Βασιλειων Γ' (Βασιλέων Α')
1:1 καὶ ὁ βασιλεὺς Δαυιδ πρεσβύτερος προβεβηκὼς ἡμέραις καὶ περιέβαλλον αὐτὸν ἱματίοις καὶ οὐκ ἐθερμαίνετο 1:2 καὶ εἰ̃πον οἱ παι̃δες αὐτου̃ ζητησάτωσαν τω̨̃ κυρίω̨ ἡμω̃ν τω̨̃ βασιλει̃ παρθένον νεάνιδα καὶ παραστήσεται τω̨̃ βασιλει̃ καὶ ἔσται αὐτὸν θάλπουσα καὶ κοιμηθήσεται μετ' αὐτου̃ καὶ θερμανθήσεται ὁ κύριος ἡμω̃ν ὁ βασιλεύς 1:3 καὶ ἐζήτησαν νεάνιδα καλὴν ἐκ παντὸς ὁρίου Ισραηλ καὶ εὑ̃ρον τὴν Αβισακ τὴν Σωμανι̃τιν καὶ ἤνεγκαν αὐτὴν πρὸς τὸν βασιλέα 1:4 καὶ ἡ νεα̃νις καλὴ ἕως σφόδρα καὶ ἠ̃ν θάλπουσα τὸν βασιλέα καὶ ἐλειτούργει αὐτω̨̃ καὶ ὁ βασιλεὺς οὐκ ἔγνω αὐτήν 1:5 καὶ Αδωνιας υἱὸς Αγγιθ ἐπή̨ρετο λέγων ἐγὼ βασιλεύσω καὶ ἐποίησεν ἑαυτω̨̃ ἅρματα καὶ ἱππει̃ς καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσθεν αὐτου̃ 1:6 καὶ οὐκ ἀπεκώλυσεν αὐτὸν ὁ πατὴρ αὐτου̃ οὐδέποτε λέγων διὰ τί σὺ ἐποίησας καί γε αὐτὸς ὡραι̃ος τη̨̃ ὄψει σφόδρα καὶ αὐτὸν ἔτεκεν ὀπίσω Αβεσσαλωμ 1:7 καὶ ἐγένοντο οἱ λόγοι αὐτου̃ μετὰ Ιωαβ του̃ υἱου̃ Σαρουιας καὶ μετὰ Αβιαθαρ του̃ ἱερέως καὶ ἐβοήθουν ὀπίσω Αδωνιου 1:8 καὶ Σαδωκ ὁ ἱερεὺς καὶ Βαναιας υἱὸς Ιωδαε καὶ Ναθαν ὁ προφήτης καὶ Σεμεϊ καὶ Ρηι καὶ οἱ δυνατοὶ του̃ Δαυιδ οὐκ ἠ̃σαν ὀπίσω Αδωνιου 1:9 καὶ ἐθυσίασεν Αδωνιας πρόβατα καὶ μόσχους καὶ ἄρνας μετὰ λίθου του̃ Ζωελεθ ὃς ἠ̃ν ἐχόμενα τη̃ς πηγη̃ς Ρωγηλ καὶ ἐκάλεσεν πάντας τοὺς ἀδελφοὺς αὐτου̃ καὶ πάντας τοὺς ἁδροὺς Ιουδα παι̃δας του̃ βασιλέως 1:10 καὶ τὸν Ναθαν τὸν προφήτην καὶ Βαναιαν καὶ τοὺς δυνατοὺς καὶ τὸν Σαλωμων ἀδελφὸν αὐτου̃ οὐκ ἐκάλεσεν 1:11 καὶ εἰ̃πεν Ναθαν πρὸς Βηρσαβεε μητέρα Σαλωμων λέγων οὐκ ἤκουσας ὅτι ἐβασίλευσεν Αδωνιας υἱὸς Αγγιθ καὶ ὁ κύριος ἡμω̃ν Δαυιδ οὐκ ἔγνω 1:12 καὶ νυ̃ν δευ̃ρο συμβουλεύσω σοι δὴ συμβουλίαν καὶ ἐξελου̃ τὴν ψυχήν σου καὶ τὴν ψυχὴν του̃ υἱου̃ σου Σαλωμων 1:13 δευ̃ρο εἴσελθε πρὸς τὸν βασιλέα Δαυιδ καὶ ἐρει̃ς πρὸς αὐτὸν λέγουσα οὐχὶ σύ κύριέ μου βασιλευ̃ ὤμοσας τη̨̃ δούλη̨ σου λέγων ὅτι Σαλωμων ὁ υἱός σου βασιλεύσει μετ' ἐμὲ καὶ αὐτὸς καθιει̃ται ἐπὶ του̃ θρόνου μου καὶ τί ὅτι ἐβασίλευσεν Αδωνιας 1:14 καὶ ἰδοὺ ἔτι λαλούσης σου ἐκει̃ μετὰ του̃ βασιλέως καὶ ἐγὼ εἰσελεύσομαι ὀπίσω σου καὶ πληρώσω τοὺς λόγους σου 1:15 καὶ εἰση̃λθεν Βηρσαβεε πρὸς τὸν βασιλέα εἰς τὸ ταμίειον καὶ ὁ βασιλεὺς πρεσβύτης σφόδρα καὶ Αβισακ ἡ Σωμανι̃τις ἠ̃ν λειτουργου̃σα τω̨̃ βασιλει̃ 1:16 καὶ ἔκυψεν Βηρσαβεε καὶ προσεκύνησεν τω̨̃ βασιλει̃ καὶ εἰ̃πεν ὁ βασιλεύς τί ἐστίν σοι 1:17 ἡ δὲ εἰ̃πεν κύριέ μου βασιλευ̃ σὺ ὤμοσας ἐν κυρίω̨ τω̨̃ θεω̨̃ σου τη̨̃ δούλη̨ σου λέγων ὅτι Σαλωμων ὁ υἱός σου βασιλεύσει μετ' ἐμὲ καὶ αὐτὸς καθήσεται ἐπὶ του̃ θρόνου μου 1:18 καὶ νυ̃ν ἰδοὺ Αδωνιας ἐβασίλευσεν καὶ σύ κύριέ μου βασιλευ̃ οὐκ ἔγνως 1:19 καὶ ἐθυσίασεν μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλη̃θος καὶ ἐκάλεσεν πάντας τοὺς υἱοὺς του̃ βασιλέως καὶ Αβιαθαρ τὸν ἱερέα καὶ Ιωαβ τὸν ἄρχοντα τη̃ς δυνάμεως καὶ τὸν Σαλωμων τὸν δου̃λόν σου οὐκ ἐκάλεσεν 1:20 καὶ σύ κύριέ μου βασιλευ̃ οἱ ὀφθαλμοὶ παντὸς Ισραηλ πρὸς σὲ ἀπαγγει̃λαι αὐτοι̃ς τίς καθήσεται ἐπὶ του̃ θρόνου του̃ κυρίου μου του̃ βασιλέως μετ' αὐτόν 1:21 καὶ ἔσται ὡς ἂν κοιμηθη̨̃ ὁ κύριός μου ὁ βασιλεὺς μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἔσομαι ἐγὼ καὶ ὁ υἱός μου Σαλωμων ἁμαρτωλοί 1:22 καὶ ἰδοὺ ἔτι αὐτη̃ς λαλούσης μετὰ του̃ βασιλέως καὶ Ναθαν ὁ προφήτης ἠ̃λθεν 1:23 καὶ ἀνηγγέλη τω̨̃ βασιλει̃ ἰδοὺ Ναθαν ὁ προφήτης καὶ εἰση̃λθεν κατὰ πρόσωπον του̃ βασιλέως καὶ προσεκύνησεν τω̨̃ βασιλει̃ κατὰ πρόσωπον αὐτου̃ ἐπὶ τὴν γη̃ν 1:24 καὶ εἰ̃πεν Ναθαν κύριέ μου βασιλευ̃ σὺ εἰ̃πας Αδωνιας βασιλεύσει ὀπίσω μου καὶ αὐτὸς καθήσεται ἐπὶ του̃ θρόνου μου 1:25 ὅτι κατέβη σήμερον καὶ ἐθυσίασεν μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλη̃θος καὶ ἐκάλεσεν πάντας τοὺς υἱοὺς του̃ βασιλέως καὶ τοὺς ἄρχοντας τη̃ς δυνάμεως καὶ Αβιαθαρ τὸν ἱερέα καὶ ἰδού εἰσιν ἐσθίοντες καὶ πίνοντες ἐνώπιον αὐτου̃ καὶ εἰ̃παν ζήτω ὁ βασιλεὺς Αδωνιας 1:26 καὶ ἐμὲ αὐτὸν τὸν δου̃λόν σου καὶ Σαδωκ τὸν ἱερέα καὶ Βαναιαν υἱὸν Ιωδαε καὶ Σαλωμων τὸν δου̃λόν σου οὐκ ἐκάλεσεν 1:27 εἰ διὰ του̃ κυρίου μου του̃ βασιλέως γέγονεν τὸ ῥη̃μα του̃το καὶ οὐκ ἐγνώρισας τω̨̃ δούλω̨ σου τίς καθήσεται ἐπὶ τὸν θρόνον του̃ κυρίου μου του̃ βασιλέως μετ' αὐτόν 1:28 καὶ ἀπεκρίθη Δαυιδ καὶ εἰ̃πεν καλέσατέ μοι τὴν Βηρσαβεε καὶ εἰση̃λθεν ἐνώπιον του̃ βασιλέως καὶ ἔστη ἐνώπιον αὐτου̃ 1:29 καὶ ὤμοσεν ὁ βασιλεὺς καὶ εἰ̃πεν ζη̨̃ κύριος ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης θλίψεως 1:30 ὅτι καθὼς ὤμοσά σοι ἐν κυρίω̨ τω̨̃ θεω̨̃ Ισραηλ λέγων ὅτι Σαλωμων ὁ υἱός σου βασιλεύσει μετ' ἐμὲ καὶ αὐτὸς καθήσεται ἐπὶ του̃ θρόνου μου ἀντ' ἐμου̃ ὅτι οὕτως ποιήσω τη̨̃ ἡμέρα̨ ταύτη̨ 1:31 καὶ ἔκυψεν Βηρσαβεε ἐπὶ πρόσωπον ἐπὶ τὴν γη̃ν καὶ προσεκύνησεν τω̨̃ βασιλει̃ καὶ εἰ̃πεν ζήτω ὁ κύριός μου ὁ βασιλεὺς Δαυιδ εἰς τὸν αἰω̃να 1:32 καὶ εἰ̃πεν ὁ βασιλεὺς Δαυιδ καλέσατέ μοι Σαδωκ τὸν ἱερέα καὶ Ναθαν τὸν προφήτην καὶ Βαναιαν υἱὸν Ιωδαε καὶ εἰση̃λθον ἐνώπιον του̃ βασιλέως 1:33 καὶ εἰ̃πεν ὁ βασιλεὺς αὐτοι̃ς λάβετε τοὺς δούλους του̃ κυρίου ὑμω̃ν μεθ' ὑμω̃ν καὶ ἐπιβιβάσατε τὸν υἱόν μου Σαλωμων ἐπὶ τὴν ἡμίονον τὴν ἐμὴν καὶ καταγάγετε αὐτὸν εἰς τὸν Γιων 1:34 καὶ χρισάτω αὐτὸν ἐκει̃ Σαδωκ ὁ ἱερεὺς καὶ Ναθαν ὁ προφήτης εἰς βασιλέα ἐπὶ Ισραηλ καὶ σαλπίσατε κερατίνη̨ καὶ ἐρει̃τε ζήτω ὁ βασιλεὺς Σαλωμων 1:35 καὶ καθήσεται ἐπὶ του̃ θρόνου μου καὶ αὐτὸς βασιλεύσει ἀντ' ἐμου̃ καὶ ἐγὼ ἐνετειλάμην του̃ εἰ̃ναι εἰς ἡγούμενον ἐπὶ Ισραηλ καὶ Ιουδα 1:36 καὶ ἀπεκρίθη Βαναιας υἱὸς Ιωδαε τω̨̃ βασιλει̃ καὶ εἰ̃πεν γένοιτο οὕτως πιστώσαι κύριος ὁ θεὸς του̃ κυρίου μου του̃ βασιλέως 1:37 καθὼς ἠ̃ν κύριος μετὰ του̃ κυρίου μου του̃ βασιλέως οὕτως εἴη μετὰ Σαλωμων καὶ μεγαλύναι τὸν θρόνον αὐτου̃ ὑπὲρ τὸν θρόνον του̃ κυρίου μου του̃ βασιλέως Δαυιδ 1:38 καὶ κατέβη Σαδωκ ὁ ἱερεὺς καὶ Ναθαν ὁ προφήτης καὶ Βαναιας υἱὸς Ιωδαε καὶ ὁ χερεθθι καὶ ὁ φελεθθι καὶ ἐπεκάθισαν τὸν Σαλωμων ἐπὶ τὴν ἡμίονον του̃ βασιλέως Δαυιδ καὶ ἀπήγαγον αὐτὸν εἰς τὸν Γιων 1:39 καὶ ἔλαβεν Σαδωκ ὁ ἱερεὺς τὸ κέρας του̃ ἐλαίου ἐκ τη̃ς σκηνη̃ς καὶ ἔχρισεν τὸν Σαλωμων καὶ ἐσάλπισεν τη̨̃ κερατίνη̨ καὶ εἰ̃πεν πα̃ς ὁ λαός ζήτω ὁ βασιλεὺς Σαλωμων 1:40 καὶ ἀνέβη πα̃ς ὁ λαὸς ὀπίσω αὐτου̃ καὶ ἐχόρευον ἐν χοροι̃ς καὶ εὐφραινόμενοι εὐφροσύνην μεγάλην καὶ ἐρράγη ἡ γη̃ ἐν τη̨̃ φωνη̨̃ αὐτω̃ν 1:41 καὶ ἤκουσεν Αδωνιας καὶ πάντες οἱ κλητοὶ αὐτου̃ καὶ αὐτοὶ συνετέλεσαν φαγει̃ν καὶ ἤκουσεν Ιωαβ τὴν φωνὴν τη̃ς κερατίνης καὶ εἰ̃πεν τίς ἡ φωνὴ τη̃ς πόλεως ἠχούσης 1:42 ἔτι αὐτου̃ λαλου̃ντος καὶ ἰδοὺ Ιωναθαν υἱὸς Αβιαθαρ του̃ ἱερέως ἠ̃λθεν καὶ εἰ̃πεν Αδωνιας εἴσελθε ὅτι ἀνὴρ δυνάμεως εἰ̃ σύ καὶ ἀγαθὰ εὐαγγέλισαι 1:43 καὶ ἀπεκρίθη Ιωναθαν καὶ εἰ̃πεν καὶ μάλα ὁ κύριος ἡμω̃ν ὁ βασιλεὺς Δαυιδ ἐβασίλευσεν τὸν Σαλωμων 1:44 καὶ ἀπέστειλεν ὁ βασιλεὺς μετ' αὐτου̃ τὸν Σαδωκ τὸν ἱερέα καὶ Ναθαν τὸν προφήτην καὶ Βαναιαν υἱὸν Ιωδαε καὶ τὸν χερεθθι καὶ τὸν φελεθθι καὶ ἐπεκάθισαν αὐτὸν ἐπὶ τὴν ἡμίονον του̃ βασιλέως 1:45 καὶ ἔχρισαν αὐτὸν Σαδωκ ὁ ἱερεὺς καὶ Ναθαν ὁ προφήτης εἰς βασιλέα ἐν τω̨̃ Γιων καὶ ἀνέβησαν ἐκει̃θεν εὐφραινόμενοι καὶ ἤχησεν ἡ πόλις αὕτη ἡ φωνή ἣν ἠκούσατε 1:46 καὶ ἐκάθισεν Σαλωμων ἐπὶ θρόνον τη̃ς βασιλείας 1:47 καὶ εἰση̃λθον οἱ δου̃λοι του̃ βασιλέως εὐλογη̃σαι τὸν κύριον ἡμω̃ν τὸν βασιλέα Δαυιδ λέγοντες ἀγαθύναι ὁ θεὸς τὸ ὄνομα Σαλωμων του̃ υἱου̃ σου ὑπὲρ τὸ ὄνομά σου καὶ μεγαλύναι τὸν θρόνον αὐτου̃ ὑπὲρ τὸν θρόνον σου καὶ προσεκύνησεν ὁ βασιλεὺς ἐπὶ τὴν κοίτην αὐτου̃ 1:48 καί γε οὕτως εἰ̃πεν ὁ βασιλεύς εὐλογητὸς κύριος ὁ θεὸς Ισραηλ ὃς ἔδωκεν σήμερον ἐκ του̃ σπέρματός μου καθήμενον ἐπὶ του̃ θρόνου μου καὶ οἱ ὀφθαλμοί μου βλέπουσιν 1:49 καὶ ἐξέστησαν καὶ ἐξανέστησαν πάντες οἱ κλητοὶ του̃ Αδωνιου καὶ ἀπη̃λθον ἀνὴρ εἰς τὴν ὁδὸν αὐτου̃ 1:50 καὶ Αδωνιας ἐφοβήθη ἀπὸ προσώπου Σαλωμων καὶ ἀνέστη καὶ ἀπη̃λθεν καὶ ἐπελάβετο τω̃ν κεράτων του̃ θυσιαστηρίου 1:51 καὶ ἀνηγγέλη τω̨̃ Σαλωμων λέγοντες ἰδοὺ Αδωνιας ἐφοβήθη τὸν βασιλέα Σαλωμων καὶ κατέχει τω̃ν κεράτων του̃ θυσιαστηρίου λέγων ὀμοσάτω μοι σήμερον ὁ βασιλεὺς Σαλωμων εἰ οὐ θανατώσει τὸν δου̃λον αὐτου̃ ἐν ῥομφαία̨ 1:52 καὶ εἰ̃πεν Σαλωμων ἐὰν γένηται εἰς υἱὸν δυνάμεως εἰ πεσει̃ται τω̃ν τριχω̃ν αὐτου̃ ἐπὶ τὴν γη̃ν καὶ ἐὰν κακία εὑρεθη̨̃ ἐν αὐτω̨̃ θανατωθήσεται 1:53 καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σαλωμων καὶ κατήνεγκεν αὐτὸν ἀπάνωθεν του̃ θυσιαστηρίου καὶ εἰση̃λθεν καὶ προσεκύνησεν τω̨̃ βασιλει̃ Σαλωμων καὶ εἰ̃πεν αὐτω̨̃ Σαλωμων δευ̃ρο εἰς τὸν οἰ̃κόν σου 2:1 καὶ ἤγγισαν αἱ ἡμέραι Δαυιδ ἀποθανει̃ν αὐτόν καὶ ἐνετείλατο τω̨̃ Σαλωμων υἱω̨̃ αὐτου̃ λέγων 2:2 ἐγώ εἰμι πορεύομαι ἐν ὁδω̨̃ πάσης τη̃ς γη̃ς καὶ ἰσχύσεις καὶ ἔση̨ εἰς ἄνδρα 2:3 καὶ φυλάξεις τὴν φυλακὴν κυρίου του̃ θεου̃ σου του̃ πορεύεσθαι ἐν ται̃ς ὁδοι̃ς αὐτου̃ φυλάσσειν τὰς ἐντολὰς αὐτου̃ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα τὰ γεγραμμένα ἐν νόμω̨ Μωυσέως ἵνα συνίη̨ς ἃ ποιήσεις κατὰ πάντα ὅσα ἂν ἐντείλωμαί σοι 2:4 ἵνα στήση̨ κύριος τὸν λόγον αὐτου̃ ὃν ἐλάλησεν λέγων ἐὰν φυλάξωσιν οἱ υἱοί σου τὴν ὁδὸν αὐτω̃ν πορεύεσθαι ἐνώπιον ἐμου̃ ἐν ἀληθεία̨ ἐν ὅλη̨ καρδία̨ αὐτω̃ν καὶ ἐν ὅλη̨ ψυχη̨̃ αὐτω̃ν λέγων οὐκ ἐξολεθρευθήσεταί σοι ἀνὴρ ἐπάνωθεν θρόνου Ισραηλ 2:5 καί γε σὺ ἔγνως ὅσα ἐποίησέν μοι Ιωαβ υἱὸς Σαρουιας ὅσα ἐποίησεν τοι̃ς δυσὶν ἄρχουσιν τω̃ν δυνάμεων Ισραηλ τω̨̃ Αβεννηρ υἱω̨̃ Νηρ καὶ τω̨̃ Αμεσσαϊ υἱω̨̃ Ιεθερ καὶ ἀπέκτεινεν αὐτοὺς καὶ ἔταξεν τὰ αἵματα πολέμου ἐν εἰρήνη̨ καὶ ἔδωκεν αἱ̃μα ἀθω̨̃ον ἐν τη̨̃ ζώνη̨ αὐτου̃ τη̨̃ ἐν τη̨̃ ὀσφύι αὐτου̃ καὶ ἐν τω̨̃ ὑποδήματι αὐτου̃ τω̨̃ ἐν τω̨̃ ποδὶ αὐτου̃ 2:6 καὶ ποιήσεις κατὰ τὴν σοφίαν σου καὶ οὐ κατάξεις τὴν πολιὰν αὐτου̃ ἐν εἰρήνη̨ εἰς ἅ̨δου 2:7 καὶ τοι̃ς υἱοι̃ς Βερζελλι του̃ Γαλααδίτου ποιήσεις ἔλεος καὶ ἔσονται ἐν τοι̃ς ἐσθίουσιν τὴν τράπεζάν σου ὅτι οὕτως ἤγγισάν μοι ἐν τω̨̃ με ἀποδιδράσκειν ἀπὸ προσώπου Αβεσσαλωμ του̃ ἀδελφου̃ σου 2:8 καὶ ἰδοὺ μετὰ σου̃ Σεμεϊ υἱὸς Γηρα υἱὸς του̃ Ιεμενι ἐκ Βαουριμ καὶ αὐτὸς κατηράσατό με κατάραν ὀδυνηρὰν τη̨̃ ἡμέρα̨ ἡ̨̃ ἐπορευόμην εἰς παρεμβολάς καὶ αὐτὸς κατέβη εἰς ἀπαντήν μου εἰς τὸν Ιορδάνην καὶ ὤμοσα αὐτω̨̃ ἐν κυρίω̨ λέγων εἰ θανατώσω σε ἐν ῥομφαία̨ 2:9 καὶ οὐ μὴ ἀθω̨ώση̨ς αὐτόν ὅτι ἀνὴρ σοφὸς εἰ̃ σὺ καὶ γνώση̨ ἃ ποιήσεις αὐτω̨̃ καὶ κατάξεις τὴν πολιὰν αὐτου̃ ἐν αἵματι εἰς ἅ̨δου 2:10 καὶ ἐκοιμήθη Δαυιδ μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἐτάφη ἐν πόλει Δαυιδ 2:11 καὶ αἱ ἡμέραι ἃς ἐβασίλευσεν Δαυιδ ἐπὶ τὸν Ισραηλ τεσσαράκοντα ἔτη ἐν Χεβρων ἐβασίλευσεν ἔτη ἑπτὰ καὶ ἐν Ιερουσαλημ τριάκοντα τρία ἔτη 2:12 καὶ Σαλωμων ἐκάθισεν ἐπὶ του̃ θρόνου Δαυιδ του̃ πατρὸς αὐτου̃ υἱὸς ἐτω̃ν δώδεκα καὶ ἡτοιμάσθη ἡ βασιλεία αὐτου̃ σφόδρα 2:13 καὶ εἰση̃λθεν Αδωνιας υἱὸς Αγγιθ πρὸς Βηρσαβεε μητέρα Σαλωμων καὶ προσεκύνησεν αὐτη̨̃ ἡ δὲ εἰ̃πεν εἰρήνη ἡ εἴσοδός σου καὶ εἰ̃πεν εἰρήνη 2:14 λόγος μοι πρὸς σέ καὶ εἰ̃πεν αὐτω̨̃ λάλησον 2:15 καὶ εἰ̃πεν αὐτη̨̃ σὺ οἰ̃δας ὅτι ἐμοὶ ἠ̃ν ἡ βασιλεία καὶ ἐπ' ἐμὲ ἔθετο πα̃ς Ισραηλ τὸ πρόσωπον αὐτου̃ εἰς βασιλέα καὶ ἐστράφη ἡ βασιλεία καὶ ἐγενήθη τω̨̃ ἀδελφω̨̃ μου ὅτι παρὰ κυρίου ἐγένετο αὐτω̨̃ 2:16 καὶ νυ̃ν αἴτησιν μίαν ἐγὼ αἰτου̃μαι παρὰ σου̃ μὴ ἀποστρέψη̨ς τὸ πρόσωπόν σου καὶ εἰ̃πεν αὐτω̨̃ Βηρσαβεε λάλει 2:17 καὶ εἰ̃πεν αὐτη̨̃ εἰπὸν δὴ πρὸς Σαλωμων τὸν βασιλέα ὅτι οὐκ ἀποστρέψει τὸ πρόσωπον αὐτου̃ ἀπὸ σου̃ καὶ δώσει μοι τὴν Αβισακ τὴν Σωμανι̃τιν εἰς γυναι̃κα 2:18 καὶ εἰ̃πεν Βηρσαβεε καλω̃ς ἐγὼ λαλήσω περὶ σου̃ τω̨̃ βασιλει̃ 2:19 καὶ εἰση̃λθεν Βηρσαβεε πρὸς τὸν βασιλέα Σαλωμων λαλη̃σαι αὐτω̨̃ περὶ Αδωνιου καὶ ἐξανέστη ὁ βασιλεὺς εἰς ἀπαντὴν αὐτη̨̃ καὶ κατεφίλησεν αὐτὴν καὶ ἐκάθισεν ἐπὶ του̃ θρόνου αὐτου̃ καὶ ἐτέθη θρόνος τη̨̃ μητρὶ του̃ βασιλέως καὶ ἐκάθισεν ἐκ δεξιω̃ν αὐτου̃ 2:20 καὶ εἰ̃πεν αὐτω̨̃ αἴτησιν μίαν μικρὰν ἐγὼ αἰτου̃μαι παρὰ σου̃ μὴ ἀποστρέψη̨ς τὸ πρόσωπόν σου καὶ εἰ̃πεν αὐτη̨̃ ὁ βασιλεύς αἴτησαι μη̃τερ ἐμή ὅτι οὐκ ἀποστρέψω σε 2:21 καὶ εἰ̃πεν δοθήτω δὲ Αβισακ ἡ Σωμανι̃τις τω̨̃ Αδωνια τω̨̃ ἀδελφω̨̃ σου εἰς γυναι̃κα 2:22 καὶ ἀπεκρίθη Σαλωμων ὁ βασιλεὺς καὶ εἰ̃πεν τη̨̃ μητρὶ αὐτου̃ καὶ ἵνα τί σὺ ἤ̨τησαι τὴν Αβισακ τω̨̃ Αδωνια καὶ αἴτησαι αὐτω̨̃ τὴν βασιλείαν ὅτι οὑ̃τος ἀδελφός μου ὁ μέγας ὑπὲρ ἐμέ καὶ αὐτω̨̃ Αβιαθαρ ὁ ἱερεὺς καὶ αὐτω̨̃ Ιωαβ ὁ υἱὸς Σαρουιας ὁ ἀρχιστράτηγος ἑται̃ρος 2:23 καὶ ὤμοσεν ὁ βασιλεὺς Σαλωμων κατὰ του̃ κυρίου λέγων τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη ὅτι κατὰ τη̃ς ψυχη̃ς αὐτου̃ ἐλάλησεν Αδωνιας τὸν λόγον του̃τον 2:24 καὶ νυ̃ν ζη̨̃ κύριος ὃς ἡτοίμασέν με καὶ ἔθετό με ἐπὶ τὸν θρόνον Δαυιδ του̃ πατρός μου καὶ αὐτὸς ἐποίησέν μοι οἰ̃κον καθὼς ἐλάλησεν κύριος ὅτι σήμερον θανατωθήσεται Αδωνιας 2:25 καὶ ἐξαπέστειλεν Σαλωμων ὁ βασιλεὺς ἐν χειρὶ Βαναιου υἱου̃ Ιωδαε καὶ ἀνει̃λεν αὐτόν καὶ ἀπέθανεν Αδωνιας ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ 2:26 καὶ τω̨̃ Αβιαθαρ τω̨̃ ἱερει̃ εἰ̃πεν ὁ βασιλεύς ἀπότρεχε σὺ εἰς Αναθωθ εἰς ἀγρόν σου ὅτι ἀνὴρ θανάτου εἰ̃ σὺ ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ καὶ οὐ θανατώσω σε ὅτι ἠ̃ρας τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου ἐνώπιον του̃ πατρός μου καὶ ὅτι ἐκακουχήθης ἐν ἅπασιν οἱ̃ς ἐκακουχήθη ὁ πατήρ μου 2:27 καὶ ἐξέβαλεν Σαλωμων τὸν Αβιαθαρ του̃ μὴ εἰ̃ναι ἱερέα του̃ κυρίου πληρωθη̃ναι τὸ ῥη̃μα κυρίου ὃ ἐλάλησεν ἐπὶ τὸν οἰ̃κον Ηλι ἐν Σηλωμ 2:28 καὶ ἡ ἀκοὴ ἠ̃λθεν ἕως Ιωαβ του̃ υἱου̃ Σαρουιας ὅτι Ιωαβ ἠ̃ν κεκλικὼς ὀπίσω Αδωνιου καὶ ὀπίσω Σαλωμων οὐκ ἔκλινεν καὶ ἔφυγεν Ιωαβ εἰς τὸ σκήνωμα του̃ κυρίου καὶ κατέσχεν τω̃ν κεράτων του̃ θυσιαστηρίου 2:29 καὶ ἀπηγγέλη τω̨̃ Σαλωμων λέγοντες ὅτι ἔφυγεν Ιωαβ εἰς τὴν σκηνὴν του̃ κυρίου καὶ ἰδοὺ κατέχει τω̃ν κεράτων του̃ θυσιαστηρίου καὶ ἀπέστειλεν Σαλωμων πρὸς Ιωαβ λέγων τί γέγονέν σοι ὅτι πέφευγας εἰς τὸ θυσιαστήριον καὶ εἰ̃πεν Ιωαβ ὅτι ἐφοβήθην ἀπὸ προσώπου σου καὶ ἔφυγον πρὸς κύριον καὶ ἀπέστειλεν Σαλωμων ὁ βασιλεὺς τὸν Βαναιου υἱὸν Ιωδαε λέγων πορεύου καὶ ἄνελε αὐτὸν καὶ θάψον αὐτόν 2:30 καὶ ἠ̃λθεν Βαναιου υἱὸς Ιωδαε πρὸς Ιωαβ εἰς τὴν σκηνὴν του̃ κυρίου καὶ εἰ̃πεν αὐτω̨̃ τάδε λέγει ὁ βασιλεύς ἔξελθε καὶ εἰ̃πεν Ιωαβ οὐκ ἐκπορεύομαι ὅτι ὡ̃δε ἀποθανου̃μαι καὶ ἀπέστρεψεν Βαναιας υἱὸς Ιωδαε καὶ εἰ̃πεν τω̨̃ βασιλει̃ λέγων τάδε λελάληκεν Ιωαβ καὶ τάδε ἀποκέκριταί μοι 2:31 καὶ εἰ̃πεν αὐτω̨̃ ὁ βασιλεύς πορεύου καὶ ποίησον αὐτω̨̃ καθὼς εἴρηκεν καὶ ἄνελε αὐτὸν καὶ θάψεις αὐτὸν καὶ ἐξαρει̃ς σήμερον τὸ αἱ̃μα ὃ δωρεὰν ἐξέχεεν Ιωαβ ἀπ' ἐμου̃ καὶ ἀπὸ του̃ οἴκου του̃ πατρός μου 2:32 καὶ ἀπέστρεψεν κύριος τὸ αἱ̃μα τη̃ς ἀδικίας αὐτου̃ εἰς κεφαλὴν αὐτου̃ ὡς ἀπήντησεν τοι̃ς δυσὶν ἀνθρώποις τοι̃ς δικαίοις καὶ ἀγαθοι̃ς ὑπὲρ αὐτὸν καὶ ἀπέκτεινεν αὐτοὺς ἐν ῥομφαία̨ καὶ ὁ πατήρ μου Δαυιδ οὐκ ἔγνω τὸ αἱ̃μα αὐτω̃ν τὸν Αβεννηρ υἱὸν Νηρ ἀρχιστράτηγον Ισραηλ καὶ τὸν Αμεσσα υἱὸν Ιεθερ ἀρχιστράτηγον Ιουδα 2:33 καὶ ἐπεστράφη τὰ αἵματα αὐτω̃ν εἰς κεφαλὴν αὐτου̃ καὶ εἰς κεφαλὴν του̃ σπέρματος αὐτου̃ εἰς τὸν αἰω̃να καὶ τω̨̃ Δαυιδ καὶ τω̨̃ σπέρματι αὐτου̃ καὶ τω̨̃ οἴκω̨ αὐτου̃ καὶ τω̨̃ θρόνω̨ αὐτου̃ γένοιτο εἰρήνη ἕως αἰω̃νος παρὰ κυρίου 2:34 καὶ ἀπήντησεν Βαναιου υἱὸς Ιωδαε τω̨̃ Ιωαβ καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἔθαψεν αὐτὸν ἐν τω̨̃ οἴκω̨ αὐτου̃ ἐν τη̨̃ ἐρήμω̨ 2:35 καὶ ἔδωκεν ὁ βασιλεὺς τὸν Βαναιου υἱὸν Ιωδαε ἀντ' αὐτου̃ ἐπὶ τὴν στρατηγίαν καὶ ἡ βασιλεία κατωρθου̃το ἐν Ιερουσαλημ καὶ τὸν Σαδωκ τὸν ἱερέα ἔδωκεν ὁ βασιλεὺς εἰς ἱερέα πρω̃τον ἀντὶ Αβιαθαρ 2:35a καὶ ἔδωκεν κύριος φρόνησιν τω̨̃ Σαλωμων καὶ σοφίαν πολλὴν σφόδρα καὶ πλάτος καρδίας ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν 2:35b καὶ ἐπληθύνθη ἡ φρόνησις Σαλωμων σφόδρα ὑπὲρ τὴν φρόνησιν πάντων ἀρχαίων υἱω̃ν καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου 2:35c καὶ ἔλαβεν τὴν θυγατέρα Φαραω καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν πόλιν Δαυιδ ἕως συντελέσαι αὐτὸν τὸν οἰ̃κον αὐτου̃ καὶ τὸν οἰ̃κον κυρίου ἐν πρώτοις καὶ τὸ τει̃χος Ιερουσαλημ κυκλόθεν ἐν ἑπτὰ ἔτεσιν ἐποίησεν καὶ συνετέλεσεν 2:35d καὶ ἠ̃ν τω̨̃ Σαλωμων ἑβδομήκοντα χιλιάδες αἴροντες ἄρσιν καὶ ὀγδοήκοντα χιλιάδες λατόμων ἐν τω̨̃ ὄρει 2:35e καὶ ἐποίησεν Σαλωμων τὴν θάλασσαν καὶ τὰ ὑποστηρίγματα καὶ τοὺς λουτη̃ρας τοὺς μεγάλους καὶ τοὺς στύλους καὶ τὴν κρήνην τη̃ς αὐλη̃ς καὶ τὴν θάλασσαν τὴν χαλκη̃ν 2:35f καὶ ὠ̨κοδόμησεν τὴν ἄκραν καὶ τὰς ἐπάλξεις αὐτη̃ς καὶ διέκοψεν τὴν πόλιν Δαυιδ οὕτως θυγάτηρ Φαραω ἀνέβαινεν ἐκ τη̃ς πόλεως Δαυιδ εἰς τὸν οἰ̃κον αὐτη̃ς ὃν ὠ̨κοδόμησεν αὐτη̨̃ τότε ὠ̨κοδόμησεν τὴν ἄκραν 2:35g καὶ Σαλωμων ἀνέφερεν τρει̃ς ἐν τω̨̃ ἐνιαυτω̨̃ ὁλοκαυτώσεις καὶ εἰρηνικὰς ἐπὶ τὸ θυσιαστήριον ὃ ὠ̨κοδόμησεν τω̨̃ κυρίω̨ καὶ ἐθυμία ἐνώπιον κυρίου καὶ συνετέλεσεν τὸν οἰ̃κον 2:35h καὶ οὑ̃τοι οἱ ἄρχοντες οἱ καθεσταμένοι ἐπὶ τὰ ἔργα του̃ Σαλωμων τρει̃ς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται του̃ λαου̃ τω̃ν ποιούντων τὰ ἔργα 2:35i καὶ ὠ̨κοδόμησεν τὴν Ασσουρ καὶ τὴν Μαγδω καὶ τὴν Γαζερ καὶ τὴν Βαιθωρων τὴν ἐπάνω καὶ τὰ Βααλαθ 2:35k πλὴν μετὰ τὸ οἰκοδομη̃σαι αὐτὸν τὸν οἰ̃κον του̃ κυρίου καὶ τὸ τει̃χος Ιερουσαλημ κύκλω̨ μετὰ ταυ̃τα ὠ̨κοδόμησεν τὰς πόλεις ταύτας 2:35l καὶ ἐν τω̨̃ ἔτι Δαυιδ ζη̃ν ἐνετείλατο τω̨̃ Σαλωμων λέγων ἰδοὺ μετὰ σου̃ Σεμεϊ υἱὸς Γηρα υἱὸς σπέρματος του̃ Ιεμινι ἐκ Χεβρων 2:35m οὑ̃τος κατηράσατό με κατάραν ὀδυνηρὰν ἐν ἡ̨̃ ἡμέρα̨ ἐπορευόμην εἰς παρεμβολάς 2:35n καὶ αὐτὸς κατέβαινεν εἰς ἀπαντήν μοι ἐπὶ τὸν Ιορδάνην καὶ ὤμοσα αὐτω̨̃ κατὰ του̃ κυρίου λέγων εἰ θανατωθήσεται ἐν ῥομφαία̨ 2:35o καὶ νυ̃ν μὴ ἀθω̨ώση̨ς αὐτόν ὅτι ἀνὴρ φρόνιμος σὺ καὶ γνώση̨ ἃ ποιήσεις αὐτω̨̃ καὶ κατάξεις τὴν πολιὰν αὐτου̃ ἐν αἵματι εἰς ἅ̨δου 2:36 καὶ ἐκάλεσεν ὁ βασιλεὺς τὸν Σεμεϊ καὶ εἰ̃πεν αὐτω̨̃ οἰκοδόμησον σεαυτω̨̃ οἰ̃κον ἐν Ιερουσαλημ καὶ κάθου ἐκει̃ καὶ οὐκ ἐξελεύση̨ ἐκει̃θεν οὐδαμου̃ 2:37 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ τη̃ς ἐξόδου σου καὶ διαβήση̨ τὸν χειμάρρουν Κεδρων γινώσκων γνώση̨ ὅτι θανάτω̨ ἀποθανη̨̃ τὸ αἱ̃μά σου ἔσται ἐπὶ τὴν κεφαλήν σου καὶ ὥρκισεν αὐτὸν ὁ βασιλεὺς ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ 2:38 καὶ εἰ̃πεν Σεμεϊ πρὸς τὸν βασιλέα ἀγαθὸν τὸ ῥη̃μα ὃ ἐλάλησας κύριέ μου βασιλευ̃ οὕτω ποιήσει ὁ δου̃λός σου καὶ ἐκάθισεν Σεμεϊ ἐν Ιερουσαλημ τρία ἔτη 2:39 καὶ ἐγενήθη μετὰ τρία ἔτη καὶ ἀπέδρασαν δύο δου̃λοι του̃ Σεμεϊ πρὸς Αγχους υἱὸν Μααχα βασιλέα Γεθ καὶ ἀπηγγέλη τω̨̃ Σεμεϊ λέγοντες ἰδοὺ οἱ δου̃λοί σου ἐν Γεθ 2:40 καὶ ἀνέστη Σεμεϊ καὶ ἐπέσαξε τὴν ὄνον αὐτου̃ καὶ ἐπορεύθη εἰς Γεθ πρὸς Αγχους του̃ ἐκζητη̃σαι τοὺς δούλους αὐτου̃ καὶ ἐπορεύθη Σεμεϊ καὶ ἤγαγεν τοὺς δούλους αὐτου̃ ἐκ Γεθ 2:41 καὶ ἀπηγγέλη τω̨̃ Σαλωμων λέγοντες ὅτι ἐπορεύθη Σεμεϊ ἐξ Ιερουσαλημ εἰς Γεθ καὶ ἀπέστρεψεν τοὺς δούλους αὐτου̃ 2:42 καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ ἐκάλεσεν τὸν Σεμεϊ καὶ εἰ̃πεν πρὸς αὐτόν οὐχὶ ὥρκισά σε κατὰ του̃ κυρίου καὶ ἐπεμαρτυράμην σοι λέγων ἐν ἡ̨̃ ἂν ἡμέρα̨ ἐξέλθη̨ς ἐξ Ιερουσαλημ καὶ πορευθη̨̃ς εἰς δεξιὰ ἢ εἰς ἀριστερά γινώσκων γνώση̨ ὅτι θανάτω̨ ἀποθανη̨̃ 2:43 καὶ τί ὅτι οὐκ ἐφύλαξας τὸν ὅρκον κυρίου καὶ τὴν ἐντολήν ἣν ἐνετειλάμην κατὰ σου̃ 2:44 καὶ εἰ̃πεν ὁ βασιλεὺς πρὸς Σεμεϊ σὺ οἰ̃δας πα̃σαν τὴν κακίαν σου ἣν ἔγνω ἡ καρδία σου ἃ ἐποίησας τω̨̃ Δαυιδ τω̨̃ πατρί μου καὶ ἀνταπέδωκεν κύριος τὴν κακίαν σου εἰς κεφαλήν σου 2:45 καὶ ὁ βασιλεὺς Σαλωμων ηὐλογημένος καὶ ὁ θρόνος Δαυιδ ἔσται ἕτοιμος ἐνώπιον κυρίου εἰς τὸν αἰω̃να 2:46 καὶ ἐνετείλατο ὁ βασιλεὺς Σαλωμων τω̨̃ Βαναια υἱω̨̃ Ιωδαε καὶ ἐξη̃λθεν καὶ ἀνει̃λεν αὐτόν καὶ ἀπέθανεν 2:46a καὶ ἠ̃ν ὁ βασιλεὺς Σαλωμων φρόνιμος σφόδρα καὶ σοφός καὶ Ιουδα καὶ Ισραηλ πολλοὶ σφόδρα ὡς ἡ ἄμμος ἡ ἐπὶ τη̃ς θαλάσσης εἰς πλη̃θος ἐσθίοντες καὶ πίνοντες καὶ χαίροντες 2:46b καὶ Σαλωμων ἠ̃ν ἄρχων ἐν πάσαις ται̃ς βασιλείαις καὶ ἠ̃σαν προσφέροντες δω̃ρα καὶ ἐδούλευον τω̨̃ Σαλωμων πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς αὐτου̃ 2:46c καὶ Σαλωμων ἤρξατο διανοίγειν τὰ δυναστεύματα του̃ Λιβάνου 2:46d καὶ αὐτὸς ὠ̨κοδόμησεν τὴν Θερμαι ἐν τη̨̃ ἐρήμω̨ 2:46e καὶ του̃το τὸ ἄριστον τω̨̃ Σαλωμων τριάκοντα κόροι σεμιδάλεως καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου δέκα μόσχοι ἐκλεκτοὶ καὶ εἴκοσι βόες νομάδες καὶ ἑκατὸν πρόβατα ἐκτὸς ἐλάφων καὶ δορκάδων καὶ ὀρνίθων ἐκλεκτω̃ν νομάδων 2:46f ὅτι ἠ̃ν ἄρχων ἐν παντὶ πέραν του̃ ποταμου̃ ἀπὸ Ραφι ἕως Γάζης ἐν πα̃σιν τοι̃ς βασιλευ̃σιν πέραν του̃ ποταμου̃ 2:46g καὶ ἠ̃ν αὐτω̨̃ εἰρήνη ἐκ πάντων τω̃ν μερω̃ν αὐτου̃ κυκλόθεν καὶ κατώ̨κει Ιουδα καὶ Ισραηλ πεποιθότες ἕκαστος ὑπὸ τὴν ἄμπελον αὐτου̃ καὶ ὑπὸ τὴν συκη̃ν αὐτου̃ ἐσθίοντες καὶ πίνοντες ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε πάσας τὰς ἡμέρας Σαλωμων 2:46h καὶ οὑ̃τοι οἱ ἄρχοντες του̃ Σαλωμων Αζαριον υἱὸς Σαδωκ του̃ ἱερέως καὶ Ορνιου υἱὸς Ναθαν ἄρχων τω̃ν ἐφεστηκότων καὶ Εδραμ ἐπὶ τὸν οἰ̃κον αὐτου̃ καὶ Σουβα γραμματεὺς καὶ Βασα υἱὸς Αχιθαλαμ ἀναμιμνή̨σκων καὶ Αβι υἱὸς Ιωαβ ἀρχιστράτηγος καὶ Αχιρε υἱὸς Εδραϊ ἐπὶ τὰς ἄρσεις καὶ Βαναια υἱὸς Ιωδαε ἐπὶ τη̃ς αὐλαρχίας καὶ ἐπὶ του̃ πλινθείου καὶ Ζαχουρ υἱὸς Ναθαν ὁ σύμβουλος 2:46i καὶ ἠ̃σαν τω̨̃ Σαλωμων τεσσαράκοντα χιλιάδες τοκάδες ἵπποι εἰς ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων 2:46k καὶ ἠ̃ν ἄρχων ἐν πα̃σιν τοι̃ς βασιλευ̃σιν ἀπὸ του̃ ποταμου̃ καὶ ἕως γη̃ς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου 2:46l Σαλωμων υἱὸς Δαυιδ ἐβασίλευσεν ἐπὶ Ισραηλ καὶ Ιουδα ἐν Ιερουσαλημ 3:2 πλὴν ὁ λαὸς ἠ̃σαν θυμιω̃ντες ἐπὶ τοι̃ς ὑψηλοι̃ς ὅτι οὐκ ὠ̨κοδομήθη οἰ̃κος τω̨̃ ὀνόματι κυρίου ἕως νυ̃ν 3:3 καὶ ἠγάπησεν Σαλωμων τὸν κύριον πορεύεσθαι ἐν τοι̃ς προστάγμασιν Δαυιδ του̃ πατρὸς αὐτου̃ πλὴν ἐν τοι̃ς ὑψηλοι̃ς ἔθυεν καὶ ἐθυμία 3:4 καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Γαβαων θυ̃σαι ἐκει̃ ὅτι αὐτὴ ὑψηλοτάτη καὶ μεγάλη χιλίαν ὁλοκαύτωσιν ἀνήνεγκεν Σαλωμων ἐπὶ τὸ θυσιαστήριον ἐν Γαβαων 3:5 καὶ ὤφθη κύριος τω̨̃ Σαλωμων ἐν ὕπνω̨ τὴν νύκτα καὶ εἰ̃πεν κύριος πρὸς Σαλωμων αἴτησαί τι αἴτημα σαυτω̨̃ 3:6 καὶ εἰ̃πεν Σαλωμων σὺ ἐποίησας μετὰ του̃ δούλου σου Δαυιδ του̃ πατρός μου ἔλεος μέγα καθὼς διη̃λθεν ἐνώπιόν σου ἐν ἀληθεία̨ καὶ ἐν δικαιοσύνη̨ καὶ ἐν εὐθύτητι καρδίας μετὰ σου̃ καὶ ἐφύλαξας αὐτω̨̃ τὸ ἔλεος τὸ μέγα του̃το δου̃ναι τὸν υἱὸν αὐτου̃ ἐπὶ του̃ θρόνου αὐτου̃ ὡς ἡ ἡμέρα αὕτη 3:7 καὶ νυ̃ν κύριε ὁ θεός μου σὺ ἔδωκας τὸν δου̃λόν σου ἀντὶ Δαυιδ του̃ πατρός μου καὶ ἐγώ εἰμι παιδάριον μικρὸν καὶ οὐκ οἰ̃δα τὴν ἔξοδόν μου καὶ τὴν εἴσοδόν μου 3:8 ὁ δὲ δου̃λός σου ἐν μέσω̨ του̃ λαου̃ σου ὃν ἐξελέξω λαὸν πολύν ὃς οὐκ ἀριθμηθήσεται 3:9 καὶ δώσεις τω̨̃ δούλω̨ σου καρδίαν ἀκούειν καὶ διακρίνειν τὸν λαόν σου ἐν δικαιοσύνη̨ του̃ συνίειν ἀνὰ μέσον ἀγαθου̃ καὶ κακου̃ ὅτι τίς δυνήσεται κρίνειν τὸν λαόν σου τὸν βαρὺν του̃τον 3:10 καὶ ἤρεσεν ἐνώπιον κυρίου ὅτι ἠ̨τήσατο Σαλωμων τὸ ῥη̃μα του̃το 3:11 καὶ εἰ̃πεν κύριος πρὸς αὐτόν ἀνθ' ὡ̃ν ἠ̨τήσω παρ' ἐμου̃ τὸ ῥη̃μα του̃το καὶ οὐκ ἠ̨τήσω σαυτω̨̃ ἡμέρας πολλὰς καὶ οὐκ ἠ̨τήσω πλου̃τον οὐδὲ ἠ̨τήσω ψυχὰς ἐχθρω̃ν σου ἀλλ' ἠ̨τήσω σαυτω̨̃ σύνεσιν του̃ εἰσακούειν κρίμα 3:12 ἰδοὺ πεποίηκα κατὰ τὸ ῥη̃μά σου ἰδοὺ δέδωκά σοι καρδίαν φρονίμην καὶ σοφήν ὡς σὺ οὐ γέγονεν ἔμπροσθέν σου καὶ μετὰ σὲ οὐκ ἀναστήσεται ὅμοιός σοι 3:13 καὶ ἃ οὐκ ἠ̨τήσω δέδωκά σοι καὶ πλου̃τον καὶ δόξαν ὡς οὐ γέγονεν ἀνὴρ ὅμοιός σοι ἐν βασιλευ̃σιν 3:14 καὶ ἐὰν πορευθη̨̃ς ἐν τη̨̃ ὁδω̨̃ μου φυλάσσειν τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου ὡς ἐπορεύθη Δαυιδ ὁ πατήρ σου καὶ πληθυνω̃ τὰς ἡμέρας σου 3:15 καὶ ἐξυπνίσθη Σαλωμων καὶ ἰδοὺ ἐνύπνιον καὶ ἀνέστη καὶ παραγίνεται εἰς Ιερουσαλημ καὶ ἔστη κατὰ πρόσωπον του̃ θυσιαστηρίου του̃ κατὰ πρόσωπον κιβωτου̃ διαθήκης κυρίου ἐν Σιων καὶ ἀνήγαγεν ὁλοκαυτώσεις καὶ ἐποίησεν εἰρηνικὰς καὶ ἐποίησεν πότον μέγαν ἑαυτω̨̃ καὶ πα̃σιν τοι̃ς παισὶν αὐτου̃ 3:16 τότε ὤφθησαν δύο γυναι̃κες πόρναι τω̨̃ βασιλει̃ καὶ ἔστησαν ἐνώπιον αὐτου̃ 3:17 καὶ εἰ̃πεν ἡ γυνὴ ἡ μία ἐν ἐμοί κύριε ἐγὼ καὶ ἡ γυνὴ αὕτη οἰκου̃μεν ἐν οἴκω̨ ἑνὶ καὶ ἐτέκομεν ἐν τω̨̃ οἴκω̨ 3:18 καὶ ἐγενήθη ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ τεκούσης μου καὶ ἔτεκεν καὶ ἡ γυνὴ αὕτη καὶ ἡμει̃ς κατὰ τὸ αὐτό καὶ οὐκ ἔστιν οὐθεὶς μεθ' ἡμω̃ν πάρεξ ἀμφοτέρων ἡμω̃ν ἐν τω̨̃ οἴκω̨ 3:19 καὶ ἀπέθανεν ὁ υἱὸς τη̃ς γυναικὸς ταύτης τὴν νύκτα ὡς ἐπεκοιμήθη ἐπ' αὐτόν 3:20 καὶ ἀνέστη μέσης τη̃ς νυκτὸς καὶ ἔλαβεν τὸν υἱόν μου ἐκ τω̃ν ἀγκαλω̃ν μου καὶ ἐκοίμισεν αὐτὸν ἐν τω̨̃ κόλπω̨ αὐτη̃ς καὶ τὸν υἱὸν αὐτη̃ς τὸν τεθνηκότα ἐκοίμισεν ἐν τω̨̃ κόλπω̨ μου 3:21 καὶ ἀνέστην τὸ πρωὶ θηλάσαι τὸν υἱόν μου καὶ ἐκει̃νος ἠ̃ν τεθνηκώς καὶ ἰδοὺ κατενόησα αὐτὸν πρωί καὶ ἰδοὺ οὐκ ἠ̃ν ὁ υἱός μου ὃν ἔτεκον 3:22 καὶ εἰ̃πεν ἡ γυνὴ ἡ ἑτέρα οὐχί ἀλλὰ ὁ υἱός μου ὁ ζω̃ν ὁ δὲ υἱός σου ὁ τεθνηκώς καὶ ἐλάλησαν ἐνώπιον του̃ βασιλέως 3:23 καὶ εἰ̃πεν ὁ βασιλεὺς αὐται̃ς σὺ λέγεις οὑ̃τος ὁ υἱός μου ὁ ζω̃ν καὶ ὁ υἱὸς ταύτης ὁ τεθνηκώς καὶ σὺ λέγεις οὐχί ἀλλὰ ὁ υἱός μου ὁ ζω̃ν καὶ ὁ υἱός σου ὁ τεθνηκώς 3:24 καὶ εἰ̃πεν ὁ βασιλεύς λάβετέ μοι μάχαιραν καὶ προσήνεγκαν τὴν μάχαιραν ἐνώπιον του̃ βασιλέως 3:25 καὶ εἰ̃πεν ὁ βασιλεύς διέλετε τὸ παιδίον τὸ θηλάζον τὸ ζω̃ν εἰς δύο καὶ δότε τὸ ἥμισυ αὐτου̃ ταύτη̨ καὶ τὸ ἥμισυ αὐτου̃ ταύτη̨ 3:26 καὶ ἀπεκρίθη ἡ γυνή ἡ̃ς ἠ̃ν ὁ υἱὸς ὁ ζω̃ν καὶ εἰ̃πεν πρὸς τὸν βασιλέα ὅτι ἐταράχθη ἡ μήτρα αὐτη̃ς ἐπὶ τω̨̃ υἱω̨̃ αὐτη̃ς καὶ εἰ̃πεν ἐν ἐμοί κύριε δότε αὐτη̨̃ τὸ παιδίον καὶ θανάτω̨ μὴ θανατώσητε αὐτόν καὶ αὕτη εἰ̃πεν μήτε ἐμοὶ μήτε αὐτη̨̃ ἔστω διέλετε 3:27 καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἰ̃πεν δότε τὸ παιδίον τη̨̃ εἰπούση̨ δότε αὐτη̨̃ αὐτὸ καὶ θανάτω̨ μὴ θανατώσητε αὐτόν αὐτὴ ἡ μήτηρ αὐτου̃ 3:28 καὶ ἤκουσαν πα̃ς Ισραηλ τὸ κρίμα του̃το ὃ ἔκρινεν ὁ βασιλεύς καὶ ἐφοβήθησαν ἀπὸ προσώπου του̃ βασιλέως ὅτι εἰ̃δον ὅτι φρόνησις θεου̃ ἐν αὐτω̨̃ του̃ ποιει̃ν δικαίωμα 4:1 καὶ ἠ̃ν ὁ βασιλεὺς Σαλωμων βασιλεύων ἐπὶ Ισραηλ 4:2 καὶ οὑ̃τοι οἱ ἄρχοντες οἳ ἠ̃σαν αὐτου̃ Αζαριου υἱὸς Σαδωκ 4:3 καὶ Ελιαρεφ καὶ Αχια υἱὸς Σαβα γραμματει̃ς καὶ Ιωσαφατ υἱὸς Αχιλιδ ὑπομιμνή̨σκων 4:4 καὶ Σαδουχ καὶ Αβιαθαρ ἱερει̃ς 4:5 καὶ Ορνια υἱὸς Ναθαν ἐπὶ τω̃ν καθεσταμένων καὶ Ζαβουθ υἱὸς Ναθαν ἑται̃ρος του̃ βασιλέως 4:6 καὶ Αχιηλ οἰκονόμος καὶ Ελιαβ υἱὸς Σαφ ἐπὶ τη̃ς πατρια̃ς καὶ Αδωνιραμ υἱὸς Εφρα ἐπὶ τω̃ν φόρων 4:7 καὶ τω̨̃ Σαλωμων δώδεκα καθεσταμένοι ἐπὶ πάντα Ισραηλ χορηγει̃ν τω̨̃ βασιλει̃ καὶ τω̨̃ οἴκω̨ αὐτου̃ μη̃να ἐν τω̨̃ ἐνιαυτω̨̃ ἐγίνετο ἐπὶ τὸν ἕνα χορηγει̃ν 4:8 καὶ ταυ̃τα τὰ ὀνόματα αὐτω̃ν Βενωρ ἐν ὄρει Εφραιμ εἱ̃ς 4:9 υἱὸς Ρηχαβ ἐν Μαχεμας καὶ Βηθαλαμιν καὶ Βαιθσαμυς καὶ Αιλων ἕως Βαιθαναν εἱ̃ς 4:10 υἱὸς Εσωθ Βηρβηθνεμα Λουσαμηνχα καὶ Ρησφαρα 4:11 Χιναναδαβ καὶ Αναφαθι ἀνὴρ Ταβληθ θυγάτηρ Σαλωμων ἠ̃ν αὐτω̨̃ εἰς γυναι̃κα εἱ̃ς 4:12 Βακχα υἱὸς Αχιλιδ Θααναχ καὶ Μεκεδω καὶ πα̃ς ὁ οἰ̃κος Σαν ὁ παρὰ Σεσαθαν ὑποκάτω του̃ Εσραε καὶ ἐκ Βαισαφουδ Εβελμαωλα ἕως Μαεβερ Λουκαμ εἱ̃ς 4:13 υἱὸς Γαβερ ἐν Ρεμαθ Γαλααδ τούτω̨ σχοίνισμα Ερεγαβα ἣ ἐν τη̨̃ Βασαν ἑξήκοντα πόλεις μεγάλαι τειχήρεις καὶ μοχλοὶ χαλκοι̃ εἱ̃ς 4:14 Αχιναδαβ υἱὸς Αχελ Μααναιν εἱ̃ς 4:15 Αχιμαας ἐν Νεφθαλι καὶ οὑ̃τος ἔλαβεν τὴν Βασεμμαθ θυγατέρα Σαλωμων εἰς γυναι̃κα εἱ̃ς 4:16 Βαανα υἱὸς Χουσι ἐν τη̨̃ Μααλαθ εἱ̃ς 4:17 Σαμαα υἱὸς Ηλα ἐν τω̨̃ Βενιαμιν 4:18 Γαβερ υἱὸς Αδαι ἐν τη̨̃ γη̨̃ Γαδ γη̨̃ Σηων βασιλέως του̃ Εσεβων καὶ Ωγ βασιλέως του̃ Βασαν καὶ νασιφ εἱ̃ς ἐν γη̨̃ Ιουδα 4:19 Ιωσαφατ υἱὸς Φουασουδ ἐν Ισσαχαρ 5:1 καὶ ἐχορήγουν οἱ καθεσταμένοι οὕτως τω̨̃ βασιλει̃ Σαλωμων καὶ πάντα τὰ διαγγέλματα ἐπὶ τὴν τράπεζαν του̃ βασιλέως ἕκαστος μη̃να αὐτου̃ οὐ παραλλάσσουσιν λόγον καὶ τὰς κριθὰς καὶ τὸ ἄχυρον τοι̃ς ἵπποις καὶ τοι̃ς ἅρμασιν ἠ̨̃ρον εἰς τὸν τόπον οὑ̃ ἂν ἠ̨̃ ὁ βασιλεύς ἕκαστος κατὰ τὴν σύνταξιν αὐτου̃ 5:2 καὶ ταυ̃τα τὰ δέοντα τω̨̃ Σαλωμων ἐν ἡμέρα̨ μια̨̃ τριάκοντα κόροι σεμιδάλεως καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου 5:3 καὶ δέκα μόσχοι ἐκλεκτοὶ καὶ εἴκοσι βόες νομάδες καὶ ἑκατὸν πρόβατα ἐκτὸς ἐλάφων καὶ δορκάδων καὶ ὀρνίθων ἐκλεκτω̃ν σιτευτά 5:4 ὅτι ἠ̃ν ἄρχων πέραν του̃ ποταμου̃ καὶ ἠ̃ν αὐτω̨̃ εἰρήνη ἐκ πάντων τω̃ν μερω̃ν κυκλόθεν 5:9 καὶ ἔδωκεν κύριος φρόνησιν τω̨̃ Σαλωμων καὶ σοφίαν πολλὴν σφόδρα καὶ χύμα καρδίας ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν 5:10 καὶ ἐπληθύνθη Σαλωμων σφόδρα ὑπὲρ τὴν φρόνησιν πάντων ἀρχαίων ἀνθρώπων καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου 5:11 καὶ ἐσοφίσατο ὑπὲρ πάντας τοὺς ἀνθρώπους καὶ ἐσοφίσατο ὑπὲρ Γαιθαν τὸν Εζραΐτην καὶ τὸν Αιμαν καὶ τὸν Χαλκαλ καὶ Δαρδα υἱοὺς Μαλ 5:12 καὶ ἐλάλησεν Σαλωμων τρισχιλίας παραβολάς καὶ ἠ̃σαν ὠ̨δαὶ αὐτου̃ πεντακισχίλιαι 5:13 καὶ ἐλάλησεν περὶ τω̃ν ξύλων ἀπὸ τη̃ς κέδρου τη̃ς ἐν τω̨̃ Λιβάνω̨ καὶ ἕως τη̃ς ὑσσώπου τη̃ς ἐκπορευομένης διὰ του̃ τοίχου καὶ ἐλάλησεν περὶ τω̃ν κτηνω̃ν καὶ περὶ τω̃ν πετεινω̃ν καὶ περὶ τω̃ν ἑρπετω̃ν καὶ περὶ τω̃ν ἰχθύων 5:14 καὶ παρεγίνοντο πάντες οἱ λαοὶ ἀκου̃σαι τη̃ς σοφίας Σαλωμων καὶ ἐλάμβανεν δω̃ρα παρὰ πάντων τω̃ν βασιλέων τη̃ς γη̃ς ὅσοι ἤκουον τη̃ς σοφίας αὐτου̃ 5:14a καὶ ἔλαβεν Σαλωμων τὴν θυγατέρα Φαραω ἑαυτω̨̃ εἰς γυναι̃κα καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν πόλιν Δαυιδ ἕως συντελέσαι αὐτὸν τὸν οἰ̃κον κυρίου καὶ τὸν οἰ̃κον ἑαυτου̃ καὶ τὸ τει̃χος Ιερουσαλημ 5:14b τότε ἀνέβη Φαραω βασιλεὺς Αἰγύπτου καὶ προκατελάβετο τὴν Γαζερ καὶ ἐνεπύρισεν αὐτὴν καὶ τὸν Χανανίτην τὸν κατοικου̃ντα ἐν Μεργαβ καὶ ἔδωκεν αὐτὰς Φαραω ἀποστολὰς θυγατρὶ αὐτου̃ γυναικὶ Σαλωμων καὶ Σαλωμων ὠ̨κοδόμησεν τὴν Γαζερ 5:15 καὶ ἀπέστειλεν Χιραμ βασιλεὺς Τύρου τοὺς παι̃δας αὐτου̃ χρι̃σαι τὸν Σαλωμων ἀντὶ Δαυιδ του̃ πατρὸς αὐτου̃ ὅτι ἀγαπω̃ν ἠ̃ν Χιραμ τὸν Δαυιδ πάσας τὰς ἡμέρας 5:16 καὶ ἀπέστειλεν Σαλωμων πρὸς Χιραμ λέγων 5:17 σὺ οἰ̃δας Δαυιδ τὸν πατέρα μου ὅτι οὐκ ἐδύνατο οἰκοδομη̃σαι οἰ̃κον τω̨̃ ὀνόματι κυρίου θεου̃ μου ἀπὸ προσώπου τω̃ν πολέμων τω̃ν κυκλωσάντων αὐτὸν ἕως του̃ δου̃ναι κύριον αὐτοὺς ὑπὸ τὰ ἴχνη τω̃ν ποδω̃ν αὐτου̃ 5:18 καὶ νυ̃ν ἀνέπαυσε κύριος ὁ θεός μου ἐμοὶ κυκλόθεν οὐκ ἔστιν ἐπίβουλος καὶ οὐκ ἔστιν ἀπάντημα πονηρόν 5:19 καὶ ἰδοὺ ἐγὼ λέγω οἰκοδομη̃σαι οἰ̃κον τω̨̃ ὀνόματι κυρίου θεου̃ μου καθὼς ἐλάλησεν κύριος ὁ θεὸς πρὸς Δαυιδ τὸν πατέρα μου λέγων ὁ υἱός σου ὃν δώσω ἀντὶ σου̃ ἐπὶ τὸν θρόνον σου οὑ̃τος οἰκοδομήσει τὸν οἰ̃κον τω̨̃ ὀνόματί μου 5:20 καὶ νυ̃ν ἔντειλαι καὶ κοψάτωσάν μοι ξύλα ἐκ του̃ Λιβάνου καὶ ἰδοὺ οἱ δου̃λοί μου μετὰ τω̃ν δούλων σου καὶ τὸν μισθὸν δουλείας σου δώσω σοι κατὰ πάντα ὅσα ἐὰν εἴπη̨ς ὅτι σὺ οἰ̃δας ὅτι οὐκ ἔστιν ἡμι̃ν εἰδὼς ξύλα κόπτειν καθὼς οἱ Σιδώνιοι 5:21 καὶ ἐγενήθη καθὼς ἤκουσεν Χιραμ τω̃ν λόγων Σαλωμων ἐχάρη σφόδρα καὶ εἰ̃πεν εὐλογητὸς ὁ θεὸς σήμερον ὃς ἔδωκεν τω̨̃ Δαυιδ υἱὸν φρόνιμον ἐπὶ τὸν λαὸν τὸν πολὺν του̃τον 5:22 καὶ ἀπέστειλεν πρὸς Σαλωμων λέγων ἀκήκοα περὶ πάντων ὡ̃ν ἀπέσταλκας πρός με ἐγὼ ποιήσω πα̃ν θέλημά σου ξύλα κέδρινα καὶ πεύκινα 5:23 οἱ δου̃λοί μου κατάξουσιν αὐτὰ ἐκ του̃ Λιβάνου εἰς τὴν θάλασσαν ἐγὼ θήσομαι αὐτὰ σχεδίας ἕως του̃ τόπου οὑ̃ ἐὰν ἀποστείλη̨ς πρός με καὶ ἐκτινάξω αὐτὰ ἐκει̃ καὶ σὺ ἀρει̃ς καὶ ποιήσεις τὸ θέλημά μου του̃ δου̃ναι ἄρτους τω̨̃ οἴκω̨ μου 5:24 καὶ ἠ̃ν Χιραμ διδοὺς τω̨̃ Σαλωμων κέδρους καὶ πα̃ν θέλημα αὐτου̃ 5:25 καὶ Σαλωμων ἔδωκεν τω̨̃ Χιραμ εἴκοσι χιλιάδας κόρους πυρου̃ καὶ μαχιρ τω̨̃ οἴκω̨ αὐτου̃ καὶ εἴκοσι χιλιάδας βεθ ἐλαίου κεκομμένου κατὰ του̃το ἐδίδου Σαλωμων τω̨̃ Χιραμ κατ' ἐνιαυτόν 5:26 καὶ κύριος ἔδωκεν σοφίαν τω̨̃ Σαλωμων καθὼς ἐλάλησεν αὐτω̨̃ καὶ ἠ̃ν εἰρήνη ἀνὰ μέσον Χιραμ καὶ ἀνὰ μέσον Σαλωμων καὶ διέθεντο διαθήκην ἀνὰ μέσον ἑαυτω̃ν 5:27 καὶ ἀνήνεγκεν ὁ βασιλεὺς φόρον ἐκ παντὸς Ισραηλ καὶ ἠ̃ν ὁ φόρος τριάκοντα χιλιάδες ἀνδρω̃ν 5:28 καὶ ἀπέστειλεν αὐτοὺς εἰς τὸν Λίβανον δέκα χιλιάδες ἐν τω̨̃ μηνί ἀλλασσόμενοι μη̃να ἠ̃σαν ἐν τω̨̃ Λιβάνω̨ καὶ δύο μη̃νας ἐν οἴκω̨ αὐτω̃ν καὶ Αδωνιραμ ἐπὶ του̃ φόρου 5:29 καὶ ἠ̃ν τω̨̃ Σαλωμων ἑβδομήκοντα χιλιάδες αἴροντες ἄρσιν καὶ ὀγδοήκοντα χιλιάδες λατόμων ἐν τω̨̃ ὄρει 5:30 χωρὶς ἀρχόντων τω̃ν καθεσταμένων ἐπὶ τω̃ν ἔργων τω̃ν Σαλωμων τρει̃ς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται οἱ ποιου̃ντες τὰ ἔργα 5:32 καὶ ἡτοίμασαν τοὺς λίθους καὶ τὰ ξύλα τρία ἔτη 6:1 καὶ ἐγενήθη ἐν τω̨̃ τεσσαρακοστω̨̃ καὶ τετρακοσιοστω̨̃ ἔτει τη̃ς ἐξόδου υἱω̃ν Ισραηλ ἐξ Αἰγύπτου τω̨̃ ἔτει τω̨̃ τετάρτω̨ ἐν μηνὶ τω̨̃ δευτέρω̨ βασιλεύοντος του̃ βασιλέως Σαλωμων ἐπὶ Ισραηλ 6:1a καὶ ἐνετείλατο ὁ βασιλεὺς καὶ αἴρουσιν λίθους μεγάλους τιμίους εἰς τὸν θεμέλιον του̃ οἴκου καὶ λίθους ἀπελεκήτους 6:1b καὶ ἐπελέκησαν οἱ υἱοὶ Σαλωμων καὶ οἱ υἱοὶ Χιραμ καὶ ἔβαλαν αὐτούς 6:1c ἐν τω̨̃ ἔτει τω̨̃ τετάρτω̨ ἐθεμελίωσεν τὸν οἰ̃κον κυρίου ἐν μηνὶ Νισω τω̨̃ δευτέρω̨ μηνί 6:1d ἐν ἑνδεκάτω̨ ἐνιαυτω̨̃ ἐν μηνὶ Βααλ οὑ̃τος ὁ μὴν ὁ ὄγδοος συνετελέσθη ὁ οἰ̃κος εἰς πάντα λόγον αὐτου̃ καὶ εἰς πα̃σαν διάταξιν αὐτου̃ 6:2 καὶ ὁ οἰ̃κος ὃν ὠ̨κοδόμησεν ὁ βασιλεὺς Σαλωμων τω̨̃ κυρίω̨ τεσσαράκοντα πήχεων μη̃κος αὐτου̃ καὶ εἴκοσι ἐν πήχει πλάτος αὐτου̃ καὶ πέντε καὶ εἴκοσι ἐν πήχει τὸ ὕψος αὐτου̃ 6:3 καὶ τὸ αιλαμ κατὰ πρόσωπον του̃ ναου̃ εἴκοσι ἐν πήχει μη̃κος αὐτου̃ εἰς τὸ πλάτος του̃ οἴκου καὶ δέκα ἐν πήχει τὸ πλάτος αὐτου̃ κατὰ πρόσωπον του̃ οἴκου καὶ ὠ̨κοδόμησεν τὸν οἰ̃κον καὶ συνετέλεσεν αὐτόν 6:4 καὶ ἐποίησεν τω̨̃ οἴκω̨ θυρίδας παρακυπτομένας κρυπτάς 6:5 καὶ ἔδωκεν ἐπὶ τὸν τοι̃χον του̃ οἴκου μέλαθρα κυκλόθεν τω̨̃ ναω̨̃ καὶ τω̨̃ δαβιρ καὶ ἐποίησεν πλευρὰς κυκλόθεν 6:6 ἡ πλευρὰ ἡ ὑποκάτω πέντε πήχεων τὸ πλάτος αὐτη̃ς καὶ τὸ μέσον ἕξ καὶ ἡ τρίτη ἑπτὰ ἐν πήχει τὸ πλάτος αὐτη̃ς ὅτι διάστημα ἔδωκεν τω̨̃ οἴκω̨ κυκλόθεν ἔξωθεν του̃ οἴκου ὅπως μὴ ἐπιλαμβάνωνται τω̃ν τοίχων του̃ οἴκου 6:7 καὶ ὁ οἰ̃κος ἐν τω̨̃ οἰκοδομει̃σθαι αὐτὸν λίθοις ἀκροτόμοις ἀργοι̃ς ὠ̨κοδομήθη καὶ σφυ̃ρα καὶ πέλεκυς καὶ πα̃ν σκευ̃ος σιδηρου̃ν οὐκ ἠκούσθη ἐν τω̨̃ οἴκω̨ ἐν τω̨̃ οἰκοδομει̃σθαι αὐτόν 6:8 καὶ ὁ πυλὼν τη̃ς πλευρα̃ς τη̃ς ὑποκάτωθεν ὑπὸ τὴν ὠμίαν του̃ οἴκου τὴν δεξιάν καὶ ἑλικτὴ ἀνάβασις εἰς τὸ μέσον καὶ ἐκ τη̃ς μέσης ἐπὶ τὰ τριώροφα 6:9 καὶ ὠ̨κοδόμησεν τὸν οἰ̃κον καὶ συνετέλεσεν αὐτόν καὶ ἐκοιλοστάθμησεν τὸν οἰ̃κον κέδροις 6:10 καὶ ὠ̨κοδόμησεν τοὺς ἐνδέσμους δι' ὅλου του̃ οἴκου πέντε ἐν πήχει τὸ ὕψος αὐτου̃ καὶ συνέσχεν τὸν ἔνδεσμον ἐν ξύλοις κεδρίνοις 6:15 καὶ ὠ̨κοδόμησεν τοὺς τοίχους του̃ οἴκου διὰ ξύλων κεδρίνων ἀπὸ του̃ ἐδάφους του̃ οἴκου καὶ ἕως τω̃ν δοκω̃ν καὶ ἕως τω̃ν τοίχων ἐκοιλοστάθμησεν συνεχόμενα ξύλοις ἔσωθεν καὶ περιέσχεν τὸ ἔσω του̃ οἴκου ἐν πλευραι̃ς πευκίναις 6:16 καὶ ὠ̨κοδόμησεν τοὺς εἴκοσι πήχεις ἀπ' ἄκρου του̃ οἴκου τὸ πλευρὸν τὸ ἓν ἀπὸ του̃ ἐδάφους ἕως τω̃ν δοκω̃ν καὶ ἐποίησεν ἐκ του̃ δαβιρ εἰς τὸ ἅγιον τω̃ν ἁγίων 6:17 καὶ τεσσαράκοντα πηχω̃ν ἠ̃ν ὁ ναὸς κατὰ πρόσωπον 6:19 του̃ δαβιρ ἐν μέσω̨ του̃ οἴκου ἔσωθεν δου̃ναι ἐκει̃ τὴν κιβωτὸν διαθήκης κυρίου 6:20 εἴκοσι πήχεις μη̃κος καὶ εἴκοσι πήχεις πλάτος καὶ εἴκοσι πήχεις τὸ ὕψος αὐτου̃ καὶ περιέσχεν αὐτὸν χρυσίω̨ συγκεκλεισμένω̨ καὶ ἐποίησεν θυσιαστήριον 6:21 κατὰ πρόσωπον του̃ δαβιρ καὶ περιέσχεν αὐτὸ χρυσίω̨ 6:22 καὶ ὅλον τὸν οἰ̃κον περιέσχεν χρυσίω̨ ἕως συντελείας παντὸς του̃ οἴκου 6:23 καὶ ἐποίησεν ἐν τω̨̃ δαβιρ δύο χερουβιν δέκα πήχεων μέγεθος ἐσταθμωμένον 6:24 καὶ πέντε πήχεων πτερύγιον του̃ χερουβ του̃ ἑνός καὶ πέντε πήχεων πτερύγιον αὐτου̃ τὸ δεύτερον ἐν πήχει δέκα ἀπὸ μέρους πτερυγίου αὐτου̃ εἰς μέρος πτερυγίου αὐτου̃ 6:25 οὕτως τω̨̃ χερουβ τω̨̃ δευτέρω̨ ἐν μέτρω̨ ἑνὶ συντέλεια μία ἀμφοτέροις 6:26 καὶ τὸ ὕψος του̃ χερουβ του̃ ἑνὸς δέκα ἐν πήχει καὶ οὕτως τὸ χερουβ τὸ δεύτερον 6:27 καὶ ἀμφότερα τὰ χερουβιν ἐν μέσω̨ του̃ οἴκου του̃ ἐσωτάτου καὶ διεπέτασεν τὰς πτέρυγας αὐτω̃ν καὶ ἥπτετο πτέρυξ μία του̃ τοίχου καὶ πτέρυξ ἥπτετο του̃ τοίχου του̃ δευτέρου καὶ αἱ πτέρυγες αὐτω̃ν αἱ ἐν μέσω̨ του̃ οἴκου ἥπτοντο πτέρυξ πτέρυγος 6:28 καὶ περιέσχεν τὰ χερουβιν χρυσίω̨ 6:29 καὶ πάντας τοὺς τοίχους του̃ οἴκου κύκλω̨ ἐγκολαπτὰ ἔγραψεν γραφίδι χερουβιν καὶ φοίνικες τω̨̃ ἐσωτέρω̨ καὶ τω̨̃ ἐξωτέρω̨ 6:30 καὶ τὸ ἔδαφος του̃ οἴκου περιέσχεν χρυσίω̨ του̃ ἐσωτάτου καὶ του̃ ἐξωτάτου 6:31 καὶ τω̨̃ θυρώματι του̃ δαβιρ ἐποίησεν θύρας ξύλων ἀρκευθίνων καὶ φλιὰς πενταπλα̃ς 6:32 καὶ δύο θύρας ξύλων πευκίνων καὶ ἐγκολαπτὰ ἐπ' αὐτω̃ν ἐγκεκολαμμένα χερουβιν καὶ φοίνικας καὶ πέταλα διαπεπετασμένα καὶ περιέσχεν χρυσίω̨ καὶ κατέβαινεν ἐπὶ τὰ χερουβιν καὶ ἐπὶ τοὺς φοίνικας τὸ χρυσίον 6:33 καὶ οὕτως ἐποίησεν τω̨̃ πυλω̃νι του̃ ναου̃ φλιαὶ ξύλων ἀρκευθίνων στοαὶ τετραπλω̃ς 6:34 καὶ ἐν ἀμφοτέραις ται̃ς θύραις ξύλα πεύκινα δύο πτυχαὶ ἡ θύρα ἡ μία καὶ στροφει̃ς αὐτω̃ν καὶ δύο πτυχαὶ ἡ θύρα ἡ δευτέρα στρεφόμενα 6:35 ἐγκεκολαμμένα χερουβιν καὶ φοίνικες καὶ διαπεπετασμένα πέταλα καὶ περιεχόμενα χρυσίω̨ καταγομένω̨ ἐπὶ τὴν ἐκτύπωσιν 6:36 καὶ ὠ̨κοδόμησεν τὴν αὐλὴν τὴν ἐσωτάτην τρει̃ς στίχους ἀπελεκήτων καὶ στίχος κατειργασμένης κέδρου κυκλόθεν 6:36a καὶ ὠ̨κοδόμησε καταπέτασμα τη̃ς αὐλη̃ς του̃ αιλαμ του̃ οἴκου του̃ κατὰ πρόσωπον του̃ ναου̃ 7:1 καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σαλωμων καὶ ἔλαβεν τὸν Χιραμ ἐκ Τύρου 7:2 υἱὸν γυναικὸς χήρας καὶ οὑ̃τος ἀπὸ τη̃ς φυλη̃ς Νεφθαλι καὶ ὁ πατὴρ αὐτου̃ ἀνὴρ Τύριος τέκτων χαλκου̃ καὶ πεπληρωμένος τη̃ς τέχνης καὶ συνέσεως καὶ ἐπιγνώσεως του̃ ποιει̃ν πα̃ν ἔργον ἐν χαλκω̨̃ καὶ εἰσήχθη πρὸς τὸν βασιλέα Σαλωμων καὶ ἐποίησεν πάντα τὰ ἔργα 7:3 καὶ ἐχώνευσεν τοὺς δύο στύλους τω̨̃ αιλαμ του̃ οἴκου ὀκτωκαίδεκα πήχεις ὕψος του̃ στύλου καὶ περίμετρον τέσσαρες καὶ δέκα πήχεις ἐκύκλου αὐτόν καὶ τὸ πάχος του̃ στύλου τεσσάρων δακτύλων τὰ κοιλώματα καὶ οὕτως ὁ στυ̃λος ὁ δεύτερος 7:4 καὶ δύο ἐπιθέματα ἐποίησεν δου̃ναι ἐπὶ τὰς κεφαλὰς τω̃ν στύλων χωνευτὰ χαλκα̃ πέντε πήχεις τὸ ὕψος του̃ ἐπιθέματος του̃ ἑνός καὶ πέντε πήχεις τὸ ὕψος του̃ ἐπιθέματος του̃ δευτέρου 7:5 καὶ ἐποίησεν δύο δίκτυα περικαλύψαι τὸ ἐπίθεμα τω̃ν στύλων καὶ δίκτυον τω̨̃ ἐπιθέματι τω̨̃ ἑνί καὶ δίκτυον τω̨̃ ἐπιθέματι τω̨̃ δευτέρω̨ 7:6 καὶ ἔργον κρεμαστόν δύο στίχοι ῥοω̃ν χαλκω̃ν δεδικτυωμένοι ἔργον κρεμαστόν στίχος ἐπὶ στίχον καὶ οὕτως ἐποίησεν τω̨̃ ἐπιθέματι τω̨̃ δευτέρω̨ 7:7 καὶ ἔστησεν τοὺς στύλους του̃ αιλαμ του̃ ναου̃ καὶ ἔστησεν τὸν στυ̃λον τὸν ἕνα καὶ ἐπεκάλεσεν τὸ ὄνομα αὐτου̃ Ιαχουμ καὶ ἔστησεν τὸν στυ̃λον τὸν δεύτερον καὶ ἐπεκάλεσεν τὸ ὄνομα αὐτου̃ Βααζ 7:8 καὶ ἐπὶ τω̃ν κεφαλω̃ν τω̃ν στύλων ἔργον κρίνου κατὰ τὸ αιλαμ τεσσάρων πηχω̃ν 7:9 καὶ μέλαθρον ἐπ' ἀμφοτέρων τω̃ν στύλων καὶ ἐπάνωθεν τω̃ν πλευρω̃ν ἐπίθεμα τὸ μέλαθρον τω̨̃ πάχει 7:10 καὶ ἐποίησεν τὴν θάλασσαν δέκα ἐν πήχει ἀπὸ του̃ χείλους αὐτη̃ς ἕως του̃ χείλους αὐτη̃ς στρογγύλον κύκλω̨ τὸ αὐτό πέντε ἐν πήχει τὸ ὕψος αὐτη̃ς καὶ συνηγμένοι τρει̃ς καὶ τριάκοντα ἐν πήχει ἐκύκλουν αὐτήν 7:11 καὶ ὑποστηρίγματα ὑποκάτωθεν του̃ χείλους αὐτη̃ς κυκλόθεν ἐκύκλουν αὐτήν δέκα ἐν πήχει κυκλόθεν ἀνιστα̃ν τὴν θάλασσαν 7:12 καὶ τὸ χει̃λος αὐτη̃ς ὡς ἔργον χείλους ποτηρίου βλαστὸς κρίνου καὶ τὸ πάχος αὐτου̃ παλαιστής 7:13 καὶ δώδεκα βόες ὑποκάτω τη̃ς θαλάσσης οἱ τρει̃ς ἐπιβλέποντες βορρα̃ν καὶ οἱ τρει̃ς ἐπιβλέποντες θάλασσαν καὶ οἱ τρει̃ς ἐπιβλέποντες νότον καὶ οἱ τρει̃ς ἐπιβλέποντες ἀνατολήν καὶ πάντα τὰ ὀπίσθια εἰς τὸν οἰ̃κον καὶ ἡ θάλασσα ἐπ' αὐτω̃ν ἐπάνωθεν 7:14 καὶ ἐποίησεν δέκα μεχωνωθ χαλκα̃ς πέντε πήχεις μη̃κος τη̃ς μεχωνωθ τη̃ς μια̃ς καὶ τέσσαρες πήχεις πλάτος αὐτη̃ς καὶ ἓξ ἐν πήχει ὕψος αὐτη̃ς 7:15 καὶ του̃το τὸ ἔργον τω̃ν μεχωνωθ σύγκλειστον αὐτοι̃ς καὶ σύγκλειστον ἀνὰ μέσον τω̃ν ἐξεχομένων 7:16 καὶ ἐπὶ τὰ συγκλείσματα αὐτω̃ν ἀνὰ μέσον τω̃ν ἐξεχομένων λέοντες καὶ βόες καὶ χερουβιν καὶ ἐπὶ τω̃ν ἐξεχομένων οὕτως καὶ ἐπάνωθεν καὶ ὑποκάτωθεν τω̃ν λεόντων καὶ τω̃ν βοω̃ν χω̃ραι ἔργον καταβάσεως 7:17 καὶ τέσσαρες τροχοὶ χαλκοι̃ τη̨̃ μεχωνωθ τη̨̃ μια̨̃ καὶ τὰ προσέχοντα χαλκα̃ καὶ τέσσαρα μέρη αὐτω̃ν ὠμίαι ὑποκάτω τω̃ν λουτήρων 7:18 καὶ χει̃ρες ἐν τοι̃ς τροχοι̃ς ἐν τη̨̃ μεχωνωθ καὶ τὸ ὕψος του̃ τροχου̃ του̃ ἑνὸς πήχεος καὶ ἡμίσους 7:19 καὶ τὸ ἔργον τω̃ν τροχω̃ν ἔργον τροχω̃ν ἅρματος αἱ χει̃ρες αὐτω̃ν καὶ οἱ νω̃τοι αὐτω̃ν καὶ ἡ πραγματεία αὐτω̃ν τὰ πάντα χωνευτά 7:20 αἱ τέσσαρες ὠμίαι ἐπὶ τω̃ν τεσσάρων γωνιω̃ν τη̃ς μεχωνωθ τη̃ς μια̃ς ἐκ τη̃ς μεχωνωθ οἱ ὠ̃μοι αὐτη̃ς 7:21 καὶ ἐπὶ τη̃ς κεφαλη̃ς τη̃ς μεχωνωθ ἥμισυ του̃ πήχεος μέγεθος στρογγύλον κύκλω̨ ἐπὶ τη̃ς κεφαλη̃ς τη̃ς μεχωνωθ καὶ ἀρχὴ χειρω̃ν αὐτη̃ς καὶ τὰ συγκλείσματα αὐτη̃ς καὶ ἠνοίγετο ἐπὶ τὰς ἀρχὰς τω̃ν χειρω̃ν αὐτη̃ς 7:22 καὶ τὰ συγκλείσματα αὐτη̃ς χερουβιν καὶ λέοντες καὶ φοίνικες ἑστω̃τα ἐχόμενον ἕκαστον κατὰ πρόσωπον αὐτου̃ ἔσω καὶ τὰ κυκλόθεν 7:23 κατ' αὐτὴν ἐποίησεν πάσας τὰς δέκα μεχωνωθ τάξιν μίαν καὶ μέτρον ἓν πάσαις 7:24 καὶ ἐποίησεν δέκα χυτροκαύλους χαλκου̃ς τεσσαράκοντα χοει̃ς χωρου̃ντα τὸν χυτρόκαυλον τὸν ἕνα μετρήσει ὁ χυτρόκαυλος ὁ εἱ̃ς ἐπὶ τη̃ς μεχωνωθ τη̃ς μια̃ς ται̃ς δέκα μεχωνωθ 7:25 καὶ ἔθετο τὰς δέκα μεχωνωθ πέντε ἀπὸ τη̃ς ὠμίας του̃ οἴκου ἐκ δεξιω̃ν καὶ πέντε ἀπὸ τη̃ς ὠμίας του̃ οἴκου ἐξ ἀριστερω̃ν καὶ ἡ θάλασσα ἀπὸ τη̃ς ὠμίας του̃ οἴκου ἐκ δεξιω̃ν κατ' ἀνατολὰς ἀπὸ του̃ κλίτους του̃ νότου 7:26 καὶ ἐποίησεν Χιραμ τοὺς λέβητας καὶ τὰς θερμάστρεις καὶ τὰς φιάλας καὶ συνετέλεσεν Χιραμ ποιω̃ν πάντα τὰ ἔργα ἃ ἐποίησεν τω̨̃ βασιλει̃ Σαλωμων ἐν οἴκω̨ κυρίου 7:27 στύλους δύο καὶ τὰ στρεπτὰ τω̃ν στύλων ἐπὶ τω̃ν κεφαλω̃ν τω̃ν στύλων δύο καὶ τὰ δίκτυα δύο του̃ καλύπτειν ἀμφότερα τὰ στρεπτὰ τω̃ν γλυφω̃ν τὰ ὄντα ἐπὶ τω̃ν στύλων 7:28 τὰς ῥόας τετρακοσίας ἀμφοτέροις τοι̃ς δικτύοις δύο στίχοι ῥοω̃ν τω̨̃ δικτύω̨ τω̨̃ ἑνὶ περικαλύπτειν ἀμφότερα τὰ στρεπτὰ ἐπ' ἀμφοτέροις τοι̃ς στύλοις 7:29 καὶ τὰς μεχωνωθ δέκα καὶ τοὺς χυτροκαύλους δέκα ἐπὶ τω̃ν μεχωνωθ 7:30 καὶ τὴν θάλασσαν μίαν καὶ τοὺς βόας δώδεκα ὑποκάτω τη̃ς θαλάσσης 7:31 καὶ τοὺς λέβητας καὶ τὰς θερμάστρεις καὶ τὰς φιάλας καὶ πάντα τὰ σκεύη ἃ ἐποίησεν Χιραμ τω̨̃ βασιλει̃ Σαλωμων τω̨̃ οἴκω̨ κυρίου καὶ οἱ στυ̃λοι τεσσαράκοντα καὶ ὀκτὼ του̃ οἴκου του̃ βασιλέως καὶ του̃ οἴκου κυρίου πάντα τὰ ἔργα του̃ βασιλέως ἃ ἐποίησεν Χιραμ χαλκα̃ ἄρδην 7:32 οὐκ ἠ̃ν σταθμὸς του̃ χαλκου̃ οὑ̃ ἐποίησεν πάντα τὰ ἔργα ταυ̃τα ἐκ πλήθους σφόδρα οὐκ ἠ̃ν τέρμα τω̨̃ σταθμω̨̃ του̃ χαλκου̃ 7:33 ἐν τω̨̃ περιοίκω̨ του̃ Ιορδάνου ἐχώνευσεν αὐτὰ ὁ βασιλεὺς ἐν τω̨̃ πάχει τη̃ς γη̃ς ἀνὰ μέσον Σοκχωθ καὶ ἀνὰ μέσον Σιρα 7:34 καὶ ἔδωκεν ὁ βασιλεὺς Σαλωμων τὰ σκεύη ἃ ἐποίησεν ἐν οἴκω̨ κυρίου τὸ θυσιαστήριον τὸ χρυσου̃ν καὶ τὴν τράπεζαν ἐφ' ἡ̃ς οἱ ἄρτοι τη̃ς προσφορα̃ς χρυση̃ν 7:35 καὶ τὰς λυχνίας πέντε ἐκ δεξιω̃ν καὶ πέντε ἐξ ἀριστερω̃ν κατὰ πρόσωπον του̃ δαβιρ χρυσα̃ς συγκλειομένας καὶ τὰ λαμπάδια καὶ τοὺς λύχνους καὶ τὰς ἐπαρυστρίδας χρυσα̃ς 7:36 καὶ τὰ πρόθυρα καὶ οἱ ἡ̃λοι καὶ αἱ φιάλαι καὶ τὰ τρύβλια καὶ αἱ θυίσκαι χρυσαι̃ σύγκλειστα καὶ τὰ θυρώματα τω̃ν θυρω̃ν του̃ οἴκου του̃ ἐσωτάτου ἁγίου τω̃ν ἁγίων καὶ τὰς θύρας του̃ οἴκου του̃ ναου̃ χρυσα̃ς 7:37 καὶ ἀνεπληρώθη πα̃ν τὸ ἔργον ὃ ἐποίησεν Σαλωμων οἴκου κυρίου καὶ εἰσήνεγκεν Σαλωμων τὰ ἅγια Δαυιδ του̃ πατρὸς αὐτου̃ καὶ πάντα τὰ ἅγια Σαλωμων τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἔδωκεν εἰς τοὺς θησαυροὺς οἴκου κυρίου 7:38 καὶ τὸν οἰ̃κον αὐτου̃ ὠ̨κοδόμησεν Σαλωμων τρισκαίδεκα ἔτεσιν 7:39 καὶ ὠ̨κοδόμησεν τὸν οἰ̃κον δρυμω̨̃ του̃ Λιβάνου ἑκατὸν πήχεις μη̃κος αὐτου̃ καὶ πεντήκοντα πήχεις πλάτος αὐτου̃ καὶ τριάκοντα πηχω̃ν ὕψος αὐτου̃ καὶ τριω̃ν στίχων στύλων κεδρίνων καὶ ὠμίαι κέδριναι τοι̃ς στύλοις 7:40 καὶ ἐφάτνωσεν τὸν οἰ̃κον ἄνωθεν ἐπὶ τω̃ν πλευρω̃ν τω̃ν στύλων καὶ ἀριθμὸς τω̃ν στύλων τεσσαράκοντα καὶ πέντε δέκα καὶ πέντε ὁ στίχος 7:41 καὶ μέλαθρα τρία καὶ χώρα ἐπὶ χώραν τρισσω̃ς 7:42 καὶ πάντα τὰ θυρώματα καὶ αἱ χω̃ραι τετράγωνοι μεμελαθρωμέναι καὶ ἀπὸ του̃ θυρώματος ἐπὶ θύραν τρισσω̃ς 7:43 καὶ τὸ αιλαμ τω̃ν στύλων πεντήκοντα πηχω̃ν μη̃κος καὶ τριάκοντα ἐν πλάτει ἐζυγωμένα αιλαμ ἐπὶ πρόσωπον αὐτω̃ν καὶ στυ̃λοι καὶ πάχος ἐπὶ πρόσωπον αὐτη̃ς τοι̃ς αιλαμμιν 7:44 καὶ τὸ αιλαμ τω̃ν θρόνων οὑ̃ κρινει̃ ἐκει̃ αιλαμ του̃ κριτηρίου 7:45 καὶ οἰ̃κος αὐτω̨̃ ἐν ὡ̨̃ καθήσεται ἐκει̃ αὐλὴ μία ἐξελισσομένη τούτοις κατὰ τὸ ἔργον του̃το καὶ οἰ̃κον τη̨̃ θυγατρὶ Φαραω ἣν ἔλαβεν Σαλωμων κατὰ τὸ αιλαμ του̃το 7:46 πάντα ταυ̃τα ἐκ λίθων τιμίων κεκολαμμένα ἐκ διαστήματος ἔσωθεν καὶ ἐκ του̃ θεμελίου ἕως τω̃ν γεισω̃ν καὶ ἔξωθεν εἰς τὴν αὐλὴν τὴν μεγάλην 7:47 τὴν τεθεμελιωμένην ἐν τιμίοις λίθοις μεγάλοις λίθοις δεκαπήχεσιν καὶ τοι̃ς ὀκταπήχεσιν 7:48 καὶ ἐπάνωθεν τιμίοις κατὰ τὸ μέτρον ἀπελεκήτων καὶ κέδροις 7:49 τη̃ς αὐλη̃ς τη̃ς μεγάλης κύκλω̨ τρει̃ς στίχοι ἀπελεκήτων καὶ στίχος κεκολαμμένης κέδρου 7:50 καὶ συνετέλεσεν Σαλωμων ὅλον τὸν οἰ̃κον αὐτου̃ 8:1 καὶ ἐγένετο ἐν τω̨̃ συντελέσαι Σαλωμων του̃ οἰκοδομη̃σαι τὸν οἰ̃κον κυρίου καὶ τὸν οἰ̃κον ἑαυτου̃ μετὰ εἴκοσι ἔτη τότε ἐξεκκλησίασεν ὁ βασιλεὺς Σαλωμων πάντας τοὺς πρεσβυτέρους Ισραηλ ἐν Σιων του̃ ἀνενεγκει̃ν τὴν κιβωτὸν διαθήκης κυρίου ἐκ πόλεως Δαυιδ αὕτη ἐστὶν Σιων 8:2 ἐν μηνὶ Αθανιν 8:3 καὶ ἠ̃ραν οἱ ἱερει̃ς τὴν κιβωτὸν 8:4 καὶ τὸ σκήνωμα του̃ μαρτυρίου καὶ πάντα τὰ σκεύη τὰ ἅγια τὰ ἐν τω̨̃ σκηνώματι του̃ μαρτυρίου 8:5 καὶ ὁ βασιλεὺς καὶ πα̃ς Ισραηλ ἔμπροσθεν τη̃ς κιβωτου̃ θύοντες πρόβατα καὶ βόας ἀναρίθμητα 8:6 καὶ εἰσφέρουσιν οἱ ἱερει̃ς τὴν κιβωτὸν εἰς τὸν τόπον αὐτη̃ς εἰς τὸ δαβιρ του̃ οἴκου εἰς τὰ ἅγια τω̃ν ἁγίων ὑπὸ τὰς πτέρυγας τω̃ν χερουβιν 8:7 ὅτι τὰ χερουβιν διαπεπετασμένα ται̃ς πτέρυξιν ἐπὶ τὸν τόπον τη̃ς κιβωτου̃ καὶ περιεκάλυπτον τὰ χερουβιν ἐπὶ τὴν κιβωτὸν καὶ ἐπὶ τὰ ἅγια αὐτη̃ς ἐπάνωθεν 8:8 καὶ ὑπερει̃χον τὰ ἡγιασμένα καὶ ἐνεβλέποντο αἱ κεφαλαὶ τω̃ν ἡγιασμένων ἐκ τω̃ν ἁγίων εἰς πρόσωπον του̃ δαβιρ καὶ οὐκ ὠπτάνοντο ἔξω 8:9 οὐκ ἠ̃ν ἐν τη̨̃ κιβωτω̨̃ πλὴν δύο πλάκες λίθιναι πλάκες τη̃ς διαθήκης ἃς ἔθηκεν ἐκει̃ Μωυση̃ς ἐν Χωρηβ ἃ διέθετο κύριος μετὰ τω̃ν υἱω̃ν Ισραηλ ἐν τω̨̃ ἐκπορεύεσθαι αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου 8:10 καὶ ἐγένετο ὡς ἐξη̃λθον οἱ ἱερει̃ς ἐκ του̃ ἁγίου καὶ ἡ νεφέλη ἔπλησεν τὸν οἰ̃κον 8:11 καὶ οὐκ ἠδύναντο οἱ ἱερει̃ς στη̃ναι λειτουργει̃ν ἀπὸ προσώπου τη̃ς νεφέλης ὅτι ἔπλησεν δόξα κυρίου τὸν οἰ̃κον 8:14 καὶ ἀπέστρεψεν ὁ βασιλεὺς τὸ πρόσωπον αὐτου̃ καὶ εὐλόγησεν ὁ βασιλεὺς πάντα Ισραηλ καὶ πα̃σα ἐκκλησία Ισραηλ εἱστήκει 8:15 καὶ εἰ̃πεν εὐλογητὸς κύριος ὁ θεὸς Ισραηλ σήμερον ὃς ἐλάλησεν ἐν τω̨̃ στόματι αὐτου̃ περὶ Δαυιδ του̃ πατρός μου καὶ ἐν ται̃ς χερσὶν αὐτου̃ ἐπλήρωσεν λέγων 8:16 ἀφ' ἡ̃ς ἡμέρας ἐξήγαγον τὸν λαόν μου τὸν Ισραηλ ἐξ Αἰγύπτου οὐκ ἐξελεξάμην ἐν πόλει ἐν ἑνὶ σκήπτρω̨ Ισραηλ του̃ οἰκοδομη̃σαι οἰ̃κον του̃ εἰ̃ναι τὸ ὄνομά μου ἐκει̃ καὶ ἐξελεξάμην ἐν Ιερουσαλημ εἰ̃ναι τὸ ὄνομά μου ἐκει̃ καὶ ἐξελεξάμην τὸν Δαυιδ του̃ εἰ̃ναι ἐπὶ τὸν λαόν μου τὸν Ισραηλ 8:17 καὶ ἐγένετο ἐπὶ τη̃ς καρδίας Δαυιδ του̃ πατρός μου οἰκοδομη̃σαι οἰ̃κον τω̨̃ ὀνόματι κυρίου θεου̃ Ισραηλ 8:18 καὶ εἰ̃πεν κύριος πρὸς Δαυιδ τὸν πατέρα μου ἀνθ' ὡ̃ν ἠ̃λθεν ἐπὶ τὴν καρδίαν σου του̃ οἰκοδομη̃σαι οἰ̃κον τω̨̃ ὀνόματί μου καλω̃ς ἐποίησας ὅτι ἐγενήθη ἐπὶ τὴν καρδίαν σου 8:19 πλὴν σὺ οὐκ οἰκοδομήσεις τὸν οἰ̃κον ἀλλ' ἣ ὁ υἱός σου ὁ ἐξελθὼν ἐκ τω̃ν πλευρω̃ν σου οὑ̃τος οἰκοδομήσει τὸν οἰ̃κον τω̨̃ ὀνόματί μου 8:20 καὶ ἀνέστησεν κύριος τὸ ῥη̃μα αὐτου̃ ὃ ἐλάλησεν καὶ ἀνέστην ἀντὶ Δαυιδ του̃ πατρός μου καὶ ἐκάθισα ἐπὶ του̃ θρόνου Ισραηλ καθὼς ἐλάλησεν κύριος καὶ ὠ̨κοδόμησα τὸν οἰ̃κον τω̨̃ ὀνόματι κυρίου θεου̃ Ισραηλ 8:21 καὶ ἐθέμην ἐκει̃ τόπον τη̨̃ κιβωτω̨̃ ἐν ἡ̨̃ ἐστιν ἐκει̃ διαθήκη κυρίου ἣν διέθετο κύριος μετὰ τω̃ν πατέρων ἡμω̃ν ἐν τω̨̃ ἐξαγαγει̃ν αὐτὸν αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου 8:22 καὶ ἔστη Σαλωμων κατὰ πρόσωπον του̃ θυσιαστηρίου κυρίου ἐνώπιον πάσης ἐκκλησίας Ισραηλ καὶ διεπέτασεν τὰς χει̃ρας αὐτου̃ εἰς τὸν οὐρανὸν 8:23 καὶ εἰ̃πεν κύριε ὁ θεὸς Ισραηλ οὐκ ἔστιν ὡς σὺ θεὸς ἐν τω̨̃ οὐρανω̨̃ ἄνω καὶ ἐπὶ τη̃ς γη̃ς κάτω φυλάσσων διαθήκην καὶ ἔλεος τω̨̃ δούλω̨ σου τω̨̃ πορευομένω̨ ἐνώπιόν σου ἐν ὅλη̨ τη̨̃ καρδία̨ αὐτου̃ 8:24 ἃ ἐφύλαξας τω̨̃ δούλω̨ σου Δαυιδ τω̨̃ πατρί μου καὶ ἐλάλησας ἐν τω̨̃ στόματί σου καὶ ἐν χερσίν σου ἐπλήρωσας ὡς ἡ ἡμέρα αὕτη 8:25 καὶ νυ̃ν κύριε ὁ θεὸς Ισραηλ φύλαξον τω̨̃ δούλω̨ σου τω̨̃ Δαυιδ τω̨̃ πατρί μου ἃ ἐλάλησας αὐτω̨̃ λέγων οὐκ ἐξαρθήσεταί σου ἀνὴρ ἐκ προσώπου μου καθήμενος ἐπὶ θρόνου Ισραηλ πλὴν ἐὰν φυλάξωνται τὰ τέκνα σου τὰς ὁδοὺς αὐτω̃ν του̃ πορεύεσθαι ἐνώπιον ἐμου̃ καθὼς ἐπορεύθης ἐνώπιον ἐμου̃ 8:26 καὶ νυ̃ν κύριε ὁ θεὸς Ισραηλ πιστωθήτω δὴ τὸ ῥη̃μά σου τω̨̃ Δαυιδ τω̨̃ πατρί μου 8:27 ὅτι εἰ ἀληθω̃ς κατοικήσει ὁ θεὸς μετὰ ἀνθρώπων ἐπὶ τη̃ς γη̃ς εἰ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς του̃ οὐρανου̃ οὐκ ἀρκέσουσίν σοι πλὴν καὶ ὁ οἰ̃κος οὑ̃τος ὃν ὠ̨κοδόμησα τω̨̃ ὀνόματί σου 8:28 καὶ ἐπιβλέψη̨ ἐπὶ τὴν δέησίν μου κύριε ὁ θεὸς Ισραηλ ἀκούειν τη̃ς τέρψεως ἡ̃ς ὁ δου̃λός σου προσεύχεται ἐνώπιόν σου πρὸς σὲ σήμερον 8:29 του̃ εἰ̃ναι ὀφθαλμούς σου ἠνεω̨γμένους εἰς τὸν οἰ̃κον του̃τον ἡμέρας καὶ νυκτός εἰς τὸν τόπον ὃν εἰ̃πας ἔσται τὸ ὄνομά μου ἐκει̃ του̃ εἰσακούειν τη̃ς προσευχη̃ς ἡ̃ς προσεύχεται ὁ δου̃λός σου εἰς τὸν τόπον του̃τον ἡμέρας καὶ νυκτός 8:30 καὶ εἰσακούση̨ τη̃ς δεήσεως του̃ δούλου σου καὶ του̃ λαου̃ σου Ισραηλ ἃ ἂν προσεύξωνται εἰς τὸν τόπον του̃τον καὶ σὺ εἰσακούση̨ ἐν τω̨̃ τόπω̨ τη̃ς κατοικήσεώς σου ἐν οὐρανω̨̃ καὶ ποιήσεις καὶ ἵλεως ἔση̨ 8:31 ὅσα ἂν ἁμάρτη̨ ἕκαστος τω̨̃ πλησίον αὐτου̃ καὶ ἐὰν λάβη̨ ἐπ' αὐτὸν ἀρὰν του̃ ἀρα̃σθαι αὐτόν καὶ ἔλθη̨ καὶ ἐξαγορεύση̨ κατὰ πρόσωπον του̃ θυσιαστηρίου σου ἐν τω̨̃ οἴκω̨ τούτω̨ 8:32 καὶ σὺ εἰσακούσει ἐκ του̃ οὐρανου̃ καὶ ποιήσεις καὶ κρινει̃ς τὸν λαόν σου Ισραηλ ἀνομηθη̃ναι ἄνομον δου̃ναι τὴν ὁδὸν αὐτου̃ εἰς κεφαλὴν αὐτου̃ καὶ του̃ δικαιω̃σαι δίκαιον δου̃ναι αὐτω̨̃ κατὰ τὴν δικαιοσύνην αὐτου̃ 8:33 ἐν τω̨̃ πται̃σαι τὸν λαόν σου Ισραηλ ἐνώπιον ἐχθρω̃ν ὅτι ἁμαρτήσονταί σοι καὶ ἐπιστρέψουσιν καὶ ἐξομολογήσονται τω̨̃ ὀνόματί σου καὶ προσεύξονται καὶ δεηθήσονται ἐν τω̨̃ οἴκω̨ τούτω̨ 8:34 καὶ σὺ εἰσακούση̨ ἐκ του̃ οὐρανου̃ καὶ ἵλεως ἔση̨ ται̃ς ἁμαρτίαις του̃ λαου̃ σου Ισραηλ καὶ ἀποστρέψεις αὐτοὺς εἰς τὴν γη̃ν ἣν ἔδωκας τοι̃ς πατράσιν αὐτω̃ν 8:35 ἐν τω̨̃ συσχεθη̃ναι τὸν οὐρανὸν καὶ μὴ γενέσθαι ὑετόν ὅτι ἁμαρτήσονταί σοι καὶ προσεύξονται εἰς τὸν τόπον του̃τον καὶ ἐξομολογήσονται τω̨̃ ὀνόματί σου καὶ ἀπὸ τω̃ν ἁμαρτιω̃ν αὐτω̃ν ἀποστρέψουσιν ὅταν ταπεινώση̨ς αὐτούς 8:36 καὶ εἰσακούση̨ ἐκ του̃ οὐρανου̃ καὶ ἵλεως ἔση̨ ται̃ς ἁμαρτίαις του̃ δούλου σου καὶ του̃ λαου̃ σου Ισραηλ ὅτι δηλώσεις αὐτοι̃ς τὴν ὁδὸν τὴν ἀγαθὴν πορεύεσθαι ἐν αὐτη̨̃ καὶ δώσεις ὑετὸν ἐπὶ τὴν γη̃ν ἣν ἔδωκας τω̨̃ λαω̨̃ σου ἐν κληρονομία̨ 8:37 λιμὸς ἐὰν γένηται θάνατος ἐὰν γένηται ὅτι ἔσται ἐμπυρισμός βρου̃χος ἐρυσίβη ἐὰν γένηται καὶ ἐὰν θλίψη̨ αὐτὸν ἐχθρὸς αὐτου̃ ἐν μια̨̃ τω̃ν πόλεων αὐτου̃ πα̃ν συνάντημα πα̃ν πόνον 8:38 πα̃σαν προσευχήν πα̃σαν δέησιν ἐὰν γένηται παντὶ ἀνθρώπω̨ ὡς ἂν γνω̃σιν ἕκαστος ἁφὴν καρδίας αὐτου̃ καὶ διαπετάση̨ τὰς χει̃ρας αὐτου̃ εἰς τὸν οἰ̃κον του̃τον 8:39 καὶ σὺ εἰσακούση̨ ἐκ του̃ οὐρανου̃ ἐξ ἑτοίμου κατοικητηρίου σου καὶ ἵλεως ἔση̨ καὶ ποιήσεις καὶ δώσεις ἀνδρὶ κατὰ τὰς ὁδοὺς αὐτου̃ καθὼς ἂν γνω̨̃ς τὴν καρδίαν αὐτου̃ ὅτι σὺ μονώτατος οἰ̃δας τὴν καρδίαν πάντων υἱω̃ν ἀνθρώπων 8:40 ὅπως φοβω̃νταί σε πάσας τὰς ἡμέρας ἃς αὐτοὶ ζω̃σιν ἐπὶ τη̃ς γη̃ς ἡ̃ς ἔδωκας τοι̃ς πατράσιν ἡμω̃ν 8:41 καὶ τω̨̃ ἀλλοτρίω̨ ὃς οὐκ ἔστιν ἀπὸ λαου̃ σου οὑ̃τος 8:42 καὶ ἥξουσιν καὶ προσεύξονται εἰς τὸν τόπον του̃τον 8:43 καὶ σὺ εἰσακούση̨ ἐκ του̃ οὐρανου̃ ἐξ ἑτοίμου κατοικητηρίου σου καὶ ποιήσεις κατὰ πάντα ὅσα ἂν ἐπικαλέσηταί σε ὁ ἀλλότριος ὅπως γνω̃σιν πάντες οἱ λαοὶ τὸ ὄνομά σου καὶ φοβω̃νταί σε καθὼς ὁ λαός σου Ισραηλ καὶ γνω̃σιν ὅτι τὸ ὄνομά σου ἐπικέκληται ἐπὶ τὸν οἰ̃κον του̃τον ὃν ὠ̨κοδόμησα 8:44 ὅτι ἐξελεύσεται ὁ λαός σου εἰς πόλεμον ἐπὶ τοὺς ἐχθροὺς αὐτου̃ ἐν ὁδω̨̃ ἡ̨̃ ἐπιστρέψεις αὐτούς καὶ προσεύξονται ἐν ὀνόματι κυρίου ὁδὸν τη̃ς πόλεως ἡ̃ς ἐξελέξω ἐν αὐτη̨̃ καὶ του̃ οἴκου οὑ̃ ὠ̨κοδόμησα τω̨̃ ὀνόματί σου 8:45 καὶ εἰσακούσει ἐκ του̃ οὐρανου̃ τη̃ς δεήσεως αὐτω̃ν καὶ τη̃ς προσευχη̃ς αὐτω̃ν καὶ ποιήσεις τὸ δικαίωμα αὐτοι̃ς 8:46 ὅτι ἁμαρτήσονταί σοι ὅτι οὐκ ἔστιν ἄνθρωπος ὃς οὐχ ἁμαρτήσεται καὶ ἐπάξεις ἐπ' αὐτοὺς καὶ παραδώσεις αὐτοὺς ἐνώπιον ἐχθρω̃ν καὶ αἰχμαλωτιου̃σιν αὐτοὺς οἱ αἰχμαλωτίζοντες εἰς γη̃ν μακρὰν καὶ ἐγγύς 8:47 καὶ ἐπιστρέψουσιν καρδίας αὐτω̃ν ἐν τη̨̃ γη̨̃ οὑ̃ μετήχθησαν ἐκει̃ καὶ ἐπιστρέψωσιν καὶ δεηθω̃σίν σου ἐν γη̨̃ μετοικίας αὐτω̃ν λέγοντες ἡμάρτομεν ἠνομήσαμεν ἠδικήσαμεν 8:48 καὶ ἐπιστρέψωσιν πρὸς σὲ ἐν ὅλη̨ καρδία̨ αὐτω̃ν καὶ ἐν ὅλη̨ ψυχη̨̃ αὐτω̃ν ἐν τη̨̃ γη̨̃ ἐχθρω̃ν αὐτω̃ν οὑ̃ μετήγαγες αὐτούς καὶ προσεύξονται πρὸς σὲ ὁδὸν γη̃ς αὐτω̃ν ἡ̃ς ἔδωκας τοι̃ς πατράσιν αὐτω̃ν τη̃ς πόλεως ἡ̃ς ἐξελέξω καὶ του̃ οἴκου οὑ̃ ὠ̨κοδόμηκα τω̨̃ ὀνόματί σου 8:49 καὶ εἰσακούση̨ ἐκ του̃ οὐρανου̃ ἐξ ἑτοίμου κατοικητηρίου σου 8:50 καὶ ἵλεως ἔση̨ ται̃ς ἀδικίαις αὐτω̃ν αἱ̃ς ἥμαρτόν σοι καὶ κατὰ πάντα τὰ ἀθετήματα αὐτω̃ν ἃ ἠθέτησάν σοι καὶ δώσεις αὐτοὺς εἰς οἰκτιρμοὺς ἐνώπιον αἰχμαλωτευόντων αὐτούς καὶ οἰκτιρήσουσιν αὐτούς 8:51 ὅτι λαός σου καὶ κληρονομία σου οὓς ἐξήγαγες ἐκ γη̃ς Αἰγύπτου ἐκ μέσου χωνευτηρίου σιδήρου 8:52 καὶ ἔστωσαν οἱ ὀφθαλμοί σου καὶ τὰ ὠ̃τά σου ἠνεω̨γμένα εἰς τὴν δέησιν του̃ δούλου σου καὶ εἰς τὴν δέησιν του̃ λαου̃ σου Ισραηλ εἰσακούειν αὐτω̃ν ἐν πα̃σιν οἱ̃ς ἂν ἐπικαλέσωνταί σε 8:53 ὅτι σὺ διέστειλας αὐτοὺς σαυτω̨̃ εἰς κληρονομίαν ἐκ πάντων τω̃ν λαω̃ν τη̃ς γη̃ς καθὼς ἐλάλησας ἐν χειρὶ δούλου σου Μωυση̃ ἐν τω̨̃ ἐξαγαγει̃ν σε τοὺς πατέρας ἡμω̃ν ἐκ γη̃ς Αἰγύπτου κύριε κύριε 8:53a τότε ἐλάλησεν Σαλωμων ὑπὲρ του̃ οἴκου ὡς συνετέλεσεν του̃ οἰκοδομη̃σαι αὐτόν ἥλιον ἐγνώρισεν ἐν οὐρανω̨̃ κύριος εἰ̃πεν του̃ κατοικει̃ν ἐν γνόφω̨ οἰκοδόμησον οἰ̃κόν μου οἰ̃κον ἐκπρεπη̃ σαυτω̨̃ του̃ κατοικει̃ν ἐπὶ καινότητος οὐκ ἰδοὺ αὕτη γέγραπται ἐν βιβλίω̨ τη̃ς ὠ̨δη̃ς 8:54 καὶ ἐγένετο ὡς συνετέλεσεν Σαλωμων προσευχόμενος πρὸς κύριον ὅλην τὴν προσευχὴν καὶ τὴν δέησιν ταύτην καὶ ἀνέστη ἀπὸ προσώπου του̃ θυσιαστηρίου κυρίου ὀκλακὼς ἐπὶ τὰ γόνατα αὐτου̃ καὶ αἱ χει̃ρες αὐτου̃ διαπεπετασμέναι εἰς τὸν οὐρανόν 8:55 καὶ ἔστη καὶ εὐλόγησεν πα̃σαν ἐκκλησίαν Ισραηλ φωνη̨̃ μεγάλη̨ λέγων 8:56 εὐλογητὸς κύριος σήμερον ὃς ἔδωκεν κατάπαυσιν τω̨̃ λαω̨̃ αὐτου̃ Ισραηλ κατὰ πάντα ὅσα ἐλάλησεν οὐ διεφώνησεν λόγος εἱ̃ς ἐν πα̃σιν τοι̃ς λόγοις αὐτου̃ τοι̃ς ἀγαθοι̃ς οἱ̃ς ἐλάλησεν ἐν χειρὶ Μωυση̃ δούλου αὐτου̃ 8:57 γένοιτο κύριος ὁ θεὸς ἡμω̃ν μεθ' ἡμω̃ν καθὼς ἠ̃ν μετὰ τω̃ν πατέρων ἡμω̃ν μὴ ἐγκαταλίποιτο ἡμα̃ς μηδὲ ἀποστρέψοιτο ἡμα̃ς 8:58 ἐπικλι̃ναι καρδίας ἡμω̃ν πρὸς αὐτὸν του̃ πορεύεσθαι ἐν πάσαις ὁδοι̃ς αὐτου̃ καὶ φυλάσσειν πάσας τὰς ἐντολὰς αὐτου̃ καὶ προστάγματα αὐτου̃ ἃ ἐνετείλατο τοι̃ς πατράσιν ἡμω̃ν 8:59 καὶ ἔστωσαν οἱ λόγοι οὑ̃τοι οὓς δεδέημαι ἐνώπιον κυρίου θεου̃ ἡμω̃ν ἐγγίζοντες πρὸς κύριον θεὸν ἡμω̃ν ἡμέρας καὶ νυκτὸς του̃ ποιει̃ν τὸ δικαίωμα του̃ δούλου σου καὶ τὸ δικαίωμα λαου̃ σου Ισραηλ ῥη̃μα ἡμέρας ἐν ἡμέρα̨ αὐτου̃ 8:60 ὅπως γνω̃σιν πάντες οἱ λαοὶ τη̃ς γη̃ς ὅτι κύριος ὁ θεός αὐτὸς θεὸς καὶ οὐκ ἔστιν ἔτι 8:61 καὶ ἔστωσαν αἱ καρδίαι ἡμω̃ν τέλειαι πρὸς κύριον θεὸν ἡμω̃ν καὶ ὁσίως πορεύεσθαι ἐν τοι̃ς προστάγμασιν αὐτου̃ καὶ φυλάσσειν ἐντολὰς αὐτου̃ ὡς ἡ ἡμέρα αὕτη 8:62 καὶ ὁ βασιλεὺς καὶ πάντες οἱ υἱοὶ Ισραηλ ἔθυσαν θυσίαν ἐνώπιον κυρίου 8:63 καὶ ἔθυσεν ὁ βασιλεὺς Σαλωμων τὰς θυσίας τω̃ν εἰρηνικω̃ν ἃς ἔθυσεν τω̨̃ κυρίω̨ βοω̃ν δύο καὶ εἴκοσι χιλιάδας καὶ προβάτων ἑκατὸν εἴκοσι χιλιάδας καὶ ἐνεκαίνισεν τὸν οἰ̃κον κυρίου ὁ βασιλεὺς καὶ πάντες οἱ υἱοὶ Ισραηλ 8:64 τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἡγίασεν ὁ βασιλεὺς τὸ μέσον τη̃ς αὐλη̃ς τὸ κατὰ πρόσωπον του̃ οἴκου κυρίου ὅτι ἐποίησεν ἐκει̃ τὴν ὁλοκαύτωσιν καὶ τὰς θυσίας καὶ τὰ στέατα τω̃ν εἰρηνικω̃ν ὅτι τὸ θυσιαστήριον τὸ χαλκου̃ν τὸ ἐνώπιον κυρίου μικρὸν του̃ μὴ δύνασθαι τὴν ὁλοκαύτωσιν καὶ τὰς θυσίας τω̃ν εἰρηνικω̃ν ὑπενεγκει̃ν 8:65 καὶ ἐποίησεν Σαλωμων τὴν ἑορτὴν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ πα̃ς Ισραηλ μετ' αὐτου̃ ἐκκλησία μεγάλη ἀπὸ τη̃ς εἰσόδου Ημαθ ἕως ποταμου̃ Αἰγύπτου ἐνώπιον κυρίου θεου̃ ἡμω̃ν ἐν τω̨̃ οἴκω̨ ὡ̨̃ ὠ̨κοδόμησεν ἐσθίων καὶ πίνων καὶ εὐφραινόμενος ἐνώπιον κυρίου θεου̃ ἡμω̃ν ἑπτὰ ἡμέρας 8:66 καὶ ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ ὀγδόη̨ ἐξαπέστειλεν τὸν λαὸν καὶ εὐλόγησεν αὐτόν καὶ ἀπη̃λθον ἕκαστος εἰς τὰ σκηνώματα αὐτου̃ χαίροντες καὶ ἀγαθη̨̃ καρδία̨ ἐπὶ τοι̃ς ἀγαθοι̃ς οἱ̃ς ἐποίησεν κύριος τω̨̃ Δαυιδ δούλω̨ αὐτου̃ καὶ τω̨̃ Ισραηλ λαω̨̃ αὐτου̃ 9:1 καὶ ἐγενήθη ὡς συνετέλεσεν Σαλωμων οἰκοδομει̃ν τὸν οἰ̃κον κυρίου καὶ τὸν οἰ̃κον του̃ βασιλέως καὶ πα̃σαν τὴν πραγματείαν Σαλωμων ὅσα ἠθέλησεν ποιη̃σαι 9:2 καὶ ὤφθη κύριος τω̨̃ Σαλωμων δεύτερον καθὼς ὤφθη ἐν Γαβαων 9:3 καὶ εἰ̃πεν πρὸς αὐτὸν κύριος ἤκουσα τη̃ς φωνη̃ς τη̃ς προσευχη̃ς σου καὶ τη̃ς δεήσεώς σου ἡ̃ς ἐδεήθης ἐνώπιον ἐμου̃ πεποίηκά σοι κατὰ πα̃σαν τὴν προσευχήν σου ἡγίακα τὸν οἰ̃κον του̃τον ὃν ὠ̨κοδόμησας του̃ θέσθαι τὸ ὄνομά μου ἐκει̃ εἰς τὸν αἰω̃να καὶ ἔσονται οἱ ὀφθαλμοί μου ἐκει̃ καὶ ἡ καρδία μου πάσας τὰς ἡμέρας 9:4 καὶ σὺ ἐὰν πορευθη̨̃ς ἐνώπιον ἐμου̃ καθὼς ἐπορεύθη Δαυιδ ὁ πατήρ σου ἐν ὁσιότητι καρδίας καὶ ἐν εὐθύτητι καὶ του̃ ποιει̃ν κατὰ πάντα ἃ ἐνετειλάμην αὐτω̨̃ καὶ τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου φυλάξη̨ς 9:5 καὶ ἀναστήσω τὸν θρόνον τη̃ς βασιλείας σου ἐπὶ Ισραηλ εἰς τὸν αἰω̃να καθὼς ἐλάλησα τω̨̃ Δαυιδ πατρί σου λέγων οὐκ ἐξαρθήσεταί σοι ἀνὴρ ἡγούμενος ἐν Ισραηλ 9:6 ἐὰν δὲ ἀποστραφέντες ἀποστραφη̃τε ὑμει̃ς καὶ τὰ τέκνα ὑμω̃ν ἀπ' ἐμου̃ καὶ μὴ φυλάξητε τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου ἃ ἔδωκεν Μωυση̃ς ἐνώπιον ὑμω̃ν καὶ πορευθη̃τε καὶ δουλεύσητε θεοι̃ς ἑτέροις καὶ προσκυνήσητε αὐτοι̃ς 9:7 καὶ ἐξαρω̃ τὸν Ισραηλ ἀπὸ τη̃ς γη̃ς ἡ̃ς ἔδωκα αὐτοι̃ς καὶ τὸν οἰ̃κον του̃τον ὃν ἡγίασα τω̨̃ ὀνόματί μου ἀπορρίψω ἐκ προσώπου μου καὶ ἔσται Ισραηλ εἰς ἀφανισμὸν καὶ εἰς λάλημα εἰς πάντας τοὺς λαούς 9:8 καὶ ὁ οἰ̃κος οὑ̃τος ὁ ὑψηλός πα̃ς ὁ διαπορευόμενος δι' αὐτου̃ ἐκστήσεται καὶ συριει̃ καὶ ἐρου̃σιν ἕνεκα τίνος ἐποίησεν κύριος οὕτως τη̨̃ γη̨̃ ταύτη̨ καὶ τω̨̃ οἴκω̨ τούτω̨ 9:9 καὶ ἐρου̃σιν ἀνθ' ὡ̃ν ἐγκατέλιπον κύριον θεὸν αὐτω̃ν ὃς ἐξήγαγεν τοὺς πατέρας αὐτω̃ν ἐξ Αἰγύπτου ἐξ οἴκου δουλείας καὶ ἀντελάβοντο θεω̃ν ἀλλοτρίων καὶ προσεκύνησαν αὐτοι̃ς καὶ ἐδούλευσαν αὐτοι̃ς διὰ του̃το ἐπήγαγεν κύριος ἐπ' αὐτοὺς τὴν κακίαν ταύτην 9:9a τότε ἀνήγαγεν Σαλωμων τὴν θυγατέρα Φαραω ἐκ πόλεως Δαυιδ εἰς οἰ̃κον αὐτου̃ ὃν ὠ̨κοδόμησεν ἑαυτω̨̃ ἐν ται̃ς ἡμέραις ἐκείναις 9:10 εἴκοσι ἔτη ἐν οἱ̃ς ὠ̨κοδόμησεν Σαλωμων τοὺς δύο οἴκους τὸν οἰ̃κον κυρίου καὶ τὸν οἰ̃κον του̃ βασιλέως 9:11 Χιραμ βασιλεὺς Τύρου ἀντελάβετο του̃ Σαλωμων ἐν ξύλοις κεδρίνοις καὶ ἐν ξύλοις πευκίνοις καὶ ἐν χρυσίω̨ καὶ ἐν παντὶ θελήματι αὐτου̃ τότε ἔδωκεν ὁ βασιλεὺς τω̨̃ Χιραμ εἴκοσι πόλεις ἐν τη̨̃ γη̨̃ τη̨̃ Γαλιλαία̨ 9:12 καὶ ἐξη̃λθεν Χιραμ ἐκ Τύρου καὶ ἐπορεύθη εἰς τὴν Γαλιλαίαν του̃ ἰδει̃ν τὰς πόλεις ἃς ἔδωκεν αὐτω̨̃ Σαλωμων καὶ οὐκ ἤρεσαν αὐτω̨̃ 9:13 καὶ εἰ̃πεν τί αἱ πόλεις αὑ̃ται ἃς ἔδωκάς μοι ἀδελφέ καὶ ἐκάλεσεν αὐτάς ὅριον ἕως τη̃ς ἡμέρας ταύτης 9:14 καὶ ἤνεγκεν Χιραμ τω̨̃ Σαλωμων ἑκατὸν καὶ εἴκοσι τάλαντα χρυσίου 9:26 καὶ ναυ̃ν ὑπὲρ οὑ̃ ἐποίησεν ὁ βασιλεὺς Σαλωμων ἐν Γασιωνγαβερ τὴν οὐ̃σαν ἐχομένην Αιλαθ ἐπὶ του̃ χείλους τη̃ς ἐσχάτης θαλάσσης ἐν γη̨̃ Εδωμ 9:27 καὶ ἀπέστειλεν Χιραμ ἐν τη̨̃ νηὶ τω̃ν παίδων αὐτου̃ ἄνδρας ναυτικοὺς ἐλαύνειν εἰδότας θάλασσαν μετὰ τω̃ν παίδων Σαλωμων 9:28 καὶ ἠ̃λθον εἰς Σωφηρα καὶ ἔλαβον ἐκει̃θεν χρυσίου ἑκατὸν καὶ εἴκοσι τάλαντα καὶ ἤνεγκαν τω̨̃ βασιλει̃ Σαλωμων 10:1 καὶ βασίλισσα Σαβα ἤκουσεν τὸ ὄνομα Σαλωμων καὶ τὸ ὄνομα κυρίου καὶ ἠ̃λθεν πειράσαι αὐτὸν ἐν αἰνίγμασιν 10:2 καὶ ἠ̃λθεν εἰς Ιερουσαλημ ἐν δυνάμει βαρεία̨ σφόδρα καὶ κάμηλοι αἴρουσαι ἡδύσματα καὶ χρυσὸν πολὺν σφόδρα καὶ λίθον τίμιον καὶ εἰση̃λθεν πρὸς Σαλωμων καὶ ἐλάλησεν αὐτω̨̃ πάντα ὅσα ἠ̃ν ἐν τη̨̃ καρδία̨ αὐτη̃ς 10:3 καὶ ἀπήγγειλεν αὐτη̨̃ Σαλωμων πάντας τοὺς λόγους αὐτη̃ς οὐκ ἠ̃ν λόγος παρεωραμένος παρὰ του̃ βασιλέως ὃν οὐκ ἀπήγγειλεν αὐτη̨̃ 10:4 καὶ εἰ̃δεν βασίλισσα Σαβα πα̃σαν φρόνησιν Σαλωμων καὶ τὸν οἰ̃κον ὃν ὠ̨κοδόμησεν 10:5 καὶ τὰ βρώματα Σαλωμων καὶ τὴν καθέδραν παίδων αὐτου̃ καὶ τὴν στάσιν λειτουργω̃ν αὐτου̃ καὶ τὸν ἱματισμὸν αὐτου̃ καὶ τοὺς οἰνοχόους αὐτου̃ καὶ τὴν ὁλοκαύτωσιν αὐτου̃ ἣν ἀνέφερεν ἐν οἴκω̨ κυρίου καὶ ἐξ ἑαυτη̃ς ἐγένετο 10:6 καὶ εἰ̃πεν πρὸς τὸν βασιλέα Σαλωμων ἀληθινὸς ὁ λόγος ὃν ἤκουσα ἐν τη̨̃ γη̨̃ μου περὶ του̃ λόγου σου καὶ περὶ τη̃ς φρονήσεώς σου 10:7 καὶ οὐκ ἐπίστευσα τοι̃ς λαλου̃σίν μοι ἕως ὅτου παρεγενόμην καὶ ἑωράκασιν οἱ ὀφθαλμοί μου καὶ ἰδοὺ οὐκ ἔστιν τὸ ἥμισυ καθὼς ἀπήγγειλάν μοι προστέθεικας ἀγαθὰ πρὸς αὐτὰ ἐπὶ πα̃σαν τὴν ἀκοήν ἣν ἤκουσα ἐν τη̨̃ γη̨̃ μου 10:8 μακάριαι αἱ γυναι̃κές σου μακάριοι οἱ παι̃δές σου οὑ̃τοι οἱ παρεστηκότες ἐνώπιόν σου δι' ὅλου οἱ ἀκούοντες πα̃σαν τὴν φρόνησίν σου 10:9 γένοιτο κύριος ὁ θεός σου εὐλογημένος ὃς ἠθέλησεν ἐν σοὶ δου̃ναί σε ἐπὶ θρόνου Ισραηλ διὰ τὸ ἀγαπα̃ν κύριον τὸν Ισραηλ στη̃σαι εἰς τὸν αἰω̃να καὶ ἔθετό σε βασιλέα ἐπ' αὐτοὺς του̃ ποιει̃ν κρίμα ἐν δικαιοσύνη̨ καὶ ἐν κρίμασιν αὐτω̃ν 10:10 καὶ ἔδωκεν τω̨̃ Σαλωμων ἑκατὸν εἴκοσι τάλαντα χρυσίου καὶ ἡδύσματα πολλὰ σφόδρα καὶ λίθον τίμιον οὐκ ἐληλύθει κατὰ τὰ ἡδύσματα ἐκει̃να ἔτι εἰς πλη̃θος ἃ ἔδωκεν βασίλισσα Σαβα τω̨̃ βασιλει̃ Σαλωμων 10:11 καὶ ἡ ναυ̃ς Χιραμ ἡ αἴρουσα τὸ χρυσίον ἐκ Σουφιρ ἤνεγκεν ξύλα ἀπελέκητα πολλὰ σφόδρα καὶ λίθον τίμιον 10:12 καὶ ἐποίησεν ὁ βασιλεὺς τὰ ξύλα τὰ ἀπελέκητα ὑποστηρίγματα του̃ οἴκου κυρίου καὶ του̃ οἴκου του̃ βασιλέως καὶ νάβλας καὶ κινύρας τοι̃ς ὠ̨δοι̃ς οὐκ ἐληλύθει τοιαυ̃τα ξύλα ἀπελέκητα ἐπὶ τη̃ς γη̃ς οὐδὲ ὤφθησάν που ἕως τη̃ς ἡμέρας ταύτης 10:13 καὶ ὁ βασιλεὺς Σαλωμων ἔδωκεν τη̨̃ βασιλίσση̨ Σαβα πάντα ὅσα ἠθέλησεν ὅσα ἠ̨τήσατο ἐκτὸς πάντων ὡ̃ν δεδώκει αὐτη̨̃ διὰ χειρὸς του̃ βασιλέως Σαλωμων καὶ ἀπεστράφη καὶ ἠ̃λθεν εἰς τὴν γη̃ν αὐτη̃ς αὐτὴ καὶ πάντες οἱ παι̃δες αὐτη̃ς 10:14 καὶ ἠ̃ν ὁ σταθμὸς του̃ χρυσίου του̃ ἐληλυθότος τω̨̃ Σαλωμων ἐν ἐνιαυτω̨̃ ἑνὶ ἑξακόσια καὶ ἑξήκοντα ἓξ τάλαντα χρυσίου 10:15 χωρὶς τω̃ν φόρων τω̃ν ὑποτεταγμένων καὶ τω̃ν ἐμπόρων καὶ πάντων τω̃ν βασιλέων του̃ πέραν καὶ τω̃ν σατραπω̃ν τη̃ς γη̃ς 10:16 καὶ ἐποίησεν Σαλωμων τριακόσια δόρατα χρυσα̃ ἐλατά τριακόσιοι χρυσοι̃ ἐπη̃σαν ἐπὶ τὸ δόρυ τὸ ἕν 10:17 καὶ τριακόσια ὅπλα χρυσα̃ ἐλατά τρει̃ς μναι̃ χρυσίου ἐνη̃σαν εἰς τὸ ὅπλον τὸ ἕν καὶ ἔδωκεν αὐτὰ εἰς οἰ̃κον δρυμου̃ του̃ Λιβάνου 10:18 καὶ ἐποίησεν ὁ βασιλεὺς θρόνον ἐλεφάντινον μέγαν καὶ περιεχρύσωσεν αὐτὸν χρυσίω̨ δοκίμω̨ 10:19 ἓξ ἀναβαθμοὶ τω̨̃ θρόνω̨ καὶ προτομαὶ μόσχων τω̨̃ θρόνω̨ ἐκ τω̃ν ὀπίσω αὐτου̃ καὶ χει̃ρες ἔνθεν καὶ ἔνθεν ἐπὶ του̃ τόπου τη̃ς καθέδρας καὶ δύο λέοντες ἑστηκότες παρὰ τὰς χει̃ρας 10:20 καὶ δώδεκα λέοντες ἑστω̃τες ἐπὶ τω̃ν ἓξ ἀναβαθμω̃ν ἔνθεν καὶ ἔνθεν οὐ γέγονεν οὕτως πάση̨ βασιλεία̨ 10:21 καὶ πάντα τὰ σκεύη του̃ πότου Σαλωμων χρυσα̃ καὶ λουτη̃ρες χρυσοι̃ πάντα τὰ σκεύη οἴκου δρυμου̃ του̃ Λιβάνου χρυσίω̨ συγκεκλεισμένα οὐκ ἠ̃ν ἀργύριον ὅτι οὐκ ἠ̃ν λογιζόμενον ἐν ται̃ς ἡμέραις Σαλωμων 10:22 ὅτι ναυ̃ς Θαρσις τω̨̃ βασιλει̃ ἐν τη̨̃ θαλάσση̨ μετὰ τω̃ν νηω̃ν Χιραμ μία διὰ τριω̃ν ἐτω̃ν ἤρχετο τω̨̃ βασιλει̃ ναυ̃ς ἐκ Θαρσις χρυσίου καὶ ἀργυρίου καὶ λίθων τορευτω̃ν καὶ πελεκητω̃ν 10:22a αὕτη ἠ̃ν ἡ πραγματεία τη̃ς προνομη̃ς ἡ̃ς ἀνήνεγκεν ὁ βασιλεὺς Σαλωμων οἰκοδομη̃σαι τὸν οἰ̃κον κυρίου καὶ τὸν οἰ̃κον του̃ βασιλέως καὶ τὸ τει̃χος Ιερουσαλημ καὶ τὴν ἄκραν του̃ περιφράξαι τὸν φραγμὸν τη̃ς πόλεως Δαυιδ καὶ τὴν Ασσουρ καὶ τὴν Μαγδαν καὶ τὴν Γαζερ καὶ τὴν Βαιθωρων τὴν ἀνωτέρω καὶ τὴν Ιεθερμαθ καὶ πάσας τὰς πόλεις τω̃ν ἁρμάτων καὶ πάσας τὰς πόλεις τω̃ν ἱππέων καὶ τὴν πραγματείαν Σαλωμων ἣν ἐπραγματεύσατο οἰκοδομη̃σαι ἐν Ιερουσαλημ καὶ ἐν πάση̨ τη̨̃ γη̨̃ του̃ μὴ κατάρξαι αὐτου̃ 10:22b πάντα τὸν λαὸν τὸν ὑπολελειμμένον ἀπὸ του̃ Χετταίου καὶ του̃ Αμορραίου καὶ του̃ Φερεζαίου καὶ του̃ Χαναναίου καὶ του̃ Ευαίου καὶ του̃ Ιεβουσαίου καὶ του̃ Γεργεσαίου τω̃ν μὴ ἐκ τω̃ν υἱω̃ν Ισραηλ ὄντων τὰ τέκνα αὐτω̃ν τὰ ὑπολελειμμένα μετ' αὐτοὺς ἐν τη̨̃ γη̨̃ οὓς οὐκ ἐδύναντο οἱ υἱοὶ Ισραηλ ἐξολεθρευ̃σαι αὐτούς καὶ ἀνήγαγεν αὐτοὺς Σαλωμων εἰς φόρον ἕως τη̃ς ἡμέρας ταύτης 10:22c καὶ ἐκ τω̃ν υἱω̃ν Ισραηλ οὐκ ἔδωκε Σαλωμων εἰς πρα̃γμα ὅτι αὐτοὶ ἠ̃σαν ἄνδρες οἱ πολεμισταὶ καὶ παι̃δες αὐτου̃ καὶ ἄρχοντες τω̃ν ἁρμάτων αὐτου̃ καὶ ἱππει̃ς αὐτου̃ 10:23 καὶ ἐμεγαλύνθη Σαλωμων ὑπὲρ πάντας τοὺς βασιλει̃ς τη̃ς γη̃ς πλούτω̨ καὶ φρονήσει 10:24 καὶ πάντες βασιλει̃ς τη̃ς γη̃ς ἐζήτουν τὸ πρόσωπον Σαλωμων του̃ ἀκου̃σαι τη̃ς φρονήσεως αὐτου̃ ἡ̃ς ἔδωκεν κύριος ἐν τη̨̃ καρδία̨ αὐτου̃ 10:25 καὶ αὐτοὶ ἔφερον ἕκαστος τὰ δω̃ρα αὐτου̃ σκεύη χρυσα̃ καὶ ἱματισμόν στακτὴν καὶ ἡδύσματα καὶ ἵππους καὶ ἡμιόνους τὸ κατ' ἐνιαυτὸν ἐνιαυτόν 10:26 καὶ ἠ̃σαν τω̨̃ Σαλωμων τέσσαρες χιλιάδες θήλειαι ἵπποι εἰς ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων καὶ ἔθετο αὐτὰς ἐν ται̃ς πόλεσι τω̃ν ἁρμάτων καὶ μετὰ του̃ βασιλέως ἐν Ιερουσαλημ 10:26a καὶ ἠ̃ν ἡγούμενος πάντων τω̃ν βασιλέων ἀπὸ του̃ ποταμου̃ καὶ ἕως γη̃ς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου 10:27 καὶ ἔδωκεν ὁ βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ιερουσαλημ ὡς λίθους καὶ τὰς κέδρους ἔδωκεν ὡς συκαμίνους τὰς ἐν τη̨̃ πεδινη̨̃ εἰς πλη̃θος 10:28 καὶ ἡ ἔξοδος τω̃ν ἵππων Σαλωμων ἐξ Αἰγύπτου καὶ ἐκ Θεκουε ἔμποροι του̃ βασιλέως ἐλάμβανον ἐκ Θεκουε ἐν ἀλλάγματι 10:29 καὶ ἀνέβαινεν ἡ ἔξοδος ἐξ Αἰγύπτου ἅρμα ἀντὶ ἑκατὸν ἀργυρίου καὶ ἵππος ἀντὶ πεντήκοντα ἀργυρίου καὶ οὕτω πα̃σιν τοι̃ς βασιλευ̃σιν Χεττιιν καὶ βασιλευ̃σιν Συρίας κατὰ θάλασσαν ἐξεπορεύοντο 11:1 καὶ ὁ βασιλεὺς Σαλωμων ἠ̃ν φιλογύναιος καὶ ἠ̃σαν αὐτω̨̃ ἄρχουσαι ἑπτακόσιαι καὶ παλλακαὶ τριακόσιαι καὶ ἔλαβεν γυναι̃κας ἀλλοτρίας καὶ τὴν θυγατέρα Φαραω Μωαβίτιδας Αμμανίτιδας Σύρας καὶ Ιδουμαίας Χετταίας καὶ Αμορραίας 11:2 ἐκ τω̃ν ἐθνω̃ν ὡ̃ν ἀπει̃πεν κύριος τοι̃ς υἱοι̃ς Ισραηλ οὐκ εἰσελεύσεσθε εἰς αὐτούς καὶ αὐτοὶ οὐκ εἰσελεύσονται εἰς ὑμα̃ς μὴ ἐκκλίνωσιν τὰς καρδίας ὑμω̃ν ὀπίσω εἰδώλων αὐτω̃ν εἰς αὐτοὺς ἐκολλήθη Σαλωμων του̃ ἀγαπη̃σαι 11:4 καὶ ἐγενήθη ἐν καιρω̨̃ γήρους Σαλωμων καὶ οὐκ ἠ̃ν ἡ καρδία αὐτου̃ τελεία μετὰ κυρίου θεου̃ αὐτου̃ καθὼς ἡ καρδία Δαυιδ του̃ πατρὸς αὐτου̃ καὶ ἐξέκλιναν αἱ γυναι̃κες αἱ ἀλλότριαι τὴν καρδίαν αὐτου̃ ὀπίσω θεω̃ν αὐτω̃ν 11:5 τότε ὠ̨κοδόμησεν Σαλωμων ὑψηλὸν τω̨̃ Χαμως εἰδώλω̨ Μωαβ καὶ τω̨̃ βασιλει̃ αὐτω̃ν εἰδώλω̨ υἱω̃ν Αμμων 11:6 καὶ τη̨̃ 'Αστάρτη̨ βδελύγματι Σιδωνίων 11:7 καὶ οὕτως ἐποίησεν πάσαις ται̃ς γυναιξὶν αὐτου̃ ται̃ς ἀλλοτρίαις ἐθυμίων καὶ ἔθυον τοι̃ς εἰδώλοις αὐτω̃ν 11:8 καὶ ἐποίησεν Σαλωμων τὸ πονηρὸν ἐνώπιον κυρίου οὐκ ἐπορεύθη ὀπίσω κυρίου ὡς Δαυιδ ὁ πατὴρ αὐτου̃ 11:9 καὶ ὠργίσθη κύριος ἐπὶ Σαλωμων ὅτι ἐξέκλινεν καρδίαν αὐτου̃ ἀπὸ κυρίου θεου̃ Ισραηλ του̃ ὀφθέντος αὐτω̨̃ δὶς 11:10 καὶ ἐντειλαμένου αὐτω̨̃ ὑπὲρ του̃ λόγου τούτου τὸ παράπαν μὴ πορευθη̃ναι ὀπίσω θεω̃ν ἑτέρων καὶ φυλάξασθαι ποιη̃σαι ἃ ἐνετείλατο αὐτω̨̃ κύριος ὁ θεός 11:11 καὶ εἰ̃πεν κύριος πρὸς Σαλωμων ἀνθ' ὡ̃ν ἐγένετο ταυ̃τα μετὰ σου̃ καὶ οὐκ ἐφύλαξας τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου ἃ ἐνετειλάμην σοι διαρρήσσων διαρρήξω τὴν βασιλείαν σου ἐκ χειρός σου καὶ δώσω αὐτὴν τω̨̃ δούλω̨ σου 11:12 πλὴν ἐν ται̃ς ἡμέραις σου οὐ ποιήσω αὐτὰ διὰ Δαυιδ τὸν πατέρα σου ἐκ χειρὸς υἱου̃ σου λήμψομαι αὐτήν 11:13 πλὴν ὅλην τὴν βασιλείαν οὐ μὴ λάβω σκη̃πτρον ἓν δώσω τω̨̃ υἱω̨̃ σου διὰ Δαυιδ τὸν δου̃λόν μου καὶ διὰ Ιερουσαλημ τὴν πόλιν ἣν ἐξελεξάμην 11:14 καὶ ἤγειρεν κύριος σαταν τω̨̃ Σαλωμων τὸν Αδερ τὸν Ιδουμαι̃ον καὶ τὸν Εσρωμ υἱὸν Ελιαδαε τὸν ἐν Ραεμμαθ Αδραζαρ βασιλέα Σουβα κύριον αὐτου̃ καὶ συνηθροίσθησαν ἐπ' αὐτὸν ἄνδρες καὶ ἠ̃ν ἄρχων συστρέμματος καὶ προκατελάβετο τὴν Δαμασεκ καὶ ἠ̃σαν σαταν τω̨̃ Ισραηλ πάσας τὰς ἡμέρας Σαλωμων καὶ Αδερ ὁ Ιδουμαι̃ος ἐκ του̃ σπέρματος τη̃ς βασιλείας ἐν Ιδουμαία̨ 11:15 καὶ ἐγένετο ἐν τω̨̃ ἐξολεθρευ̃σαι Δαυιδ τὸν Εδωμ ἐν τω̨̃ πορευθη̃ναι Ιωαβ ἄρχοντα τη̃ς στρατια̃ς θάπτειν τοὺς τραυματίας ἔκοψαν πα̃ν ἀρσενικὸν ἐν τη̨̃ Ιδουμαία̨ 11:16 ὅτι ἓξ μη̃νας ἐνεκάθητο ἐκει̃ Ιωαβ καὶ πα̃ς Ισραηλ ἐν τη̨̃ Ιδουμαία̨ ἕως ὅτου ἐξωλέθρευσεν πα̃ν ἀρσενικὸν ἐκ τη̃ς Ιδουμαίας 11:17 καὶ ἀπέδρα Αδερ αὐτὸς καὶ πάντες ἄνδρες Ιδουμαι̃οι τω̃ν παίδων του̃ πατρὸς αὐτου̃ μετ' αὐτου̃ καὶ εἰση̃λθον εἰς Αἴγυπτον καὶ Αδερ παιδάριον μικρόν 11:18 καὶ ἀνίστανται ἄνδρες ἐκ τη̃ς πόλεως Μαδιαμ καὶ ἔρχονται εἰς Φαραν καὶ λαμβάνουσιν ἄνδρας μετ' αὐτω̃ν καὶ ἔρχονται πρὸς Φαραω βασιλέα Αἰγύπτου καὶ εἰση̃λθεν Αδερ πρὸς Φαραω καὶ ἔδωκεν αὐτω̨̃ οἰ̃κον καὶ ἄρτους διέταξεν αὐτω̨̃ 11:19 καὶ εὑ̃ρεν Αδερ χάριν ἐναντίον Φαραω σφόδρα καὶ ἔδωκεν αὐτω̨̃ γυναι̃κα ἀδελφὴν τη̃ς γυναικὸς αὐτου̃ ἀδελφὴν Θεκεμινας τὴν μείζω 11:20 καὶ ἔτεκεν αὐτω̨̃ ἡ ἀδελφὴ Θεκεμινας τω̨̃ Αδερ τὸν Γανηβαθ υἱὸν αὐτη̃ς καὶ ἐξέθρεψεν αὐτὸν Θεκεμινα ἐν μέσω̨ υἱω̃ν Φαραω καὶ ἠ̃ν Γανηβαθ ἐν μέσω̨ υἱω̃ν Φαραω 11:21 καὶ Αδερ ἤκουσεν ἐν Αἰγύπτω̨ ὅτι κεκοίμηται Δαυιδ μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ὅτι τέθνηκεν Ιωαβ ὁ ἄρχων τη̃ς στρατια̃ς καὶ εἰ̃πεν Αδερ πρὸς Φαραω ἐξαπόστειλόν με καὶ ἀποστρέψω εἰς τὴν γη̃ν μου 11:22 καὶ εἰ̃πεν Φαραω τω̨̃ Αδερ τίνι σὺ ἐλαττονη̨̃ μετ' ἐμου̃ καὶ ἰδοὺ σὺ ζητει̃ς ἀπελθει̃ν εἰς τὴν γη̃ν σου καὶ εἰ̃πεν αὐτω̨̃ Αδερ ὅτι ἐξαποστέλλων ἐξαποστελει̃ς με καὶ ἀνέστρεψεν Αδερ εἰς τὴν γη̃ν αὐτου̃ 11:25 αὕτη ἡ κακία ἣν ἐποίησεν Αδερ καὶ ἐβαρυθύμησεν ἐν Ισραηλ καὶ ἐβασίλευσεν ἐν γη̨̃ Εδωμ 11:26 καὶ Ιεροβοαμ υἱὸς Ναβατ ὁ Εφραθι ἐκ τη̃ς Σαριρα υἱὸς γυναικὸς χήρας δου̃λος Σαλωμων 11:27 καὶ του̃το τὸ πρα̃γμα ὡς ἐπήρατο χει̃ρας ἐπὶ βασιλέα Σαλωμων ὠ̨κοδόμησεν τὴν ἄκραν συνέκλεισεν τὸν φραγμὸν τη̃ς πόλεως Δαυιδ του̃ πατρὸς αὐτου̃ 11:28 καὶ ὁ ἄνθρωπος Ιεροβοαμ ἰσχυρὸς δυνάμει καὶ εἰ̃δεν Σαλωμων τὸ παιδάριον ὅτι ἀνὴρ ἔργων ἐστίν καὶ κατέστησεν αὐτὸν ἐπὶ τὰς ἄρσεις οἴκου Ιωσηφ 11:29 καὶ ἐγενήθη ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ καὶ Ιεροβοαμ ἐξη̃λθεν ἐξ Ιερουσαλημ καὶ εὑ̃ρεν αὐτὸν Αχιας ὁ Σηλωνίτης ὁ προφήτης ἐν τη̨̃ ὁδω̨̃ καὶ ἀπέστησεν αὐτὸν ἐκ τη̃ς ὁδου̃ καὶ ὁ Αχιας περιβεβλημένος ἱματίω̨ καινω̨̃ καὶ ἀμφότεροι ἐν τω̨̃ πεδίω̨ 11:30 καὶ ἐπελάβετο Αχια του̃ ἱματίου αὐτου̃ του̃ καινου̃ του̃ ἐπ' αὐτω̨̃ καὶ διέρρηξεν αὐτὸ δώδεκα ῥήγματα 11:31 καὶ εἰ̃πεν τω̨̃ Ιεροβοαμ λαβὲ σεαυτω̨̃ δέκα ῥήγματα ὅτι τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἰδοὺ ἐγὼ ῥήσσω τὴν βασιλείαν ἐκ χειρὸς Σαλωμων καὶ δώσω σοι δέκα σκη̃πτρα 11:32 καὶ δύο σκη̃πτρα ἔσονται αὐτω̨̃ διὰ τὸν δου̃λόν μου Δαυιδ καὶ διὰ Ιερουσαλημ τὴν πόλιν ἣν ἐξελεξάμην ἐν αὐτη̨̃ ἐκ πασω̃ν φυλω̃ν Ισραηλ 11:33 ἀνθ' ὡ̃ν κατέλιπέν με καὶ ἐποίησεν τη̨̃ 'Αστάρτη̨ βδελύγματι Σιδωνίων καὶ τω̨̃ Χαμως καὶ τοι̃ς εἰδώλοις Μωαβ καὶ τω̨̃ βασιλει̃ αὐτω̃ν προσοχθίσματι υἱω̃ν Αμμων καὶ οὐκ ἐπορεύθη ἐν ται̃ς ὁδοι̃ς μου του̃ ποιη̃σαι τὸ εὐθὲς ἐνώπιον ἐμου̃ ὡς Δαυιδ ὁ πατὴρ αὐτου̃ 11:34 καὶ οὐ μὴ λάβω ὅλην τὴν βασιλείαν ἐκ χειρὸς αὐτου̃ διότι ἀντιτασσόμενος ἀντιτάξομαι αὐτω̨̃ πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς αὐτου̃ διὰ Δαυιδ τὸν δου̃λόν μου ὃν ἐξελεξάμην αὐτόν 11:35 καὶ λήμψομαι τὴν βασιλείαν ἐκ χειρὸς του̃ υἱου̃ αὐτου̃ καὶ δώσω σοι τὰ δέκα σκη̃πτρα 11:36 τω̨̃ δὲ υἱω̨̃ αὐτου̃ δώσω τὰ δύο σκη̃πτρα ὅπως ἠ̨̃ θέσις τω̨̃ δούλω̨ μου Δαυιδ πάσας τὰς ἡμέρας ἐνώπιον ἐμου̃ ἐν Ιερουσαλημ τη̨̃ πόλει ἣν ἐξελεξάμην ἐμαυτω̨̃ του̃ θέσθαι ὄνομά μου ἐκει̃ 11:37 καὶ σὲ λήμψομαι καὶ βασιλεύσεις ἐν οἱ̃ς ἐπιθυμει̃ ἡ ψυχή σου καὶ σὺ ἔση̨ βασιλεὺς ἐπὶ τὸν Ισραηλ 11:38 καὶ ἔσται ἐὰν φυλάξη̨ς πάντα ὅσα ἂν ἐντείλωμαί σοι καὶ πορευθη̨̃ς ἐν ται̃ς ὁδοι̃ς μου καὶ ποιήση̨ς τὸ εὐθὲς ἐνώπιον ἐμου̃ του̃ φυλάξασθαι τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου καθὼς ἐποίησεν Δαυιδ ὁ δου̃λός μου καὶ ἔσομαι μετὰ σου̃ καὶ οἰκοδομήσω σοι οἰ̃κον πιστόν καθὼς ὠ̨κοδόμησα τω̨̃ Δαυιδ 11:40 καὶ ἐζήτησεν Σαλωμων θανατω̃σαι τὸν Ιεροβοαμ καὶ ἀνέστη καὶ ἀπέδρα εἰς Αἴγυπτον πρὸς Σουσακιμ βασιλέα Αἰγύπτου καὶ ἠ̃ν ἐν Αἰγύπτω̨ ἕως οὑ̃ ἀπέθανεν Σαλωμων 11:41 καὶ τὰ λοιπὰ τω̃ν ῥημάτων Σαλωμων καὶ πάντα ὅσα ἐποίησεν καὶ πα̃σαν τὴν φρόνησιν αὐτου̃ οὐκ ἰδοὺ ταυ̃τα γέγραπται ἐν βιβλίω̨ ῥημάτων Σαλωμων 11:42 καὶ αἱ ἡμέραι ἃς ἐβασίλευσεν Σαλωμων ἐν Ιερουσαλημ τεσσαράκοντα ἔτη 11:43 καὶ ἐκοιμήθη Σαλωμων μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυιδ του̃ πατρὸς αὐτου̃ καὶ ἐγενήθη ὡς ἤκουσεν Ιεροβοαμ υἱὸς Ναβατ καὶ αὐτου̃ ἔτι ὄντος ἐν Αἰγύπτω̨ ὡς ἔφυγεν ἐκ προσώπου Σαλωμων καὶ ἐκάθητο ἐν Αἰγύπτω̨ κατευθύνει καὶ ἔρχεται εἰς τὴν πόλιν αὐτου̃ εἰς τὴν γη̃ν Σαριρα τὴν ἐν ὄρει Εφραιμ καὶ ὁ βασιλεὺς Σαλωμων ἐκοιμήθη μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἐβασίλευσεν Ροβοαμ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃ 12:1 καὶ πορεύεται βασιλεὺς Ροβοαμ εἰς Σικιμα ὅτι εἰς Σικιμα ἤρχοντο πα̃ς Ισραηλ βασιλευ̃σαι αὐτόν 12:3 καὶ ἐλάλησεν ὁ λαὸς πρὸς τὸν βασιλέα Ροβοαμ λέγοντες 12:4 ὁ πατήρ σου ἐβάρυνεν τὸν κλοιὸν ἡμω̃ν καὶ σὺ νυ̃ν κούφισον ἀπὸ τη̃ς δουλείας του̃ πατρός σου τη̃ς σκληρα̃ς καὶ ἀπὸ του̃ κλοιου̃ αὐτου̃ του̃ βαρέος οὑ̃ ἔδωκεν ἐφ' ἡμα̃ς καὶ δουλεύσομέν σοι 12:5 καὶ εἰ̃πεν πρὸς αὐτούς ἀπέλθετε ἕως ἡμερω̃ν τριω̃ν καὶ ἀναστρέψατε πρός με καὶ ἀπη̃λθον 12:6 καὶ παρήγγειλεν ὁ βασιλεὺς τοι̃ς πρεσβυτέροις οἳ ἠ̃σαν παρεστω̃τες ἐνώπιον Σαλωμων του̃ πατρὸς αὐτου̃ ἔτι ζω̃ντος αὐτου̃ λέγων πω̃ς ὑμει̃ς βουλεύεσθε καὶ ἀποκριθω̃ τω̨̃ λαω̨̃ τούτω̨ λόγον 12:7 καὶ ἐλάλησαν πρὸς αὐτὸν λέγοντες εἰ ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ ἔση̨ δου̃λος τω̨̃ λαω̨̃ τούτω̨ καὶ δουλεύση̨ς αὐτοι̃ς καὶ λαλήση̨ς αὐτοι̃ς λόγους ἀγαθούς καὶ ἔσονταί σοι δου̃λοι πάσας τὰς ἡμέρας 12:8 καὶ ἐγκατέλιπεν τὴν βουλὴν τω̃ν πρεσβυτέρων ἃ συνεβουλεύσαντο αὐτω̨̃ καὶ συνεβουλεύσατο μετὰ τω̃ν παιδαρίων τω̃ν ἐκτραφέντων μετ' αὐτου̃ τω̃ν παρεστηκότων πρὸ προσώπου αὐτου̃ 12:9 καὶ εἰ̃πεν αὐτοι̃ς τί ὑμει̃ς συμβουλεύετε καὶ τί ἀποκριθω̃ τω̨̃ λαω̨̃ τούτω̨ τοι̃ς λαλήσασιν πρός με λεγόντων κούφισον ἀπὸ του̃ κλοιου̃ οὑ̃ ἔδωκεν ὁ πατήρ σου ἐφ' ἡμα̃ς 12:10 καὶ ἐλάλησαν πρὸς αὐτὸν τὰ παιδάρια τὰ ἐκτραφέντα μετ' αὐτου̃ οἱ παρεστηκότες πρὸ προσώπου αὐτου̃ λέγοντες τάδε λαλήσεις τω̨̃ λαω̨̃ τούτω̨ τοι̃ς λαλήσασι πρὸς σὲ λέγοντες ὁ πατήρ σου ἐβάρυνεν τὸν κλοιὸν ἡμω̃ν καὶ σὺ νυ̃ν κούφισον ἀφ' ἡμω̃ν τάδε λαλήσεις πρὸς αὐτούς ἡ μικρότης μου παχυτέρα τη̃ς ὀσφύος του̃ πατρός μου 12:11 καὶ νυ̃ν ὁ πατήρ μου ἐπεσάσσετο ὑμα̃ς κλοιω̨̃ βαρει̃ κἀγὼ προσθήσω ἐπὶ τὸν κλοιὸν ὑμω̃ν ὁ πατήρ μου ἐπαίδευσεν ὑμα̃ς ἐν μάστιγξιν ἐγὼ δὲ παιδεύσω ὑμα̃ς ἐν σκορπίοις 12:12 καὶ παρεγένοντο πα̃ς Ισραηλ πρὸς τὸν βασιλέα Ροβοαμ ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ καθότι ἐλάλησεν αὐτοι̃ς ὁ βασιλεὺς λέγων ἀναστράφητε πρός με τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ 12:13 καὶ ἀπεκρίθη ὁ βασιλεὺς πρὸς τὸν λαὸν σκληρά καὶ ἐγκατέλιπεν Ροβοαμ τὴν βουλὴν τω̃ν πρεσβυτέρων ἃ συνεβουλεύσαντο αὐτω̨̃ 12:14 καὶ ἐλάλησεν πρὸς αὐτοὺς κατὰ τὴν βουλὴν τω̃ν παιδαρίων λέγων ὁ πατήρ μου ἐβάρυνεν τὸν κλοιὸν ὑμω̃ν κἀγὼ προσθήσω ἐπὶ τὸν κλοιὸν ὑμω̃ν ὁ πατήρ μου ἐπαίδευσεν ὑμα̃ς ἐν μάστιγξιν κἀγὼ παιδεύσω ὑμα̃ς ἐν σκορπίοις 12:15 καὶ οὐκ ἤκουσεν ὁ βασιλεὺς του̃ λαου̃ ὅτι ἠ̃ν μεταστροφὴ παρὰ κυρίου ὅπως στήση̨ τὸ ῥη̃μα αὐτου̃ ὃ ἐλάλησεν ἐν χειρὶ Αχια του̃ Σηλωνίτου περὶ Ιεροβοαμ υἱου̃ Ναβατ 12:16 καὶ εἰ̃δον πα̃ς Ισραηλ ὅτι οὐκ ἤκουσεν ὁ βασιλεὺς αὐτω̃ν καὶ ἀπεκρίθη ὁ λαὸς τω̨̃ βασιλει̃ λέγων τίς ἡμι̃ν μερὶς ἐν Δαυιδ καὶ οὐκ ἔστιν ἡμι̃ν κληρονομία ἐν υἱω̨̃ Ιεσσαι ἀπότρεχε Ισραηλ εἰς τὰ σκηνώματά σου νυ̃ν βόσκε τὸν οἰ̃κόν σου Δαυιδ καὶ ἀπη̃λθεν Ισραηλ εἰς τὰ σκηνώματα αὐτου̃ 12:18 καὶ ἀπέστειλεν ὁ βασιλεὺς τὸν Αδωνιραμ τὸν ἐπὶ του̃ φόρου καὶ ἐλιθοβόλησαν αὐτὸν πα̃ς Ισραηλ ἐν λίθοις καὶ ἀπέθανεν καὶ ὁ βασιλεὺς Ροβοαμ ἔφθασεν ἀναβη̃ναι του̃ φυγει̃ν εἰς Ιερουσαλημ 12:19 καὶ ἠθέτησεν Ισραηλ εἰς τὸν οἰ̃κον Δαυιδ ἕως τη̃ς ἡμέρας ταύτης 12:20 καὶ ἐγένετο ὡς ἤκουσεν πα̃ς Ισραηλ ὅτι ἀνέκαμψεν Ιεροβοαμ ἐξ Αἰγύπτου καὶ ἀπέστειλαν καὶ ἐκάλεσαν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ ἐβασίλευσαν αὐτὸν ἐπὶ Ισραηλ καὶ οὐκ ἠ̃ν ὀπίσω οἴκου Δαυιδ πάρεξ σκήπτρου Ιουδα καὶ Βενιαμιν μόνοι 12:21 καὶ Ροβοαμ εἰση̃λθεν εἰς Ιερουσαλημ καὶ ἐξεκκλησίασεν τὴν συναγωγὴν Ιουδα καὶ σκη̃πτρον Βενιαμιν ἑκατὸν καὶ εἴκοσι χιλιάδες νεανιω̃ν ποιούντων πόλεμον του̃ πολεμει̃ν πρὸς οἰ̃κον Ισραηλ ἐπιστρέψαι τὴν βασιλείαν Ροβοαμ υἱω̨̃ Σαλωμων 12:22 καὶ ἐγένετο λόγος κυρίου πρὸς Σαμαιαν ἄνθρωπον του̃ θεου̃ λέγων 12:23 εἰπὸν τω̨̃ Ροβοαμ υἱω̨̃ Σαλωμων βασιλει̃ Ιουδα καὶ πρὸς πάντα οἰ̃κον Ιουδα καὶ Βενιαμιν καὶ τω̨̃ καταλοίπω̨ του̃ λαου̃ λέγων 12:24 τάδε λέγει κύριος οὐκ ἀναβήσεσθε οὐδὲ πολεμήσετε μετὰ τω̃ν ἀδελφω̃ν ὑμω̃ν υἱω̃ν Ισραηλ ἀναστρεφέτω ἕκαστος εἰς τὸν οἰ̃κον ἑαυτου̃ ὅτι παρ' ἐμου̃ γέγονεν τὸ ῥη̃μα του̃το καὶ ἤκουσαν του̃ λόγου κυρίου καὶ κατέπαυσαν του̃ πορευθη̃ναι κατὰ τὸ ῥη̃μα κυρίου 12:24a καὶ ὁ βασιλεὺς Σαλωμων κοιμα̃ται μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ θάπτεται μετὰ τω̃ν πατέρων αὐτου̃ ἐν πόλει Δαυιδ καὶ ἐβασίλευσεν Ροβοαμ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃ ἐν Ιερουσαλημ υἱὸς ὢν ἑκκαίδεκα ἐτω̃ν ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ δώδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̃ς μητρὸς αὐτου̃ Νααναν θυγάτηρ Αναν υἱου̃ Ναας βασιλέως υἱω̃ν Αμμων καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ οὐκ ἐπορεύθη ἐν ὁδω̨̃ Δαυιδ του̃ πατρὸς αὐτου̃ 12:24b καὶ ἠ̃ν ἄνθρωπος ἐξ ὄρους Εφραιμ δου̃λος τω̨̃ Σαλωμων καὶ ὄνομα αὐτω̨̃ Ιεροβοαμ καὶ ὄνομα τη̃ς μητρὸς αὐτου̃ Σαριρα γυνὴ πόρνη καὶ ἔδωκεν αὐτὸν Σαλωμων εἰς ἄρχοντα σκυτάλης ἐπὶ τὰς ἄρσεις οἴκου Ιωσηφ καὶ ὠ̨κοδόμησεν τω̨̃ Σαλωμων τὴν Σαριρα τὴν ἐν ὄρει Εφραιμ καὶ ἠ̃σαν αὐτω̨̃ ἅρματα τριακόσια ἵππων οὑ̃τος ὠ̨κοδόμησεν τὴν ἄκραν ἐν ται̃ς ἄρσεσιν οἴκου Εφραιμ οὑ̃τος συνέκλεισεν τὴν πόλιν Δαυιδ καὶ ἠ̃ν ἐπαιρόμενος ἐπὶ τὴν βασιλείαν 12:24c καὶ ἐζήτει Σαλωμων θανατω̃σαι αὐτόν καὶ ἐφοβήθη καὶ ἀπέδρα αὐτὸς πρὸς Σουσακιμ βασιλέα Αἰγύπτου καὶ ἠ̃ν μετ' αὐτου̃ ἕως ἀπέθανεν Σαλωμων 12:24d καὶ ἤκουσεν Ιεροβοαμ ἐν Αἰγύπτω̨ ὅτι τέθνηκεν Σαλωμων καὶ ἐλάλησεν εἰς τὰ ὠ̃τα Σουσακιμ βασιλέως Αἰγύπτου λέγων ἐξαπόστειλόν με καὶ ἀπελεύσομαι ἐγὼ εἰς τὴν γη̃ν μου καὶ εἰ̃πεν αὐτω̨̃ Σουσακιμ αἴτησαί τι αἴτημα καὶ δώσω σοι 12:24e καὶ Σουσακιμ ἔδωκεν τω̨̃ Ιεροβοαμ τὴν Ανω ἀδελφὴν Θεκεμινας τὴν πρεσβυτέραν τη̃ς γυναικὸς αὐτου̃ αὐτω̨̃ εἰς γυναι̃κα αὕτη ἠ̃ν μεγάλη ἐν μέσω̨ τω̃ν θυγατέρων του̃ βασιλέως καὶ ἔτεκεν τω̨̃ Ιεροβοαμ τὸν Αβια υἱὸν αὐτου̃ 12:24f καὶ εἰ̃πεν Ιεροβοαμ πρὸς Σουσακιμ ὄντως ἐξαπόστειλόν με καὶ ἀπελεύσομαι καὶ ἐξη̃λθεν Ιεροβοαμ ἐξ Αἰγύπτου καὶ ἠ̃λθεν εἰς γη̃ν Σαριρα τὴν ἐν ὄρει Εφραιμ καὶ συνάγεται ἐκει̃ πα̃ν σκη̃πτρον Εφραιμ καὶ ὠ̨κοδόμησεν Ιεροβοαμ ἐκει̃ χάρακα 12:24g καὶ ἠρρώστησε τὸ παιδάριον αὐτου̃ ἀρρωστίαν κραταιὰν σφόδρα καὶ ἐπορεύθη Ιεροβοαμ ἐπερωτη̃σαι ὑπὲρ του̃ παιδαρίου καὶ εἰ̃πε πρὸς Ανω τὴν γυναι̃κα αὐτου̃ ἀνάστηθι καὶ πορεύου ἐπερώτησον τὸν θεὸν ὑπὲρ του̃ παιδαρίου εἰ ζήσεται ἐκ τη̃ς ἀρρωστίας αὐτου̃ 12:24h καὶ ἄνθρωπος ἠ̃ν ἐν Σηλω καὶ ὄνομα αὐτω̨̃ Αχια καὶ οὑ̃τος ἠ̃ν υἱὸς ἑξήκοντα ἐτω̃ν καὶ ῥη̃μα κυρίου μετ' αὐτου̃ καὶ εἰ̃πεν Ιεροβοαμ πρὸς τὴν γυναι̃κα αὐτου̃ ἀνάστηθι καὶ λαβὲ εἰς τὴν χει̃ρά σου τω̨̃ ἀνθρώπω̨ του̃ θεου̃ ἄρτους καὶ κολλύρια τοι̃ς τέκνοις αὐτου̃ καὶ σταφυλὴν καὶ στάμνον μέλιτος 12:24i καὶ ἀνέστη ἡ γυνὴ καὶ ἔλαβεν εἰς τὴν χει̃ρα αὐτη̃ς ἄρτους καὶ δύο κολλύρια καὶ σταφυλὴν καὶ στάμνον μέλιτος τω̨̃ Αχια καὶ ὁ ἄνθρωπος πρεσβύτερος καὶ οἱ ὀφθαλμοὶ αὐτου̃ ἠμβλυώπουν του̃ βλέπειν 12:24k καὶ ἀνέστη ἐκ Σαριρα καὶ πορεύεται καὶ ἐγένετο εἰσελθούσης αὐτη̃ς εἰς τὴν πόλιν πρὸς Αχια τὸν Σηλωνίτην καὶ εἰ̃πεν Αχια τω̨̃ παιδαρίω̨ αὐτου̃ ἔξελθε δὴ εἰς ἀπαντὴν Ανω τη̨̃ γυναικὶ Ιεροβοαμ καὶ ἐρει̃ς αὐτη̨̃ εἴσελθε καὶ μὴ στη̨̃ς ὅτι τάδε λέγει κύριος σκληρὰ ἐγὼ ἐπαποστελω̃ ἐπὶ σέ 12:24l καὶ εἰση̃λθεν Ανω πρὸς τὸν ἄνθρωπον του̃ θεου̃ καὶ εἰ̃πεν αὐτη̨̃ Αχια ἵνα τί μοι ἐνήνοχας ἄρτους καὶ σταφυλὴν καὶ κολλύρια καὶ στάμνον μέλιτος τάδε λέγει κύριος ἰδοὺ σὺ ἀπελεύση̨ ἀπ' ἐμου̃ καὶ ἔσται εἰσελθούσης σου τὴν πύλην εἰς Σαριρα καὶ τὰ κοράσιά σου ἐξελεύσονταί σοι εἰς συνάντησιν καὶ ἐρου̃σίν σοι τὸ παιδάριον τέθνηκεν 12:24m ὅτι τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐξολεθρεύσω του̃ Ιεροβοαμ οὐρου̃ντα πρὸς τοι̃χον καὶ ἔσονται οἱ τεθνηκότες του̃ Ιεροβοαμ ἐν τη̨̃ πόλει καταφάγονται οἱ κύνες καὶ τὸν τεθνηκότα ἐν τω̨̃ ἀγρω̨̃ καταφάγεται τὰ πετεινὰ του̃ οὐρανου̃ καὶ τὸ παιδάριον κόψονται οὐαὶ κύριε ὅτι εὑρέθη ἐν αὐτω̨̃ ῥη̃μα καλὸν περὶ του̃ κυρίου 12:24n καὶ ἀπη̃λθεν ἡ γυνή ὡς ἤκουσεν καὶ ἐγένετο ὡς εἰση̃λθεν εἰς τὴν Σαριρα καὶ τὸ παιδάριον ἀπέθανεν καὶ ἐξη̃λθεν ἡ κραυγὴ εἰς ἀπαντήν 12:24o καὶ ἐπορεύθη Ιεροβοαμ εἰς Σικιμα τὴν ἐν ὄρει Εφραιμ καὶ συνήθροισεν ἐκει̃ τὰς φυλὰς του̃ Ισραηλ καὶ ἀνέβη ἐκει̃ Ροβοαμ υἱὸς Σαλωμων καὶ λόγος κυρίου ἐγένετο πρὸς Σαμαιαν τὸν Ελαμι λέγων λαβὲ σεαυτω̨̃ ἱμάτιον καινὸν τὸ οὐκ εἰσεληλυθὸς εἰς ὕδωρ καὶ ῥη̃ξον αὐτὸ δώδεκα ῥήγματα καὶ δώσεις τω̨̃ Ιεροβοαμ καὶ ἐρει̃ς αὐτω̨̃ τάδε λέγει κύριος λαβὲ σεαυτω̨̃ δέκα ῥήγματα του̃ περιβαλέσθαι σε καὶ ἔλαβεν Ιεροβοαμ καὶ εἰ̃πεν Σαμαιας τάδε λέγει κύριος ἐπὶ τὰς δέκα φυλὰς του̃ Ισραηλ 12:24p καὶ εἰ̃πεν ὁ λαὸς πρὸς Ροβοαμ υἱὸν Σαλωμων ὁ πατήρ σου ἐβάρυνεν τὸν κλοιὸν αὐτου̃ ἐφ' ἡμα̃ς καὶ ἐβάρυνεν τὰ βρώματα τη̃ς τραπέζης αὐτου̃ καὶ νυ̃ν εἰ κουφιει̃ς σὺ ἐφ' ἡμα̃ς καὶ δουλεύσομέν σοι καὶ εἰ̃πεν Ροβοαμ πρὸς τὸν λαόν ἔτι τριω̃ν ἡμερω̃ν καὶ ἀποκριθήσομαι ὑμι̃ν ῥη̃μα 12:24q καὶ εἰ̃πεν Ροβοαμ εἰσαγάγετέ μοι τοὺς πρεσβυτέρους καὶ συμβουλεύσομαι μετ' αὐτω̃ν τί ἀποκριθω̃ τω̨̃ λαω̨̃ ῥη̃μα ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ καὶ ἐλάλησεν Ροβοαμ εἰς τὰ ὠ̃τα αὐτω̃ν καθὼς ἀπέστειλεν ὁ λαὸς πρὸς αὐτόν καὶ εἰ̃πον οἱ πρεσβύτεροι του̃ λαου̃ οὕτως ἐλάλησεν πρὸς σὲ ὁ λαός 12:24r καὶ διεσκέδασεν Ροβοαμ τὴν βουλὴν αὐτω̃ν καὶ οὐκ ἤρεσεν ἐνώπιον αὐτου̃ καὶ ἀπέστειλεν καὶ εἰσήγαγεν τοὺς συντρόφους αὐτου̃ καὶ ἐλάλησεν αὐτοι̃ς τὰ αὐτά καὶ ταυ̃τα ἀπέστειλεν πρός με λέγων ὁ λαός καὶ εἰ̃παν οἱ σύντροφοι αὐτου̃ οὕτως λαλήσεις πρὸς τὸν λαὸν λέγων ἡ μικρότης μου παχυτέρα ὑπὲρ τὴν ὀσφὺν του̃ πατρός μου ὁ πατήρ μου ἐμαστίγου ὑμα̃ς μάστιγξιν ἐγὼ δὲ κατάρξω ὑμω̃ν ἐν σκορπίοις 12:24s καὶ ἤρεσεν τὸ ῥη̃μα ἐνώπιον Ροβοαμ καὶ ἀπεκρίθη τω̨̃ λαω̨̃ καθὼς συνεβούλευσαν αὐτω̨̃ οἱ σύντροφοι αὐτου̃ τὰ παιδάρια 12:24t καὶ εἰ̃πεν πα̃ς ὁ λαὸς ὡς ἀνὴρ εἱ̃ς ἕκαστος τω̨̃ πλησίον αὐτου̃ καὶ ἀνέκραξαν ἅπαντες λέγοντες οὐ μερὶς ἡμι̃ν ἐν Δαυιδ οὐδὲ κληρονομία ἐν υἱω̨̃ Ιεσσαι εἰς τὰ σκηνώματά σου Ισραηλ ὅτι οὑ̃τος ὁ ἄνθρωπος οὐκ εἰς ἄρχοντα οὐδὲ εἰς ἡγούμενον 12:24u καὶ διεσπάρη πα̃ς ὁ λαὸς ἐκ Σικιμων καὶ ἀπη̃λθεν ἕκαστος εἰς τὸ σκήνωμα αὐτου̃ καὶ κατεκράτησεν Ροβοαμ καὶ ἀπη̃λθεν καὶ ἀνέβη ἐπὶ τὸ ἅρμα αὐτου̃ καὶ εἰση̃λθεν εἰς Ιερουσαλημ καὶ πορεύονται ὀπίσω αὐτου̃ πα̃ν σκη̃πτρον Ιουδα καὶ πα̃ν σκη̃πτρον Βενιαμιν 12:24x καὶ ἐγένετο ἐνισταμένου του̃ ἐνιαυτου̃ καὶ συνήθροισεν Ροβοαμ πάντα ἄνδρα Ιουδα καὶ Βενιαμιν καὶ ἀνέβη του̃ πολεμει̃ν πρὸς Ιεροβοαμ εἰς Σικιμα 12:24y καὶ ἐγένετο ῥη̃μα κυρίου πρὸς Σαμαιαν ἄνθρωπον του̃ θεου̃ λέγων εἰπὸν τω̨̃ Ροβοαμ βασιλει̃ Ιουδα καὶ πρὸς πάντα οἰ̃κον Ιουδα καὶ Βενιαμιν καὶ πρὸς τὸ κατάλειμμα του̃ λαου̃ λέγων τάδε λέγει κύριος οὐκ ἀναβήσεσθε οὐδὲ πολεμήσετε πρὸς τοὺς ἀδελφοὺς ὑμω̃ν υἱοὺς Ισραηλ ἀναστρέφετε ἕκαστος εἰς τὸν οἰ̃κον αὐτου̃ ὅτι παρ' ἐμου̃ γέγονεν τὸ ῥη̃μα του̃το 12:24z καὶ ἤκουσαν του̃ λόγου κυρίου καὶ ἀνέσχον του̃ πορευθη̃ναι κατὰ τὸ ῥη̃μα κυρίου 12:25 καὶ ὠ̨κοδόμησεν Ιεροβοαμ τὴν Σικιμα τὴν ἐν ὄρει Εφραιμ καὶ κατώ̨κει ἐν αὐτη̨̃ καὶ ἐξη̃λθεν ἐκει̃θεν καὶ ὠ̨κοδόμησεν τὴν Φανουηλ 12:26 καὶ εἰ̃πεν Ιεροβοαμ ἐν τη̨̃ καρδία̨ αὐτου̃ ἰδοὺ νυ̃ν ἐπιστρέψει ἡ βασιλεία εἰς οἰ̃κον Δαυιδ 12:27 ἐὰν ἀναβη̨̃ ὁ λαὸς οὑ̃τος ἀναφέρειν θυσίας ἐν οἴκω̨ κυρίου εἰς Ιερουσαλημ καὶ ἐπιστραφήσεται καρδία του̃ λαου̃ πρὸς κύριον καὶ κύριον αὐτω̃ν πρὸς Ροβοαμ βασιλέα Ιουδα καὶ ἀποκτενου̃σίν με 12:28 καὶ ἐβουλεύσατο ὁ βασιλεὺς καὶ ἐπορεύθη καὶ ἐποίησεν δύο δαμάλεις χρυσα̃ς καὶ εἰ̃πεν πρὸς τὸν λαόν ἱκανούσθω ὑμι̃ν ἀναβαίνειν εἰς Ιερουσαλημ ἰδοὺ θεοί σου Ισραηλ οἱ ἀναγαγόντες σε ἐκ γη̃ς Αἰγύπτου 12:29 καὶ ἔθετο τὴν μίαν ἐν Βαιθηλ καὶ τὴν μίαν ἔδωκεν ἐν Δαν 12:30 καὶ ἐγένετο ὁ λόγος οὑ̃τος εἰς ἁμαρτίαν καὶ ἐπορεύετο ὁ λαὸς πρὸ προσώπου τη̃ς μια̃ς ἕως Δαν 12:31 καὶ ἐποίησεν οἴκους ἐφ' ὑψηλω̃ν καὶ ἐποίησεν ἱερει̃ς μέρος τι ἐκ του̃ λαου̃ οἳ οὐκ ἠ̃σαν ἐκ τω̃ν υἱω̃ν Λευι 12:32 καὶ ἐποίησεν Ιεροβοαμ ἑορτὴν ἐν τω̨̃ μηνὶ τω̨̃ ὀγδόω̨ ἐν τη̨̃ πεντεκαιδεκάτη̨ ἡμέρα̨ του̃ μηνὸς κατὰ τὴν ἑορτὴν τὴν ἐν γη̨̃ Ιουδα καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησεν ἐν Βαιθηλ του̃ θύειν ται̃ς δαμάλεσιν αἱ̃ς ἐποίησεν καὶ παρέστησεν ἐν Βαιθηλ τοὺς ἱερει̃ς τω̃ν ὑψηλω̃ν ὡ̃ν ἐποίησεν 12:33 καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησεν τη̨̃ πεντεκαιδεκάτη̨ ἡμέρα̨ ἐν τω̨̃ μηνὶ τω̨̃ ὀγδόω̨ ἐν τη̨̃ ἑορτη̨̃ ἡ̨̃ ἐπλάσατο ἀπὸ καρδίας αὐτου̃ καὶ ἐποίησεν ἑορτὴν τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον του̃ ἐπιθυ̃σαι 13:1 καὶ ἰδοὺ ἄνθρωπος του̃ θεου̃ ἐξ Ιουδα παρεγένετο ἐν λόγω̨ κυρίου εἰς Βαιθηλ καὶ Ιεροβοαμ εἱστήκει ἐπὶ τὸ θυσιαστήριον του̃ ἐπιθυ̃σαι 13:2 καὶ ἐπεκάλεσεν πρὸς τὸ θυσιαστήριον ἐν λόγω̨ κυρίου καὶ εἰ̃πεν θυσιαστήριον θυσιαστήριον τάδε λέγει κύριος ἰδοὺ υἱὸς τίκτεται τω̨̃ οἴκω̨ Δαυιδ Ιωσιας ὄνομα αὐτω̨̃ καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερει̃ς τω̃ν ὑψηλω̃ν τοὺς ἐπιθύοντας ἐπὶ σὲ καὶ ὀστα̃ ἀνθρώπων καύσει ἐπὶ σέ 13:3 καὶ ἔδωκεν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ τέρας λέγων του̃το τὸ ῥη̃μα ὃ ἐλάλησεν κύριος λέγων ἰδοὺ τὸ θυσιαστήριον ῥήγνυται καὶ ἐκχυθήσεται ἡ πιότης ἡ ἐπ' αὐτω̨̃ 13:4 καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς Ιεροβοαμ τω̃ν λόγων του̃ ἀνθρώπου του̃ θεου̃ του̃ ἐπικαλεσαμένου ἐπὶ τὸ θυσιαστήριον τὸ ἐν Βαιθηλ καὶ ἐξέτεινεν ὁ βασιλεὺς τὴν χει̃ρα αὐτου̃ ἀπὸ του̃ θυσιαστηρίου λέγων συλλάβετε αὐτόν καὶ ἰδοὺ ἐξηράνθη ἡ χεὶρ αὐτου̃ ἣν ἐξέτεινεν ἐπ' αὐτόν καὶ οὐκ ἠδυνήθη ἐπιστρέψαι αὐτὴν πρὸς ἑαυτόν 13:5 καὶ τὸ θυσιαστήριον ἐρράγη καὶ ἐξεχύθη ἡ πιότης ἀπὸ του̃ θυσιαστηρίου κατὰ τὸ τέρας ὃ ἔδωκεν ὁ ἄνθρωπος του̃ θεου̃ ἐν λόγω̨ κυρίου 13:6 καὶ εἰ̃πεν ὁ βασιλεὺς Ιεροβοαμ τω̨̃ ἀνθρώπω̨ του̃ θεου̃ δεήθητι του̃ προσώπου κυρίου του̃ θεου̃ σου καὶ ἐπιστρεψάτω ἡ χείρ μου πρός με καὶ ἐδεήθη ὁ ἄνθρωπος του̃ θεου̃ του̃ προσώπου κυρίου καὶ ἐπέστρεψεν τὴν χει̃ρα του̃ βασιλέως πρὸς αὐτόν καὶ ἐγένετο καθὼς τὸ πρότερον 13:7 καὶ ἐλάλησεν ὁ βασιλεὺς πρὸς τὸν ἄνθρωπον του̃ θεου̃ εἴσελθε μετ' ἐμου̃ εἰς οἰ̃κον καὶ ἀρίστησον καὶ δώσω σοι δόμα 13:8 καὶ εἰ̃πεν ὁ ἄνθρωπος του̃ θεου̃ πρὸς τὸν βασιλέα ἐάν μοι δω̨̃ς τὸ ἥμισυ του̃ οἴκου σου οὐκ εἰσελεύσομαι μετὰ σου̃ οὐδὲ μὴ φάγω ἄρτον οὐδὲ μὴ πίω ὕδωρ ἐν τω̨̃ τόπω̨ τούτω̨ 13:9 ὅτι οὕτως ἐνετείλατό μοι ἐν λόγω̨ κύριος λέγων μὴ φάγη̨ς ἄρτον καὶ μὴ πίη̨ς ὕδωρ καὶ μὴ ἐπιστρέψη̨ς ἐν τη̨̃ ὁδω̨̃ ἡ̨̃ ἐπορεύθης ἐν αὐτη̨̃ 13:10 καὶ ἀπη̃λθεν ἐν ὁδω̨̃ ἄλλη̨ καὶ οὐκ ἀνέστρεψεν ἐν τη̨̃ ὁδω̨̃ ἡ̨̃ ἠ̃λθεν ἐν αὐτη̨̃ εἰς Βαιθηλ 13:11 καὶ προφήτης εἱ̃ς πρεσβύτης κατώ̨κει ἐν Βαιθηλ καὶ ἔρχονται οἱ υἱοὶ αὐτου̃ καὶ διηγήσαντο αὐτω̨̃ ἅπαντα τὰ ἔργα ἃ ἐποίησεν ὁ ἄνθρωπος του̃ θεου̃ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐν Βαιθηλ καὶ τοὺς λόγους οὓς ἐλάλησεν τω̨̃ βασιλει̃ καὶ ἐπέστρεψαν τὸ πρόσωπον του̃ πατρὸς αὐτω̃ν 13:12 καὶ ἐλάλησεν πρὸς αὐτοὺς ὁ πατὴρ αὐτω̃ν λέγων ποία̨ ὁδω̨̃ πεπόρευται καὶ δεικνύουσιν αὐτω̨̃ οἱ υἱοὶ αὐτου̃ τὴν ὁδὸν ἐν ἡ̨̃ ἀνη̃λθεν ὁ ἄνθρωπος του̃ θεου̃ ὁ ἐλθὼν ἐξ Ιουδα 13:13 καὶ εἰ̃πεν τοι̃ς υἱοι̃ς αὐτου̃ ἐπισάξατέ μοι τὸν ὄνον καὶ ἐπέσαξαν αὐτω̨̃ τὸν ὄνον καὶ ἐπέβη ἐπ' αὐτόν 13:14 καὶ ἐπορεύθη κατόπισθεν του̃ ἀνθρώπου του̃ θεου̃ καὶ εὑ̃ρεν αὐτὸν καθήμενον ὑπὸ δρυ̃ν καὶ εἰ̃πεν αὐτω̨̃ εἰ σὺ εἰ̃ ὁ ἄνθρωπος του̃ θεου̃ ὁ ἐληλυθὼς ἐξ Ιουδα καὶ εἰ̃πεν αὐτω̨̃ ἐγώ 13:15 καὶ εἰ̃πεν αὐτω̨̃ δευ̃ρο μετ' ἐμου̃ καὶ φάγε ἄρτον 13:16 καὶ εἰ̃πεν οὐ μὴ δύνωμαι του̃ ἐπιστρέψαι μετὰ σου̃ οὐδὲ μὴ φάγομαι ἄρτον οὐδὲ πίομαι ὕδωρ ἐν τω̨̃ τόπω̨ τούτω̨ 13:17 ὅτι οὕτως ἐντέταλταί μοι ἐν λόγω̨ κύριος λέγων μὴ φάγη̨ς ἄρτον ἐκει̃ καὶ μὴ πίη̨ς ὕδωρ ἐκει̃ καὶ μὴ ἐπιστρέψη̨ς ἐν τη̨̃ ὁδω̨̃ ἡ̨̃ ἐπορεύθης ἐν αὐτη̨̃ 13:18 καὶ εἰ̃πεν πρὸς αὐτόν κἀγὼ προφήτης εἰμὶ καθὼς σύ καὶ ἄγγελος λελάληκεν πρός με ἐν ῥήματι κυρίου λέγων ἐπίστρεψον αὐτὸν πρὸς σεαυτὸν εἰς τὸν οἰ̃κόν σου καὶ φαγέτω ἄρτον καὶ πιέτω ὕδωρ καὶ ἐψεύσατο αὐτω̨̃ 13:19 καὶ ἐπέστρεψεν αὐτόν καὶ ἔφαγεν ἄρτον καὶ ἔπιεν ὕδωρ ἐν τω̨̃ οἴκω̨ αὐτου̃ 13:20 καὶ ἐγένετο αὐτω̃ν καθημένων ἐπὶ τη̃ς τραπέζης καὶ ἐγένετο λόγος κυρίου πρὸς τὸν προφήτην τὸν ἐπιστρέψαντα αὐτὸν 13:21 καὶ εἰ̃πεν πρὸς τὸν ἄνθρωπον του̃ θεου̃ τὸν ἥκοντα ἐξ Ιουδα λέγων τάδε λέγει κύριος ἀνθ' ὡ̃ν παρεπίκρανας τὸ ῥη̃μα κυρίου καὶ οὐκ ἐφύλαξας τὴν ἐντολήν ἣν ἐνετείλατό σοι κύριος ὁ θεός σου 13:22 καὶ ἐπέστρεψας καὶ ἔφαγες ἄρτον καὶ ἔπιες ὕδωρ ἐν τω̨̃ τόπω̨ τούτω̨ ὡ̨̃ ἐλάλησεν πρὸς σὲ λέγων μὴ φάγη̨ς ἄρτον καὶ μὴ πίη̨ς ὕδωρ οὐ μὴ εἰσέλθη̨ τὸ σω̃μά σου εἰς τὸν τάφον τω̃ν πατέρων σου 13:23 καὶ ἐγένετο μετὰ τὸ φαγει̃ν ἄρτον καὶ πιει̃ν ὕδωρ καὶ ἐπέσαξεν αὐτω̨̃ τὸν ὄνον καὶ ἐπέστρεψεν 13:24 καὶ ἀπη̃λθεν καὶ εὑ̃ρεν αὐτὸν λέων ἐν τη̨̃ ὁδω̨̃ καὶ ἐθανάτωσεν αὐτόν καὶ ἠ̃ν τὸ σω̃μα αὐτου̃ ἐρριμμένον ἐν τη̨̃ ὁδω̨̃ καὶ ὁ ὄνος εἱστήκει παρ' αὐτό καὶ ὁ λέων εἱστήκει παρὰ τὸ σω̃μα 13:25 καὶ ἰδοὺ ἄνδρες παραπορευόμενοι καὶ εἰ̃δον τὸ θνησιμαι̃ον ἐρριμμένον ἐν τη̨̃ ὁδω̨̃ καὶ ὁ λέων εἱστήκει ἐχόμενα του̃ θνησιμαίου καὶ εἰση̃λθον καὶ ἐλάλησαν ἐν τη̨̃ πόλει οὑ̃ ὁ προφήτης ὁ πρεσβύτης κατώ̨κει ἐν αὐτη̨̃ 13:26 καὶ ἤκουσεν ὁ ἐπιστρέψας αὐτὸν ἐκ τη̃ς ὁδου̃ καὶ εἰ̃πεν ὁ ἄνθρωπος του̃ θεου̃ οὑ̃τός ἐστιν ὃς παρεπίκρανε τὸ ῥη̃μα κυρίου 13:28 καὶ ἐπορεύθη καὶ εὑ̃ρεν τὸ σω̃μα αὐτου̃ ἐρριμμένον ἐν τη̨̃ ὁδω̨̃ καὶ ὁ ὄνος καὶ ὁ λέων εἱστήκεισαν παρὰ τὸ σω̃μα καὶ οὐκ ἔφαγεν ὁ λέων τὸ σω̃μα του̃ ἀνθρώπου του̃ θεου̃ καὶ οὐ συνέτριψεν τὸν ὄνον 13:29 καὶ ἠ̃ρεν ὁ προφήτης τὸ σω̃μα του̃ ἀνθρώπου του̃ θεου̃ καὶ ἐπέθηκεν αὐτὸ ἐπὶ τὸν ὄνον καὶ ἐπέστρεψεν αὐτὸν εἰς τὴν πόλιν ὁ προφήτης του̃ θάψαι αὐτὸν 13:30 ἐν τω̨̃ τάφω̨ ἑαυτου̃ καὶ ἐκόψαντο αὐτόν οὐαὶ ἀδελφέ 13:31 καὶ ἐγένετο μετὰ τὸ κόψασθαι αὐτὸν καὶ εἰ̃πεν τοι̃ς υἱοι̃ς αὐτου̃ λέγων ἐὰν ἀποθάνω θάψατέ με ἐν τω̨̃ τάφω̨ τούτω̨ οὑ̃ ὁ ἄνθρωπος του̃ θεου̃ τέθαπται ἐν αὐτω̨̃ παρὰ τὰ ὀστα̃ αὐτου̃ θέτε με ἵνα σωθω̃σι τὰ ὀστα̃ μου μετὰ τω̃ν ὀστω̃ν αὐτου̃ 13:32 ὅτι γινόμενον ἔσται τὸ ῥη̃μα ὃ ἐλάλησεν ἐν λόγω̨ κυρίου ἐπὶ του̃ θυσιαστηρίου του̃ ἐν Βαιθηλ καὶ ἐπὶ τοὺς οἴκους τοὺς ὑψηλοὺς τοὺς ἐν Σαμαρεία̨ 13:33 καὶ μετὰ τὸ ῥη̃μα του̃το οὐκ ἐπέστρεψεν Ιεροβοαμ ἀπὸ τη̃ς κακίας αὐτου̃ καὶ ἐπέστρεψεν καὶ ἐποίησεν ἐκ μέρους του̃ λαου̃ ἱερει̃ς ὑψηλω̃ν ὁ βουλόμενος ἐπλήρου τὴν χει̃ρα αὐτου̃ καὶ ἐγίνετο ἱερεὺς εἰς τὰ ὑψηλά 13:34 καὶ ἐγένετο τὸ ῥη̃μα του̃το εἰς ἁμαρτίαν τω̨̃ οἴκω̨ Ιεροβοαμ καὶ εἰς ὄλεθρον καὶ εἰς ἀφανισμὸν ἀπὸ προσώπου τη̃ς γη̃ς 14:21 καὶ Ροβοαμ υἱὸς Σαλωμων ἐβασίλευσεν ἐπὶ Ιουδα υἱὸς τεσσαράκοντα καὶ ἑνὸς ἐνιαυτω̃ν Ροβοαμ ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ δέκα ἑπτὰ ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ τη̨̃ πόλει ἣν ἐξελέξατο κύριος θέσθαι τὸ ὄνομα αὐτου̃ ἐκει̃ ἐκ πασω̃ν φυλω̃ν του̃ Ισραηλ καὶ τὸ ὄνομα τη̃ς μητρὸς αὐτου̃ Νααμα ἡ Αμμανι̃τις 14:22 καὶ ἐποίησεν Ροβοαμ τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ παρεζήλωσεν αὐτὸν ἐν πα̃σιν οἱ̃ς ἐποίησαν οἱ πατέρες αὐτου̃ καὶ ἐν ται̃ς ἁμαρτίαις αὐτω̃ν αἱ̃ς ἥμαρτον 14:23 καὶ ὠ̨κοδόμησαν ἑαυτοι̃ς ὑψηλὰ καὶ στήλας καὶ ἄλση ἐπὶ πάντα βουνὸν ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου συσκίου 14:24 καὶ σύνδεσμος ἐγενήθη ἐν τη̨̃ γη̨̃ καὶ ἐποίησαν ἀπὸ πάντων τω̃ν βδελυγμάτων τω̃ν ἐθνω̃ν ὡ̃ν ἐξη̃ρεν κύριος ἀπὸ προσώπου υἱω̃ν Ισραηλ 14:25 καὶ ἐγένετο ἐν τω̨̃ ἐνιαυτω̨̃ τω̨̃ πέμπτω̨ βασιλεύοντος Ροβοαμ ἀνέβη Σουσακιμ βασιλεὺς Αἰγύπτου ἐπὶ Ιερουσαλημ 14:26 καὶ ἔλαβεν πάντας τοὺς θησαυροὺς οἴκου κυρίου καὶ τοὺς θησαυροὺς οἴκου του̃ βασιλέως καὶ τὰ δόρατα τὰ χρυσα̃ ἃ ἔλαβεν Δαυιδ ἐκ χειρὸς τω̃ν παίδων Αδρααζαρ βασιλέως Σουβα καὶ εἰσήνεγκεν αὐτὰ εἰς Ιερουσαλημ τὰ πάντα ἔλαβεν ὅπλα τὰ χρυσα̃ 14:27 καὶ ἐποίησεν Ροβοαμ ὁ βασιλεὺς ὅπλα χαλκα̃ ἀντ' αὐτω̃ν καὶ ἐπέθεντο ἐπ' αὐτὸν οἱ ἡγούμενοι τω̃ν παρατρεχόντων οἱ φυλάσσοντες τὸν πυλω̃να οἴκου του̃ βασιλέως 14:28 καὶ ἐγένετο ὅτε εἰσεπορεύετο ὁ βασιλεὺς εἰς οἰ̃κον κυρίου καὶ ἠ̨̃ρον αὐτὰ οἱ παρατρέχοντες καὶ ἀπηρείδοντο αὐτὰ εἰς τὸ θεε τω̃ν παρατρεχόντων 14:29 καὶ τὰ λοιπὰ τω̃ν λόγων Ροβοαμ καὶ πάντα ἃ ἐποίησεν οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐν βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ιουδα 14:30 καὶ πόλεμος ἠ̃ν ἀνὰ μέσον Ροβοαμ καὶ ἀνὰ μέσον Ιεροβοαμ πάσας τὰς ἡμέρας 14:31 καὶ ἐκοιμήθη Ροβοαμ μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ θάπτεται μετὰ τω̃ν πατέρων αὐτου̃ ἐν πόλει Δαυιδ καὶ ἐβασίλευσεν Αβιου υἱὸς αὐτου̃ ἀντ' αὐτου̃ 15:1 καὶ ἐν τω̨̃ ὀκτωκαιδεκάτω̨ ἔτει βασιλεύοντος Ιεροβοαμ υἱου̃ Ναβατ βασιλεύει Αβιου υἱὸς Ροβοαμ ἐπὶ Ιουδα 15:2 καὶ ἓξ ἔτη ἐβασίλευσεν καὶ ὄνομα τη̃ς μητρὸς αὐτου̃ Μααχα θυγάτηρ Αβεσσαλωμ 15:3 καὶ ἐπορεύθη ἐν ται̃ς ἁμαρτίαις του̃ πατρὸς αὐτου̃ αἱ̃ς ἐποίησεν ἐνώπιον αὐτου̃ καὶ οὐκ ἠ̃ν ἡ καρδία αὐτου̃ τελεία μετὰ κυρίου θεου̃ αὐτου̃ ὡς ἡ καρδία Δαυιδ του̃ πατρὸς αὐτου̃ 15:4 ὅτι διὰ Δαυιδ ἔδωκεν αὐτω̨̃ κύριος κατάλειμμα ἵνα στήση̨ τέκνα αὐτου̃ μετ' αὐτὸν καὶ στήση̨ τὴν Ιερουσαλημ 15:5 ὡς ἐποίησεν Δαυιδ τὸ εὐθὲς ἐνώπιον κυρίου οὐκ ἐξέκλινεν ἀπὸ πάντων ὡ̃ν ἐνετείλατο αὐτω̨̃ πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς αὐτου̃ 15:7 καὶ τὰ λοιπὰ τω̃ν λόγων Αβιου καὶ πάντα ἃ ἐποίησεν οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ιουδα καὶ πόλεμος ἠ̃ν ἀνὰ μέσον Αβιου καὶ ἀνὰ μέσον Ιεροβοαμ 15:8 καὶ ἐκοιμήθη Αβιου μετὰ τω̃ν πατέρων αὐτου̃ ἐν τω̨̃ εἰκοστω̨̃ καὶ τετάρτω̨ ἔτει του̃ Ιεροβοαμ καὶ θάπτεται μετὰ τω̃ν πατέρων αὐτου̃ ἐν πόλει Δαυιδ καὶ βασιλεύει Ασα υἱὸς αὐτου̃ ἀντ' αὐτου̃ 15:9 ἐν τω̨̃ ἐνιαυτω̨̃ τω̨̃ τετάρτω̨ καὶ εἰκοστω̨̃ του̃ Ιεροβοαμ βασιλέως Ισραηλ βασιλεύει Ασα ἐπὶ Ιουδαν 15:10 καὶ τεσσαράκοντα καὶ ἓν ἔτος ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̃ς μητρὸς αὐτου̃ Ανα θυγάτηρ Αβεσσαλωμ 15:11 καὶ ἐποίησεν Ασα τὸ εὐθὲς ἐνώπιον κυρίου ὡς Δαυιδ ὁ πατὴρ αὐτου̃ 15:12 καὶ ἀφει̃λεν τὰς τελετὰς ἀπὸ τη̃ς γη̃ς καὶ ἐξαπέστειλεν πάντα τὰ ἐπιτηδεύματα ἃ ἐποίησαν οἱ πατέρες αὐτου̃ 15:13 καὶ τὴν Ανα τὴν μητέρα αὐτου̃ μετέστησεν του̃ μὴ εἰ̃ναι ἡγουμένην καθὼς ἐποίησεν σύνοδον ἐν τω̨̃ ἄλσει αὐτη̃ς καὶ ἐξέκοψεν Ασα τὰς καταδύσεις αὐτη̃ς καὶ ἐνέπρησεν πυρὶ ἐν τω̨̃ χειμάρρω̨ Κεδρων 15:14 τὰ δὲ ὑψηλὰ οὐκ ἐξη̃ρεν πλὴν ἡ καρδία Ασα ἠ̃ν τελεία μετὰ κυρίου πάσας τὰς ἡμέρας αὐτου̃ 15:15 καὶ εἰσήνεγκεν τοὺς κίονας του̃ πατρὸς αὐτου̃ καὶ τοὺς κίονας αὐτου̃ εἰσήνεγκεν εἰς τὸν οἰ̃κον κυρίου ἀργυρου̃ς καὶ χρυσου̃ς καὶ σκεύη 15:16 καὶ πόλεμος ἠ̃ν ἀνὰ μέσον Ασα καὶ ἀνὰ μέσον Βαασα βασιλέως Ισραηλ πάσας τὰς ἡμέρας 15:17 καὶ ἀνέβη Βαασα βασιλεὺς Ισραηλ ἐπὶ Ιουδαν καὶ ὠ̨κοδόμησεν τὴν Ραμα του̃ μὴ εἰ̃ναι ἐκπορευόμενον καὶ εἰσπορευόμενον τω̨̃ Ασα βασιλει̃ Ιουδα 15:18 καὶ ἔλαβεν Ασα τὸ ἀργύριον καὶ τὸ χρυσίον τὸ εὑρεθὲν ἐν τοι̃ς θησαυροι̃ς του̃ οἴκου του̃ βασιλέως καὶ ἔδωκεν αὐτὰ εἰς χει̃ρας παίδων αὐτου̃ καὶ ἐξαπέστειλεν αὐτοὺς ὁ βασιλεὺς Ασα πρὸς υἱὸν Αδερ υἱὸν Ταβερεμμαν υἱου̃ Αζιν βασιλέως Συρίας του̃ κατοικου̃ντος ἐν Δαμασκω̨̃ λέγων 15:19 διάθου διαθήκην ἀνὰ μέσον ἐμου̃ καὶ ἀνὰ μέσον σου̃ καὶ ἀνὰ μέσον του̃ πατρός μου καὶ του̃ πατρός σου ἰδοὺ ἐξαπέσταλκά σοι δω̃ρα ἀργύριον καὶ χρυσίον δευ̃ρο διασκέδασον τὴν διαθήκην σου τὴν πρὸς Βαασα βασιλέα Ισραηλ καὶ ἀναβήσεται ἀπ' ἐμου̃ 15:20 καὶ ἤκουσεν υἱὸς Αδερ του̃ βασιλέως Ασα καὶ ἀπέστειλεν τοὺς ἄρχοντας τω̃ν δυνάμεων τω̃ν αὐτου̃ ται̃ς πόλεσιν του̃ Ισραηλ καὶ ἐπάταξεν τὴν Αιν καὶ τὴν Δαν καὶ τὴν Αβελμαα καὶ πα̃σαν τὴν Χεζραθ ἕως πάσης τη̃ς γη̃ς Νεφθαλι 15:21 καὶ ἐγένετο ὡς ἤκουσεν Βαασα καὶ διέλιπεν του̃ οἰκοδομει̃ν τὴν Ραμα καὶ ἀνέστρεψεν εἰς Θερσα 15:22 καὶ ὁ βασιλεὺς Ασα παρήγγειλεν παντὶ Ιουδα εἰς Αινακιμ καὶ αἴρουσιν τοὺς λίθους τη̃ς Ραμα καὶ τὰ ξύλα αὐτη̃ς ἃ ὠ̨κοδόμησεν Βαασα καὶ ὠ̨κοδόμησεν ἐν αὐτοι̃ς ὁ βασιλεὺς Ασα πα̃ν βουνὸν Βενιαμιν καὶ τὴν σκοπιάν 15:23 καὶ τὰ λοιπὰ τω̃ν λόγων Ασα καὶ πα̃σα ἡ δυναστεία αὐτου̃ ἣν ἐποίησεν οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐστὶν ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ιουδα πλὴν ἐν τω̨̃ καιρω̨̃ του̃ γήρως αὐτου̃ ἐπόνεσεν τοὺς πόδας αὐτου̃ 15:24 καὶ ἐκοιμήθη Ασα καὶ θάπτεται μετὰ τω̃ν πατέρων αὐτου̃ ἐν πόλει Δαυιδ καὶ βασιλεύει Ιωσαφατ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃ 15:25 καὶ Ναδαβ υἱὸς Ιεροβοαμ βασιλεύει ἐπὶ Ισραηλ ἐν ἔτει δευτέρω̨ του̃ Ασα βασιλέως Ιουδα καὶ ἐβασίλευσεν ἐπὶ Ισραηλ ἔτη δύο 15:26 καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐπορεύθη ἐν ὁδω̨̃ του̃ πατρὸς αὐτου̃ καὶ ἐν ται̃ς ἁμαρτίαις αὐτου̃ αἱ̃ς ἐξήμαρτεν τὸν Ισραηλ 15:27 καὶ περιεκάθισεν αὐτὸν Βαασα υἱὸς Αχια ἐπὶ τὸν οἰ̃κον Βελααν καὶ ἐπάταξεν αὐτὸν ἐν Γαβαθων τη̨̃ τω̃ν ἀλλοφύλων καὶ Ναδαβ καὶ πα̃ς Ισραηλ περιεκάθητο ἐπὶ Γαβαθων 15:28 καὶ ἐθανάτωσεν αὐτὸν Βαασα ἐν ἔτει τρίτω̨ του̃ Ασα υἱου̃ Αβιου βασιλέως Ιουδα καὶ ἐβασίλευσεν 15:29 καὶ ἐγένετο ὡς ἐβασίλευσεν καὶ ἐπάταξεν τὸν οἰ̃κον Ιεροβοαμ καὶ οὐχ ὑπελίπετο πα̃σαν πνοὴν του̃ Ιεροβοαμ ἕως του̃ ἐξολεθρευ̃σαι αὐτὸν κατὰ τὸ ῥη̃μα κυρίου ὃ ἐλάλησεν ἐν χειρὶ δούλου αὐτου̃ Αχια του̃ Σηλωνίτου 15:30 περὶ τω̃ν ἁμαρτιω̃ν Ιεροβοαμ ὡς ἐξήμαρτεν τὸν Ισραηλ καὶ ἐν τω̨̃ παροργισμω̨̃ αὐτου̃ ὡ̨̃ παρώργισεν τὸν κύριον θεὸν του̃ Ισραηλ 15:31 καὶ τὰ λοιπὰ τω̃ν λόγων Ναδαβ καὶ πάντα ἃ ἐποίησεν οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐστὶν ἐν βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ισραηλ 15:33 καὶ ἐν τω̨̃ ἔτει τω̨̃ τρίτω̨ του̃ Ασα βασιλέως Ιουδα βασιλεύει Βαασα υἱὸς Αχια ἐπὶ Ισραηλ ἐν Θερσα εἴκοσι καὶ τέσσαρα ἔτη 15:34 καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐπορεύθη ἐν ὁδω̨̃ Ιεροβοαμ υἱου̃ Ναβατ καὶ ἐν ται̃ς ἁμαρτίαις αὐτου̃ ὡς ἐξήμαρτεν τὸν Ισραηλ 16:1 καὶ ἐγένετο λόγος κυρίου ἐν χειρὶ Ιου υἱου̃ Ανανι πρὸς Βαασα 16:2 ἀνθ' ὡ̃ν ὕψωσά σε ἀπὸ τη̃ς γη̃ς καὶ ἔδωκά σε ἡγούμενον ἐπὶ τὸν λαόν μου Ισραηλ καὶ ἐπορεύθης ἐν τη̨̃ ὁδω̨̃ Ιεροβοαμ καὶ ἐξήμαρτες τὸν λαόν μου τὸν Ισραηλ του̃ παροργίσαι με ἐν τοι̃ς ματαίοις αὐτω̃ν 16:3 ἰδοὺ ἐγὼ ἐξεγείρω ὀπίσω Βαασα καὶ ὄπισθεν του̃ οἴκου αὐτου̃ καὶ δώσω τὸν οἰ̃κόν σου ὡς τὸν οἰ̃κον Ιεροβοαμ υἱου̃ Ναβατ 16:4 τὸν τεθνηκότα του̃ Βαασα ἐν τη̨̃ πόλει καταφάγονται αὐτὸν οἱ κύνες καὶ τὸν τεθνηκότα αὐτου̃ ἐν τω̨̃ πεδίω̨ καταφάγονται αὐτὸν τὰ πετεινὰ του̃ οὐρανου̃ 16:5 καὶ τὰ λοιπὰ τω̃ν λόγων Βαασα καὶ πάντα ἃ ἐποίησεν καὶ αἱ δυναστει̃αι αὐτου̃ οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐν βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τω̃ν βασιλέων Ισραηλ 16:6 καὶ ἐκοιμήθη Βαασα μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ θάπτεται ἐν Θερσα καὶ βασιλεύει Ηλα υἱὸς αὐτου̃ ἀντ' αὐτου̃ ἐν τω̨̃ εἰκοστω̨̃ ἔτει βασιλέως Ασα 16:7 καὶ ἐν χειρὶ Ιου υἱου̃ Ανανι ἐλάλησεν κύριος ἐπὶ Βαασα καὶ ἐπὶ τὸν οἰ̃κον αὐτου̃ πα̃σαν τὴν κακίαν ἣν ἐποίησεν ἐνώπιον κυρίου του̃ παροργίσαι αὐτὸν ἐν τοι̃ς ἔργοις τω̃ν χειρω̃ν αὐτου̃ του̃ εἰ̃ναι κατὰ τὸν οἰ̃κον Ιεροβοαμ καὶ ὑπὲρ του̃ πατάξαι αὐτόν 16:8 καὶ Ηλα υἱὸς Βαασα ἐβασίλευσεν ἐπὶ Ισραηλ δύο ἔτη ἐν Θερσα 16:9 καὶ συνέστρεψεν ἐπ' αὐτὸν Ζαμβρι ὁ ἄρχων τη̃ς ἡμίσους τη̃ς ἵππου καὶ αὐτὸς ἠ̃ν ἐν Θερσα πίνων μεθύων ἐν τω̨̃ οἴκω̨ Ωσα του̃ οἰκονόμου ἐν Θερσα 16:10 καὶ εἰση̃λθεν Ζαμβρι καὶ ἐπάταξεν αὐτὸν καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἐβασίλευσεν ἀντ' αὐτου̃ 16:11 καὶ ἐγενήθη ἐν τω̨̃ βασιλευ̃σαι αὐτὸν ἐν τω̨̃ καθίσαι αὐτὸν ἐπὶ του̃ θρόνου αὐτου̃ καὶ ἐπάταξεν ὅλον τὸν οἰ̃κον Βαασα 16:12 κατὰ τὸ ῥη̃μα ὃ ἐλάλησεν κύριος ἐπὶ τὸν οἰ̃κον Βαασα πρὸς Ιου τὸν προφήτην 16:13 περὶ πασω̃ν τω̃ν ἁμαρτιω̃ν Βαασα καὶ Ηλα του̃ υἱου̃ αὐτου̃ ὡς ἐξήμαρτεν τὸν Ισραηλ του̃ παροργίσαι κύριον τὸν θεὸν Ισραηλ ἐν τοι̃ς ματαίοις αὐτω̃ν 16:14 καὶ τὰ λοιπὰ τω̃ν λόγων Ηλα καὶ πάντα ἃ ἐποίησεν οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐν βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τω̃ν βασιλέων Ισραηλ 16:15 καὶ Ζαμβρι ἐβασίλευσεν ἑπτὰ ἡμέρας ἐν Θερσα καὶ ἡ παρεμβολὴ Ισραηλ ἐπὶ Γαβαθων τὴν τω̃ν ἀλλοφύλων 16:16 καὶ ἤκουσεν ὁ λαὸς ἐν τη̨̃ παρεμβολη̨̃ λεγόντων συνεστράφη Ζαμβρι καὶ ἔπαισεν τὸν βασιλέα καὶ ἐβασίλευσαν ἐν Ισραηλ τὸν Αμβρι τὸν ἡγούμενον τη̃ς στρατια̃ς ἐπὶ Ισραηλ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐν τη̨̃ παρεμβολη̨̃ 16:17 καὶ ἀνέβη Αμβρι καὶ πα̃ς Ισραηλ μετ' αὐτου̃ ἐκ Γαβαθων καὶ περιεκάθισαν ἐπὶ Θερσα 16:18 καὶ ἐγενήθη ὡς εἰ̃δεν Ζαμβρι ὅτι προκατείλημπται αὐτου̃ ἡ πόλις καὶ εἰσπορεύεται εἰς ἄντρον του̃ οἴκου του̃ βασιλέως καὶ ἐνεπύρισεν ἐπ' αὐτὸν τὸν οἰ̃κον του̃ βασιλέως ἐν πυρὶ καὶ ἀπέθανεν 16:19 ὑπὲρ τω̃ν ἁμαρτιω̃ν αὐτου̃ ὡ̃ν ἐποίησεν του̃ ποιη̃σαι τὸ πονηρὸν ἐνώπιον κυρίου πορευθη̃ναι ἐν ὁδω̨̃ Ιεροβοαμ υἱου̃ Ναβατ καὶ ἐν ται̃ς ἁμαρτίαις αὐτου̃ ὡς ἐξήμαρτεν τὸν Ισραηλ 16:20 καὶ τὰ λοιπὰ τω̃ν λόγων Ζαμβρι καὶ τὰς συνάψεις αὐτου̃ ἃς συνη̃ψεν οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐν βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τω̃ν βασιλέων Ισραηλ 16:21 τότε μερίζεται ὁ λαὸς Ισραηλ ἥμισυ του̃ λαου̃ γίνεται ὀπίσω Θαμνι υἱου̃ Γωναθ του̃ βασιλευ̃σαι αὐτόν καὶ τὸ ἥμισυ του̃ λαου̃ γίνεται ὀπίσω Αμβρι 16:22 ὁ λαὸς ὁ ὢν ὀπίσω Αμβρι ὑπερεκράτησεν τὸν λαὸν τὸν ὀπίσω Θαμνι υἱου̃ Γωναθ καὶ ἀπέθανεν Θαμνι καὶ Ιωραμ ὁ ἀδελφὸς αὐτου̃ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ καὶ ἐβασίλευσεν Αμβρι μετὰ Θαμνι 16:23 ἐν τω̨̃ ἔτει τω̨̃ τριακοστω̨̃ καὶ πρώτω̨ του̃ βασιλέως Ασα βασιλεύει Αμβρι ἐπὶ Ισραηλ δώδεκα ἔτη ἐν Θερσα βασιλεύει ἓξ ἔτη 16:24 καὶ ἐκτήσατο Αμβρι τὸ ὄρος τὸ Σεμερων παρὰ Σεμηρ του̃ κυρίου του̃ ὄρους δύο ταλάντων ἀργυρίου καὶ ὠ̨κοδόμησεν τὸ ὄρος καὶ ἐπεκάλεσεν τὸ ὄνομα του̃ ὄρους οὑ̃ ὠ̨κοδόμεσεν ἐπὶ τω̨̃ ὀνόματι Σεμηρ του̃ κυρίου του̃ ὄρους Σαεμηρων 16:25 καὶ ἐποίησεν Αμβρι τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθεν αὐτου̃ 16:26 καὶ ἐπορεύθη ἐν πάση̨ ὁδω̨̃ Ιεροβοαμ υἱου̃ Ναβατ καὶ ἐν ται̃ς ἁμαρτίαις αὐτου̃ αἱ̃ς ἐξήμαρτεν τὸν Ισραηλ του̃ παροργίσαι τὸν κύριον θεὸν Ισραηλ ἐν τοι̃ς ματαίοις αὐτω̃ν 16:27 καὶ τὰ λοιπὰ τω̃ν λόγων Αμβρι καὶ πάντα ἃ ἐποίησεν καὶ ἡ δυναστεία αὐτου̃ οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐν βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τω̃ν βασιλέων Ισραηλ 16:28 καὶ ἐκοιμήθη Αμβρι μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ θάπτεται ἐν Σαμαρεία̨ καὶ βασιλεύει Αχααβ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃ 16:28a καὶ ἐν τω̨̃ ἐνιαυτω̨̃ τω̨̃ ἑνδεκάτω̨ του̃ Αμβρι βασιλεύει Ιωσαφατ υἱὸς Ασα ἐτω̃ν τριάκοντα καὶ πέντε ἐν τη̨̃ βασιλεία̨ αὐτου̃ καὶ εἴκοσι πέντε ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̃ς μητρὸς αὐτου̃ Γαζουβα θυγάτηρ Σελεϊ 16:28b καὶ ἐπορεύθη ἐν τη̨̃ ὁδω̨̃ Ασα του̃ πατρὸς αὐτου̃ καὶ οὐκ ἐξέκλινεν ἀπ' αὐτη̃ς του̃ ποιει̃ν τὸ εὐθὲς ἐνώπιον κυρίου πλὴν τω̃ν ὑψηλω̃ν οὐκ ἐξη̃ραν ἔθυον ἐν τοι̃ς ὑψηλοι̃ς καὶ ἐθυμίων 16:28c καὶ ἃ συνέθετο Ιωσαφατ καὶ πα̃σα ἡ δυναστεία ἣν ἐποίησεν καὶ οὓς ἐπολέμησεν οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐν βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τω̃ν βασιλέων Ιουδα 16:28d καὶ τὰ λοιπὰ τω̃ν συμπλοκω̃ν ἃς ἐπέθεντο ἐν ται̃ς ἡμέραις Ασα του̃ πατρὸς αὐτου̃ ἐξη̃ρεν ἀπὸ τη̃ς γη̃ς 16:28e καὶ βασιλεὺς οὐκ ἠ̃ν ἐν Συρία̨ νασιβ 16:28f καὶ ὁ βασιλεὺς Ιωσαφατ ἐποίησεν ναυ̃ν εἰς Θαρσις πορεύεσθαι εἰς Σωφιρ ἐπὶ τὸ χρυσίον καὶ οὐκ ἐπορεύθη ὅτι συνετρίβη ἡ ναυ̃ς ἐν Γασιωνγαβερ 16:28g τότε εἰ̃πεν ὁ βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ ἐξαποστελω̃ τοὺς παι̃δάς σου καὶ τὰ παιδάριά μου ἐν τη̨̃ νηί καὶ οὐκ ἐβούλετο Ιωσαφατ 16:28h καὶ ἐκοιμήθη Ιωσαφατ μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ θάπτεται μετὰ τω̃ν πατέρων αὐτου̃ ἐν πόλει Δαυιδ καὶ ἐβασίλευσεν Ιωραμ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃ 16:29 ἐν ἔτει δευτέρω̨ τω̨̃ Ιωσαφατ βασιλεύει Αχααβ υἱὸς Αμβρι ἐβασίλευσεν ἐπὶ Ισραηλ ἐν Σαμαρεία̨ εἴκοσι καὶ δύο ἔτη 16:30 καὶ ἐποίησεν Αχααβ τὸ πονηρὸν ἐνώπιον κυρίου ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς ἔμπροσθεν αὐτου̃ 16:31 καὶ οὐκ ἠ̃ν αὐτω̨̃ ἱκανὸν του̃ πορεύεσθαι ἐν ται̃ς ἁμαρτίαις Ιεροβοαμ υἱου̃ Ναβατ καὶ ἔλαβεν γυναι̃κα τὴν Ιεζαβελ θυγατέρα Ιεθεβααλ βασιλέως Σιδωνίων καὶ ἐπορεύθη καὶ ἐδούλευσεν τω̨̃ Βααλ καὶ προσεκύνησεν αὐτω̨̃ 16:32 καὶ ἔστησεν θυσιαστήριον τω̨̃ Βααλ ἐν οἴκω̨ τω̃ν προσοχθισμάτων αὐτου̃ ὃν ὠ̨κοδόμησεν ἐν Σαμαρεία̨ 16:33 καὶ ἐποίησεν Αχααβ ἄλσος καὶ προσέθηκεν Αχααβ του̃ ποιη̃σαι παροργίσματα του̃ παροργίσαι τὴν ψυχὴν αὐτου̃ του̃ ἐξολεθρευθη̃ναι ἐκακοποίησεν ὑπὲρ πάντας τοὺς βασιλει̃ς Ισραηλ τοὺς γενομένους ἔμπροσθεν αὐτου̃ 16:34 ἐν ται̃ς ἡμέραις αὐτου̃ ὠ̨κοδόμησεν Αχιηλ ὁ Βαιθηλίτης τὴν Ιεριχω ἐν τω̨̃ Αβιρων τω̨̃ πρωτοτόκω̨ αὐτου̃ ἐθεμελίωσεν αὐτὴν καὶ τω̨̃ Σεγουβ τω̨̃ νεωτέρω̨ αὐτου̃ ἐπέστησεν θύρας αὐτη̃ς κατὰ τὸ ῥη̃μα κυρίου ὃ ἐλάλησεν ἐν χειρὶ Ιησου υἱου̃ Ναυη 17:1 καὶ εἰ̃πεν Ηλιου ὁ προφήτης ὁ Θεσβίτης ἐκ Θεσβων τη̃ς Γαλααδ πρὸς Αχααβ ζη̨̃ κύριος ὁ θεὸς τω̃ν δυνάμεων ὁ θεὸς Ισραηλ ὡ̨̃ παρέστην ἐνώπιον αὐτου̃ εἰ ἔσται τὰ ἔτη ταυ̃τα δρόσος καὶ ὑετὸς ὅτι εἰ μὴ διὰ στόματος λόγου μου 17:2 καὶ ἐγένετο ῥη̃μα κυρίου πρὸς Ηλιου 17:3 πορεύου ἐντευ̃θεν κατὰ ἀνατολὰς καὶ κρύβηθι ἐν τω̨̃ χειμάρρω̨ Χορραθ του̃ ἐπὶ προσώπου του̃ Ιορδάνου 17:4 καὶ ἔσται ἐκ του̃ χειμάρρου πίεσαι ὕδωρ καὶ τοι̃ς κόραξιν ἐντελου̃μαι διατρέφειν σε ἐκει̃ 17:5 καὶ ἐποίησεν Ηλιου κατὰ τὸ ῥη̃μα κυρίου καὶ ἐκάθισεν ἐν τω̨̃ χειμάρρω̨ Χορραθ ἐπὶ προσώπου του̃ Ιορδάνου 17:6 καὶ οἱ κόρακες ἔφερον αὐτω̨̃ ἄρτους τὸ πρωὶ καὶ κρέα τὸ δείλης καὶ ἐκ του̃ χειμάρρου ἔπινεν ὕδωρ 17:7 καὶ ἐγένετο μετὰ ἡμέρας καὶ ἐξηράνθη ὁ χειμάρρους ὅτι οὐκ ἐγένετο ὑετὸς ἐπὶ τη̃ς γη̃ς 17:8 καὶ ἐγένετο ῥη̃μα κυρίου πρὸς Ηλιου 17:9 ἀνάστηθι καὶ πορεύου εἰς Σαρεπτα τη̃ς Σιδωνίας ἰδοὺ ἐντέταλμαι ἐκει̃ γυναικὶ χήρα̨ του̃ διατρέφειν σε 17:10 καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Σαρεπτα εἰς τὸν πυλω̃να τη̃ς πόλεως καὶ ἰδοὺ ἐκει̃ γυνὴ χήρα συνέλεγεν ξύλα καὶ ἐβόησεν ὀπίσω αὐτη̃ς Ηλιου καὶ εἰ̃πεν αὐτη̨̃ λαβὲ δή μοι ὀλίγον ὕδωρ εἰς ἄγγος καὶ πίομαι 17:11 καὶ ἐπορεύθη λαβει̃ν καὶ ἐβόησεν ὀπίσω αὐτη̃ς Ηλιου καὶ εἰ̃πεν λήμψη̨ δή μοι ψωμὸν ἄρτου ἐν τη̨̃ χειρί σου 17:12 καὶ εἰ̃πεν ἡ γυνή ζη̨̃ κύριος ὁ θεός σου εἰ ἔστιν μοι ἐγκρυφίας ἀλλ' ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τη̨̃ ὑδρία̨ καὶ ὀλίγον ἔλαιον ἐν τω̨̃ καψάκη̨ καὶ ἰδοὺ ἐγὼ συλλέγω δύο ξυλάρια καὶ εἰσελεύσομαι καὶ ποιήσω αὐτὸ ἐμαυτη̨̃ καὶ τοι̃ς τέκνοις μου καὶ φαγόμεθα καὶ ἀποθανούμεθα 17:13 καὶ εἰ̃πεν πρὸς αὐτὴν Ηλιου θάρσει εἴσελθε καὶ ποίησον κατὰ τὸ ῥη̃μά σου ἀλλὰ ποίησον ἐμοὶ ἐκει̃θεν ἐγκρυφίαν μικρὸν ἐν πρώτοις καὶ ἐξοίσεις μοι σαυτη̨̃ δὲ καὶ τοι̃ς τέκνοις σου ποιήσεις ἐπ' ἐσχάτου 17:14 ὅτι τάδε λέγει κύριος ἡ ὑδρία του̃ ἀλεύρου οὐκ ἐκλείψει καὶ ὁ καψάκης του̃ ἐλαίου οὐκ ἐλαττονήσει ἕως ἡμέρας του̃ δου̃ναι κύριον τὸν ὑετὸν ἐπὶ τη̃ς γη̃ς 17:15 καὶ ἐπορεύθη ἡ γυνὴ καὶ ἐποίησεν καὶ ἤσθιεν αὐτὴ καὶ αὐτὸς καὶ τὰ τέκνα αὐτη̃ς 17:16 καὶ ἡ ὑδρία του̃ ἀλεύρου οὐκ ἐξέλιπεν καὶ ὁ καψάκης του̃ ἐλαίου οὐκ ἐλαττονώθη κατὰ τὸ ῥη̃μα κυρίου ὃ ἐλάλησεν ἐν χειρὶ Ηλιου 17:17 καὶ ἐγένετο μετὰ ταυ̃τα καὶ ἠρρώστησεν ὁ υἱὸς τη̃ς γυναικὸς τη̃ς κυρίας του̃ οἴκου καὶ ἠ̃ν ἡ ἀρρωστία αὐτου̃ κραταιὰ σφόδρα ἕως οὑ̃ οὐχ ὑπελείφθη ἐν αὐτω̨̃ πνευ̃μα 17:18 καὶ εἰ̃πεν πρὸς Ηλιου τί ἐμοὶ καὶ σοί ἄνθρωπε του̃ θεου̃ εἰση̃λθες πρός με του̃ ἀναμνη̃σαι τὰς ἀδικίας μου καὶ θανατω̃σαι τὸν υἱόν μου 17:19 καὶ εἰ̃πεν Ηλιου πρὸς τὴν γυναι̃κα δός μοι τὸν υἱόν σου καὶ ἔλαβεν αὐτὸν ἐκ του̃ κόλπου αὐτη̃ς καὶ ἀνήνεγκεν αὐτὸν εἰς τὸ ὑπερω̨̃ον ἐν ὡ̨̃ αὐτὸς ἐκάθητο ἐκει̃ καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τη̃ς κλίνης αὐτου̃ 17:20 καὶ ἀνεβόησεν Ηλιου καὶ εἰ̃πεν οἴμμοι κύριε ὁ μάρτυς τη̃ς χήρας μεθ' ἡ̃ς ἐγὼ κατοικω̃ μετ' αὐτη̃ς σὺ κεκάκωκας του̃ θανατω̃σαι τὸν υἱὸν αὐτη̃ς 17:21 καὶ ἐνεφύσησεν τω̨̃ παιδαρίω̨ τρὶς καὶ ἐπεκαλέσατο τὸν κύριον καὶ εἰ̃πεν κύριε ὁ θεός μου ἐπιστραφήτω δὴ ἡ ψυχὴ του̃ παιδαρίου τούτου εἰς αὐτόν 17:22 καὶ ἐγένετο οὕτως καὶ ἀνεβόησεν τὸ παιδάριον 17:23 καὶ κατήγαγεν αὐτὸν ἀπὸ του̃ ὑπερώ̨ου εἰς τὸν οἰ̃κον καὶ ἔδωκεν αὐτὸν τη̨̃ μητρὶ αὐτου̃ καὶ εἰ̃πεν Ηλιου βλέπε ζη̨̃ ὁ υἱός σου 17:24 καὶ εἰ̃πεν ἡ γυνὴ πρὸς Ηλιου ἰδοὺ ἔγνωκα ὅτι ἄνθρωπος θεου̃ εἰ̃ σὺ καὶ ῥη̃μα κυρίου ἐν στόματί σου ἀληθινόν 18:1 καὶ ἐγένετο μεθ' ἡμέρας πολλὰς καὶ ῥη̃μα κυρίου ἐγένετο πρὸς Ηλιου ἐν τω̨̃ ἐνιαυτω̨̃ τω̨̃ τρίτω̨ λέγων πορεύθητι καὶ ὄφθητι τω̨̃ Αχααβ καὶ δώσω ὑετὸν ἐπὶ πρόσωπον τη̃ς γη̃ς 18:2 καὶ ἐπορεύθη Ηλιου του̃ ὀφθη̃ναι τω̨̃ Αχααβ καὶ ἡ λιμὸς κραταιὰ ἐν Σαμαρεία̨ 18:3 καὶ ἐκάλεσεν Αχααβ τὸν Αβδιου τὸν οἰκονόμον καὶ Αβδιου ἠ̃ν φοβούμενος τὸν κύριον σφόδρα 18:4 καὶ ἐγένετο ἐν τω̨̃ τύπτειν τὴν Ιεζαβελ τοὺς προφήτας κυρίου καὶ ἔλαβεν Αβδιου ἑκατὸν ἄνδρας προφήτας καὶ ἔκρυψεν αὐτοὺς κατὰ πεντήκοντα ἐν σπηλαίω̨ καὶ διέτρεφεν αὐτοὺς ἐν ἄρτω̨ καὶ ὕδατι 18:5 καὶ εἰ̃πεν Αχααβ πρὸς Αβδιου δευ̃ρο καὶ διέλθωμεν ἐπὶ τὴν γη̃ν ἐπὶ πηγὰς τω̃ν ὑδάτων καὶ ἐπὶ χειμάρρους ἐάν πως εὕρωμεν βοτάνην καὶ περιποιησώμεθα ἵππους καὶ ἡμιόνους καὶ οὐκ ἐξολοθρευθήσονται ἀπὸ τω̃ν κτηνω̃ν 18:6 καὶ ἐμέρισαν ἑαυτοι̃ς τὴν ὁδὸν του̃ διελθει̃ν αὐτήν Αχααβ ἐπορεύθη ἐν ὁδω̨̃ μια̨̃ μόνος καὶ Αβδιου ἐπορεύθη ἐν ὁδω̨̃ ἄλλη̨ μόνος 18:7 καὶ ἠ̃ν Αβδιου ἐν τη̨̃ ὁδω̨̃ μόνος καὶ ἠ̃λθεν Ηλιου εἰς συνάντησιν αὐτου̃ μόνος καὶ Αβδιου ἔσπευσεν καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτου̃ καὶ εἰ̃πεν εἰ σὺ εἰ̃ αὐτός κύριέ μου Ηλιου 18:8 καὶ εἰ̃πεν Ηλιου αὐτω̨̃ ἐγώ πορεύου λέγε τω̨̃ κυρίω̨ σου ἰδοὺ Ηλιου 18:9 καὶ εἰ̃πεν Αβδιου τί ἡμάρτηκα ὅτι δίδως τὸν δου̃λόν σου εἰς χει̃ρα Αχααβ του̃ θανατω̃σαί με 18:10 ζη̨̃ κύριος ὁ θεός σου εἰ ἔστιν ἔθνος ἢ βασιλεία οὑ̃ οὐκ ἀπέσταλκεν ὁ κύριός μου ζητει̃ν σε καὶ εἰ̃πον οὐκ ἔστιν καὶ ἐνέπρησεν τὴν βασιλείαν καὶ τὰς χώρας αὐτη̃ς ὅτι οὐχ εὕρηκέν σε 18:11 καὶ νυ̃ν σὺ λέγεις πορεύου ἀνάγγελλε τω̨̃ κυρίω̨ σου ἰδοὺ Ηλιου 18:12 καὶ ἔσται ἐὰν ἐγὼ ἀπέλθω ἀπὸ σου̃ καὶ πνευ̃μα κυρίου ἀρει̃ σε εἰς γη̃ν ἣν οὐκ οἰ̃δα καὶ εἰσελεύσομαι ἀπαγγει̃λαι τω̨̃ Αχααβ καὶ ἀποκτενει̃ με καὶ ὁ δου̃λός σού ἐστιν φοβούμενος τὸν κύριον ἐκ νεότητος αὐτου̃ 18:13 ἠ̃ οὐκ ἀπηγγέλη σοι τω̨̃ κυρίω̨ μου οἱ̃α πεποίηκα ἐν τω̨̃ ἀποκτείνειν Ιεζαβελ τοὺς προφήτας κυρίου καὶ ἔκρυψα ἀπὸ τω̃ν προφητω̃ν κυρίου ἑκατὸν ἄνδρας ἀνὰ πεντήκοντα ἐν σπηλαίω̨ καὶ ἔθρεψα ἐν ἄρτοις καὶ ὕδατι 18:14 καὶ νυ̃ν σὺ λέγεις μοι πορεύου λέγε τω̨̃ κυρίω̨ σου ἰδοὺ Ηλιου καὶ ἀποκτενει̃ με 18:15 καὶ εἰ̃πεν Ηλιου ζη̨̃ κύριος τω̃ν δυνάμεων ὡ̨̃ παρέστην ἐνώπιον αὐτου̃ ὅτι σήμερον ὀφθήσομαι αὐτω̨̃ 18:16 καὶ ἐπορεύθη Αβδιου εἰς συναντὴν τω̨̃ Αχααβ καὶ ἀπήγγειλεν αὐτω̨̃ καὶ ἐξέδραμεν Αχααβ καὶ ἐπορεύθη εἰς συνάντησιν Ηλιου 18:17 καὶ ἐγένετο ὡς εἰ̃δεν Αχααβ τὸν Ηλιου καὶ εἰ̃πεν Αχααβ πρὸς Ηλιου εἰ σὺ εἰ̃ αὐτὸς ὁ διαστρέφων τὸν Ισραηλ 18:18 καὶ εἰ̃πεν Ηλιου οὐ διαστρέφω τὸν Ισραηλ ὅτι ἀλλ' ἢ σὺ καὶ ὁ οἰ̃κος του̃ πατρός σου ἐν τω̨̃ καταλιμπάνειν ὑμα̃ς τὸν κύριον θεὸν ὑμω̃ν καὶ ἐπορεύθης ὀπίσω τω̃ν Βααλιμ 18:19 καὶ νυ̃ν ἀπόστειλον συνάθροισον πρός με πάντα Ισραηλ εἰς ὄρος τὸ Καρμήλιον καὶ τοὺς προφήτας τη̃ς αἰσχύνης τετρακοσίους καὶ πεντήκοντα καὶ τοὺς προφήτας τω̃ν ἀλσω̃ν τετρακοσίους ἐσθίοντας τράπεζαν Ιεζαβελ 18:20 καὶ ἀπέστειλεν Αχααβ εἰς πάντα Ισραηλ καὶ ἐπισυνήγαγεν πάντας τοὺς προφήτας εἰς ὄρος τὸ Καρμήλιον 18:21 καὶ προσήγαγεν Ηλιου πρὸς πάντας καὶ εἰ̃πεν αὐτοι̃ς Ηλιου ἕως πότε ὑμει̃ς χωλανει̃τε ἐπ' ἀμφοτέραις ται̃ς ἰγνύαις εἰ ἔστιν κύριος ὁ θεός πορεύεσθε ὀπίσω αὐτου̃ εἰ δὲ ὁ Βααλ αὐτός πορεύεσθε ὀπίσω αὐτου̃ καὶ οὐκ ἀπεκρίθη ὁ λαὸς λόγον 18:22 καὶ εἰ̃πεν Ηλιου πρὸς τὸν λαόν ἐγὼ ὑπολέλειμμαι προφήτης του̃ κυρίου μονώτατος καὶ οἱ προφη̃ται του̃ Βααλ τετρακόσιοι καὶ πεντήκοντα ἄνδρες καὶ οἱ προφη̃ται του̃ ἄλσους τετρακόσιοι 18:23 δότωσαν ἡμι̃ν δύο βόας καὶ ἐκλεξάσθωσαν ἑαυτοι̃ς τὸν ἕνα καὶ μελισάτωσαν καὶ ἐπιθέτωσαν ἐπὶ τω̃ν ξύλων καὶ πυ̃ρ μὴ ἐπιθέτωσαν καὶ ἐγὼ ποιήσω τὸν βου̃ν τὸν ἄλλον καὶ πυ̃ρ οὐ μὴ ἐπιθω̃ 18:24 καὶ βοα̃τε ἐν ὀνόματι θεω̃ν ὑμω̃ν καὶ ἐγὼ ἐπικαλέσομαι ἐν ὀνόματι κυρίου του̃ θεου̃ μου καὶ ἔσται ὁ θεός ὃς ἐὰν ἐπακούση̨ ἐν πυρί οὑ̃τος θεός καὶ ἀπεκρίθησαν πα̃ς ὁ λαὸς καὶ εἰ̃πον καλὸν τὸ ῥη̃μα ὃ ἐλάλησας 18:25 καὶ εἰ̃πεν Ηλιου τοι̃ς προφήταις τη̃ς αἰσχύνης ἐκλέξασθε ἑαυτοι̃ς τὸν μόσχον τὸν ἕνα καὶ ποιήσατε πρω̃τοι ὅτι πολλοὶ ὑμει̃ς καὶ ἐπικαλέσασθε ἐν ὀνόματι θεου̃ ὑμω̃ν καὶ πυ̃ρ μὴ ἐπιθη̃τε 18:26 καὶ ἔλαβον τὸν μόσχον καὶ ἐποίησαν καὶ ἐπεκαλου̃ντο ἐν ὀνόματι του̃ Βααλ ἐκ πρωίθεν ἕως μεσημβρίας καὶ εἰ̃πον ἐπάκουσον ἡμω̃ν ὁ Βααλ ἐπάκουσον ἡμω̃ν καὶ οὐκ ἠ̃ν φωνὴ καὶ οὐκ ἠ̃ν ἀκρόασις καὶ διέτρεχον ἐπὶ του̃ θυσιαστηρίου οὑ̃ ἐποίησαν 18:27 καὶ ἐγένετο μεσημβρία̨ καὶ ἐμυκτήρισεν αὐτοὺς Ηλιου ὁ Θεσβίτης καὶ εἰ̃πεν ἐπικαλει̃σθε ἐν φωνη̨̃ μεγάλη̨ ὅτι θεός ἐστιν ὅτι ἀδολεσχία αὐτω̨̃ ἐστιν καὶ ἅμα μήποτε χρηματίζει αὐτός ἢ μήποτε καθεύδει αὐτός καὶ ἐξαναστήσεται 18:28 καὶ ἐπεκαλου̃ντο ἐν φωνη̨̃ μεγάλη̨ καὶ κατετέμνοντο κατὰ τὸν ἐθισμὸν αὐτω̃ν ἐν μαχαίραις καὶ σειρομάσταις ἕως ἐκχύσεως αἵματος ἐπ' αὐτούς 18:29 καὶ ἐπροφήτευον ἕως οὑ̃ παρη̃λθεν τὸ δειλινόν καὶ ἐγένετο ὡς ὁ καιρὸς του̃ ἀναβη̃ναι τὴν θυσίαν καὶ οὐκ ἠ̃ν φωνή καὶ ἐλάλησεν Ηλιου ὁ Θεσβίτης πρὸς τοὺς προφήτας τω̃ν προσοχθισμάτων λέγων μετάστητε ἀπὸ του̃ νυ̃ν καὶ ἐγὼ ποιήσω τὸ ὁλοκαύτωμά μου καὶ μετέστησαν καὶ ἀπη̃λθον 18:30 καὶ εἰ̃πεν Ηλιου πρὸς τὸν λαόν προσαγάγετε πρός με καὶ προσήγαγεν πα̃ς ὁ λαὸς πρὸς αὐτόν 18:31 καὶ ἔλαβεν Ηλιου δώδεκα λίθους κατ' ἀριθμὸν φυλω̃ν του̃ Ισραηλ ὡς ἐλάλησεν κύριος πρὸς αὐτὸν λέγων Ισραηλ ἔσται τὸ ὄνομά σου 18:32 καὶ ὠ̨κοδόμησεν τοὺς λίθους ἐν ὀνόματι κυρίου καὶ ἰάσατο τὸ θυσιαστήριον τὸ κατεσκαμμένον καὶ ἐποίησεν θααλα χωρου̃σαν δύο μετρητὰς σπέρματος κυκλόθεν του̃ θυσιαστηρίου 18:33 καὶ ἐστοίβασεν τὰς σχίδακας ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησεν καὶ ἐμέλισεν τὸ ὁλοκαύτωμα καὶ ἐπέθηκεν ἐπὶ τὰς σχίδακας καὶ ἐστοίβασεν ἐπὶ τὸ θυσιαστήριον 18:34 καὶ εἰ̃πεν λάβετέ μοι τέσσαρας ὑδρίας ὕδατος καὶ ἐπιχέετε ἐπὶ τὸ ὁλοκαύτωμα καὶ ἐπὶ τὰς σχίδακας καὶ ἐποίησαν οὕτως καὶ εἰ̃πεν δευτερώσατε καὶ ἐδευτέρωσαν καὶ εἰ̃πεν τρισσώσατε καὶ ἐτρίσσευσαν 18:35 καὶ διεπορεύετο τὸ ὕδωρ κύκλω̨ του̃ θυσιαστηρίου καὶ τὴν θααλα ἔπλησαν ὕδατος 18:36 καὶ ἀνεβόησεν Ηλιου εἰς τὸν οὐρανὸν καὶ εἰ̃πεν κύριε ὁ θεὸς Αβρααμ καὶ Ισαακ καὶ Ισραηλ ἐπάκουσόν μου κύριε ἐπάκουσόν μου σήμερον ἐν πυρί καὶ γνώτωσαν πα̃ς ὁ λαὸς οὑ̃τος ὅτι σὺ εἰ̃ κύριος ὁ θεὸς Ισραηλ κἀγὼ δου̃λός σου καὶ διὰ σὲ πεποίηκα τὰ ἔργα ταυ̃τα 18:37 ἐπάκουσόν μου κύριε ἐπάκουσόν μου ἐν πυρί καὶ γνώτω ὁ λαὸς οὑ̃τος ὅτι σὺ εἰ̃ κύριος ὁ θεὸς καὶ σὺ ἔστρεψας τὴν καρδίαν του̃ λαου̃ τούτου ὀπίσω 18:38 καὶ ἔπεσεν πυ̃ρ παρὰ κυρίου ἐκ του̃ οὐρανου̃ καὶ κατέφαγεν τὸ ὁλοκαύτωμα καὶ τὰς σχίδακας καὶ τὸ ὕδωρ τὸ ἐν τη̨̃ θααλα καὶ τοὺς λίθους καὶ τὸν χου̃ν ἐξέλιξεν τὸ πυ̃ρ 18:39 καὶ ἔπεσεν πα̃ς ὁ λαὸς ἐπὶ πρόσωπον αὐτω̃ν καὶ εἰ̃πον ἀληθω̃ς κύριός ἐστιν ὁ θεός αὐτὸς ὁ θεός 18:40 καὶ εἰ̃πεν Ηλιου πρὸς τὸν λαόν συλλάβετε τοὺς προφήτας του̃ Βααλ μηθεὶς σωθήτω ἐξ αὐτω̃ν καὶ συνέλαβον αὐτούς καὶ κατάγει αὐτοὺς Ηλιου εἰς τὸν χειμάρρουν Κισων καὶ ἔσφαξεν αὐτοὺς ἐκει̃ 18:41 καὶ εἰ̃πεν Ηλιου τω̨̃ Αχααβ ἀνάβηθι καὶ φάγε καὶ πίε ὅτι φωνὴ τω̃ν ποδω̃ν του̃ ὑετου̃ 18:42 καὶ ἀνέβη Αχααβ του̃ φαγει̃ν καὶ πιει̃ν καὶ Ηλιου ἀνέβη ἐπὶ τὸν Κάρμηλον καὶ ἔκυψεν ἐπὶ τὴν γη̃ν καὶ ἔθηκεν τὸ πρόσωπον ἑαυτου̃ ἀνὰ μέσον τω̃ν γονάτων ἑαυτου̃ 18:43 καὶ εἰ̃πεν τω̨̃ παιδαρίω̨ αὑτου̃ ἀνάβηθι καὶ ἐπίβλεψον ὁδὸν τη̃ς θαλάσσης καὶ ἐπέβλεψεν τὸ παιδάριον καὶ εἰ̃πεν οὐκ ἔστιν οὐθέν καὶ εἰ̃πεν Ηλιου καὶ σὺ ἐπίστρεψον ἑπτάκι καὶ ἐπέστρεψεν τὸ παιδάριον ἑπτάκι 18:44 καὶ ἐγένετο ἐν τω̨̃ ἑβδόμω̨ καὶ ἰδοὺ νεφέλη μικρὰ ὡς ἴχνος ἀνδρὸς ἀνάγουσα ὕδωρ καὶ εἰ̃πεν ἀνάβηθι καὶ εἰπὸν τω̨̃ Αχααβ ζευ̃ξον τὸ ἅρμα σου καὶ κατάβηθι μὴ καταλάβη̨ σε ὁ ὑετός 18:45 καὶ ἐγένετο ἕως ὡ̃δε καὶ ὡ̃δε καὶ ὁ οὐρανὸς συνεσκότασεν νεφέλαις καὶ πνεύματι καὶ ἐγένετο ὑετὸς μέγας καὶ ἔκλαιεν καὶ ἐπορεύετο Αχααβ εἰς Ιεζραελ 18:46 καὶ χεὶρ κυρίου ἐπὶ τὸν Ηλιου καὶ συνέσφιγξεν τὴν ὀσφὺν αὐτου̃ καὶ ἔτρεχεν ἔμπροσθεν Αχααβ ἕως Ιεζραελ 19:1 καὶ ἀνήγγειλεν Αχααβ τη̨̃ Ιεζαβελ γυναικὶ αὐτου̃ πάντα ἃ ἐποίησεν Ηλιου καὶ ὡς ἀπέκτεινεν τοὺς προφήτας ἐν ῥομφαία̨ 19:2 καὶ ἀπέστειλεν Ιεζαβελ πρὸς Ηλιου καὶ εἰ̃πεν εἰ σὺ εἰ̃ Ηλιου καὶ ἐγὼ Ιεζαβελ τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη ὅτι ταύτην τὴν ὥραν αὔριον θήσομαι τὴν ψυχήν σου καθὼς ψυχὴν ἑνὸς ἐξ αὐτω̃ν 19:3 καὶ ἐφοβήθη Ηλιου καὶ ἀνέστη καὶ ἀπη̃λθεν κατὰ τὴν ψυχὴν ἑαυτου̃ καὶ ἔρχεται εἰς Βηρσαβεε τὴν Ιουδα καὶ ἀφη̃κεν τὸ παιδάριον αὐτου̃ ἐκει̃ 19:4 καὶ αὐτὸς ἐπορεύθη ἐν τη̨̃ ἐρήμω̨ ὁδὸν ἡμέρας καὶ ἠ̃λθεν καὶ ἐκάθισεν ὑπὸ ραθμ ἓν καὶ ἠ̨τήσατο τὴν ψυχὴν αὐτου̃ ἀποθανει̃ν καὶ εἰ̃πεν ἱκανούσθω νυ̃ν λαβὲ δὴ τὴν ψυχήν μου ἀπ' ἐμου̃ κύριε ὅτι οὐ κρείσσων ἐγώ εἰμι ὑπὲρ τοὺς πατέρας μου 19:5 καὶ ἐκοιμήθη καὶ ὕπνωσεν ἐκει̃ ὑπὸ φυτόν καὶ ἰδού τις ἥψατο αὐτου̃ καὶ εἰ̃πεν αὐτω̨̃ ἀνάστηθι καὶ φάγε 19:6 καὶ ἐπέβλεψεν Ηλιου καὶ ἰδοὺ πρὸς κεφαλη̃ς αὐτου̃ ἐγκρυφίας ὀλυρίτης καὶ καψάκης ὕδατος καὶ ἀνέστη καὶ ἔφαγεν καὶ ἔπιεν καὶ ἐπιστρέψας ἐκοιμήθη 19:7 καὶ ἐπέστρεψεν ὁ ἄγγελος κυρίου ἐκ δευτέρου καὶ ἥψατο αὐτου̃ καὶ εἰ̃πεν αὐτω̨̃ ἀνάστα φάγε ὅτι πολλὴ ἀπὸ σου̃ ἡ ὁδός 19:8 καὶ ἀνέστη καὶ ἔφαγεν καὶ ἔπιεν καὶ ἐπορεύθη ἐν τη̨̃ ἰσχύι τη̃ς βρώσεως ἐκείνης τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἕως ὄρους Χωρηβ 19:9 καὶ εἰση̃λθεν ἐκει̃ εἰς τὸ σπήλαιον καὶ κατέλυσεν ἐκει̃ καὶ ἰδοὺ ῥη̃μα κυρίου πρὸς αὐτὸν καὶ εἰ̃πεν τί σὺ ἐνταυ̃θα Ηλιου 19:10 καὶ εἰ̃πεν Ηλιου ζηλω̃ν ἐζήλωκα τω̨̃ κυρίω̨ παντοκράτορι ὅτι ἐγκατέλιπόν σε οἱ υἱοὶ Ισραηλ τὰ θυσιαστήριά σου κατέσκαψαν καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ῥομφαία̨ καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος καὶ ζητου̃σι τὴν ψυχήν μου λαβει̃ν αὐτήν 19:11 καὶ εἰ̃πεν ἐξελεύση̨ αὔριον καὶ στήση̨ ἐνώπιον κυρίου ἐν τω̨̃ ὄρει ἰδοὺ παρελεύσεται κύριος καὶ πνευ̃μα μέγα κραταιὸν διαλυ̃ον ὄρη καὶ συντρι̃βον πέτρας ἐνώπιον κυρίου οὐκ ἐν τω̨̃ πνεύματι κύριος καὶ μετὰ τὸ πνευ̃μα συσσεισμός οὐκ ἐν τω̨̃ συσσεισμω̨̃ κύριος 19:12 καὶ μετὰ τὸν συσσεισμὸν πυ̃ρ οὐκ ἐν τω̨̃ πυρὶ κύριος καὶ μετὰ τὸ πυ̃ρ φωνὴ αὔρας λεπτη̃ς κἀκει̃ κύριος 19:13 καὶ ἐγένετο ὡς ἤκουσεν Ηλιου καὶ ἐπεκάλυψεν τὸ πρόσωπον αὐτου̃ ἐν τη̨̃ μηλωτη̨̃ ἑαυτου̃ καὶ ἐξη̃λθεν καὶ ἔστη ὑπὸ τὸ σπήλαιον καὶ ἰδοὺ πρὸς αὐτὸν φωνὴ καὶ εἰ̃πεν τί σὺ ἐνταυ̃θα Ηλιου 19:14 καὶ εἰ̃πεν Ηλιου ζηλω̃ν ἐζήλωκα τω̨̃ κυρίω̨ παντοκράτορι ὅτι ἐγκατέλιπον τὴν διαθήκην σου οἱ υἱοὶ Ισραηλ τὰ θυσιαστήριά σου καθει̃λαν καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ῥομφαία̨ καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος καὶ ζητου̃σι τὴν ψυχήν μου λαβει̃ν αὐτήν 19:15 καὶ εἰ̃πεν κύριος πρὸς αὐτόν πορεύου ἀνάστρεφε εἰς τὴν ὁδόν σου καὶ ἥξεις εἰς τὴν ὁδὸν ἐρήμου Δαμασκου̃ καὶ χρίσεις τὸν Αζαηλ εἰς βασιλέα τη̃ς Συρίας 19:16 καὶ τὸν Ιου υἱὸν Ναμεσσι χρίσεις εἰς βασιλέα ἐπὶ Ισραηλ καὶ τὸν Ελισαιε υἱὸν Σαφατ ἀπὸ Αβελμαουλα χρίσεις εἰς προφήτην ἀντὶ σου̃ 19:17 καὶ ἔσται τὸν σω̨ζόμενον ἐκ ῥομφαίας Αζαηλ θανατώσει Ιου καὶ τὸν σω̨ζόμενον ἐκ ῥομφαίας Ιου θανατώσει Ελισαιε 19:18 καὶ καταλείψεις ἐν Ισραηλ ἑπτὰ χιλιάδας ἀνδρω̃ν πάντα γόνατα ἃ οὐκ ὤκλασαν γόνυ τω̨̃ Βααλ καὶ πα̃ν στόμα ὃ οὐ προσεκύνησεν αὐτω̨̃ 19:19 καὶ ἀπη̃λθεν ἐκει̃θεν καὶ εὑρίσκει τὸν Ελισαιε υἱὸν Σαφατ καὶ αὐτὸς ἠροτρία ἐν βουσίν δώδεκα ζεύγη βοω̃ν ἐνώπιον αὐτου̃ καὶ αὐτὸς ἐν τοι̃ς δώδεκα καὶ ἐπη̃λθεν ἐπ' αὐτὸν καὶ ἐπέρριψε τὴν μηλωτὴν αὐτου̃ ἐπ' αὐτόν 19:20 καὶ κατέλιπεν Ελισαιε τὰς βόας καὶ κατέδραμεν ὀπίσω Ηλιου καὶ εἰ̃πεν καταφιλήσω τὸν πατέρα μου καὶ ἀκολουθήσω ὀπίσω σου καὶ εἰ̃πεν Ηλιου ἀνάστρεφε ὅτι πεποίηκά σοι 19:21 καὶ ἀνέστρεψεν ἐξόπισθεν αὐτου̃ καὶ ἔλαβεν τὰ ζεύγη τω̃ν βοω̃ν καὶ ἔθυσεν καὶ ἥψησεν αὐτὰ ἐν τοι̃ς σκεύεσι τω̃ν βοω̃ν καὶ ἔδωκεν τω̨̃ λαω̨̃ καὶ ἔφαγον καὶ ἀνέστη καὶ ἐπορεύθη ὀπίσω Ηλιου καὶ ἐλειτούργει αὐτω̨̃ 20:1 καὶ ἀμπελὼν εἱ̃ς ἠ̃ν τω̨̃ Ναβουθαι τω̨̃ Ιεζραηλίτη̨ παρὰ τω̨̃ ἅλω̨ Αχααβ βασιλέως Σαμαρείας 20:2 καὶ ἐλάλησεν Αχααβ πρὸς Ναβουθαι λέγων δός μοι τὸν ἀμπελω̃νά σου καὶ ἔσται μοι εἰς κη̃πον λαχάνων ὅτι ἐγγίων οὑ̃τος τω̨̃ οἴκω̨ μου καὶ δώσω σοι ἀμπελω̃να ἄλλον ἀγαθὸν ὑπὲρ αὐτόν εἰ δὲ ἀρέσκει ἐνώπιόν σου δώσω σοι ἀργύριον ἀντάλλαγμα του̃ ἀμπελω̃νός σου τούτου καὶ ἔσται μοι εἰς κη̃πον λαχάνων 20:3 καὶ εἰ̃πεν Ναβουθαι πρὸς Αχααβ μή μοι γένοιτο παρὰ θεου̃ μου δου̃ναι κληρονομίαν πατέρων μου σοί 20:4 καὶ ἐγένετο τὸ πνευ̃μα Αχααβ τεταραγμένον καὶ ἐκοιμήθη ἐπὶ τη̃ς κλίνης αὐτου̃ καὶ συνεκάλυψεν τὸ πρώσωπον αὐτου̃ καὶ οὐκ ἔφαγεν ἄρτον 20:5 καὶ εἰση̃λθεν Ιεζαβελ ἡ γυνὴ αὐτου̃ πρὸς αὐτὸν καὶ ἐλάλησεν πρὸς αὐτόν τί τὸ πνευ̃μά σου τεταραγμένον καὶ οὐκ εἰ̃ σὺ ἐσθίων ἄρτον 20:6 καὶ εἰ̃πεν πρὸς αὐτήν ὅτι ἐλάλησα πρὸς Ναβουθαι τὸν Ιεζραηλίτην λέγων δός μοι τὸν ἀμπελω̃νά σου ἀργυρίου εἰ δὲ βούλει δώσω σοι ἀμπελω̃να ἄλλον ἀντ' αὐτου̃ καὶ εἰ̃πεν οὐ δώσω σοι κληρονομίαν πατέρων μου 20:7 καὶ εἰ̃πεν πρὸς αὐτὸν Ιεζαβελ ἡ γυνὴ αὐτου̃ σὺ νυ̃ν οὕτως ποιει̃ς βασιλέα ἐπὶ Ισραηλ ἀνάστηθι φάγε ἄρτον καὶ σαυτου̃ γενου̃ ἐγὼ δώσω σοι τὸν ἀμπελω̃να Ναβουθαι του̃ Ιεζραηλίτου 20:8 καὶ ἔγραψεν βιβλίον ἐπὶ τω̨̃ ὀνόματι Αχααβ καὶ ἐσφραγίσατο τη̨̃ σφραγι̃δι αὐτου̃ καὶ ἀπέστειλεν τὸ βιβλίον πρὸς τοὺς πρεσβυτέρους καὶ τοὺς ἐλευθέρους τοὺς κατοικου̃ντας μετὰ Ναβουθαι 20:9 καὶ ἐγέγραπτο ἐν τοι̃ς βιβλίοις λέγων νηστεύσατε νηστείαν καὶ καθίσατε τὸν Ναβουθαι ἐν ἀρχη̨̃ του̃ λαου̃ 20:10 καὶ ἐγκαθίσατε δύο ἄνδρας υἱοὺς παρανόμων ἐξ ἐναντίας αὐτου̃ καὶ καταμαρτυρησάτωσαν αὐτου̃ λέγοντες ηὐλόγησεν θεὸν καὶ βασιλέα καὶ ἐξαγαγέτωσαν αὐτὸν καὶ λιθοβολησάτωσαν αὐτόν καὶ ἀποθανέτω 20:11 καὶ ἐποίησαν οἱ ἄνδρες τη̃ς πόλεως αὐτου̃ οἱ πρεσβύτεροι καὶ οἱ ἐλεύθεροι οἱ κατοικου̃ντες ἐν τη̨̃ πόλει αὐτου̃ καθὰ ἀπέστειλεν πρὸς αὐτοὺς Ιεζαβελ καθὰ γέγραπται ἐν τοι̃ς βιβλίοις οἱ̃ς ἀπέστειλεν πρὸς αὐτούς 20:12 ἐκάλεσαν νηστείαν καὶ ἐκάθισαν τὸν Ναβουθαι ἐν ἀρχη̨̃ του̃ λαου̃ 20:13 καὶ ἠ̃λθον δύο ἄνδρες υἱοὶ παρανόμων καὶ ἐκάθισαν ἐξ ἐναντίας αὐτου̃ καὶ κατεμαρτύρησαν αὐτου̃ λέγοντες ηὐλόγηκας θεὸν καὶ βασιλέα καὶ ἐξήγαγον αὐτὸν ἔξω τη̃ς πόλεως καὶ ἐλιθοβόλησαν αὐτὸν λίθοις καὶ ἀπέθανεν 20:14 καὶ ἀπέστειλαν πρὸς Ιεζαβελ λέγοντες λελιθοβόληται Ναβουθαι καὶ τέθνηκεν 20:15 καὶ ἐγένετο ὡς ἤκουσεν Ιεζαβελ καὶ εἰ̃πεν πρὸς Αχααβ ἀνάστα κληρονόμει τὸν ἀμπελω̃να Ναβουθαι του̃ Ιεζραηλίτου ὃς οὐκ ἔδωκέν σοι ἀργυρίου ὅτι οὐκ ἔστιν Ναβουθαι ζω̃ν ὅτι τέθνηκεν 20:16 καὶ ἐγένετο ὡς ἤκουσεν Αχααβ ὅτι τέθνηκεν Ναβουθαι ὁ Ιεζραηλίτης καὶ διέρρηξεν τὰ ἱμάτια ἑαυτου̃ καὶ περιεβάλετο σάκκον καὶ ἐγένετο μετὰ ταυ̃τα καὶ ἀνέστη καὶ κατέβη Αχααβ εἰς τὸν ἀμπελω̃να Ναβουθαι του̃ Ιεζραηλίτου κληρονομη̃σαι αὐτόν 20:17 καὶ εἰ̃πεν κύριος πρὸς Ηλιου τὸν Θεσβίτην λέγων 20:18 ἀνάστηθι καὶ κατάβηθι εἰς ἀπαντὴν Αχααβ βασιλέως Ισραηλ του̃ ἐν Σαμαρεία̨ ἰδοὺ οὑ̃τος ἐν ἀμπελω̃νι Ναβουθαι ὅτι καταβέβηκεν ἐκει̃ κληρονομη̃σαι αὐτόν 20:19 καὶ λαλήσεις πρὸς αὐτὸν λέγων τάδε λέγει κύριος ὡς σὺ ἐφόνευσας καὶ ἐκληρονόμησας διὰ του̃το τάδε λέγει κύριος ἐν παντὶ τόπω̨ ὡ̨̃ ἔλειξαν αἱ ὕες καὶ οἱ κύνες τὸ αἱ̃μα Ναβουθαι ἐκει̃ λείξουσιν οἱ κύνες τὸ αἱ̃μά σου καὶ αἱ πόρναι λούσονται ἐν τω̨̃ αἵματί σου 20:20 καὶ εἰ̃πεν Αχααβ πρὸς Ηλιου εἰ εὕρηκάς με ὁ ἐχθρός μου καὶ εἰ̃πεν εὕρηκα διότι μάτην πέπρασαι ποιη̃σαι τὸ πονηρὸν ἐνώπιον κυρίου παροργίσαι αὐτόν 20:21 τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ κακὰ καὶ ἐκκαύσω ὀπίσω σου καὶ ἐξολεθρεύσω του̃ Αχααβ οὐρου̃ντα πρὸς τοι̃χον καὶ συνεχόμενον καὶ ἐγκαταλελειμμένον ἐν Ισραηλ 20:22 καὶ δώσω τὸν οἰ̃κόν σου ὡς τὸν οἰ̃κον Ιεροβοαμ υἱου̃ Ναβατ καὶ ὡς τὸν οἰ̃κον Βαασα υἱου̃ Αχια περὶ τω̃ν παροργισμάτων ὡ̃ν παρώργισας καὶ ἐξήμαρτες τὸν Ισραηλ 20:23 καὶ τη̨̃ Ιεζαβελ ἐλάλησεν κύριος λέγων οἱ κύνες καταφάγονται αὐτὴν ἐν τω̨̃ προτειχίσματι Ιεζραελ 20:24 τὸν τεθνηκότα του̃ Αχααβ ἐν τη̨̃ πόλει φάγονται οἱ κύνες καὶ τὸν τεθνηκότα αὐτου̃ ἐν τω̨̃ πεδίω̨ φάγονται τὰ πετεινὰ του̃ οὐρανου̃ 20:25 πλὴν ματαίως Αχααβ ὡς ἐπράθη ποιη̃σαι τὸ πονηρὸν ἐνώπιον κυρίου ὡς μετέθηκεν αὐτὸν Ιεζαβελ ἡ γυνὴ αὐτου̃ 20:26 καὶ ἐβδελύχθη σφόδρα πορεύεσθαι ὀπίσω τω̃ν βδελυγμάτων κατὰ πάντα ἃ ἐποίησεν ὁ Αμορραι̃ος ὃν ἐξωλέθρευσεν κύριος ἀπὸ προσώπου υἱω̃ν Ισραηλ 20:27 καὶ ὑπὲρ του̃ λόγου ὡς κατενύγη Αχααβ ἀπὸ προσώπου του̃ κυρίου καὶ ἐπορεύετο κλαίων καὶ διέρρηξεν τὸν χιτω̃να αὐτου̃ καὶ ἐζώσατο σάκκον ἐπὶ τὸ σω̃μα αὐτου̃ καὶ ἐνήστευσεν καὶ περιεβάλετο σάκκον ἐν τη̨̃ ἡμέρα̨ ἡ̨̃ ἐπάταξεν Ναβουθαι τὸν Ιεζραηλίτην 20:28 καὶ ἐγένετο ῥη̃μα κυρίου ἐν χειρὶ δούλου αὐτου̃ Ηλιου περὶ Αχααβ καὶ εἰ̃πεν κύριος 20:29 ἑώρακας ὡς κατενύγη Αχααβ ἀπὸ προσώπου μου οὐκ ἐπάξω τὴν κακίαν ἐν ται̃ς ἡμέραις αὐτου̃ ἀλλ' ἐν ται̃ς ἡμέραις του̃ υἱου̃ αὐτου̃ ἐπάξω τὴν κακίαν 21:1 καὶ συνήθροισεν υἱὸς Αδερ πα̃σαν τὴν δύναμιν αὐτου̃ καὶ ἀνέβη καὶ περιεκάθισεν ἐπὶ Σαμάρειαν καὶ τριάκοντα καὶ δύο βασιλει̃ς μετ' αὐτου̃ καὶ πα̃ς ἵππος καὶ ἅρμα καὶ ἀνέβησαν καὶ περιεκάθισαν ἐπὶ Σαμάρειαν καὶ ἐπολέμησαν ἐπ' αὐτήν 21:2 καὶ ἀπέστειλεν πρὸς Αχααβ βασιλέα Ισραηλ εἰς τὴν πόλιν 21:3 καὶ εἰ̃πεν πρὸς αὐτόν τάδε λέγει υἱὸς Αδερ τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου ἐμόν ἐστιν καὶ αἱ γυναι̃κές σου καὶ τὰ τέκνα σου ἐμά ἐστιν 21:4 καὶ ἀπεκρίθη ὁ βασιλεὺς Ισραηλ καὶ εἰ̃πεν καθὼς ἐλάλησας κύριε βασιλευ̃ σὸς ἐγώ εἰμι καὶ πάντα τὰ ἐμά 21:5 καὶ ἀνέστρεψαν οἱ ἄγγελοι καὶ εἰ̃πον τάδε λέγει υἱὸς Αδερ ἐγὼ ἀπέσταλκα πρὸς σὲ λέγων τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου καὶ τὰς γυναι̃κάς σου καὶ τὰ τέκνα σου δώσεις ἐμοί 21:6 ὅτι ταύτην τὴν ὥραν αὔριον ἀποστελω̃ τοὺς παι̃δάς μου πρὸς σέ καὶ ἐρευνήσουσιν τὸν οἰ̃κόν σου καὶ τοὺς οἴκους τω̃ν παίδων σου καὶ ἔσται τὰ ἐπιθυμήματα ὀφθαλμω̃ν αὐτω̃ν ἐφ' ἃ ἂν ἐπιβάλωσι τὰς χει̃ρας αὐτω̃ν καὶ λήμψονται 21:7 καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ισραηλ πάντας τοὺς πρεσβυτέρους καὶ εἰ̃πεν γνω̃τε δὴ καὶ ἴδετε ὅτι κακίαν οὑ̃τος ζητει̃ ὅτι ἀπέσταλκεν πρός με περὶ τω̃ν γυναικω̃ν μου καὶ περὶ τω̃ν υἱω̃ν μου καὶ περὶ τω̃ν θυγατέρων μου τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου οὐκ ἀπεκώλυσα ἀπ' αὐτου̃ 21:8 καὶ εἰ̃παν αὐτω̨̃ οἱ πρεσβύτεροι καὶ πα̃ς ὁ λαός μὴ ἀκούση̨ς καὶ μὴ θελήση̨ς 21:9 καὶ εἰ̃πεν τοι̃ς ἀγγέλοις υἱου̃ Αδερ λέγετε τω̨̃ κυρίω̨ ὑμω̃ν πάντα ὅσα ἀπέσταλκας πρὸς τὸν δου̃λόν σου ἐν πρώτοις ποιήσω τὸ δὲ ῥη̃μα του̃το οὐ δυνήσομαι ποιη̃σαι καὶ ἀπη̃ραν οἱ ἄνδρες καὶ ἐπέστρεψαν αὐτω̨̃ λόγον 21:10 καὶ ἀνταπέστειλεν πρὸς αὐτὸν υἱὸς Αδερ λέγων τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη εἰ ἐκποιήσει ὁ χου̃ς Σαμαρείας ται̃ς ἀλώπεξιν παντὶ τω̨̃ λαω̨̃ τοι̃ς πεζοι̃ς μου 21:11 καὶ ἀπεκρίθη ὁ βασιλεὺς Ισραηλ καὶ εἰ̃πεν ἱκανούσθω μὴ καυχάσθω ὁ κυρτὸς ὡς ὁ ὀρθός 21:12 καὶ ἐγένετο ὅτε ἀπεκρίθη αὐτω̨̃ τὸν λόγον του̃τον πίνων ἠ̃ν αὐτὸς καὶ πάντες οἱ βασιλει̃ς μετ' αὐτου̃ ἐν σκηναι̃ς καὶ εἰ̃πεν τοι̃ς παισὶν αὐτου̃ οἰκοδομήσατε χάρακα καὶ ἔθεντο χάρακα ἐπὶ τὴν πόλιν 21:13 καὶ ἰδοὺ προφήτης εἱ̃ς προση̃λθεν τω̨̃ βασιλει̃ Ισραηλ καὶ εἰ̃πεν τάδε λέγει κύριος εἰ ἑόρακας πάντα τὸν ὄχλον τὸν μέγαν του̃τον ἰδοὺ ἐγὼ δίδωμι αὐτὸν σήμερον εἰς χει̃ρας σάς καὶ γνώση̨ ὅτι ἐγὼ κύριος 21:14 καὶ εἰ̃πεν Αχααβ ἐν τίνι καὶ εἰ̃πεν τάδε λέγει κύριος ἐν τοι̃ς παιδαρίοις τω̃ν ἀρχόντων τω̃ν χωρω̃ν καὶ εἰ̃πεν Αχααβ τίς συνάψει τὸν πόλεμον καὶ εἰ̃πεν σύ 21:15 καὶ ἐπεσκέψατο Αχααβ τὰ παιδάρια τω̃ν ἀρχόντων τω̃ν χωρω̃ν καὶ ἐγένοντο διακόσιοι καὶ τριάκοντα καὶ μετὰ ταυ̃τα ἐπεσκέψατο τὸν λαόν πα̃ν υἱὸν δυνάμεως ἑξήκοντα χιλιάδας 21:16 καὶ ἐξη̃λθεν μεσημβρίας καὶ υἱὸς Αδερ πίνων μεθύων ἐν Σοκχωθ αὐτὸς καὶ οἱ βασιλει̃ς τριάκοντα καὶ δύο βασιλει̃ς συμβοηθοὶ μετ' αὐτου̃ 21:17 καὶ ἐξη̃λθον παιδάρια ἀρχόντων τω̃ν χωρω̃ν ἐν πρώτοις καὶ ἀποστέλλουσιν καὶ ἀπαγγέλλουσιν τω̨̃ βασιλει̃ Συρίας λέγοντες ἄνδρες ἐξεληλύθασιν ἐκ Σαμαρείας 21:18 καὶ εἰ̃πεν αὐτοι̃ς εἰ εἰς εἰρήνην οὑ̃τοι ἐκπορεύονται συλλάβετε αὐτοὺς ζω̃ντας καὶ εἰ εἰς πόλεμον ζω̃ντας συλλάβετε αὐτούς 21:19 καὶ μὴ ἐξελθάτωσαν ἐκ τη̃ς πόλεως τὰ παιδάρια ἀρχόντων τω̃ν χωρω̃ν καὶ ἡ δύναμις ὀπίσω αὐτω̃ν 21:20 ἐπάταξεν ἕκαστος τὸν παρ' αὐτου̃ καὶ ἐδευτέρωσεν ἕκαστος τὸν παρ' αὐτου̃ καὶ ἔφυγεν Συρία καὶ κατεδίωξεν αὐτοὺς Ισραηλ καὶ σώ̨ζεται υἱὸς Αδερ βασιλεὺς Συρίας ἐφ' ἵππου ἱππέως 21:21 καὶ ἐξη̃λθεν βασιλεὺς Ισραηλ καὶ ἔλαβεν πάντας τοὺς ἵππους καὶ τὰ ἅρματα καὶ ἐπάταξεν πληγὴν μεγάλην ἐν Συρία̨ 21:22 καὶ προση̃λθεν ὁ προφήτης πρὸς βασιλέα Ισραηλ καὶ εἰ̃πεν κραταιου̃ καὶ γνω̃θι καὶ ἰδὲ τί ποιήσεις ὅτι ἐπιστρέφοντος του̃ ἐνιαυτου̃ υἱὸς Αδερ βασιλεὺς Συρίας ἀναβαίνει ἐπὶ σέ 21:23 καὶ οἱ παι̃δες βασιλέως Συρίας εἰ̃πον θεὸς ὀρέων θεὸς Ισραηλ καὶ οὐ θεὸς κοιλάδων διὰ του̃το ἐκραταίωσεν ὑπὲρ ἡμα̃ς ἐὰν δὲ πολεμήσωμεν αὐτοὺς κατ' εὐθύ εἰ μὴ κραταιώσομεν ὑπὲρ αὐτούς 21:24 καὶ τὸ ῥη̃μα του̃το ποίησον ἀπόστησον τοὺς βασιλει̃ς ἕκαστον εἰς τὸν τόπον αὐτω̃ν καὶ θου̃ ἀντ' αὐτω̃ν σατράπας 21:25 καὶ ἀλλάξομέν σοι δύναμιν κατὰ τὴν δύναμιν τὴν πεσου̃σαν ἀπὸ σου̃ καὶ ἵππον κατὰ τὴν ἵππον καὶ ἅρματα κατὰ τὰ ἅρματα καὶ πολεμήσομεν πρὸς αὐτοὺς κατ' εὐθὺ καὶ κραταιώσομεν ὑπὲρ αὐτούς καὶ ἤκουσεν τη̃ς φωνη̃ς αὐτω̃ν καὶ ἐποίησεν οὕτως 21:26 καὶ ἐγένετο ἐπιστρέψαντος του̃ ἐνιαυτου̃ καὶ ἐπεσκέψατο υἱὸς Αδερ τὴν Συρίαν καὶ ἀνέβη εἰς Αφεκα εἰς πόλεμον ἐπὶ Ισραηλ 21:27 καὶ οἱ υἱοὶ Ισραηλ ἐπεσκέπησαν καὶ παρεγένοντο εἰς ἀπαντὴν αὐτω̃ν καὶ παρενέβαλεν Ισραηλ ἐξ ἐναντίας αὐτω̃ν ὡσεὶ δύο ποίμνια αἰγω̃ν καὶ Συρία ἔπλησεν τὴν γη̃ν 21:28 καὶ προση̃λθεν ὁ ἄνθρωπος του̃ θεου̃ καὶ εἰ̃πεν τω̨̃ βασιλει̃ Ισραηλ τάδε λέγει κύριος ἀνθ' ὡ̃ν εἰ̃πεν Συρία θεὸς ὀρέων κύριος ὁ θεὸς Ισραηλ καὶ οὐ θεὸς κοιλάδων αὐτός καὶ δώσω τὴν δύναμιν τὴν μεγάλην ταύτην εἰς χει̃ρα σήν καὶ γνώση̨ ὅτι ἐγὼ κύριος 21:29 καὶ παρεμβάλλουσιν οὑ̃τοι ἀπέναντι τούτων ἑπτὰ ἡμέρας καὶ ἐγένετο ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ καὶ προσήγαγεν ὁ πόλεμος καὶ ἐπάταξεν Ισραηλ τὴν Συρίαν ἑκατὸν χιλιάδας πεζω̃ν μια̨̃ ἡμέρα̨ 21:30 καὶ ἔφυγον οἱ κατάλοιποι εἰς Αφεκα εἰς τὴν πόλιν καὶ ἔπεσεν τὸ τει̃χος ἐπὶ εἴκοσι καὶ ἑπτὰ χιλιάδας ἀνδρω̃ν τω̃ν καταλοίπων καὶ υἱὸς Αδερ ἔφυγεν καὶ εἰση̃λθεν εἰς τὸν οἰ̃κον του̃ κοιτω̃νος εἰς τὸ ταμίειον 21:31 καὶ εἰ̃πεν τοι̃ς παισὶν αὐτου̃ οἰ̃δα ὅτι βασιλει̃ς Ισραηλ βασιλει̃ς ἐλέους εἰσίν ἐπιθώμεθα δὴ σάκκους ἐπὶ τὰς ὀσφύας ἡμω̃ν καὶ σχοινία ἐπὶ τὰς κεφαλὰς ἡμω̃ν καὶ ἐξέλθωμεν πρὸς βασιλέα Ισραηλ εἴ πως ζωογονήσει τὰς ψυχὰς ἡμω̃ν 21:32 καὶ περιεζώσαντο σάκκους ἐπὶ τὰς ὀσφύας αὐτω̃ν καὶ ἔθεσαν σχοινία ἐπὶ τὰς κεφαλὰς αὐτω̃ν καὶ εἰ̃πον τω̨̃ βασιλει̃ Ισραηλ δου̃λός σου υἱὸς Αδερ λέγει ζησάτω δὴ ἡ ψυχή μου καὶ εἰ̃πεν εἰ ἔτι ζη̨̃ ἀδελφός μού ἐστιν 21:33 καὶ οἱ ἄνδρες οἰωνίσαντο καὶ ἔσπευσαν καὶ ἀνέλεξαν τὸν λόγον ἐκ του̃ στόματος αὐτου̃ καὶ εἰ̃πον ἀδελφός σου υἱὸς Αδερ καὶ εἰ̃πεν εἰσέλθατε καὶ λάβετε αὐτόν καὶ ἐξη̃λθεν πρὸς αὐτὸν υἱὸς Αδερ καὶ ἀναβιβάζουσιν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα 21:34 καὶ εἰ̃πεν πρὸς αὐτόν τὰς πόλεις ἃς ἔλαβεν ὁ πατήρ μου παρὰ του̃ πατρός σου ἀποδώσω σοι καὶ ἐξόδους θήσεις σαυτω̨̃ ἐν Δαμασκω̨̃ καθὼς ἔθετο ὁ πατήρ μου ἐν Σαμαρεία̨ καὶ ἐγὼ ἐν διαθήκη̨ ἐξαποστελω̃ σε καὶ διέθετο αὐτω̨̃ διαθήκην καὶ ἐξαπέστειλεν αὐτόν 21:35 καὶ ἄνθρωπος εἱ̃ς ἐκ τω̃ν υἱω̃ν τω̃ν προφητω̃ν εἰ̃πεν πρὸς τὸν πλησίον αὐτου̃ ἐν λόγω̨ κυρίου πάταξον δή με καὶ οὐκ ἠθέλησεν ὁ ἄνθρωπος πατάξαι αὐτόν 21:36 καὶ εἰ̃πεν πρὸς αὐτόν ἀνθ' ὡ̃ν οὐκ ἤκουσας τη̃ς φωνη̃ς κυρίου ἰδοὺ σὺ ἀποτρέχεις ἀπ' ἐμου̃ καὶ πατάξει σε λέων καὶ ἀπη̃λθεν ἀπ' αὐτου̃ καὶ εὑρίσκει αὐτὸν λέων καὶ ἐπάταξεν αὐτόν 21:37 καὶ εὑρίσκει ἄνθρωπον ἄλλον καὶ εἰ̃πεν πάταξόν με δή καὶ ἐπάταξεν αὐτὸν ὁ ἄνθρωπος πατάξας καὶ συνέτριψεν 21:38 καὶ ἐπορεύθη ὁ προφήτης καὶ ἔστη τω̨̃ βασιλει̃ Ισραηλ ἐπὶ τη̃ς ὁδου̃ καὶ κατεδήσατο τελαμω̃νι τοὺς ὀφθαλμοὺς αὐτου̃ 21:39 καὶ ἐγένετο ὡς ὁ βασιλεὺς παρεπορεύετο καὶ οὑ̃τος ἐβόα πρὸς τὸν βασιλέα καὶ εἰ̃πεν ὁ δου̃λός σου ἐξη̃λθεν ἐπὶ τὴν στρατιὰν του̃ πολέμου καὶ ἰδοὺ ἀνὴρ εἰσήγαγεν πρός με ἄνδρα καὶ εἰ̃πεν πρός με φύλαξον του̃τον τὸν ἄνδρα ἐὰν δὲ ἐκπηδω̃ν ἐκπηδήση̨ καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τη̃ς ψυχη̃ς αὐτου̃ ἢ τάλαντον ἀργυρίου στήσεις 21:40 καὶ ἐγενήθη περιεβλέψατο ὁ δου̃λός σου ὡ̃δε καὶ ὡ̃δε καὶ οὑ̃τος οὐκ ἠ̃ν καὶ εἰ̃πεν πρὸς αὐτὸν ὁ βασιλεὺς Ισραηλ ἰδοὺ καὶ τὰ ἔνεδρα παρ' ἐμοὶ ἐφόνευσας 21:41 καὶ ἔσπευσεν καὶ ἀφει̃λεν τὸν τελαμω̃να ἀπὸ τω̃ν ὀφθαλμω̃ν αὐτου̃ καὶ ἐπέγνω αὐτὸν ὁ βασιλεὺς Ισραηλ ὅτι ἐκ τω̃ν προφητω̃ν οὑ̃τος 21:42 καὶ εἰ̃πεν πρὸς αὐτόν τάδε λέγει κύριος διότι ἐξήνεγκας σὺ ἄνδρα ὀλέθριον ἐκ χειρός σου καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τη̃ς ψυχη̃ς αὐτου̃ καὶ ὁ λαός σου ἀντὶ του̃ λαου̃ αὐτου̃ 21:43 καὶ ἀπη̃λθεν ὁ βασιλεὺς Ισραηλ συγκεχυμένος καὶ ἐκλελυμένος καὶ ἔρχεται εἰς Σαμάρειαν 22:1 καὶ ἐκάθισεν τρία ἔτη καὶ οὐκ ἠ̃ν πόλεμος ἀνὰ μέσον Συρίας καὶ ἀνὰ μέσον Ισραηλ 22:2 καὶ ἐγενήθη ἐν τω̨̃ ἐνιαυτω̨̃ τω̨̃ τρίτω̨ καὶ κατέβη Ιωσαφατ βασιλεὺς Ιουδα πρὸς βασιλέα Ισραηλ 22:3 καὶ εἰ̃πεν βασιλεὺς Ισραηλ πρὸς τοὺς παι̃δας αὐτου̃ εἰ οἴδατε ὅτι ἡμι̃ν Ρεμμαθ Γαλααδ καὶ ἡμει̃ς σιωπω̃μεν λαβει̃ν αὐτὴν ἐκ χειρὸς βασιλέως Συρίας 22:4 καὶ εἰ̃πεν βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ ἀναβήση̨ μεθ' ἡμω̃ν εἰς Ρεμμαθ Γαλααδ εἰς πόλεμον καὶ εἰ̃πεν Ιωσαφατ καθὼς ἐγὼ οὕτως καὶ σύ καθὼς ὁ λαός μου ὁ λαός σου καθὼς οἱ ἵπποι μου οἱ ἵπποι σου 22:5 καὶ εἰ̃πεν Ιωσαφατ βασιλεὺς Ιουδα πρὸς βασιλέα Ισραηλ ἐπερωτήσατε δὴ σήμερον τὸν κύριον 22:6 καὶ συνήθροισεν ὁ βασιλεὺς Ισραηλ πάντας τοὺς προφήτας ὡς τετρακοσίους ἄνδρας καὶ εἰ̃πεν αὐτοι̃ς ὁ βασιλεύς εἰ πορευθω̃ εἰς Ρεμμαθ Γαλααδ εἰς πόλεμον ἢ ἐπίσχω καὶ εἰ̃παν ἀνάβαινε καὶ διδοὺς δώσει κύριος εἰς χει̃ρας του̃ βασιλέως 22:7 καὶ εἰ̃πεν Ιωσαφατ πρὸς βασιλέα Ισραηλ οὐκ ἔστιν ὡ̃δε προφήτης του̃ κυρίου καὶ ἐπερωτήσομεν τὸν κύριον δι' αὐτου̃ 22:8 καὶ εἰ̃πεν ὁ βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ ἔτι ἔστιν ἀνὴρ εἱ̃ς του̃ ἐπερωτη̃σαι τὸν κύριον δι' αὐτου̃ καὶ ἐγὼ μεμίσηκα αὐτόν ὅτι οὐ λαλει̃ περὶ ἐμου̃ καλά ἀλλ' ἢ κακά Μιχαιας υἱὸς Ιεμλα καὶ εἰ̃πεν Ιωσαφατ βασιλεὺς Ιουδα μὴ λεγέτω ὁ βασιλεὺς οὕτως 22:9 καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ισραηλ εὐνου̃χον ἕνα καὶ εἰ̃πεν τάχος Μιχαιαν υἱὸν Ιεμλα 22:10 καὶ ὁ βασιλεὺς Ισραηλ καὶ Ιωσαφατ βασιλεὺς Ιουδα ἐκάθηντο ἀνὴρ ἐπὶ του̃ θρόνου αὐτου̃ ἔνοπλοι ἐν ται̃ς πύλαις Σαμαρείας καὶ πάντες οἱ προφη̃ται ἐπροφήτευον ἐνώπιον αὐτω̃ν 22:11 καὶ ἐποίησεν ἑαυτω̨̃ Σεδεκιας υἱὸς Χανανα κέρατα σιδηρα̃ καὶ εἰ̃πεν τάδε λέγει κύριος ἐν τούτοις κερατιει̃ς τὴν Συρίαν ἕως συντελεσθη̨̃ 22:12 καὶ πάντες οἱ προφη̃ται ἐπροφήτευον οὕτως λέγοντες ἀνάβαινε εἰς Ρεμμαθ Γαλααδ καὶ εὐοδώσει καὶ δώσει κύριος εἰς χει̃ράς σου καὶ τὸν βασιλέα Συρίας 22:13 καὶ ὁ ἄγγελος ὁ πορευθεὶς καλέσαι τὸν Μιχαιαν ἐλάλησεν αὐτω̨̃ λέγων ἰδοὺ δὴ λαλου̃σιν πάντες οἱ προφη̃ται ἐν στόματι ἑνὶ καλὰ περὶ του̃ βασιλέως γίνου δὴ καὶ σὺ εἰς λόγους σου κατὰ τοὺς λόγους ἑνὸς τούτων καὶ λάλησον καλά 22:14 καὶ εἰ̃πεν Μιχαιας ζη̨̃ κύριος ὅτι ἃ ἂν εἴπη̨ κύριος πρός με ταυ̃τα λαλήσω 22:15 καὶ ἠ̃λθεν πρὸς τὸν βασιλέα καὶ εἰ̃πεν αὐτω̨̃ ὁ βασιλεύς Μιχαια εἰ ἀναβω̃ εἰς Ρεμμαθ Γαλααδ εἰς πόλεμον ἢ ἐπίσχω καὶ εἰ̃πεν ἀνάβαινε καὶ εὐοδώσει καὶ δώσει κύριος εἰς χει̃ρα του̃ βασιλέως 22:16 καὶ εἰ̃πεν αὐτω̨̃ ὁ βασιλεύς ποσάκις ἐγὼ ὁρκίζω σε ὅπως λαλήση̨ς πρός με ἀλήθειαν ἐν ὀνόματι κυρίου 22:17 καὶ εἰ̃πεν Μιχαιας οὐχ οὕτως ἑώρακα πάντα τὸν Ισραηλ διεσπαρμένον ἐν τοι̃ς ὄρεσιν ὡς ποίμνιον ὡ̨̃ οὐκ ἔστιν ποιμήν καὶ εἰ̃πεν κύριος οὐ κύριος τούτοις ἀναστρεφέτω ἕκαστος εἰς τὸν οἰ̃κον αὐτου̃ ἐν εἰρήνη̨ 22:18 καὶ εἰ̃πεν βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ βασιλέα Ιουδα οὐκ εἰ̃πα πρὸς σέ οὐ προφητεύει οὑ̃τός μοι καλά διότι ἀλλ' ἢ κακά 22:19 καὶ εἰ̃πεν Μιχαιας οὐχ οὕτως οὐκ ἐγώ ἄκουε ῥη̃μα κυρίου οὐχ οὕτως εἰ̃δον τὸν κύριον θεὸν Ισραηλ καθήμενον ἐπὶ θρόνου αὐτου̃ καὶ πα̃σα ἡ στρατιὰ του̃ οὐρανου̃ εἱστήκει περὶ αὐτὸν ἐκ δεξιω̃ν αὐτου̃ καὶ ἐξ εὐωνύμων αὐτου̃ 22:20 καὶ εἰ̃πεν κύριος τίς ἀπατήσει τὸν Αχααβ βασιλέα Ισραηλ καὶ ἀναβήσεται καὶ πεσει̃ται ἐν Ρεμμαθ Γαλααδ καὶ εἰ̃πεν οὑ̃τος οὕτως καὶ οὑ̃τος οὕτως 22:21 καὶ ἐξη̃λθεν πνευ̃μα καὶ ἔστη ἐνώπιον κυρίου καὶ εἰ̃πεν ἐγὼ ἀπατήσω αὐτόν καὶ εἰ̃πεν πρὸς αὐτὸν κύριος ἐν τίνι 22:22 καὶ εἰ̃πεν ἐξελεύσομαι καὶ ἔσομαι πνευ̃μα ψευδὲς ἐν στόματι πάντων τω̃ν προφητω̃ν αὐτου̃ καὶ εἰ̃πεν ἀπατήσεις καί γε δυνήσει ἔξελθε καὶ ποίησον οὕτως 22:23 καὶ νυ̃ν ἰδοὺ ἔδωκεν κύριος πνευ̃μα ψευδὲς ἐν στόματι πάντων τω̃ν προφητω̃ν σου τούτων καὶ κύριος ἐλάλησεν ἐπὶ σὲ κακά 22:24 καὶ προση̃λθεν Σεδεκιου υἱὸς Χανανα καὶ ἐπάταξεν τὸν Μιχαιαν ἐπὶ τὴν σιαγόνα καὶ εἰ̃πεν ποι̃ον πνευ̃μα κυρίου τὸ λαλη̃σαν ἐν σοί 22:25 καὶ εἰ̃πεν Μιχαιας ἰδοὺ σὺ ὄψη̨ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ὅταν εἰσέλθη̨ς ταμίειον του̃ ταμιείου του̃ κρυβη̃ναι 22:26 καὶ εἰ̃πεν ὁ βασιλεὺς Ισραηλ λάβετε τὸν Μιχαιαν καὶ ἀποστρέψατε αὐτὸν πρὸς Εμηρ τὸν ἄρχοντα τη̃ς πόλεως καὶ τω̨̃ Ιωας υἱω̨̃ του̃ βασιλέως 22:27 εἰπὸν θέσθαι του̃τον ἐν φυλακη̨̃ καὶ ἐσθίειν αὐτὸν ἄρτον θλίψεως καὶ ὕδωρ θλίψεως ἕως του̃ ἐπιστρέψαι με ἐν εἰρήνη̨ 22:28 καὶ εἰ̃πεν Μιχαιας ἐὰν ἐπιστρέφων ἐπιστρέψη̨ς ἐν εἰρήνη̨ οὐκ ἐλάλησεν κύριος ἐν ἐμοί 22:29 καὶ ἀνέβη βασιλεὺς Ισραηλ καὶ Ιωσαφατ βασιλεὺς Ιουδα μετ' αὐτου̃ εἰς Ρεμμαθ Γαλααδ 22:30 καὶ εἰ̃πεν βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ βασιλέα Ιουδα συγκαλύψομαι καὶ εἰσελεύσομαι εἰς τὸν πόλεμον καὶ σὺ ἔνδυσαι τὸν ἱματισμόν μου καὶ συνεκαλύψατο ὁ βασιλεὺς Ισραηλ καὶ εἰση̃λθεν εἰς τὸν πόλεμον 22:31 καὶ βασιλεὺς Συρίας ἐνετείλατο τοι̃ς ἄρχουσι τω̃ν ἁρμάτων αὐτου̃ τριάκοντα καὶ δυσὶν λέγων μὴ πολεμει̃τε μικρὸν καὶ μέγαν ἀλλ' ἢ τὸν βασιλέα Ισραηλ μονώτατον 22:32 καὶ ἐγένετο ὡς εἰ̃δον οἱ ἄρχοντες τω̃ν ἁρμάτων τὸν Ιωσαφατ βασιλέα Ιουδα καὶ αὐτοὶ εἰ̃πον φαίνεται βασιλεὺς Ισραηλ οὑ̃τος καὶ ἐκύκλωσαν αὐτὸν πολεμη̃σαι καὶ ἀνέκραξεν Ιωσαφατ 22:33 καὶ ἐγένετο ὡς εἰ̃δον οἱ ἄρχοντες τω̃ν ἁρμάτων ὅτι οὐκ ἔστιν βασιλεὺς Ισραηλ οὑ̃τος καὶ ἀπέστρεψαν ἀπ' αὐτου̃ 22:34 καὶ ἐνέτεινεν εἱ̃ς τὸ τόξον εὐστόχως καὶ ἐπάταξεν τὸν βασιλέα Ισραηλ ἀνὰ μέσον του̃ πνεύμονος καὶ ἀνὰ μέσον του̃ θώρακος καὶ εἰ̃πεν τω̨̃ ἡνιόχω̨ αὐτου̃ ἐπίστρεψον τὰς χει̃ράς σου καὶ ἐξάγαγέ με ἐκ του̃ πολέμου ὅτι τέτρωμαι 22:35 καὶ ἐτροπώθη ὁ πόλεμος ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ ὁ βασιλεὺς ἠ̃ν ἑστηκὼς ἐπὶ του̃ ἅρματος ἐξ ἐναντίας Συρίας ἀπὸ πρωὶ ἕως ἑσπέρας καὶ ἀπέχυννε τὸ αἱ̃μα ἐκ τη̃ς πληγη̃ς εἰς τὸν κόλπον του̃ ἅρματος καὶ ἀπέθανεν ἑσπέρας καὶ ἐξεπορεύετο τὸ αἱ̃μα τη̃ς τροπη̃ς ἕως του̃ κόλπου του̃ ἅρματος 22:36 καὶ ἔστη ὁ στρατοκη̃ρυξ δύνοντος του̃ ἡλίου λέγων ἕκαστος εἰς τὴν ἑαυτου̃ πόλιν καὶ εἰς τὴν ἑαυτου̃ γη̃ν 22:37 ὅτι τέθνηκεν ὁ βασιλεύς καὶ ἠ̃λθον εἰς Σαμάρειαν καὶ ἔθαψαν τὸν βασιλέα ἐν Σαμαρεία̨ 22:38 καὶ ἀπένιψαν τὸ ἅρμα ἐπὶ τὴν κρήνην Σαμαρείας καὶ ἐξέλειξαν αἱ ὕες καὶ οἱ κύνες τὸ αἱ̃μα καὶ αἱ πόρναι ἐλούσαντο ἐν τω̨̃ αἵματι κατὰ τὸ ῥη̃μα κυρίου ὃ ἐλάλησεν 22:39 καὶ τὰ λοιπὰ τω̃ν λόγων Αχααβ καὶ πάντα ἃ ἐποίησεν καὶ οἰ̃κον ἐλεφάντινον ὃν ὠ̨κοδόμησεν καὶ πάσας τὰς πόλεις ἃς ἐποίησεν οὐκ ἰδοὺ ταυ̃τα γέγραπται ἐν βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τω̃ν βασιλέων Ισραηλ 22:40 καὶ ἐκοιμήθη Αχααβ μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἐβασίλευσεν Οχοζιας υἱὸς αὐτου̃ ἀντ' αὐτου̃ 22:41 καὶ Ιωσαφατ υἱὸς Ασα ἐβασίλευσεν ἐπὶ Ιουδα ἔτει τετάρτω̨ τω̨̃ Αχααβ βασιλέως Ισραηλ ἐβασίλευσεν 22:42 Ιωσαφατ υἱὸς τριάκοντα καὶ πέντε ἐτω̃ν ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ εἴκοσι καὶ πέντε ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̨̃ μητρὶ αὐτου̃ Αζουβα θυγάτηρ Σελεϊ 22:43 καὶ ἐπορεύθη ἐν πάση̨ ὁδω̨̃ Ασα του̃ πατρὸς αὐτου̃ οὐκ ἐξέκλινεν ἀπ' αὐτη̃ς του̃ ποιη̃σαι τὸ εὐθὲς ἐν ὀφθαλμοι̃ς κυρίου 22:44 πλὴν τω̃ν ὑψηλω̃ν οὐκ ἐξη̃ρεν ἔτι ὁ λαὸς ἐθυσίαζεν καὶ ἐθυμίων ἐν τοι̃ς ὑψηλοι̃ς 22:45 καὶ εἰρήνευσεν Ιωσαφατ μετὰ βασιλέως Ισραηλ 22:46 καὶ τὰ λοιπὰ τω̃ν λόγων Ιωσαφατ καὶ αἱ δυναστει̃αι αὐτου̃ ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐν βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τω̃ν βασιλέων Ιουδα 22:51 καὶ ἐκοιμήθη Ιωσαφατ μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἐτάφη παρὰ τοι̃ς πατράσιν αὐτου̃ ἐν πόλει Δαυιδ του̃ πατρὸς αὐτου̃ καὶ ἐβασίλευσεν Ιωραμ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃ 22:52 καὶ Οχοζιας υἱὸς Αχααβ ἐβασίλευσεν ἐπὶ Ισραηλ ἐν Σαμαρεία̨ ἐν ἔτει ἑπτακαιδεκάτω̨ Ιωσαφατ βασιλει̃ Ιουδα καὶ ἐβασίλευσεν ἐν Ισραηλ ἔτη δύο 22:53 καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον κυρίου καὶ ἐπορεύθη ἐν ὁδω̨̃ Αχααβ του̃ πατρὸς αὐτου̃ καὶ ἐν ὁδω̨̃ Ιεζαβελ τη̃ς μητρὸς αὐτου̃ καὶ ἐν ται̃ς ἁμαρτίαις οἴκου Ιεροβοαμ υἱου̃ Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ 22:54 καὶ ἐδούλευσεν τοι̃ς Βααλιμ καὶ προσεκύνησεν αὐτοι̃ς καὶ παρώργισεν τὸν κύριον θεὸν Ισραηλ κατὰ πάντα τὰ γενόμενα ἔμπροσθεν αὐτου̃ . |
[X] |