Κριταὶ ('Αλεξανδρινòς Κω̃διξ)

1:1 καὶ ἐγένετο μετὰ τὴν τελευτὴν 'Ιησου̃ καὶ ἐπηρώτων οἱ υἱοὶ Ισραηλ ἐν κυρίω̨ λέγοντες τίς ἀναβήσεται ἡμι̃ν πρὸς τὸν Χαναναι̃ον ἀφηγούμενος του̃ πολεμη̃σαι ἐν αὐτω̨̃

1:2 καὶ εἰ̃πεν κύριος Ιουδας ἀναβήσεται ἰδοὺ δέδωκα τὴν γη̃ν ἐν χειρὶ αὐτου̃

1:3 καὶ εἰ̃πεν Ιουδας πρὸς Συμεων τὸν ἀδελφὸν αὐτου̃ ἀνάβηθι μετ' ἐμου̃ ἐν τω̨̃ κλήρω̨ μου καὶ πολεμήσωμεν ἐν τω̨̃ Χαναναίω̨ καὶ πορεύσομαι καί γε ἐγὼ μετὰ σου̃ ἐν τω̨̃ κλήρω̨ σου καὶ ἐπορεύθη μετ' αὐτου̃ Συμεων

1:4 καὶ ἀνέβη Ιουδας καὶ ἔδωκεν κύριος τὸν Χαναναι̃ον καὶ τὸν Φερεζαι̃ον ἐν χειρὶ αὐτου̃ καὶ ἐπάταξεν αὐτοὺς ἐν Βεζεκ δέκα χιλιάδας ἀνδρω̃ν

1:5 καὶ εὑ̃ρον τὸν Αδωνιβεζεκ ἐν Βεζεκ καὶ ἐπολέμησαν ἐν αὐτω̨̃ καὶ ἐπάταξαν τὸν Χαναναι̃ον καὶ τὸν Φερεζαι̃ον

1:6 καὶ ἔφυγεν Αδωνιβεζεκ καὶ κατεδίωξαν ὀπίσω αὐτου̃ καὶ ἔλαβον αὐτὸν καὶ ἀπέκοψαν τὰ ἄκρα τω̃ν χειρω̃ν αὐτου̃ καὶ τω̃ν ποδω̃ν αὐτου̃

1:7 καὶ εἰ̃πεν Αδωνιβεζεκ ἑβδομήκοντα βασιλει̃ς τὰ ἄκρα τω̃ν χειρω̃ν αὐτω̃ν καὶ τω̃ν ποδω̃ν αὐτω̃ν ἀποκεκομμένοι ἠ̃σαν συλλέγοντες τὰ ὑποκάτω τη̃ς τραπέζης μου καθὼς οὐ̃ν ἐποίησα οὕτως ἀνταπέδωκέν μοι ὁ θεός καὶ ἤγαγον αὐτὸν εἰς Ιερουσαλημ καὶ ἀπέθανεν ἐκει̃

1:8 καὶ ἐπολέμησαν οἱ υἱοὶ Ιουδα ἐν Ιερουσαλημ καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι ῥομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί

1:9 καὶ μετὰ ταυ̃τα κατέβησαν οἱ υἱοὶ Ιουδα πολεμη̃σαι ἐν τω̨̃ Χαναναίω̨ τω̨̃ κατοικου̃ντι τὴν ὀρεινὴν καὶ τὸν νότον καὶ τὴν πεδινήν

1:10 καὶ ἐπορεύθη Ιουδας πρὸς τὸν Χαναναι̃ον τὸν κατοικου̃ντα ἐν Χεβρων καὶ ἐξη̃λθεν Χεβρων ἐξ ἐναντίας τὸ δὲ ὄνομα Χεβρων ἠ̃ν ἔμπροσθεν Καριαθαρβοκσεφερ καὶ ἐπάταξεν τὸν Σεσι καὶ τὸν Αχιμαν καὶ τὸν Θολμι γεννήματα του̃ Ενακ

1:11 καὶ ἐπορεύθησαν ἐκει̃θεν πρὸς τοὺς κατοικου̃ντας Δαβιρ καὶ τὸ ὄνομα Δαβιρ ἠ̃ν ἔμπροσθεν Πόλις γραμμάτων

1:12 καὶ εἰ̃πεν Χαλεβ ὃς ἂν πατάξη̨ τὴν Πόλιν τω̃ν γραμμάτων καὶ προκαταλάβηται αὐτήν δώσω αὐτω̨̃ τὴν Ασχαν θυγατέρα μου εἰς γυναι̃κα

1:13 καὶ προκατελάβετο αὐτὴν Γοθονιηλ υἱὸς Κενεζ ἀδελφὸς Χαλεβ ὁ νεώτερος καὶ ἔδωκεν αὐτω̨̃ τὴν Ασχαν θυγατέρα αὐτου̃ εἰς γυναι̃κα

1:14 καὶ ἐγένετο ἐν τω̨̃ εἰσπορεύεσθαι αὐτὴν καὶ ἐπέσεισεν αὐτὴν αἰτη̃σαι παρὰ του̃ πατρὸς αὐτη̃ς τὸν ἀγρόν καὶ ἐγόγγυζεν ἐπάνω του̃ ὑποζυγίου καὶ ἔκραξεν ἀπὸ του̃ ὑποζυγίου εἰς γη̃ν νότου ἐκδέδοσαί με καὶ εἰ̃πεν αὐτη̨̃ Χαλεβ τί ἐστίν σοι

1:15 καὶ εἰ̃πεν αὐτω̨̃ Ασχα δός μοι εὐλογίαν ὅτι εἰς γη̃ν νότου ἐκδέδοσαί με καὶ δώσεις μοι λύτρωσιν ὕδατος καὶ ἔδωκεν αὐτη̨̃ Χαλεβ κατὰ τὴν καρδίαν αὐτη̃ς τὴν λύτρωσιν μετεώρων καὶ τὴν λύτρωσιν ταπεινω̃ν

1:16 καὶ οἱ υἱοὶ Ιωβαβ του̃ Κιναίου πενθερου̃ Μωυση̃ ἀνέβησαν ἐκ τη̃ς πόλεως τω̃ν φοινίκων πρὸς τοὺς υἱοὺς Ιουδα εἰς τὴν ἔρημον τὴν οὐ̃σαν ἐν τω̨̃ νότω̨ ἐπὶ καταβάσεως Αραδ καὶ ἐπορεύθη καὶ κατώ̨κησεν μετὰ του̃ λαου̃

1:17 καὶ ἐπορεύθη Ιουδας μετὰ Συμεων του̃ ἀδελφου̃ αὐτου̃ καὶ ἐπάταξαν τὸν Χαναναι̃ον τὸν κατοικου̃ντα Σεφεθ καὶ ἀνεθεμάτισαν αὐτὴν καὶ ἐξωλέθρευσαν αὐτὴν καὶ ἐκάλεσαν τὸ ὄνομα τη̃ς πόλεως 'Εξολέθρευσις

1:18 καὶ οὐκ ἐκληρονόμησεν Ιουδας τὴν Γάζαν καὶ τὸ ὅριον αὐτη̃ς καὶ τὴν 'Ασκαλω̃να καὶ τὸ ὅριον αὐτη̃ς καὶ τὴν Ακκαρων καὶ τὸ ὅριον αὐτη̃ς καὶ τὴν 'Άζωτον καὶ τὰ περισπόρια αὐτη̃ς

1:19 καὶ ἠ̃ν κύριος μετὰ Ιουδα καὶ ἐκληρονόμησεν τὸ ὄρος ὅτι οὐκ ἐδύνατο κληρονομη̃σαι τοὺς κατοικου̃ντας τὴν κοιλάδα ὅτι Ρηχαβ διεστείλατο αὐτήν

1:20 καὶ ἔδωκεν τω̨̃ Χαλεβ τὴν Χεβρων καθὰ ἐλάλησεν Μωυση̃ς καὶ ἐκληρονόμησεν ἐκει̃θεν τὰς τρει̃ς πόλεις καὶ ἐξη̃ρεν ἐκει̃θεν τοὺς τρει̃ς υἱοὺς Ενακ

1:21 καὶ τὸν Ιεβουσαι̃ον τὸν κατοικου̃ντα ἐν Ιερουσαλημ οὐκ ἐξη̃ραν οἱ υἱοὶ Βενιαμιν καὶ κατώ̨κησεν ὁ Ιεβουσαι̃ος μετὰ τω̃ν υἱω̃ν Βενιαμιν ἕως τη̃ς ἡμέρας ταύτης

1:22 καὶ ἀνέβησαν οἱ υἱοὶ Ιωσηφ καί γε αὐτοὶ εἰς Βαιθηλ καὶ Ιουδας μετ' αὐτω̃ν

1:23 καὶ παρενέβαλον οἰ̃κος Ισραηλ κατὰ Βαιθηλ τὸ δὲ ὄνομα τη̃ς πόλεως ἠ̃ν ἔμπροσθεν Λουζα

1:24 καὶ εἰ̃δον οἱ φυλάσσοντες ἄνδρα ἐκπορευόμενον ἐκ τη̃ς πόλεως καὶ ἔλαβαν αὐτὸν καὶ εἰ̃πον αὐτω̨̃ δει̃ξον ἡμι̃ν τὴν εἴσοδον τη̃ς πόλεως καὶ ποιήσομεν μετὰ σου̃ ἔλεος

1:25 καὶ ἔδειξεν αὐτοι̃ς τὴν εἴσοδον τη̃ς πόλεως καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ῥομφαίας τὸν δὲ ἄνδρα καὶ τὴν συγγένειαν αὐτου̃ ἐξαπέστειλαν

1:26 καὶ ἀπη̃λθεν ὁ ἀνὴρ εἰς γη̃ν Χεττιιμ καὶ ὠ̨κοδόμησεν ἐκει̃ πόλιν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτη̃ς Λουζα του̃το ὄνομα αὐτη̃ς ἕως τη̃ς ἡμέρας ταύτης

1:27 καὶ οὐκ ἐκληρονόμησεν Μανασσης τὴν Βαιθσαν ἥ ἐστιν Σκυθω̃ν πόλις οὐδὲ τὰς θυγατέρας αὐτη̃ς οὐδὲ τὰ περισπόρια αὐτη̃ς οὐδὲ τὴν Εκθανααδ καὶ τὰς θυγατέρας αὐτη̃ς οὐδὲ τοὺς κατοικου̃ντας Δωρ καὶ τὰς θυγατέρας αὐτη̃ς καὶ τοὺς κατοικου̃ντας Βαλααμ καὶ τὰς θυγατέρας αὐτη̃ς καὶ τοὺς κατοικου̃ντας Μαγεδων καὶ τὰς θυγατέρας αὐτη̃ς οὐδὲ τοὺς κατοικου̃ντας Ιεβλααμ οὐδὲ τὰς θυγατέρας αὐτη̃ς καὶ ἤρξατο ὁ Χαναναι̃ος κατοικει̃ν ἐν τη̨̃ γη̨̃ ταύτη̨

1:28 καὶ ἐγένετο ὅτε ἐνίσχυσεν Ισραηλ καὶ ἔθετο τὸν Χαναναι̃ον εἰς φόρον καὶ ἐξαίρων οὐκ ἐξη̃ρεν αὐτόν

1:29 καὶ Εφραιμ οὐκ ἐξη̃ρεν τὸν Χαναναι̃ον τὸν κατοικου̃ντα ἐν Γαζερ καὶ κατώ̨κει ὁ Χαναναι̃ος ἐν μέσω̨ αὐτου̃ ἐν Γαζερ καὶ ἐγένετο εἰς φόρον

1:30 καὶ Ζαβουλων οὐκ ἐξη̃ρεν τοὺς κατοικου̃ντας Κεδρων καὶ τοὺς κατοικου̃ντας Ενααλα καὶ κατώ̨κησεν ὁ Χαναναι̃ος ἐν μέσω̨ αὐτου̃ καὶ ἐγένετο εἰς φόρον

1:31 καὶ Ασηρ οὐκ ἐξη̃ρεν τοὺς κατοικου̃ντας Ακχω καὶ ἐγένετο αὐτω̨̃ εἰς φόρον καὶ τοὺς κατοικου̃ντας Δωρ καὶ τοὺς κατοικου̃ντας Σιδω̃να καὶ τοὺς κατοικου̃ντας Ααλαφ καὶ τὸν Αχαζιβ καὶ τὴν Χελβα καὶ τὴν Αφεκ καὶ τὴν Ροωβ

1:32 καὶ κατώ̨κησεν Ασηρ ἐν μέσω̨ του̃ Χαναναίου του̃ κατοικου̃ντος τὴν γη̃ν ὅτι οὐκ ἐδυνάσθη ἐξα̃ραι αὐτόν

1:33 καὶ Νεφθαλι οὐκ ἐξη̃ρεν τοὺς κατοικου̃ντας Βαιθσαμυς οὐδὲ τοὺς κατοικου̃ντας Βαιθενεθ καὶ κατώ̨κησεν Ισραηλ ἐν μέσω̨ του̃ Χαναναίου του̃ κατοικου̃ντος τὴν γη̃ν οἱ δὲ κατοικου̃ντες Βαιθσαμυς καὶ τὴν Βαιθενεθ ἐγενήθησαν αὐτοι̃ς εἰς φόρον

1:34 καὶ ἐξέθλιψεν ὁ Αμορραι̃ος τοὺς υἱοὺς Δαν εἰς τὸ ὄρος ὅτι οὐκ ἀφη̃κεν αὐτὸν καταβη̃ναι εἰς τὴν κοιλάδα

1:35 καὶ ἤρξατο ὁ Αμορραι̃ος κατοικει̃ν ἐν τω̨̃ ὄρει του̃ Μυρσινω̃νος οὑ̃ αἱ ἄρκοι καὶ αἱ ἀλώπεκες καὶ ἐβαρύνθη ἡ χεὶρ οἴκου Ιωσηφ ἐπὶ τὸν Αμορραι̃ον καὶ ἐγένετο εἰς φόρον

1:36 καὶ τὸ ὅριον του̃ Αμορραίου ὁ Ιδουμαι̃ος ἐπάνω Ακραβιν ἐπὶ τη̃ς Πέτρας καὶ ἐπάνω

2:1 καὶ ἀνέβη ἄγγελος κυρίου ἀπὸ Γαλγαλ ἐπὶ τὸν Κλαυθμω̃να καὶ ἐπὶ Βαιθηλ καὶ ἐπὶ τὸν οἰ̃κον Ισραηλ καὶ εἰ̃πεν πρὸς αὐτούς κύριος κύριος ἀνεβίβασεν ὑμα̃ς ἐξ Αἰγύπτου καὶ εἰσήγαγεν ὑμα̃ς εἰς τὴν γη̃ν ἣν ὤμοσεν τοι̃ς πατράσιν ὑμω̃ν του̃ δου̃ναι ὑμι̃ν καὶ εἰ̃πεν ὑμι̃ν οὐ διασκεδάσω τὴν διαθήκην μου τὴν μεθ' ὑμω̃ν εἰς τὸν αἰω̃να

2:2 καὶ ὑμει̃ς οὐ διαθήσεσθε διαθήκην τοι̃ς ἐγκαθημένοις εἰς τὴν γη̃ν ταύτην οὐδὲ τοι̃ς θεοι̃ς αὐτω̃ν οὐ μὴ προσκυνήσητε ἀλλὰ τὰ γλυπτὰ αὐτω̃ν συντρίψετε καὶ τὰ θυσιαστήρια αὐτω̃ν κατασκάψετε καὶ οὐκ εἰσηκούσατε τη̃ς φωνη̃ς μου ὅτε ταυ̃τα ἐποιήσατε

2:3 καὶ ἐγὼ εἰ̃πα οὐ προσθήσω του̃ μετοικίσαι τὸν λαόν ὃν εἰ̃πα του̃ ἐξολεθρευ̃σαι αὐτοὺς ἐκ προσώπου ὑμω̃ν καὶ ἔσονται ὑμι̃ν εἰς συνοχάς καὶ οἱ θεοὶ αὐτω̃ν ἔσονται ὑμι̃ν εἰς σκάνδαλον

2:4 καὶ ἐγένετο ὡς ἐλάλησεν ὁ ἄγγελος κυρίου τοὺς λόγους τούτους πρὸς πάντα Ισραηλ καὶ ἐπη̃ρεν ὁ λαὸς τὴν φωνὴν αὐτω̃ν καὶ ἔκλαυσαν

2:5 διὰ του̃το ἐκλήθη τὸ ὄνομα του̃ τόπου ἐκείνου Κλαυθμών καὶ ἔθυσαν ἐκει̃ τω̨̃ κυρίω̨

2:6 καὶ ἐξαπέστειλεν 'Ιησου̃ς τὸν λαόν καὶ ἀπη̃λθαν οἱ υἱοὶ Ισραηλ ἕκαστος εἰς τὸν οἰ̃κον αὐτου̃ καὶ εἰς τὴν κληρονομίαν αὐτου̃ του̃ κατακληρονομη̃σαι τὴν γη̃ν

2:7 καὶ ἐδούλευσεν ὁ λαὸς τω̨̃ κυρίω̨ πάσας τὰς ἡμέρας 'Ιησου̃ καὶ πάσας τὰς ἡμέρας τω̃ν πρεσβυτέρων ὅσοι ἐμακροημέρευσαν μετὰ 'Ιησου̃ν ὅσοι ἔγνωσαν πα̃ν τὸ ἔργον κυρίου τὸ μέγα ὃ ἐποίησεν τω̨̃ Ισραηλ

2:8 καὶ ἐτελεύτησεν 'Ιησου̃ς υἱὸς Ναυη δου̃λος κυρίου υἱὸς ἑκατὸν δέκα ἐτω̃ν

2:9 καὶ ἔθαψαν αὐτὸν ἐν ὁρίω̨ τη̃ς κληρονομίας αὐτου̃ ἐν Θαμναθαρες ἐν ὄρει Εφραιμ ἀπὸ βορρα̃ του̃ ὄρους Γαας

2:10 καὶ πα̃σα ἡ γενεὰ ἐκείνη προσετέθησαν πρὸς τοὺς πατέρας αὐτω̃ν καὶ ἀνέστη γενεὰ ἑτέρα μετ' αὐτούς ὅσοι οὐκ ἔγνωσαν τὸν κύριον καὶ τὸ ἔργον ὃ ἐποίησεν τω̨̃ Ισραηλ

2:11 καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πονηρὸν ἐναντίον κυρίου καὶ ἐλάτρευον τοι̃ς Βααλιμ

2:12 καὶ ἐγκατέλιπον τὸν κύριον θεὸν τω̃ν πατέρων αὐτω̃ν τὸν ἐξαγαγόντα αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου καὶ ἐπορεύθησαν ὀπίσω θεω̃ν ἑτέρων ἀπὸ τω̃ν θεω̃ν τω̃ν λαω̃ν τω̃ν περικύκλω̨ αὐτω̃ν καὶ προσεκύνησαν αὐτοι̃ς καὶ παρώργισαν τὸν κύριον

2:13 καὶ ἐγκατέλιπον τὸν κύριον καὶ ἐλάτρευσαν τη̨̃ Βααλ καὶ ται̃ς 'Αστάρταις

2:14 καὶ ὠργίσθη θυμω̨̃ κύριος τω̨̃ Ισραηλ καὶ παρέδωκεν αὐτοὺς ἐν χειρὶ προνομευόντων καὶ ἐπρονόμευσαν αὐτούς καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ τω̃ν ἐχθρω̃ν αὐτω̃ν κυκλόθεν καὶ οὐκ ἠδυνάσθησαν ἀντιστη̃ναι κατὰ πρόσωπον τω̃ν ἐχθρω̃ν αὐτω̃ν

2:15 ἐν πα̃σιν οἱ̃ς ἐπόρνευον καὶ χεὶρ κυρίου ἠ̃ν αὐτοι̃ς εἰς κακά καθὼς ἐλάλησεν κύριος καὶ καθὼς ὤμοσεν κύριος καὶ ἐξέθλιψεν αὐτοὺς σφόδρα

2:16 καὶ ἤγειρεν αὐτοι̃ς κύριος κριτὰς καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς τω̃ν προνομευόντων αὐτούς

2:17 καί γε τω̃ν κριτω̃ν αὐτω̃ν οὐκ ἐπήκουσαν ὅτι ἐξεπόρνευσαν ὀπίσω θεω̃ν ἑτέρων καὶ προσεκύνησαν αὐτοι̃ς καὶ παρώργισαν τὸν κύριον καὶ ἐξέκλιναν ταχὺ ἐκ τη̃ς ὁδου̃ ἡ̃ς ἐπορεύθησαν οἱ πατέρες αὐτω̃ν του̃ εἰσακούειν ἐντολὰς κυρίου οὐκ ἐποίησαν οὕτως

2:18 καὶ ὅτι ἤγειρεν αὐτοι̃ς κύριος κριτάς καὶ ἠ̃ν κύριος μετὰ του̃ κριτου̃ καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς τω̃ν ἐχθρω̃ν αὐτω̃ν πάσας τὰς ἡμέρας του̃ κριτου̃ ὅτι παρεκλήθη κύριος ἀπὸ του̃ στεναγμου̃ αὐτω̃ν ἀπὸ προσώπου τω̃ν πολιορκούντων αὐτοὺς καὶ κακούντων αὐτούς

2:19 καὶ ἐγένετο ὡς ἀπέθνη̨σκεν ὁ κριτής καὶ ἀπέστρεψαν καὶ πάλιν διέφθειραν ὑπὲρ τοὺς πατέρας αὐτω̃ν πορευθη̃ναι ὀπίσω θεω̃ν ἑτέρων λατρεύειν αὐτοι̃ς καὶ προσκυνει̃ν αὐτοι̃ς οὐκ ἀπέρριψαν τὰ ἐπιτηδεύματα αὐτω̃ν καὶ οὐκ ἀπέστησαν ἀπὸ τη̃ς ὁδου̃ αὐτω̃ν τη̃ς σκληρα̃ς

2:20 καὶ ὠργίσθη θυμω̨̃ κύριος ἐν τω̨̃ Ισραηλ καὶ εἰ̃πεν ἀνθ' ὡ̃ν ὅσα ἐγκατέλιπαν τὸ ἔθνος του̃το τὴν διαθήκην μου ἣν ἐνετειλάμην τοι̃ς πατράσιν αὐτω̃ν καὶ οὐχ ὑπήκουσαν τη̃ς φωνη̃ς μου

2:21 καὶ ἐγὼ οὐ προσθήσω του̃ ἐξα̃ραι ἄνδρα ἐκ προσώπου αὐτω̃ν ἀπὸ τω̃ν ἐθνω̃ν ὡ̃ν κατέλιπεν 'Ιησου̃ς καὶ ἀφη̃κεν

2:22 του̃ πειράσαι ἐν αὐτοι̃ς τὸν Ισραηλ εἰ φυλάσσονται τὴν ὁδὸν κυρίου πορεύεσθαι ἐν αὐτη̨̃ ὃν τρόπον ἐφυλάξαντο οἱ πατέρες αὐτω̃ν ἢ οὔ

2:23 καὶ ἀφη̃κεν κύριος τὰ ἔθνη ταυ̃τα του̃ μὴ ἐξα̃ραι αὐτὰ τὸ τάχος καὶ οὐ παρέδωκεν αὐτὰ ἐν χειρὶ 'Ιησου̃

3:1 καὶ ταυ̃τα τὰ ἔθνη ἀφη̃κεν 'Ιησου̃ς ὥστε πειράσαι ἐν αὐτοι̃ς τὸν Ισραηλ πάντας τοὺς μὴ ἐγνωκότας πάντας τοὺς πολέμους Χανααν

3:2 πλὴν διὰ τὰς γενεὰς τω̃ν υἱω̃ν Ισραηλ του̃ διδάξαι αὐτοὺς πόλεμον πλὴν οἱ ἔμπροσθεν αὐτω̃ν οὐκ ἔγνωσαν αὐτά

3:3 τὰς πέντε σατραπείας τω̃ν ἀλλοφύλων καὶ πάντα τὸν Χαναναι̃ον καὶ τὸν Σιδώνιον καὶ τὸν Ευαι̃ον τὸν κατοικου̃ντα τὸν Λίβανον ἀπὸ του̃ ὄρους του̃ Βαλαερμων ἕως Λοβωημαθ

3:4 καὶ ἐγένετο ὥστε πειράσαι ἐν αὐτοι̃ς τὸν Ισραηλ γνω̃ναι εἰ ἀκούσονται τὰς ἐντολὰς κυρίου ἃς ἐνετείλατο τοι̃ς πατράσιν αὐτω̃ν ἐν χειρὶ Μωυση̃

3:5 καὶ οἱ υἱοὶ Ισραηλ κατώ̨κησαν ἐν μέσω̨ του̃ Χαναναίου καὶ του̃ Χετταίου καὶ του̃ Αμορραίου καὶ του̃ Φερεζαίου καὶ του̃ Ευαίου καὶ του̃ Ιεβουσαίου

3:6 καὶ ἔλαβον τὰς θυγατέρας αὐτω̃ν ἑαυτοι̃ς εἰς γυναι̃κας καὶ τὰς θυγατέρας αὐτω̃ν ἔδωκαν τοι̃ς υἱοι̃ς αὐτω̃ν καὶ ἐλάτρευσαν τοι̃ς θεοι̃ς αὐτω̃ν

3:7 καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πονηρὸν ἔναντι κυρίου καὶ ἐπελάθοντο κυρίου θεου̃ αὐτω̃ν καὶ ἐλάτρευσαν ται̃ς Βααλιμ καὶ τοι̃ς ἄλσεσιν

3:8 καὶ ὠργίσθη θυμω̨̃ κύριος ἐν τω̨̃ Ισραηλ καὶ ἀπέδοτο αὐτοὺς εἰς χει̃ρας Χουσαρσαθωμ βασιλέως Συρίας ποταμω̃ν καὶ ἐδούλευσαν αὐτω̨̃ ὀκτὼ ἔτη

3:9 καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον καὶ ἤγειρεν κύριος σωτη̃ρα τω̨̃ Ισραηλ καὶ ἔσωσεν αὐτούς τὸν Γοθονιηλ υἱὸν Κενεζ ἀδελφὸν Χαλεβ τὸν νεώτερον αὐτου̃ καὶ εἰσήκουσεν αὐτου̃

3:10 καὶ ἐγένετο ἐπ' αὐτὸν πνευ̃μα κυρίου καὶ ἔκρινεν τὸν Ισραηλ καὶ ἐξη̃λθεν ἐπὶ τὸν πόλεμον καὶ παρέδωκεν κύριος ἐν χειρὶ αὐτου̃ τὸν Χουσαρσαθωμ βασιλέα Συρίας καὶ ἐκραταιώθη ἡ χεὶρ αὐτου̃ ἐπὶ τὸν Χουσαρσαθωμ

3:11 καὶ ἡσύχασεν ἡ γη̃ ἔτη πεντήκοντα καὶ ἀπέθανεν Γοθονιηλ υἱὸς Κενεζ

3:12 καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιη̃σαι τὸ πονηρὸν ἔναντι κυρίου καὶ ἐνίσχυσεν κύριος τὸν Εγλωμ βασιλέα Μωαβ ἐπὶ τὸν Ισραηλ διὰ τὸ πεποιηκέναι αὐτοὺς τὸ πονηρὸν ἔναντι κυρίου

3:13 καὶ προσήγαγεν πρὸς αὐτὸν πάντας τοὺς υἱοὺς Αμμων καὶ Αμαληκ καὶ ἐπορεύθη καὶ ἐπάταξεν τὸν Ισραηλ καὶ ἐκληρονόμησεν τὴν πόλιν τω̃ν φοινίκων

3:14 καὶ ἐδούλευσαν οἱ υἱοὶ Ισραηλ τω̨̃ Εγλωμ βασιλει̃ Μωαβ ἔτη δέκα ὀκτώ

3:15 καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον καὶ ἤγειρεν αὐτοι̃ς κύριος σωτη̃ρα τὸν Αωδ υἱὸν Γηρα υἱου̃ του̃ Ιεμενι ἄνδρα ἀμφοτεροδέξιον καὶ ἀπέστειλαν οἱ υἱοὶ Ισραηλ δω̃ρα ἐν χειρὶ αὐτου̃ τω̨̃ Εγλωμ βασιλει̃ Μωαβ

3:16 καὶ ἐποίησεν ἑαυτω̨̃ Αωδ μάχαιραν δίστομον σπιθαμη̃ς τὸ μη̃κος καὶ περιεζώσατο αὐτὴν ὑπὸ τὸν μανδύαν ἐπὶ τὸν μηρὸν τὸν δεξιὸν αὐτου̃

3:17 καὶ προσήνεγκεν τὰ δω̃ρα τω̨̃ Εγλωμ βασιλει̃ Μωαβ καὶ Εγλωμ ἀνὴρ ἀστει̃ος σφόδρα

3:18 καὶ ἐγένετο ὡς συνετέλεσεν Αωδ προσφέρων τὰ δω̃ρα καὶ ἐξαπέστειλεν τοὺς αἴροντας τὰ δω̃ρα

3:19 καὶ Εγλωμ ἀνέστρεψεν ἀπὸ τω̃ν γλυπτω̃ν μετὰ τη̃ς Γαλγαλ καὶ εἰ̃πεν Αωδ λόγος μοι κρύφιος πρὸς σέ βασιλευ̃ καὶ εἰ̃πεν Εγλωμ πα̃σιν ἐκ μέσου καὶ ἐξη̃λθον ἀπ' αὐτου̃ πάντες οἱ παραστήκοντες αὐτω̨̃

3:20 καὶ Αωδ εἰση̃λθεν πρὸς αὐτόν καὶ αὐτὸς ἐκάθητο ἐν τω̨̃ ὑπερώ̨ω̨ τω̨̃ θερινω̨̃ αὐτου̃ μονώτατος καὶ εἰ̃πεν Αωδ λόγος θεου̃ μοι πρὸς σέ βασιλευ̃ καὶ ἐξανέστη ἀπὸ του̃ θρόνου Εγλωμ ἐγγὺς αὐτου̃

3:21 καὶ ἐγένετο ἅμα του̃ ἀναστη̃ναι ἐξέτεινεν Αωδ τὴν χει̃ρα τὴν ἀριστερὰν αὐτου̃ καὶ ἔλαβεν τὴν μάχαιραν ἀπὸ του̃ μηρου̃ του̃ δεξιου̃ αὐτου̃ καὶ ἐνέπηξεν αὐτὴν εἰς τὴν κοιλίαν Εγλωμ

3:22 καὶ ἐπεισήνεγκεν καί γε τὴν λαβὴν ὀπίσω τη̃ς φλογός καὶ ἀπέκλεισεν τὸ στέαρ κατὰ τη̃ς φλογός ὅτι οὐκ ἐξέσπασεν τὴν μάχαιραν ἐκ τη̃ς κοιλίας αὐτου̃

3:23 καὶ ἐξη̃λθεν Αωδ εἰς τὴν προστάδα καὶ ἀπέκλεισεν τὰς θύρας του̃ ὑπερώ̨ου ἐπ' αὐτὸν καὶ ἐσφήνωσεν

3:24 καὶ αὐτὸς ἐξη̃λθεν καὶ οἱ παι̃δες αὐτου̃ εἰση̃λθον καὶ εἰ̃δον καὶ ἰδοὺ αἱ θύραι του̃ ὑπερώ̨ου ἀποκεκλεισμέναι καὶ εἰ̃παν μήποτε πρὸς δίφρους κάθηται ἐν τη̨̃ ἀποχωρήσει του̃ κοιτω̃νος

3:25 καὶ προσέμειναν αἰσχυνόμενοι καὶ ἰδοὺ οὐκ ἠ̃ν ὁ ἀνοίγων τὰς θύρας του̃ ὑπερώ̨ου καὶ ἔλαβον τὴν κλει̃δα καὶ ἤνοιξαν καὶ ἰδοὺ ὁ κύριος αὐτω̃ν πεπτωκὼς ἐπὶ τὴν γη̃ν τεθνηκώς

3:26 καὶ Αωδ διεσώθη ἕως ἐθορυβου̃ντο καὶ οὐκ ἠ̃ν ὁ προσνοω̃ν αὐτω̨̃ καὶ αὐτὸς παρη̃λθεν τὰ γλυπτὰ καὶ διεσώθη εἰς Σεϊρωθα

3:27 καὶ ἐγένετο ἡνίκα ἠ̃λθεν καὶ ἐσάλπισεν κερατίνη̨ ἐν ὄρει Εφραιμ καὶ κατέβησαν σὺν αὐτω̨̃ οἱ υἱοὶ Ισραηλ καὶ αὐτὸς ἔμπροσθεν αὐτω̃ν

3:28 καὶ εἰ̃πεν πρὸς αὐτούς καταβαίνετε ὀπίσω μου ὅτι παρέδωκεν κύριος ὁ θεὸς τοὺς ἐχθροὺς ὑμω̃ν τὴν Μωαβ ἐν χειρὶ ὑμω̃ν καὶ κατέβησαν ὀπίσω αὐτου̃ καὶ προκατελάβοντο τὰς διαβάσεις του̃ Ιορδάνου τη̃ς Μωαβ καὶ οὐκ ἀφη̃καν ἄνδρα διαβη̃ναι

3:29 καὶ ἐπάταξαν τὴν Μωαβ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ὡσεὶ δέκα χιλιάδας ἀνδρω̃ν πάντας τοὺς μαχητὰς τοὺς ἐν αὐτοι̃ς καὶ πάντα ἄνδρα δυνάμεως καὶ οὐ διεσώθη ἀνήρ

3:30 καὶ ἐνετράπη Μωαβ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ὑπὸ τὴν χει̃ρα Ισραηλ καὶ ἡσύχασεν ἡ γη̃ ὀγδοήκοντα ἔτη καὶ ἔκρινεν αὐτοὺς Αωδ ἕως οὑ̃ ἀπέθανεν

3:31 καὶ μετὰ του̃τον ἀνέστη Σαμεγαρ υἱὸς Αναθ καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους εἰς ἑξακοσίους ἄνδρας ἐκτὸς μόσχων τω̃ν βοω̃ν καὶ ἔσωσεν αὐτὸς τὸν Ισραηλ

4:1 καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιη̃σαι τὸ πονηρὸν ἔναντι κυρίου

4:2 καὶ ἀπέδοτο αὐτοὺς κύριος ἐν χειρὶ Ιαβιν βασιλέως Χανααν ὃς ἐβασίλευσεν ἐν Ασωρ καὶ ὁ ἄρχων τη̃ς δυνάμεως αὐτου̃ Σισαρα καὶ αὐτὸς κατώ̨κει ἐν Αρισωθ τω̃ν ἐθνω̃ν

4:3 καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον ὅτι ἐννακόσια ἅρματα σιδηρα̃ ἠ̃ν αὐτω̨̃ καὶ αὐτὸς ἔθλιψεν τὸν Ισραηλ κατὰ κράτος εἴκοσι ἔτη

4:4 καὶ Δεββωρα γυνὴ προφη̃τις γυνὴ Λαφιδωθ αὐτὴ ἔκρινεν τὸν Ισραηλ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨

4:5 καὶ αὐτὴ ἐκάθητο ὑπὸ φοίνικα Δεββωρα ἀνὰ μέσον Ραμα καὶ ἀνὰ μέσον Βαιθηλ ἐν ὄρει Εφραιμ καὶ ἀνέβαινον πρὸς αὐτὴν οἱ υἱοὶ Ισραηλ ἐκει̃ του̃ κρίνεσθαι

4:6 καὶ ἀπέστειλεν Δεββωρα καὶ ἐκάλεσεν τὸν Βαρακ υἱὸν Αβινεεμ ἐκ Κεδες Νεφθαλι καὶ εἰ̃πεν πρὸς αὐτόν οὐχὶ σοὶ ἐνετείλατο κύριος ὁ θεὸς Ισραηλ καὶ ἀπελεύση̨ εἰς ὄρος Θαβωρ καὶ λήμψη̨ μετὰ σεαυτου̃ δέκα χιλιάδας ἀνδρω̃ν ἀπὸ τω̃ν υἱω̃ν Νεφθαλι καὶ ἀπὸ τω̃ν υἱω̃ν Ζαβουλων

4:7 καὶ ἀπάξω πρὸς σὲ εἰς τὸν χειμάρρουν Κισων τὸν Σισαρα ἄρχοντα τη̃ς δυνάμεως Ιαβιν καὶ τὰ ἅρματα αὐτου̃ καὶ τὸ πλη̃θος αὐτου̃ καὶ παραδώσω αὐτὸν ἐν τη̨̃ χειρί σου

4:8 καὶ εἰ̃πεν πρὸς αὐτὴν Βαρακ ἐὰν πορευθη̨̃ς μετ' ἐμου̃ πορεύσομαι καὶ ἐὰν μὴ πορευθη̨̃ς μετ' ἐμου̃ οὐ πορεύσομαι ὅτι οὐκ οἰ̃δα τὴν ἡμέραν ἐν ἡ̨̃ εὐοδοι̃ κύριος τὸν ἄγγελον μετ' ἐμου̃

4:9 καὶ εἰ̃πεν πρὸς αὐτὸν Δεββωρα πορευομένη πορεύσομαι μετὰ σου̃ πλὴν γίνωσκε ὅτι οὐκ ἔσται τὸ προτέρημά σου εἰς τὴν ὁδόν ἣν σὺ πορεύη̨ ὅτι ἐν χειρὶ γυναικὸς ἀποδώσεται κύριος τὸν Σισαρα καὶ ἀνέστη Δεββωρα καὶ ἐπορεύθη μετὰ του̃ Βαρακ εἰς Κεδες

4:10 καὶ παρήγγειλεν Βαρακ τω̨̃ Ζαβουλων καὶ τω̨̃ Νεφθαλι εἰς Κεδες καὶ ἀνέβησαν κατὰ πόδας αὐτου̃ δέκα χιλιάδες ἀνδρω̃ν καὶ Δεββωρα ἀνέβη μετ' αὐτου̃

4:11 καὶ οἱ πλησίον του̃ Κιναίου ἐχωρίσθησαν ἀπὸ τω̃ν υἱω̃ν Ιωβαβ γαμβρου̃ Μωυση̃ καὶ ἔπηξεν τὴν σκηνὴν αὐτου̃ πρὸς δρυ̃ν ἀναπαυομένων ἥ ἐστιν ἐχόμενα Κεδες

4:12 καὶ ἀνήγγειλαν τω̨̃ Σισαρα ὅτι ἀνέβη Βαρακ υἱὸς Αβινεεμ ἐπ' ὄρος Θαβωρ

4:13 καὶ ἐκάλεσεν Σισαρα πάντα τὰ ἅρματα αὐτου̃ ὅτι ἐννακόσια ἅρματα σιδηρα̃ ἠ̃ν αὐτω̨̃ καὶ πάντα τὸν λαὸν τὸν μετ' αὐτου̃ ἀπὸ Αρισωθ τω̃ν ἐθνω̃ν εἰς τὸν χειμάρρουν Κισων

4:14 καὶ εἰ̃πεν Δεββωρα πρὸς Βαρακ ἀνάστηθι ὅτι αὕτη ἡ ἡμέρα ἐν ἡ̨̃ παρέδωκεν κύριος τὸν Σισαρα ἐν χειρί σου οὐκ ἰδοὺ κύριος ἐλεύσεται ἔμπροσθέν σου καὶ κατέβη Βαρακ ἀπὸ του̃ ὄρους Θαβωρ καὶ δέκα χιλιάδες ἀνδρω̃ν ὀπίσω αὐτου̃

4:15 καὶ ἐξέστησεν κύριος τὸν Σισαρα καὶ πάντα τὰ ἅρματα αὐτου̃ καὶ πα̃σαν τὴν παρεμβολὴν αὐτου̃ ἐν στόματι ῥομφαίας ἐνώπιον Βαρακ καὶ κατέβη Σισαρα ἀπὸ του̃ ἅρματος αὐτου̃ καὶ ἔφυγεν τοι̃ς ποσὶν αὐτου̃

4:16 καὶ Βαρακ διώκων ὀπίσω τω̃ν ἁρμάτων καὶ ὀπίσω τη̃ς παρεμβολη̃ς ἕως δρυμου̃ τω̃ν ἐθνω̃ν καὶ ἔπεσεν πα̃σα ἡ παρεμβολὴ Σισαρα ἐν στόματι ῥομφαίας οὐ κατελείφθη ἕως ἑνός

4:17 καὶ Σισαρα ἀνεχώρησεν τοι̃ς ποσὶν αὐτου̃ εἰς σκηνὴν Ιαηλ γυναικὸς Χαβερ του̃ Κιναίου ὅτι εἰρήνη ἀνὰ μέσον Ιαβιν βασιλέως Ασωρ καὶ ἀνὰ μέσον οἴκου Χαβερ του̃ Κιναίου

4:18 καὶ ἐξη̃λθεν Ιαηλ εἰς ἀπάντησιν Σισαρα καὶ εἰ̃πεν πρὸς αὐτόν ἔκνευσον κύριέ μου ἔκνευσον πρός με μὴ φοβου̃ καὶ ἐξένευσεν πρὸς αὐτὴν εἰς τὴν σκηνήν καὶ συνεκάλυψεν αὐτὸν ἐν τη̨̃ δέρρει αὐτη̃ς

4:19 καὶ εἰ̃πεν Σισαρα πρὸς αὐτήν πότισόν με δὴ μικρὸν ὕδωρ ὅτι ἐδίψησα καὶ ἤνοιξεν τὸν ἀσκὸν του̃ γάλακτος καὶ ἐπότισεν αὐτὸν καὶ συνεκάλυψεν τὸ πρόσωπον αὐτου̃

4:20 καὶ εἰ̃πεν πρὸς αὐτήν στη̃θι ἐν τη̨̃ θύρα̨ τη̃ς σκηνη̃ς καὶ ἔσται ἐάν τις ἔλθη̨ πρὸς σὲ καὶ ἐρωτήση̨ σε καὶ εἴπη̨ σοι ἔστιν ἐνταυ̃θα ἀνήρ καὶ ἐρει̃ς οὐκ ἔστιν καὶ συνεκάλυψεν αὐτὸν ἐν τη̨̃ δέρρει αὐτη̃ς

4:21 καὶ ἔλαβεν Ιαηλ γυνὴ Χαβερ τὸν πάσσαλον τη̃ς σκηνη̃ς καὶ ἔθηκεν τὴν σφυ̃ραν ἐν τη̨̃ χειρὶ αὐτη̃ς καὶ εἰση̃λθεν πρὸς αὐτὸν ἡσυχη̨̃ καὶ ἐνέκρουσεν τὸν πάσσαλον ἐν τη̨̃ γνάθω̨ αὐτου̃ καὶ διήλασεν ἐν τη̨̃ γη̨̃ καὶ αὐτὸς ἀπεσκάρισεν ἀνὰ μέσον τω̃ν γονάτων αὐτη̃ς καὶ ἐξέψυξεν καὶ ἀπέθανεν

4:22 καὶ ἰδοὺ Βαρακ διώκων τὸν Σισαρα καὶ ἐξη̃λθεν Ιαηλ εἰς ἀπαντὴν αὐτου̃ καὶ εἰ̃πεν αὐτω̨̃ δευ̃ρο καὶ δείξω σοι τὸν ἄνδρα ὃν σὺ ζητει̃ς καὶ εἰση̃λθεν πρὸς αὐτήν καὶ ἰδοὺ Σισαρα πεπτωκὼς νεκρός καὶ ὁ πάσσαλος ἐν τη̨̃ γνάθω̨ αὐτου̃

4:23 καὶ ἐταπείνωσεν κύριος ὁ θεὸς τὸν Ιαβιν βασιλέα Χανααν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐνώπιον υἱω̃ν Ισραηλ

4:24 καὶ ἐπορεύθη χεὶρ τω̃ν υἱω̃ν Ισραηλ πορευομένη καὶ σκληρυνομένη ἐπὶ Ιαβιν βασιλέα Χανααν ἕως ἐξωλέθρευσαν αὐτόν

5:1 καὶ ἠ̨̃σεν Δεββωρα καὶ Βαρακ υἱὸς Αβινεεμ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ εἰ̃πεν

5:2 ἐν τω̨̃ ἄρξασθαι ἀρχηγοὺς ἐν Ισραηλ ἐν προαιρέσει λαου̃ εὐλογει̃τε τὸν κύριον

5:3 ἀκούσατε βασιλει̃ς ἐνωτίζεσθε σατράπαι δυνατοί ἐγὼ τω̨̃ κυρίω̨ ἄ̨σομαι ψαλω̃ τω̨̃ θεω̨̃ Ισραηλ

5:4 κύριε ἐν τη̨̃ ἐξόδω̨ σου ἐκ Σηιρ ἐν τω̨̃ ἀπαίρειν σε ἐξ ἀγρου̃ Εδωμ γη̃ ἐσείσθη καὶ ὁ οὐρανὸς ἐξεστάθη καὶ αἱ νεφέλαι ἔσταξαν ὕδωρ

5:5 ὄρη ἐσαλεύθησαν ἀπὸ προσώπου κυρίου του̃το Σινα ἀπὸ προσώπου κυρίου θεου̃ Ισραηλ

5:6 ἐν ἡμέραις Σαμεγαρ υἱου̃ Αναθ ἐν ἡμέραις Ιαηλ ἐξέλιπον βασιλει̃ς καὶ ἐπορεύθησαν τρίβους ἐπορεύθησαν ὁδοὺς διεστραμμένας

5:7 ἐξέλιπεν φραζων ἐν τω̨̃ Ισραηλ ἐξέλιπεν ἕως οὑ̃ ἐξανέστη Δεββωρα ὅτι ἀνέστη μήτηρ ἐν τω̨̃ Ισραηλ

5:8 ἡ̨ρέτισαν θεοὺς καινοὺς ὡς ἄρτον κρίθινον σκέπην ἐὰν ἴδω σιρομαστω̃ν ἐν τεσσαράκοντα χιλιάσιν

5:9 ἡ καρδία μου ἐπὶ τὰ διατεταγμένα τω̨̃ Ισραηλ οἱ δυνάσται του̃ λαου̃ εὐλογει̃τε τὸν κύριον

5:10 ἐπιβεβηκότες ἐπὶ ὑποζυγίων καθήμενοι ἐπὶ λαμπηνω̃ν

5:11 φθέγξασθε φωνὴν ἀνακρουομένων ἀνὰ μέσον εὐφραινομένων ἐκει̃ δώσουσιν δικαιοσύνην κυρίω̨ δίκαιοι ἐνίσχυσαν ἐν τω̨̃ Ισραηλ τότε κατέβη εἰς τὰς πόλεις αὐτου̃ ὁ λαὸς κυρίου

5:12 ἐξεγείρου ἐξεγείρου Δεββωρα ἐξέγειρον μυριάδας μετὰ λαου̃ ἐξεγείρου ἐξεγείρου λάλει μετ' ὠ̨δη̃ς ἐνισχύων ἐξανίστασο Βαρακ καὶ ἐνίσχυσον Δεββωρα τὸν Βαρακ αἰχμαλώτιζε αἰχμαλωσίαν σου υἱὸς Αβινεεμ

5:13 πότε ἐμεγαλύνθη ἡ ἰσχὺς αὐτου̃ κύριε ταπείνωσόν μοι τοὺς ἰσχυροτέρους μου

5:14 λαὸς Εφραιμ ἐτιμωρήσατο αὐτοὺς ἐν κοιλάδι ἀδελφου̃ σου Βενιαμιν ἐν λαοι̃ς σου ἐξ ἐμου̃ Μαχιρ κατέβησαν ἐξερευνω̃ντες καὶ ἐκ Ζαβουλων κύριος ἐπολέμει μοι ἐν δυνατοι̃ς ἐκει̃θεν ἐν σκήπτρω̨ ἐνισχύοντος ἡγήσεως

5:15 ἐν Ισσαχαρ μετὰ Δεββωρας ἐξαπέστειλεν πεζοὺς αὐτου̃ εἰς τὴν κοιλάδα ἵνα τί σὺ κατοικει̃ς ἐν μέσω̨ χειλέων ἐξέτεινεν ἐν τοι̃ς ποσὶν αὐτου̃ ἐν διαιρέσεσιν Ρουβην μεγάλοι ἀκριβασμοὶ καρδίας

5:16 ἵνα τί μοι κάθησαι ἀνὰ μέσον τω̃ν μοσφαθαιμ του̃ εἰσακούειν συρισμοὺς ἐξεγειρόντων του̃ διελθει̃ν εἰς τὰ του̃ Ρουβην μεγάλοι ἐξιχνιασμοὶ καρδίας

5:17 Γαλααδ ἐν τω̨̃ πέραν του̃ Ιορδάνου κατεσκήνωσεν καὶ Δαν ἵνα τί παροικει̃ πλοίοις Ασηρ παρώ̨κησεν παρ' αἰγιαλὸν θαλασσω̃ν καὶ ἐπὶ τὰς διακοπὰς αὐτου̃ κατεσκήνωσεν

5:18 Ζαβουλων λαὸς ὀνειδίσας ψυχὴν αὐτου̃ εἰς θάνατον καὶ Νεφθαλιμ ἐπὶ ὕψη ἀγρου̃

5:19 ἠ̃λθον βασιλει̃ς καὶ παρετάξαντο τότε ἐπολέμησαν βασιλει̃ς Χανααν ἐν Θενναχ ἐπὶ ὕδατος Μαγεδδω πλεονεξίαν ἀργυρίου οὐκ ἔλαβον

5:20 ἐκ του̃ οὐρανου̃ ἐπολέμησαν ἀστέρες ἐκ τη̃ς τάξεως αὐτω̃ν ἐπολέμησαν μετὰ Σισαρα

5:21 χειμάρρους Κισων ἐξέβαλεν αὐτούς χειμάρρους καδημιμ χειμάρρους Κισων καταπατήσει αὐτοὺς ψυχή μου δυνατή

5:22 τότε ἀπεκόπησαν πτέρναι ἵππου αμαδαρωθ δυνατω̃ν αὐτου̃

5:23 καταράσασθε Μαρωζ εἰ̃πεν ὁ ἄγγελος κυρίου καταράσει καταράσασθε τοὺς ἐνοίκους αὐτη̃ς ὅτι οὐκ ἤλθοσαν εἰς τὴν βοήθειαν κυρίου βοηθὸς ἡμω̃ν κύριος ἐν μαχηται̃ς δυνατός

5:24 εὐλογηθείη ἐκ γυναικω̃ν Ιαηλ γυνὴ Χαβερ του̃ Κιναίου ἐκ γυναικω̃ν ἐν σκηνη̨̃ εὐλογηθείη

5:25 ὕδωρ ἤ̨τησεν αὐτήν καὶ γάλα ἔδωκεν αὐτω̨̃ ἐν λακάνη̨ ἰσχυρω̃ν προσήγγισεν βούτυρον

5:26 τὴν χει̃ρα αὐτη̃ς τὴν ἀριστερὰν εἰς πάσσαλον ἐξέτεινεν τὴν δεξιὰν αὐτη̃ς εἰς ἀποτομὰς κατακόπων καὶ ἀπέτεμεν Σισαρα ἀπέτριψεν τὴν κεφαλὴν αὐτου̃ καὶ συνέθλασεν καὶ διήλασεν τὴν γνάθον αὐτου̃

5:27 ἀνὰ μέσον τω̃ν ποδω̃ν αὐτη̃ς συγκάμψας ἔπεσεν ἐκοιμήθη μεταξὺ ποδω̃ν αὐτη̃ς ἐν ὡ̨̃ ἔκαμψεν ἐκει̃ ἔπεσεν ταλαίπωρος

5:28 διὰ τη̃ς θυρίδος διέκυπτεν ἡ μήτηρ Σισαρα διὰ τη̃ς δικτυωτη̃ς ἐπιβλέπουσα ἐπὶ τοὺς μεταστρέφοντας μετὰ Σισαρα διὰ τί ἠσχάτισεν τὸ ἅρμα αὐτου̃ παραγενέσθαι διὰ τί ἐχρόνισαν ἴχνη ἁρμάτων αὐτου̃

5:29 σοφαὶ ἀρχουσω̃ν αὐτη̃ς ἀνταπεκρίναντο πρὸς αὐτήν καὶ αὐτὴ ἀπεκρίνατο ἐν ῥήμασιν αὐτη̃ς

5:30 οὐχὶ εὑρήσουσιν αὐτὸν διαμερίζοντα σκυ̃λα φιλιάζων φίλοις εἰς κεφαλὴν δυνατου̃ σκυ̃λα βαμμάτων Σισαρα σκυ̃λα βαμμάτων ποικιλίας βαφὴ ποικίλων περὶ τράχηλον αὐτου̃ σκυ̃λον

5:31 οὕτως ἀπόλοιντο πάντες οἱ ἐχθροί σου κύριε καὶ οἱ ἀγαπω̃ντες αὐτὸν καθὼς ἡ ἀνατολὴ του̃ ἡλίου ἐν δυναστείαις αὐτου̃ καὶ ἡσύχασεν ἡ γη̃ τεσσαράκοντα ἔτη

6:1 καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πονηρὸν ἔναντι κυρίου καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρὶ Μαδιαμ ἔτη ἑπτά

6:2 καὶ κατίσχυσεν χεὶρ Μαδιαμ ἐπὶ Ισραηλ καὶ ἐποίησαν ἑαυτοι̃ς οἱ υἱοὶ Ισραηλ ἀπὸ προσώπου Μαδιαμ μάνδρας ἐν τοι̃ς ὄρεσιν καὶ τοι̃ς σπηλαίοις καὶ τοι̃ς ὀχυρώμασιν

6:3 καὶ ἐγένετο ὅταν ἔσπειρεν ἀνὴρ Ισραηλ καὶ ἀνέβαινεν Μαδιαμ καὶ Αμαληκ καὶ οἱ υἱοὶ ἀνατολω̃ν καὶ ἀνέβαινον ἐπ' αὐτόν

6:4 καὶ παρενέβαλλον ἐπ' αὐτοὺς καὶ διέφθειραν τὰ ἐκφόρια τη̃ς γη̃ς ἕως του̃ ἐλθει̃ν εἰς Γάζαν καὶ οὐχ ὑπελείποντο ὑπόστασιν ζωη̃ς ἐν Ισραηλ καὶ ποίμνιον καὶ μόσχον καὶ ὄνον

6:5 ὅτι αὐτοὶ καὶ τὰ κτήνη αὐτω̃ν ἀνέβαινον καὶ τὰς σκηνὰς αὐτω̃ν παρέφερον καὶ παρεγίνοντο ὡς ἀκρὶς εἰς πλη̃θος καὶ αὐτοι̃ς καὶ ται̃ς καμήλοις αὐτω̃ν οὐκ ἠ̃ν ἀριθμός καὶ παρεγίνοντο ἐν τη̨̃ γη̨̃ Ισραηλ του̃ διαφθείρειν αὐτήν

6:6 καὶ ἐπτώχευσεν Ισραηλ σφόδρα ἀπὸ προσώπου Μαδιαμ καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον

6:7 καὶ ἐγένετο ἐπεὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον διὰ Μαδιαμ

6:8 καὶ ἐξαπέστειλεν κύριος ἄνδρα προφήτην πρὸς τοὺς υἱοὺς Ισραηλ καὶ εἰ̃πεν αὐτοι̃ς τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἐγώ εἰμι ὁ ἀναβιβάσας ὑμα̃ς ἐξ Αἰγύπτου καὶ ἐξήγαγον ὑμα̃ς ἐξ οἴκου δουλείας

6:9 καὶ ἐξειλάμην ὑμα̃ς ἐκ χειρὸς Αἰγύπτου καὶ ἐκ χειρὸς πάντων τω̃ν θλιβόντων ὑμα̃ς καὶ ἐξέβαλον αὐτοὺς ἐκ προσώπου ὑμω̃ν καὶ ἔδωκα ὑμι̃ν τὴν γη̃ν αὐτω̃ν

6:10 καὶ εἰ̃πα ὑμι̃ν ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν οὐ φοβηθήσεσθε τοὺς θεοὺς του̃ Αμορραίου ἐν οἱ̃ς ὑμει̃ς ἐνοικει̃τε ἐν τη̨̃ γη̨̃ αὐτω̃ν καὶ οὐκ εἰσηκούσατε τη̃ς φωνη̃ς μου

6:11 καὶ ἠ̃λθεν ἄγγελος κυρίου καὶ ἐκάθισεν ὑπὸ τὴν δρυ̃ν τὴν οὐ̃σαν ἐν Εφραθα τὴν του̃ Ιωας πατρὸς Αβιεζρι καὶ Γεδεων ὁ υἱὸς αὐτου̃ ἐρράβδιζεν πυροὺς ἐν ληνω̨̃ του̃ ἐκφυγει̃ν ἐκ προσώπου Μαδιαμ

6:12 καὶ ὤφθη αὐτω̨̃ ἄγγελος κυρίου καὶ εἰ̃πεν πρὸς αὐτόν κύριος μετὰ σου̃ δυνατὸς τη̨̃ ἰσχύι

6:13 καὶ εἰ̃πεν πρὸς αὐτὸν Γεδεων ἐν ἐμοί κύριε καὶ εἰ ἔστιν κύριος μεθ' ἡμω̃ν ἵνα τί εὑ̃ρεν ἡμα̃ς πάντα τὰ κακὰ ταυ̃τα καὶ που̃ ἐστιν πάντα τὰ θαυμάσια αὐτου̃ ὅσα διηγήσαντο ἡμι̃ν οἱ πατέρες ἡμω̃ν λέγοντες οὐχὶ ἐξ Αἰγύπτου ἀνήγαγεν ἡμα̃ς κύριος καὶ νυ̃ν ἀπώσατο ἡμα̃ς καὶ παρέδωκεν ἡμα̃ς ἐν χειρὶ Μαδιαμ

6:14 καὶ ἐπέβλεψεν πρὸς αὐτὸν ὁ ἄγγελος κυρίου καὶ εἰ̃πεν αὐτω̨̃ πορεύου ἐν τη̨̃ ἰσχύι σου καὶ σώσεις τὸν Ισραηλ καὶ ἰδοὺ ἐξαπέστειλά σε

6:15 καὶ εἰ̃πεν πρὸς αὐτὸν Γεδεων ἐν ἐμοί κύριε ἐν τίνι σώσω τὸν Ισραηλ ἰδοὺ ἡ χιλιάς μου ταπεινοτέρα ἐν Μανασση καὶ ἐγώ εἰμι μικρὸς ἐν τω̨̃ οἴκω̨ του̃ πατρός μου

6:16 καὶ εἰ̃πεν πρὸς αὐτὸν ὁ ἄγγελος κυρίου κύριος ἔσται μετὰ σου̃ καὶ πατάξεις τὴν Μαδιαμ ὡσεὶ ἄνδρα ἕνα

6:17 καὶ εἰ̃πεν πρὸς αὐτὸν Γεδεων καὶ εἰ εὑ̃ρον χάριν ἐν ὀφθαλμοι̃ς σου καὶ ποιήσεις μοι σημει̃ον ὅτι σὺ λαλει̃ς μετ' ἐμου̃

6:18 μὴ κινηθη̨̃ς ἐντευ̃θεν ἕως του̃ ἐλθει̃ν με πρὸς σέ καὶ οἴσω τὴν θυσίαν μου καὶ θήσω ἐνώπιόν σου καὶ εἰ̃πεν ἐγώ εἰμι καθήσομαι ἕως του̃ ἐπιστρέψαι σε

6:19 καὶ Γεδεων εἰση̃λθεν καὶ ἐποίησεν ἔριφον αἰγω̃ν καὶ οιφι ἀλεύρου ἄζυμα καὶ τὰ κρέα ἐπέθηκεν ἐπὶ τὸ κανου̃ν καὶ τὸν ζωμὸν ἐνέχεεν εἰς χύτραν καὶ ἐξήνεγκεν πρὸς αὐτὸν ὑπὸ τὴν δρυ̃ν καὶ προσεκύνησεν

6:20 καὶ εἰ̃πεν πρὸς αὐτὸν ὁ ἄγγελος κυρίου λαβὲ τὰ κρέα καὶ τοὺς ἄρτους τοὺς ἀζύμους καὶ θὲς πρὸς τὴν πέτραν ἐκείνην καὶ τὸν ζωμὸν ἔκχεον καὶ ἐποίησεν οὕτως

6:21 καὶ ἐξέτεινεν ὁ ἄγγελος κυρίου τὸ ἄκρον τη̃ς ῥάβδου τη̃ς ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ ἥψατο τω̃ν κρεω̃ν καὶ τω̃ν ἀζύμων καὶ ἀνήφθη πυ̃ρ ἐκ τη̃ς πέτρας καὶ κατέφαγεν τὰ κρέα καὶ τοὺς ἀζύμους καὶ ὁ ἄγγελος κυρίου ἀπη̃λθεν ἐξ ὀφθαλμω̃ν αὐτου̃

6:22 καὶ εἰ̃δεν Γεδεων ὅτι ἄγγελος κυρίου ἐστίν καὶ εἰ̃πεν Γεδεων ἀ̃ ἀ̃ κύριε κύριε ὅτι εἰ̃δον τὸν ἄγγελον κυρίου πρόσωπον πρὸς πρόσωπον

6:23 καὶ εἰ̃πεν αὐτω̨̃ κύριος εἰρήνη σοι μὴ φοβου̃ μὴ ἀποθάνη̨ς

6:24 καὶ ὠ̨κοδόμησεν ἐκει̃ Γεδεων θυσιαστήριον τω̨̃ κυρίω̨ καὶ ἐκάλεσεν αὐτὸ Εἰρήνη κυρίου ἕως τη̃ς ἡμέρας ταύτης ἔτι αὐτου̃ ὄντος ἐν Εφραθα πατρὸς του̃ Εζρι

6:25 καὶ ἐγενήθη τη̨̃ νυκτὶ ἐκείνη̨ καὶ εἰ̃πεν αὐτω̨̃ κύριος λαβὲ τὸν μόσχον τὸν σιτευτὸν του̃ πατρός σου μόσχον τὸν ἑπταετη̃ καὶ καθελει̃ς τὸ θυσιαστήριον του̃ Βααλ ὅ ἐστιν του̃ πατρός σου καὶ τὸ ἄλσος τὸ ἐπ' αὐτω̨̃ ἐκκόψεις

6:26 καὶ οἰκοδομήσεις θυσιαστήριον κυρίω̨ τω̨̃ θεω̨̃ σου τω̨̃ ὀφθέντι σοι ἐπὶ τη̃ς κορυφη̃ς του̃ ὄρους Μαωζ τούτου ἐν τη̨̃ παρατάξει καὶ λήμψη̨ τὸν μόσχον καὶ ἀνοίσεις ὁλοκαύτωμα ἐν τοι̃ς ξύλοις του̃ ἄλσους οὑ̃ ἐκκόψεις

6:27 καὶ ἔλαβεν Γεδεων τρει̃ς καὶ δέκα ἄνδρας ἀπὸ τω̃ν δούλων αὐτου̃ καὶ ἐποίησεν καθὰ ἐλάλησεν πρὸς αὐτὸν κύριος καὶ ἐγένετο ὡς ἐφοβήθη τὸν οἰ̃κον του̃ πατρὸς αὐτου̃ καὶ τοὺς ἄνδρας τη̃ς πόλεως μὴ ποιη̃σαι ἡμέρας καὶ ἐποίησεν νυκτός

6:28 καὶ ὤρθρισαν οἱ ἄνδρες τη̃ς πόλεως τὸ πρωί καὶ ἰδοὺ κατεσκαμμένον τὸ θυσιαστήριον του̃ Βααλ καὶ τὸ ἄλσος τὸ ἐπ' αὐτω̨̃ ἐκκεκομμένον καὶ ὁ μόσχος ὁ σιτευτὸς ἀνηνεγμένος εἰς ὁλοκαύτωμα ἐπὶ τὸ θυσιαστήριον τὸ ὠ̨κοδομημένον

6:29 καὶ εἰ̃πεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτου̃ τίς ἐποίησεν τὸ πρα̃γμα του̃το καὶ ἀνήταζον καὶ ἐξεζήτουν καὶ εἰ̃παν Γεδεων ὁ υἱὸς Ιωας ἐποίησεν τὸ πρα̃γμα του̃το

6:30 καὶ εἰ̃παν οἱ ἄνδρες τη̃ς πόλεως πρὸς Ιωας ἐξάγαγε τὸν υἱόν σου καὶ ἀποθανέτω ὅτι κατέσκαψεν τὸ θυσιαστήριον του̃ Βααλ καὶ ὅτι ἔκοψεν τὸ ἄλσος τὸ ἐπ' αὐτω̨̃

6:31 καὶ εἰ̃πεν Ιωας πρὸς τοὺς ἄνδρας τοὺς ἑσταμένους ἐπ' αὐτόν μὴ ὑμει̃ς νυ̃ν δικάζεσθε περὶ του̃ Βααλ ἢ ὑμει̃ς σώ̨ζετε αὐτόν ὃς ἀντεδίκησεν αὐτόν ἀποθανει̃ται ἕως πρωί εἰ ἔστιν θεός αὐτὸς ἐκδικήσει αὐτόν ὅτι κατέσκαψεν τὸ θυσιαστήριον αὐτου̃

6:32 καὶ ἐκάλεσεν αὐτὸ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ Δικαστήριον του̃ Βααλ ὅτι κατέσκαψεν τὸ θυσιαστήριον αὐτου̃

6:33 καὶ πα̃σα Μαδιαμ καὶ Αμαληκ καὶ υἱοὶ ἀνατολω̃ν συνήχθησαν ἐπὶ τὸ αὐτὸ καὶ διέβησαν καὶ παρενέβαλον ἐν τη̨̃ κοιλάδι Ιεζραελ

6:34 καὶ πνευ̃μα θεου̃ ἐνέδυσεν τὸν Γεδεων καὶ ἐσάλπισεν ἐν κερατίνη̨ καὶ ἐβόησεν Αβιεζερ ὀπίσω αὐτου̃

6:35 καὶ ἀγγέλους ἐξαπέστειλεν ἐν παντὶ Μανασση καὶ ἐβόησεν καὶ αὐτὸς ὀπίσω αὐτου̃ καὶ ἐξαπέστειλεν ἀγγέλους ἐν Ασηρ καὶ ἐν Ζαβουλων καὶ ἐν Νεφθαλι καὶ ἀνέβησαν εἰς συνάντησιν αὐτου̃

6:36 καὶ εἰ̃πεν Γεδεων πρὸς τὸν θεόν εἰ σώ̨ζεις ἐν τη̨̃ χειρί μου τὸν Ισραηλ ὃν τρόπον ἐλάλησας

6:37 ἰδοὺ ἐγὼ ἀπερείδομαι τὸν πόκον τω̃ν ἐρίων ἐν τω̨̃ ἅλωνι καὶ ἐὰν δρόσος γένηται ἐπὶ τὸν πόκον μόνον καὶ ἐπὶ πα̃σαν τὴν γη̃ν ξηρασία καὶ γνώσομαι ὅτι σώ̨ζεις ἐν τη̨̃ χειρί μου τὸν Ισραηλ ὃν τρόπον ἐλάλησας

6:38 καὶ ἐγένετο οὕτως καὶ ὤρθρισεν Γεδεων τη̨̃ ἐπαύριον καὶ ἀπεπίασεν τὸν πόκον καὶ ἀπερρύη ἡ δρόσος ἐκ του̃ πόκου πλήρης λεκάνη ὕδατος

6:39 καὶ εἰ̃πεν Γεδεων πρὸς τὸν θεόν μὴ ὀργισθήτω ὁ θυμός σου ἐν ἐμοί καὶ λαλήσω ἔτι ἅπαξ καὶ πειράσω ἔτι ἅπαξ ἐν τω̨̃ πόκω̨ καὶ γενηθήτω ξηρασία ἐπὶ τὸν πόκον μόνον ἐπὶ δὲ πα̃σαν τὴν γη̃ν γενηθήτω δρόσος

6:40 καὶ ἐποίησεν ὁ θεὸς οὕτως ἐν τη̨̃ νυκτὶ ἐκείνη̨ καὶ ἐγένετο ξηρασία ἐπὶ τὸν πόκον μόνον ἐπὶ δὲ πα̃σαν τὴν γη̃ν ἐγένετο δρόσος

7:1 καὶ ὤρθρισεν Ιεροβααλ αὐτός ἐστιν Γεδεων καὶ πα̃ς ὁ λαὸς ὁ μετ' αὐτου̃ καὶ παρενέβαλεν ἐπὶ τὴν γη̃ν Αρωεδ καὶ παρεμβολὴ Μαδιαμ καὶ Αμαληκ ἠ̃ν αὐτω̨̃ ἀπὸ βορρα̃ ἀπὸ του̃ βουνου̃ του̃ Αβωρ ἐν τη̨̃ κοιλάδι

7:2 καὶ εἰ̃πεν κύριος πρὸς Γεδεων πολὺς ὁ λαὸς ὁ μετὰ σου̃ ὥστε μὴ παραδου̃ναί με τὴν Μαδιαμ ἐν χειρὶ αὐτω̃ν μήποτε καυχήσηται Ισραηλ ἐπ' ἐμὲ λέγων ἡ χείρ μου ἔσωσέν με

7:3 καὶ εἰ̃πεν κύριος πρὸς αὐτόν λάλησον δὴ εἰς τὰ ὠ̃τα του̃ λαου̃ λέγων τίς δειλὸς καὶ φοβούμενος ἀποστραφήτω καὶ ἐξώρμησαν ἀπὸ του̃ ὄρους του̃ Γαλααδ καὶ ἀπεστράφησαν ἀπὸ του̃ λαου̃ εἴκοσι καὶ δύο χιλιάδες καὶ δέκα χιλιάδες ὑπελείφθησαν

7:4 καὶ εἰ̃πεν κύριος πρὸς Γεδεων ἔτι ὁ λαὸς πολύς κατάγαγε αὐτοὺς εἰς τὸ ὕδωρ καὶ δοκιμω̃ αὐτούς σοι ἐκει̃ καὶ ἔσται ὃν ἐὰν εἴπω πρὸς σέ οὑ̃τος πορεύσεται μετὰ σου̃ αὐτὸς πορεύσεται μετὰ σου̃ καὶ ὃν ἐὰν εἴπω σοι ὅτι οὐ πορεύσεται μετὰ σου̃ αὐτὸς οὐ πορεύσεται μετὰ σου̃

7:5 καὶ κατεβίβασεν τὸν λαὸν εἰς τὸ ὕδωρ καὶ εἰ̃πεν κύριος πρὸς Γεδεων πα̃ς ὃς ἂν λάψη̨ τη̨̃ γλώσση̨ αὐτου̃ ἐκ του̃ ὕδατος ὡς ἐὰν λάψη̨ ὁ κύων στήσεις αὐτὸν κατὰ μόνας καὶ πα̃ς ὃς ἂν κάμψη̨ ἐπὶ τὰ γόνατα αὐτου̃ του̃ πιει̃ν μεταστήσεις αὐτὸν καθ' αὑτόν

7:6 καὶ ἐγένετο πα̃ς ὁ ἀριθμὸς τω̃ν λαψάντων ἐν τη̨̃ γλώσση̨ αὐτω̃ν τριακόσιοι ἄνδρες καὶ πα̃ς ὁ ἐπίλοιπος του̃ λαου̃ ἔκαμψαν ἐπὶ τὰ γόνατα αὐτω̃ν του̃ πιει̃ν ὕδωρ

7:7 καὶ εἰ̃πεν κύριος πρὸς Γεδεων ἐν τοι̃ς τριακοσίοις ἀνδράσιν τοι̃ς λάψασιν σώσω ὑμα̃ς καὶ παραδώσω τὴν Μαδιαμ ἐν χειρί σου καὶ πα̃ς ὁ λαὸς ἀποτρεχέτω ἀνὴρ εἰς τὸν τόπον αὐτου̃

7:8 καὶ ἔλαβον τὸν ἐπισιτισμὸν του̃ λαου̃ ἐν τη̨̃ χειρὶ αὐτω̃ν καὶ τὰς κερατίνας αὐτω̃ν καὶ πάντα ἄνδρα Ισραηλ ἐξαπέστειλεν ἄνδρα εἰς τὸ σκήνωμα αὐτου̃ τω̃ν δὲ τριακοσίων ἀνδρω̃ν ἐκράτησεν ἡ δὲ παρεμβολὴ Μαδιαμ ἠ̃ν ὑποκάτωθεν αὐτου̃ ἐν τη̨̃ κοιλάδι

7:9 καὶ ἐγενήθη ἐν τη̨̃ νυκτὶ ἐκείνη̨ καὶ εἰ̃πεν πρὸς αὐτὸν κύριος ἀνάστα κατάβηθι τὸ τάχος ἐντευ̃θεν εἰς τὴν παρεμβολήν ὅτι παρέδωκα αὐτὴν ἐν τη̨̃ χειρί σου

7:10 εἰ δὲ φοβη̨̃ σὺ καταβη̃ναι κατάβηθι σὺ καὶ Φαρα τὸ παιδάριόν σου εἰς τὴν παρεμβολὴν

7:11 καὶ ἀκούση̨ τί λαλου̃σιν καὶ μετὰ ταυ̃τα ἰσχύσουσιν αἱ χει̃ρές σου καὶ καταβήση̨ ἐν τη̨̃ παρεμβολη̨̃ καὶ κατέβη αὐτὸς καὶ Φαρα τὸ παιδάριον αὐτου̃ εἰς μέρος τω̃ν πεντήκοντα τω̃ν ἐν τη̨̃ παρεμβολη̨̃

7:12 καὶ Μαδιαμ καὶ Αμαληκ καὶ πάντες οἱ υἱοὶ ἀνατολω̃ν παρεμβεβλήκεισαν ἐν τη̨̃ κοιλάδι ὡς ἀκρὶς εἰς πλη̃θος καὶ ται̃ς καμήλοις αὐτω̃ν οὐκ ἠ̃ν ἀριθμός ἀλλ' ἠ̃σαν ὥσπερ ἡ ἄμμος ἡ ἐπὶ τὸ χει̃λος τη̃ς θαλάσσης εἰς πλη̃θος

7:13 καὶ εἰση̃λθεν Γεδεων καὶ ἰδοὺ ἀνὴρ ἐξηγει̃το τω̨̃ πλησίον αὐτου̃ τὸ ἐνύπνιον καὶ εἰ̃πεν ἰδοὺ τὸ ἐνύπνιον ὃ ἠνυπνιάσθην καὶ ἰδοὺ μαγὶς ἄρτου κριθίνου κυλιομένη ἐν τη̨̃ παρεμβολη̨̃ Μαδιαμ καὶ ἠ̃λθεν ἕως τη̃ς σκηνη̃ς Μαδιαμ καὶ ἐπάταξεν αὐτὴν καὶ κατέστρεψεν αὐτήν καὶ ἔπεσεν ἡ σκηνή

7:14 καὶ ἀπεκρίθη ὁ πλησίον αὐτου̃ καὶ εἰ̃πεν οὐκ ἔστιν αὕτη ἀλλ' ἢ ῥομφαία Γεδεων υἱου̃ Ιωας ἀνδρὸς Ισραηλ παρέδωκεν κύριος ἐν χειρὶ αὐτου̃ τὴν Μαδιαμ καὶ πα̃σαν τὴν παρεμβολήν

7:15 καὶ ἐγένετο ὡς ἤκουσεν Γεδεων τὴν διήγησιν του̃ ἐνυπνίου καὶ τὴν σύγκρισιν αὐτου̃ καὶ προσεκύνησεν κύριον καὶ ἐπέστρεψεν εἰς τὴν παρεμβολὴν Ισραηλ καὶ εἰ̃πεν ἀνάστητε ὅτι παρέδωκεν κύριος ἐν χερσὶν ὑμω̃ν τὴν παρεμβολὴν Μαδιαμ

7:16 καὶ διει̃λεν τοὺς τριακοσίους ἄνδρας τρει̃ς ἀρχὰς καὶ ἔδωκεν κερατίνας ἐν χειρὶ πάντων καὶ ὑδρίας κενὰς καὶ λαμπάδας ἐν μέσω̨ τω̃ν ὑδριω̃ν

7:17 καὶ εἰ̃πεν πρὸς αὐτούς ἀπ' ἐμου̃ ὄψεσθε καὶ οὕτως ποιήσετε καὶ ἰδοὺ ἐγὼ εἰσπορεύομαι ἐν μέσω̨ τη̃ς παρεμβολη̃ς καὶ ἔσται ὡς ἐὰν ποιήσω οὕτως ποιήσετε

7:18 καὶ σαλπιω̃ τη̨̃ κερατίνη̨ ἐγὼ καὶ πάντες οἱ μετ' ἐμου̃ καὶ σαλπιει̃τε ται̃ς κερατίναις καὶ ὑμει̃ς κύκλω̨ τη̃ς παρεμβολη̃ς καὶ ἐρει̃τε τω̨̃ κυρίω̨ καὶ τω̨̃ Γεδεων

7:19 καὶ εἰση̃λθεν Γεδεων καὶ ἑκατὸν ἄνδρες μετ' αὐτου̃ ἐν μέρει τη̃ς παρεμβολη̃ς ἀρχομένης τη̃ς φυλακη̃ς τη̃ς μεσούσης πλὴν ἐγέρσει ἤγειρεν τοὺς φυλάσσοντας καὶ ἐσάλπισαν ται̃ς κερατίναις καὶ ἐξετίναξαν τὰς ὑδρίας τὰς ἐν ται̃ς χερσὶν αὐτω̃ν

7:20 καὶ ἐσάλπισαν αἱ τρει̃ς ἀρχαὶ ἐν ται̃ς κερατίναις καὶ συνέτριψαν τὰς ὑδρίας καὶ ἐλάβοντο ἐν τη̨̃ χειρὶ τη̨̃ ἀριστερα̨̃ αὐτω̃ν τω̃ν λαμπάδων καὶ ἐν τη̨̃ χειρὶ τη̨̃ δεξια̨̃ αὐτω̃ν αἱ κερατίναι του̃ σαλπίζειν καὶ ἀνέκραξαν ῥομφαία τω̨̃ κυρίω̨ καὶ τω̨̃ Γεδεων

7:21 καὶ ἔστησαν ἕκαστος καθ' ἑαυτὸν κύκλω̨ τη̃ς παρεμβολη̃ς καὶ ἔδραμον πα̃σα ἡ παρεμβολὴ καὶ ἐσήμαναν καὶ ἔφυγον

7:22 καὶ ἐσάλπισαν αἱ τριακόσιαι κερατίναι καὶ ἔθετο κύριος μάχαιραν ἀνδρὸς ἐν τω̨̃ πλησίον αὐτου̃ καὶ ἐν ὅλη̨ τη̨̃ παρεμβολη̨̃ καὶ ἔφυγεν ἡ παρεμβολὴ ἕως τη̃ς Βαιθασεττα καὶ συνηγμένη ἕως χείλους Αβελμεουλα καὶ ἐπὶ Ταβαθ

7:23 καὶ ἐβόησεν ἀνὴρ Ισραηλ ἐκ Νεφθαλιμ καὶ ἐξ Ασηρ καὶ ἐκ παντὸς Μανασση καὶ κατεδίωξαν ὀπίσω Μαδιαμ

7:24 καὶ ἀγγέλους ἐξαπέστειλεν Γεδεων ἐν παντὶ ὁρίω̨ Εφραιμ λέγων κατάβητε εἰς συνάντησιν Μαδιαμ καὶ καταλάβετε ἑαυτοι̃ς τὸ ὕδωρ ἕως Βαιθβηρα καὶ τὸν Ιορδάνην καὶ ἐβόησεν πα̃ς ἀνὴρ Εφραιμ καὶ προκατελάβοντο τὸ ὕδωρ ἕως Βαιθβηρα καὶ τὸν Ιορδάνην

7:25 καὶ συνέλαβον τοὺς δύο ἄρχοντας Μαδιαμ τὸν Ωρηβ καὶ τὸν Ζηβ καὶ ἀπέκτειναν τὸν Ωρηβ ἐν Σουριν καὶ τὸν Ζηβ ἀπέκτειναν ἐν Ιακεφζηβ καὶ κατεδίωξαν Μαδιαμ καὶ τὴν κεφαλὴν Ωρηβ καὶ Ζηβ ἤνεγκαν πρὸς Γεδεων ἐκ του̃ πέραν του̃ Ιορδάνου

8:1 καὶ εἰ̃πεν πρὸς αὐτὸν ἀνὴρ Εφραιμ τί τὸ ῥη̃μα του̃το ἐποίησας ἡμι̃ν του̃ μὴ καλέσαι ἡμα̃ς ὅτε ἐξεπορεύου πολεμη̃σαι ἐν τη̨̃ Μαδιαμ καὶ ἐκρίνοντο μετ' αὐτου̃ κραταιω̃ς

8:2 καὶ εἰ̃πεν πρὸς αὐτούς τί ἐποίησα νυ̃ν καθὼς ὑμει̃ς οὐχὶ κρείττω ἐπιφυλλίδες Εφραιμ ἢ τρυγητὸς Αβιεζερ

8:3 ἐν χειρὶ ὑμω̃ν παρέδωκεν κύριος τοὺς ἄρχοντας Μαδιαμ τὸν Ωρηβ καὶ τὸν Ζηβ καὶ τί ἠδυνάσθην ποιη̃σαι καθὼς ὑμει̃ς καὶ κατέπαυσαν τότε ἀνη̃κε τὸ πνευ̃μα αὐτω̃ν ἀπ' αὐτου̃ ἐν τω̨̃ λαλη̃σαι αὐτὸν τὸν λόγον του̃τον

8:4 καὶ ἠ̃λθεν Γεδεων ἐπὶ τὸν Ιορδάνην καὶ διέβη αὐτὸς καὶ οἱ τριακόσιοι ἄνδρες μετ' αὐτου̃ ὀλιγοψυχου̃ντες καὶ πεινω̃ντες

8:5 καὶ εἰ̃πεν τοι̃ς ἀνδράσιν Σοκχωθ δότε δὴ ἄρτους τω̨̃ λαω̨̃ τω̨̃ μετ' ἐμου̃ ὅτι πεινω̃σιν ἐγὼ δὲ διώκω ὀπίσω Ζεβεε καὶ Σαλμανα βασιλέων Μαδιαμ

8:6 καὶ εἰ̃παν οἱ ἄρχοντες Σοκχωθ μὴ χεὶρ Ζεβεε καὶ Σαλμανα νυ̃ν ἐν τη̨̃ χειρί σου ὅτι δώσομεν τη̨̃ στρατια̨̃ σου ἄρτους

8:7 καὶ εἰ̃πεν Γεδεων οὐχ οὕτως ἐν τω̨̃ δου̃ναι κύριον τὸν Ζεβεε καὶ Σαλμανα ἐν τη̨̃ χειρί μου καὶ καταξανω̃ τὰς σάρκας ὑμω̃ν ἐν ται̃ς ἀκάνθαις τη̃ς ἐρήμου καὶ ἐν ται̃ς βαρκοννιμ

8:8 καὶ ἀνέβη ἐκει̃θεν εἰς Φανουηλ καὶ ἐλάλησεν πρὸς αὐτοὺς κατὰ ταυ̃τα καὶ ἀπεκρίθησαν αὐτω̨̃ οἱ ἄνδρες Φανουηλ ὃν τρόπον ἀπεκρίθησαν αὐτω̨̃ οἱ ἄνδρες Σοκχωθ

8:9 καὶ εἰ̃πεν τοι̃ς ἀνδράσιν Φανουηλ λέγων ἐν τω̨̃ ἐπιστρέφειν με μετ' εἰρήνης κατασκάψω τὸν πύργον του̃τον

8:10 καὶ Ζεβεε καὶ Σαλμανα ἐν Καρκαρ καὶ ἡ παρεμβολὴ αὐτω̃ν μετ' αὐτω̃ν ὡσεὶ πεντεκαίδεκα χιλιάδες οἱ καταλειφθέντες ἐν πάση̨ παρεμβολη̨̃ υἱω̃ν ἀνατολω̃ν καὶ οἱ πεπτωκότες ἠ̃σαν ἑκατὸν καὶ εἴκοσι χιλιάδες ἀνδρω̃ν ἐσπασμένων ῥομφαίαν

8:11 καὶ ἀνέβη Γεδεων ὁδὸν κατοικούντων ἐν σκηναι̃ς ἀνατολω̃ν τη̃ς Ναβεθ ἐξ ἐναντίας Ζεβεε καὶ ἐπάταξεν τὴν παρεμβολήν ἡ δὲ παρεμβολὴ ἠ̃ν πεποιθυι̃α

8:12 καὶ ἔφυγεν Ζεβεε καὶ Σαλμανα καὶ ἐδίωξεν ὀπίσω αὐτω̃ν καὶ ἐκράτησεν τοὺς δύο βασιλει̃ς Μαδιαμ τὸν Ζεβεε καὶ τὸν Σαλμανα καὶ πα̃σαν τὴν παρεμβολὴν αὐτω̃ν ἐξέτριψεν

8:13 καὶ ἀνέστρεψεν Γεδεων υἱὸς Ιωας ἐκ του̃ πολέμου ἀπὸ ἀναβάσεως Αρες

8:14 καὶ συνέλαβον παιδάριον ἐκ τω̃ν ἀνδρω̃ν Σοκχωθ καὶ ἐπηρώτησεν αὐτόν καὶ ἀπεγράψατο πρὸς αὐτοὺς τοὺς ἄρχοντας Σοκχωθ καὶ τοὺς πρεσβυτέρους αὐτη̃ς ἑβδομήκοντα ἑπτὰ ἄνδρας

8:15 καὶ παρεγένετο Γεδεων πρὸς τοὺς ἄρχοντας Σοκχωθ καὶ εἰ̃πεν αὐτοι̃ς ἰδοὺ Ζεβεε καὶ Σαλμανα δι' οὓς ὠνειδίσατέ με λέγοντες μὴ χεὶρ Ζεβεε καὶ Σαλμανα νυ̃ν ἐν τη̨̃ χειρί σου ὅτι δώσομεν τοι̃ς ἀνδράσιν σου τοι̃ς ἐκλελυμένοις ἄρτους

8:16 καὶ ἔλαβεν τοὺς ἄρχοντας καὶ τοὺς πρεσβυτέρους τη̃ς πόλεως καὶ κατέξανεν αὐτοὺς ἐν ται̃ς ἀκάνθαις τη̃ς ἐρήμου καὶ ται̃ς βαρακηνιμ καὶ κατέξανεν ἐν αὐτοι̃ς ἄνδρας Σοκχωθ

8:17 καὶ τὸν πύργον Φανουηλ κατέσκαψεν καὶ ἀπέκτεινεν τοὺς ἄνδρας τη̃ς πόλεως

8:18 καὶ εἰ̃πεν πρὸς Ζεβεε καὶ Σαλμανα που̃ οἱ ἄνδρες οὓς ἀπεκτείνατε ἐν Θαβωρ καὶ εἰ̃παν ὡσεὶ σύ ὅμοιος σοί ὅμοιος αὐτω̃ν ὡς εἰ̃δος μορφὴ υἱω̃ν βασιλέων

8:19 καὶ εἰ̃πεν Γεδεων ἀδελφοί μου καὶ υἱοὶ τη̃ς μητρός μού εἰσιν καὶ ὤμοσεν αὐτοι̃ς ζη̨̃ κύριος εἰ ἐζωογονήσατε αὐτούς οὐκ ἂν ἀπέκτεινα ὑμα̃ς

8:20 καὶ εἰ̃πεν τω̨̃ Ιεθερ τω̨̃ πρωτοτόκω̨ αὐτου̃ ἀναστὰς ἀπόκτεινον αὐτούς καὶ οὐκ ἔσπασεν τὸ παιδάριον αὐτου̃ τὴν μάχαιραν αὐτου̃ ὅτι ἐφοβήθη ὅτι ἠ̃ν νεώτερος

8:21 καὶ εἰ̃πεν Ζεβεε καὶ Σαλμανα ἀνάστα δὴ σὺ καὶ ἀπάντησον ἡμι̃ν ὅτι ὡς ἀνὴρ ἡ δύναμις αὐτου̃ καὶ ἀνέστη Γεδεων καὶ ἀνει̃λεν τὸν Ζεβεε καὶ τὸν Σαλμανα καὶ ἔλαβεν τοὺς μηνίσκους τοὺς ἐν τοι̃ς τραχήλοις τω̃ν καμήλων αὐτω̃ν

8:22 καὶ εἰ̃πεν ἀνὴρ Ισραηλ πρὸς Γεδεων ἄρχε ἐν ἡμι̃ν σὺ καὶ οἱ υἱοί σου ὅτι σέσωκας ἡμα̃ς ἐκ χειρὸς Μαδιαμ

8:23 καὶ εἰ̃πεν πρὸς αὐτοὺς Γεδεων οὐκ ἄρξω ἐγὼ ὑμω̃ν καὶ οὐκ ἄρξει ὁ υἱός μου ὑμω̃ν κύριος ἄρξει ὑμω̃ν

8:24 καὶ εἰ̃πεν πρὸς αὐτοὺς Γεδεων αἰτήσομαι παρ' ὑμω̃ν αἴτησιν καὶ δότε μοι ἀνὴρ ἐνώτιον τω̃ν σκύλων αὐτου̃ ὅτι ἐνώτια χρυσα̃ πολλὰ ἠ̃ν αὐτοι̃ς ὅτι Ισμαηλι̃ται ἠ̃σαν

8:25 καὶ εἰ̃παν διδόντες δώσομεν καὶ ἀνέπτυξεν τὸ ἱμάτιον αὐτου̃ καὶ ἔρριψεν ἐκει̃ ἀνὴρ ἐνώτιον χρυσου̃ν τω̃ν σκύλων αὐτου̃

8:26 καὶ ἐγενήθη ὁ σταθμὸς τω̃ν ἐνωτίων τω̃ν χρυσω̃ν ὡ̃ν ἠ̨τήσατο σίκλοι χίλιοι καὶ ἑπτακόσιοι χρυσου̃ πλὴν τω̃ν σιρώνων καὶ τω̃ν ὁρμίσκων ενφωθ καὶ τω̃ν περιβολαίων τω̃ν πορφυρω̃ν τω̃ν ἐπὶ τοι̃ς βασιλευ̃σιν Μαδιαμ καὶ πλὴν τω̃ν κλοιω̃ν τω̃ν χρυσω̃ν τω̃ν ἐν τοι̃ς τραχήλοις τω̃ν καμήλων αὐτω̃ν

8:27 καὶ ἐποίησεν αὐτὸ Γεδεων εἰς εφουδ καὶ ἔστησεν αὐτὸ ἐν πόλει αὐτου̃ ἐν Εφραθα καὶ ἐξεπόρνευσεν πα̃ς Ισραηλ ὀπίσω αὐτου̃ ἐκει̃ καὶ ἐγένετο τω̨̃ Γεδεων καὶ τω̨̃ οἴκω̨ αὐτου̃ εἰς σκάνδαλον

8:28 καὶ ἐνετράπη Μαδιαμ ἐνώπιον υἱω̃ν Ισραηλ καὶ οὐ προσέθεντο ἀ̃ραι κεφαλὴν αὐτω̃ν καὶ ἡσύχασεν ἡ γη̃ ἔτη τεσσαράκοντα ἐν ἡμέραις Γεδεων

8:29 καὶ ἐπορεύθη Ιεροβααλ υἱὸς Ιωας καὶ κατώ̨κησεν ἐν τω̨̃ οἴκω̨ αὐτου̃

8:30 καὶ τω̨̃ Γεδεων ἠ̃σαν ἑβδομήκοντα υἱοὶ ἐκπορευόμενοι ἐκ μηρω̃ν αὐτου̃ ὅτι γυναι̃κες πολλαὶ ἠ̃σαν αὐτω̨̃

8:31 καὶ ἡ παλλακὴ αὐτου̃ ἡ ἐν Σικιμοις ἔτεκεν αὐτω̨̃ καί γε αὐτὴ υἱόν καὶ ἐπέθηκεν τὸ ὄνομα αὐτου̃ Αβιμελεχ

8:32 καὶ ἀπέθανεν Γεδεων υἱὸς Ιωας ἐν πολια̨̃ ἀγαθη̨̃ καὶ ἐτάφη ἐν τω̨̃ τάφω̨ Ιωας του̃ πατρὸς αὐτου̃ ἐν Εφραθα πατρὸς Αβιεζρι

8:33 καὶ ἐγενήθη ὡς ἀπέθανεν Γεδεων καὶ ἀπεστράφησαν οἱ υἱοὶ Ισραηλ καὶ ἐξεπόρνευσαν ὀπίσω τω̃ν Βααλιμ καὶ ἔθεντο αὑτοι̃ς τὸν Βααλβεριθ εἰς διαθήκην του̃ εἰ̃ναι αὐτοι̃ς αὐτὸν εἰς θεόν

8:34 καὶ οὐκ ἐμνήσθησαν οἱ υἱοὶ Ισραηλ κυρίου του̃ θεου̃ αὐτω̃ν του̃ ῥυσαμένου αὐτοὺς ἐκ χειρὸς πάντων τω̃ν ἐχθρω̃ν αὐτω̃ν κυκλόθεν

8:35 καὶ οὐκ ἐποίησαν ἔλεος μετὰ του̃ οἴκου Ιεροβααλ Γεδεων κατὰ πα̃σαν τὴν ἀγαθωσύνην ἣν ἐποίησεν μετὰ Ισραηλ

9:1 καὶ ἐπορεύθη Αβιμελεχ υἱὸς Ιεροβααλ εἰς Σικιμα πρὸς τοὺς ἀδελφοὺς τη̃ς μητρὸς αὐτου̃ καὶ ἐλάλησεν πρὸς αὐτοὺς καὶ πρὸς πα̃σαν τὴν συγγένειαν του̃ οἴκου τη̃ς μητρὸς αὐτου̃ λέγων

9:2 λαλήσατε δὴ ἐν ὠσὶν τω̃ν ἀνδρω̃ν Σικιμων ποι̃ον βέλτιόν ἐστιν τὸ ἄρχειν ὑμω̃ν ἑβδομήκοντα ἄνδρας πάντας υἱοὺς Ιεροβααλ ἢ κυριεύειν ὑμω̃ν ἄνδρα ἕνα καὶ μνήσθητε ὅτι σὰρξ ὑμω̃ν καὶ ὀστου̃ν ὑμω̃ν ἐγώ εἰμι

9:3 καὶ ἐλάλησαν περὶ αὐτου̃ οἱ ἀδελφοὶ τη̃ς μητρὸς αὐτου̃ ἐν τοι̃ς ὠσὶν πάντων τω̃ν ἀνδρω̃ν Σικιμων πάντας τοὺς λόγους τούτους καὶ ἔκλινεν καρδία αὐτω̃ν ὀπίσω Αβιμελεχ ὅτι εἰ̃παν ἀδελφὸς ἡμω̃ν ἐστιν

9:4 καὶ ἔδωκαν αὐτω̨̃ ἑβδομήκοντα ἀργυρίου ἐκ του̃ οἴκου Βααλ διαθήκης καὶ ἐμισθώσατο ἐν αὐτοι̃ς Αβιμελεχ ἄνδρας κενοὺς καὶ θαμβουμένους καὶ ἐπορεύθησαν ὀπίσω αὐτου̃

9:5 καὶ εἰση̃λθεν εἰς τὸν οἰ̃κον του̃ πατρὸς αὐτου̃ εἰς Εφραθα καὶ ἀπέκτεινεν τοὺς ἀδελφοὺς αὐτου̃ υἱοὺς Ιεροβααλ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα καὶ ἀπελείφθη Ιωαθαμ υἱὸς Ιεροβααλ ὁ νεώτερος ὅτι ἐκρύβη

9:6 καὶ συνήχθησαν πάντες οἱ ἄνδρες Σικιμων καὶ πα̃ς ὁ οἰ̃κος Μααλλων καὶ ἐπορεύθησαν καὶ ἐβασίλευσαν τὸν Αβιμελεχ εἰς βασιλέα πρὸς τη̨̃ βαλάνω̨ τη̃ς στάσεως ἐν Σικιμοις

9:7 καὶ ἀνήγγειλαν τω̨̃ Ιωαθαμ καὶ ἐπορεύθη καὶ ἔστη ἐπὶ τη̃ς κορυφη̃ς του̃ ὄρους Γαριζιν καὶ ἐπη̃ρεν τὴν φωνὴν αὐτου̃ καὶ ἐκάλεσεν καὶ εἰ̃πεν αὐτοι̃ς ἀκούσατέ μου ἄνδρες Σικιμων καὶ ἀκούσαι ὑμω̃ν ὁ θεός

9:8 πορευόμενα ἐπορεύθησαν τὰ ξύλα του̃ χρι̃σαι ἑαυτοι̃ς βασιλέα καὶ εἰ̃πον τη̨̃ ἐλαία̨ βασίλευσον ἐφ' ἡμω̃ν

9:9 καὶ εἰ̃πεν αὐτοι̃ς ἡ ἐλαία ἀφει̃σα τὴν πιότητά μου ἣν ἐν ἐμοὶ ἐδόξασεν ὁ θεὸς καὶ ἄνθρωποι πορευθω̃ ἄρχειν τω̃ν ξύλων

9:10 καὶ εἰ̃παν τὰ ξύλα τη̨̃ συκη̨̃ δευ̃ρο βασίλευσον ἐφ' ἡμω̃ν

9:11 καὶ εἰ̃πεν αὐτοι̃ς ἡ συκη̃ ἀφει̃σα τὴν γλυκύτητά μου καὶ τὸ γένημά μου τὸ ἀγαθὸν πορευθω̃ ἄρχειν ἐπὶ ξύλων

9:12 καὶ εἰ̃παν τὰ ξύλα τη̨̃ ἀμπέλω̨ δευ̃ρο βασίλευσον ἐφ' ἡμω̃ν

9:13 καὶ εἰ̃πεν αὐτοι̃ς ἡ ἄμπελος ἀφει̃σα τὸν οἰ̃νόν μου τὴν εὐφροσύνην τὴν παρὰ του̃ θεου̃ τω̃ν ἀνθρώπων πορευθω̃ ἄρχειν ξύλων

9:14 καὶ εἰ̃παν τὰ ξύλα πρὸς τὴν ῥάμνον δευ̃ρο σὺ βασίλευσον ἐφ' ἡμω̃ν

9:15 καὶ εἰ̃πεν ἡ ῥάμνος πρὸς τὰ ξύλα εἰ ἐν ἀληθεία̨ ὑμει̃ς χρίετέ με εἰς βασιλέα ἐφ' ὑμω̃ν δευ̃τε πεποίθατε ἐν τη̨̃ σκέπη̨ μου καὶ εἰ μή ἐξέλθοι πυ̃ρ ἐκ τη̃ς ῥάμνου καὶ καταφάγοι τὰς κέδρους του̃ Λιβάνου

9:16 καὶ νυ̃ν εἰ ἐν ἀληθεία̨ καὶ ἐν τελειότητι ἐποιήσατε καὶ ἐβασιλεύσατε τὸν Αβιμελεχ καὶ εἰ καλω̃ς ἐποιήσατε μετὰ Ιεροβααλ καὶ μετὰ του̃ οἴκου αὐτου̃ καὶ εἰ κατὰ τὸ ἀνταπόδομα τη̃ς χειρὸς αὐτου̃ ἐποιήσατε αὐτω̨̃

9:17 ὡς ἐπολέμησεν ὁ πατήρ μου ὑπὲρ ὑμω̃ν καὶ ἔρριψεν τὴν ψυχὴν αὐτου̃ ἐξ ἐναντίας καὶ ἐξείλατο ὑμα̃ς ἐκ χειρὸς Μαδιαμ

9:18 καὶ ὑμει̃ς ἐπανέστητε ἐπὶ τὸν οἰ̃κον του̃ πατρός μου σήμερον καὶ ἀπεκτείνατε τοὺς υἱοὺς αὐτου̃ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα καὶ ἐβασιλεύσατε τὸν Αβιμελεχ υἱὸν τη̃ς παιδίσκης αὐτου̃ ἐπὶ τοὺς ἄνδρας Σικιμων ὅτι ἀδελφὸς ὑμω̃ν ἐστιν

9:19 καὶ εἰ ἐν ἀληθεία̨ καὶ τελειότητι ἐποιήσατε μετὰ Ιεροβααλ καὶ του̃ οἴκου αὐτου̃ τη̨̃ ἡμέρα̨ ταύτη̨ εὐλογηθείητε ὑμει̃ς καὶ εὐφρανθείητε ἐν Αβιμελεχ καὶ εὐφρανθείη καὶ αὐτὸς ἐν ὑμι̃ν

9:20 καὶ εἰ μή ἐξέλθοι πυ̃ρ ἐξ Αβιμελεχ καὶ καταφάγοι τοὺς ἄνδρας Σικιμων καὶ τὸν οἰ̃κον Μααλλων καὶ εἰ μή ἐξέλθοι πυ̃ρ ἀπὸ ἀνδρω̃ν Σικιμων καὶ ἐκ του̃ οἴκου Μααλλων καὶ καταφάγοι τὸν Αβιμελεχ

9:21 καὶ ἀπέδρα Ιωαθαμ καὶ ἐπορεύθη ἐν ὁδω̨̃ καὶ ἔφυγεν εἰς Ραρα καὶ κατώ̨κησεν ἐκει̃ ἀπὸ προσώπου Αβιμελεχ του̃ ἀδελφου̃ αὐτου̃

9:22 καὶ ἠ̃ρξεν Αβιμελεχ ἐπὶ Ισραηλ τρία ἔτη

9:23 καὶ ἐξαπέστειλεν ὁ θεὸς πνευ̃μα πονηρὸν ἀνὰ μέσον Αβιμελεχ καὶ ἀνὰ μέσον τω̃ν ἀνδρω̃ν Σικιμων καὶ ἠθέτησαν οἱ ἄνδρες Σικιμων ἐν τω̨̃ οἴκω̨ Αβιμελεχ

9:24 του̃ ἐπαγαγει̃ν τὴν ἀδικίαν τω̃ν ἑβδομήκοντα υἱω̃ν Ιεροβααλ καὶ τὸ αἱ̃μα αὐτω̃ν ἐπιθει̃ναι ἐπὶ Αβιμελεχ τὸν ἀδελφὸν αὐτω̃ν τὸν ἀποκτείναντα αὐτοὺς καὶ ἐπὶ τοὺς ἄνδρας Σικιμων τοὺς κατισχύσαντας τὰς χει̃ρας αὐτου̃ ὥστε ἀποκτει̃ναι τοὺς ἀδελφοὺς αὐτου̃

9:25 καὶ ἔθεντο αὐτω̨̃ οἱ ἄνδρες Σικιμων ἔνεδρα ἐπὶ τὰς κεφαλὰς τω̃ν ὀρέων καὶ ἀνήρπαζον πάντας τοὺς διαπορευομένους ἐπ' αὐτοὺς ἐν τη̨̃ ὁδω̨̃ καὶ ἀπηγγέλη τω̨̃ Αβιμελεχ

9:26 καὶ ἠ̃λθεν Γααλ υἱὸς Αβεδ καὶ οἱ ἀδελφοὶ αὐτου̃ εἰς Σικιμα καὶ ἐπεποίθησαν ἐν αὐτω̨̃ οἱ ἄνδρες Σικιμων

9:27 καὶ ἠ̃λθον εἰς ἀγρὸν καὶ ἐτρύγησαν τοὺς ἀμπελω̃νας αὐτω̃ν καὶ κατεπάτουν καὶ ἐποίησαν χοροὺς καὶ εἰση̃λθον εἰς οἰ̃κον θεου̃ αὐτω̃ν καὶ ἔφαγον καὶ ἔπιον καὶ κατηρω̃ντο τὸν Αβιμελεχ

9:28 καὶ εἰ̃πεν Γααλ υἱὸς Αβεδ τί ἐστιν Αβιμελεχ καὶ τίς ἐστιν ὁ υἱὸς Συχεμ ὅτι δουλεύσομεν αὐτω̨̃ οὐχ οὑ̃τος υἱὸς Ιεροβααλ καὶ Ζεβουλ ἐπίσκοπος αὐτου̃ δου̃λος αὐτου̃ σὺν τοι̃ς ἀνδράσιν Εμμωρ πατρὸς Συχεμ καὶ τί ὅτι δουλεύσομεν αὐτω̨̃ ἡμει̃ς

9:29 καὶ τίς δώ̨η τὸν λαὸν του̃τον ἐν χειρί μου καὶ μεταστήσω τὸν Αβιμελεχ καὶ ἐρω̃ τω̨̃ Αβιμελεχ πλήθυνον τὴν δύναμίν σου καὶ ἔξελθε

9:30 καὶ ἤκουσεν Ζεβουλ ὁ ἄρχων τη̃ς πόλεως τοὺς λόγους Γααλ υἱου̃ Αβεδ καὶ ἐθυμώθη ὀργη̨̃

9:31 καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Αβιμελεχ μετὰ δώρων λέγων ἰδοὺ Γααλ υἱὸς Αβεδ καὶ οἱ ἀδελφοὶ αὐτου̃ παραγεγόνασιν εἰς Σικιμα καὶ οἵδε πολιορκου̃σιν τὴν πόλιν ἐπὶ σέ

9:32 καὶ νυ̃ν ἀνάστηθι νυκτὸς σὺ καὶ ὁ λαὸς ὁ μετὰ σου̃ καὶ ἐνέδρευσον ἐν τω̨̃ ἀγρω̨̃

9:33 καὶ ἔσται τὸ πρωὶ ἅμα τω̨̃ ἀνατει̃λαι τὸν ἥλιον καὶ ὀρθρίσεις καὶ ἐκτενει̃ς ἐπὶ τὴν πόλιν καὶ ἰδοὺ αὐτὸς καὶ ὁ λαὸς ὁ μετ' αὐτου̃ ἐκπορεύονται πρὸς σέ καὶ ποιήσεις αὐτω̨̃ καθάπερ ἐὰν εὕρη̨ ἡ χείρ σου

9:34 καὶ ἀνέστη Αβιμελεχ καὶ πα̃ς ὁ λαὸς ὁ μετ' αὐτου̃ νυκτὸς καὶ ἐνήδρευσαν ἐπὶ Σικιμα τέσσαρας ἀρχάς

9:35 καὶ ἐγένετο πρωὶ καὶ ἐξη̃λθεν Γααλ υἱὸς Αβεδ καὶ ἔστη πρὸς τη̨̃ θύρα̨ τη̃ς πύλης τη̃ς πόλεως καὶ ἀνέστη Αβιμελεχ καὶ ὁ λαὸς ὁ μετ' αὐτου̃ ἐκ τω̃ν ἐνέδρων

9:36 καὶ εἰ̃δεν Γααλ υἱὸς Αβεδ τὸν λαὸν καὶ εἰ̃πεν πρὸς Ζεβουλ ἰδοὺ λαὸς καταβαίνων ἀπὸ τω̃ν κορυφω̃ν τω̃ν ὀρέων καὶ εἰ̃πεν πρὸς αὐτὸν Ζεβουλ τὴν σκιὰν τω̃ν ὀρέων σὺ ὁρα̃ς ὡς ἄνδρας

9:37 καὶ προσέθετο ἔτι Γααλ του̃ λαλη̃σαι καὶ εἰ̃πεν ἰδοὺ λαὸς καταβαίνων κατὰ θάλασσαν ἀπὸ του̃ ἐχόμενα του̃ ὀμφαλου̃ τη̃ς γη̃ς καὶ ἀρχὴ μία παραγίνεται ἀπὸ ὁδου̃ δρυὸς ἀποβλεπόντων

9:38 καὶ εἰ̃πεν πρὸς αὐτὸν Ζεβουλ που̃ ἐστιν νυ̃ν τὸ στόμα σου τὸ λέγον τίς ἐστιν Αβιμελεχ ὅτι δουλεύσομεν αὐτω̨̃ οὐκ ἰδοὺ οὑ̃τός ἐστιν ὁ λαός ὃν ἐξουδένωσας ἔξελθε νυ̃ν καὶ πολέμει πρὸς αὐτόν

9:39 καὶ ἐξη̃λθεν Γααλ ἀπὸ προσώπου τω̃ν ἀνδρω̃ν Σικιμων καὶ ἐπολέμησεν ἐν Αβιμελεχ

9:40 καὶ κατεδίωξεν αὐτὸν Αβιμελεχ καὶ ἔφυγεν ἀπὸ προσώπου αὐτου̃ καὶ ἔπεσον τραυματίαι πολλοὶ ἕως θυρω̃ν τη̃ς πόλεως

9:41 καὶ ἐκάθισεν Αβιμελεχ ἐν Αριμα καὶ ἐξέβαλεν Ζεβουλ τὸν Γααλ καὶ τοὺς ἀδελφοὺς αὐτου̃ του̃ μὴ οἰκει̃ν ἐν Σικιμοις

9:42 καὶ ἐγενήθη τη̨̃ ἐπαύριον καὶ ἐξη̃λθεν ὁ λαὸς εἰς τὸ πεδίον καὶ ἀπηγγέλη τω̨̃ Αβιμελεχ

9:43 καὶ παρέλαβεν τὸν λαὸν καὶ διει̃λεν αὐτὸν τρει̃ς ἀρχὰς καὶ ἐνήδρευσεν ἐν αὐτω̨̃ καὶ εἰ̃δεν καὶ ἰδοὺ λαὸς ἐξη̃λθεν ἐκ τη̃ς πόλεως καὶ ἐπανέστη αὐτοι̃ς καὶ ἐπάταξεν αὐτούς

9:44 καὶ Αβιμελεχ καὶ αἱ ἀρχαὶ αἱ μετ' αὐτου̃ ἐξετάθησαν καὶ ἔστησαν παρὰ τὴν πύλην τη̃ς πόλεως καὶ αἱ δύο ἀρχαὶ ἐξεχύθησαν ἐπὶ πάντας τοὺς ἐν τω̨̃ ἀγρω̨̃ καὶ ἐπάταξεν αὐτούς

9:45 καὶ Αβιμελεχ ἐπολέμει ἐν τη̨̃ πόλει ὅλην τὴν ἡμέραν ἐκείνην καὶ κατελάβοντο τὴν πόλιν καὶ τὸν λαὸν τὸν ἐν αὐτη̨̃ ἀνει̃λεν καὶ τὴν πόλιν καθει̃λεν καὶ ἔσπειρεν αὐτὴν ἅλας

9:46 καὶ ἤκουσαν πάντες οἱ ἄνδρες πύργου Σικιμων καὶ εἰση̃λθον εἰς τὸ ὀχύρωμα οἴκου του̃ Βααλ διαθήκης

9:47 καὶ ἀπηγγέλη τω̨̃ Αβιμελεχ ὅτι συνήχθησαν πάντες οἱ ἄνδρες του̃ πύργου Σικιμων

9:48 καὶ ἀνέβη Αβιμελεχ εἰς ὄρος Σελμων αὐτὸς καὶ πα̃ς ὁ λαὸς ὁ μετ' αὐτου̃ καὶ ἔλαβεν Αβιμελεχ ἀξίνην ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ ἔκοψεν φορτίον ξύλων καὶ ἔλαβεν αὐτὸ καὶ ἐπέθηκεν ἐπὶ τοὺς ὤμους αὐτου̃ καὶ εἰ̃πεν πρὸς τὸν λαὸν τὸν μετ' αὐτου̃ τί εἴδετέ με ποιου̃ντα ταχέως ποιήσατε ὡς καὶ ἐγώ

9:49 καὶ ἔκοψαν καὶ αὐτοὶ ἕκαστος φορτίον καὶ ἠ̃ραν καὶ ἐπορεύθησαν ὀπίσω Αβιμελεχ καὶ ἐπέθηκαν ἐπὶ τὸ ὀχύρωμα καὶ ἐνέπρησαν ἐπ' αὐτοὺς τὸ ὀχύρωμα ἐν πυρί καὶ ἀπέθανον πάντες οἱ ἄνδρες πύργου Σικιμων ὡσεὶ χίλιοι ἄνδρες καὶ γυναι̃κες

9:50 καὶ ἐπορεύθη Αβιμελεχ εἰς Θεβες καὶ περιεκάθισεν ἐπ' αὐτὴν καὶ προκατελάβετο αὐτήν

9:51 καὶ πύργος ἠ̃ν ὀχυρὸς ἐν μέσω̨ τη̃ς πόλεως καὶ ἔφυγον ἐκει̃ πάντες οἱ ἄνδρες καὶ αἱ γυναι̃κες καὶ πάντες οἱ ἡγούμενοι τη̃ς πόλεως καὶ ἀπέκλεισαν ἐφ' ἑαυτοὺς καὶ ἀνέβησαν ἐπὶ τὸ δω̃μα του̃ πύργου

9:52 καὶ ἠ̃λθεν Αβιμελεχ ἕως του̃ πύργου καὶ ἐξεπολέμησαν αὐτόν καὶ ἤγγισεν Αβιμελεχ ἕως τη̃ς θύρας του̃ πύργου ἐμπρη̃σαι αὐτὸν ἐν πυρί

9:53 καὶ ἔρριψεν γυνὴ μία κλάσμα μύλου ἐπὶ τὴν κεφαλὴν Αβιμελεχ καὶ συνέθλασεν τὸ κρανίον αὐτου̃

9:54 καὶ ἐβόησεν τὸ τάχος πρὸς τὸ παιδάριον τὸν αἴροντα τὰ σκεύη αὐτου̃ καὶ εἰ̃πεν αὐτω̨̃ σπάσαι τὴν μάχαιράν σου καὶ θανάτωσόν με μήποτε εἴπωσιν γυνὴ ἀπέκτεινεν αὐτόν καὶ ἐξεκέντησεν αὐτὸν τὸ παιδάριον αὐτου̃ καὶ ἀπέθανεν Αβιμελεχ

9:55 καὶ εἰ̃δεν ἀνὴρ Ισραηλ ὅτι ἀπέθανεν Αβιμελεχ καὶ ἀπη̃λθον ἀνὴρ εἰς τὸν τόπον αὐτου̃

9:56 καὶ ἀπέστρεψεν ὁ θεὸς τὴν κακίαν Αβιμελεχ ἣν ἐποίησεν τω̨̃ πατρὶ αὐτου̃ ἀποκτει̃ναι τοὺς ἑβδομήκοντα ἀδελφοὺς αὐτου̃

9:57 καὶ πα̃σαν κακίαν ἀνδρω̃ν Σικιμων ἐπέστρεψεν ὁ θεὸς εἰς τὴν κεφαλὴν αὐτω̃ν καὶ ἐπη̃λθεν ἐπ' αὐτοὺς ἡ κατάρα Ιωαθαμ του̃ υἱου̃ Ιεροβααλ

10:1 καὶ ἀνέστη μετὰ Αβιμελεχ του̃ σω̃σαι τὸν Ισραηλ Θωλα υἱὸς Φουα υἱὸς πατραδέλφου αὐτου̃ ἀνὴρ Ισσαχαρ καὶ αὐτὸς κατώ̨κει ἐν Σαμαρεία̨ ἐν ὄρει Εφραιμ

10:2 καὶ ἔκρινεν τὸν Ισραηλ εἴκοσι καὶ τρία ἔτη καὶ ἀπέθανεν καὶ ἐτάφη ἐν Σαμαρεία̨

10:3 καὶ ἀνέστη μετ' αὐτὸν Ιαϊρ ὁ Γαλααδίτης καὶ ἔκρινεν τὸν Ισραηλ εἴκοσι καὶ δύο ἔτη

10:4 καὶ ἐγένοντο αὐτω̨̃ τριάκοντα καὶ δύο υἱοὶ ἐπιβεβηκότες ἐπὶ τριάκοντα καὶ δύο πώλους καὶ τριάκοντα καὶ δύο πόλεις αὐτοι̃ς καὶ ἐκάλεσεν αὐτὰς 'Επαύλεις Ιαϊρ ἕως τη̃ς ἡμέρας ταύτης αἵ εἰσιν ἐν τη̨̃ γη̨̃ Γαλααδ

10:5 καὶ ἀπέθανεν Ιαϊρ καὶ ἐτάφη ἐν Ραμμω

10:6 καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιη̃σαι τὸ πονηρὸν ἔναντι κυρίου καὶ ἐλάτρευσαν ται̃ς Βααλιμ καὶ ται̃ς Ασταρωθ καὶ τοι̃ς θεοι̃ς Σιδω̃νος καὶ τοι̃ς θεοι̃ς Μωαβ καὶ τοι̃ς θεοι̃ς υἱω̃ν Αμμων καὶ τοι̃ς θεοι̃ς τω̃ν ἀλλοφύλων καὶ ἐγκατέλιπον τὸν κύριον καὶ οὐκ ἐδούλευσαν αὐτω̨̃

10:7 καὶ ἐθυμώθη ὀργη̨̃ κύριος ἐν τω̨̃ Ισραηλ καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ ἀλλοφύλων καὶ ἐν χειρὶ υἱω̃ν Αμμων

10:8 καὶ ἐσάθρωσαν καὶ ἔθλασαν τοὺς υἱοὺς Ισραηλ ἐν τω̨̃ ἐνιαυτω̨̃ ἐκείνω̨ ὀκτωκαίδεκα ἔτη πάντας τοὺς υἱοὺς Ισραηλ ἐν τω̨̃ πέραν του̃ Ιορδάνου ἐν τη̨̃ γη̨̃ του̃ Αμορραίου ἐν τη̨̃ Γαλααδίτιδι

10:9 καὶ διέβησαν οἱ υἱοὶ Αμμων τὸν Ιορδάνην ἐκπολεμη̃σαι καὶ ἐν τω̨̃ Ιουδα καὶ Βενιαμιν καὶ ἐν τω̨̃ οἴκω̨ Εφραιμ καὶ ἐθλίβησαν οἱ υἱοὶ Ισραηλ σφόδρα

10:10 καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον λέγοντες ἡμάρτομέν σοι ὅτι ἐγκατελίπομεν τὸν θεὸν ἡμω̃ν καὶ ἐλατρεύσαμεν ται̃ς Βααλιμ

10:11 καὶ εἰ̃πεν κύριος πρὸς τοὺς υἱοὺς Ισραηλ οὐχὶ οἱ Αἰγύπτιοι καὶ οἱ Αμορραι̃οι καὶ οἱ υἱοὶ Αμμων καὶ Μωαβ καὶ οἱ ἀλλόφυλοι

10:12 καὶ Σιδώνιοι καὶ Μαδιαμ καὶ Αμαληκ ἐξέθλιψαν ὑμα̃ς καὶ ἐκεκράξατε πρός με καὶ ἔσωσα ὑμα̃ς ἐκ χειρὸς αὐτω̃ν

10:13 καὶ ὑμει̃ς ἐγκατελίπετέ με καὶ ἐλατρεύσατε θεοι̃ς ἑτέροις διὰ του̃το οὐ προσθήσω του̃ σω̃σαι ὑμα̃ς

10:14 βαδίζετε καὶ βοα̃τε πρὸς τοὺς θεούς οὓς ἐξελέξασθε ἑαυτοι̃ς καὶ αὐτοὶ σωσάτωσαν ὑμα̃ς ἐν καιρω̨̃ θλίψεως ὑμω̃ν

10:15 καὶ εἰ̃παν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον ἡμάρτομεν ποίησον σὺ ἡμι̃ν κατὰ πάντα ὅσα ἂν ἀρέσκη̨ ἐνώπιόν σου πλήν κύριε ἐξελου̃ ἡμα̃ς ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨

10:16 καὶ μετέστησαν τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου αὐτω̃ν καὶ ἐλάτρευσαν τω̨̃ κυρίω̨ καὶ οὐκ εὐηρέστησεν ἐν τω̨̃ λαω̨̃ καὶ ὠλιγοψύχησεν ἐν τω̨̃ κόπω̨ Ισραηλ

10:17 καὶ ἀνέβησαν οἱ υἱοὶ Αμμων καὶ παρενέβαλον ἐν Γαλααδ καὶ ἐξη̃λθον οἱ υἱοὶ Ισραηλ καὶ παρενέβαλον ἐν τη̨̃ Μασσηφα

10:18 καὶ εἰ̃πον οἱ ἄρχοντες του̃ λαου̃ Γαλααδ ἀνὴρ πρὸς τὸν πλησίον αὐτου̃ τίς ἀνήρ ὃς ἄρξεται πολεμη̃σαι ἐν τοι̃ς υἱοι̃ς Αμμων καὶ ἔσται εἰς κεφαλὴν πα̃σιν τοι̃ς κατοικου̃σιν Γαλααδ

11:1 καὶ Ιεφθαε ὁ Γαλααδίτης δυνατὸς ἐν ἰσχύι καὶ αὐτὸς ἠ̃ν υἱὸς γυναικὸς πόρνης καὶ ἔτεκεν τω̨̃ Γαλααδ τὸν Ιεφθαε

11:2 καὶ ἔτεκεν ἡ γυνὴ Γαλααδ αὐτω̨̃ υἱούς καὶ ἡδρύνθησαν οἱ υἱοὶ τη̃ς γυναικὸς καὶ ἐξέβαλον τὸν Ιεφθαε καὶ εἰ̃πον αὐτω̨̃ οὐ κληρονομήσεις ἐν τω̨̃ οἴκω̨ του̃ πατρὸς ἡμω̃ν ὅτι γυναικὸς υἱὸς ἑταίρας εἰ̃ σύ

11:3 καὶ ἀπέδρα Ιεφθαε ἐκ προσώπου τω̃ν ἀδελφω̃ν αὐτου̃ καὶ κατώ̨κησεν ἐν γη̨̃ Τωβ καὶ συνελέγοντο πρὸς τὸν Ιεφθαε ἄνδρες λιτοὶ καὶ συνεξεπορεύοντο μετ' αὐτου̃

11:4 καὶ ἐγένετο μεθ' ἡμέρας καὶ ἐπολέμησαν οἱ υἱοὶ Αμμων μετὰ Ισραηλ

11:5 καὶ ἐγενήθη ἡνίκα ἐπολέμουν οἱ υἱοὶ Αμμων μετὰ Ισραηλ καὶ ἐπορεύθησαν οἱ πρεσβύτεροι Γαλααδ παραλαβει̃ν τὸν Ιεφθαε ἐν γη̨̃ Τωβ

11:6 καὶ εἰ̃παν πρὸς Ιεφθαε δευ̃ρο καὶ ἔση̨ ἡμι̃ν εἰς ἡγούμενον καὶ πολεμήσωμεν ἐν τοι̃ς υἱοι̃ς Αμμων

11:7 καὶ εἰ̃πεν Ιεφθαε τοι̃ς πρεσβυτέροις Γαλααδ οὐχ ὑμει̃ς ἐμισήσατέ με καὶ ἐξεβάλετέ με ἐκ του̃ οἴκου του̃ πατρός μου καὶ ἐξαπεστείλατέ με ἀφ' ὑμω̃ν καὶ τί ὅτι ἤλθατε πρός με ἡνίκα ἐθλίβητε

11:8 καὶ εἰ̃παν οἱ πρεσβύτεροι Γαλααδ πρὸς Ιεφθαε οὐχ οὕτως νυ̃ν ἤλθομεν πρὸς σέ καὶ συμπορεύση̨ ἡμι̃ν καὶ πολεμήσομεν ἐν τοι̃ς υἱοι̃ς Αμμων καὶ ἔση̨ ἡμι̃ν εἰς κεφαλήν πα̃σιν τοι̃ς κατοικου̃σιν Γαλααδ

11:9 καὶ εἰ̃πεν Ιεφθαε πρὸς τοὺς πρεσβυτέρους Γαλααδ εἰ ἐπιστρέφετέ με ὑμει̃ς πολεμη̃σαι ἐν τοι̃ς υἱοι̃ς Αμμων καὶ παραδω̨̃ κύριος αὐτοὺς ἐνώπιον ἐμου̃ ἐγὼ ὑμι̃ν ἔσομαι εἰς κεφαλήν

11:10 καὶ εἰ̃παν οἱ πρεσβύτεροι Γαλααδ πρὸς Ιεφθαε κύριος ἔσται ὁ ἀκούων ἀνὰ μέσον ἡμω̃ν εἰ μὴ κατὰ τὸ ῥη̃μά σου οὕτως ποιήσομεν

11:11 καὶ ἐπορεύθη Ιεφθαε μετὰ τω̃ν πρεσβυτέρων Γαλααδ καὶ κατέστησαν αὐτὸν ἐπ' αὐτω̃ν εἰς κεφαλὴν εἰς ἡγούμενον καὶ ἐλάλησεν Ιεφθαε πάντας τοὺς λόγους αὐτου̃ ἐνώπιον κυρίου ἐν Μασσηφα

11:12 καὶ ἀπέστειλεν Ιεφθαε ἀγγέλους πρὸς βασιλέα υἱω̃ν Αμμων λέγων τί ἐμοὶ καὶ σοί ὅτι ἥκεις πρός με σὺ πολεμη̃σαί με ἐν τη̨̃ γη̨̃ μου

11:13 καὶ εἰ̃πεν βασιλεὺς υἱω̃ν Αμμων πρὸς τοὺς ἀγγέλους Ιεφθαε διότι ἔλαβεν Ισραηλ τὴν γη̃ν μου ἐν τη̨̃ ἀναβάσει αὐτου̃ ἐξ Αἰγύπτου ἀπὸ Αρνων ἕως Ιαβοκ καὶ ἕως του̃ Ιορδάνου καὶ νυ̃ν ἐπίστρεψον αὐτὰς μετ' εἰρήνης

11:14 καὶ ἀπέστρεψαν οἱ ἄγγελοι πρὸς Ιεφθαε καὶ ἀπέστειλεν Ιεφθαε ἀγγέλους πρὸς τὸν βασιλέα υἱω̃ν Αμμων

11:15 λέγων τάδε λέγει Ιεφθαε οὐκ ἔλαβεν Ισραηλ τὴν γη̃ν Μωαβ καὶ τὴν γη̃ν υἱω̃ν Αμμων

11:16 ἐν τη̨̃ ἀναβάσει αὐτω̃ν ἐξ Αἰγύπτου ἀλλ' ἐπορεύθη Ισραηλ ἐν τη̨̃ ἐρήμω̨ ἕως θαλάσσης ἐρυθρα̃ς καὶ ἠ̃λθεν ἕως Καδης

11:17 καὶ ἐξαπέστειλεν Ισραηλ ἀγγέλους πρὸς βασιλέα Εδωμ λέγων παρελεύσομαι διὰ τη̃ς γη̃ς σου καὶ οὐκ ἤκουσεν βασιλεὺς Εδωμ καί γε πρὸς βασιλέα Μωαβ ἀπέστειλεν καὶ οὐκ ἠθέλησεν καὶ ἐκάθισεν Ισραηλ ἐν Καδης

11:18 καὶ διη̃λθεν ἐν τη̨̃ ἐρήμω̨ καὶ ἐκύκλωσεν τὴν γη̃ν Εδωμ καὶ τὴν γη̃ν Μωαβ καὶ παρεγένετο κατ' ἀνατολὰς ἡλίου τη̃ς γη̃ς Μωαβ καὶ παρενέβαλον ἐν τω̨̃ πέραν Αρνων καὶ οὐκ εἰση̃λθον εἰς τὸ ὅριον Μωαβ ὅτι Αρνων ἠ̃ν ὅριον Μωαβ

11:19 καὶ ἀπέστειλεν Ισραηλ ἀγγέλους πρὸς Σηων βασιλέα Εσεβων τὸν Αμορραι̃ον καὶ εἰ̃πεν αὐτω̨̃ Ισραηλ παρελεύσομαι διὰ τη̃ς γη̃ς σου ἕως του̃ τόπου μου

11:20 καὶ οὐκ ἠθέλησεν Σηων διελθει̃ν τὸν Ισραηλ διὰ τω̃ν ὁρίων αὐτου̃ καὶ συνήγαγεν Σηων πάντα τὸν λαὸν αὐτου̃ καὶ παρενέβαλεν εἰς Ιασσα καὶ ἐπολέμησεν μετὰ Ισραηλ

11:21 καὶ παρέδωκεν κύριος ὁ θεὸς Ισραηλ τὸν Σηων καὶ πάντα τὸν λαὸν αὐτου̃ ἐν χειρὶ Ισραηλ καὶ ἐπάταξεν αὐτούς καὶ ἐκληρονόμησεν Ισραηλ πα̃σαν τὴν γη̃ν του̃ Αμορραίου του̃ κατοικου̃ντος ἐν τη̨̃ γη̨̃

11:22 καὶ ἐκληρονόμησεν πα̃ν τὸ ὅριον του̃ Αμορραίου ἀπὸ Αρνων καὶ ἕως του̃ Ιαβοκ καὶ ἀπὸ τη̃ς ἐρήμου καὶ ἕως του̃ Ιορδάνου

11:23 καὶ νυ̃ν κύριος ὁ θεὸς Ισραηλ ἐξη̃ρεν τὸν Αμορραι̃ον ἐκ προσώπου του̃ λαου̃ αὐτου̃ Ισραηλ καὶ σὺ κληρονομήσεις αὐτὸν ἐπὶ σου̃

11:24 οὐχὶ ὅσα κατεκληρονόμησέν σοι Χαμως ὁ θεός σου αὐτὰ κληρονομήσεις καὶ πάντα ὅσα κατεκληρονόμησεν κύριος ὁ θεὸς ἡμω̃ν ἀπὸ προσώπου ἡμω̃ν αὐτὰ κληρονομήσομεν

11:25 καὶ νυ̃ν μὴ κρείσσων εἰ̃ σὺ του̃ Βαλακ υἱου̃ Σεπφωρ βασιλέως Μωαβ μὴ μάχη̨ ἐμαχέσατο μετὰ Ισραηλ ἢ πολεμω̃ν ἐπολέμησεν αὐτοι̃ς

11:26 ἐν τω̨̃ οἴκω̨ Ισραηλ ἐν Εσεβων καὶ ἐν ται̃ς θυγατράσιν αὐτη̃ς καὶ ἐν Ιαζηρ καὶ ἐν ται̃ς θυγατράσιν αὐτη̃ς καὶ ἐν πάσαις ται̃ς πόλεσιν ται̃ς παρὰ τὸν Ιορδάνην τριακόσια ἔτη τί ὅτι οὐκ ἐρρύσαντο αὐτοὺς ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨

11:27 καὶ ἐγὼ οὐχ ἥμαρτόν σοι καὶ σὺ ποιει̃ς μετ' ἐμου̃ πονηρίαν του̃ πολεμη̃σαι ἐν ἐμοί κρίναι κύριος ὁ κρίνων σήμερον ἀνὰ μέσον υἱω̃ν Ισραηλ καὶ ἀνὰ μέσον υἱω̃ν Αμμων

11:28 καὶ οὐκ εἰσήκουσεν βασιλεὺς υἱω̃ν Αμμων καὶ οὐκ εἰσήκουσεν τω̃ν λόγων Ιεφθαε ὡ̃ν ἀπέστειλεν πρὸς αὐτόν

11:29 καὶ ἐγενήθη ἐπὶ Ιεφθαε πνευ̃μα κυρίου καὶ διέβη τὴν γη̃ν Γαλααδ καὶ τὸν Μανασση καὶ διέβη τὴν σκοπιὰν Γαλααδ καὶ ἀπὸ σκοπια̃ς Γαλααδ εἰς τὸ πέραν υἱω̃ν Αμμων

11:30 καὶ ηὔξατο Ιεφθαε εὐχὴν τω̨̃ κυρίω̨ καὶ εἰ̃πεν ἐὰν παραδώσει παραδω̨̃ς μοι τοὺς υἱοὺς Αμμων ἐν χειρί μου

11:31 καὶ ἔσται ὃς ἂν ἐξέλθη̨ ἐκ τω̃ν θυρω̃ν του̃ οἴκου μου εἰς ἀπάντησίν μου ἐν τω̨̃ ἐπιστρέψαι με ἐν εἰρήνη̨ ἀπὸ τω̃ν υἱω̃ν Αμμων καὶ ἔσται τω̨̃ κυρίω̨ καὶ ἀνοίσω αὐτὸν ὁλοκαύτωμα

11:32 καὶ διέβη Ιεφθαε πρὸς τοὺς υἱοὺς Αμμων του̃ πολεμη̃σαι πρὸς αὐτούς καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρὶ αὐτου̃

11:33 καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ Αροηρ καὶ ἕως του̃ ἐλθει̃ν εἰς Σεμωιθ εἴκοσι πόλεις ἕως Αβελ ἀμπελώνων πληγὴν μεγάλην σφόδρα καὶ ἐνετράπησαν οἱ υἱοὶ Αμμων ἀπὸ προσώπου υἱω̃ν Ισραηλ

11:34 καὶ ἠ̃λθεν Ιεφθαε εἰς Μασσηφα εἰς τὸν οἰ̃κον αὐτου̃ καὶ ἰδοὺ ἡ θυγάτηρ αὐτου̃ ἐξεπορεύετο εἰς ἀπάντησιν αὐτου̃ ἐν τυμπάνοις καὶ χοροι̃ς καὶ αὕτη μονογενὴς αὐτω̨̃ ἀγαπητή καὶ οὐκ ἔστιν αὐτω̨̃ πλὴν αὐτη̃ς υἱὸς ἢ θυγάτηρ

11:35 καὶ ἐγενήθη ἡνίκα εἰ̃δεν αὐτήν καὶ διέρρηξεν τὰ ἱμάτια αὐτου̃ καὶ εἰ̃πεν οἴμμοι θύγατέρ μου ἐμπεποδοστάτηκάς με εἰς σκω̃λον ἐγένου ἐν ὀφθαλμοι̃ς μου ἐγὼ δὲ ἤνοιξα τὸ στόμα μου περὶ σου̃ πρὸς κύριον καὶ οὐ δυνήσομαι ἀποστρέψαι

11:36 καὶ εἰ̃πεν πρὸς αὐτόν πάτερ μου εἰ ἐν ἐμοὶ ἤνοιξας τὸ στόμα σου πρὸς κύριον ποίει μοι ὃν τρόπον ἐξη̃λθεν ἐκ του̃ στόματός σου ἀνθ' ὡ̃ν ἐποίησέν σοι κύριος ἐκδικήσεις ἐκ τω̃ν ἐχθρω̃ν σου ἐκ τω̃ν υἱω̃ν Αμμων

11:37 καὶ εἰ̃πεν πρὸς τὸν πατέρα αὐτη̃ς καὶ ποίησόν μοι τὸ ῥη̃μα του̃το ἔασόν με δύο μη̃νας καὶ πορεύσομαι καὶ καταβήσομαι ἐπὶ τὰ ὄρη καὶ κλαύσομαι ἐπὶ τὰ παρθένιά μου καὶ ἐγὼ καὶ αἱ συνεταιρίδες μου

11:38 καὶ εἰ̃πεν πορεύου καὶ ἐξαπέστειλεν αὐτὴν δύο μη̃νας καὶ ἐπορεύθη αὐτὴ καὶ αἱ συνεταιρίδες αὐτη̃ς καὶ ἔκλαυσεν ἐπὶ τὰ παρθένια αὐτη̃ς ἐπὶ τὰ ὄρη

11:39 καὶ ἐγένετο μετὰ τέλος δύο μηνω̃ν καὶ ἀνέκαμψεν πρὸς τὸν πατέρα αὐτη̃ς καὶ ἐπετέλεσεν Ιεφθαε τὴν εὐχὴν αὐτου̃ ἣν ηὔξατο καὶ αὐτὴ οὐκ ἔγνω ἄνδρα καὶ ἐγενήθη εἰς πρόσταγμα ἐν Ισραηλ

11:40 ἐξ ἡμερω̃ν εἰς ἡμέρας συνεπορεύοντο αἱ θυγατέρες Ισραηλ θρηνει̃ν τὴν θυγατέρα Ιεφθαε του̃ Γαλααδίτου τέσσαρας ἡμέρας ἐν τω̨̃ ἐνιαυτω̨̃

12:1 καὶ συνήχθησαν οἱ υἱοὶ Εφραιμ καὶ ἠ̃λθον εἰς Σεφινα καὶ εἰ̃πον πρὸς Ιεφθαε τί ὅτι ἐπορεύθης πολεμει̃ν ἐν τοι̃ς υἱοι̃ς Αμμων καὶ ἡμα̃ς οὐ κέκληκας πορευθη̃ναι μετὰ σου̃ τὸν οἰ̃κόν σου ἐμπρήσομεν ἐν πυρί

12:2 καὶ εἰ̃πεν πρὸς αὐτοὺς Ιεφθαε ἀνὴρ ἀντιδικω̃ν ἤμην ἐγὼ καὶ ὁ λαός μου καὶ οἱ υἱοὶ Αμμων ἐταπείνουν με σφόδρα καὶ ἐβόησα πρὸς ὑμα̃ς καὶ οὐκ ἐσώσατέ με ἐκ χειρὸς αὐτω̃ν

12:3 καὶ εἰ̃δον ὅτι οὐκ ἠ̃ν ὁ σώ̨ζων καὶ ἐθέμην τὴν ψυχήν μου ἐν τη̨̃ χειρί μου καὶ διέβην πρὸς τοὺς υἱοὺς Αμμων καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρί μου καὶ ἵνα τί ἀνέβητε πρός με τη̨̃ ἡμέρα̨ ταύτη̨ του̃ πολεμει̃ν ἐν ἐμοί

12:4 καὶ συνήθροισεν Ιεφθαε πάντας τοὺς ἄνδρας Γαλααδ καὶ ἐπολέμει τὸν Εφραιμ καὶ ἐπάταξαν ἄνδρες Γαλααδ τὸν Εφραιμ ὅτι εἰ̃παν οἱ διασεσω̨σμένοι του̃ Εφραιμ ὑμει̃ς Γαλααδ ἐν μέσω̨ Εφραιμ καὶ ἐν μέσω̨ Μανασση

12:5 καὶ προκατελάβοντο ἄνδρες Γαλααδ τὰς διαβάσεις του̃ Ιορδάνου του̃ Εφραιμ καὶ ἐγενήθη ὅτι εἰ̃παν οἱ διασεσω̨σμένοι του̃ Εφραιμ διαβω̃μεν καὶ εἰ̃παν αὐτοι̃ς οἱ ἄνδρες Γαλααδ μὴ ὑμει̃ς ἐκ του̃ Εφραιμ καὶ εἰ̃παν οὔκ ἐσμεν

12:6 καὶ εἰ̃παν αὐτοι̃ς εἴπατε δὴ σύνθημα καὶ οὐ κατηύθυναν του̃ λαλη̃σαι οὕτως καὶ ἐπελάβοντο αὐτω̃ν καὶ ἔσφαξαν αὐτοὺς ἐπὶ τὰς διαβάσεις του̃ Ιορδάνου καὶ ἔπεσαν ἐξ Εφραιμ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ δύο τεσσαράκοντα χιλιάδες

12:7 καὶ ἔκρινεν Ιεφθαε τὸν Ισραηλ ἓξ ἔτη καὶ ἀπέθανεν Ιεφθαε ὁ Γαλααδίτης καὶ ἐτάφη ἐν τη̨̃ πόλει αὐτου̃ Γαλααδ

12:8 καὶ ἔκρινεν μετ' αὐτὸν τὸν Ισραηλ Εσεβων ἐκ Βαιθλεεμ

12:9 καὶ ἐγένοντο αὐτω̨̃ τριάκοντα υἱοὶ καὶ τριάκοντα θυγατέρες ἐξαπεσταλμέναι ἔξω καὶ τριάκοντα γυναι̃κας εἰσήγαγεν τοι̃ς υἱοι̃ς αὐτου̃ ἔξωθεν καὶ ἔκρινεν τὸν Ισραηλ ἑπτὰ ἔτη

12:10 καὶ ἀπέθανεν Εσεβων καὶ ἐτάφη ἐν Βηθλεεμ

12:11 καὶ ἔκρινεν μετ' αὐτὸν τὸν Ισραηλ Αιλων ὁ Ζαβουλωνίτης καὶ ἔκρινεν τὸν Ισραηλ δέκα ἔτη

12:12 καὶ ἀπέθανεν Αιλων ὁ Ζαβουλωνίτης ἐν Αιλιμ καὶ ἔθαψαν αὐτὸν ἐν γη̨̃ Ζαβουλων

12:13 καὶ ἔκρινεν μετ' αὐτὸν τὸν Ισραηλ Λαβδων υἱὸς Σελλημ ὁ Φρααθωνίτης

12:14 καὶ ἐγένοντο αὐτω̨̃ τεσσαράκοντα υἱοὶ καὶ τριάκοντα υἱοὶ τω̃ν υἱω̃ν αὐτου̃ ἐπιβεβηκότες ἐπὶ ἑβδομήκοντα πώλους καὶ ἔκρινεν τὸν Ισραηλ ὀκτὼ ἔτη

12:15 καὶ ἀπέθανεν Λαβδων υἱὸς Σελλημ ὁ Φρααθωνίτης καὶ ἐτάφη ἐν Φρααθων ἐν γη̨̃ Εφραιμ ἐν ὄρει Λανακ

13:1 καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιη̃σαι τὸ πονηρὸν ἐναντίον κυρίου καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρὶ ἀλλοφύλων τεσσαράκοντα ἔτη

13:2 καὶ ἐγένετο ἀνὴρ ἐκ Σαραα ἐκ τη̃ς φυλη̃ς του̃ Δαν καὶ ὄνομα αὐτω̨̃ Μανωε καὶ ἡ γυνὴ αὐτου̃ στει̃ρα καὶ οὐκ ἔτικτεν

13:3 καὶ ὤφθη ἄγγελος κυρίου πρὸς τὴν γυναι̃κα καὶ εἰ̃πεν πρὸς αὐτήν ἰδοὺ δὴ σὺ στει̃ρα καὶ οὐ τέτοκας καὶ ἐν γαστρὶ ἕξεις καὶ τέξη̨ υἱόν

13:4 καὶ νυ̃ν φύλαξαι καὶ μὴ πίη̨ς οἰ̃νον καὶ σικερα καὶ μὴ φάγη̨ς πα̃ν ἀκάθαρτον

13:5 ὅτι ἰδοὺ σὺ ἐν γαστρὶ ἕξεις καὶ τέξη̨ υἱόν καὶ οὐκ ἀναβήσεται σίδηρος ἐπὶ τὴν κεφαλὴν αὐτου̃ ὅτι ἡγιασμένον ναζιραι̃ον ἔσται τω̨̃ θεω̨̃ τὸ παιδάριον ἐκ τη̃ς γαστρός καὶ αὐτὸς ἄρξεται σώ̨ζειν τὸν Ισραηλ ἐκ χειρὸς ἀλλοφύλων

13:6 καὶ ἠ̃λθεν ἡ γυνὴ καὶ εἰ̃πεν τω̨̃ ἀνδρὶ αὐτη̃ς λέγουσα ὅτι ἄνθρωπος του̃ θεου̃ ἠ̃λθεν πρός με καὶ ἡ ὅρασις αὐτου̃ ὡς ὅρασις ἀγγέλου του̃ θεου̃ ἐπιφανὴς σφόδρα καὶ ἠρώτων πόθεν ἐστίν καὶ τὸ ὄνομα αὐτου̃ οὐκ ἀπήγγειλέν μοι

13:7 καὶ εἰ̃πέν μοι ἰδοὺ σὺ ἐν γαστρὶ ἕξεις καὶ τέξη̨ υἱόν καὶ νυ̃ν μὴ πίη̨ς οἰ̃νον καὶ σικερα καὶ μὴ φάγη̨ς πα̃σαν ἀκαθαρσίαν ὅτι ναζιραι̃ον θεου̃ ἔσται τὸ παιδάριον ἀπὸ τη̃ς γαστρὸς ἕως ἡμέρας θανάτου αὐτου̃

13:8 καὶ ἐδεήθη Μανωε του̃ κυρίου καὶ εἰ̃πεν ἐν ἐμοί κύριε ἄνθρωπος του̃ θεου̃ ὃν ἀπέστειλας πρὸς ἡμα̃ς ἐλθέτω δὴ πρὸς ἡμα̃ς καὶ φωτισάτω ἡμα̃ς τί ποιήσωμεν τω̨̃ παιδαρίω̨ τω̨̃ τικτομένω̨

13:9 καὶ ἐπήκουσεν ὁ θεὸς τη̃ς φωνη̃ς Μανωε καὶ παρεγένετο ὁ ἄγγελος του̃ θεου̃ ἔτι πρὸς τὴν γυναι̃κα αὐτη̃ς καθημένης ἐν τω̨̃ ἀγρω̨̃ καὶ Μανωε ὁ ἀνὴρ αὐτη̃ς οὐκ ἠ̃ν μετ' αὐτη̃ς

13:10 καὶ ἐτάχυνεν ἡ γυνὴ καὶ ἐξέδραμεν καὶ ἀπήγγειλεν τω̨̃ ἀνδρὶ αὐτη̃ς καὶ εἰ̃πεν πρὸς αὐτόν ἰδοὺ ὠ̃πταί μοι ὁ ἀνὴρ ὁ ἐλθὼν πρός με τη̨̃ ἡμέρα̨ ἐκείνη̨

13:11 καὶ ἀνέστη Μανωε καὶ ἐπορεύθη ὀπίσω τη̃ς γυναικὸς αὐτου̃ πρὸς τὸν ἄνδρα καὶ εἰ̃πεν αὐτω̨̃ εἰ σὺ εἰ̃ ὁ ἀνὴρ ὁ λαλήσας πρὸς τὴν γυναι̃κα καὶ εἰ̃πεν ὁ ἄγγελος ἐγώ

13:12 καὶ εἰ̃πεν Μανωε νυ̃ν δὴ ἐλθόντος του̃ ῥήματός σου τί ἔσται τὸ κρίμα του̃ παιδαρίου καὶ τὰ ἔργα αὐτου̃

13:13 καὶ εἰ̃πεν ὁ ἄγγελος κυρίου πρὸς Μανωε ἀπὸ πάντων ὡ̃ν εἰ̃πα πρὸς τὴν γυναι̃κα φυλαξάσθω

13:14 ἀπὸ πάντων ὅσα ἐκπορεύεται ἐξ ἀμπέλου οὐ φάγεται καὶ οἰ̃νον καὶ σικερα μὴ πιέτω καὶ πα̃ν ἀκάθαρτον μὴ φαγέτω πάντα ὅσα ἐνετειλάμην αὐτη̨̃ φυλαξάσθω

13:15 καὶ εἰ̃πεν Μανωε πρὸς τὸν ἄγγελον κυρίου βιασώμεθα δή σε καὶ ποιήσομεν ἐνώπιόν σου ἔριφον αἰγω̃ν

13:16 καὶ εἰ̃πεν ὁ ἄγγελος κυρίου πρὸς Μανωε ἐὰν βιάση̨ με οὐ φάγομαι τω̃ν ἄρτων σου καὶ ἐὰν ποιήση̨ς ὁλοκαύτωμα κυρίω̨ ἀνοίσεις αὐτό ὅτι οὐκ ἔγνω Μανωε ὅτι ἄγγελος κυρίου ἐστίν

13:17 καὶ εἰ̃πεν Μανωε πρὸς τὸν ἄγγελον κυρίου τί ὄνομά σοι ἵνα ὅταν ἔλθη̨ τὸ ῥη̃μά σου δοξάσωμέν σε

13:18 καὶ εἰ̃πεν αὐτω̨̃ ὁ ἄγγελος κυρίου ἵνα τί του̃το ἐρωτα̨̃ς τὸ ὄνομά μου καὶ αὐτό ἐστιν θαυμαστόν

13:19 καὶ ἔλαβεν Μανωε τὸν ἔριφον τω̃ν αἰγω̃ν καὶ τὴν θυσίαν καὶ ἀνήνεγκεν ἐπὶ τὴν πέτραν τω̨̃ κυρίω̨ τω̨̃ θαυμαστὰ ποιου̃ντι κυρίω̨ καὶ Μανωε καὶ ἡ γυνὴ αὐτου̃ ἐθεώρουν

13:20 καὶ ἐγένετο ἐν τω̨̃ ἀναβη̃ναι τὴν φλόγα ἐπάνωθεν του̃ θυσιαστηρίου εἰς τὸν οὐρανὸν καὶ ἀνέβη ὁ ἄγγελος κυρίου ἐν τη̨̃ φλογί καὶ Μανωε καὶ ἡ γυνὴ αὐτου̃ ἐθεώρουν καὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτω̃ν ἐπὶ τὴν γη̃ν

13:21 καὶ οὐ προσέθηκεν ἔτι ὁ ἄγγελος κυρίου ὀφθη̃ναι πρὸς Μανωε καὶ πρὸς τὴν γυναι̃κα αὐτου̃ τότε ἔγνω Μανωε ὅτι ἄγγελος κυρίου ἐστίν

13:22 καὶ εἰ̃πεν Μανωε πρὸς τὴν γυναι̃κα αὐτου̃ θανάτω̨ ἀποθανούμεθα ὅτι θεὸν ἑωράκαμεν

13:23 καὶ εἰ̃πεν αὐτω̨̃ ἡ γυνὴ αὐτου̃ εἰ ἐβούλετο κύριος θανατω̃σαι ἡμα̃ς οὐκ ἂν ἐδέξατο ἐκ τω̃ν χειρω̃ν ἡμω̃ν ὁλοκαύτωμα καὶ θυσίαν καὶ οὐκ ἂν ἐφώτισεν ἡμα̃ς πάντα ταυ̃τα καὶ οὐκ ἂν ἀκουστὰ ἐποίησεν ἡμι̃ν ταυ̃τα

13:24 καὶ ἔτεκεν ἡ γυνὴ υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Σαμψων καὶ ηὐλόγησεν αὐτὸν κύριος καὶ ηὐξήθη τὸ παιδάριον

13:25 καὶ ἤρξατο πνευ̃μα κυρίου συμπορεύεσθαι αὐτω̨̃ ἐν παρεμβολη̨̃ Δαν ἀνὰ μέσον Σαραα καὶ ἀνὰ μέσον Εσθαολ

14:1 καὶ κατέβη Σαμψων εἰς Θαμναθα καὶ εἰ̃δεν γυναι̃κα ἐν Θαμναθα ἐκ τω̃ν θυγατέρων τω̃ν ἀλλοφύλων καὶ ἤρεσεν ἐνώπιον αὐτου̃

14:2 καὶ ἀνέβη καὶ ἀπήγγειλεν τω̨̃ πατρὶ αὐτου̃ καὶ τη̨̃ μητρὶ αὐτου̃ καὶ εἰ̃πεν γυναι̃κα ἑώρακα ἐν Θαμναθα ἀπὸ τω̃ν θυγατέρων τω̃ν ἀλλοφύλων καὶ νυ̃ν λάβετέ μοι αὐτὴν εἰς γυναι̃κα

14:3 καὶ εἰ̃πεν αὐτω̨̃ ὁ πατὴρ αὐτου̃ καὶ ἡ μήτηρ αὐτου̃ μὴ οὐκ ἔστιν ἀπὸ τω̃ν θυγατέρων τω̃ν ἀδελφω̃ν σου καὶ ἐν παντὶ τω̨̃ λαω̨̃ μου γυνή ὅτι σὺ πορεύη̨ λαβει̃ν γυναι̃κα ἐκ τω̃ν ἀλλοφύλων τω̃ν ἀπεριτμήτων καὶ εἰ̃πεν Σαμψων πρὸς τὸν πατέρα αὐτου̃ ταύτην λαβέ μοι ὅτι ἤρεσεν ἐν ὀφθαλμοι̃ς μου

14:4 καὶ ὁ πατὴρ αὐτου̃ καὶ ἡ μήτηρ αὐτου̃ οὐκ ἔγνωσαν ὅτι παρὰ κυρίου ἐστίν ὅτι ἀνταπόδομα αὐτὸς ἐκζητει̃ ἐκ τω̃ν ἀλλοφύλων καὶ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἀλλόφυλοι ἐκυρίευον τω̃ν υἱω̃ν Ισραηλ

14:5 καὶ κατέβη Σαμψων καὶ ὁ πατὴρ αὐτου̃ καὶ ἡ μήτηρ αὐτου̃ εἰς Θαμναθα καὶ ἐξέκλινεν εἰς ἀμπελω̃να Θαμναθα καὶ ἰδοὺ σκύμνος λεόντων ὠρυόμενος εἰς ἀπάντησιν αὐτου̃

14:6 καὶ κατηύθυνεν ἐπ' αὐτὸν πνεύμα κυρίου καὶ διέσπασεν αὐτόν ὡσεὶ διασπάσαι ἔριφον αἰγω̃ν καὶ οὐδὲν ἠ̃ν ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ οὐκ ἀπήγγειλεν τω̨̃ πατρὶ αὐτου̃ οὐδὲ τη̨̃ μητρὶ ἃ ἐποίησεν

14:7 καὶ κατέβησαν καὶ ἐλάλησαν τη̨̃ γυναικί καὶ ἤρεσεν ἐνώπιον Σαμψων

14:8 καὶ ἐπέστρεψεν μεθ' ἡμέρας λαβει̃ν αὐτὴν καὶ ἐξέκλινεν ἰδει̃ν τὸ πτω̃μα του̃ λέοντος καὶ ἰδοὺ συστροφὴ μελισσω̃ν ἐν τω̨̃ στόματι του̃ λέοντος καὶ μέλι ἠ̃ν

14:9 καὶ ἐξει̃λεν αὐτὸ εἰς τὸ στόμα αὐτου̃ καὶ ἐπορεύθη πορευόμενος καὶ ἔσθων καὶ ἐπορεύθη πρὸς τὸν πατέρα αὐτου̃ καὶ πρὸς τὴν μητέρα αὐτου̃ καὶ ἔδωκεν αὐτοι̃ς καὶ ἔφαγον καὶ οὐκ ἀπήγγειλεν αὐτοι̃ς ὅτι ἐκ τη̃ς ἕξεως του̃ λέοντος ἐξει̃λεν τὸ μέλι

14:10 καὶ κατέβη ὁ πατὴρ αὐτου̃ πρὸς τὴν γυναι̃κα καὶ ἐποίησεν ἐκει̃ Σαμψων πότον ἡμέρας ἑπτά ὅτι οὕτως ἐποίουν οἱ νεανίσκοι

14:11 καὶ ἐγένετο ἐν τω̨̃ φοβει̃σθαι αὐτοὺς αὐτὸν προσκατέστησαν αὐτω̨̃ ἑταίρους τριάκοντα καὶ ἠ̃σαν μετ' αὐτου̃

14:12 καὶ εἰ̃πεν αὐτοι̃ς Σαμψων προβαλω̃ ὑμι̃ν πρόβλημα καὶ ἐὰν ἀπαγγείλητέ μοι τὸ πρόβλημα ἐν ται̃ς ἑπτὰ ἡμέραις του̃ πότου δώσω ὑμι̃ν τριάκοντα σινδόνας καὶ τριάκοντα στολάς

14:13 καὶ ἐὰν μὴ δυνασθη̃τε ἀπαγγει̃λαί μοι καὶ δώσετε ὑμει̃ς ἐμοὶ τριάκοντα σινδόνας καὶ τριάκοντα στολὰς ἱματίων καὶ εἰ̃παν αὐτω̨̃ προβαλου̃ τὸ πρόβλημά σου καὶ ἀκουσόμεθα αὐτου̃

14:14 καὶ εἰ̃πεν αὐτοι̃ς ἐκ του̃ ἔσθοντος ἐξη̃λθεν βρω̃σις καὶ ἐξ ἰσχυρου̃ ἐξη̃λθεν γλυκύ καὶ οὐκ ἠδυνάσθησαν ἀπαγγει̃λαι τὸ πρόβλημα ἐπὶ τρει̃ς ἡμέρας

14:15 καὶ ἐγένετο ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ τετάρτη̨ καὶ εἰ̃παν τη̨̃ γυναικὶ Σαμψων ἀπάτησον δὴ τὸν ἄνδρα σου καὶ ἀπαγγειλάτω σοι τὸ πρόβλημα μήποτε ἐμπυρίσωμέν σε καὶ τὸν οἰ̃κον του̃ πατρός σου ἐν πυρί ἠ̃ πτωχευ̃σαι ἐκαλέσατε ἡμα̃ς

14:16 καὶ ἔκλαυσεν ἡ γυνὴ Σαμψων ἐπ' αὐτὸν καὶ εἰ̃πεν αὐτω̨̃ μεμίσηκάς με καὶ οὐκ ἠγάπηκάς με ὅτι τὸ πρόβλημα ὃ προεβάλου τοι̃ς υἱοι̃ς του̃ λαου̃ μου κἀμοὶ οὐκ ἀπήγγειλας αὐτό καὶ εἰ̃πεν αὐτη̨̃ Σαμψων ἰδοὺ τω̨̃ πατρί μου καὶ τη̨̃ μητρί μου οὐκ ἀπήγγειλα αὐτό καὶ σοὶ ἀπαγγελω̃

14:17 καὶ ἔκλαυσεν ἐπ' αὐτὸν ἐπὶ τὰς ἑπτὰ ἡμέρας ἐν αἱ̃ς ἠ̃ν ἐν αὐται̃ς ὁ πότος καὶ ἐγένετο ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ καὶ ἀπήγγειλεν αὐτη̨̃ ὅτι παρηνώχλησεν αὐτόν καὶ αὐτὴ ἀπήγγειλεν τοι̃ς υἱοι̃ς του̃ λαου̃ αὐτη̃ς

14:18 καὶ εἰ̃παν αὐτω̨̃ οἱ ἄνδρες τη̃ς πόλεως ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ πρὶν δυ̃ναι τὸν ἥλιον τί γλυκύτερον μέλιτος καὶ τί ἰσχυρότερον λέοντος καὶ εἰ̃πεν αὐτοι̃ς Σαμψων εἰ μὴ κατεδαμάσατέ μου τὴν δάμαλιν οὐκ ἂν εὕρετε τὸ πρόβλημά μου

14:19 καὶ κατεύθυνεν ἐπ' αὐτὸν πνευ̃μα κυρίου καὶ κατέβη εἰς 'Ασκαλω̃να καὶ ἔπαισεν ἐκει̃θεν τριάκοντα ἄνδρας καὶ ἔλαβεν τὰς στολὰς αὐτω̃ν καὶ ἔδωκεν τοι̃ς ἀπαγγείλασιν τὸ πρόβλημα καὶ ἐθυμώθη ὀργη̨̃ Σαμψων καὶ ἀνέβη εἰς τὸν οἰ̃κον του̃ πατρὸς αὐτου̃

14:20 καὶ συνώ̨κησεν ἡ γυνὴ Σαμψων τω̨̃ νυμφαγωγω̨̃ αὐτου̃ ὃς ἠ̃ν ἑται̃ρος αὐτου̃

15:1 καὶ ἐγένετο μεθ' ἡμέρας ἐν ἡμέραις θερισμου̃ πυρω̃ν καὶ ἐπεσκέψατο Σαμψων τὴν γυναι̃κα αὐτου̃ φέρων ἔριφον αἰγω̃ν καὶ εἰ̃πεν εἰσελεύσομαι πρὸς τὴν γυναι̃κά μου εἰς τὸν κοιτω̃να καὶ οὐκ ἀφη̃κεν αὐτὸν ὁ πατὴρ αὐτη̃ς εἰσελθει̃ν πρὸς αὐτήν

15:2 καὶ εἰ̃πεν ὁ πατὴρ αὐτη̃ς εἴπας εἰ̃πα ὅτι μισω̃ν ἐμίσησας αὐτήν καὶ ἔδωκα αὐτὴν τω̨̃ συνεταίρω̨ σου οὐκ ἰδοὺ ἡ ἀδελφὴ αὐτη̃ς ἡ νεωτέρα κρείσσων αὐτη̃ς ἐστιν ἔστω δή σοι ἀντὶ αὐτη̃ς

15:3 καὶ εἰ̃πεν αὐτω̨̃ Σαμψων ἀθω̨̃ός εἰμι τὸ ἅπαξ ἀπὸ τω̃ν ἀλλοφύλων ὅτι ἐγὼ ποιω̃ μεθ' ὑμω̃ν κακά

15:4 καὶ ἐπορεύθη Σαμψων καὶ συνέλαβεν τριακοσίας ἀλώπεκας καὶ ἔλαβεν λαμπάδας καὶ συνέδησεν κέρκον πρὸς κέρκον καὶ ἔθηκεν λαμπάδα μίαν ἀνὰ μέσον τω̃ν δύο κέρκων ἐν τω̨̃ μέσω̨

15:5 καὶ ἐξη̃ψεν πυ̃ρ ἐν ται̃ς λαμπάσιν καὶ ἐξαπέστειλεν εἰς τὰ δράγματα τω̃ν ἀλλοφύλων καὶ ἐνεπύρισεν τοὺς στάχυας καὶ τὰ προτεθερισμένα ἀπὸ στοιβη̃ς καὶ ἕως ἑστω̃τος καὶ ἕως ἀμπελω̃νος καὶ ἐλαίας

15:6 καὶ εἰ̃παν οἱ ἀλλόφυλοι τίς ἐποίησεν ταυ̃τα καὶ εἰ̃παν Σαμψων ὁ γαμβρὸς του̃ Θαμναθαίου ὅτι ἔλαβεν τὴν γυναι̃κα αὐτου̃ καὶ ἔδωκεν αὐτὴν τω̨̃ συνεταίρω̨ αὐτου̃ καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι καὶ ἐνεπύρισαν τὴν οἰκίαν του̃ πατρὸς αὐτη̃ς καὶ αὐτὴν καὶ τὸν πατέρα αὐτη̃ς ἐν πυρί

15:7 καὶ εἰ̃πεν αὐτοι̃ς Σαμψων ἐὰν ποιήσητε οὕτως οὐκ εὐδοκήσω ἀλλὰ τὴν ἐκδίκησίν μου ἐξ ἑνὸς καὶ ἑκάστου ὑμω̃ν ποιήσομαι

15:8 καὶ ἐπάταξεν αὐτοὺς ἐπὶ μηρὸν πληγὴν μεγάλην καὶ κατέβη καὶ κατώ̨κει παρὰ τω̨̃ χειμάρρω̨ ἐν τω̨̃ σπηλαίω̨ Ηταμ

15:9 καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι καὶ παρενεβάλοσαν ἐπὶ τὸν Ιουδαν καὶ ἐξερρίφησαν ἐν Λεχι

15:10 καὶ εἰ̃παν αὐτοι̃ς πα̃ς ἀνὴρ Ιουδα ἵνα τί ἀνέβητε ἐφ' ἡμα̃ς καὶ εἰ̃παν οἱ ἀλλόφυλοι δη̃σαι τὸν Σαμψων καὶ ποιη̃σαι αὐτω̨̃ ὃν τρόπον ἐποίησεν ἡμι̃ν

15:11 καὶ κατέβησαν τρει̃ς χιλιάδες ἀνδρω̃ν ἐξ Ιουδα ἐπὶ τὴν ὀπὴν τη̃ς πέτρας Ηταμ καὶ εἰ̃παν πρὸς Σαμψων οὐκ οἰ̃δας ὅτι ἄρχουσιν ἡμω̃ν οἱ ἀλλόφυλοι καὶ ἵνα τί ταυ̃τα ἐποίησας ἡμι̃ν καὶ εἰ̃πεν αὐτοι̃ς Σαμψων καθὼς ἐποίησαν ἡμι̃ν οὕτως ἐποίησα αὐτοι̃ς

15:12 καὶ εἰ̃παν αὐτω̨̃ του̃ δη̃σαί σε κατέβημεν καὶ παραδου̃ναί σε εἰς χει̃ρας ἀλλοφύλων καὶ εἰ̃πεν αὐτοι̃ς Σαμψων ὀμόσατέ μοι μὴ ἀποκτει̃ναί με ὑμει̃ς καὶ παράδοτέ με αὐτοι̃ς μήποτε ἀπαντήσητε ὑμει̃ς ἐν ἐμοί

15:13 καὶ ὤμοσαν αὐτω̨̃ λέγοντες οὐχί ἀλλὰ δεσμω̨̃ δήσομέν σε καὶ παραδώσομέν σε εἰς χει̃ρας αὐτω̃ν θανάτω̨ δὲ οὐ θανατώσομέν σε καὶ ἔδησαν αὐτὸν δύο καλωδίοις καινοι̃ς καὶ ἀνήγαγον αὐτὸν ἐκ τη̃ς πέτρας

15:14 καὶ αὐτὸς ἠ̃λθεν ἕως Σιαγόνος καὶ οἱ ἀλλόφυλοι ἠλάλαξαν εἰς ἀπάντησιν αὐτου̃ καὶ ἔδραμον εἰς συνάντησιν αὐτου̃ καὶ κατηύθυνεν ἐπ' αὐτὸν πνευ̃μα κυρίου καὶ ἐγένοντο τὰ καλώδια τὰ ἐν τοι̃ς βραχίοσιν αὐτου̃ ὡσεὶ στιππύον ἡνίκα ἂν ὀσφρανθη̨̃ πυρός καὶ διελύθησαν οἱ δεσμοὶ ἀπὸ τω̃ν βραχιόνων αὐτου̃

15:15 καὶ εὑ̃ρεν σιαγόνα ὄνου ἐρριμμένην ἐν τη̨̃ ὁδω̨̃ καὶ ἐξέτεινεν τὴν χει̃ρα αὐτου̃ καὶ ἔλαβεν αὐτὴν καὶ ἐπάταξεν ἐν αὐτη̨̃ χιλίους ἄνδρας

15:16 καὶ εἰ̃πεν Σαμψων ἐν σιαγόνι ὄνου ἐξαλείφων ἐξήλειψα αὐτούς ὅτι ἐν σιαγόνι ὄνου ἐπάταξα χιλίους ἄνδρας

15:17 καὶ ἐγένετο ἡνίκα συνετέλεσεν λαλω̃ν καὶ ἔρριψεν τὴν σιαγόνα ἀπὸ τη̃ς χειρὸς αὐτου̃ καὶ ἐκάλεσεν τὸν τόπον ἐκει̃νον 'Αναίρεσις σιαγόνος

15:18 καὶ ἐδίψησεν σφόδρα καὶ ἐβόησεν πρὸς κύριον καὶ εἰ̃πεν σὺ ἔδωκας ἐν χειρὶ του̃ δούλου σου τὴν σωτηρίαν τὴν μεγάλην ταύτην καὶ νυ̃ν ἀποθανου̃μαι ἐν δίψει καὶ ἐμπεσου̃μαι ἐν χειρὶ τω̃ν ἀπεριτμήτων

15:19 καὶ ἤνοιξεν ὁ θεὸς τὸ τραυ̃μα τη̃ς σιαγόνος καὶ ἐξη̃λθεν ἐξ αὐτου̃ ὕδατα καὶ ἔπιεν καὶ ἐπέστρεψεν τὸ πνευ̃μα αὐτου̃ ἐν αὐτω̨̃ καὶ ἀνέψυξεν διὰ του̃το ἐκλήθη τὸ ὄνομα αὐτη̃ς Πηγὴ ἐπίκλητος σιαγόνος ἕως τη̃ς ἡμέρας ταύτης

15:20 καὶ ἔκρινεν τὸν Ισραηλ ἐν ἡμέραις ἀλλοφύλων ἔτη εἴκοσι

16:1 καὶ ἐπορεύθη Σαμψων ἐκει̃θεν εἰς Γάζαν καὶ εἰ̃δεν ἐκει̃ γυναι̃κα πόρνην καὶ εἰση̃λθεν πρὸς αὐτήν

16:2 καὶ ἀπηγγέλη τοι̃ς Γαζαίοις λέγοντες ἥκει Σαμψων ἐνταυ̃θα καὶ ἐκύκλωσαν καὶ ἐνήδρευσαν αὐτὸν ὅλην τὴν νύκτα ἐπὶ τη̃ς πύλης τη̃ς πόλεως καὶ ἐκώφευσαν ὅλην τὴν νύκτα λέγοντες ἕως φωτὸς πρωὶ μείνωμεν καὶ ἀποκτείνωμεν αὐτόν

16:3 καὶ ἐκοιμήθη Σαμψων ἕως του̃ μεσονυκτίου καὶ ἀνέστη περὶ τὸ μεσονύκτιον καὶ ἐπελάβετο τω̃ν θυρω̃ν τη̃ς πύλης τη̃ς πόλεως καὶ τω̃ν δύο σταθμω̃ν καὶ ἀνεβάστασεν αὐτὰς σὺν τω̨̃ μοχλω̨̃ καὶ ἐπέθηκεν ἐπὶ τω̨̃ ὤμω̨ αὐτου̃ καὶ ἀνήνεγκεν αὐτὰ ἐπὶ τὴν κορυφὴν του̃ ὄρους ὅ ἐστιν ἐπὶ πρόσωπον Χεβρων καὶ ἔθηκεν αὐτὰ ἐκει̃

16:4 καὶ ἐγένετο μετὰ ταυ̃τα καὶ ἠγάπησεν γυναι̃κα ἐπὶ του̃ χειμάρρου Σωρηχ καὶ ὄνομα αὐτη̨̃ Δαλιλα

16:5 καὶ ἀνέβησαν πρὸς αὐτὴν οἱ σατράπαι τω̃ν ἀλλοφύλων καὶ εἰ̃παν αὐτη̨̃ ἀπάτησον αὐτὸν καὶ ἰδὲ ἐν τίνι ἡ ἰσχὺς αὐτου̃ ἐστιν ἡ μεγάλη καὶ ἐν τίνι δυνησόμεθα πρὸς αὐτὸν καὶ δήσομεν αὐτὸν ὥστε ταπεινω̃σαι αὐτόν καὶ ἡμει̃ς δώσομέν σοι ἀνὴρ χιλίους καὶ ἑκατὸν ἀργυρίου

16:6 καὶ εἰ̃πεν Δαλιλα πρὸς Σαμψων ἀνάγγειλόν μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη καὶ ἐν τίνι δεθήση̨ του̃ ταπεινωθη̃ναί σε

16:7 καὶ εἰ̃πεν πρὸς αὐτὴν Σαμψων ἐὰν δήσωσίν με ἐν ἑπτὰ νευραι̃ς ὑγραι̃ς μὴ ἠρημωμέναις καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς εἱ̃ς τω̃ν ἀνθρώπων

16:8 καὶ ἀνήνεγκαν αὐτη̨̃ οἱ σατράπαι τω̃ν ἀλλοφύλων ἑπτὰ νευρὰς ὑγρὰς μὴ ἠρημωμένας καὶ ἔδησεν αὐτὸν ἐν αὐται̃ς

16:9 καὶ τὸ ἔνεδρον αὐτου̃ ἐκάθητο ἐν τω̨̃ ταμιείω̨ καὶ εἰ̃πεν πρὸς αὐτόν ἀλλόφυλοι ἐπὶ σέ Σαμψων καὶ διέρρηξεν τὰς νευράς ὃν τρόπον διασπα̃ται κλω̃σμα του̃ ἀποτινάγματος ἐν τω̨̃ ὀσφρανθη̃ναι πυρός καὶ οὐκ ἐγνώσθη ἡ ἰσχὺς αὐτου̃

16:10 καὶ εἰ̃πεν Δαλιλα πρὸς Σαμψων ἰδοὺ παρελογίσω με καὶ ἐλάλησας πρός με ψευδη̃ νυ̃ν οὐ̃ν ἀνάγγειλον δή μοι ἐν τίνι δεθήση̨

16:11 καὶ εἰ̃πεν πρὸς αὐτήν ἐὰν δεσμω̨̃ δήσωσίν με ἐν ἑπτὰ καλωδίοις καινοι̃ς ἐν οἱ̃ς οὐκ ἐγενήθη ἔργον καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς εἱ̃ς τω̃ν ἀνθρώπων

16:12 καὶ ἔλαβεν αὐτω̨̃ Δαλιλα καλώδια καινὰ καὶ ἔδησεν αὐτὸν ἐν αὐτοι̃ς καὶ εἰ̃πεν πρὸς αὐτόν οἱ ἀλλόφυλοι ἐπὶ σέ Σαμψων καὶ τὸ ἔνεδρον ἐκάθητο ἐν τω̨̃ ταμιείω̨ καὶ διέσπασεν αὐτὰ ἀπὸ τω̃ν βραχιόνων αὐτου̃ ὡς ῥάμμα

16:13 καὶ εἰ̃πεν Δαλιλα πρὸς Σαμψων ἕως νυ̃ν παρελογίσω με καὶ ἐλάλησας πρός με ψευδη̃ ἀνάγγειλον δή μοι ἐν τίνι δεθήση̨ καὶ εἰ̃πεν πρὸς αὐτήν ἐὰν ὑφάνη̨ς τὰς ἑπτὰ σειρὰς τη̃ς κεφαλη̃ς μου μετὰ του̃ διάσματος καὶ ἐγκρούση̨ς ἐν τω̨̃ πασσάλω̨ εἰς τὸν τοι̃χον καὶ ἔσομαι ἀσθενὴς ὡς εἱ̃ς τω̃ν ἀνθρώπων

16:14 καὶ ἐκοίμισεν αὐτὸν Δαλιλα καὶ ἐδιάσατο τοὺς ἑπτὰ βοστρύχους τη̃ς κεφαλη̃ς αὐτου̃ μετὰ τη̃ς ἐκτάσεως καὶ κατέκρουσεν ἐν τοι̃ς πασσάλοις εἰς τὸν τοι̃χον καὶ εἰ̃πεν πρὸς αὐτόν οἱ ἀλλόφυλοι ἐπὶ σέ Σαμψων καὶ ἐξηγέρθη ἐκ του̃ ὕπνου αὐτου̃ καὶ ἐξέσπασεν τοὺς πασσάλους σὺν τω̨̃ ὑφάσματι ἐκ του̃ τοίχου καὶ τὸ δίασμα καὶ οὐκ ἐγνώσθη ἡ ἰσχὺς αὐτου̃

16:15 καὶ εἰ̃πεν πρὸς αὐτὸν Δαλιλα πω̃ς ἐρει̃ς ἠγάπηκά σε καὶ ἡ καρδία σου οὐκ ἔστιν μετ' ἐμου̃ του̃το τρίτον παρελογίσω με καὶ οὐκ ἀπήγγειλάς μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη

16:16 καὶ ἐγένετο ὅτε κατειργάσατο αὐτὸν τοι̃ς λόγοις αὐτη̃ς ὅλην τὴν νύκτα καὶ παρηνώχλησεν αὐτόν καὶ ὠλιγοψύχησεν ἕως εἰς θάνατον

16:17 καὶ ἀπήγγειλεν αὐτη̨̃ πάντα τὰ ἀπὸ καρδίας αὐτου̃ καὶ εἰ̃πεν αὐτη̨̃ ξυρὸν οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλήν μου ὅτι ναζιραι̃ος θεου̃ ἐγώ εἰμι ἐκ κοιλίας μητρός μου καὶ ἐὰν ξυρήσωμαι ἀποστήσεται ἀπ' ἐμου̃ ἡ ἰσχύς μου καὶ ἀσθενήσω καὶ ἔσομαι κατὰ πάντας τοὺς ἀνθρώπους

16:18 καὶ εἰ̃δεν Δαλιλα ὅτι ἀνήγγειλεν αὐτη̨̃ πάντα τὰ ἀπὸ καρδίας αὐτου̃ καὶ ἀπέστειλεν καὶ ἐκάλεσεν πάντας τοὺς σατράπας τω̃ν ἀλλοφύλων λέγουσα ἀνάβητε τὸ ἅπαξ ὅτι ἀνήγγειλέν μοι πα̃σαν τὴν καρδίαν αὐτου̃ καὶ ἀνέβησαν πρὸς αὐτὴν πα̃σαι αἱ σατραπίαι τω̃ν ἀλλοφύλων καὶ ἤνεγκαν τὸ ἀργύριον ἐν ται̃ς χερσὶν αὐτω̃ν

16:19 καὶ ἐκοίμισεν αὐτὸν ἀνὰ μέσον τω̃ν γονάτων αὐτη̃ς καὶ ἐκάλεσεν τὸν κουρέα καὶ ἐξύρησεν τοὺς ἑπτὰ βοστρύχους τη̃ς κεφαλη̃ς αὐτου̃ καὶ ἤρξατο ταπεινου̃σθαι καὶ ἀπέστη ἡ ἰσχὺς αὐτου̃ ἀπ' αὐτου̃

16:20 καὶ εἰ̃πεν αὐτω̨̃ Δαλιλα οἱ ἀλλόφυλοι ἐπὶ σέ Σαμψων καὶ ἐξηγέρθη ἐκ του̃ ὕπνου αὐτου̃ καὶ εἰ̃πεν ἐξελεύσομαι καὶ ποιήσω καθὼς ἀεὶ καὶ ἀποτινάξομαι καὶ αὐτὸς οὐκ ἔγνω ὅτι κύριος ἀπέστη ἀπ' αὐτου̃

16:21 καὶ ἐπελάβοντο αὐτου̃ οἱ ἀλλόφυλοι καὶ ἐξώρυξαν τοὺς ὀφθαλμοὺς αὐτου̃ καὶ κατήγαγον αὐτὸν εἰς Γάζαν καὶ ἔδησαν αὐτὸν ἐν πέδαις χαλκαι̃ς καὶ ἠ̃ν ἀλήθων ἐν οἴκω̨ τη̃ς φυλακη̃ς

16:22 καὶ ἤρξατο ἡ θρὶξ τη̃ς κεφαλη̃ς αὐτου̃ ἀνατει̃λαι ἡνίκα ἐξυρήθη

16:23 καὶ οἱ σατράπαι τω̃ν ἀλλοφύλων συνήχθησαν του̃ θυ̃σαι θυσίαν μεγάλην Δαγων τω̨̃ θεω̨̃ αὐτω̃ν καὶ του̃ εὐφρανθη̃ναι καὶ εἰ̃παν παρέδωκεν ὁ θεὸς ἡμω̃ν ἐν χειρὶ ἡμω̃ν Σαμψων τὸν ἐχθρὸν ἡμω̃ν

16:24 καὶ εἰ̃δεν αὐτὸν ὁ λαὸς καὶ ἤ̨νεσαν τοὺς θεοὺς αὐτω̃ν καὶ εἰ̃παν παρέδωκεν ὁ θεὸς ἡμω̃ν τὸν ἐχθρὸν ἡμω̃ν ἐν χειρὶ ἡμω̃ν καὶ τὸν ἐξερημου̃ντα τὴν γη̃ν ἡμω̃ν ὅστις ἐπλήθυνεν τοὺς τραυματίας ἡμω̃ν

16:25 καὶ ἐγένετο ὅτε ἠγαθύνθη ἡ καρδία αὐτω̃ν καὶ εἰ̃παν καλέσατε τὸν Σαμψων ἐξ οἴκου φυλακη̃ς καὶ παιξάτω ἐνώπιον ἡμω̃ν καὶ ἐκάλεσαν τὸν Σαμψων ἐξ οἴκου τη̃ς φυλακη̃ς καὶ ἐνέπαιζον αὐτω̨̃ καὶ ἔστησαν αὐτὸν ἀνὰ μέσον τω̃ν δύο στύλων

16:26 καὶ εἰ̃πεν Σαμψων πρὸς τὸ παιδάριον τὸν χειραγωγου̃ντα αὐτόν ἐπανάπαυσόν με δὴ καὶ ποίησον ψηλαφη̃σαί με ἐπὶ τοὺς στύλους ἐφ' ὡ̃ν ὁ οἰ̃κος ἐπεστήρικται ἐπ' αὐτω̃ν καὶ ἐπιστηρίσομαι ἐπ' αὐτούς ὁ δὲ παι̃ς ἐποίησεν οὕτως

16:27 ὁ δὲ οἰ̃κος ἠ̃ν πλήρης ἀνδρω̃ν καὶ γυναικω̃ν καὶ ἐκει̃ πάντες οἱ σατράπαι τω̃ν ἀλλοφύλων καὶ ἐπὶ του̃ δώματος ὡσεὶ τρισχίλιοι ἄνδρες καὶ γυναι̃κες ἐμβλέποντες ἐμπαιζόμενον τὸν Σαμψων

16:28 καὶ ἐβόησεν Σαμψων πρὸς κύριον καὶ εἰ̃πεν κύριε κύριε μνήσθητί μου καὶ ἐνίσχυσόν με δὴ πλὴν ἔτι τὸ ἅπαξ του̃το καὶ ἐκδικήσω ἐκδίκησιν μίαν ἀντὶ τω̃ν δύο ὀφθαλμω̃ν μου ἐκ τω̃ν ἀλλοφύλων

16:29 καὶ περιέλαβεν Σαμψων τοὺς δύο στύλους τοὺς μέσους ἐφ' ὡ̃ν ὁ οἰ̃κος ἐπεστήρικτο ἐπ' αὐτω̃ν καὶ ἐπεστηρίσατο ἐπ' αὐτοι̃ς ἕνα ἐν τη̨̃ δεξια̨̃ αὐτου̃ καὶ ἕνα ἐν τη̨̃ ἀριστερα̨̃ αὐτου̃

16:30 καὶ εἰ̃πεν Σαμψων ἀποθανέτω ἡ ψυχή μου μετὰ τω̃ν ἀλλοφύλων καὶ ἔκλινεν ἐν ἰσχύι καὶ ἔπεσεν ὁ οἰ̃κος ἐπὶ τοὺς σατράπας καὶ ἐπὶ πάντα τὸν λαὸν τὸν ἐν αὐτω̨̃ καὶ ἐγένοντο οἱ τεθνηκότες οὓς ἐθανάτωσεν Σαμψων ἐν τω̨̃ θανάτω̨ αὐτου̃ πλείους ὑπὲρ οὓς ἐθανάτωσεν ἐν τη̨̃ ζωη̨̃ αὐτου̃

16:31 καὶ κατέβησαν οἱ ἀδελφοὶ αὐτου̃ καὶ πα̃ς ὁ οἰ̃κος του̃ πατρὸς αὐτου̃ καὶ ἔλαβον αὐτὸν καὶ ἀνέβησαν καὶ ἔθαψαν αὐτὸν ἀνὰ μέσον Σαραα καὶ ἀνὰ μέσον Εσθαολ ἐν τω̨̃ τάφω̨ Μανωε του̃ πατρὸς αὐτου̃ καὶ αὐτὸς ἔκρινεν τὸν Ισραηλ εἴκοσι ἔτη

17:1 καὶ ἐγένετο ἀνὴρ ἐξ ὄρους Εφραιμ καὶ ὄνομα αὐτω̨̃ Μιχα

17:2 καὶ εἰ̃πεν τη̨̃ μητρὶ αὐτου̃ χιλίους καὶ ἑκατὸν ἀργυρίου τοὺς λημφθέντας σοι καὶ ἐξώρκισας καὶ εἰ̃πας ἐν τοι̃ς ὠσίν μου ἰδοὺ τὸ ἀργύριον παρ' ἐμοί ἐγὼ ἔλαβον αὐτό καὶ εἰ̃πεν ἡ μήτηρ αὐτου̃ εὐλογημένος ὁ υἱός μου τω̨̃ κυρίω̨

17:3 καὶ ἀπέδωκεν τοὺς χιλίους καὶ ἑκατὸν του̃ ἀργυρίου τη̨̃ μητρὶ αὐτου̃ καὶ εἰ̃πεν ἡ μήτηρ αὐτου̃ ἁγιασμω̨̃ ἡγίασα τὸ ἀργύριον τω̨̃ κυρίω̨ ἐκ τη̃ς χειρός μου κατὰ μόνας του̃ ποιη̃σαι γλυπτὸν καὶ χωνευτόν καὶ νυ̃ν ἐπιστρέψω αὐτά σοι καὶ ἀποδώσω σοι αὐτό

17:4 καὶ ἀπέδωκεν τὸ ἀργύριον τη̨̃ μητρὶ αὐτου̃ καὶ ἔλαβεν ἡ μήτηρ αὐτου̃ διακοσίους του̃ ἀργυρίου καὶ ἔδωκεν αὐτὸ τω̨̃ χωνευτη̨̃ καὶ ἐποίησεν αὐτὸ γλυπτὸν καὶ χωνευτόν καὶ ἐγένετο ἐν τω̨̃ οἴκω̨ Μιχα

17:5 καὶ ὁ ἀνὴρ Μιχα αὐτω̨̃ οἰ̃κος θεου̃ καὶ ἐποίησεν εφουδ καὶ θεραφιν καὶ ἐνέπλησεν τὴν χει̃ρα ἑνὸς τω̃ν υἱω̃ν αὐτου̃ καὶ ἐγενήθη αὐτω̨̃ εἰς ἱερέα

17:6 ἐν ται̃ς ἡμέραις ἐκείναις οὐκ ἠ̃ν βασιλεὺς ἐν Ισραηλ ἀνὴρ τὸ ἀγαθὸν ἐν ὀφθαλμοι̃ς αὐτου̃ ἐποίει

17:7 καὶ ἐγένετο παιδάριον ἐκ Βηθλεεμ δήμου Ιουδα ἐκ τη̃ς συγγενείας Ιουδα καὶ αὐτὸς Λευίτης καὶ αὐτὸς παρώ̨κει ἐκει̃

17:8 καὶ ἐπορεύθη ὁ ἀνὴρ ἐκ τη̃ς πόλεως Ιουδα ἐκ Βηθλεεμ παροικει̃ν οὑ̃ ἐὰν εὕρη̨ καὶ ἐγενήθη εἰς ὄρος Εφραιμ ἕως οἴκου Μιχα του̃ ποιη̃σαι τὴν ὁδὸν αὐτου̃

17:9 καὶ εἰ̃πεν αὐτω̨̃ Μιχα πόθεν ἔρχη̨ καὶ εἰ̃πεν πρὸς αὐτόν Λευίτης ἐγώ εἰμι ἐκ Βηθλεεμ Ιουδα καὶ ἐγὼ πορεύομαι παροικει̃ν οὑ̃ ἐὰν εὕρω

17:10 καὶ εἰ̃πεν αὐτω̨̃ Μιχα κάθου μετ' ἐμου̃ καὶ γενου̃ μοι εἰς πατέρα καὶ εἰς ἱερέα καὶ ἐγὼ δώσω σοι δέκα ἀργυρίου εἰς ἡμέρας καὶ ζευ̃γος ἱματίων καὶ τὰ πρὸς τὸ ζη̃ν σου καὶ ἐπορεύθη ὁ Λευίτης

17:11 καὶ ἤρξατο παροικει̃ν παρὰ τω̨̃ ἀνδρί καὶ ἐγενήθη αὐτω̨̃ τὸ παιδάριον ὡς εἱ̃ς τω̃ν υἱω̃ν αὐτου̃

17:12 καὶ ἐνέπλησεν Μιχα τὴν χει̃ρα του̃ Λευίτου καὶ ἐγενήθη αὐτω̨̃ τὸ παιδάριον εἰς ἱερέα καὶ ἠ̃ν ἐν τω̨̃ οἴκω̨ Μιχα

17:13 καὶ εἰ̃πεν Μιχα νυ̃ν ἔγνων ὅτι ἠγαθοποίησέν με κύριος ὅτι ἐγενήθη μοι ὁ Λευίτης εἰς ἱερέα

18:1 ἐν ται̃ς ἡμέραις ἐκείναις οὐκ ἠ̃ν βασιλεὺς ἐν Ισραηλ καὶ ἐν ται̃ς ἡμέραις ἐκείναις ἐζήτει ἡ φυλὴ του̃ Δαν ἑαυτη̨̃ κληρονομίαν του̃ κατοικει̃ν ὅτι οὐκ ἔπεσεν αὐτη̨̃ ἕως τω̃ν ἡμερω̃ν ἐκείνων ἐν μέσω̨ φυλω̃ν Ισραηλ κληρονομία

18:2 καὶ ἐξαπέστειλαν οἱ υἱοὶ Δαν ἐκ τω̃ν συγγενειω̃ν αὐτω̃ν πέντε ἄνδρας ἀπὸ μέρους αὐτω̃ν υἱοὺς δυνάμεως ἐκ Σαραα καὶ Εσθαολ του̃ κατασκέψασθαι τὴν γη̃ν καὶ ἐξιχνιάσαι αὐτὴν καὶ εἰ̃παν πρὸς αὐτούς πορεύεσθε καὶ ἐξεραυνήσατε τὴν γη̃ν καὶ παρεγένοντο εἰς ὄρος Εφραιμ ἕως οἴκου Μιχα καὶ κατέπαυσαν ἐκει̃

18:3 αὐτω̃ν ὄντων παρὰ τω̨̃ οἴκω̨ Μιχα καὶ αὐτοὶ ἐπέγνωσαν τὴν φωνὴν του̃ παιδαρίου του̃ νεωτέρου του̃ Λευίτου καὶ ἐξέκλιναν ἐκει̃ καὶ εἰ̃παν αὐτω̨̃ τίς ἤγαγέν σε ὡ̃δε καὶ τί ποιει̃ς ἐνταυ̃θα καὶ τί σοί ἐστιν ὡ̃δε

18:4 καὶ εἰ̃πεν πρὸς αὐτούς οὕτως καὶ οὕτως ἐποίησέν μοι Μιχα καὶ ἐμισθώσατό με καὶ ἐγενήθην αὐτω̨̃ εἰς ἱερέα

18:5 καὶ εἰ̃παν αὐτω̨̃ ἐπερώτησον δὴ ἐν τω̨̃ θεω̨̃ καὶ γνωσόμεθα εἰ κατευοδοι̃ ἡ ὁδὸς ἡμω̃ν ἣν ἡμει̃ς πορευόμεθα ἐπ' αὐτήν

18:6 καὶ εἰ̃πεν αὐτοι̃ς ὁ ἱερεύς πορεύεσθε εἰς εἰρήνην ἐνώπιον κυρίου ἡ ὁδὸς ὑμω̃ν καθ' ἣν ὑμει̃ς πορεύεσθε ἐν αὐτη̨̃

18:7 καὶ ἐπορεύθησαν οἱ πέντε ἄνδρες καὶ παρεγένοντο εἰς Λαισα καὶ εἰ̃δον τὸν λαὸν τὸν κατοικου̃ντα ἐν αὐτη̨̃ καθήμενον ἐν ἐλπίδι κατὰ τὴν σύγκρισιν τω̃ν Σιδωνίων ἡσυχάζοντας ἐν ἐλπίδι καὶ μὴ δυναμένους λαλη̃σαι ῥη̃μα ὅτι μακράν εἰσιν ἀπὸ Σιδω̃νος καὶ λόγος οὐκ ἠ̃ν αὐτοι̃ς μετὰ Συρίας

18:8 καὶ παρεγένοντο οἱ πέντε ἄνδρες πρὸς τοὺς ἀδελφοὺς αὐτω̃ν εἰς Σαραα καὶ Εσθαολ καὶ ἔλεγον αὐτοι̃ς οἱ ἀδελφοὶ αὐτω̃ν τί ὑμει̃ς κάθησθε

18:9 καὶ εἰ̃παν ἀνάστητε καὶ ἀναβω̃μεν ἐπ' αὐτούς ὅτι εἰσήλθαμεν καὶ ἐνεπεριεπατήσαμεν ἐν τη̨̃ γη̨̃ ἕως Λαισα καὶ εἴδομεν τὸν λαὸν τὸν κατοικου̃ντα ἐν αὐτη̨̃ ἐν ἐλπίδι κατὰ τὸ σύγκριμα τω̃ν Σιδωνίων καὶ μακρὰν ἀπέχοντες ἐκ Σιδω̃νος καὶ λόγος οὐκ ἠ̃ν αὐτοι̃ς μετὰ Συρίας ἀλλὰ ἀνάστητε καὶ ἀναβω̃μεν ἐπ' αὐτούς ὅτι εὑρήκαμεν τὴν γη̃ν καὶ ἰδοὺ ἀγαθὴ σφόδρα καὶ ὑμει̃ς σιωπα̃τε μὴ ὀκνήσητε του̃ πορευθη̃ναι του̃ ἐλθει̃ν καὶ κατακληρονομη̃σαι τὴν γη̃ν

18:10 ἡνίκα ἂν εἰσέλθητε ἥξετε πρὸς λαὸν πεποιθότα καὶ ἡ γη̃ εὐρύχωρος ὅτι παρέδωκεν αὐτὴν ὁ θεὸς ἐν χειρὶ ὑμω̃ν τόπος οὑ̃ οὐκ ἔστιν ἐκει̃ ὑστέρημα παντὸς ῥήματος ὅσα ἐν τη̨̃ γη̨̃

18:11 καὶ ἀπη̃ραν ἐκ συγγενείας του̃ Δαν ἐκ Σαραα καὶ Εσθαολ ἑξακόσιοι ἄνδρες περιεζωσμένοι σκεύη πολεμικά

18:12 καὶ ἀνέβησαν καὶ παρενεβάλοσαν ἐν Καριαθιαριμ ἐν Ιουδα διὰ του̃το ἐκλήθη τω̨̃ τόπω̨ ἐκείνω̨ Παρεμβολὴ Δαν ἕως τη̃ς ἡμέρας ταύτης ἰδοὺ κατόπισθεν Καριαθιαριμ

18:13 παρη̃λθαν ἐκει̃θεν καὶ ἠ̃λθαν ἕως του̃ ὄρους Εφραιμ καὶ ἠ̃λθον ἕως οἴκου Μιχα

18:14 καὶ ἀπεκρίθησαν οἱ πέντε ἄνδρες οἱ πορευόμενοι κατασκέψασθαι τὴν γη̃ν καὶ εἰ̃παν πρὸς τοὺς ἀδελφοὺς αὐτω̃ν εἰ οἴδατε ὅτι ἐν τοι̃ς οἴκοις τούτοις εφουδ καὶ θεραφιν καὶ γλυπτὸν καὶ χωνευτόν καὶ νυ̃ν γνω̃τε τί ποιήσετε

18:15 καὶ ἐξέκλιναν ἐκει̃ καὶ εἰσήλθοσαν εἰς τὸν οἰ̃κον του̃ παιδαρίου του̃ Λευίτου εἰς τὸν οἰ̃κον Μιχα καὶ ἠσπάσαντο αὐτόν

18:16 καὶ οἱ ἑξακόσιοι ἄνδρες περιεζωσμένοι σκεύη πολεμικὰ ἐστηλωμένοι παρὰ τὴν θύραν του̃ πυλω̃νος οἱ ἐκ τω̃ν υἱω̃ν Δαν

18:17 καὶ ἀνέβησαν οἱ πέντε ἄνδρες οἱ πορευόμενοι κατασκέψασθαι τὴν γη̃ν ἐπελθόντες ἐκει̃ ἔλαβον τὸ γλυπτὸν καὶ τὸ εφουδ καὶ τὸ θεραφιν καὶ τὸ χωνευτόν καὶ ὁ ἱερεὺς ἐστηλωμένος παρὰ τη̨̃ θύρα̨ του̃ πυλω̃νος καὶ οἱ ἑξακόσιοι ἄνδρες οἱ περιεζωσμένοι σκεύη πολεμικά

18:18 καὶ οὑ̃τοι εἰση̃λθον εἰς οἰ̃κον Μιχα καὶ ἔλαβον τὸ γλυπτὸν καὶ τὸ εφουδ καὶ τὸ θεραφιν καὶ τὸ χωνευτόν καὶ εἰ̃πεν πρὸς αὐτοὺς ὁ ἱερεύς τί ὑμει̃ς ποιει̃τε

18:19 καὶ εἰ̃παν πρὸς αὐτόν κώφευσον ἐπίθες τὴν χει̃ρά σου ἐπὶ τὸ στόμα σου καὶ ἐλθὲ μεθ' ἡμω̃ν καὶ ἔση̨ ἡμι̃ν εἰς πατέρα καὶ εἰς ἱερέα μὴ βέλτιον εἰ̃ναί σε ἱερέα οἴκου ἀνδρὸς ἑνὸς ἢ γίνεσθαί σε ἱερέα φυλη̃ς καὶ συγγενείας ἐν Ισραηλ

18:20 καὶ ἠγαθύνθη ἡ καρδία του̃ ἱερέως καὶ ἔλαβεν τὸ εφουδ καὶ τὸ θεραφιν καὶ τὸ γλυπτὸν καὶ τὸ χωνευτὸν καὶ εἰση̃λθεν ἐν μέσω̨ του̃ λαου̃

18:21 καὶ ἐπέστρεψαν καὶ ἀπη̃λθαν καὶ ἔταξαν τὴν πανοικίαν καὶ τὴν κτη̃σιν αὐτου̃ τὴν ἔνδοξον ἔμπροσθεν αὐτω̃ν

18:22 αὐτω̃ν δὲ μεμακρυγκότων ἀπὸ του̃ οἴκου Μιχα καὶ ἰδοὺ Μιχα καὶ οἱ ἄνδρες οἱ σὺν τω̨̃ οἴκω̨ μετὰ Μιχα ἔκραζον κατοπίσω υἱω̃ν Δαν

18:23 καὶ ἐπέστρεψαν οἱ υἱοὶ Δαν τὰ πρόσωπα αὐτω̃ν καὶ εἰ̃παν πρὸς Μιχα τί ἐστίν σοι ὅτι ἔκραξας

18:24 καὶ εἰ̃πεν Μιχα ὅτι τὸ γλυπτόν μου ὃ ἐποίησα ἐμαυτω̨̃ ἐλάβετε καὶ τὸν ἱερέα καὶ ἀπήλθατε καὶ τί ἐμοὶ ἔτι καὶ τί του̃το λέγετέ μοι τί του̃το κράζεις

18:25 καὶ εἰ̃πον πρὸς αὐτὸν οἱ υἱοὶ Δαν μὴ ἀκουσθήτω δὴ ἡ φωνή σου μεθ' ἡμω̃ν μήποτε ἀπαντήσωσιν ὑμι̃ν ἄνδρες κατώδυνοι ψυχη̨̃ καὶ προσθήσεις τὴν ψυχήν σου καὶ τὴν ψυχὴν του̃ οἴκου σου

18:26 καὶ ἐπορεύθησαν οἱ υἱοὶ Δαν εἰς τὴν ὁδὸν αὐτω̃ν καὶ εἰ̃δεν Μιχα ὅτι ἰσχυρότεροί εἰσιν αὐτου̃ καὶ ἐξένευσεν καὶ ἀνέστρεψεν εἰς τὸν οἰ̃κον αὐτου̃

18:27 καὶ αὐτοὶ ἔλαβον ὅσα ἐποίησεν Μιχα καὶ τὸν ἱερέα ὃς ἠ̃ν αὐτω̨̃ καὶ ἠ̃λθον ἕως Λαισα ἐπὶ λαὸν ἡσυχάζοντα καὶ πεποιθότα καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν

18:28 καὶ οὐκ ἔστιν ἐξαιρούμενος ὅτι μακράν ἐστιν ἀπὸ Σιδωνίων καὶ λόγος οὐκ ἔστιν αὐτοι̃ς μετὰ ἀνθρώπων καὶ αὐτὴ ἐν κοιλάδι ἥ ἐστιν του̃ οἴκου Ροωβ καὶ ὠ̨κοδόμησαν τὴν πόλιν καὶ κατώ̨κησαν ἐν αὐτη̨̃

18:29 καὶ ἐκάλεσαν τὸ ὄνομα τη̃ς πόλεως Δαν κατὰ τὸ ὄνομα του̃ πατρὸς αὐτω̃ν ὃς ἐγενήθη τω̨̃ Ισραηλ καὶ ἠ̃ν Λαις ὄνομα τη̨̃ πόλει τὸ πρότερον

18:30 καὶ ἀνέστησαν ἑαυτοι̃ς οἱ υἱοὶ του̃ Δαν τὸ γλυπτὸν Μιχα καὶ Ιωναθαν υἱὸς Γηρσωμ υἱου̃ Μωυση̃ αὐτὸς καὶ οἱ υἱοὶ αὐτου̃ ἠ̃σαν ἱερει̃ς τη̨̃ φυλη̨̃ Δαν ἕως τη̃ς ἡμέρας τη̃ς μετοικεσίας τη̃ς γη̃ς

18:31 καὶ ἔταξαν ἑαυτοι̃ς τὸ γλυπτὸν Μιχα ὃ ἐποίησεν πάσας τὰς ἡμέρας ὅσας ἠ̃ν ὁ οἰ̃κος του̃ θεου̃ ἐν Σηλω

19:1 καὶ ἐγένετο ἐν ται̃ς ἡμέραις ἐκείναις καὶ βασιλεὺς οὐκ ἠ̃ν ἐν Ισραηλ καὶ ἐγένετο ἀνὴρ Λευίτης παροικω̃ν ἐν μηροι̃ς ὄρους Εφραιμ καὶ ἔλαβεν ὁ ἀνὴρ ἑαυτω̨̃ γυναι̃κα παλλακὴν ἐκ Βηθλεεμ Ιουδα

19:2 καὶ ὠργίσθη αὐτω̨̃ ἡ παλλακὴ αὐτου̃ καὶ ἀπη̃λθεν ἀπ' αὐτου̃ εἰς τὸν οἰ̃κον του̃ πατρὸς αὐτη̃ς εἰς Βηθλεεμ Ιουδα καὶ ἐγένετο ἐκει̃ ἡμέρας τετράμηνον

19:3 καὶ ἀνέστη ὁ ἀνὴρ αὐτη̃ς καὶ ἐπορεύθη κατόπισθεν αὐτη̃ς του̃ λαλη̃σαι ἐπὶ τὴν καρδίαν αὐτη̃ς του̃ διαλλάξαι αὐτὴν ἑαυτω̨̃ καὶ ἀπαγαγει̃ν αὐτὴν πάλιν πρὸς αὐτόν καὶ τὸ παιδάριον αὐτου̃ μετ' αὐτου̃ καὶ ζευ̃γος ὑποζυγίων καὶ ἐπορεύθη ἕως οἴκου του̃ πατρὸς αὐτη̃ς καὶ εἰ̃δεν αὐτὸν ὁ πατὴρ τη̃ς νεάνιδος καὶ παρη̃ν εἰς ἀπάντησιν αὐτου̃

19:4 καὶ εἰσήγαγεν αὐτὸν ὁ γαμβρὸς αὐτου̃ ὁ πατὴρ τη̃ς νεάνιδος καὶ ἐκάθισεν μετ' αὐτου̃ ἡμέρας τρει̃ς καὶ ἔφαγον καὶ ἔπιον καὶ ὕπνωσαν ἐκει̃

19:5 καὶ ἐγενήθη τη̨̃ ἡμέρα̨ τη̨̃ τετάρτη̨ καὶ ὤρθρισαν τὸ πρωί καὶ ἀνέστη του̃ ἀπελθει̃ν καὶ εἰ̃πεν ὁ πατὴρ τη̃ς νεάνιδος πρὸς τὸν γαμβρὸν αὐτου̃ στήρισον τὴν καρδίαν σου κλάσματι ἄρτου καὶ μετὰ του̃το πορεύεσθε

19:6 καὶ ἐκάθισαν καὶ ἔφαγον ἀμφότεροι ἐπὶ τὸ αὐτὸ καὶ ἔπιον καὶ εἰ̃πεν ὁ πατὴρ τη̃ς νεάνιδος πρὸς τὸν ἄνδρα ἀρξάμενος αὐλίσθητι καὶ ἀγαθυνθήτω ἡ καρδία σου

19:7 καὶ ἀνέστη ὁ ἀνὴρ ἀπελθει̃ν καὶ ἐβιάσατο αὐτὸν ὁ γαμβρὸς αὐτου̃ καὶ πάλιν ηὐλίσθη ἐκει̃

19:8 καὶ ὤρθρισεν τὸ πρωὶ τη̨̃ ἡμέρα̨ τη̨̃ πέμπτη̨ του̃ ἀπελθει̃ν καὶ εἰ̃πεν ὁ πατὴρ τη̃ς νεάνιδος στήρισον τὴν καρδίαν σου ἄρτω̨ καὶ στρατεύθητι ἕως κλίνη̨ ἡ ἡμέρα καὶ ἔφαγον καὶ ἔπιον ἀμφότεροι

19:9 καὶ ἀνέστη ὁ ἀνὴρ του̃ ἀπελθει̃ν αὐτὸς καὶ ἡ παλλακὴ αὐτου̃ καὶ τὸ παιδάριον αὐτου̃ καὶ εἰ̃πεν αὐτω̨̃ ὁ γαμβρὸς αὐτου̃ ὁ πατὴρ τη̃ς νεάνιδος ἰδοὺ δὴ εἰς ἑσπέραν κέκλικεν ἡ ἡμέρα κατάλυσον ὡ̃δε ἔτι σήμερον καὶ ἀγαθυνθήτω ἡ καρδία σου καὶ ὀρθριει̃τε αὔριον εἰς τὴν ὁδὸν ὑμω̃ν καὶ ἀπελεύση̨ εἰς τὸ σκήνωμά σου

19:10 καὶ οὐκ ἠθέλησεν ὁ ἀνὴρ αὐλισθη̃ναι καὶ ἀνέστη καὶ ἀπη̃λθεν καὶ παρεγένοντο ἕως κατέναντι Ιεβους αὕτη ἐστὶν Ιερουσαλημ καὶ μετ' αὐτου̃ ζευ̃γος ὑποζυγίων ἐπισεσαγμένων καὶ ἡ παλλακὴ αὐτου̃ μετ' αὐτου̃

19:11 ἔτι αὐτω̃ν ὄντων κατὰ Ιεβους καὶ ἡ ἡμέρα κεκλικυι̃α σφόδρα καὶ εἰ̃πεν τὸ παιδάριον πρὸς τὸν κύριον αὐτου̃ δευ̃ρο δὴ καὶ ἐκκλίνωμεν εἰς τὴν πόλιν του̃ Ιεβουσαίου ταύτην καὶ αὐλισθω̃μεν ἐν αὐτη̨̃

19:12 καὶ εἰ̃πεν ὁ κύριος αὐτου̃ πρὸς αὐτόν οὐ μὴ ἐκκλίνω εἰς πόλιν ἀλλοτρίου ἣ οὐκ ἔστιν ἐκ τω̃ν υἱω̃ν Ισραηλ καὶ παρελευσόμεθα ἕως Γαβαα

19:13 καὶ εἰ̃πεν τω̨̃ παιδαρίω̨ αὐτου̃ δευ̃ρο καὶ εἰσέλθωμεν εἰς ἕνα τω̃ν τόπων καὶ αὐλισθω̃μεν ἐν Γαβαα ἢ ἐν Ραμα

19:14 καὶ παρη̃λθον καὶ ἀπη̃λθον ἔδυ γὰρ ὁ ἥλιος ἐχόμενα τη̃ς Γαβαα ἥ ἐστιν του̃ Βενιαμιν

19:15 καὶ ἐξέκλιναν ἐκει̃ του̃ εἰσελθει̃ν καταλυ̃σαι ἐν Γαβαα καὶ εἰση̃λθον καὶ ἐκάθισαν ἐν τη̨̃ πλατεία̨ τη̃ς πόλεως καὶ οὐκ ἔστιν ἀνὴρ ὁ συνάγων αὐτοὺς εἰς τὸν οἰ̃κον καταλυ̃σαι

19:16 καὶ ἰδοὺ ἀνὴρ πρεσβύτης εἰση̃λθεν ἀπὸ τω̃ν ἔργων αὐτου̃ ἐκ του̃ ἀγρου̃ ἑσπέρας καὶ ὁ ἀνὴρ ἐξ ὄρους Εφραιμ καὶ αὐτὸς παρώ̨κει ἐν Γαβαα καὶ οἱ ἄνδρες του̃ τόπου υἱοὶ Βενιαμιν

19:17 καὶ ἀναβλέψας τοι̃ς ὀφθαλμοι̃ς εἰ̃δεν τὸν ἄνδρα τὸν ὁδοιπόρον ἐν τη̨̃ πλατεία̨ τη̃ς πόλεως καὶ εἰ̃πεν ὁ ἀνὴρ ὁ πρεσβύτης που̃ πορεύη̨ καὶ πόθεν ἔρχη̨

19:18 καὶ εἰ̃πεν πρὸς αὐτόν διαβαίνομεν ἡμει̃ς ἐκ Βηθλεεμ τη̃ς Ιουδα ἕως μηρω̃ν ὄρους του̃ Εφραιμ ἐγὼ δὲ ἐκει̃θέν εἰμι καὶ ἐπορεύθην ἕως Βηθλεεμ Ιουδα καὶ εἰς τὸν οἰ̃κόν μου ἐγὼ ἀποτρέχω καὶ οὐκ ἔστιν ἀνὴρ συνάγων με εἰς τὴν οἰκίαν

19:19 καί γε ἄχυρα καὶ χορτάσματα ὑπάρχει τοι̃ς ὄνοις ἡμω̃ν καί γε ἄρτος καὶ οἰ̃νος ὑπάρχει μοι καὶ τη̨̃ δούλη̨ σου καὶ τω̨̃ παιδαρίω̨ τοι̃ς δούλοις σου οὐκ ἔστιν ὑστέρημα παντὸς πράγματος

19:20 καὶ εἰ̃πεν ὁ ἀνὴρ ὁ πρεσβύτης εἰρήνη σοι πλὴν πα̃ν τὸ ὑστέρημά σου ἐπ' ἐμέ πλὴν ἐν τη̨̃ πλατεία̨ μὴ καταλύση̨ς

19:21 καὶ εἰσήγαγεν αὐτὸν εἰς τὴν οἰκίαν αὐτου̃ καὶ παρέβαλεν τοι̃ς ὑποζυγίοις αὐτου̃ καὶ ἐνίψαντο τοὺς πόδας αὐτω̃ν καὶ ἔφαγον καὶ ἔπιον

19:22 αὐτω̃ν δὲ ἀγαθυνθέντων τη̨̃ καρδία̨ αὐτω̃ν καὶ ἰδοὺ οἱ ἄνδρες τη̃ς πόλεως υἱοὶ παρανόμων περιεκύκλωσαν τὴν οἰκίαν καὶ ἔκρουσαν τὴν θύραν καὶ εἰ̃παν πρὸς τὸν ἄνδρα τὸν κύριον τη̃ς οἰκίας τὸν πρεσβύτην λέγοντες ἐξάγαγε τὸν ἄνδρα τὸν εἰσελθόντα εἰς τὴν οἰκίαν σου ἵνα γνω̃μεν αὐτόν

19:23 καὶ ἐξη̃λθεν πρὸς αὐτοὺς ὁ ἀνὴρ ὁ κύριος τη̃ς οἰκίας καὶ εἰ̃πεν πρὸς αὐτούς μηδαμω̃ς ἀδελφοί μὴ πονηρεύσησθε δή μετὰ τὸ εἰσεληλυθέναι τὸν ἄνδρα του̃τον εἰς τὴν οἰκίαν μου μὴ ποιήσητε τὴν ἀφροσύνην ταύτην

19:24 ἰδοὺ ἡ θυγάτηρ μου ἡ παρθένος καὶ ἡ παλλακὴ αὐτου̃ ἐξάξω δὴ αὐτάς καὶ ταπεινώσατε αὐτὰς καὶ ποιήσατε αὐται̃ς τὸ ἀγαθὸν ἐν ὀφθαλμοι̃ς ὑμω̃ν καὶ τω̨̃ ἀνδρὶ τούτω̨ μὴ ποιήσητε τὸ ῥη̃μα τη̃ς ἀφροσύνης ταύτης

19:25 καὶ οὐκ ἠθέλησαν οἱ ἄνδρες ἀκου̃σαι αὐτου̃ καὶ ἐπελάβετο ὁ ἀνὴρ τη̃ς παλλακη̃ς αὐτου̃ καὶ ἐξήγαγεν αὐτὴν πρὸς αὐτοὺς ἔξω καὶ ἔγνωσαν αὐτὴν καὶ ἐνέπαιξαν αὐτη̨̃ ὅλην τὴν νύκτα ἕως τὸ πρωί καὶ ἐξαπέστειλαν αὐτὴν ἅμα τω̨̃ ἀναβαίνειν τὸν ὄρθρον

19:26 καὶ ἠ̃λθεν ἡ γυνὴ τὸ πρὸς πρωὶ καὶ ἔπεσεν παρὰ τὴν θύραν του̃ πυλω̃νος του̃ οἴκου του̃ ἀνδρός οὑ̃ ἠ̃ν ὁ κύριος αὐτη̃ς ἐκει̃ ἕως οὑ̃ διέφαυσεν

19:27 καὶ ἀνέστη ὁ κύριος αὐτη̃ς τὸ πρωὶ καὶ ἤνοιξεν τὰς θύρας του̃ οἴκου καὶ ἐξη̃λθεν του̃ ἀπελθει̃ν τὴν ὁδὸν αὐτου̃ καὶ ἰδοὺ ἡ γυνὴ ἡ παλλακὴ αὐτου̃ πεπτωκυι̃α παρὰ τὴν θύραν καὶ αἱ χει̃ρες αὐτη̃ς ἐπὶ τὸ πρόθυρον

19:28 καὶ εἰ̃πεν πρὸς αὐτήν ἀνάστηθι καὶ ἀπέλθωμεν καὶ οὐκ ἀπεκρίθη αὐτω̨̃ ἀλλὰ τεθνήκει καὶ ἀνέλαβεν αὐτὴν ἐπὶ τὸ ὑποζύγιον καὶ ἀνέστη ὁ ἀνὴρ καὶ ἀπη̃λθεν εἰς τὸν τόπον αὐτου̃

19:29 καὶ εἰση̃λθεν εἰς τὸν οἰ̃κον αὐτου̃ καὶ ἔλαβεν τὴν μάχαιραν καὶ ἐπελάβετο τη̃ς παλλακη̃ς αὐτου̃ καὶ ἐμέλισεν αὐτὴν κατὰ τὰ ὀστα̃ αὐτη̃ς εἰς δώδεκα μερίδας καὶ ἐξαπέστειλεν αὐτὰς εἰς πάσας τὰς φυλὰς Ισραηλ

19:30 καὶ ἐγένετο πα̃ς ὁ ὁρω̃ν ἔλεγεν οὔτε ἐγενήθη οὔτε ὤφθη οὕτως ἀπὸ τη̃ς ἡμέρας ἀναβάσεως υἱω̃ν Ισραηλ ἐξ Αἰγύπτου ἕως τη̃ς ἡμέρας ταύτης καὶ ἐνετείλατο τοι̃ς ἀνδράσιν οἱ̃ς ἐξαπέστειλεν λέγων τάδε ἐρει̃τε πρὸς πάντα ἄνδρα Ισραηλ εἰ γέγονεν κατὰ τὸ ῥη̃μα του̃το ἀπὸ τη̃ς ἡμέρας ἀναβάσεως υἱω̃ν Ισραηλ ἐξ Αἰγύπτου ἕως τη̃ς ἡμέρας ταύτης θέσθε δὴ ἑαυτοι̃ς βουλὴν περὶ αὐτη̃ς καὶ λαλήσατε

20:1 καὶ ἐξη̃λθον πάντες οἱ υἱοὶ Ισραηλ καὶ ἐξεκκλησιάσθη πα̃σα ἡ συναγωγὴ ὡς ἀνὴρ εἱ̃ς ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε καὶ γη̃ Γαλααδ πρὸς κύριον εἰς Μασσηφα

20:2 καὶ ἔστη τὸ κλίμα παντὸς του̃ λαου̃ πα̃σαι αἱ φυλαὶ Ισραηλ ἐν τη̨̃ ἐκκλησία̨ του̃ λαου̃ του̃ θεου̃ τετρακόσιαι χιλιάδες ἀνδρω̃ν πεζω̃ν σπωμένων ῥομφαίαν

20:3 καὶ ἤκουσαν οἱ υἱοὶ Βενιαμιν ὅτι ἀνέβησαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον εἰς Μασσηφα καὶ εἰ̃παν οἱ υἱοὶ Ισραηλ λαλήσατε που̃ ἐγένετο ἡ κακία αὕτη

20:4 καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ Λευίτης ὁ ἀνὴρ τη̃ς γυναικὸς τη̃ς πεφονευμένης καὶ εἰ̃πεν εἰς Γαβαα τη̃ς Βενιαμιν ἠ̃λθον ἐγὼ καὶ ἡ παλλακή μου καταλυ̃σαι

20:5 καὶ ἀνέστησαν ἐπ' ἐμὲ οἱ ἄνδρες οἱ παρὰ τη̃ς Γαβαα καὶ περιεκύκλωσαν ἐπ' ἐμὲ τὴν οἰκίαν νυκτὸς καὶ ἐμὲ ἠθέλησαν ἀποκτει̃ναι καὶ τὴν παλλακήν μου ἐταπείνωσαν καὶ ἐνέπαιξαν αὐτη̨̃ καὶ ἀπέθανεν

20:6 καὶ ἐπελαβόμην τη̃ς παλλακη̃ς μου καὶ ἐμέλισα αὐτὴν καὶ ἐξαπέστειλα ἐν παντὶ ὁρίω̨ κληρονομίας Ισραηλ ὅτι ἐποίησαν ἀφροσύνην ἐν τω̨̃ Ισραηλ

20:7 ἰδοὺ πάντες ὑμει̃ς οἱ υἱοὶ Ισραηλ δότε ἑαυτοι̃ς λόγον καὶ βουλήν

20:8 καὶ ἀνέστη πα̃ς ὁ λαὸς ὡς ἀνὴρ εἱ̃ς λέγων οὐκ εἰσελευσόμεθα ἀνὴρ εἰς τὸ σκήνωμα αὐτου̃ καὶ οὐκ ἐκκλινου̃μεν ἀνὴρ εἰς τὸν οἰ̃κον αὐτου̃

20:9 καὶ νυ̃ν του̃το τὸ ῥη̃μα ὃ ποιήσομεν τη̨̃ Γαβαα ἀναβησόμεθα ἐπ' αὐτὴν ἐν κλήρω̨

20:10 καὶ λημψόμεθα δέκα ἄνδρας τοι̃ς ἑκατὸν καὶ ἑκατὸν τοι̃ς χιλίοις καὶ χιλίους τοι̃ς μυρίοις λαβει̃ν ἐπισιτισμὸν τω̨̃ λαω̨̃ τοι̃ς εἰσπορευομένοις ἐπιτελέσαι τη̨̃ Γαβαα του̃ Βενιαμιν κατὰ πα̃σαν τὴν ἀφροσύνην ἣν ἐποίησαν ἐν Ισραηλ

20:11 καὶ συνήχθη πα̃ς ἀνὴρ Ισραηλ ἐκ τω̃ν πόλεων ὡς ἀνὴρ εἱ̃ς ἐρχόμενοι

20:12 καὶ ἐξαπέστειλαν αἱ φυλαὶ Ισραηλ ἄνδρας ἐν πάση̨ φυλη̨̃ Βενιαμιν λέγοντες τίς ἡ κακία αὕτη ἡ γενομένη ἐν ὑμι̃ν

20:13 καὶ νυ̃ν δότε τοὺς ἄνδρας τοὺς ἀσεβει̃ς τοὺς ἐν Γαβαα τοὺς υἱοὺς Βελιαλ καὶ θανατώσομεν αὐτοὺς καὶ ἐξαρου̃μεν κακίαν ἐξ Ισραηλ καὶ οὐκ ἠθέλησαν οἱ υἱοὶ Βενιαμιν εἰσακου̃σαι τη̃ς φωνη̃ς τω̃ν ἀδελφω̃ν αὐτω̃ν τω̃ν υἱω̃ν Ισραηλ

20:14 καὶ συνήχθησαν οἱ υἱοὶ Βενιαμιν ἐκ τω̃ν πόλεων αὐτω̃ν εἰς Γαβαα ἐξελθει̃ν του̃ πολεμη̃σαι μετὰ υἱω̃ν Ισραηλ

20:15 καὶ ἐπεσκέπησαν οἱ υἱοὶ Βενιαμιν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐκ τω̃ν πόλεων εἴκοσι καὶ πέντε χιλιάδες ἀνδρω̃ν σπωμένων ῥομφαίαν χωρὶς τω̃ν κατοικούντων τὴν Γαβαα οὑ̃τοι ἐπεσκέπησαν ἑπτακόσιοι ἄνδρες νεανίσκοι ἐκλεκτοὶ

20:16 ἀμφοτεροδέξιοι πάντες οὑ̃τοι σφενδονη̃ται βάλλοντες λίθους πρὸς τὴν τρίχα καὶ οὐ διαμαρτάνοντες

20:17 καὶ πα̃ς ἀνὴρ Ισραηλ ἐπεσκέπησαν χωρὶς τω̃ν υἱω̃ν Βενιαμιν τετρακόσιαι χιλιάδες ἀνδρω̃ν σπωμένων ῥομφαίαν πάντες οὑ̃τοι ἄνδρες πολεμισταί

20:18 καὶ ἀνέστησαν καὶ ἀνέβησαν εἰς Βαιθηλ καὶ ἐπηρώτησαν ἐν τω̨̃ θεω̨̃ καὶ εἰ̃παν οἱ υἱοὶ Ισραηλ τίς ἀναβήσεται ἡμι̃ν ἀφηγούμενος πολεμη̃σαι μετὰ Βενιαμιν καὶ εἰ̃πεν κύριος Ιουδας ἀναβήσεται ἀφηγούμενος

20:19 καὶ ἀνέστησαν οἱ υἱοὶ Ισραηλ καὶ παρενέβαλον ἐπὶ τὴν Γαβαα

20:20 καὶ ἐξη̃λθεν πα̃ς ἀνὴρ Ισραηλ εἰς πόλεμον μετὰ Βενιαμιν καὶ παρετάξαντο μετ' αὐτω̃ν εἰς πόλεμον ἀνὴρ Ισραηλ πρὸς τὴν Γαβαα

20:21 καὶ ἐξη̃λθον οἱ υἱοὶ Βενιαμιν ἐκ τη̃ς πόλεως καὶ διέφθειραν ἐν Ισραηλ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ δύο καὶ εἴκοσι χιλιάδας ἀνδρω̃ν ἐπὶ τὴν γη̃ν

20:22 καὶ ἐνίσχυσεν ἀνὴρ Ισραηλ καὶ προσέθεντο παρατάξασθαι πόλεμον ἐν τω̨̃ τόπω̨ ὡ̨̃ παρετάξαντο ἐκει̃ ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ πρώτη̨

20:23 καὶ ἀνέβησαν οἱ υἱοὶ Ισραηλ καὶ ἔκλαυσαν ἐνώπιον κυρίου ἕως ἑσπέρας καὶ ἐπηρώτησαν ἐν κυρίω̨ λέγοντες εἰ προσθω̃ προσεγγίσαι εἰς πόλεμον μετὰ Βενιαμιν του̃ ἀδελφου̃ μου καὶ εἰ̃πεν κύριος ἀνάβητε πρὸς αὐτόν

20:24 καὶ προσήλθοσαν οἱ υἱοὶ Ισραηλ πρὸς Βενιαμιν ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ δευτέρα̨

20:25 καὶ ἐξη̃λθεν Βενιαμιν εἰς ἀπάντησιν αὐτω̃ν ἐκ τη̃ς Γαβαα ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ δευτέρα̨ καὶ διέφθειρεν ἐκ του̃ λαου̃ ὀκτωκαίδεκα χιλιάδας ἀνδρω̃ν ἐπὶ τὴν γη̃ν πάντες οὑ̃τοι ἐσπασμένοι ῥομφαίαν

20:26 καὶ ἀνέβησαν πάντες οἱ υἱοὶ Ισραηλ καὶ πα̃ς ὁ λαὸς καὶ ἤλθοσαν εἰς Βαιθηλ καὶ ἔκλαυσαν ἔναντι κυρίου καὶ ἐνήστευσαν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ ἀνήνεγκαν ὁλοκαυτώματα σωτηρίου ἔναντι κυρίου

20:27 καὶ ἐπηρώτησαν οἱ υἱοὶ Ισραηλ ἐν κυρίω̨ καὶ ἐκει̃ ἡ κιβωτὸς διαθήκης κυρίου ἐν ται̃ς ἡμέραις ἐκείναις

20:28 καὶ Φινεες υἱὸς Ελεαζαρ υἱου̃ Ααρων παρεστηκὼς ἐνώπιον αὐτη̃ς ἐν ται̃ς ἡμέραις ἐκείναις λέγων εἰ προσθω̃ ἔτι ἐξελθει̃ν εἰς πόλεμον μετὰ υἱω̃ν Βενιαμιν του̃ ἀδελφου̃ μου ἢ κοπάσω καὶ εἰ̃πεν κύριος ἀνάβητε ὅτι αὔριον παραδώσω αὐτὸν ἐν χειρί σου

20:29 καὶ ἔθηκαν οἱ υἱοὶ Ισραηλ ἔνεδρα ἐν τη̨̃ Γαβαα κύκλω̨

20:30 καὶ ἔταξεν Ισραηλ πρὸς τὸν Βενιαμιν ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ καὶ παρετάξαντο πρὸς Γαβαα καθὼς ἅπαξ καὶ ἅπαξ

20:31 καὶ ἐξη̃λθον οἱ υἱοὶ Βενιαμιν εἰς ἀπάντησιν του̃ λαου̃ καὶ ἐξειλκύσθησαν ἐκ τη̃ς πόλεως καὶ ἤρξαντο τύπτειν ἐκ του̃ λαου̃ καθὼς ἅπαξ καὶ ἅπαξ ἐν ται̃ς ὁδοι̃ς ἥ ἐστιν μία ἀναβαίνουσα εἰς Βαιθηλ καὶ μία ἀναβαίνουσα εἰς Γαβαα ἐν τω̨̃ ἀγρω̨̃ ὡσεὶ τριάκοντα ἄνδρας ἐν τω̨̃ Ισραηλ

20:32 καὶ εἰ̃παν οἱ υἱοὶ Βενιαμιν προσκόπτουσιν ἐνώπιον ἡμω̃ν καθὼς ἔμπροσθεν καὶ οἱ υἱοὶ Ισραηλ εἰ̃παν φύγωμεν καὶ ἐκσπάσωμεν αὐτοὺς ἐκ τη̃ς πόλεως εἰς τὰς ὁδούς

20:33 καὶ πα̃ς ἀνὴρ Ισραηλ ἀνέστη ἐκ του̃ τόπου αὐτου̃ καὶ παρετάξαντο ἐν Βααλθαμαρ καὶ τὸ ἔνεδρον Ισραηλ ἐπάλαιεν ἐκ του̃ τόπου αὐτου̃ ἀπὸ δυσμω̃ν τη̃ς Γαβαα

20:34 καὶ παρεγένοντο ἐξ ἐναντίας τη̃ς Γαβαα δέκα χιλιάδες ἀνδρω̃ν ἐκλεκτω̃ν ἐκ παντὸς Ισραηλ καὶ ὁ πόλεμος ἐβαρύνθη καὶ αὐτοὶ οὐκ ἔγνωσαν ὅτι ἀφη̃πται αὐτω̃ν ἡ κακία

20:35 καὶ ἐτρόπωσεν κύριος τὸν Βενιαμιν κατὰ πρόσωπον Ισραηλ καὶ διέφθειραν οἱ υἱοὶ Ισραηλ ἐν τω̨̃ Βενιαμιν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ εἴκοσι καὶ πέντε χιλιάδας καὶ ἑκατὸν ἄνδρας πάντες οὑ̃τοι σπώμενοι ῥομφαίαν

20:36 καὶ εἰ̃δεν Βενιαμιν ὅτι τετρόπωται καὶ ἔδωκεν ἀνὴρ Ισραηλ τω̨̃ Βενιαμιν τόπον ὅτι ἤλπισαν ἐπὶ τὸ ἔνεδρον ὃ ἔταξαν πρὸς τὴν Γαβαα

20:37 καὶ τὸ ἔνεδρον ὥρμησεν καὶ ἐξεχύθησαν πρὸς τὴν Γαβαα καὶ ἐπορεύθη τὸ ἔνεδρον καὶ ἐπάταξαν ὅλην τὴν πόλιν ἐν στόματι ῥομφαίας

20:38 καὶ ἡ συνταγὴ ἠ̃ν ἀνδρὶ Ισραηλ πρὸς τὸ ἔνεδρον του̃ ἀνενέγκαι αὐτοὺς πυρσὸν του̃ καπνου̃ τη̃ς πόλεως

20:39 καὶ ἀνέστρεψαν ἀνὴρ Ισραηλ ἐν τω̨̃ πολέμω̨ καὶ Βενιαμιν ἠ̃ρκται του̃ τύπτειν τραυματίας ἐν τω̨̃ ἀνδρὶ Ισραηλ ὡσεὶ τριάκοντα ἄνδρας ὅτι εἰ̃παν πλὴν τροπούμενος τροπου̃ται ἐναντίον ἡμω̃ν καθὼς ὁ πόλεμος ὁ ἔμπροσθεν

20:40 καὶ ὁ πυρσὸς ἤρξατο ἀναβαίνειν ἐκ τη̃ς πόλεως στυ̃λος καπνου̃ καὶ ἐπέβλεψεν Βενιαμιν ὀπίσω αὐτου̃ καὶ ἰδοὺ ἀνέβη συντέλεια τη̃ς πόλεως εἰς τὸν οὐρανόν

20:41 καὶ ἀνὴρ Ισραηλ ἀπέστρεψεν καὶ ἔσπευσεν ἀνὴρ Βενιαμιν καὶ εἰ̃δεν ὅτι ἡ̃πται αὐτου̃ ἡ κακία

20:42 καὶ ἔκλιναν ἐνώπιον ἀνδρὸς Ισραηλ εἰς τὴν ὁδὸν τη̃ς ἐρήμου καὶ ὁ πόλεμος κατέφθασεν αὐτόν καὶ οἱ ἀπὸ τω̃ν πόλεων διέφθειραν αὐτὸν ἐν μέσω̨ αὐτω̃ν

20:43 καὶ ἔκοψαν τὸν Βενιαμιν καταπαυ̃σαι αὐτὸν κατάπαυσιν καὶ κατεπάτησαν αὐτὸν ἕως ἐξ ἐναντίας τη̃ς Γαβαα ἀπὸ ἀνατολω̃ν ἡλίου

20:44 καὶ ἔπεσαν ἐκ του̃ Βενιαμιν ὀκτωκαίδεκα χιλιάδες ἀνδρω̃ν σὺν πα̃σιν τούτοις ἄνδρες δυνατοί

20:45 καὶ ἐξέκλιναν καὶ ἔφυγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τὴν Ρεμμων καὶ ἐκαλαμήσαντο ἐν ται̃ς ὁδοι̃ς πέντε χιλιάδας ἀνδρω̃ν καὶ προσεκολλήθησαν ὀπίσω αὐτου̃ ἕως Γαδααμ καὶ ἐπάταξαν ἐξ αὐτω̃ν δισχιλίους ἄνδρας

20:46 καὶ ἐγένοντο πάντες οἱ πεπτωκότες ἐν τω̨̃ Βενιαμιν εἴκοσι καὶ πέντε χιλιάδες ἀνδρω̃ν σπωμένων ῥομφαίαν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ σὺν πα̃σι τούτοις ἄνδρες δυνατοί

20:47 καὶ ἐξέκλιναν καὶ ἔφυγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τὴν Ρεμμων ἑξακόσιοι ἄνδρες καὶ ἐκάθισαν ἐν τη̨̃ πέτρα̨ Ρεμμων τετράμηνον

20:48 καὶ ἀνὴρ Ισραηλ ἀπέκλεισεν τοὺς υἱοὺς Βενιαμιν καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας ἀπὸ πόλεως ἑξη̃ς ἕως κτήνους ἕως παντὸς του̃ εὑρεθέντος εἰς πάσας τὰς πόλεις καὶ τὰς πόλεις τὰς εὑρεθείσας ἐξαπέστειλαν ἐν πυρί

21:1 καὶ ἀνὴρ Ισραηλ ὤμοσεν ἐν Μασσηφα λέγων ἀνὴρ ἐξ ἡμω̃ν οὐ δώσει τὴν θυγατέρα αὐτου̃ τω̨̃ Βενιαμιν εἰς γυναι̃κα

21:2 καὶ παρεγένοντο πα̃ς ὁ λαὸς εἰς Μασσηφα καὶ Βαιθηλ καὶ ἐκάθισαν ἐκει̃ ἕως ἑσπέρας ἐνώπιον του̃ θεου̃ καὶ ἐπη̃ραν τὴν φωνὴν αὐτω̃ν καὶ ἔκλαυσαν κλαυθμὸν μέγαν

21:3 καὶ εἰ̃παν ἵνα τί κύριε ὁ θεὸς Ισραηλ ἐγενήθη αὕτη ἐν τω̨̃ Ισραηλ του̃ ἐπισκεπη̃ναι σήμερον ἐν τω̨̃ Ισραηλ φυλὴν μίαν

21:4 καὶ ἐγένετο ἐν τη̨̃ ἐπαύριον καὶ ὤρθρισεν ὁ λαὸς καὶ ὠ̨κοδόμησαν ἐκει̃ θυσιαστήριον καὶ ἀνήνεγκαν ὁλοκαυτώματα σωτηρίου

21:5 καὶ εἰ̃παν οἱ υἱοὶ Ισραηλ τίς ὁ μὴ ἀναβὰς ἐν τη̨̃ ἐκκλησία̨ ἐκ πασω̃ν φυλω̃ν Ισραηλ πρὸς κύριον ὅτι ὅρκος μέγας ἠ̃ν τω̨̃ μὴ ἀναβάντι πρὸς κύριον εἰς Μασσηφα λέγοντες θανάτω̨ ἀποθανει̃ται

21:6 καὶ παρεκλήθησαν οἱ υἱοὶ Ισραηλ περὶ Βενιαμιν του̃ ἀδελφου̃ αὐτω̃ν καὶ εἰ̃παν ἀφή̨ρηται σήμερον φυλὴ μία ἐξ Ισραηλ

21:7 τί ποιήσωμεν αὐτοι̃ς τοι̃ς ὑπολειφθει̃σιν εἰς γυναι̃κας καὶ ἡμει̃ς ὠμόσαμεν ἐν κυρίω̨ του̃ μὴ δου̃ναι αὐτοι̃ς ἀπὸ τω̃ν θυγατέρων ἡμω̃ν εἰς γυναι̃κας

21:8 καὶ εἰ̃παν τίς μία τω̃ν φυλω̃ν Ισραηλ ἥτις οὐκ ἀνέβη πρὸς κύριον εἰς Μασσηφα καὶ ἰδοὺ οὐκ ἠ̃λθεν ἀνὴρ εἰς τὴν παρεμβολὴν ἀπὸ Ιαβις Γαλααδ εἰς τὴν ἐκκλησίαν

21:9 καὶ ἐπεσκέπη ὁ λαός καὶ ἰδοὺ οὐκ ἔστιν ἐκει̃ ἀνὴρ ἀπὸ τω̃ν κατοικούντων Ιαβις Γαλααδ

21:10 καὶ ἀπέστειλαν ἐκει̃ ἡ συναγωγὴ δώδεκα χιλιάδας ἀνδρω̃ν ἀπὸ τω̃ν υἱω̃ν τη̃ς δυνάμεως καὶ ἐνετείλαντο αὐτοι̃ς λέγοντες πορεύθητε καὶ πατάξατε πάντας τοὺς κατοικου̃ντας Ιαβις Γαλααδ ἐν στόματι ῥομφαίας καὶ τὰς γυναι̃κας καὶ τὸν λαόν

21:11 καὶ οὑ̃τος ὁ λόγος ὃν ποιήσετε πα̃ν ἀρσενικὸν καὶ πα̃σαν γυναι̃κα γινώσκουσαν κοίτην ἄρσενος ἀναθεματιει̃τε

21:12 καὶ εὑ̃ρον ἀπὸ τω̃ν κατοικούντων Ιαβις Γαλααδ τετρακοσίας νεάνιδας παρθένους αἳ οὐκ ἔγνωσαν ἄνδρα εἰς κοίτην ἄρσενος καὶ ἠ̃γον αὐτὰς εἰς τὴν παρεμβολὴν εἰς Σηλω ἥ ἐστιν ἐν γη̨̃ Χανααν

21:13 καὶ ἀπέστειλεν πα̃σα ἡ συναγωγὴ καὶ ἐλάλησαν πρὸς Βενιαμιν τὸν ἐν τη̨̃ πέτρα̨ Ρεμμων καὶ ἐκάλεσαν αὐτοὺς εἰς εἰρήνην

21:14 καὶ ἀπέστρεψεν Βενιαμιν πρὸς τοὺς υἱοὺς Ισραηλ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ καὶ ἔδωκαν αὐτοι̃ς τὰς γυναι̃κας αἵτινες ἠ̃σαν ἐκ τω̃ν γυναικω̃ν Ιαβις Γαλααδ καὶ ἤρεσεν αὐτοι̃ς οὕτως

21:15 καὶ ὁ λαὸς παρεκλήθη τω̨̃ Βενιαμιν ὅτι ἐποίησεν κύριος διακοπὴν ἐν ται̃ς φυλαι̃ς Ισραηλ

21:16 καὶ εἰ̃παν οἱ πρεσβύτεροι τη̃ς συναγωγη̃ς τί ποιήσωμεν τοι̃ς ἐπιλοίποις εἰς γυναι̃κας ὅτι ἠφάνισται ἐκ του̃ Βενιαμιν γυνή

21:17 καὶ εἰ̃παν κληρονομία διασεσω̨σμένη τω̨̃ Βενιαμιν καὶ οὐ μὴ ἐξαλειφθη̨̃ φυλὴ ἐξ Ισραηλ

21:18 καὶ ἡμει̃ς οὐ δυνησόμεθα δου̃ναι αὐτοι̃ς γυναι̃κας ἀπὸ τω̃ν θυγατέρων ἡμω̃ν ὅτι ὠμόσαμεν οἱ υἱοὶ Ισραηλ λέγοντες ἐπικατάρατος ὁ διδοὺς γυναι̃κα τω̨̃ Βενιαμιν

21:19 καὶ εἰ̃παν ἑορτὴ τω̨̃ κυρίω̨ ἐν Σηλω ἀφ' ἡμερω̃ν εἰς ἡμέρας ἥ ἐστιν ἀπὸ βορρα̃ τη̃ς Βαιθηλ κατ' ἀνατολὰς ἡλίου ἐν τη̨̃ ὁδω̨̃ τη̨̃ ἀναβαινούση̨ ἐκ Βαιθηλ εἰς Σικιμα καὶ ἀπὸ νότου του̃ Λιβάνου τη̃ς Λεβωνα

21:20 καὶ ἐνετείλαντο τοι̃ς υἱοι̃ς Βενιαμιν λέγοντες διέλθατε καὶ ἐνεδρεύσατε ἐν τοι̃ς ἀμπελω̃σιν

21:21 καὶ ὄψεσθε καὶ ἰδοὺ ὡς ἂν ἐξέλθωσιν αἱ θυγατέρες τω̃ν κατοικούντων Σηλω ἐν Σηλω χορευ̃σαι ἐν χοροι̃ς καὶ ἐξελεύσεσθε ἀπὸ τω̃ν ἀμπελώνων καὶ ἁρπάσετε ἀνὴρ ἑαυτω̨̃ γυναι̃κα ἀπὸ τω̃ν θυγατέρων Σηλω καὶ ἀπελεύσεσθε εἰς γη̃ν Βενιαμιν

21:22 καὶ ἔσται ὅταν ἔλθωσιν οἱ πατέρες αὐτω̃ν ἢ οἱ ἀδελφοὶ αὐτω̃ν κρίνεσθαι πρὸς ὑμα̃ς καὶ ἐρου̃μεν πρὸς αὐτούς ἐλεήσατε αὐτούς ὅτι οὐκ ἔλαβον ἀνὴρ γυναι̃κα αὐτου̃ ἐν τω̨̃ πολέμω̨ οὐ γὰρ ὑμει̃ς δεδώκατε αὐτοι̃ς κατὰ τὸν καιρὸν ἐπλημμελήσατε

21:23 καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Βενιαμιν καὶ ἔλαβον γυναι̃κας κατὰ τὸν ἀριθμὸν αὐτω̃ν ἀπὸ τω̃ν χορευουσω̃ν ἃς διήρπασαν καὶ ἀπη̃λθον καὶ ἀπέστρεψαν ἐπὶ τὴν κληρονομίαν αὐτω̃ν καὶ ὠ̨κοδόμησαν ἑαυτοι̃ς πόλεις καὶ κατώ̨κησαν ἐν αὐται̃ς

21:24 καὶ περιεπάτησαν ἐκει̃θεν οἱ υἱοὶ Ισραηλ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἀνὴρ εἰς τὴν φυλὴν αὐτου̃ καὶ εἰς τὴν συγγένειαν αὐτου̃ καὶ ἀπη̃λθον ἐκει̃θεν ἀνὴρ εἰς τὴν κληρονομίαν αὐτου̃

21:25 ἐν ται̃ς ἡμέραις ἐκείναις οὐκ ἠ̃ν βασιλεὺς ἐν Ισραηλ ἀνὴρ ἕκαστος τὸ εὐθὲς ἐν ὀφθαλμοι̃ς αὐτου̃ ἐποίει

.

Книго

[X]