Ροὺθ

1:1 καὶ ἐγένετο ἐν τω̨̃ κρίνειν τοὺς κριτὰς καὶ ἐγένετο λιμὸς ἐν τη̨̃ γη̨̃ καὶ ἐπορεύθη ἀνὴρ ἀπὸ Βαιθλεεμ τη̃ς Ιουδα του̃ παροικη̃σαι ἐν ἀγρω̨̃ Μωαβ αὐτὸς καὶ ἡ γυνὴ αὐτου̃ καὶ οἱ υἱοὶ αὐτου̃

1:2 καὶ ὄνομα τω̨̃ ἀνδρὶ Αβιμελεχ καὶ ὄνομα τη̨̃ γυναικὶ αὐτου̃ Νωεμιν καὶ ὄνομα τοι̃ς δυσὶν υἱοι̃ς αὐτου̃ Μααλων καὶ Χελαιων Εφραθαι̃οι ἐκ Βαιθλεεμ τη̃ς Ιουδα καὶ ἤλθοσαν εἰς ἀγρὸν Μωαβ καὶ ἠ̃σαν ἐκει̃

1:3 καὶ ἀπέθανεν Αβιμελεχ ὁ ἀνὴρ τη̃ς Νωεμιν καὶ κατελείφθη αὐτὴ καὶ οἱ δύο υἱοὶ αὐτη̃ς

1:4 καὶ ἐλάβοσαν ἑαυτοι̃ς γυναι̃κας Μωαβίτιδας ὄνομα τη̨̃ μια̨̃ Ορφα καὶ ὄνομα τη̨̃ δευτέρα̨ Ρουθ καὶ κατώ̨κησαν ἐκει̃ ὡς δέκα ἔτη

1:5 καὶ ἀπέθανον καί γε ἀμφότεροι Μααλων καὶ Χελαιων καὶ κατελείφθη ἡ γυνὴ ἀπὸ του̃ ἀνδρὸς αὐτη̃ς καὶ ἀπὸ τω̃ν δύο υἱω̃ν αὐτη̃ς

1:6 καὶ ἀνέστη αὐτὴ καὶ αἱ δύο νύμφαι αὐτη̃ς καὶ ἀπέστρεψαν ἐξ ἀγρου̃ Μωαβ ὅτι ἤκουσαν ἐν ἀγρω̨̃ Μωαβ ὅτι ἐπέσκεπται κύριος τὸν λαὸν αὐτου̃ δου̃ναι αὐτοι̃ς ἄρτους

1:7 καὶ ἐξη̃λθεν ἐκ του̃ τόπου οὑ̃ ἠ̃ν ἐκει̃ καὶ αἱ δύο νύμφαι αὐτη̃ς μετ' αὐτη̃ς καὶ ἐπορεύοντο ἐν τη̨̃ ὁδω̨̃ του̃ ἐπιστρέψαι εἰς τὴν γη̃ν Ιουδα

1:8 καὶ εἰ̃πεν Νωεμιν ται̃ς νύμφαις αὐτη̃ς πορεύεσθε δὴ ἀποστράφητε ἑκάστη εἰς οἰ̃κον μητρὸς αὐτη̃ς ποιήσαι κύριος μεθ' ὑμω̃ν ἔλεος καθὼς ἐποιήσατε μετὰ τω̃ν τεθνηκότων καὶ μετ' ἐμου̃

1:9 δώ̨η κύριος ὑμι̃ν καὶ εὕροιτε ἀνάπαυσιν ἑκάστη ἐν οἴκω̨ ἀνδρὸς αὐτη̃ς καὶ κατεφίλησεν αὐτάς καὶ ἐπη̃ραν τὴν φωνὴν αὐτω̃ν καὶ ἔκλαυσαν

1:10 καὶ εἰ̃παν αὐτη̨̃ μετὰ σου̃ ἐπιστρέφομεν εἰς τὸν λαόν σου

1:11 καὶ εἰ̃πεν Νωεμιν ἐπιστράφητε δή θυγατέρες μου καὶ ἵνα τί πορεύεσθε μετ' ἐμου̃ μὴ ἔτι μοι υἱοὶ ἐν τη̨̃ κοιλία̨ μου καὶ ἔσονται ὑμι̃ν εἰς ἄνδρας

1:12 ἐπιστράφητε δή θυγατέρες μου διότι γεγήρακα του̃ μὴ εἰ̃ναι ἀνδρί ὅτι εἰ̃πα ὅτι ἔστιν μοι ὑπόστασις του̃ γενηθη̃ναί με ἀνδρὶ καὶ τέξομαι υἱούς

1:13 μὴ αὐτοὺς προσδέξεσθε ἕως οὑ̃ ἁδρυνθω̃σιν ἢ αὐτοι̃ς κατασχεθήσεσθε του̃ μὴ γενέσθαι ἀνδρί μὴ δή θυγατέρες μου ὅτι ἐπικράνθη μοι ὑπὲρ ὑμα̃ς ὅτι ἐξη̃λθεν ἐν ἐμοὶ χεὶρ κυρίου

1:14 καὶ ἐπη̃ραν τὴν φωνὴν αὐτω̃ν καὶ ἔκλαυσαν ἔτι καὶ κατεφίλησεν Ορφα τὴν πενθερὰν αὐτη̃ς καὶ ἐπέστρεψεν εἰς τὸν λαὸν αὐτη̃ς Ρουθ δὲ ἠκολούθησεν αὐτη̨̃

1:15 καὶ εἰ̃πεν Νωεμιν πρὸς Ρουθ ἰδοὺ ἀνέστρεψεν ἡ σύννυμφός σου πρὸς λαὸν αὐτη̃ς καὶ πρὸς τοὺς θεοὺς αὐτη̃ς ἐπιστράφητι δὴ καὶ σὺ ὀπίσω τη̃ς συννύμφου σου

1:16 εἰ̃πεν δὲ Ρουθ μὴ ἀπαντήσαι ἐμοὶ του̃ καταλιπει̃ν σε ἢ ἀποστρέψαι ὄπισθέν σου ὅτι σὺ ὅπου ἐὰν πορευθη̨̃ς πορεύσομαι καὶ οὑ̃ ἐὰν αὐλισθη̨̃ς αὐλισθήσομαι ὁ λαός σου λαός μου καὶ ὁ θεός σου θεός μου

1:17 καὶ οὑ̃ ἐὰν ἀποθάνη̨ς ἀποθανου̃μαι κἀκει̃ ταφήσομαι τάδε ποιήσαι μοι κύριος καὶ τάδε προσθείη ὅτι θάνατος διαστελει̃ ἀνὰ μέσον ἐμου̃ καὶ σου̃

1:18 ἰδου̃σα δὲ Νωεμιν ὅτι κραταιου̃ται αὐτὴ του̃ πορεύεσθαι μετ' αὐτη̃ς ἐκόπασεν του̃ λαλη̃σαι πρὸς αὐτὴν ἔτι

1:19 ἐπορεύθησαν δὲ ἀμφότεραι ἕως του̃ παραγενέσθαι αὐτὰς εἰς Βαιθλεεμ καὶ ἤχησεν πα̃σα ἡ πόλις ἐπ' αὐται̃ς καὶ εἰ̃πον αὕτη ἐστὶν Νωεμιν

1:20 καὶ εἰ̃πεν πρὸς αὐτάς μὴ δὴ καλει̃τέ με Νωεμιν καλέσατέ με Πικράν ὅτι ἐπικράνθη ἐν ἐμοὶ ὁ ἱκανὸς σφόδρα

1:21 ἐγὼ πλήρης ἐπορεύθην καὶ κενὴν ἀπέστρεψέν με ὁ κύριος καὶ ἵνα τί καλει̃τέ με Νωεμιν καὶ κύριος ἐταπείνωσέν με καὶ ὁ ἱκανὸς ἐκάκωσέν με

1:22 καὶ ἐπέστρεψεν Νωεμιν καὶ Ρουθ ἡ Μωαβι̃τις ἡ νύμφη αὐτη̃ς ἐπιστρέφουσα ἐξ ἀγρου̃ Μωαβ αὐταὶ δὲ παρεγενήθησαν εἰς Βαιθλεεμ ἐν ἀρχη̨̃ θερισμου̃ κριθω̃ν

2:1 καὶ τη̨̃ Νωεμιν ἀνὴρ γνώριμος τω̨̃ ἀνδρὶ αὐτη̃ς ὁ δὲ ἀνὴρ δυνατὸς ἰσχύι ἐκ τη̃ς συγγενείας Αβιμελεχ καὶ ὄνομα αὐτω̨̃ Βοος

2:2 καὶ εἰ̃πεν Ρουθ ἡ Μωαβι̃τις πρὸς Νωεμιν πορευθω̃ δὴ εἰς ἀγρὸν καὶ συνάξω ἐν τοι̃ς στάχυσιν κατόπισθεν οὑ̃ ἐὰν εὕρω χάριν ἐν ὀφθαλμοι̃ς αὐτου̃ εἰ̃πεν δὲ αὐτη̨̃ πορεύου θύγατερ

2:3 καὶ ἐπορεύθη καὶ συνέλεξεν ἐν τω̨̃ ἀγρω̨̃ κατόπισθεν τω̃ν θεριζόντων καὶ περιέπεσεν περιπτώματι τη̨̃ μερίδι του̃ ἀγρου̃ Βοος του̃ ἐκ συγγενείας Αβιμελεχ

2:4 καὶ ἰδοὺ Βοος ἠ̃λθεν ἐκ Βαιθλεεμ καὶ εἰ̃πεν τοι̃ς θερίζουσιν κύριος μεθ' ὑμω̃ν καὶ εἰ̃πον αὐτω̨̃ εὐλογήσαι σε κύριος

2:5 καὶ εἰ̃πεν Βοος τω̨̃ παιδαρίω̨ αὐτου̃ τω̨̃ ἐφεστω̃τι ἐπὶ τοὺς θερίζοντας τίνος ἡ νεα̃νις αὕτη

2:6 καὶ ἀπεκρίθη τὸ παιδάριον τὸ ἐφεστὸς ἐπὶ τοὺς θερίζοντας καὶ εἰ̃πεν ἡ παι̃ς ἡ Μωαβι̃τίς ἐστιν ἡ ἀποστραφει̃σα μετὰ Νωεμιν ἐξ ἀγρου̃ Μωαβ

2:7 καὶ εἰ̃πεν συλλέξω δὴ καὶ συνάξω ἐν τοι̃ς δράγμασιν ὄπισθεν τω̃ν θεριζόντων καὶ ἠ̃λθεν καὶ ἔστη ἀπὸ πρωίθεν καὶ ἕως ἑσπέρας οὐ κατέπαυσεν ἐν τω̨̃ ἀγρω̨̃ μικρόν

2:8 καὶ εἰ̃πεν Βοος πρὸς Ρουθ οὐκ ἤκουσας θύγατερ μὴ πορευθη̨̃ς ἐν ἀγρω̨̃ συλλέξαι ἑτέρω̨ καὶ σὺ οὐ πορεύση̨ ἐντευ̃θεν ὡ̃δε κολλήθητι μετὰ τω̃ν κορασίων μου

2:9 οἱ ὀφθαλμοί σου εἰς τὸν ἀγρόν οὑ̃ ἐὰν θερίζωσιν καὶ πορεύση̨ κατόπισθεν αὐτω̃ν ἰδοὺ ἐνετειλάμην τοι̃ς παιδαρίοις του̃ μὴ ἅψασθαί σου καὶ ὅ τι διψήσεις καὶ πορευθήση̨ εἰς τὰ σκεύη καὶ πίεσαι ὅθεν ἂν ὑδρεύωνται τὰ παιδάρια

2:10 καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτη̃ς καὶ προσεκύνησεν ἐπὶ τὴν γη̃ν καὶ εἰ̃πεν πρὸς αὐτόν τί ὅτι εὑ̃ρον χάριν ἐν ὀφθαλμοι̃ς σου του̃ ἐπιγνω̃ναί με καὶ ἐγώ εἰμι ξένη

2:11 καὶ ἀπεκρίθη Βοος καὶ εἰ̃πεν αὐτη̨̃ ἀπαγγελία̨ ἀπηγγέλη μοι ὅσα πεποίηκας μετὰ τη̃ς πενθερα̃ς σου μετὰ τὸ ἀποθανει̃ν τὸν ἄνδρα σου καὶ πω̃ς κατέλιπες τὸν πατέρα σου καὶ τὴν μητέρα σου καὶ τὴν γη̃ν γενέσεώς σου καὶ ἐπορεύθης πρὸς λαὸν ὃν οὐκ ἤ̨δεις ἐχθὲς καὶ τρίτης

2:12 ἀποτείσαι κύριος τὴν ἐργασίαν σου καὶ γένοιτο ὁ μισθός σου πλήρης παρὰ κυρίου θεου̃ Ισραηλ πρὸς ὃν ἠ̃λθες πεποιθέναι ὑπὸ τὰς πτέρυγας αὐτου̃

2:13 ἡ δὲ εἰ̃πεν εὕροιμι χάριν ἐν ὀφθαλμοι̃ς σου κύριε ὅτι παρεκάλεσάς με καὶ ὅτι ἐλάλησας ἐπὶ καρδίαν τη̃ς δούλης σου καὶ ἰδοὺ ἐγὼ ἔσομαι ὡς μία τω̃ν παιδισκω̃ν σου

2:14 καὶ εἰ̃πεν αὐτη̨̃ Βοος ἤδη ὥρα̨ του̃ φαγει̃ν πρόσελθε ὡ̃δε καὶ φάγεσαι τω̃ν ἄρτων καὶ βάψεις τὸν ψωμόν σου ἐν τω̨̃ ὄξει καὶ ἐκάθισεν Ρουθ ἐκ πλαγίων τω̃ν θεριζόντων καὶ ἐβούνισεν αὐτη̨̃ Βοος ἄλφιτον καὶ ἔφαγεν καὶ ἐνεπλήσθη καὶ κατέλιπεν

2:15 καὶ ἀνέστη του̃ συλλέγειν καὶ ἐνετείλατο Βοος τοι̃ς παιδαρίοις αὐτου̃ λέγων καί γε ἀνὰ μέσον τω̃ν δραγμάτων συλλεγέτω καὶ μὴ καταισχύνητε αὐτήν

2:16 καὶ βαστάζοντες βαστάξατε αὐτη̨̃ καί γε παραβάλλοντες παραβαλει̃τε αὐτη̨̃ ἐκ τω̃ν βεβουνισμένων καὶ ἄφετε καὶ συλλέξει καὶ οὐκ ἐπιτιμήσετε αὐτη̨̃

2:17 καὶ συνέλεξεν ἐν τω̨̃ ἀγρω̨̃ ἕως ἑσπέρας καὶ ἐρράβδισεν ἃ συνέλεξεν καὶ ἐγενήθη ὡς οιφι κριθω̃ν

2:18 καὶ ἠ̃ρεν καὶ εἰση̃λθεν εἰς τὴν πόλιν καὶ εἰ̃δεν ἡ πενθερὰ αὐτη̃ς ἃ συνέλεξεν καὶ ἐξενέγκασα Ρουθ ἔδωκεν αὐτη̨̃ ἃ κατέλιπεν ἐξ ὡ̃ν ἐνεπλήσθη

2:19 καὶ εἰ̃πεν αὐτη̨̃ ἡ πενθερὰ αὐτη̃ς που̃ συνέλεξας σήμερον καὶ που̃ ἐποίησας εἴη ὁ ἐπιγνούς σε εὐλογημένος καὶ ἀπήγγειλεν Ρουθ τη̨̃ πενθερα̨̃ αὐτη̃ς που̃ ἐποίησεν καὶ εἰ̃πεν τὸ ὄνομα του̃ ἀνδρός μεθ' οὑ̃ ἐποίησα σήμερον Βοος

2:20 καὶ εἰ̃πεν Νωεμιν τη̨̃ νύμφη̨ αὐτη̃ς εὐλογητός ἐστιν τω̨̃ κυρίω̨ ὅτι οὐκ ἐγκατέλιπεν τὸ ἔλεος αὐτου̃ μετὰ τω̃ν ζώντων καὶ μετὰ τω̃ν τεθνηκότων καὶ εἰ̃πεν αὐτη̨̃ Νωεμιν ἐγγίζει ἡμι̃ν ὁ ἀνὴρ ἐκ τω̃ν ἀγχιστευόντων ἡμα̃ς ἐστιν

2:21 καὶ εἰ̃πεν Ρουθ πρὸς τὴν πενθερὰν αὐτη̃ς καί γε ὅτι εἰ̃πεν πρός με μετὰ τω̃ν παιδαρίων μου προσκολλήθητι ἕως ἂν τελέσωσιν ὅλον τὸν ἀμητόν ὃς ὑπάρχει μοι

2:22 καὶ εἰ̃πεν Νωεμιν πρὸς Ρουθ τὴν νύμφην αὐτη̃ς ἀγαθόν θύγατερ ὅτι ἐπορεύθης μετὰ τω̃ν κορασίων αὐτου̃ καὶ οὐκ ἀπαντήσονταί σοι ἐν ἀγρω̨̃ ἑτέρω̨

2:23 καὶ προσεκολλήθη Ρουθ τοι̃ς κορασίοις Βοος συλλέγειν ἕως οὑ̃ συνετέλεσεν τὸν θερισμὸν τω̃ν κριθω̃ν καὶ τω̃ν πυρω̃ν καὶ ἐκάθισεν μετὰ τη̃ς πενθερα̃ς αὐτη̃ς

3:1 εἰ̃πεν δὲ αὐτη̨̃ Νωεμιν ἡ πενθερὰ αὐτη̃ς θύγατερ οὐ μὴ ζητήσω σοι ἀνάπαυσιν ἵνα εὐ̃ γένηταί σοι

3:2 καὶ νυ̃ν οὐχὶ Βοος γνώριμος ἡμω̃ν οὑ̃ ἠ̃ς μετὰ τω̃ν κορασίων αὐτου̃ ἰδοὺ αὐτὸς λικμα̨̃ τὸν ἅλωνα τω̃ν κριθω̃ν ταύτη̨ τη̨̃ νυκτί

3:3 σὺ δὲ λούση̨ καὶ ἀλείψη̨ καὶ περιθήσεις τὸν ἱματισμόν σου ἐπὶ σεαυτη̨̃ καὶ ἀναβήση̨ ἐπὶ τὸν ἅλω μὴ γνωρισθη̨̃ς τω̨̃ ἀνδρὶ ἕως οὑ̃ συντελέσαι αὐτὸν πιει̃ν καὶ φαγει̃ν

3:4 καὶ ἔσται ἐν τω̨̃ κοιμηθη̃ναι αὐτόν καὶ γνώση̨ τὸν τόπον ὅπου κοιμα̃ται ἐκει̃ καὶ ἐλεύση̨ καὶ ἀποκαλύψεις τὰ πρὸς ποδω̃ν αὐτου̃ καὶ κοιμηθήση̨ καὶ αὐτὸς ἀπαγγελει̃ σοι ἃ ποιήσεις

3:5 εἰ̃πεν δὲ Ρουθ πρὸς αὐτήν πάντα ὅσα ἐὰν εἴπη̨ς ποιήσω

3:6 καὶ κατέβη εἰς τὸν ἅλω καὶ ἐποίησεν κατὰ πάντα ὅσα ἐνετείλατο αὐτη̨̃ ἡ πενθερὰ αὐτη̃ς

3:7 καὶ ἔφαγεν Βοος καὶ ἠγαθύνθη ἡ καρδία αὐτου̃ καὶ ἠ̃λθεν κοιμηθη̃ναι ἐν μερίδι τη̃ς στοιβη̃ς ἡ δὲ ἠ̃λθεν κρυφη̨̃ καὶ ἀπεκάλυψεν τὰ πρὸς ποδω̃ν αὐτου̃

3:8 ἐγένετο δὲ ἐν τω̨̃ μεσονυκτίω̨ καὶ ἐξέστη ὁ ἀνὴρ καὶ ἐταράχθη καὶ ἰδοὺ γυνὴ κοιμα̃ται πρὸς ποδω̃ν αὐτου̃

3:9 εἰ̃πεν δέ τίς εἰ̃ σύ ἡ δὲ εἰ̃πεν ἐγώ εἰμι Ρουθ ἡ δούλη σου καὶ περιβαλει̃ς τὸ πτερύγιόν σου ἐπὶ τὴν δούλην σου ὅτι ἀγχιστεὺς εἰ̃ σύ

3:10 καὶ εἰ̃πεν Βοος εὐλογημένη σὺ τω̨̃ κυρίω̨ θεω̨̃ θύγατερ ὅτι ἠγάθυνας τὸ ἔλεός σου τὸ ἔσχατον ὑπὲρ τὸ πρω̃τον τὸ μὴ πορευθη̃ναί σε ὀπίσω νεανιω̃ν εἴτοι πτωχὸς εἴτοι πλούσιος

3:11 καὶ νυ̃ν θύγατερ μὴ φοβου̃ πάντα ὅσα ἐὰν εἴπη̨ς ποιήσω σοι οἰ̃δεν γὰρ πα̃σα φυλὴ λαου̃ μου ὅτι γυνὴ δυνάμεως εἰ̃ σύ

3:12 καὶ ὅτι ἀληθω̃ς ἀγχιστεὺς ἐγώ εἰμι καί γε ἔστιν ἀγχιστεὺς ἐγγίων ὑπὲρ ἐμέ

3:13 αὐλίσθητι τὴν νύκτα καὶ ἔσται τὸ πρωί ἐὰν ἀγχιστεύση̨ σε ἀγαθόν ἀγχιστευέτω ἐὰν δὲ μὴ βούληται ἀγχιστευ̃σαί σε ἀγχιστεύσω σε ἐγώ ζη̨̃ κύριος κοιμήθητι ἕως πρωί

3:14 καὶ ἐκοιμήθη πρὸς ποδω̃ν αὐτου̃ ἕως πρωί ἡ δὲ ἀνέστη πρὸ του̃ ἐπιγνω̃ναι ἄνδρα τὸν πλησίον αὐτου̃ καὶ εἰ̃πεν Βοος μὴ γνωσθήτω ὅτι ἠ̃λθεν γυνὴ εἰς τὸν ἅλωνα

3:15 καὶ εἰ̃πεν αὐτη̨̃ φέρε τὸ περίζωμα τὸ ἐπάνω σου καὶ ἐκράτησεν αὐτό καὶ ἐμέτρησεν ἓξ κριθω̃ν καὶ ἐπέθηκεν ἐπ' αὐτήν καὶ εἰση̃λθεν εἰς τὴν πόλιν

3:16 καὶ Ρουθ εἰση̃λθεν πρὸς τὴν πενθερὰν αὐτη̃ς ἡ δὲ εἰ̃πεν τίς εἰ̃ θύγατερ καὶ εἰ̃πεν αὐτη̨̃ πάντα ὅσα ἐποίησεν αὐτη̨̃ ὁ ἀνήρ

3:17 καὶ εἰ̃πεν αὐτη̨̃ τὰ ἓξ τω̃ν κριθω̃ν ταυ̃τα ἔδωκέν μοι ὅτι εἰ̃πεν πρός με μὴ εἰσέλθη̨ς κενὴ πρὸς τὴν πενθεράν σου

3:18 ἡ δὲ εἰ̃πεν κάθου θύγατερ ἕως του̃ ἐπιγνω̃ναί σε πω̃ς οὐ πεσει̃ται ῥη̃μα οὐ γὰρ μὴ ἡσυχάση̨ ὁ ἀνήρ ἕως ἂν τελέση̨ τὸ ῥη̃μα σήμερον

4:1 καὶ Βοος ἀνέβη ἐπὶ τὴν πύλην καὶ ἐκάθισεν ἐκει̃ καὶ ἰδοὺ ὁ ἀγχιστευτὴς παρεπορεύετο ὃν εἰ̃πεν Βοος καὶ εἰ̃πεν πρὸς αὐτὸν Βοος ἐκκλίνας κάθισον ὡ̃δε κρύφιε καὶ ἐξέκλινεν καὶ ἐκάθισεν

4:2 καὶ ἔλαβεν Βοος δέκα ἄνδρας ἀπὸ τω̃ν πρεσβυτέρων τη̃ς πόλεως καὶ εἰ̃πεν καθίσατε ὡ̃δε καὶ ἐκάθισαν

4:3 καὶ εἰ̃πεν Βοος τω̨̃ ἀγχιστει̃ τὴν μερίδα του̃ ἀγρου̃ ἥ ἐστιν του̃ ἀδελφου̃ ἡμω̃ν του̃ Αβιμελεχ ἣ δέδοται Νωεμιν τη̨̃ ἐπιστρεφούση̨ ἐξ ἀγρου̃ Μωαβ

4:4 κἀγὼ εἰ̃πα ἀποκαλύψω τὸ οὐ̃ς σου λέγων κτη̃σαι ἐναντίον τω̃ν καθημένων καὶ ἐναντίον τω̃ν πρεσβυτέρων του̃ λαου̃ μου εἰ ἀγχιστεύεις ἀγχίστευε εἰ δὲ μὴ ἀγχιστεύεις ἀνάγγειλόν μοι καὶ γνώσομαι ὅτι οὐκ ἔστιν πάρεξ σου̃ του̃ ἀγχιστευ̃σαι κἀγώ εἰμι μετὰ σέ ὁ δὲ εἰ̃πεν ἐγώ εἰμι ἀγχιστεύσω

4:5 καὶ εἰ̃πεν Βοος ἐν ἡμέρα̨ του̃ κτήσασθαί σε τὸν ἀγρὸν ἐκ χειρὸς Νωεμιν καὶ παρὰ Ρουθ τη̃ς Μωαβίτιδος γυναικὸς του̃ τεθνηκότος καὶ αὐτὴν κτήσασθαί σε δει̃ ὥστε ἀναστη̃σαι τὸ ὄνομα του̃ τεθνηκότος ἐπὶ τη̃ς κληρονομίας αὐτου̃

4:6 καὶ εἰ̃πεν ὁ ἀγχιστεύς οὐ δυνήσομαι ἀγχιστευ̃σαι ἐμαυτω̨̃ μήποτε διαφθείρω τὴν κληρονομίαν μου ἀγχίστευσον σεαυτω̨̃ τὴν ἀγχιστείαν μου ὅτι οὐ δυνήσομαι ἀγχιστευ̃σαι

4:7 καὶ του̃το τὸ δικαίωμα ἔμπροσθεν ἐν τω̨̃ Ισραηλ ἐπὶ τὴν ἀγχιστείαν καὶ ἐπὶ τὸ ἀντάλλαγμα του̃ στη̃σαι πα̃ν λόγον καὶ ὑπελύετο ὁ ἀνὴρ τὸ ὑπόδημα αὐτου̃ καὶ ἐδίδου τω̨̃ πλησίον αὐτου̃ τω̨̃ ἀγχιστεύοντι τὴν ἀγχιστείαν αὐτου̃ καὶ του̃το ἠ̃ν μαρτύριον ἐν Ισραηλ

4:8 καὶ εἰ̃πεν ὁ ἀγχιστεὺς τω̨̃ Βοος κτη̃σαι σεαυτω̨̃ τὴν ἀγχιστείαν μου καὶ ὑπελύσατο τὸ ὑπόδημα αὐτου̃ καὶ ἔδωκεν αὐτω̨̃

4:9 καὶ εἰ̃πεν Βοος τοι̃ς πρεσβυτέροις καὶ παντὶ τω̨̃ λαω̨̃ μάρτυρες ὑμει̃ς σήμερον ὅτι κέκτημαι πάντα τὰ του̃ Αβιμελεχ καὶ πάντα ὅσα ὑπάρχει τω̨̃ Χελαιων καὶ τω̨̃ Μααλων ἐκ χειρὸς Νωεμιν

4:10 καί γε Ρουθ τὴν Μωαβι̃τιν τὴν γυναι̃κα Μααλων κέκτημαι ἐμαυτω̨̃ εἰς γυναι̃κα του̃ ἀναστη̃σαι τὸ ὄνομα του̃ τεθνηκότος ἐπὶ τη̃ς κληρονομίας αὐτου̃ καὶ οὐκ ἐξολεθρευθήσεται τὸ ὄνομα του̃ τεθνηκότος ἐκ τω̃ν ἀδελφω̃ν αὐτου̃ καὶ ἐκ τη̃ς φυλη̃ς λαου̃ αὐτου̃ μάρτυρες ὑμει̃ς σήμερον

4:11 καὶ εἴποσαν πα̃ς ὁ λαὸς οἱ ἐν τη̨̃ πύλη̨ μάρτυρες καὶ οἱ πρεσβύτεροι εἴποσαν δώ̨η κύριος τὴν γυναι̃κά σου τὴν εἰσπορευομένην εἰς τὸν οἰ̃κόν σου ὡς Ραχηλ καὶ ὡς Λειαν αἳ ὠ̨κοδόμησαν ἀμφότεραι τὸν οἰ̃κον Ισραηλ καὶ ἐποίησαν δύναμιν ἐν Εφραθα καὶ ἔσται ὄνομα ἐν Βαιθλεεμ

4:12 καὶ γένοιτο ὁ οἰ̃κός σου ὡς ὁ οἰ̃κος Φαρες ὃν ἔτεκεν Θαμαρ τω̨̃ Ιουδα ἐκ του̃ σπέρματος οὑ̃ δώσει κύριός σοι ἐκ τη̃ς παιδίσκης ταύτης

4:13 καὶ ἔλαβεν Βοος τὴν Ρουθ καὶ ἐγενήθη αὐτω̨̃ εἰς γυναι̃κα καὶ εἰση̃λθεν πρὸς αὐτήν καὶ ἔδωκεν αὐτη̨̃ κύριος κύησιν καὶ ἔτεκεν υἱόν

4:14 καὶ εἰ̃παν αἱ γυναι̃κες πρὸς Νωεμιν εὐλογητὸς κύριος ὃς οὐ κατέλυσέ σοι σήμερον τὸν ἀγχιστέα καὶ καλέσαι τὸ ὄνομά σου ἐν Ισραηλ

4:15 καὶ ἔσται σοι εἰς ἐπιστρέφοντα ψυχὴν καὶ του̃ διαθρέψαι τὴν πολιάν σου ὅτι ἡ νύμφη σου ἡ ἀγαπήσασά σε ἔτεκεν αὐτόν ἥ ἐστιν ἀγαθή σοι ὑπὲρ ἑπτὰ υἱούς

4:16 καὶ ἔλαβεν Νωεμιν τὸ παιδίον καὶ ἔθηκεν εἰς τὸν κόλπον αὐτη̃ς καὶ ἐγενήθη αὐτω̨̃ εἰς τιθηνόν

4:17 καὶ ἐκάλεσαν αὐτου̃ αἱ γείτονες ὄνομα λέγουσαι ἐτέχθη υἱὸς τη̨̃ Νωεμιν καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτου̃ Ωβηδ οὑ̃τος πατὴρ Ιεσσαι πατρὸς Δαυιδ

4:18 καὶ αὑ̃ται αἱ γενέσεις Φαρες Φαρες ἐγέννησεν τὸν Εσρων

4:19 Εσρων δὲ ἐγέννησεν τὸν Αρραν καὶ Αρραν ἐγέννησεν τὸν Αμιναδαβ

4:20 καὶ Αμιναδαβ ἐγέννησεν τὸν Ναασσων καὶ Ναασσων ἐγέννησεν τὸν Σαλμαν

4:21 καὶ Σαλμαν ἐγέννησεν τὸν Βοος καὶ Βοος ἐγέννησεν τὸν Ωβηδ

4:22 καὶ Ωβηδ ἐγέννησεν τὸν Ιεσσαι καὶ Ιεσσαι ἐγέννησεν τὸν Δαυιδ

.

Книго

[X]