶ διεμαρτύραντο αὐτοι̃ς καὶ οὐκ ἤκουσαν

24:20 καὶ πνευ̃μα θεου̃ ἐνέδυσεν τὸν Αζαριαν τὸν του̃ Ιωδαε τὸν ἱερέα καὶ ἀνέστη ἐπάνω του̃ λαου̃ καὶ εἰ̃πεν τάδε λέγει κύριος τί παραπορεύεσθε τὰς ἐντολὰς κυρίου καὶ οὐκ εὐοδωθήσεσθε ὅτι ἐγκατελίπετε τὸν κύριον καὶ ἐγκαταλείψει ὑμα̃ς

24:21 καὶ ἐπέθεντο αὐτω̨̃ καὶ ἐλιθοβόλησαν αὐτὸν δι' ἐντολη̃ς Ιωας του̃ βασιλέως ἐν αὐλη̨̃ οἴκου κυρίου

24:22 καὶ οὐκ ἐμνήσθη Ιωας του̃ ἐλέους οὑ̃ ἐποίησεν μετ' αὐτου̃ Ιωδαε ὁ πατὴρ αὐτου̃ καὶ ἐθανάτωσεν τὸν υἱὸν αὐτου̃ καὶ ὡς ἀπέθνη̨σκεν εἰ̃πεν ἴδοι κύριος καὶ κρινάτω

24:23 καὶ ἐγένετο μετὰ τὴν συντέλειαν του̃ ἐνιαυτου̃ ἀνέβη ἐπ' αὐτὸν δύναμις Συρίας καὶ ἠ̃λθεν ἐπὶ Ιουδαν καὶ ἐπὶ Ιερουσαλημ καὶ κατέφθειραν πάντας τοὺς ἄρχοντας του̃ λαου̃ ἐν τω̨̃ λαω̨̃ καὶ πάντα τὰ σκυ̃λα αὐτω̃ν ἀπέστειλαν τω̨̃ βασιλει̃ Δαμασκου̃

24:24 ὅτι ἐν ὀλίγοις ἀνδράσιν παρεγένετο δύναμις Συρίας καὶ ὁ θεὸς παρέδωκεν εἰς τὰς χει̃ρας αὐτω̃ν δύναμιν πολλὴν σφόδρα ὅτι ἐγκατέλιπον κύριον θεὸν τω̃ν πατέρων αὐτω̃ν καὶ μετὰ Ιωας ἐποίησεν κρίματα

24:25 καὶ μετὰ τὸ ἀπελθει̃ν αὐτοὺς ἀπ' αὐτου̃ ἐν τω̨̃ ἐγκαταλιπει̃ν αὐτὸν ἐν μαλακίαις μεγάλαις καὶ ἐπέθεντο αὐτω̨̃ οἱ παι̃δες αὐτου̃ ἐν αἵμασιν υἱου̃ Ιωδαε του̃ ἱερέως καὶ ἐθανάτωσαν αὐτὸν ἐπὶ τη̃ς κλίνης αὐτου̃ καὶ ἀπέθανεν καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυιδ καὶ οὐκ ἔθαψαν αὐτὸν ἐν τω̨̃ τάφω̨ τω̃ν βασιλέων

24:26 καὶ οἱ ἐπιθέμενοι ἐπ' αὐτὸν Ζαβεδ ὁ του̃ Σαμαθ ὁ Αμμανίτης καὶ Ιωζαβεδ ὁ του̃ Σομαρωθ ὁ Μωαβίτης

24:27 καὶ οἱ υἱοὶ αὐτου̃ πάντες καὶ προση̃λθον αὐτω̨̃ οἱ πέντε καὶ τὰ λοιπὰ ἰδοὺ γεγραμμένα ἐπὶ τὴν γραφὴν τω̃ν βασιλέων καὶ ἐβασίλευσεν Αμασιας υἱὸς αὐτου̃ ἀντ' αὐτου̃

25:1 ὢν πέντε καὶ εἴκοσι ἐτω̃ν ἐβασίλευσεν Αμασιας καὶ εἴκοσι ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̨̃ μητρὶ αὐτου̃ Ιωαδεν ἀπὸ Ιερουσαλημ

25:2 καὶ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον κυρίου ἀλλ' οὐκ ἐν καρδία̨ πλήρει

25:3 καὶ ἐγένετο ὡς κατέστη ἡ βασιλεία ἐν χειρὶ αὐτου̃ καὶ ἐθανάτωσεν τοὺς παι̃δας αὐτου̃ τοὺς φονεύσαντας τὸν βασιλέα πατέρα αὐτου̃

25:4 καὶ τοὺς υἱοὺς αὐτω̃ν οὐκ ἀπέκτεινεν κατὰ τὴν διαθήκην του̃ νόμου κυρίου καθὼς γέγραπται ὡς ἐνετείλατο κύριος λέγων οὐκ ἀποθανου̃νται πατέρες ὑπὲρ τέκνων καὶ υἱοὶ οὐκ ἀποθανου̃νται ὑπὲρ πατέρων ἀλλ' ἢ ἕκαστος τη̨̃ ἑαυτου̃ ἁμαρτία̨ ἀποθανου̃νται

25:5 καὶ συνήγαγεν Αμασιας τὸν οἰ̃κον Ιουδα καὶ ἀνέστησεν αὐτοὺς κατ' οἴκους πατριω̃ν αὐτω̃ν εἰς χιλιάρχους καὶ ἑκατοντάρχους ἐν παντὶ Ιουδα καὶ Ιερουσαλημ καὶ ἠρίθμησεν αὐτοὺς ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω καὶ εὑ̃ρεν αὐτοὺς τριακοσίας χιλιάδας δυνατοὺς ἐξελθει̃ν εἰς πόλεμον κρατου̃ντας δόρυ καὶ θυρεόν

25:6 καὶ ἐμισθώσατο ἀπὸ Ισραηλ ἑκατὸν χιλιάδας δυνατοὺς ἰσχύι ἑκατὸν ταλάντων ἀργυρίου

25:7 καὶ ἄνθρωπος του̃ θεου̃ ἠ̃λθεν πρὸς αὐτὸν λέγων βασιλευ̃ οὐ πορεύσεται μετὰ σου̃ δύναμις Ισραηλ ὅτι οὐκ ἔστιν κύριος μετὰ Ισραηλ πάντων τω̃ν υἱω̃ν Εφραιμ

25:8 ὅτι ἐὰν ὑπολάβη̨ς κατισχυ̃σαι ἐν τούτοις καὶ τροπώσεταί σε κύριος ἐναντίον τω̃ν ἐχθρω̃ν ὅτι ἔστιν παρὰ κυρίου καὶ ἰσχυ̃σαι καὶ τροπώσασθαι

25:9 καὶ εἰ̃πεν Αμασιας τω̨̃ ἀνθρώπω̨ του̃ θεου̃ καὶ τί ποιήσω τὰ ἑκατὸν τάλαντα ἃ ἔδωκα τη̨̃ δυνάμει Ισραηλ καὶ εἰ̃πεν ὁ ἄνθρωπος του̃ θεου̃ ἔστιν τω̨̃ κυρίω̨ δου̃ναί σοι πλει̃στα τούτων

25:10 καὶ διεχώρισεν Αμασιας τη̨̃ δυνάμει τη̨̃ ἐλθούση̨ πρὸς αὐτὸν ἀπὸ Εφραιμ ἀπελθει̃ν εἰς τὸν τόπον αὐτω̃ν καὶ ἐθυμώθησαν σφόδρα ἐπὶ Ιουδαν καὶ ἐπέστρεψαν εἰς τὸν τόπον αὐτω̃ν ἐν ὀργη̨̃ θυμου̃

25:11 καὶ Αμασιας κατίσχυσεν καὶ παρέλαβεν τὸν λαὸν αὐτου̃ καὶ ἐπορεύθη εἰς τὴν κοιλάδα τω̃ν ἁλω̃ν καὶ ἐπάταξεν ἐκει̃ τοὺς υἱοὺς Σηιρ δέκα χιλιάδας

25:12 καὶ δέκα χιλιάδας ἐζώγρησαν οἱ υἱοὶ Ιουδα καὶ ἔφερον αὐτοὺς ἐπὶ τὸ ἄκρον του̃ κρημνου̃ καὶ κατεκρήμνιζον αὐτοὺς ἀπὸ του̃ ἄκρου του̃ κρημνου̃ καὶ πάντες διερρήγνυντο

25:13 καὶ οἱ υἱοὶ τη̃ς δυνάμεως οὓς ἀπέστρεψεν Αμασιας του̃ μὴ πορευθη̃ναι μετ' αὐτου̃ εἰς πόλεμον καὶ ἐπέθεντο ἐπὶ τὰς πόλεις Ιουδα ἀπὸ Σαμαρείας ἕως Βαιθωρων καὶ ἐπάταξαν ἐν αὐτοι̃ς τρει̃ς χιλιάδας καὶ ἐσκύλευσαν σκυ̃λα πολλά

25:14 καὶ ἐγένετο μετὰ τὸ ἐλθει̃ν Αμασιαν πατάξαντα τὴν Ιδουμαίαν καὶ ἤνεγκεν πρὸς αὐτοὺς τοὺς θεοὺς υἱω̃ν Σηιρ καὶ ἔστησεν αὐτοὺς ἑαυτω̨̃ εἰς θεοὺς καὶ ἐναντίον αὐτω̃ν προσεκύνει καὶ αὐτοι̃ς αὐτὸς ἔθυεν

25:15 καὶ ἐγένετο ὀργὴ κυρίου ἐπὶ Αμασιαν καὶ ἀπέστειλεν αὐτω̨̃ προφήτας καὶ εἰ̃παν αὐτω̨̃ τί ἐζήτησας τοὺς θεοὺς του̃ λαου̃ οἳ οὐκ ἐξείλαντο τὸν λαὸν αὐτω̃ν ἐκ χειρός σου

25:16 καὶ ἐγένετο ἐν τω̨̃ λαλη̃σαι αὐτω̨̃ καὶ εἰ̃πεν αὐτω̨̃ μὴ σύμβουλον του̃ βασιλέως δέδωκά σε πρόσεχε μὴ μαστιγωθη̨̃ς καὶ ἐσιώπησεν ὁ προφήτης καὶ εἰ̃πεν ὅτι γινώσκω ὅτι ἐβούλετο ἐπὶ σοὶ του̃ καταφθει̃ραί σε ὅτι ἐποίησας του̃το καὶ οὐκ ἐπήκουσας τη̃ς συμβουλίας μου

25:17 καὶ ἐβουλεύσατο Αμασιας καὶ ἀπέστειλεν πρὸς Ιωας υἱὸν Ιωαχαζ υἱου̃ Ιου βασιλέα Ισραηλ λέγων δευ̃ρο ὀφθω̃μεν προσώποις

25:18 καὶ ἀπέστειλεν Ιωας βασιλεὺς Ισραηλ πρὸς Αμασιαν βασιλέα Ιουδα λέγων ὁ αχουχ ὁ ἐν τω̨̃ Λιβάνω̨ ἀπέστειλεν πρὸς τὴν κέδρον τὴν ἐν τω̨̃ Λιβάνω̨ λέγων δὸς τὴν θυγατέρα σου τω̨̃ υἱω̨̃ μου εἰς γυναι̃κα καὶ ἰδοὺ ἐλεύσεται τὰ θηρία του̃ ἀγρου̃ τὰ ἐν τω̨̃ Λιβάνω̨ καὶ ἠ̃λθαν τὰ θηρία καὶ κατεπάτησαν τὸν αχουχ

25:19 εἰ̃πας ἰδοὺ ἐπάταξας τὴν Ιδουμαίαν καὶ ἐπαίρει σε ἡ καρδία ἡ βαρει̃α νυ̃ν κάθησο ἐν οἴκω̨ σου καὶ ἵνα τί συμβάλλεις ἐν κακία̨ καὶ πεση̨̃ σὺ καὶ Ιουδας μετὰ σου̃

25:20 καὶ οὐκ ἤκουσεν Αμασιας ὅτι παρὰ κυρίου ἐγένετο του̃ παραδου̃ναι αὐτὸν εἰς χει̃ρας ὅτι ἐξεζήτησεν τοὺς θεοὺς τω̃ν Ιδουμαίων

25:21 καὶ ἀνέβη Ιωας βασιλεὺς Ισραηλ καὶ ὤφθησαν ἀλλήλοις αὐτὸς καὶ Αμασιας βασιλεὺς Ιουδα ἐν Βαιθσαμυς ἥ ἐστιν του̃ Ιουδα

25:22 καὶ ἐτροπώθη Ιουδας κατὰ πρόσωπον Ισραηλ καὶ ἔφυγεν ἕκαστος εἰς τὸ σκήνωμα

25:23 καὶ τὸν Αμασιαν βασιλέα Ιουδα τὸν του̃ Ιωας κατέλαβεν Ιωας βασιλεὺς Ισραηλ ἐν Βαιθσαμυς καὶ εἰσήγαγεν αὐτὸν εἰς Ιερουσαλημ καὶ κατέσπασεν ἀπὸ του̃ τείχους Ιερουσαλημ ἀπὸ πύλης Εφραιμ ἕως πύλης γωνίας τετρακοσίους πήχεις

25:24 καὶ πα̃ν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πάντα τὰ σκεύη τὰ εὑρεθέντα ἐν οἴκω̨ κυρίου καὶ παρὰ τω̨̃ Αβδεδομ καὶ τοὺς θησαυροὺς οἴκου του̃ βασιλέως καὶ τοὺς υἱοὺς τω̃ν συμμίξεων καὶ ἐπέστρεψεν εἰς Σαμάρειαν

25:25 καὶ ἔζησεν Αμασιας ὁ του̃ Ιωας βασιλεὺς Ιουδα μετὰ τὸ ἀποθανει̃ν Ιωας τὸν του̃ Ιωαχαζ βασιλέα Ισραηλ ἔτη δέκα πέντε

25:26 καὶ οἱ λοιποὶ λόγοι Αμασιου οἱ πρω̃τοι καὶ οἱ ἔσχατοι οὐκ ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίου βασιλέων Ιουδα καὶ Ισραηλ

25:27 καὶ ἐν τω̨̃ καιρω̨̃ ὡ̨̃ ἀπέστη Αμασιας ἀπὸ κυρίου καὶ ἐπέθεντο αὐτω̨̃ ἐπίθεσιν καὶ ἔφυγεν ἀπὸ Ιερουσαλημ εἰς Λαχις καὶ ἀπέστειλαν κατόπισθεν αὐτου̃ εἰς Λαχις καὶ ἐθανάτωσαν αὐτὸν ἐκει̃

25:28 καὶ ἀνέλαβον αὐτὸν ἐπὶ τω̃ν ἵππων καὶ ἔθαψαν αὐτὸν μετὰ τω̃ν πατέρων αὐτου̃ ἐν πόλει Δαυιδ

26:1 καὶ ἔλαβεν πα̃ς ὁ λαὸς τη̃ς γη̃ς τὸν Οζιαν καὶ αὐτὸς δέκα καὶ ἓξ ἐτω̃ν καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ του̃ πατρὸς αὐτου̃ Αμασιου

26:2 αὐτὸς ὠ̨κοδόμησεν τὴν Αιλαθ αὐτὸς ἐπέστρεψεν αὐτὴν τω̨̃ Ιουδα μετὰ τὸ κοιμηθη̃ναι τὸν βασιλέα μετὰ τω̃ν πατέρων αὐτου̃

26:3 υἱὸς δέκα ἓξ ἐτω̃ν ἐβασίλευσεν Οζιας καὶ πεντήκοντα καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̨̃ μητρὶ αὐτου̃ Χαλια ἀπὸ Ιερουσαλημ

26:4 καὶ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον κυρίου κατὰ πάντα ὅσα ἐποίησεν Αμασιας ὁ πατὴρ αὐτου̃

26:5 καὶ ἠ̃ν ἐκζητω̃ν τὸν κύριον ἐν ται̃ς ἡμέραις Ζαχαριου του̃ συνίοντος ἐν φόβω̨ κυρίου καὶ ἐν ται̃ς ἡμέραις αὐτου̃ ἐζήτησεν τὸν κύριον καὶ εὐόδωσεν αὐτω̨̃ κύριος

26:6 καὶ ἐξη̃λθεν καὶ ἐπολέμησεν πρὸς τοὺς ἀλλοφύλους καὶ κατέσπασεν τὰ τείχη Γεθ καὶ τὰ τείχη Ιαβνη καὶ τὰ τείχη 'Αζώτου καὶ ὠ̨κοδόμησεν πόλεις 'Αζώτου καὶ ἐν τοι̃ς ἀλλοφύλοις

26:7 καὶ κατίσχυσεν αὐτὸν κύριος ἐπὶ τοὺς ἀλλοφύλους καὶ ἐπὶ τοὺς 'Άραβας τοὺς κατοικου̃ντας ἐπὶ τη̃ς πέτρας καὶ ἐπὶ τοὺς Μιναίους

26:8 καὶ ἔδωκαν οἱ Μιναι̃οι δω̃ρα τω̨̃ Οζια καὶ ἠ̃ν τὸ ὄνομα αὐτου̃ ἕως εἰσόδου Αἰγύπτου ὅτι κατίσχυσεν ἕως ἄνω

26:9 καὶ ὠ̨κοδόμησεν Οζιας πύργους ἐν Ιερουσαλημ καὶ ἐπὶ τὴν πύλην τη̃ς γωνίας καὶ ἐπὶ τὴν πύλην τη̃ς φάραγγος καὶ ἐπὶ τω̃ν γωνιω̃ν καὶ κατίσχυσεν

26:10 καὶ ὠ̨κοδόμησεν πύργους ἐν τη̨̃ ἐρήμω̨ καὶ ἐλατόμησεν λάκκους πολλούς ὅτι κτήνη πολλὰ ὑπη̃ρχεν αὐτω̨̃ ἐν Σεφηλα καὶ ἐν τη̨̃ πεδινη̨̃ καὶ ἀμπελουργοὶ ἐν τη̨̃ ὀρεινη̨̃ καὶ ἐν τω̨̃ Καρμήλω̨ ὅτι φιλογέωργος ἠ̃ν

26:11 καὶ ἐγένετο τω̨̃ Οζια δυνάμεις ποιου̃σαι πόλεμον καὶ ἐκπορευόμεναι εἰς παράταξιν εἰς ἀριθμόν καὶ ὁ ἀριθμὸς αὐτω̃ν διὰ χειρὸς Ιιηλ του̃ γραμματέως καὶ Μαασαιου του̃ κριτου̃ διὰ χειρὸς Ανανιου του̃ διαδόχου του̃ βασιλέως

26:12 πα̃ς ὁ ἀριθμὸς τω̃ν πατριαρχω̃ν τω̃ν δυνατω̃ν εἰς πόλεμον δισχίλιοι ἑξακόσιοι

26:13 καὶ μετ' αὐτω̃ν δύναμις πολεμικὴ τριακόσιαι χιλιάδες καὶ ἑπτακισχίλιοι πεντακόσιοι οὑ̃τοι οἱ ποιου̃ντες πόλεμον ἐν δυνάμει ἰσχύος βοηθη̃σαι τω̨̃ βασιλει̃ ἐπὶ τοὺς ὑπεναντίους

26:14 καὶ ἡτοίμαζεν αὐτοι̃ς Οζιας πάση̨ τη̨̃ δυνάμει θυρεοὺς καὶ δόρατα καὶ περικεφαλαίας καὶ θώρακας καὶ τόξα καὶ σφενδόνας εἰς λίθους

26:15 καὶ ἐποίησεν ἐν Ιερουσαλημ μηχανὰς μεμηχανευμένας λογιστου̃ του̃ εἰ̃ναι ἐπὶ τω̃ν πύργων καὶ ἐπὶ τω̃ν γωνιω̃ν βάλλειν βέλεσιν καὶ λίθοις μεγάλοις καὶ ἠκούσθη ἡ κατασκευὴ αὐτω̃ν ἕως πόρρω ὅτι ἐθαυμαστώθη του̃ βοηθηθη̃ναι ἕως οὑ̃ κατίσχυσεν

26:16 καὶ ὡς κατίσχυσεν ὑψώθη ἡ καρδία αὐτου̃ του̃ καταφθει̃ραι καὶ ἠδίκησεν ἐν κυρίω̨ θεω̨̃ αὐτου̃ καὶ εἰση̃λθεν εἰς τὸν ναὸν κυρίου θυμιάσαι ἐπὶ τὸ θυσιαστήριον τω̃ν θυμιαμάτων

26:17 καὶ εἰση̃λθεν ὀπίσω αὐτου̃ Αζαριας ὁ ἱερεὺς καὶ μετ' αὐτου̃ ἱερει̃ς του̃ κυρίου ὀγδοήκοντα υἱοὶ δυνατοὶ

26:18 καὶ ἔστησαν ἐπὶ Οζιαν τὸν βασιλέα καὶ εἰ̃παν αὐτω̨̃ οὐ σοί Οζια θυμιάσαι τω̨̃ κυρίω̨ ἀλλ' ἢ τοι̃ς ἱερευ̃σιν υἱοι̃ς Ααρων τοι̃ς ἡγιασμένοις θυμιάσαι ἔξελθε ἐκ του̃ ἁγιάσματος ὅτι ἀπέστης ἀπὸ κυρίου καὶ οὐκ ἔσται σοι του̃το εἰς δόξαν παρὰ κυρίου θεου̃

26:19 καὶ ἐθυμώθη Οζιας καὶ ἐν τη̨̃ χειρὶ αὐτου̃ τὸ θυμιατήριον του̃ θυμιάσαι ἐν τω̨̃ ναω̨̃ καὶ ἐν τω̨̃ θυμωθη̃ναι αὐτὸν πρὸς τοὺς ἱερει̃ς καὶ ἡ λέπρα ἀνέτειλεν ἐν τω̨̃ μετώπω̨ αὐτου̃ ἐναντίον τω̃ν ἱερέων ἐν οἴκω̨ κυρίου ἐπάνω του̃ θυσιαστηρίου τω̃ν θυμιαμάτων

26:20 καὶ ἐπέστρεψεν ἐπ' αὐτὸν ὁ ἱερεὺς ὁ πρω̃τος καὶ οἱ ἱερει̃ς καὶ ἰδοὺ αὐτὸς λεπρὸς ἐν τω̨̃ μετώπω̨ καὶ κατέσπευσαν αὐτὸν ἐκει̃θεν καὶ γὰρ αὐτὸς ἔσπευσεν ἐξελθει̃ν ὅτι ἤλεγξεν αὐτὸν κύριος

26:21 καὶ ἠ̃ν Οζιας ὁ βασιλεὺς λεπρὸς ἕως ἡμέρας τη̃ς τελευτη̃ς αὐτου̃ καὶ ἐν οἴκω̨ αφφουσωθ ἐκάθητο λεπρός ὅτι ἀπεσχίσθη ἀπὸ οἴκου κυρίου καὶ Ιωαθαμ ὁ υἱὸς αὐτου̃ ἐπὶ τη̃ς βασιλείας αὐτου̃ κρίνων τὸν λαὸν τη̃ς γη̃ς

26:22 καὶ οἱ λοιποὶ λόγοι Οζιου οἱ πρω̃τοι καὶ οἱ ἔσχατοι γεγραμμένοι ὑπὸ Ιεσσιου του̃ προφήτου

26:23 καὶ ἐκοιμήθη Οζιας μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἔθαψαν αὐτὸν μετὰ τω̃ν πατέρων αὐτου̃ ἐν τω̨̃ πεδίω̨ τη̃ς ταφη̃ς τω̃ν βασιλέων ὅτι εἰ̃παν ὅτι λεπρός ἐστιν καὶ ἐβασίλευσεν Ιωαθαμ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃

27:1 υἱὸς εἴκοσι πέντε ἐτω̃ν Ιωαθαμ ἐν τω̨̃ βασιλευ̃σαι αὐτὸν καὶ δέκα ἓξ ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̃ς μητρὸς αὐτου̃ Ιερουσα θυγάτηρ Σαδωκ

27:2 καὶ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον κυρίου κατὰ πάντα ὅσα ἐποίησεν Οζιας ὁ πατὴρ αὐτου̃ ἀλλ' οὐκ εἰση̃λθεν εἰς τὸν ναὸν κυρίου καὶ ἔτι ὁ λαὸς κατεφθείρετο

27:3 αὐτὸς ὠ̨κοδόμησεν τὴν πύλην οἴκου κυρίου τὴν ὑψηλὴν καὶ ἐν τείχει του̃ Οφλα ὠ̨κοδόμησεν πολλά

27:4 καὶ πόλεις ὠ̨κοδόμησεν ἐν ὄρει Ιουδα καὶ ἐν τοι̃ς δρυμοι̃ς καὶ οἰκήσεις καὶ πύργους

27:5 αὐτὸς ἐμαχέσατο πρὸς βασιλέα υἱω̃ν Αμμων καὶ κατίσχυσεν ἐπ' αὐτόν καὶ ἐδίδουν αὐτω̨̃ οἱ υἱοὶ Αμμων κατ' ἐνιαυτὸν ἑκατὸν τάλαντα ἀργυρίου καὶ δέκα χιλιάδας κόρων πυρου̃ καὶ κριθω̃ν δέκα χιλιάδας ταυ̃τα ἔφερεν αὐτω̨̃ βασιλεὺς Αμμων κατ' ἐνιαυτὸν ἐν τω̨̃ πρώτω̨ ἔτει καὶ τω̨̃ δευτέρω̨ καὶ τω̨̃ τρίτω̨

27:6 καὶ κατίσχυσεν Ιωαθαμ ὅτι ἡτοίμασεν τὰς ὁδοὺς αὐτου̃ ἔναντι κυρίου θεου̃ αὐτου̃

27:7 καὶ οἱ λοιποὶ λόγοι Ιωαθαμ καὶ ὁ πόλεμος καὶ αἱ πράξεις αὐτου̃ ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίω̨ βασιλέων Ιουδα καὶ Ισραηλ

27:9 καὶ ἐκοιμήθη Ιωαθαμ μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἐτάφη ἐν πόλει Δαυιδ καὶ ἐβασίλευσεν Αχαζ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃

28:1 υἱὸς εἴκοσι ἐτω̃ν Αχαζ ἐν τω̨̃ βασιλευ̃σαι αὐτὸν καὶ δέκα ἓξ ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ οὐκ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον κυρίου ὡς Δαυιδ ὁ πατὴρ αὐτου̃

28:2 καὶ ἐπορεύθη κατὰ τὰς ὁδοὺς βασιλέων Ισραηλ καὶ γὰρ γλυπτὰ ἐποίησεν τοι̃ς εἰδώλοις αὐτω̃ν

28:3 καὶ ἔθυεν ἐν Γαιβενενομ καὶ διη̃γεν τὰ τέκνα αὐτου̃ διὰ πυρὸς κατὰ τὰ βδελύγματα τω̃ν ἐθνω̃ν ὡ̃ν ἐξωλέθρευσεν κύριος ἀπὸ προσώπου υἱω̃ν Ισραηλ

28:4 καὶ ἐθυμία ἐπὶ τω̃ν ὑψηλω̃ν καὶ ἐπὶ τω̃ν δωμάτων καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους

28:5 καὶ παρέδωκεν αὐτὸν κύριος ὁ θεὸς αὐτου̃ διὰ χειρὸς βασιλέως Συρίας καὶ ἐπάταξεν ἐν αὐτω̨̃ καὶ ἠ̨χμαλώτευσεν ἐξ αὐτω̃ν αἰχμαλωσίαν πολλὴν καὶ ἤγαγεν εἰς Δαμασκόν καὶ γὰρ εἰς τὰς χει̃ρας βασιλέως Ισραηλ παρέδωκεν αὐτόν καὶ ἐπάταξεν ἐν αὐτω̨̃ πληγὴν μεγάλην

28:6 καὶ ἀπέκτεινεν Φακεε ὁ του̃ Ρομελια βασιλεὺς Ισραηλ ἐν Ιουδα ἐν μια̨̃ ἡμέρα̨ ἑκατὸν εἴκοσι χιλιάδας ἀνδρω̃ν δυνατω̃ν ἰσχύι ἐν τω̨̃ αὐτοὺς καταλιπει̃ν τὸν κύριον θεὸν τω̃ν πατέρων αὐτω̃ν

28:7 καὶ ἀπέκτεινεν Εζεκρι ὁ δυνατὸς του̃ Εφραιμ τὸν Μαασαιαν τὸν υἱὸν του̃ βασιλέως καὶ τὸν Εσδρικαμ ἡγούμενον του̃ οἴκου αὐτου̃ καὶ τὸν Ελκανα τὸν διάδοχον του̃ βασιλέως

28:8 καὶ ἠ̨χμαλώτισαν οἱ υἱοὶ Ισραηλ ἀπὸ τω̃ν ἀδελφω̃ν αὐτω̃ν τριακοσίας χιλιάδας γυναι̃κας υἱοὺς καὶ θυγατέρας καὶ σκυ̃λα πολλὰ ἐσκύλευσαν ἐξ αὐτω̃ν καὶ ἤνεγκαν τὰ σκυ̃λα εἰς Σαμάρειαν

28:9 καὶ ἐκει̃ ἠ̃ν ὁ προφήτης του̃ κυρίου Ωδηδ ὄνομα αὐτω̨̃ καὶ ἐξη̃λθεν εἰς ἀπάντησιν τη̃ς δυνάμεως τω̃ν ἐρχομένων εἰς Σαμάρειαν καὶ εἰ̃πεν αὐτοι̃ς ἰδοὺ ὀργὴ κυρίου θεου̃ τω̃ν πατέρων ὑμω̃ν ἐπὶ τὸν Ιουδαν καὶ παρέδωκεν αὐτοὺς εἰς τὰς χει̃ρας ὑμω̃ν καὶ ἀπεκτείνατε ἐν αὐτοι̃ς ἐν ὀργη̨̃ ἕως τω̃ν οὐρανω̃ν ἔφθακεν

28:10 καὶ νυ̃ν υἱοὺς Ιουδα καὶ Ιερουσαλημ ὑμει̃ς λέγετε κατακτήσεσθαι εἰς δούλους καὶ δούλας οὐκ ἰδού εἰμι μεθ' ὑμω̃ν μαρτυρη̃σαι κυρίω̨ θεω̨̃ ὑμω̃ν

28:11 καὶ νυ̃ν ἀκούσατέ μου καὶ ἀποστρέψατε τὴν αἰχμαλωσίαν ἣν ἠ̨χμαλωτεύσατε τω̃ν ἀδελφω̃ν ὑμω̃ν ὅτι ὀργὴ θυμου̃ κυρίου ἐφ' ὑμι̃ν

28:12 καὶ ἀνέστησαν ἄρχοντες ἀπὸ τω̃ν υἱω̃ν Εφραιμ Ουδια ὁ του̃ Ιωανου καὶ Βαραχιας ὁ του̃ Μοσολαμωθ καὶ Εζεκιας ὁ του̃ Σελλημ καὶ Αμασιας ὁ του̃ Χοδλι ἐπὶ τοὺς ἐρχομένους ἀπὸ του̃ πολέμου

28:13 καὶ εἰ̃παν αὐτοι̃ς οὐ μὴ εἰσαγάγητε τὴν αἰχμαλωσίαν ὡ̃δε πρὸς ἡμα̃ς ὅτι εἰς τὸ ἁμαρτάνειν τω̨̃ κυρίω̨ ἐφ' ἡμα̃ς ὑμει̃ς λέγετε προσθει̃ναι ἐπὶ ται̃ς ἁμαρτίαις ἡμω̃ν καὶ ἐπὶ τὴν ἄγνοιαν ὅτι πολλὴ ἡ ἁμαρτία ἡμω̃ν καὶ ὀργὴ θυμου̃ κυρίου ἐπὶ τὸν Ισραηλ

28:14 καὶ ἀφη̃καν οἱ πολεμισταὶ τὴν αἰχμαλωσίαν καὶ τὰ σκυ̃λα ἐναντίον τω̃ν ἀρχόντων καὶ πάσης τη̃ς ἐκκλησίας

28:15 καὶ ἀνέστησαν ἄνδρες οἳ ἐπεκλήθησαν ἐν ὀνόματι καὶ ἀντελάβοντο τη̃ς αἰχμαλωσίας καὶ πάντας τοὺς γυμνοὺς περιέβαλον ἀπὸ τω̃ν σκύλων καὶ ἐνέδυσαν αὐτοὺς καὶ ὑπέδησαν αὐτοὺς καὶ ἔδωκαν φαγει̃ν καὶ ἀλείψασθαι καὶ ἀντελάβοντο ἐν ὑποζυγίοις παντὸς ἀσθενου̃ντος καὶ κατέστησαν αὐτοὺς εἰς Ιεριχω πόλιν φοινίκων πρὸς τοὺς ἀδελφοὺς αὐτω̃ν καὶ ἐπέστρεψαν εἰς Σαμάρειαν

28:16 ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἀπέστειλεν Αχαζ πρὸς βασιλέα Ασσουρ βοηθη̃σαι αὐτω̨̃

28:17 καὶ ἐν τούτω̨ ὅτι Ιδουμαι̃οι ἐπέθεντο καὶ ἐπάταξαν ἐν Ιουδα καὶ ἠ̨χμαλώτισαν αἰχμαλωσίαν

28:18 καὶ οἱ ἀλλόφυλοι ἐπέθεντο ἐπὶ τὰς πόλεις τη̃ς πεδινη̃ς καὶ ἀπὸ λιβὸς του̃ Ιουδα καὶ ἔλαβον τὴν Βαιθσαμυς καὶ τὴν Αιλων καὶ τὴν Γαδηρωθ καὶ τὴν Σωχω καὶ τὰς κώμας αὐτη̃ς καὶ τὴν Θαμνα καὶ τὰς κώμας αὐτη̃ς καὶ τὴν Γαμζω καὶ τὰς κώμας αὐτη̃ς καὶ κατώ̨κησαν ἐκει̃

28:19 ὅτι ἐταπείνωσεν κύριος τὸν Ιουδαν δι' Αχαζ βασιλέα Ιουδα ὅτι ἀπέστη ἀποστάσει ἀπὸ κυρίου

28:20 καὶ ἠ̃λθεν ἐπ' αὐτὸν Θαγλαθφελλασαρ βασιλεὺς Ασσουρ καὶ ἐπάταξεν αὐτόν

28:21 καὶ ἔλαβεν Αχαζ τὰ ἐν οἴκω̨ κυρίου καὶ τὰ ἐν οἴκω̨ του̃ βασιλέως καὶ τω̃ν ἀρχόντων καὶ ἔδωκεν τω̨̃ βασιλει̃ Ασσουρ καὶ οὐκ εἰς βοήθειαν αὐτω̨̃

28:22 ἀλλ' ἢ τω̨̃ θλιβη̃ναι αὐτὸν καὶ προσέθηκεν του̃ ἀποστη̃ναι ἀπὸ κυρίου καὶ εἰ̃πεν ὁ βασιλεύς

28:23 ἐκζητήσω τοὺς θεοὺς Δαμασκου̃ τοὺς τύπτοντάς με καὶ εἰ̃πεν ὅτι θεοὶ βασιλέως Συρίας αὐτοὶ κατισχύσουσιν αὐτούς αὐτοι̃ς τοίνυν θύσω καὶ ἀντιλήμψονταί μου καὶ αὐτοὶ ἐγένοντο αὐτω̨̃ εἰς σκω̃λον καὶ παντὶ Ισραηλ

28:24 καὶ ἀπέστησεν Αχαζ τὰ σκεύη οἴκου κυρίου καὶ κατέκοψεν αὐτὰ καὶ ἔκλεισεν τὰς θύρας οἴκου κυρίου καὶ ἐποίησεν ἑαυτω̨̃ θυσιαστήρια ἐν πάση̨ γωνία̨ ἐν Ιερουσαλημ

28:25 καὶ ἐν πάση̨ πόλει καὶ πόλει ἐν Ιουδα ἐποίησεν ὑψηλὰ θυμια̃ν θεοι̃ς ἀλλοτρίοις καὶ παρώργισαν κύριον τὸν θεὸν τω̃ν πατέρων αὐτω̃ν

28:26 καὶ οἱ λοιποὶ λόγοι αὐτου̃ καὶ αἱ πράξεις αὐτου̃ αἱ πρω̃ται καὶ αἱ ἔσχαται ἰδοὺ γεγραμμέναι ἐπὶ βιβλίω̨ βασιλέων Ιουδα καὶ Ισραηλ

28:27 καὶ ἐκοιμήθη Αχαζ μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἐτάφη ἐν πόλει Δαυιδ ὅτι οὐκ εἰσήνεγκαν αὐτὸν εἰς τοὺς τάφους τω̃ν βασιλέων Ισραηλ καὶ ἐβασίλευσεν Εζεκιας υἱὸς αὐτου̃ ἀντ' αὐτου̃

29:1 καὶ Εζεκιας ἐβασίλευσεν ὢν εἴκοσι καὶ πέντε ἐτω̃ν καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̨̃ μητρὶ αὐτου̃ Αββα θυγάτηρ Ζαχαρια

29:2 καὶ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον κυρίου κατὰ πάντα ὅσα ἐποίησεν Δαυιδ ὁ πατὴρ αὐτου̃

29:3 καὶ ἐγένετο ὡς ἔστη ἐπὶ τη̃ς βασιλείας αὐτου̃ ἐν τω̨̃ πρώτω̨ μηνὶ ἀνέω̨ξεν τὰς θύρας οἴκου κυρίου καὶ ἐπεσκεύασεν αὐτάς

29:4 καὶ εἰσήγαγεν τοὺς ἱερει̃ς καὶ τοὺς Λευίτας καὶ κατέστησεν αὐτοὺς εἰς τὸ κλίτος τὸ πρὸς ἀνατολὰς

29:5 καὶ εἰ̃πεν αὐτοι̃ς ἀκούσατε οἱ Λευι̃ται νυ̃ν ἁγνίσθητε καὶ ἁγνίσατε τὸν οἰ̃κον κυρίου θεου̃ τω̃ν πατέρων ὑμω̃ν καὶ ἐκβάλετε τὴν ἀκαθαρσίαν ἐκ τω̃ν ἁγίων

29:6 ὅτι ἀπέστησαν οἱ πατέρες ἡμω̃ν καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον κυρίου καὶ ἐγκατέλιπαν αὐτὸν καὶ ἀπέστρεψαν τὸ πρόσωπον ἀπὸ τη̃ς σκηνη̃ς κυρίου καὶ ἔδωκαν αὐχένα

29:7 καὶ ἀπέκλεισαν τὰς θύρας του̃ ναου̃ καὶ ἔσβεσαν τοὺς λύχνους καὶ θυμίαμα οὐκ ἐθυμίασαν καὶ ὁλοκαυτώματα οὐ προσήνεγκαν ἐν τω̨̃ ἁγίω̨ θεω̨̃ Ισραηλ

29:8 καὶ ὠργίσθη ὀργη̨̃ κύριος ἐπὶ τὸν Ιουδαν καὶ ἐπὶ τὴν Ιερουσαλημ καὶ ἔδωκεν αὐτοὺς εἰς ἔκστασιν καὶ εἰς ἀφανισμὸν καὶ εἰς συρισμόν ὡς ὑμει̃ς ὁρα̃τε τοι̃ς ὀφθαλμοι̃ς ὑμω̃ν

29:9 καὶ ἰδοὺ πεπλήγασιν οἱ πατέρες ὑμω̃ν μαχαίρα̨ καὶ οἱ υἱοὶ ὑμω̃ν καὶ αἱ θυγατέρες ὑμω̃ν καὶ αἱ γυναι̃κες ὑμω̃ν ἐν αἰχμαλωσία̨ ἐν γη̨̃ οὐκ αὐτω̃ν ὃ καὶ νυ̃ν ἐστιν

29:10 ἐπὶ τούτοις νυ̃ν ἐστιν ἐπὶ καρδίας διαθέσθαι διαθήκην κυρίου θεου̃ Ισραηλ καὶ ἀποστρέψει τὴν ὀργὴν θυμου̃ αὐτου̃ ἀφ' ἡμω̃ν

29:11 καὶ νυ̃ν μὴ διαλίπητε ὅτι ἐν ὑμι̃ν ἡ̨ρέτικεν κύριος στη̃ναι ἐναντίον αὐτου̃ λειτουργει̃ν καὶ εἰ̃ναι αὐτω̨̃ λειτουργου̃ντας καὶ θυμιω̃ντας

29:12 καὶ ἀνέστησαν οἱ Λευι̃ται Μααθ ὁ του̃ Αμασι καὶ Ιωηλ ὁ του̃ Αζαριου ἐκ τω̃ν υἱω̃ν Κααθ καὶ ἐκ τω̃ν υἱω̃ν Μεραρι Κις ὁ του̃ Αβδι καὶ Αζαριας ὁ του̃ Ιαλλεληλ καὶ ἀπὸ τω̃ν υἱω̃ν Γεδσωνι Ιωα ὁ του̃ Ζεμμαθ καὶ Ιωδαν ὁ του̃ Ιωαχα

29:13 καὶ τω̃ν υἱω̃ν Ελισαφαν Σαμβρι καὶ Ιιηλ καὶ τω̃ν υἱω̃ν Ασαφ Ζαχαριας καὶ Μαθθανιας

29:14 καὶ τω̃ν υἱω̃ν Αιμαν Ιιηλ καὶ Σεμεϊ καὶ τω̃ν υἱω̃ν Ιδιθων Σαμαιας καὶ Οζιηλ

29:15 καὶ συνήγαγον τοὺς ἀδελφοὺς αὐτω̃ν καὶ ἡγνίσθησαν κατὰ τὴν ἐντολὴν του̃ βασιλέως διὰ προστάγματος κυρίου καθαρίσαι τὸν οἰ̃κον κυρίου

29:16 καὶ εἰση̃λθον οἱ ἱερει̃ς ἔσω εἰς τὸν οἰ̃κον κυρίου ἁγνίσαι καὶ ἐξέβαλον πα̃σαν τὴν ἀκαθαρσίαν τὴν εὑρεθει̃σαν ἐν τω̨̃ οἴκω̨ κυρίου καὶ εἰς τὴν αὐλὴν οἴκου κυρίου καὶ ἐδέξαντο οἱ Λευι̃ται ἐκβαλει̃ν εἰς τὸν χειμάρρουν Κεδρων ἔξω

29:17 καὶ ἤρξαντο τη̨̃ ἡμέρα̨ τη̨̃ πρώτη̨ νουμηνία̨ του̃ μηνὸς του̃ πρώτου ἁγνίσαι καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ ὀγδόη̨ του̃ μηνὸς εἰση̃λθαν εἰς τὸν ναὸν κυρίου καὶ ἥγνισαν τὸν οἰ̃κον κυρίου ἐν ἡμέραις ὀκτὼ καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ ἑκκαιδεκάτη̨ του̃ μηνὸς του̃ πρώτου συνετέλεσαν

29:18 καὶ εἰση̃λθαν ἔσω πρὸς Εζεκιαν τὸν βασιλέα καὶ εἰ̃παν ἡγνίσαμεν πάντα τὰ ἐν οἴκω̨ κυρίου τὸ θυσιαστήριον τη̃ς ὁλοκαυτώσεως καὶ τὰ σκεύη αὐτου̃ καὶ τὴν τράπεζαν τη̃ς προθέσεως καὶ τὰ σκεύη αὐτη̃ς

29:19 καὶ πάντα τὰ σκεύη ἃ ἐμίανεν Αχαζ ὁ βασιλεὺς ἐν τη̨̃ βασιλεία̨ αὐτου̃ ἐν τη̨̃ ἀποστασία̨ αὐτου̃ ἡτοιμάκαμεν καὶ ἡγνίκαμεν ἰδού ἐστιν ἐναντίον του̃ θυσιαστηρίου κυρίου

29:20 καὶ ὤρθρισεν Εζεκιας ὁ βασιλεὺς καὶ συνήγαγεν τοὺς ἄρχοντας τη̃ς πόλεως καὶ ἀνέβη εἰς οἰ̃κον κυρίου

29:21 καὶ ἀνήνεγκεν μόσχους ἑπτά κριοὺς ἑπτά ἀμνοὺς ἑπτά χιμάρους αἰγω̃ν ἑπτὰ περὶ ἁμαρτίας περὶ τη̃ς βασιλείας καὶ περὶ τω̃ν ἁγίων καὶ περὶ Ισραηλ καὶ εἰ̃πεν τοι̃ς υἱοι̃ς Ααρων τοι̃ς ἱερευ̃σιν ἀναβαίνειν ἐπὶ τὸ θυσιαστήριον κυρίου

29:22 καὶ ἔθυσαν τοὺς μόσχους καὶ ἐδέξαντο οἱ ἱερει̃ς τὸ αἱ̃μα καὶ προσέχεον ἐπὶ τὸ θυσιαστήριον καὶ ἔθυσαν τοὺς κριούς καὶ προσέχεον τὸ αἱ̃μα ἐπὶ τὸ θυσιαστήριον καὶ ἔθυσαν τοὺς ἀμνούς καὶ περιέχεον τὸ αἱ̃μα τω̨̃ θυσιαστηρίω̨

29:23 καὶ προσήγαγον τοὺς χιμάρους τοὺς περὶ ἁμαρτίας ἐναντίον του̃ βασιλέως καὶ τη̃ς ἐκκλησίας καὶ ἐπέθηκαν τὰς χει̃ρας αὐτω̃ν ἐπ' αὐτούς

29:24 καὶ ἔθυσαν αὐτοὺς οἱ ἱερει̃ς καὶ ἐξιλάσαντο τὸ αἱ̃μα αὐτω̃ν πρὸς τὸ θυσιαστήριον καὶ ἐξιλάσαντο περὶ παντὸς Ισραηλ ὅτι περὶ παντὸς Ισραηλ εἰ̃πεν ὁ βασιλεύς ἡ ὁλοκαύτωσις καὶ τὰ περὶ ἁμαρτίας

29:25 καὶ ἔστησεν τοὺς Λευίτας ἐν οἴκω̨ κυρίου ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν κινύραις κατὰ τὴν ἐντολὴν Δαυιδ του̃ βασιλέως καὶ Γαδ του̃ ὁρω̃ντος τω̨̃ βασιλει̃ καὶ Ναθαν του̃ προφήτου ὅτι δι' ἐντολη̃ς κυρίου τὸ πρόσταγμα ἐν χειρὶ τω̃ν προφητω̃ν

29:26 καὶ ἔστησαν οἱ Λευι̃ται ἐν ὀργάνοις Δαυιδ καὶ οἱ ἱερει̃ς ται̃ς σάλπιγξιν

29:27 καὶ εἰ̃πεν Εζεκιας ἀνενέγκαι τὴν ὁλοκαύτωσιν ἐπὶ τὸ θυσιαστήριον καὶ ἐν τω̨̃ ἄρξασθαι ἀναφέρειν τὴν ὁλοκαύτωσιν ἤρξαντο ἄ̨δειν κυρίω̨ καὶ αἱ σάλπιγγες πρὸς τὰ ὄργανα Δαυιδ βασιλέως Ισραηλ

29:28 καὶ πα̃σα ἡ ἐκκλησία προσεκύνει καὶ οἱ ψαλτω̨δοὶ ἄ̨δοντες καὶ αἱ σάλπιγγες σαλπίζουσαι ἕως οὑ̃ συνετελέσθη ἡ ὁλοκαύτωσις

29:29 καὶ ὡς συνετέλεσαν ἀναφέροντες ἔκαμψεν ὁ βασιλεὺς καὶ πάντες οἱ εὑρεθέντες καὶ προσεκύνησαν

29:30 καὶ εἰ̃πεν Εζεκιας ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τοι̃ς Λευίταις ὑμνει̃ν τὸν κύριον ἐν λόγοις Δαυιδ καὶ Ασαφ του̃ προφήτου καὶ ὕμνουν ἐν εὐφροσύνη̨ καὶ ἔπεσον καὶ προσεκύνησαν

29:31 καὶ ἀπεκρίθη Εζεκιας καὶ εἰ̃πεν νυ̃ν ἐπληρώσατε τὰς χει̃ρας ὑμω̃ν κυρίω̨ προσαγάγετε καὶ φέρετε θυσίας καὶ αἰνέσεως εἰς οἰ̃κον κυρίου καὶ ἀνήνεγκεν ἡ ἐκκλησία θυσίας καὶ αἰνέσεως εἰς οἰ̃κον κυρίου καὶ πα̃ς πρόθυμος τη̨̃ καρδία̨ ὁλοκαυτώσεις

29:32 καὶ ἐγένετο ὁ ἀριθμὸς τη̃ς ὁλοκαυτώσεως ἡ̃ς ἀνήνεγκεν ἡ ἐκκλησία μόσχοι ἑβδομήκοντα κριοὶ ἑκατόν ἀμνοὶ διακόσιοι εἰς ὁλοκαύτωσιν κυρίω̨ πάντα ταυ̃τα

29:33 καὶ οἱ ἡγιασμένοι μόσχοι ἑξακόσιοι πρόβατα τρισχίλια

29:34 ἀλλ' ἢ οἱ ἱερει̃ς ὀλίγοι ἠ̃σαν καὶ οὐκ ἐδύναντο δει̃ραι τὴν ὁλοκαύτωσιν καὶ ἀντελάβοντο αὐτω̃ν οἱ ἀδελφοὶ αὐτω̃ν οἱ Λευι̃ται ἕως οὑ̃ συνετελέσθη τὸ ἔργον καὶ ἕως οὑ̃ ἡγνίσθησαν οἱ ἱερει̃ς ὅτι οἱ Λευι̃ται προθύμως ἡγνίσθησαν παρὰ τοὺς ἱερει̃ς

29:35 καὶ ἡ ὁλοκαύτωσις πολλὴ ἐν τοι̃ς στέασιν τη̃ς τελειώσεως του̃ σωτηρίου καὶ τω̃ν σπονδω̃ν τη̃ς ὁλοκαυτώσεως καὶ κατωρθώθη τὸ ἔργον ἐν οἴκω̨ κυρίου

29:36 καὶ ηὐφράνθη Εζεκιας καὶ πα̃ς ὁ λαὸς διὰ τὸ ἡτοιμακέναι τὸν θεὸν τω̨̃ λαω̨̃ ὅτι ἐξάπινα ἐγένετο ὁ λόγος

30:1 καὶ ἀπέστειλεν Εζεκιας ἐπὶ πάντα Ισραηλ καὶ Ιουδαν καὶ ἐπιστολὰς ἔγραψεν ἐπὶ τὸν Εφραιμ καὶ Μανασση ἐλθει̃ν εἰς οἰ̃κον κυρίου εἰς Ιερουσαλημ ποιη̃σαι τὸ φασεκ τω̨̃ κυρίω̨ θεω̨̃ Ισραηλ

30:2 καὶ ἐβουλεύσατο ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες καὶ πα̃σα ἡ ἐκκλησία ἡ ἐν Ιερουσαλημ ποιη̃σαι τὸ φασεκ τω̨̃ μηνὶ τω̨̃ δευτέρω̨

30:3 οὐ γὰρ ἠδυνάσθησαν αὐτὸ ποιη̃σαι ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ὅτι οἱ ἱερει̃ς οὐχ ἡγνίσθησαν ἱκανοί καὶ ὁ λαὸς οὐ συνήχθη εἰς Ιερουσαλημ

30:4 καὶ ἤρεσεν ὁ λόγος ἐναντίον του̃ βασιλέως καὶ ἐναντίον τη̃ς ἐκκλησίας

30:5 καὶ ἔστησαν λόγον διελθει̃ν κήρυγμα ἐν παντὶ Ισραηλ ἀπὸ Βηρσαβεε ἕως Δαν ἐλθόντας ποιη̃σαι τὸ φασεκ κυρίω̨ θεω̨̃ Ισραηλ ἐν Ιερουσαλημ ὅτι πλη̃θος οὐκ ἐποίησεν κατὰ τὴν γραφήν

30:6 καὶ ἐπορεύθησαν οἱ τρέχοντες σὺν ται̃ς ἐπιστολαι̃ς παρὰ του̃ βασιλέως καὶ τω̃ν ἀρχόντων εἰς πάντα Ισραηλ καὶ Ιουδαν κατὰ τὸ πρόσταγμα του̃ βασιλέως λέγοντες υἱοὶ Ισραηλ ἐπιστρέψατε πρὸς θεὸν Αβρααμ καὶ Ισαακ καὶ Ισραηλ καὶ ἐπιστρέψει τοὺς ἀνασεσω̨σμένους τοὺς καταλειφθέντας ἀπὸ χειρὸς βασιλέως Ασσουρ

30:7 καὶ μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμω̃ν καὶ οἱ ἀδελφοὶ ὑμω̃ν οἳ ἀπέστησαν ἀπὸ κυρίου θεου̃ πατέρων αὐτω̃ν καὶ παρέδωκεν αὐτοὺς εἰς ἐρήμωσιν καθὼς ὑμει̃ς ὁρα̃τε

30:8 καὶ νυ̃ν μὴ σκληρύνητε τοὺς τραχήλους ὑμω̃ν δότε δόξαν κυρίω̨ τω̨̃ θεω̨̃ καὶ εἰσέλθατε εἰς τὸ ἁγίασμα αὐτου̃ ὃ ἡγίασεν εἰς τὸν αἰω̃να καὶ δουλεύσατε τω̨̃ κυρίω̨ θεω̨̃ ὑμω̃ν καὶ ἀποστρέψει ἀφ' ὑμω̃ν θυμὸν ὀργη̃ς

30:9 ὅτι ἐν τω̨̃ ἐπιστρέφειν ὑμα̃ς πρὸς κύριον οἱ ἀδελφοὶ ὑμω̃ν καὶ τὰ τέκνα ὑμω̃ν ἔσονται ἐν οἰκτιρμοι̃ς ἔναντι πάντων τω̃ν αἰχμαλωτισάντων αὐτούς καὶ ἀποστρέψει εἰς τὴν γη̃ν ταύτην ὅτι ἐλεήμων καὶ οἰκτίρμων κύριος ὁ θεὸς ἡμω̃ν καὶ οὐκ ἀποστρέψει τὸ πρόσωπον αὐτου̃ ἀφ' ἡμω̃ν ἐὰν ἐπιστρέψωμεν πρὸς αὐτόν

30:10 καὶ ἠ̃σαν οἱ τρέχοντες διαπορευόμενοι πόλιν ἐκ πόλεως ἐν τω̨̃ ὄρει Εφραιμ καὶ Μανασση καὶ ἕως Ζαβουλων καὶ ἐγένοντο ὡς καταγελω̃ντες αὐτω̃ν καὶ καταμωκώμενοι

30:11 ἀλλὰ ἄνθρωποι Ασηρ καὶ ἀπὸ Μανασση καὶ ἀπὸ Ζαβουλων ἐνετράπησαν καὶ ἠ̃λθον εἰς Ιερουσαλημ

30:12 καὶ ἐν Ιουδα ἐγένετο χεὶρ κυρίου δου̃ναι αὐτοι̃ς καρδίαν μίαν ἐλθει̃ν του̃ ποιη̃σαι κατὰ τὸ πρόσταγμα του̃ βασιλέως καὶ τω̃ν ἀρχόντων ἐν λόγω̨ κυρίου

30:13 καὶ συνήχθησαν εἰς Ιερουσαλημ λαὸς πολὺς του̃ ποιη̃σαι τὴν ἑορτὴν τω̃ν ἀζύμων ἐν τω̨̃ μηνὶ τω̨̃ δευτέρω̨ ἐκκλησία πολλὴ σφόδρα

30:14 καὶ ἀνέστησαν καὶ καθει̃λαν τὰ θυσιαστήρια τὰ ἐν Ιερουσαλημ καὶ πάντα ἐν οἱ̃ς ἐθυμιω̃σαν τοι̃ς ψευδέσιν κατέσπασαν καὶ ἔρριψαν εἰς τὸν χειμάρρουν Κεδρων

30:15 καὶ ἔθυσαν τὸ φασεκ τη̨̃ τεσσαρεσκαιδεκάτη̨ του̃ μηνὸς του̃ δευτέρου καὶ οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται ἐνετράπησαν καὶ ἡγνίσθησαν καὶ εἰσήνεγκαν ὁλοκαυτώματα εἰς οἰ̃κον κυρίου

30:16 καὶ ἔστησαν ἐπὶ τὴν στάσιν αὐτω̃ν κατὰ τὸ κρίμα αὐτω̃ν κατὰ τὴν ἐντολὴν Μωυση̃ ἀνθρώπου του̃ θεου̃ καὶ οἱ ἱερει̃ς ἐδέχοντο τὰ αἵματα ἐκ χειρὸς τω̃ν Λευιτω̃ν

30:17 ὅτι πλη̃θος τη̃ς ἐκκλησίας οὐχ ἡγνίσθη καὶ οἱ Λευι̃ται ἠ̃σαν του̃ θύειν τὸ φασεκ παντὶ τω̨̃ μὴ δυναμένω̨ ἁγνισθη̃ναι τω̨̃ κυρίω̨

30:18 ὅτι τὸ πλει̃στον του̃ λαου̃ ἀπὸ Εφραιμ καὶ Μανασση καὶ Ισσαχαρ καὶ Ζαβουλων οὐχ ἡγνίσθησαν ἀλλὰ ἔφαγον τὸ φασεκ παρὰ τὴν γραφήν καὶ προσηύξατο Εζεκιας περὶ αὐτω̃ν λέγων κύριος ὁ ἀγαθὸς ἐξιλασάσθω ὑπὲρ

30:19 πάσης καρδίας κατευθυνούσης ἐκζητη̃σαι κύριον τὸν θεὸν τω̃ν πατέρων αὐτω̃ν καὶ οὐ κατὰ τὴν ἁγνείαν τω̃ν ἁγίων

30:20 καὶ ἐπήκουσεν κύριος τω̨̃ Εζεκια καὶ ἰάσατο τὸν λαόν

30:21 καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ οἱ εὑρεθέντες ἐν Ιερουσαλημ τὴν ἑορτὴν τω̃ν ἀζύμων ἑπτὰ ἡμέρας ἐν εὐφροσύνη̨ μεγάλη̨ καὶ καθυμνου̃ντες τω̨̃ κυρίω̨ ἡμέραν καθ' ἡμέραν καὶ οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται ἐν ὀργάνοις τω̨̃ κυρίω̨

30:22 καὶ ἐλάλησεν Εζεκιας ἐπὶ πα̃σαν καρδίαν τω̃ν Λευιτω̃ν καὶ τω̃ν συνιόντων σύνεσιν ἀγαθὴν τω̨̃ κυρίω̨ καὶ συνετέλεσαν τὴν ἑορτὴν τω̃ν ἀζύμων ἑπτὰ ἡμέρας θύοντες θυσίας σωτηρίου καὶ ἐξομολογούμενοι τω̨̃ κυρίω̨ θεω̨̃ τω̃ν πατέρων αὐτω̃ν

30:23 καὶ ἐβουλεύσατο ἡ ἐκκλησία ἅμα ποιη̃σαι ἑπτὰ ἡμέρας ἄλλας καὶ ἐποίησαν ἑπτὰ ἡμέρας ἐν εὐφροσύνη̨

30:24 ὅτι Εζεκιας ἀπήρξατο τω̨̃ Ιουδα τη̨̃ ἐκκλησία̨ μόσχους χιλίους καὶ ἑπτακισχίλια πρόβατα καὶ οἱ ἄρχοντες ἀπήρξαντο τω̨̃ λαω̨̃ μόσχους χιλίους καὶ πρόβατα δέκα χιλιάδας καὶ τὰ ἅγια τω̃ν ἱερέων εἰς πλη̃θος

30:25 καὶ ηὐφράνθη πα̃σα ἡ ἐκκλησία οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται καὶ πα̃σα ἡ ἐκκλησία Ιουδα καὶ οἱ εὑρεθέντες ἐξ Ισραηλ καὶ οἱ προσήλυτοι οἱ ἐλθόντες ἀπὸ γη̃ς Ισραηλ καὶ οἱ κατοικου̃ντες ἐν Ιουδα

30:26 καὶ ἐγένετο εὐφροσύνη μεγάλη ἐν Ιερουσαλημ ἀπὸ ἡμερω̃ν Σαλωμων υἱου̃ Δαυιδ βασιλέως Ισραηλ οὐκ ἐγένετο τοιαύτη ἑορτὴ ἐν Ιερουσαλημ

30:27 καὶ ἀνέστησαν οἱ ἱερει̃ς οἱ Λευι̃ται καὶ ηὐλόγησαν τὸν λαόν καὶ ἐπηκούσθη ἡ φωνὴ αὐτω̃ν καὶ ἠ̃λθεν ἡ προσευχὴ αὐτω̃ν εἰς τὸ κατοικητήριον τὸ ἅγιον αὐτου̃ εἰς τὸν οὐρανόν

31:1 καὶ ὡς συνετελέσθη πάντα ταυ̃τα ἐξη̃λθεν πα̃ς Ισραηλ οἱ εὑρεθέντες ἐν πόλεσιν Ιουδα καὶ συνέτριψαν τὰς στήλας καὶ ἐξέκοψαν τὰ ἄλση καὶ κατέσπασαν τὰ ὑψηλὰ καὶ τοὺς βωμοὺς ἀπὸ πάσης τη̃ς Ιουδαίας καὶ Βενιαμιν καὶ ἐξ Εφραιμ καὶ ἀπὸ Μανασση ἕως εἰς τέλος καὶ ἐπέστρεψαν πα̃ς Ισραηλ ἕκαστος εἰς τὴν κληρονομίαν αὐτου̃ καὶ εἰς τὰς πόλεις αὐτω̃ν

31:2 καὶ ἔταξεν Εζεκιας τὰς ἐφημερίας τω̃ν ἱερέων καὶ τω̃ν Λευιτω̃ν καὶ τὰς ἐφημερίας ἑκάστου κατὰ τὴν ἑαυτου̃ λειτουργίαν τοι̃ς ἱερευ̃σιν καὶ τοι̃ς Λευίταις εἰς τὴν ὁλοκαύτωσιν καὶ εἰς τὴν θυσίαν του̃ σωτηρίου καὶ αἰνει̃ν καὶ ἐξομολογει̃σθαι καὶ λειτουργει̃ν ἐν ται̃ς πύλαις ἐν ται̃ς αὐλαι̃ς οἴκου κυρίου

31:3 καὶ μερὶς του̃ βασιλέως ἐκ τω̃ν ὑπαρχόντων αὐτου̃ εἰς τὰς ὁλοκαυτώσεις τὴν πρωινὴν καὶ τὴν δειλινὴν καὶ ὁλοκαυτώσεις εἰς σάββατα καὶ εἰς τὰς νουμηνίας καὶ εἰς τὰς ἑορτὰς τὰς γεγραμμένας ἐν τω̨̃ νόμω̨ κυρίου

31:4 καὶ εἰ̃πεν τω̨̃ λαω̨̃ τοι̃ς κατοικου̃σιν ἐν Ιερουσαλημ δου̃ναι τὴν μερίδα τω̃ν ἱερέων καὶ τω̃ν Λευιτω̃ν ὅπως κατισχύσωσιν ἐν τη̨̃ λειτουργία̨ οἴκου κυρίου

31:5 καὶ ὡς προσέταξεν τὸν λόγον ἐπλεόνασαν οἱ υἱοὶ Ισραηλ ἀπαρχὴν σίτου καὶ οἴνου καὶ ἐλαίου καὶ μέλιτος καὶ πα̃ν γένημα ἀγρου̃ καὶ ἐπιδέκατα πάντα εἰς πλη̃θος ἤνεγκαν

31:6 οἱ υἱοὶ Ισραηλ καὶ Ιουδα καὶ οἱ κατοικου̃ντες ἐν ται̃ς πόλεσιν Ιουδα καὶ αὐτοὶ ἤνεγκαν ἐπιδέκατα μόσχων καὶ προβάτων καὶ ἐπιδέκατα αἰγω̃ν καὶ ἡγίασαν τω̨̃ κυρίω̨ θεω̨̃ αὐτω̃ν καὶ εἰσήνεγκαν καὶ ἔθηκαν σωροὺς σωρούς

31:7 ἐν τω̨̃ μηνὶ τω̨̃ τρίτω̨ ἤρξαντο οἱ σωροὶ θεμελιου̃σθαι καὶ ἐν τω̨̃ ἑβδόμω̨ μηνὶ συνετελέσθησαν

31:8 καὶ ἠ̃λθεν Εζεκιας καὶ οἱ ἄρχοντες καὶ εἰ̃δον τοὺς σωροὺς καὶ ηὐλόγησαν τὸν κύριον καὶ τὸν λαὸν αὐτου̃ Ισραηλ

31:9 καὶ ἐπυνθάνετο Εζεκιας τω̃ν ἱερέων καὶ τω̃ν Λευιτω̃ν ὑπὲρ τω̃ν σωρω̃ν

31:10 καὶ εἰ̃πεν πρὸς αὐτὸν Αζαριας ὁ ἱερεὺς ὁ ἄρχων εἰς οἰ̃κον Σαδωκ καὶ εἰ̃πεν ἐξ οὑ̃ ἠ̃ρκται ἡ ἀπαρχὴ φέρεσθαι εἰς οἰ̃κον κυρίου ἐφάγομεν καὶ ἐπίομεν καὶ κατελίπομεν ὅτι κύριος ηὐλόγησεν τὸν λαὸν αὐτου̃ καὶ κατελίπομεν ἔτι τὸ πλη̃θος του̃το

31:11 καὶ εἰ̃πεν Εζεκιας ἑτοιμάσαι παστοφόρια εἰς οἰ̃κον κυρίου καὶ ἡτοίμασαν

31:12 καὶ εἰσήνεγκαν ἐκει̃ τὰς ἀπαρχὰς καὶ τὰ ἐπιδέκατα ἐν πίστει καὶ ἐπ' αὐτω̃ν ἐπιστάτης Χωνενιας ὁ Λευίτης καὶ Σεμεϊ ὁ ἀδελφὸς αὐτου̃ διαδεχόμενος

31:13 καὶ Ιιηλ καὶ Οζαζιας καὶ Ναεθ καὶ Ασαηλ καὶ Ιεριμωθ καὶ Ιωζαβαθ καὶ Ελιηλ καὶ Σαμαχια καὶ Μααθ καὶ Βαναιας καὶ οἱ υἱοὶ αὐτου̃ καθεσταμένοι διὰ Χωνενιου καὶ Σεμεϊ του̃ ἀδελφου̃ αὐτου̃ καθὼς προσέταξεν ὁ βασιλεὺς Εζεκιας καὶ Αζαριας ὁ ἡγούμενος οἴκου κυρίου

31:14 καὶ Κωρη ὁ του̃ Ιεμνα ὁ Λευίτης ὁ πυλωρὸς κατὰ ἀνατολὰς ἐπὶ τω̃ν δομάτων δου̃ναι τὰς ἀπαρχὰς κυρίω̨ καὶ τὰ ἅγια τω̃ν ἁγίων

31:15 διὰ χειρὸς Οδομ καὶ Βενιαμιν καὶ 'Ιησου̃ς καὶ Σεμεϊ καὶ Αμαριας καὶ Σεχονιας διὰ χειρὸς τω̃ν ἱερέων ἐν πίστει δου̃ναι τοι̃ς ἀδελφοι̃ς αὐτω̃ν κατὰ τὰς ἐφημερίας κατὰ τὸν μέγαν καὶ τὸν μικρὸν

31:16 ἐκτὸς τη̃ς ἐπιγονη̃ς τω̃ν ἀρσενικω̃ν ἀπὸ τριετου̃ς καὶ ἐπάνω παντὶ τω̨̃ εἰσπορευομένω̨ εἰς οἰ̃κον κυρίου εἰς λόγον ἡμερω̃ν εἰς ἡμέραν εἰς λειτουργίαν ἐφημερίαις διατάξεως αὐτω̃ν

31:17 οὑ̃τος ὁ καταλοχισμὸς τω̃ν ἱερέων κατ' οἴκους πατριω̃ν καὶ οἱ Λευι̃ται ἐν ται̃ς ἐφημερίαις αὐτω̃ν ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω ἐν διατάξει

31:18 ἐν καταλοχίαις ἐν πάση̨ ἐπιγονη̨̃ υἱω̃ν αὐτω̃ν καὶ θυγατέρων αὐτω̃ν εἰς πα̃ν τὸ πλη̃θος ὅτι ἐν πίστει ἥγνισαν τὸ ἅγιον

31:19 τοι̃ς υἱοι̃ς Ααρων τοι̃ς ἱερατεύουσιν καὶ οἱ ἀπὸ τω̃ν πόλεων αὐτω̃ν ἐν πάση̨ πόλει καὶ πόλει ἄνδρες οἳ ὠνομάσθησαν ἐν ὀνόματι δου̃ναι μερίδα παντὶ ἀρσενικω̨̃ ἐν τοι̃ς ἱερευ̃σιν καὶ παντὶ καταριθμουμένω̨ ἐν τοι̃ς Λευίταις

31:20 καὶ ἐποίησεν οὕτως Εζεκιας ἐν παντὶ Ιουδα καὶ ἐποίησεν τὸ καλὸν καὶ τὸ εὐθὲς ἐναντίον του̃ κυρίου θεου̃ αὐτου̃

31:21 καὶ ἐν παντὶ ἔργω̨ ἐν ὡ̨̃ ἤρξατο ἐν ἐργασία̨ ἐν οἴκω̨ κυρίου καὶ ἐν τω̨̃ νόμω̨ καὶ ἐν τοι̃ς προστάγμασιν ἐξεζήτησεν τὸν θεὸν αὐτου̃ ἐξ ὅλης ψυχη̃ς αὐτου̃ καὶ ἐποίησεν καὶ εὐοδώθη

32:1 καὶ μετὰ τοὺς λόγους τούτους καὶ τὴν ἀλήθειαν ταύτην ἠ̃λθεν Σενναχηριμ βασιλεὺς 'Ασσυρίων καὶ ἠ̃λθεν ἐπὶ Ιουδαν καὶ παρενέβαλεν ἐπὶ τὰς πόλεις τὰς τειχήρεις καὶ εἰ̃πεν προκαταλαβέσθαι αὐτάς

32:2 καὶ εἰ̃δεν Εζεκιας ὅτι ἥκει Σενναχηριμ καὶ τὸ πρόσωπον αὐτου̃ του̃ πολεμη̃σαι ἐπὶ Ιερουσαλημ

32:3 καὶ ἐβουλεύσατο μετὰ τω̃ν πρεσβυτέρων αὐτου̃ καὶ τω̃ν δυνατω̃ν ἐμφράξαι τὰ ὕδατα τω̃ν πηγω̃ν ἃ ἠ̃ν ἔξω τη̃ς πόλεως καὶ συνεπίσχυσαν αὐτω̨̃

32:4 καὶ συνήγαγεν λαὸν πολὺν καὶ ἐνέφραξεν τὰ ὕδατα τω̃ν πηγω̃ν καὶ τὸν ποταμὸν τὸν διορίζοντα διὰ τη̃ς πόλεως λέγων μὴ ἔλθη̨ βασιλεὺς Ασσουρ καὶ εὕρη̨ ὕδωρ πολὺ καὶ κατισχύση̨

32:5 καὶ κατίσχυσεν Εζεκιας καὶ ὠ̨κοδόμησεν πα̃ν τὸ τει̃χος τὸ κατεσκαμμένον καὶ πύργους καὶ ἔξω προτείχισμα ἄλλο καὶ κατίσχυσεν τὸ ἀνάλημμα πόλεως Δαυιδ καὶ κατεσκεύασεν ὅπλα πολλά

32:6 καὶ ἔθετο ἄρχοντας του̃ πολέμου ἐπὶ τὸν λαόν καὶ συνήχθησαν πρὸς αὐτὸν εἰς τὴν πλατει̃αν τη̃ς πύλης τη̃ς φάραγγος καὶ ἐλάλησεν ἐπὶ καρδίαν αὐτω̃ν λέγων

32:7 ἰσχύσατε καὶ ἀνδρίζεσθε μὴ πτοηθη̃τε ἀπὸ προσώπου βασιλέως Ασσουρ καὶ ἀπὸ προσώπου παντὸς του̃ ἔθνους του̃ μετ' αὐτου̃ ὅτι μεθ' ἡμω̃ν πλείονες ἢ μετ' αὐτου̃

32:8 μετ' αὐτου̃ βραχίονες σάρκινοι μεθ' ἡμω̃ν δὲ κύριος ὁ θεὸς ἡμω̃ν του̃ σώ̨ζειν καὶ του̃ πολεμει̃ν τὸν πόλεμον ἡμω̃ν καὶ κατεθάρσησεν ὁ λαὸς ἐπὶ τοι̃ς λόγοις Εζεκιου βασιλέως Ιουδα

32:9 καὶ μετὰ ταυ̃τα ἀπέστειλεν Σενναχηριμ βασιλεὺς 'Ασσυρίων τοὺς παι̃δας αὐτου̃ ἐπὶ Ιερουσαλημ καὶ αὐτὸς ἐπὶ Λαχις καὶ πα̃σα ἡ στρατιὰ μετ' αὐτου̃ καὶ ἀπέστειλεν πρὸς Εζεκιαν βασιλέα Ιουδα καὶ πρὸς πάντα Ιουδαν τὸν ἐν Ιερουσαλημ λέγων

32:10 οὕτως λέγει Σενναχηριμ ὁ βασιλεὺς 'Ασσυρίων ἐπὶ τίνι ὑμει̃ς πεποίθατε καὶ κάθησθε ἐν τη̨̃ περιοχη̨̃ ἐν Ιερουσαλημ

32:11 οὐχὶ Εζεκιας ἀπατα̨̃ ὑμα̃ς του̃ παραδου̃ναι ὑμα̃ς εἰς θάνατον καὶ εἰς λιμὸν καὶ εἰς δίψαν λέγων κύριος ὁ θεὸς ἡμω̃ν σώσει ἡμα̃ς ἐκ χειρὸς βασιλέως Ασσουρ

32:12 οὐχ οὑ̃τός ἐστιν Εζεκιας ὃς περιει̃λεν τὰ θυσιαστήρια αὐτου̃ καὶ τὰ ὑψηλὰ αὐτου̃ καὶ εἰ̃πεν τω̨̃ Ιουδα καὶ τοι̃ς κατοικου̃σιν Ιερουσαλημ λέγων κατέναντι του̃ θυσιαστηρίου τούτου προσκυνήσετε καὶ ἐπ' αὐτω̨̃ θυμιάσετε

32:13 οὐ γνώσεσθε ὅ τι ἐποίησα ἐγὼ καὶ οἱ πατέρες μου πα̃σι τοι̃ς λαοι̃ς τω̃ν χωρω̃ν μὴ δυνάμενοι ἠδύναντο θεοὶ τω̃ν ἐθνω̃ν πάσης τη̃ς γη̃ς σω̃σαι τὸν λαὸν αὐτω̃ν ἐκ χειρός μου

32:14 τίς ἐν πα̃σι τοι̃ς θεοι̃ς τω̃ν ἐθνω̃ν τούτων οὓς ἐξωλέθρευσαν οἱ πατέρες μου μὴ ἠδύναντο σω̃σαι τὸν λαὸν αὐτω̃ν ἐκ χειρός μου ὅτι δυνήσεται ὁ θεὸς ὑμω̃ν σω̃σαι ὑμα̃ς ἐκ χειρός μου

32:15 νυ̃ν μὴ ἀπατάτω ὑμα̃ς Εζεκιας καὶ μὴ πεποιθέναι ὑμα̃ς ποιείτω κατὰ ταυ̃τα καὶ μὴ πιστεύετε αὐτω̨̃ ὅτι οὐ μὴ δύνηται ὁ θεὸς παντὸς ἔθνους καὶ βασιλείας του̃ σω̃σαι τὸν λαὸν αὐτου̃ ἐκ χειρός μου καὶ ἐκ χειρὸς πατέρων μου ὅτι ὁ θεὸς ὑμω̃ν οὐ μὴ σώσει ὑμα̃ς ἐκ χειρός μου

32:16 καὶ ἔτι ἐλάλησαν οἱ παι̃δες αὐτου̃ ἐπὶ κύριον θεὸν καὶ ἐπὶ Εζεκιαν παι̃δα αὐτου̃

32:17 καὶ βιβλίον ἔγραψεν ὀνειδίζειν τὸν κύριον θεὸν Ισραηλ καὶ εἰ̃πεν περὶ αὐτου̃ λέγων ὡς θεοὶ τω̃ν ἐθνω̃ν τη̃ς γη̃ς οὐκ ἐξείλαντο τοὺς λαοὺς αὐτω̃ν ἐκ χειρός μου οὕτως οὐ μὴ ἐξέληται ὁ θεὸς Εζεκιου λαὸν αὐτου̃ ἐκ χειρός μου

32:18 καὶ ἐβόησεν φωνη̨̃ μεγάλη̨ Ιουδαϊστὶ ἐπὶ λαὸν Ιερουσαλημ τὸν ἐπὶ του̃ τείχους του̃ φοβη̃σαι αὐτοὺς καὶ κατασπάσαι ὅπως προκαταλάβωνται τὴν πόλιν

32:19 καὶ ἐλάλησεν ἐπὶ θεὸν Ιερουσαλημ ὡς καὶ ἐπὶ θεοὺς λαω̃ν τη̃ς γη̃ς ἔργα χειρω̃ν ἀνθρώπων

32:20 καὶ προσηύξατο Εζεκιας ὁ βασιλεὺς καὶ Ησαιας υἱὸς Αμως ὁ προφήτης περὶ τούτων καὶ ἐβόησαν εἰς τὸν οὐρανόν

32:21 καὶ ἀπέστειλεν κύριος ἄγγελον καὶ ἐξέτριψεν πα̃ν δυνατὸν πολεμιστὴν καὶ ἄρχοντα καὶ στρατηγὸν ἐν τη̨̃ παρεμβολη̨̃ βασιλέως Ασσουρ καὶ ἀπέστρεψεν μετὰ αἰσχύνης προσώπου εἰς τὴν γη̃ν αὐτου̃ καὶ ἠ̃λθεν εἰς οἰ̃κον του̃ θεου̃ αὐτου̃ καὶ τω̃ν ἐξελθόντων ἐκ κοιλίας αὐτου̃ κατέβαλον αὐτὸν ἐν ῥομφαία̨

32:22 καὶ ἔσωσεν κύριος Εζεκιαν καὶ τοὺς κατοικου̃ντας ἐν Ιερουσαλημ ἐκ χειρὸς Σενναχηριμ βασιλέως Ασσουρ καὶ ἐκ χειρὸς πάντων καὶ κατέπαυσεν αὐτοὺς κυκλόθεν

32:23 καὶ πολλοὶ ἔφερον δω̃ρα τω̨̃ κυρίω̨ εἰς Ιερουσαλημ καὶ δόματα τω̨̃ Εζεκια βασιλει̃ Ιουδα καὶ ὑπερήρθη κατ' ὀφθαλμοὺς πάντων τω̃ν ἐθνω̃ν μετὰ ταυ̃τα

32:24 ἐν ται̃ς ἡμέραις ἐκείναις ἠρρώστησεν Εζεκιας ἕως θανάτου καὶ προσηύξατο πρὸς κύριον καὶ ἐπήκουσεν αὐτου̃ καὶ σημει̃ον ἔδωκεν αὐτω̨̃

32:25 καὶ οὐ κατὰ τὸ ἀνταπόδομα ὃ ἔδωκεν αὐτω̨̃ ἀνταπέδωκεν Εζεκιας ἀλλὰ ὑψώθη ἡ καρδία αὐτου̃ καὶ ἐγένετο ἐπ' αὐτὸν ὀργὴ καὶ ἐπὶ Ιουδαν καὶ Ιερουσαλημ

32:26 καὶ ἐταπεινώθη Εζεκιας ἀπὸ του̃ ὕψους τη̃ς καρδίας αὐτου̃ καὶ οἱ κατοικου̃ντες Ιερουσαλημ καὶ οὐκ ἐπη̃λθεν ἐπ' αὐτοὺς ὀργὴ κυρίου ἐν ται̃ς ἡμέραις Εζεκιου

32:27 καὶ ἐγένετο τω̨̃ Εζεκια πλου̃τος καὶ δόξα πολλὴ σφόδρα καὶ θησαυροὺς ἐποίησεν ἑαυτω̨̃ ἀργυρίου καὶ χρυσίου καὶ του̃ λίθου του̃ τιμίου καὶ εἰς τὰ ἀρώματα καὶ ὁπλοθήκας καὶ εἰς σκεύη ἐπιθυμητὰ

32:28 καὶ πόλεις εἰς τὰ γενήματα σίτου καὶ ἐλαίου καὶ οἴνου καὶ φάτνας παντὸς κτήνους καὶ μάνδρας εἰς τὰ ποίμνια

32:29 καὶ πόλεις ἃς ὠ̨κοδόμησεν αὑτω̨̃ καὶ ἀποσκευὴν προβάτων καὶ βοω̃ν εἰς πλη̃θος ὅτι ἔδωκεν αὐτω̨̃ κύριος ἀποσκευὴν πολλὴν σφόδρα

32:30 αὐτὸς Εζεκιας ἐνέφραξεν τὴν ἔξοδον του̃ ὕδατος Γιων τὸ ἄνω καὶ κατηύθυνεν αὐτὰ κάτω πρὸς λίβα τη̃ς πόλεως Δαυιδ καὶ εὐοδώθη Εζεκιας ἐν πα̃σι τοι̃ς ἔργοις αὐτου̃

32:31 καὶ οὕτως τοι̃ς πρεσβευται̃ς τω̃ν ἀρχόντων ἀπὸ Βαβυλω̃νος τοι̃ς ἀποσταλει̃σιν πρὸς αὐτὸν πυθέσθαι παρ' αὐτου̃ τὸ τέρας ὃ ἐγένετο ἐπὶ τη̃ς γη̃ς καὶ ἐγκατέλιπεν αὐτὸν κύριος του̃ πειράσαι αὐτὸν εἰδέναι τὰ ἐν τη̨̃ καρδία̨ αὐτου̃

32:32 καὶ τὰ κατάλοιπα τω̃ν λόγων Εζεκιου καὶ τὸ ἔλεος αὐτου̃ ἰδοὺ γέγραπται ἐν τη̨̃ προφητεία̨ Ησαιου υἱου̃ Αμως του̃ προφήτου καὶ ἐπὶ βιβλίου βασιλέων Ιουδα καὶ Ισραηλ

32:33 καὶ ἐκοιμήθη Εζεκιας μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἔθαψαν αὐτὸν ἐν ἀναβάσει τάφων υἱω̃ν Δαυιδ καὶ δόξαν καὶ τιμὴν ἔδωκαν αὐτω̨̃ ἐν τω̨̃ θανάτω̨ αὐτου̃ πα̃ς Ιουδα καὶ οἱ κατοικου̃ντες ἐν Ιερουσαλημ καὶ ἐβασίλευσεν Μανασσης υἱὸς αὐτου̃ ἀντ' αὐτου̃

33:1 ὢν δέκα δύο ἐτω̃ν Μανασσης ἐν τω̨̃ βασιλευ̃σαι αὐτὸν καὶ πεντήκοντα πέντε ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ

33:2 καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον κυρίου ἀπὸ πάντων τω̃ν βδελυγμάτων τω̃ν ἐθνω̃ν οὓς ἐξωλέθρευσεν κύριος ἀπὸ προσώπου τω̃ν υἱω̃ν Ισραηλ

33:3 καὶ ἐπέστρεψεν καὶ ὠ̨κοδόμησεν τὰ ὑψηλά ἃ κατέσπασεν Εζεκιας ὁ πατὴρ αὐτου̃ καὶ ἔστησεν στήλας ται̃ς Βααλιμ καὶ ἐποίησεν ἄλση καὶ προσεκύνησεν πάση̨ τη̨̃ στρατια̨̃ του̃ οὐρανου̃ καὶ ἐδούλευσεν αὐτοι̃ς

33:4 καὶ ὠ̨κοδόμησεν θυσιαστήρια ἐν οἴκω̨ κυρίου οὑ̃ εἰ̃πεν κύριος ἐν Ιερουσαλημ ἔσται τὸ ὄνομά μου εἰς τὸν αἰω̃να

33:5 καὶ ὠ̨κοδόμησεν θυσιαστήρια πάση̨ τη̨̃ στρατια̨̃ του̃ οὐρανου̃ ἐν ται̃ς δυσὶν αὐλαι̃ς οἴκου κυρίου

33:6 καὶ αὐτὸς διήγαγεν τὰ τέκνα αὐτου̃ ἐν πυρὶ ἐν Γαι-βαναι-εννομ καὶ ἐκληδονίζετο καὶ οἰωνίζετο καὶ ἐφαρμακεύετο καὶ ἐποίησεν ἐγγαστριμύθους καὶ ἐπαοιδούς ἐπλήθυνεν του̃ ποιη̃σαι τὸ πονηρὸν ἐναντίον κυρίου του̃ παροργίσαι αὐτόν

33:7 καὶ ἔθηκεν τὸ γλυπτὸν καὶ τὸ χωνευτόν εἰκόνα ἣν ἐποίησεν ἐν οἴκω̨ θεου̃ οὑ̃ εἰ̃πεν ὁ θεὸς πρὸς Δαυιδ καὶ πρὸς Σαλωμων υἱὸν αὐτου̃ ἐν τω̨̃ οἴκω̨ τούτω̨ καὶ Ιερουσαλημ ἣν ἐξελεξάμην ἐκ πασω̃ν φυλω̃ν Ισραηλ θήσω τὸ ὄνομά μου εἰς τὸν αἰω̃να

33:8 καὶ οὐ προσθήσω σαλευ̃σαι τὸν πόδα Ισραηλ ἀπὸ τη̃ς γη̃ς ἡ̃ς ἔδωκα τοι̃ς πατράσιν αὐτω̃ν πλὴν ἐὰν φυλάσσωνται του̃ ποιη̃σαι πάντα ἃ ἐνετειλάμην αὐτοι̃ς κατὰ πάντα τὸν νόμον καὶ τὰ προστάγματα καὶ τὰ κρίματα ἐν χειρὶ Μωυση̃

33:9 καὶ ἐπλάνησεν Μανασσης τὸν Ιουδαν καὶ τοὺς κατοικου̃ντας ἐν Ιερουσαλημ του̃ ποιη̃σαι τὸ πονηρὸν ὑπὲρ πάντα τὰ ἔθνη ἃ ἐξη̃ρεν κύριος ἀπὸ προσώπου υἱω̃ν Ισραηλ

33:10 καὶ ἐλάλησεν κύριος ἐπὶ Μανασση καὶ ἐπὶ τὸν λαὸν αὐτου̃ καὶ οὐκ ἐπήκουσαν

33:11 καὶ ἤγαγεν κύριος ἐπ' αὐτοὺς τοὺς ἄρχοντας τη̃ς δυνάμεως βασιλέως Ασσουρ καὶ κατέλαβον τὸν Μανασση ἐν δεσμοι̃ς καὶ ἔδησαν αὐτὸν ἐν πέδαις καὶ ἤγαγον εἰς Βαβυλω̃να

33:12 καὶ ὡς ἐθλίβη ἐζήτησεν τὸ πρόσωπον κυρίου του̃ θεου̃ αὐτου̃ καὶ ἐταπεινώθη σφόδρα ἀπὸ προσώπου θεου̃ τω̃ν πατέρων αὐτου̃

33:13 καὶ προσηύξατο πρὸς αὐτόν καὶ ἐπήκουσεν αὐτου̃ καὶ ἐπήκουσεν τη̃ς βοη̃ς αὐτου̃ καὶ ἐπέστρεψεν αὐτὸν εἰς Ιερουσαλημ ἐπὶ τὴν βασιλείαν αὐτου̃ καὶ ἔγνω Μανασσης ὅτι κύριος αὐτός ἐστιν ὁ θεός

33:14 καὶ μετὰ ταυ̃τα ὠ̨κοδόμησεν τει̃χος ἔξω τη̃ς πόλεως Δαυιδ ἀπὸ λιβὸς κατὰ Γιων ἐν τω̨̃ χειμάρρω̨ καὶ ἐκπορευομένων τὴν πύλην τὴν κυκλόθεν καὶ εἰς τὸ Οφλα καὶ ὕψωσεν σφόδρα καὶ κατέστησεν ἄρχοντας τη̃ς δυνάμεως ἐν πάσαις ται̃ς πόλεσιν ται̃ς τειχήρεσιν ἐν Ιουδα

33:15 καὶ περιει̃λεν τοὺς θεοὺς τοὺς ἀλλοτρίους καὶ τὸ γλυπτὸν ἐξ οἴκου κυρίου καὶ πάντα τὰ θυσιαστήρια ἃ ὠ̨κοδόμησεν ἐν ὄρει οἴκου κυρίου καὶ ἐν Ιερουσαλημ καὶ ἔξω τη̃ς πόλεως

33:16 καὶ κατώρθωσεν τὸ θυσιαστήριον κυρίου καὶ ἐθυσίασεν ἐπ' αὐτὸ θυσίαν σωτηρίου καὶ αἰνέσεως καὶ εἰ̃πεν τω̨̃ Ιουδα του̃ δουλεύειν κυρίω̨ θεω̨̃ Ισραηλ

33:17 πλὴν ὁ λαὸς ἔτι ἐπὶ τω̃ν ὑψηλω̃ν πλὴν κύριος ὁ θεὸς αὐτω̃ν

33:18 καὶ τὰ λοιπὰ τω̃ν λόγων Μανασση καὶ ἡ προσευχὴ αὐτου̃ ἡ πρὸς τὸν θεὸν καὶ λόγοι τω̃ν ὁρώντων λαλούντων πρὸς αὐτὸν ἐπ' ὀνόματι κυρίου θεου̃ Ισραηλ ἰδοὺ ἐπὶ λόγων

33:19 προσευχη̃ς αὐτου̃ καὶ ὡς ἐπήκουσεν αὐτου̃ καὶ πα̃σαι αἱ ἁμαρτίαι αὐτου̃ καὶ αἱ ἀποστάσεις αὐτου̃ καὶ οἱ τόποι ἐφ' οἱ̃ς ὠ̨κοδόμησεν τὰ ὑψηλὰ καὶ ἔστησεν ἐκει̃ ἄλση καὶ γλυπτὰ πρὸ του̃ ἐπιστρέψαι ἰδοὺ γέγραπται ἐπὶ τω̃ν λόγων τω̃ν ὁρώντων

33:20 καὶ ἐκοιμήθη Μανασσης μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἔθαψαν αὐτὸν ἐν παραδείσω̨ οἴκου αὐτου̃ καὶ ἐβασίλευσεν ἀντ' αὐτου̃ Αμων υἱὸς αὐτου̃

33:21 ὢν εἴκοσι καὶ δύο ἐτω̃ν Αμων ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ

33:22 καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου ὡς ἐποίησεν Μανασσης ὁ πατὴρ αὐτου̃ καὶ πα̃σιν τοι̃ς εἰδώλοις οἱ̃ς ἐποίησεν Μανασσης ὁ πατὴρ αὐτου̃ ἔθυεν Αμων καὶ ἐδούλευσεν αὐτοι̃ς

33:23 καὶ οὐκ ἐταπεινώθη ἐναντίον κυρίου ὡς ἐταπεινώθη Μανασσης ὁ πατὴρ αὐτου̃ ὅτι υἱὸς αὐτου̃ Αμων ἐπλήθυνεν πλημμέλειαν

33:24 καὶ ἐπέθεντο αὐτω̨̃ οἱ παι̃δες αὐτου̃ καὶ ἐπάταξαν αὐτὸν ἐν οἴκω̨ αὐτου̃

33:25 καὶ ἐπάταξεν ὁ λαὸς τη̃ς γη̃ς τοὺς ἐπιθεμένους ἐπὶ τὸν βασιλέα Αμων καὶ ἐβασίλευσεν ὁ λαὸς τη̃ς γη̃ς τὸν Ιωσιαν υἱὸν αὐτου̃ ἀντ' αὐτου̃

34:1 ὢν ὀκτὼ ἐτω̃ν Ιωσιας ἐν τω̨̃ βασιλευ̃σαι αὐτὸν καὶ τριάκοντα ἓν ἔτος ἐβασίλευσεν ἐν Ιερουσαλημ

34:2 καὶ ἐποίησεν τὸ εὐθὲς ἐναντίον κυρίου καὶ ἐπορεύθη ἐν ὁδοι̃ς Δαυιδ του̃ πατρὸς αὐτου̃ καὶ οὐκ ἐξέκλινεν δεξιὰ καὶ ἀριστερά

34:3 καὶ ἐν τω̨̃ ὀγδόω̨ ἔτει τη̃ς βασιλείας αὐτου̃ καὶ αὐτὸς ἔτι παιδάριον ἤρξατο του̃ ζητη̃σαι κύριον τὸν θεὸν Δαυιδ του̃ πατρὸς αὐτου̃ καὶ ἐν τω̨̃ δωδεκάτω̨ ἔτει τη̃ς βασιλείας αὐτου̃ ἤρξατο του̃ καθαρίσαι τὸν Ιουδαν καὶ τὴν Ιερουσαλημ ἀπὸ τω̃ν ὑψηλω̃ν καὶ τω̃ν ἄλσεων καὶ ἀπὸ τω̃ν χωνευτω̃ν

34:4 καὶ κατέσπασεν κατὰ πρόσωπον αὐτου̃ τὰ θυσιαστήρια τω̃ν Βααλιμ καὶ τὰ ὑψηλὰ τὰ ἐπ' αὐτω̃ν καὶ ἔκοψεν τὰ ἄλση καὶ τὰ γλυπτὰ καὶ τὰ χωνευτὰ συνέτριψεν καὶ ἐλέπτυνεν καὶ ἔρριψεν ἐπὶ πρόσωπον τω̃ν μνημάτων τω̃ν θυσιαζόντων αὐτοι̃ς

34:5 καὶ ὀστα̃ ἱερέων κατέκαυσεν ἐπὶ τὰ θυσιαστήρια καὶ ἐκαθάρισεν τὸν Ιουδαν καὶ τὴν Ιερουσαλημ

34:6 καὶ ἐν πόλεσιν Εφραιμ καὶ Μανασση καὶ Συμεων καὶ Νεφθαλι καὶ τοι̃ς τόποις αὐτω̃ν κύκλω̨

34:7 καὶ κατέσπασεν τὰ ἄλση καὶ τὰ θυσιαστήρια καὶ τὰ εἴδωλα κατέκοψεν λεπτὰ καὶ πάντα τὰ ὑψηλὰ ἔκοψεν ἀπὸ πάσης τη̃ς γη̃ς Ισραηλ καὶ ἀπέστρεψεν εἰς Ιερουσαλημ

34:8 καὶ ἐν τω̨̃ ὀκτωκαιδεκάτω̨ ἔτει τη̃ς βασιλείας αὐτου̃ του̃ καθαρίσαι τὴν γη̃ν καὶ τὸν οἰ̃κον ἀπέστειλεν τὸν Σαφαν υἱὸν Εσελια καὶ τὸν Μαασιαν ἄρχοντα τη̃ς πόλεως καὶ τὸν Ιουαχ υἱὸν Ιωαχαζ τὸν ὑπομνηματογράφον αὐτου̃ κραταιω̃σαι τὸν οἰ̃κον κυρίου του̃ θεου̃ αὐτου̃

34:9 καὶ ἠ̃λθον πρὸς Χελκιαν τὸν ἱερέα τὸν μέγαν καὶ ἔδωκαν τὸ ἀργύριον τὸ εἰσενεχθὲν εἰς οἰ̃κον θεου̃ ὃ συνήγαγον οἱ Λευι̃ται φυλάσσοντες τὴν πύλην ἐκ χειρὸς Μανασση καὶ Εφραιμ καὶ τω̃ν ἀρχόντων καὶ ἀπὸ παντὸς καταλοίπου ἐν Ισραηλ καὶ υἱω̃ν Ιουδα καὶ Βενιαμιν καὶ οἰκούντων ἐν Ιερουσαλημ

34:10 καὶ ἔδωκαν αὐτὸ ἐπὶ χει̃ρα ποιούντων τὰ ἔργα οἱ καθεσταμένοι ἐν οἴκω̨ κυρίου καὶ ἔδωκαν αὐτὸ ποιου̃σι τὰ ἔργα οἳ ἐποίουν ἐν οἴκω̨ κυρίου ἐπισκευάσαι κατισχυ̃σαι τὸν οἰ̃κον

34:11 καὶ ἔδωκαν τοι̃ς τέκτοσι καὶ τοι̃ς οἰκοδόμοις ἀγοράσαι λίθους τετραπέδους καὶ ξύλα εἰς δοκοὺς στεγάσαι τοὺς οἴκους οὓς ἐξωλέθρευσαν βασιλει̃ς Ιουδα

34:12 καὶ οἱ ἄνδρες ἐν πίστει ἐπὶ τω̃ν ἔργων καὶ ἐπ' αὐτω̃ν ἐπίσκοποι Ιεθ καὶ Αβδιας οἱ Λευι̃ται ἐξ υἱω̃ν Μεραρι καὶ Ζαχαριας καὶ Μοσολλαμ ἐκ τω̃ν υἱω̃ν Κααθ ἐπισκοπει̃ν καὶ πα̃ς Λευίτης πα̃ς συνίων ἐν ὀργάνοις ὠ̨δω̃ν

34:13 καὶ ἐπὶ τω̃ν νωτοφόρων καὶ ἐπὶ πάντων τω̃ν ποιούντων τὰ ἔργα ἐργασία̨ καὶ ἐργασία̨ καὶ ἀπὸ τω̃ν Λευιτω̃ν γραμματει̃ς καὶ κριταὶ καὶ πυλωροί

34:14 καὶ ἐν τω̨̃ ἐκφέρειν αὐτοὺς τὸ ἀργύριον τὸ εἰσοδιασθὲν εἰς οἰ̃κον κυρίου εὑ̃ρεν Χελκιας ὁ ἱερεὺς βιβλίον νόμου κυρίου διὰ χειρὸς Μωυση̃

34:15 καὶ ἀπεκρίθη Χελκιας καὶ εἰ̃πεν πρὸς Σαφαν τὸν γραμματέα βιβλίον νόμου εὑ̃ρον ἐν οἴκω̨ κυρίου καὶ ἔδωκεν Χελκιας τὸ βιβλίον τω̨̃ Σαφαν

34:16 καὶ εἰσήνεγκεν Σαφαν τὸ βιβλίον πρὸς τὸν βασιλέα καὶ ἀπέδωκεν ἔτι τω̨̃ βασιλει̃ λόγον πα̃ν τὸ δοθὲν ἀργύριον ἐν χειρὶ τω̃ν παίδων σου τω̃ν ποιούντων τὸ ἔργον

34:17 καὶ ἐχώνευσαν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκω̨ κυρίου καὶ ἔδωκαν ἐπὶ χει̃ρα τω̃ν ἐπισκόπων καὶ ἐπὶ χει̃ρα τω̃ν ποιούντων ἐργασίαν

34:18 καὶ ἀπήγγειλεν Σαφαν ὁ γραμματεὺς τω̨̃ βασιλει̃ λέγων βιβλίον ἔδωκέν μοι Χελκιας ὁ ἱερεύς καὶ ἀνέγνω αὐτὸ Σαφαν ἐναντίον του̃ βασιλέως

34:19 καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους του̃ νόμου καὶ διέρρηξεν τὰ ἱμάτια αὐτου̃

34:20 καὶ ἐνετείλατο ὁ βασιλεὺς τω̨̃ Χελκια καὶ τω̨̃ Αχικαμ υἱω̨̃ Σαφαν καὶ τω̨̃ Αβδων υἱω̨̃ Μιχαια καὶ τω̨̃ Σαφαν τω̨̃ γραμματει̃ καὶ τω̨̃ Ασαια παιδὶ του̃ βασιλέως λέγων

34:21 πορεύθητε ζητήσατε τὸν κύριον περὶ ἐμου̃ καὶ περὶ παντὸς του̃ καταλειφθέντος ἐν Ισραηλ καὶ Ιουδα περὶ τω̃ν λόγων του̃ βιβλίου του̃ εὑρεθέντος ὅτι μέγας ὁ θυμὸς κυρίου ἐκκέκαυται ἐν ἡμι̃ν διότι οὐκ εἰσήκουσαν οἱ πατέρες ἡμω̃ν τω̃ν λόγων κυρίου του̃ ποιη̃σαι κατὰ πάντα τὰ γεγραμμένα ἐν τω̨̃ βιβλίω̨ τούτω̨

34:22 καὶ ἐπορεύθη Χελκιας καὶ οἱ̃ς εἰ̃πεν ὁ βασιλεὺς πρὸς Ολδαν τὴν προφη̃τιν γυναι̃κα Σελλημ υἱου̃ Θακουαθ υἱου̃ Χελλης φυλάσσουσαν τὰς στολάς καὶ αὕτη κατώ̨κει ἐν Ιερουσαλημ ἐν μασανα καὶ ἐλάλησαν αὐτη̨̃ κατὰ ταυ̃τα

34:23 καὶ εἰ̃πεν αὐτοι̃ς οὕτως εἰ̃πεν κύριος ὁ θεὸς Ισραηλ εἴπατε τω̨̃ ἀνδρὶ τω̨̃ ἀποστείλαντι ὑμα̃ς πρός με

34:24 οὕτως λέγει κύριος ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ τὸν τόπον του̃τον τοὺς πάντας λόγους τοὺς γεγραμμένους ἐν τω̨̃ βιβλίω̨ τω̨̃ ἀνεγνωσμένω̨ ἐναντίον του̃ βασιλέως Ιουδα

34:25 ἀνθ' ὡ̃ν ἐγκατέλιπόν με καὶ ἐθυμίασαν θεοι̃ς ἀλλοτρίοις ἵνα παροργίσωσίν με ἐν πα̃σιν τοι̃ς ἔργοις τω̃ν χειρω̃ν αὐτω̃ν καὶ ἐξεκαύθη ὁ θυμός μου ἐν τω̨̃ τόπω̨ τούτω̨ καὶ οὐ σβεσθήσεται

34:26 καὶ ἐπὶ βασιλέα Ιουδα τὸν ἀποστείλαντα ὑμα̃ς του̃ ζητη̃σαι τὸν κύριον οὕτως ἐρει̃τε αὐτω̨̃ οὕτως λέγει κύριος ὁ θεὸς Ισραηλ τοὺς λόγους οὓς ἤκουσας

34:27 καὶ ἐνετράπη ἡ καρδία σου καὶ ἐταπεινώθης ἀπὸ προσώπου μου ἐν τω̨̃ ἀκου̃σαί σε τοὺς λόγους μου ἐπὶ τὸν τόπον του̃τον καὶ ἐπὶ τοὺς κατοικου̃ντας αὐτὸν καὶ ἐταπεινώθης ἐναντίον μου καὶ διέρρηξας τὰ ἱμάτιά σου καὶ ἔκλαυσας κατεναντίον μου καὶ ἐγὼ ἤκουσά φησιν κύριος

34:28 ἰδοὺ προστίθημί σε πρὸς τοὺς πατέρας σου καὶ προστεθήση̨ πρὸς τὰ μνήματά σου ἐν εἰρήνη̨ καὶ οὐκ ὄψονται οἱ ὀφθαλμοί σου ἐν πα̃σιν τοι̃ς κακοι̃ς οἱ̃ς ἐγὼ ἐπάγω ἐπὶ τὸν τόπον του̃τον καὶ ἐπὶ τοὺς κατοικου̃ντας αὐτόν καὶ ἀπέδωκαν τω̨̃ βασιλει̃ λόγον

34:29 καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ συνήγαγεν τοὺς πρεσβυτέρους Ιουδα καὶ Ιερουσαλημ

34:30 καὶ ἀνέβη ὁ βασιλεὺς εἰς οἰ̃κον κυρίου καὶ πα̃ς Ιουδα καὶ οἱ κατοικου̃ντες Ιερουσαλημ καὶ οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται καὶ πα̃ς ὁ λαὸς ἀπὸ μεγάλου ἕως μικρου̃ καὶ ἀνέγνω ἐν ὠσὶν αὐτω̃ν τοὺς πάντας λόγους βιβλίου τη̃ς διαθήκης του̃ εὑρεθέντος ἐν οἴκω̨ κυρίου

34:31 καὶ ἔστη ὁ βασιλεὺς ἐπὶ τὸν στυ̃λον καὶ διέθετο διαθήκην ἐναντίον κυρίου του̃ πορευθη̃ναι ἐνώπιον κυρίου του̃ φυλάσσειν τὰς ἐντολὰς αὐτου̃ καὶ μαρτύρια αὐτου̃ καὶ προστάγματα αὐτου̃ ἐν ὅλη̨ καρδία̨ καὶ ἐν ὅλη̨ ψυχη̨̃ τοὺς λόγους τη̃ς διαθήκης τοὺς γεγραμμένους ἐπὶ τω̨̃ βιβλίω̨ τούτω̨

34:32 καὶ ἔστησεν πάντας τοὺς εὑρεθέντας ἐν Ιερουσαλημ καὶ Βενιαμιν καὶ ἐποίησαν οἱ κατοικου̃ντες Ιερουσαλημ διαθήκην ἐν οἴκω̨ κυρίου θεου̃ πατέρων αὐτω̃ν

34:33 καὶ περιει̃λεν Ιωσιας τὰ πάντα βδελύγματα ἐκ πάσης τη̃ς γη̃ς ἣ ἠ̃ν υἱω̃ν Ισραηλ καὶ ἐποίησεν πάντας τοὺς εὑρεθέντας ἐν Ιερουσαλημ καὶ ἐν Ισραηλ του̃ δουλεύειν κυρίω̨ θεω̨̃ αὐτω̃ν πάσας τὰς ἡμέρας αὐτου̃ οὐκ ἐξέκλινεν ἀπὸ ὄπισθεν κυρίου θεου̃ πατέρων αὐτου̃

35:1 καὶ ἐποίησεν Ιωσιας τὸ φασεχ τω̨̃ κυρίω̨ θεω̨̃ αὐτου̃ καὶ ἔθυσαν τὸ φασεχ τη̨̃ τεσσαρεσκαιδεκάτη̨ του̃ μηνὸς του̃ πρώτου

35:2 καὶ ἔστησεν τοὺς ἱερει̃ς ἐπὶ τὰς φυλακὰς αὐτω̃ν καὶ κατίσχυσεν αὐτοὺς εἰς τὰ ἔργα οἴκου κυρίου

35:3 καὶ εἰ̃πεν τοι̃ς Λευίταις τοι̃ς δυνατοι̃ς ἐν παντὶ Ισραηλ του̃ ἁγιασθη̃ναι αὐτοὺς τω̨̃ κυρίω̨ καὶ ἔθηκαν τὴν κιβωτὸν τὴν ἁγίαν εἰς τὸν οἰ̃κον ὃν ὠ̨κοδόμησεν Σαλωμων υἱὸς Δαυιδ του̃ βασιλέως Ισραηλ καὶ εἰ̃πεν ὁ βασιλεύς οὐκ ἔστιν ὑμι̃ν ἀ̃ραι ἐπ' ὤμων οὐθέν νυ̃ν οὐ̃ν λειτουργήσατε τω̨̃ κυρίω̨ θεω̨̃ ὑμω̃ν καὶ τω̨̃ λαω̨̃ αὐτου̃ Ισραηλ

35:4 καὶ ἑτοιμάσθητε κατ' οἴκους πατριω̃ν ὑμω̃ν καὶ κατὰ τὰς ἐφημερίας ὑμω̃ν κατὰ τὴν γραφὴν Δαυιδ βασιλέως Ισραηλ καὶ διὰ χειρὸς Σαλωμων υἱου̃ αὐτου̃

35:5 καὶ στη̃τε ἐν τω̨̃ οἴκω̨ κατὰ τὰς διαιρέσεις οἴκων πατριω̃ν ὑμω̃ν τοι̃ς ἀδελφοι̃ς ὑμω̃ν υἱοι̃ς του̃ λαου̃ καὶ μερὶς οἴκου πατρια̃ς τοι̃ς Λευίταις

35:6 καὶ θύσατε τὸ φασεχ καὶ τὰ ἅγια ἑτοιμάσατε τοι̃ς ἀδελφοι̃ς ὑμω̃ν του̃ ποιη̃σαι κατὰ τὸν λόγον κυρίου διὰ χειρὸς Μωυση̃

35:7 καὶ ἀπήρξατο Ιωσιας τοι̃ς υἱοι̃ς του̃ λαου̃ πρόβατα καὶ ἀμνοὺς καὶ ἐρίφους ἀπὸ τω̃ν τέκνων τω̃ν αἰγω̃ν πάντα εἰς τὸ φασεχ εἰς πάντας τοὺς εὑρεθέντας εἰς ἀριθμὸν τριάκοντα χιλιάδας καὶ μόσχων τρει̃ς χιλιάδας ταυ̃τα ἀπὸ τη̃ς ὑπάρξεως του̃ βασιλέως

35:8 καὶ οἱ ἄρχοντες αὐτου̃ ἀπήρξαντο τω̨̃ λαω̨̃ καὶ τοι̃ς ἱερευ̃σιν καὶ Λευίταις ἔδωκεν Χελκιας καὶ Ζαχαριας καὶ Ιιηλ οἱ ἄρχοντες οἴκου του̃ θεου̃ τοι̃ς ἱερευ̃σιν καὶ ἔδωκαν εἰς τὸ φασεχ πρόβατα καὶ ἀμνοὺς καὶ ἐρίφους δισχίλια ἑξακόσια καὶ μόσχους τριακοσίους

35:9 καὶ Χωνενιας καὶ Βαναιας καὶ Σαμαιας καὶ Ναθαναηλ ἀδελφὸς αὐτου̃ καὶ Ασαβια καὶ Ιιηλ καὶ Ιωζαβαδ ἄρχοντες τω̃ν Λευιτω̃ν ἀπήρξαντο τοι̃ς Λευίταις εἰς τὸ φασεχ πρόβατα πεντακισχίλια καὶ μόσχους πεντακοσίους

35:10 καὶ κατωρθώθη ἡ λειτουργία καὶ ἔστησαν οἱ ἱερει̃ς ἐπὶ τὴν στάσιν αὐτω̃ν καὶ οἱ Λευι̃ται ἐπὶ τὰς διαιρέσεις αὐτω̃ν κατὰ τὴν ἐντολὴν του̃ βασιλέως

35:11 καὶ ἔθυσαν τὸ φασεχ καὶ προσέχεαν οἱ ἱερει̃ς τὸ αἱ̃μα ἐκ χειρὸς αὐτω̃ν καὶ οἱ Λευι̃ται ἐξέδειραν

35:12 καὶ ἡτοίμασαν τὴν ὁλοκαύτωσιν παραδου̃ναι αὐτοι̃ς κατὰ τὴν διαίρεσιν κατ' οἴκους πατριω̃ν τοι̃ς υἱοι̃ς του̃ λαου̃ του̃ προσάγειν τω̨̃ κυρίω̨ ὡς γέγραπται ἐν βιβλίω̨ Μωυση̃ καὶ οὕτως εἰς τὸ πρωί

35:13 καὶ ὤπτησαν τὸ φασεχ ἐν πυρὶ κατὰ τὴν κρίσιν καὶ τὰ ἅγια ἥψησαν ἐν τοι̃ς χαλκείοις καὶ ἐν τοι̃ς λέβησιν καὶ εὐοδώθη καὶ ἔδραμον πρὸς πάντας τοὺς υἱοὺς του̃ λαου̃

35:14 καὶ μετὰ τὸ ἑτοιμάσαι αὐτοι̃ς καὶ τοι̃ς ἱερευ̃σιν ὅτι οἱ ἱερει̃ς ἐν τω̨̃ ἀναφέρειν τὰ στέατα καὶ τὰ ὁλοκαυτώματα ἕως νυκτός καὶ οἱ Λευι̃ται ἡτοίμασαν αὑτοι̃ς καὶ τοι̃ς ἀδελφοι̃ς αὐτω̃ν υἱοι̃ς Ααρων

35:15 καὶ οἱ ψαλτω̨δοὶ υἱοὶ Ασαφ ἐπὶ τη̃ς στάσεως αὐτω̃ν κατὰ τὰς ἐντολὰς Δαυιδ καὶ Ασαφ καὶ Αιμαν καὶ Ιδιθων οἱ προφη̃ται του̃ βασιλέως καὶ οἱ ἄρχοντες καὶ οἱ πυλωροὶ πύλης καὶ πύλης οὐκ ἠ̃ν αὐτοι̃ς κινει̃σθαι ἀπὸ τη̃ς λειτουργίας ἁγίων ὅτι οἱ ἀδελφοὶ αὐτω̃ν οἱ Λευι̃ται ἡτοίμασαν αὐτοι̃ς

35:16 καὶ κατωρθώθη καὶ ἡτοιμάσθη πα̃σα ἡ λειτουργία κυρίου ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ του̃ ποιη̃σαι τὸ φασεχ καὶ ἐνεγκει̃ν τὰ ὁλοκαυτώματα ἐπὶ τὸ θυσιαστήριον κυρίου κατὰ τὴν ἐντολὴν του̃ βασιλέως Ιωσια

35:17 καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ οἱ εὑρεθέντες τὸ φασεχ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ καὶ τὴν ἑορτὴν τω̃ν ἀζύμων ἑπτὰ ἡμέρας

35:18 καὶ οὐκ ἐγένετο φασεχ ὅμοιον αὐτω̨̃ ἐν Ισραηλ ἀπὸ ἡμερω̃ν Σαμουηλ του̃ προφήτου καὶ πάντες βασιλει̃ς Ισραηλ οὐκ ἐποίησαν ὡς τὸ φασεχ ὃ ἐποίησεν Ιωσιας καὶ οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται καὶ πα̃ς Ιουδα καὶ Ισραηλ ὁ εὑρεθεὶς καὶ οἱ κατοικου̃ντες ἐν Ιερουσαλημ τω̨̃ κυρίω̨

35:19 τω̨̃ ὀκτωκαιδεκάτω̨ ἔτει τη̃ς βασιλείας Ιωσια

35:19a καὶ τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας καὶ τὰ θαραφιν καὶ τὰ εἴδωλα καὶ τὰ καρασιμ ἃ ἠ̃ν ἐν γη̨̃ Ιουδα καὶ ἐν Ιερουσαλημ ἐνεπύρισεν ὁ βασιλεὺς Ιωσιας ἵνα στήση̨ τοὺς λόγους του̃ νόμου τοὺς γεγραμμένους ἐπὶ του̃ βιβλίου οὑ̃ εὑ̃ρεν Χελκιας ὁ ἱερεὺς ἐν τω̨̃ οἴκω̨ κυρίου

35:19b ὅμοιος αὐτω̨̃ οὐκ ἐγενήθη ἔμπροσθεν αὐτου̃ ὃς ἐπέστρεψεν πρὸς κύριον ἐν ὅλη̨ καρδία̨ αὐτου̃ καὶ ἐν ὅλη̨ ψυχη̨̃ αὐτου̃ καὶ ἐν ὅλη̨ ἰσχύι αὐτου̃ κατὰ πάντα τὸν νόμον Μωυση̃ καὶ μετ' αὐτὸν οὐκ ἀνέστη ὅμοιος αὐτω̨̃

35:19c πλὴν οὐκ ἀπεστράφη κύριος ἀπὸ ὀργη̃ς θυμου̃ αὐτου̃ του̃ μεγάλου οὑ̃ ὠργίσθη θυμω̨̃ κύριος ἐν τω̨̃ Ιουδα ἐπὶ πάντα τὰ παροργίσματα ἃ παρώργισεν Μανασσης

35:19d καὶ εἰ̃πεν κύριος καί γε τὸν Ιουδαν ἀποστήσω ἀπὸ προσώπου μου καθὼς ἀπέστησα τὸν Ισραηλ καὶ ἀπωσάμην τὴν πόλιν ἣν ἐξελεξάμην τὴν Ιερουσαλημ καὶ τὸν οἰ̃κον ὃν εἰ̃πα ἔσται τὸ ὄνομά μου ἐκει̃

35:20 καὶ ἀνέβη Φαραω Νεχαω βασιλεὺς Αἰγύπτου ἐπὶ τὸν βασιλέα 'Ασσυρίων ἐπὶ τὸν ποταμὸν Εὐφράτην καὶ ἐπορεύθη ὁ βασιλεὺς Ιωσιας εἰς συνάντησιν αὐτω̨̃

35:21 καὶ ἀπέστειλεν πρὸς αὐτὸν ἀγγέλους λέγων τί ἐμοὶ καὶ σοί βασιλευ̃ Ιουδα οὐκ ἐπὶ σὲ ἥκω σήμερον πόλεμον ποιη̃σαι καὶ ὁ θεὸς εἰ̃πεν κατασπευ̃σαί με πρόσεχε ἀπὸ του̃ θεου̃ του̃ μετ' ἐμου̃ μὴ καταφθείρη̨ σε

35:22 καὶ οὐκ ἀπέστρεψεν Ιωσιας τὸ πρόσωπον αὐτου̃ ἀπ' αὐτου̃ ἀλλ' ἢ πολεμει̃ν αὐτὸν ἐκραταιώθη καὶ οὐκ ἤκουσεν τω̃ν λόγων Νεχαω διὰ στόματος θεου̃ καὶ ἠ̃λθεν του̃ πολεμη̃σαι ἐν τω̨̃ πεδίω̨ Μαγεδων

35:23 καὶ ἐτόξευσαν οἱ τοξόται ἐπὶ βασιλέα Ιωσιαν καὶ εἰ̃πεν ὁ βασιλεὺς τοι̃ς παισὶν αὐτου̃ ἐξαγάγετέ με ὅτι ἐπόνεσα σφόδρα

35:24 καὶ ἐξήγαγον αὐτὸν οἱ παι̃δες αὐτου̃ ἀπὸ του̃ ἅρματος καὶ ἀνεβίβασαν αὐτὸν ἐπὶ τὸ ἅρμα τὸ δευτερευ̃ον ὃ ἠ̃ν αὐτω̨̃ καὶ ἤγαγον αὐτὸν εἰς Ιερουσαλημ καὶ ἀπέθανεν καὶ ἐτάφη μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ πα̃ς Ιουδα καὶ Ιερουσαλημ ἐπένθησαν ἐπὶ Ιωσιαν

35:25 καὶ ἐθρήνησεν Ιερεμιας ἐπὶ Ιωσιαν καὶ εἰ̃παν πάντες οἱ ἄρχοντες καὶ αἱ ἄρχουσαι θρη̃νον ἐπὶ Ιωσιαν ἕως τη̃ς σήμερον καὶ ἔδωκαν αὐτὸν εἰς πρόσταγμα ἐπὶ Ισραηλ καὶ ἰδοὺ γέγραπται ἐπὶ τω̃ν θρήνων

35:26 καὶ ἠ̃σαν οἱ λόγοι Ιωσια καὶ ἡ ἐλπὶς αὐτου̃ γεγραμμένα ἐν νόμω̨ κυρίου

35:27 καὶ οἱ λόγοι αὐτου̃ οἱ πρω̃τοι καὶ οἱ ἔσχατοι ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίω̨ βασιλέων Ισραηλ καὶ Ιουδα

36:1 καὶ ἔλαβεν ὁ λαὸς τη̃ς γη̃ς τὸν Ιωαχαζ υἱὸν Ιωσιου καὶ ἔχρισαν αὐτὸν καὶ κατέστησαν αὐτὸν εἰς βασιλέα ἀντὶ του̃ πατρὸς αὐτου̃ ἐν Ιερουσαλημ

36:2 υἱὸς εἴκοσι καὶ τριω̃ν ἐτω̃ν Ιωαχαζ ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ τρίμηνον ἐβασίλευσεν ἐν Ιερουσαλημ

36:2a καὶ ὄνομα τη̃ς μητρὸς αὐτου̃ Αμιταλ θυγάτηρ Ιερεμιου ἐκ Λοβενα

36:2b καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου κατὰ πάντα ἃ ἐποίησαν οἱ πατέρες αὐτου̃

36:2c καὶ ἔδησεν αὐτὸν Φαραω Νεχαω ἐν Δεβλαθα ἐν γη̨̃ Εμαθ του̃ μὴ βασιλεύειν αὐτὸν ἐν Ιερουσαλημ

36:3 καὶ μετήγαγεν αὐτὸν ὁ βασιλεὺς εἰς Αἴγυπτον καὶ ἐπέβαλεν φόρον ἐπὶ τὴν γη̃ν ἑκατὸν τάλαντα ἀργυρίου καὶ τάλαντον χρυσίου

36:4 καὶ κατέστησεν Φαραω Νεχαω τὸν Ελιακιμ υἱὸν Ιωσιου βασιλέα Ιουδα ἀντὶ Ιωσιου του̃ πατρὸς αὐτου̃ καὶ μετέστρεψεν τὸ ὄνομα αὐτου̃ Ιωακιμ καὶ τὸν Ιωαχαζ ἀδελφὸν αὐτου̃ ἔλαβεν Φαραω Νεχαω καὶ εἰσήγαγεν αὐτὸν εἰς Αἴγυπτον καὶ ἀπέθανεν ἐκει̃

36:4a καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἔδωκαν τω̨̃ Φαραω τότε ἤρξατο ἡ γη̃ φορολογει̃σθαι του̃ δου̃ναι τὸ ἀργύριον ἐπὶ στόμα Φαραω καὶ ἕκαστος κατὰ δύναμιν ἀπή̨τει τὸ ἀργύριον καὶ τὸ χρυσίον παρὰ του̃ λαου̃ τη̃ς γη̃ς δου̃ναι τω̨̃ Φαραω Νεχαω

36:5 ὢν εἴκοσι καὶ πέντε ἐτω̃ν Ιωακιμ ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̃ς μητρὸς αὐτου̃ Ζεχωρα θυγάτηρ Νηριου ἐκ Ραμα καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον κυρίου κατὰ πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτου̃

36:5a ἐν ται̃ς ἡμέραις αὐτου̃ ἠ̃λθεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος εἰς τὴν γη̃ν καὶ ἠ̃ν αὐτω̨̃ δουλεύων τρία ἔτη καὶ ἀπέστη ἀπ' αὐτου̃

36:5b καὶ ἀπέστειλεν κύριος ἐπ' αὐτοὺς τοὺς Χαλδαίους καὶ λη̨στήρια Σύρων καὶ λη̨στήρια Μωαβιτω̃ν καὶ υἱω̃ν Αμμων καὶ τη̃ς Σαμαρείας καὶ ἀπέστησαν μετὰ τὸν λόγον του̃τον κατὰ τὸν λόγον κυρίου ἐν χειρὶ τω̃ν παίδων αὐτου̃ τω̃ν προφητω̃ν

36:5c πλὴν θυμὸς κυρίου ἠ̃ν ἐπὶ Ιουδαν του̃ ἀποστη̃σαι αὐτὸν ἀπὸ προσώπου αὐτου̃ διὰ τὰς ἁμαρτίας Μανασση ἐν πα̃σιν οἱ̃ς ἐποίησεν

36:5d καὶ ἐν αἵματι ἀθώ̨ω̨ ὡ̨̃ ἐξέχεεν Ιωακιμ καὶ ἔπλησεν τὴν Ιερουσαλημ αἵματος ἀθώ̨ου καὶ οὐκ ἠθέλησεν κύριος ἐξολεθρευ̃σαι αὐτούς

36:6 καὶ ἀνέβη ἐπ' αὐτὸν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος καὶ ἔδησεν αὐτὸν ἐν χαλκαι̃ς πέδαις καὶ ἀπήγαγεν αὐτὸν εἰς Βαβυλω̃να

36:7 καὶ μέρος τω̃ν σκευω̃ν οἴκου κυρίου ἀπήνεγκεν εἰς Βαβυλω̃να καὶ ἔθηκεν αὐτὰ ἐν τω̨̃ ναω̨̃ αὐτου̃ ἐν Βαβυλω̃νι

36:8 καὶ τὰ λοιπὰ τω̃ν λόγων Ιωακιμ καὶ πάντα ἃ ἐποίησεν οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ιουδα καὶ ἐκοιμήθη Ιωακιμ μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἐτάφη ἐν Γανοζα μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἐβασίλευσεν Ιεχονιας υἱὸς αὐτου̃ ἀντ' αὐτου̃

36:9 υἱὸς ὀκτωκαίδεκα ἐτω̃ν Ιεχονιας ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ τρίμηνον καὶ δέκα ἡμέρας ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου

36:10 καὶ ἐπιστρέφοντος του̃ ἐνιαυτου̃ ἀπέστειλεν ὁ βασιλεὺς Ναβουχοδονοσορ καὶ εἰσήνεγκεν αὐτὸν εἰς Βαβυλω̃να μετὰ τω̃ν σκευω̃ν τω̃ν ἐπιθυμητω̃ν οἴκου κυρίου καὶ ἐβασίλευσεν Σεδεκιαν ἀδελφὸν του̃ πατρὸς αὐτου̃ ἐπὶ Ιουδαν καὶ Ιερουσαλημ

36:11 ἐτω̃ν εἴκοσι ἑνὸς Σεδεκιας ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ

36:12 καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου θεου̃ αὐτου̃ οὐκ ἐνετράπη ἀπὸ προσώπου Ιερεμιου του̃ προφήτου καὶ ἐκ στόματος κυρίου

36:13 ἐν τω̨̃ τὰ πρὸς τὸν βασιλέα Ναβουχοδονοσορ ἀθετη̃σαι ἃ ὥρκισεν αὐτὸν κατὰ του̃ θεου̃ καὶ ἐσκλήρυνεν τὸν τράχηλον αὐτου̃ καὶ τὴν καρδίαν αὐτου̃ κατίσχυσεν του̃ μὴ ἐπιστρέψαι πρὸς κύριον θεὸν Ισραηλ

36:14 καὶ πάντες οἱ ἔνδοξοι Ιουδα καὶ οἱ ἱερει̃ς καὶ ὁ λαὸς τη̃ς γη̃ς ἐπλήθυναν του̃ ἀθετη̃σαι ἀθετήματα βδελυγμάτων ἐθνω̃ν καὶ ἐμίαναν τὸν οἰ̃κον κυρίου τὸν ἐν Ιερουσαλημ

36:15 καὶ ἐξαπέστειλεν κύριος ὁ θεὸς τω̃ν πατέρων αὐτω̃ν ἐν χειρὶ προφητω̃ν ὀρθρίζων καὶ ἀποστέλλων τοὺς ἀγγέλους αὐτου̃ ὅτι ἠ̃ν φειδόμενος του̃ λαου̃ αὐτου̃ καὶ του̃ ἁγιάσματος αὐτου̃

36:16 καὶ ἠ̃σαν μυκτηρίζοντες τοὺς ἀγγέλους αὐτου̃ καὶ ἐξουδενου̃ντες τοὺς λόγους αὐτου̃ καὶ ἐμπαίζοντες ἐν τοι̃ς προφήταις αὐτου̃ ἕως ἀνέβη ὁ θυμὸς κυρίου ἐν τω̨̃ λαω̨̃ αὐτου̃ ἕως οὐκ ἠ̃ν ἴαμα

36:17 καὶ ἤγαγεν ἐπ' αὐτοὺς βασιλέα Χαλδαίων καὶ ἀπέκτεινεν τοὺς νεανίσκους αὐτω̃ν ἐν ῥομφαία̨ ἐν οἴκω̨ ἁγιάσματος αὐτου̃ καὶ οὐκ ἐφείσατο του̃ Σεδεκιου καὶ τὰς παρθένους αὐτω̃ν οὐκ ἠλέησαν καὶ τοὺς πρεσβυτέρους αὐτω̃ν ἀπήγαγον τὰ πάντα παρέδωκεν ἐν χερσὶν αὐτω̃ν

36:18 καὶ πάντα τὰ σκεύη οἴκου θεου̃ τὰ μεγάλα καὶ τὰ μικρὰ καὶ τοὺς θησαυροὺς καὶ πάντας τοὺς θησαυροὺς βασιλέως καὶ μεγιστάνων πάντα εἰσήνεγκεν εἰς Βαβυλω̃να

36:19 καὶ ἐνέπρησεν τὸν οἰ̃κον κυρίου καὶ κατέσκαψεν τὸ τει̃χος Ιερουσαλημ καὶ τὰς βάρεις αὐτη̃ς ἐνέπρησεν ἐν πυρὶ καὶ πα̃ν σκευ̃ος ὡραι̃ον εἰς ἀφανισμόν

36:20 καὶ ἀπώ̨κισεν τοὺς καταλοίπους εἰς Βαβυλω̃να καὶ ἠ̃σαν αὐτω̨̃ καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ εἰς δούλους ἕως βασιλείας Μήδων

36:21 του̃ πληρωθη̃ναι λόγον κυρίου διὰ στόματος Ιερεμιου ἕως του̃ προσδέξασθαι τὴν γη̃ν τὰ σάββατα αὐτη̃ς σαββατίσαι πάσας τὰς ἡμέρας τη̃ς ἐρημώσεως αὐτη̃ς ἐσαββάτισεν εἰς συμπλήρωσιν ἐτω̃ν ἑβδομήκοντα

36:22 ἔτους πρώτου Κύρου βασιλέως Περσω̃ν μετὰ τὸ πληρωθη̃ναι ῥη̃μα κυρίου διὰ στόματος Ιερεμιου ἐξήγειρεν κύριος τὸ πνευ̃μα Κύρου βασιλέως Περσω̃ν καὶ παρήγγειλεν κηρύξαι ἐν πάση̨ τη̨̃ βασιλεία̨ αὐτου̃ ἐν γραπτω̨̃ λέγων

36:23 τάδε λέγει Κυ̃ρος βασιλεὺς Περσω̃ν πάσας τὰς βασιλείας τη̃ς γη̃ς ἔδωκέν μοι κύριος ὁ θεὸς του̃ οὐρανου̃ καὶ αὐτὸς ἐνετείλατό μοι οἰκοδομη̃σαι αὐτω̨̃ οἰ̃κον ἐν Ιερουσαλημ ἐν τη̨̃ Ιουδαία̨ τίς ἐξ ὑμω̃ν ἐκ παντὸς του̃ λαου̃ αὐτου̃ ἔσται ὁ θεὸς αὐτου̃ μετ' αὐτου̃ καὶ ἀναβήτω

.

Книго

[X]