Κριταὶ (Βατικανòς Κω̃διξ)
1:1 καὶ ἐγένετο μετὰ τὴν τελευτὴν 'Ιησου̃ καὶ ἐπηρώτων οἱ υἱοὶ Ισραηλ διὰ του̃ κυρίου λέγοντες τίς ἀναβήσεται ἡμι̃ν πρὸς τοὺς Χαναναίους ἀφηγούμενος του̃ πολεμη̃σαι πρὸς αὐτούς 1:2 καὶ εἰ̃πεν κύριος Ιουδας ἀναβήσεται ἰδοὺ δέδωκα τὴν γη̃ν ἐν τη̨̃ χειρὶ αὐτου̃ 1:3 καὶ εἰ̃πεν Ιουδας τω̨̃ Συμεων ἀδελφω̨̃ αὐτου̃ ἀνάβηθι μετ' ἐμου̃ ἐν τω̨̃ κλήρω̨ μου καὶ παραταξώμεθα πρὸς τοὺς Χαναναίους καὶ πορεύσομαι κἀγὼ μετὰ σου̃ ἐν τω̨̃ κλήρω̨ σου καὶ ἐπορεύθη μετ' αὐτου̃ Συμεων 1:4 καὶ ἀνέβη Ιουδας καὶ παρέδωκεν κύριος τὸν Χαναναι̃ον καὶ τὸν Φερεζαι̃ον εἰς τὰς χει̃ρας αὐτω̃ν καὶ ἔκοψαν αὐτοὺς ἐν Βεζεκ εἰς δέκα χιλιάδας ἀνδρω̃ν 1:5 καὶ κατέλαβον τὸν Αδωνιβεζεκ ἐν τη̨̃ Βεζεκ καὶ παρετάξαντο πρὸς αὐτὸν καὶ ἔκοψαν τὸν Χαναναι̃ον καὶ τὸν Φερεζαι̃ον 1:6 καὶ ἔφυγεν Αδωνιβεζεκ καὶ κατέδραμον ὀπίσω αὐτου̃ καὶ κατελάβοσαν αὐτὸν καὶ ἀπέκοψαν τὰ ἄκρα τω̃ν χειρω̃ν αὐτου̃ καὶ τὰ ἄκρα τω̃ν ποδω̃ν αὐτου̃ 1:7 καὶ εἰ̃πεν Αδωνιβεζεκ ἑβδομήκοντα βασιλει̃ς τὰ ἄκρα τω̃ν χειρω̃ν αὐτω̃ν καὶ τὰ ἄκρα τω̃ν ποδω̃ν αὐτω̃ν ἀποκεκομμένοι ἠ̃σαν συλλέγοντες τὰ ὑποκάτω τη̃ς τραπέζης μου καθὼς οὐ̃ν ἐποίησα οὕτως ἀνταπέδωκέν μοι ὁ θεός καὶ ἄγουσιν αὐτὸν εἰς Ιερουσαλημ καὶ ἀπέθανεν ἐκει̃ 1:8 καὶ ἐπολέμουν οἱ υἱοὶ Ιουδα τὴν Ιερουσαλημ καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι ῥομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί 1:9 καὶ μετὰ ταυ̃τα κατέβησαν οἱ υἱοὶ Ιουδα του̃ πολεμη̃σαι πρὸς τὸν Χαναναι̃ον τὸν κατοικου̃ντα τὴν ὀρεινὴν καὶ τὸν νότον καὶ τὴν πεδινήν 1:10 καὶ ἐπορεύθη Ιουδας πρὸς τὸν Χαναναι̃ον τὸν κατοικου̃ντα ἐν Χεβρων καὶ ἐξη̃λθεν Χεβρων ἐξ ἐναντίας καὶ τὸ ὄνομα ἠ̃ν Χεβρων τὸ πρότερον Καριαθαρβοξεφερ καὶ ἐπάταξαν τὸν Σεσσι καὶ Αχινααν καὶ Θολμιν γεννήματα του̃ Ενακ 1:11 καὶ ἀνέβησαν ἐκει̃θεν πρὸς τοὺς κατοικου̃ντας Δαβιρ τὸ δὲ ὄνομα τη̃ς Δαβιρ ἠ̃ν ἔμπροσθεν Καριαθσωφαρ πόλις γραμμάτων 1:12 καὶ εἰ̃πεν Χαλεβ ὃς ἐὰν πατάξη̨ τὴν πόλιν τω̃ν γραμμάτων καὶ προκαταλάβηται αὐτήν δώσω αὐτω̨̃ τὴν Ασχα θυγατέρα μου εἰς γυναι̃κα 1:13 καὶ προκατελάβετο αὐτὴν Γοθονιηλ υἱὸς Κενεζ ἀδελφου̃ Χαλεβ ὁ νεώτερος καὶ ἔδωκεν αὐτω̨̃ Χαλεβ τὴν Ασχα θυγατέρα αὐτου̃ εἰς γυναι̃κα 1:14 καὶ ἐγένετο ἐν τη̨̃ εἰσόδω̨ αὐτη̃ς καὶ ἐπέσεισεν αὐτὴν Γοθονιηλ του̃ αἰτη̃σαι παρὰ του̃ πατρὸς αὐτη̃ς ἀγρόν καὶ ἐγόγγυζεν καὶ ἔκραξεν ἀπὸ του̃ ὑποζυγίου εἰς γη̃ν νότου ἐκδέδοσαί με καὶ εἰ̃πεν αὐτη̨̃ Χαλεβ τί ἐστίν σοι 1:15 καὶ εἰ̃πεν αὐτω̨̃ Ασχα δὸς δή μοι εὐλογίαν ὅτι εἰς γη̃ν νότου ἐκδέδοσαί με καὶ δώσεις μοι λύτρωσιν ὕδατος καὶ ἔδωκεν αὐτη̨̃ Χαλεβ κατὰ τὴν καρδίαν αὐτη̃ς λύτρωσιν μετεώρων καὶ λύτρωσιν ταπεινω̃ν 1:16 καὶ οἱ υἱοὶ Ιοθορ του̃ Κιναιου του̃ γαμβρου̃ Μωυσέως ἀνέβησαν ἐκ πόλεως τω̃ν φοινίκων μετὰ τω̃ν υἱω̃ν Ιουδα εἰς τὴν ἔρημον τὴν οὐ̃σαν ἐν τω̨̃ νότω̨ Ιουδα ἥ ἐστιν ἐπὶ καταβάσεως Αραδ καὶ κατώ̨κησαν μετὰ του̃ λαου̃ 1:17 καὶ ἐπορεύθη Ιουδας μετὰ Συμεων του̃ ἀδελφου̃ αὐτου̃ καὶ ἔκοψεν τὸν Χαναναι̃ον τὸν κατοικου̃ντα Σεφεκ καὶ ἐξωλέθρευσαν αὐτούς καὶ ἐκάλεσεν τὸ ὄνομα τη̃ς πόλεως 'Ανάθεμα 1:18 καὶ οὐκ ἐκληρονόμησεν Ιουδας τὴν Γάζαν οὐδὲ τὰ ὅρια αὐτη̃ς οὐδὲ τὴν 'Ασκαλω̃να οὐδὲ τὰ ὅρια αὐτη̃ς οὐδὲ τὴν Ακκαρων οὐδὲ τὰ ὅρια αὐτη̃ς οὐδὲ τὴν 'Άζωτον οὐδὲ τὰ περισπόρια αὐτη̃ς 1:19 καὶ ἠ̃ν κύριος μετὰ Ιουδα καὶ ἐκληρονόμησεν τὸ ὄρος ὅτι οὐκ ἠδυνάσθησαν ἐξολεθρευ̃σαι τοὺς κατοικου̃ντας τὴν κοιλάδα ὅτι Ρηχαβ διεστείλατο αὐτοι̃ς 1:20 καὶ ἔδωκαν τω̨̃ Χαλεβ τὴν Χεβρων καθὼς ἐλάλησεν Μωυση̃ς καὶ ἐκληρονόμησεν ἐκει̃θεν τὰς τρει̃ς πόλεις τω̃ν υἱω̃ν Ενακ 1:21 καὶ τὸν Ιεβουσαι̃ον τὸν κατοικου̃ντα ἐν Ιερουσαλημ οὐκ ἐκληρονόμησαν οἱ υἱοὶ Βενιαμιν καὶ κατώ̨κησεν ὁ Ιεβουσαι̃ος μετὰ τω̃ν υἱω̃ν Βενιαμιν ἐν Ιερουσαλημ ἕως τη̃ς ἡμέρας ταύτης 1:22 καὶ ἀνέβησαν οἱ υἱοὶ Ιωσηφ καί γε αὐτοὶ εἰς Βαιθηλ καὶ κύριος ἠ̃ν μετ' αὐτω̃ν 1:23 καὶ παρενέβαλον καὶ κατεσκέψαντο Βαιθηλ τὸ δὲ ὄνομα τη̃ς πόλεως αὐτω̃ν ἠ̃ν ἔμπροσθεν Λουζα 1:24 καὶ εἰ̃δον οἱ φυλάσσοντες καὶ ἰδοὺ ἀνὴρ ἐξεπορεύετο ἐκ τη̃ς πόλεως καὶ ἔλαβον αὐτὸν καὶ εἰ̃πον αὐτω̨̃ δει̃ξον ἡμι̃ν τη̃ς πόλεως τὴν εἴσοδον καὶ ποιήσομεν μετὰ σου̃ ἔλεος 1:25 καὶ ἔδειξεν αὐτοι̃ς τὴν εἴσοδον τη̃ς πόλεως καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ῥομφαίας τὸν δὲ ἄνδρα καὶ τὴν συγγένειαν αὐτου̃ ἐξαπέστειλαν 1:26 καὶ ἐπορεύθη ὁ ἀνὴρ εἰς γη̃ν Χεττιιν καὶ ὠ̨κοδόμησεν ἐκει̃ πόλιν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτη̃ς Λουζα του̃το τὸ ὄνομα αὐτη̃ς ἕως τη̃ς ἡμέρας ταύτης 1:27 καὶ οὐκ ἐξη̃ρεν Μανασση τὴν Βαιθσαν ἥ ἐστιν Σκυθω̃ν πόλις οὐδὲ τὰς θυγατέρας αὐτη̃ς οὐδὲ τὰ περίοικα αὐτη̃ς οὐδὲ τὴν Θανακ οὐδὲ τὰς θυγατέρας αὐτη̃ς οὐδὲ τοὺς κατοικου̃ντας Δωρ οὐδὲ τὰς θυγατέρας αὐτη̃ς οὐδὲ τὸν κατοικου̃ντα Βαλακ οὐδὲ τὰ περίοικα αὐτη̃ς οὐδὲ τὰς θυγατέρας αὐτη̃ς οὐδὲ τοὺς κατοικου̃ντας Μαγεδω οὐδὲ τὰ περίοικα αὐτη̃ς οὐδὲ τὰς θυγατέρας αὐτη̃ς οὐδὲ τοὺς κατοικου̃ντας Ιεβλααμ οὐδὲ τὰ περίοικα αὐτη̃ς οὐδὲ τὰς θυγατέρας αὐτη̃ς καὶ ἤρξατο ὁ Χαναναι̃ος κατοικει̃ν ἐν τη̨̃ γη̨̃ ταύτη̨ 1:28 καὶ ἐγένετο ὅτε ἐνίσχυσεν Ισραηλ καὶ ἐποίησεν τὸν Χαναναι̃ον εἰς φόρον καὶ ἐξαίρων οὐκ ἐξη̃ρεν αὐτόν 1:29 καὶ Εφραιμ οὐκ ἐξη̃ρεν τὸν Χαναναι̃ον τὸν κατοικου̃ντα ἐν Γαζερ καὶ κατώ̨κησεν ὁ Χαναναι̃ος ἐν μέσω̨ αὐτου̃ ἐν Γαζερ καὶ ἐγένετο εἰς φόρον 1:30 καὶ Ζαβουλων οὐκ ἐξη̃ρεν τοὺς κατοικου̃ντας Κεδρων οὐδὲ τοὺς κατοικου̃ντας Δωμανα καὶ κατώ̨κησεν ὁ Χαναναι̃ος ἐν μέσω̨ αὐτω̃ν καὶ ἐγένετο αὐτω̨̃ εἰς φόρον 1:31 καὶ Ασηρ οὐκ ἐξη̃ρεν τοὺς κατοικου̃ντας Ακχω καὶ ἐγένετο αὐτω̨̃ εἰς φόρον καὶ τοὺς κατοικου̃ντας Δωρ καὶ τοὺς κατοικου̃ντας Σιδω̃να καὶ τοὺς κατοικου̃ντας Ααλαφ καὶ τὸν Ασχαζι καὶ τὸν Χελβα καὶ τὸν Ναϊ καὶ τὸν Ερεω 1:32 καὶ κατώ̨κησεν ὁ Ασηρ ἐν μέσω̨ του̃ Χαναναίου του̃ κατοικου̃ντος τὴν γη̃ν ὅτι οὐκ ἠδυνήθη ἐξα̃ραι αὐτόν 1:33 καὶ Νεφθαλι οὐκ ἐξη̃ρεν τοὺς κατοικου̃ντας Βαιθσαμυς καὶ τοὺς κατοικου̃ντας Βαιθαναθ καὶ κατώ̨κησεν Νεφθαλι ἐν μέσω̨ του̃ Χαναναίου του̃ κατοικου̃ντος τὴν γη̃ν οἱ δὲ κατοικου̃ντες Βαιθσαμυς καὶ τὴν Βαιθενεθ ἐγένοντο αὐτοι̃ς εἰς φόρον 1:34 καὶ ἐξέθλιψεν ὁ Αμορραι̃ος τοὺς υἱοὺς Δαν εἰς τὸ ὄρος ὅτι οὐκ ἀφη̃καν αὐτὸν καταβη̃ναι εἰς τὴν κοιλάδα 1:35 καὶ ἤρξατο ὁ Αμορραι̃ος κατοικει̃ν ἐν τω̨̃ ὄρει τω̨̃ ὀστρακώδει ἐν ὡ̨̃ αἱ ἄρκοι καὶ ἐν ὡ̨̃ αἱ ἀλώπεκες ἐν τω̨̃ Μυρσινω̃νι καὶ ἐν Θαλαβιν καὶ ἐβαρύνθη χεὶρ οἴκου Ιωσηφ ἐπὶ τὸν Αμορραι̃ον καὶ ἐγενήθη αὐτοι̃ς εἰς φόρον 1:36 καὶ τὸ ὅριον του̃ Αμορραίου ἀπὸ τη̃ς ἀναβάσεως Ακραβιν ἀπὸ τη̃ς Πέτρας καὶ ἐπάνω 2:1 καὶ ἀνέβη ἄγγελος κυρίου ἀπὸ Γαλγαλ ἐπὶ τὸν Κλαυθμω̃να καὶ ἐπὶ Βαιθηλ καὶ ἐπὶ τὸν οἰ̃κον Ισραηλ καὶ εἰ̃πεν πρὸς αὐτούς τάδε λέγει κύριος ἀνεβίβασα ὑμα̃ς ἐξ Αἰγύπτου καὶ εἰσήγαγον ὑμα̃ς εἰς τὴν γη̃ν ἣν ὤμοσα τοι̃ς πατράσιν ὑμω̃ν καὶ εἰ̃πα οὐ διασκεδάσω τὴν διαθήκην μου τὴν μεθ' ὑμω̃ν εἰς τὸν αἰω̃να 2:2 καὶ ὑμει̃ς οὐ διαθήσεσθε διαθήκην τοι̃ς ἐγκαθημένοις εἰς τὴν γη̃ν ταύτην οὐδὲ τοι̃ς θεοι̃ς αὐτω̃ν προσκυνήσετε ἀλλὰ τὰ γλυπτὰ αὐτω̃ν συντρίψετε καὶ τὰ θυσιαστήρια αὐτω̃ν καθελει̃τε καὶ οὐκ εἰσηκούσατε τη̃ς φωνη̃ς μου ὅτι ταυ̃τα ἐποιήσατε 2:3 κἀγὼ εἰ̃πον οὐ μὴ ἐξαρω̃ αὐτοὺς ἐκ προσώπου ὑμω̃ν καὶ ἔσονται ὑμι̃ν εἰς συνοχάς καὶ οἱ θεοὶ αὐτω̃ν ἔσονται ὑμι̃ν εἰς σκάνδαλον 2:4 καὶ ἐγένετο ὡς ἐλάλησεν ὁ ἄγγελος κυρίου τοὺς λόγους τούτους πρὸς πάντας υἱοὺς Ισραηλ καὶ ἐπη̃ραν ὁ λαὸς τὴν φωνὴν αὐτω̃ν καὶ ἔκλαυσαν 2:5 καὶ ἐπωνόμασαν τὸ ὄνομα του̃ τόπου ἐκείνου Κλαυθμω̃νες καὶ ἐθυσίασαν ἐκει̃ τω̨̃ κυρίω̨ 2:6 καὶ ἐξαπέστειλεν 'Ιησου̃ς τὸν λαόν καὶ ἠ̃λθεν ἀνὴρ εἰς τὴν κληρονομίαν αὐτου̃ κατακληρονομη̃σαι τὴν γη̃ν 2:7 καὶ ἐδούλευσεν ὁ λαὸς τω̨̃ κυρίω̨ πάσας τὰς ἡμέρας 'Ιησου̃ καὶ πάσας τὰς ἡμέρας τω̃ν πρεσβυτέρων ὅσοι ἐμακροημέρευσαν μετὰ 'Ιησου̃ ὅσοι ἔγνωσαν πα̃ν τὸ ἔργον κυρίου τὸ μέγα ὃ ἐποίησεν ἐν τω̨̃ Ισραηλ 2:8 καὶ ἐτελεύτησεν 'Ιησου̃ς υἱὸς Ναυη δου̃λος κυρίου υἱὸς ἑκατὸν δέκα ἐτω̃ν 2:9 καὶ ἔθαψαν αὐτὸν ἐν ὁρίω̨ τη̃ς κληρονομίας αὐτου̃ ἐν Θαμναθαρες ἐν ὄρει Εφραιμ ἀπὸ βορρα̃ του̃ ὄρους Γαας 2:10 καί γε πα̃σα ἡ γενεὰ ἐκείνη προσετέθησαν πρὸς τοὺς πατέρας αὐτω̃ν καὶ ἀνέστη γενεὰ ἑτέρα μετ' αὐτούς οἳ οὐκ ἔγνωσαν τὸν κύριον καί γε τὸ ἔργον ὃ ἐποίησεν ἐν τω̨̃ Ισραηλ 2:11 καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐλάτρευσαν τοι̃ς Βααλιμ 2:12 καὶ ἐγκατέλιπον τὸν κύριον τὸν θεὸν τω̃ν πατέρων αὐτω̃ν τὸν ἐξαγαγόντα αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου καὶ ἐπορεύθησαν ὀπίσω θεω̃ν ἑτέρων ἀπὸ τω̃ν θεω̃ν τω̃ν ἐθνω̃ν τω̃ν περικύκλω̨ αὐτω̃ν καὶ προσεκύνησαν αὐτοι̃ς καὶ παρώργισαν τὸν κύριον 2:13 καὶ ἐγκατέλιπον αὐτὸν καὶ ἐλάτρευσαν τω̨̃ Βααλ καὶ ται̃ς 'Αστάρταις 2:14 καὶ ὠργίσθη θυμω̨̃ κύριος ἐν τω̨̃ Ισραηλ καὶ παρέδωκεν αὐτοὺς εἰς χει̃ρας προνομευόντων καὶ κατεπρονόμευσαν αὐτούς καὶ ἀπέδοτο αὐτοὺς ἐν χερσὶ τω̃ν ἐχθρω̃ν αὐτω̃ν κυκλόθεν καὶ οὐκ ἠδυνήθησαν ἔτι ἀντιστη̃ναι κατὰ πρόσωπον τω̃ν ἐχθρω̃ν αὐτω̃ν 2:15 ἐν πα̃σιν οἱ̃ς ἐξεπορεύοντο καὶ χεὶρ κυρίου ἠ̃ν ἐπ' αὐτοὺς εἰς κακά καθὼς ἐλάλησεν κύριος καὶ καθὼς ὤμοσεν κύριος αὐτοι̃ς καὶ ἐξέθλιψεν αὐτοὺς σφόδρα 2:16 καὶ ἤγειρεν κύριος κριτάς καὶ ἔσωσεν αὐτοὺς κύριος ἐκ χειρὸς τω̃ν προνομευόντων αὐτούς 2:17 καί γε τω̃ν κριτω̃ν οὐχ ὑπήκουσαν ὅτι ἐξεπόρνευσαν ὀπίσω θεω̃ν ἑτέρων καὶ προσεκύνησαν αὐτοι̃ς καὶ ἐξέκλιναν ταχὺ ἐκ τη̃ς ὁδου̃ ἡ̃ς ἐπορεύθησαν οἱ πατέρες αὐτω̃ν του̃ εἰσακούειν τω̃ν λόγων κυρίου οὐκ ἐποίησαν οὕτως 2:18 καὶ ὅτι ἤγειρεν κύριος κριτὰς αὐτοι̃ς καὶ ἠ̃ν κύριος μετὰ του̃ κριτου̃ καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς ἐχθρω̃ν αὐτω̃ν πάσας τὰς ἡμέρας του̃ κριτου̃ ὅτι παρεκλήθη κύριος ἀπὸ του̃ στεναγμου̃ αὐτω̃ν ἀπὸ προσώπου τω̃ν πολιορκούντων αὐτοὺς καὶ ἐκθλιβόντων αὐτούς 2:19 καὶ ἐγένετο ὡς ἀπέθνη̨σκεν ὁ κριτής καὶ ἀπέστρεψαν καὶ πάλιν διέφθειραν ὑπὲρ τοὺς πατέρας αὐτω̃ν πορεύεσθαι ὀπίσω θεω̃ν ἑτέρων λατρεύειν αὐτοι̃ς καὶ προσκυνει̃ν αὐτοι̃ς οὐκ ἀπέρριψαν τὰ ἐπιτηδεύματα αὐτω̃ν καὶ τὰς ὁδοὺς αὐτω̃ν τὰς σκληράς 2:20 καὶ ὠργίσθη θυμω̨̃ κύριος ἐν τω̨̃ Ισραηλ καὶ εἰ̃πεν ἀνθ' ὡ̃ν ὅσα ἐγκατέλιπον τὸ ἔθνος του̃το τὴν διαθήκην μου ἣν ἐνετειλάμην τοι̃ς πατράσιν αὐτω̃ν καὶ οὐκ εἰσήκουσαν τη̃ς φωνη̃ς μου 2:21 καί γε ἐγὼ οὐ προσθήσω του̃ ἐξα̃ραι ἄνδρα ἐκ προσώπου αὐτω̃ν ἀπὸ τω̃ν ἐθνω̃ν ὡ̃ν κατέλιπεν 'Ιησου̃ς υἱὸς Ναυη ἐν τη̨̃ γη̨̃ καὶ ἀφη̃κεν 2:22 του̃ πειράσαι ἐν αὐτοι̃ς τὸν Ισραηλ εἰ φυλάσσονται τὴν ὁδὸν κυρίου πορεύεσθαι ἐν αὐτη̨̃ ὃν τρόπον ἐφύλαξαν οἱ πατέρες αὐτω̃ν ἢ οὔ 2:23 καὶ ἀφη̃κεν κύριος τὰ ἔθνη ταυ̃τα του̃ μὴ ἐξα̃ραι αὐτὰ τὸ τάχος καὶ οὐ παρέδωκεν αὐτὰ ἐν χειρὶ 'Ιησου̃ 3:1 καὶ ταυ̃τα τὰ ἔθνη ἃ ἀφη̃κεν κύριος αὐτὰ ὥστε πειράσαι ἐν αὐτοι̃ς τὸν Ισραηλ πάντας τοὺς μὴ ἐγνωκότας τοὺς πολέμους Χανααν 3:2 πλὴν διὰ τὰς γενεὰς υἱω̃ν Ισραηλ του̃ διδάξαι αὐτοὺς πόλεμον πλὴν οἱ ἔμπροσθεν αὐτω̃ν οὐκ ἔγνωσαν αὐτά 3:3 τὰς πέντε σατραπείας τω̃ν ἀλλοφύλων καὶ πάντα τὸν Χαναναι̃ον καὶ τὸν Σιδώνιον καὶ τὸν Ευαι̃ον τὸν κατοικου̃ντα τὸν Λίβανον ἀπὸ του̃ ὄρους του̃ Αερμων ἕως Λαβωεμαθ 3:4 καὶ ἐγένετο ὥστε πειράσαι ἐν αὐτοι̃ς τὸν Ισραηλ γνω̃ναι εἰ ἀκούσονται τὰς ἐντολὰς κυρίου ἃς ἐνετείλατο τοι̃ς πατράσιν αὐτω̃ν ἐν χειρὶ Μωυση̃ 3:5 καὶ οἱ υἱοὶ Ισραηλ κατώ̨κησαν ἐν μέσω̨ του̃ Χαναναίου καὶ του̃ Χετταίου καὶ του̃ Αμορραίου καὶ του̃ Φερεζαίου καὶ του̃ Ευαίου καὶ του̃ Ιεβουσαίου 3:6 καὶ ἔλαβον τὰς θυγατέρας αὐτω̃ν ἑαυτοι̃ς εἰς γυναι̃κας καὶ τὰς θυγατέρας αὐτω̃ν ἔδωκαν τοι̃ς υἱοι̃ς αὐτω̃ν καὶ ἐλάτρευσαν τοι̃ς θεοι̃ς αὐτω̃ν 3:7 καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πονηρὸν ἐναντίον κυρίου καὶ ἐπελάθοντο κυρίου του̃ θεου̃ αὐτω̃ν καὶ ἐλάτρευσαν τοι̃ς Βααλιμ καὶ τοι̃ς ἄλσεσιν 3:8 καὶ ὠργίσθη θυμω̨̃ κύριος ἐν τω̨̃ Ισραηλ καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ Χουσαρσαθαιμ βασιλέως Συρίας ποταμω̃ν καὶ ἐδούλευσαν οἱ υἱοὶ Ισραηλ τω̨̃ Χουσαρσαθαιμ ἔτη ὀκτώ 3:9 καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον καὶ ἤγειρεν κύριος σωτη̃ρα τω̨̃ Ισραηλ καὶ ἔσωσεν αὐτούς τὸν Γοθονιηλ υἱὸν Κενεζ ἀδελφου̃ Χαλεβ τὸν νεώτερον ὑπὲρ αὐτόν 3:10 καὶ ἐγένετο ἐπ' αὐτὸν πνευ̃μα κυρίου καὶ ἔκρινεν τὸν Ισραηλ καὶ ἐξη̃λθεν εἰς πόλεμον πρὸς Χουσαρσαθαιμ καὶ παρέδωκεν κύριος ἐν χειρὶ αὐτου̃ τὸν Χουσαρσαθαιμ βασιλέα Συρίας ποταμω̃ν καὶ ἐκραταιώθη ἡ χεὶρ αὐτου̃ ἐπὶ τὸν Χουσαρσαθαιμ 3:11 καὶ ἡσύχασεν ἡ γη̃ τεσσαράκοντα ἔτη καὶ ἀπέθανεν Γοθονιηλ υἱὸς Κενεζ 3:12 καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιη̃σαι τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐνίσχυσεν κύριος τὸν Εγλωμ βασιλέα Μωαβ ἐπὶ τὸν Ισραηλ διὰ τὸ πεποιηκέναι αὐτοὺς τὸ πονηρὸν ἔναντι κυρίου 3:13 καὶ συνήγαγεν πρὸς ἑαυτὸν πάντας τοὺς υἱοὺς Αμμων καὶ Αμαληκ καὶ ἐπορεύθη καὶ ἐπάταξεν τὸν Ισραηλ καὶ ἐκληρονόμησεν τὴν πόλιν τω̃ν φοινίκων 3:14 καὶ ἐδούλευσαν οἱ υἱοὶ Ισραηλ τω̨̃ Εγλωμ βασιλει̃ Μωαβ ἔτη δέκα ὀκτώ 3:15 καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον καὶ ἤγειρεν αὐτοι̃ς σωτη̃ρα τὸν Αωδ υἱὸν Γηρα υἱὸν του̃ Ιεμενι ἄνδρα ἀμφοτεροδέξιον καὶ ἐξαπέστειλαν οἱ υἱοὶ Ισραηλ δω̃ρα ἐν χειρὶ αὐτου̃ τω̨̃ Εγλωμ βασιλει̃ Μωαβ 3:16 καὶ ἐποίησεν ἑαυτω̨̃ Αωδ μάχαιραν δίστομον σπιθαμη̃ς τὸ μη̃κος αὐτη̃ς καὶ περιεζώσατο αὐτὴν ὑπὸ τὸν μανδύαν ἐπὶ τὸν μηρὸν τὸν δεξιὸν αὐτου̃ 3:17 καὶ ἐπορεύθη καὶ προσήνεγκεν τὰ δω̃ρα τω̨̃ Εγλωμ βασιλει̃ Μωαβ καὶ Εγλωμ ἀνὴρ ἀστει̃ος σφόδρα 3:18 καὶ ἐγένετο ἡνίκα συνετέλεσεν Αωδ προσφέρων τὰ δω̃ρα καὶ ἐξαπέστειλεν τοὺς φέροντας τὰ δω̃ρα 3:19 καὶ αὐτὸς ὑπέστρεψεν ἀπὸ τω̃ν γλυπτω̃ν τω̃ν μετὰ τη̃ς Γαλγαλ καὶ εἰ̃πεν Αωδ λόγος μοι κρύφιος πρὸς σέ βασιλευ̃ καὶ εἰ̃πεν Εγλωμ πρὸς αὐτόν σιώπα καὶ ἐξαπέστειλεν ἀφ' ἑαυτου̃ πάντας τοὺς ἐφεστω̃τας ἐπ' αὐτόν 3:20 καὶ Αωδ εἰση̃λθεν πρὸς αὐτόν καὶ αὐτὸς ἐκάθητο ἐν τω̨̃ ὑπερώ̨ω̨ τω̨̃ θερινω̨̃ τω̨̃ ἑαυτου̃ μονώτατος καὶ εἰ̃πεν Αωδ λόγος θεου̃ μοι πρὸς σέ βασιλευ̃ καὶ ἐξανέστη ἀπὸ του̃ θρόνου Εγλωμ ἐγγὺς αὐτου̃ 3:21 καὶ ἐγένετο ἅμα τω̨̃ ἀναστη̃ναι αὐτὸν καὶ ἐξέτεινεν Αωδ τὴν χει̃ρα τὴν ἀριστερὰν αὐτου̃ καὶ ἔλαβεν τὴν μάχαιραν ἐπάνωθεν του̃ μηρου̃ αὐτου̃ του̃ δεξιου̃ καὶ ἐνέπηξεν αὐτὴν ἐν τη̨̃ κοιλία̨ αὐτου̃ 3:22 καὶ ἐπεισήνεγκεν καί γε τὴν λαβὴν ὀπίσω τη̃ς φλογός καὶ ἀπέκλεισεν τὸ στέαρ κατὰ τη̃ς φλογός ὅτι οὐκ ἐξέσπασεν τὴν μάχαιραν ἐκ τη̃ς κοιλίας αὐτου̃ καὶ ἐξη̃λθεν Αωδ τὴν προστάδα 3:23 καὶ ἐξη̃λθεν τοὺς διατεταγμένους καὶ ἀπέκλεισεν τὰς θύρας του̃ ὑπερώ̨ου κατ' αὐτου̃ καὶ ἐσφήνωσεν 3:24 καὶ αὐτὸς ἐξη̃λθεν καὶ οἱ παι̃δες αὐτου̃ εἰση̃λθον καὶ εἰ̃δον καὶ ἰδοὺ αἱ θύραι του̃ ὑπερώ̨ου ἐσφηνωμέναι καὶ εἰ̃παν μήποτε ἀποκενοι̃ τοὺς πόδας αὐτου̃ ἐν τω̨̃ ταμιείω̨ τω̨̃ θερινω̨̃ 3:25 καὶ ὑπέμειναν ἕως ἠ̨σχύνοντο καὶ ἰδοὺ οὐκ ἔστιν ὁ ἀνοίγων τὰς θύρας του̃ ὑπερώ̨ου καὶ ἔλαβον τὴν κλει̃δα καὶ ἤνοιξαν καὶ ἰδοὺ ὁ κύριος αὐτω̃ν πεπτωκὼς ἐπὶ τὴν γη̃ν τεθνηκώς 3:26 καὶ Αωδ διεσώθη ἕως ἐθορυβου̃ντο καὶ οὐκ ἠ̃ν ὁ προσνοω̃ν αὐτω̨̃ καὶ αὐτὸς παρη̃λθεν τὰ γλυπτὰ καὶ διεσώθη εἰς Σετιρωθα 3:27 καὶ ἐγένετο ἡνίκα ἠ̃λθεν Αωδ εἰς γη̃ν Ισραηλ καὶ ἐσάλπισεν ἐν κερατίνη̨ ἐν τω̨̃ ὄρει Εφραιμ καὶ κατέβησαν σὺν αὐτω̨̃ οἱ υἱοὶ Ισραηλ ἀπὸ του̃ ὄρους καὶ αὐτὸς ἔμπροσθεν αὐτω̃ν 3:28 καὶ εἰ̃πεν πρὸς αὐτούς κατάβητε ὀπίσω μου ὅτι παρέδωκεν κύριος ὁ θεὸς τοὺς ἐχθροὺς ἡμω̃ν τὴν Μωαβ ἐν χειρὶ ἡμω̃ν καὶ κατέβησαν ὀπίσω αὐτου̃ καὶ προκατελάβοντο τὰς διαβάσεις του̃ Ιορδάνου τη̃ς Μωαβ καὶ οὐκ ἀφη̃κεν ἄνδρα διαβη̃ναι 3:29 καὶ ἐπάταξαν τὴν Μωαβ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ὡσεὶ δέκα χιλιάδας ἀνδρω̃ν πα̃ν λιπαρὸν καὶ πάντα ἄνδρα δυνάμεως καὶ οὐ διεσώθη ἀνήρ 3:30 καὶ ἐνετράπη Μωαβ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ὑπὸ χει̃ρα Ισραηλ καὶ ἡσύχασεν ἡ γη̃ ὀγδοήκοντα ἔτη καὶ ἔκρινεν αὐτοὺς Αωδ ἕως οὑ̃ ἀπέθανεν 3:31 καὶ μετ' αὐτὸν ἀνέστη Σαμεγαρ υἱὸς Διναχ καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους εἰς ἑξακοσίους ἄνδρας ἐν τω̨̃ ἀροτρόποδι τω̃ν βοω̃ν καὶ ἔσωσεν καί γε αὐτὸς τὸν Ισραηλ 4:1 καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιη̃σαι τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ Αωδ ἀπέθανεν 4:2 καὶ ἀπέδοτο αὐτοὺς κύριος ἐν χειρὶ Ιαβιν βασιλέως Χανααν ὃς ἐβασίλευσεν ἐν Ασωρ καὶ ὁ ἄρχων τη̃ς δυνάμεως αὐτου̃ Σισαρα καὶ αὐτὸς κατώ̨κει ἐν Αρισωθ τω̃ν ἐθνω̃ν 4:3 καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον ὅτι ἐννακόσια ἅρματα σιδηρα̃ ἠ̃ν αὐτω̨̃ καὶ αὐτὸς ἔθλιψεν τὸν Ισραηλ κατὰ κράτος εἴκοσι ἔτη 4:4 καὶ Δεββωρα γυνὴ προφη̃τις γυνὴ Λαφιδωθ αὐτὴ ἔκρινεν τὸν Ισραηλ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ 4:5 καὶ αὐτὴ ἐκάθητο ὑπὸ φοίνικα Δεββωρα ἀνὰ μέσον τη̃ς Ραμα καὶ ἀνὰ μέσον τη̃ς Βαιθηλ ἐν τω̨̃ ὄρει Εφραιμ καὶ ἀνέβαινον πρὸς αὐτὴν οἱ υἱοὶ Ισραηλ εἰς κρίσιν 4:6 καὶ ἀπέστειλεν Δεββωρα καὶ ἐκάλεσεν τὸν Βαρακ υἱὸν Αβινεεμ ἐκ Καδης Νεφθαλι καὶ εἰ̃πεν πρὸς αὐτόν οὐχὶ ἐνετείλατο κύριος ὁ θεὸς Ισραηλ σοὶ καὶ ἀπελεύση̨ εἰς ὄρος Θαβωρ καὶ λήμψη̨ μετὰ σεαυτου̃ δέκα χιλιάδας ἀνδρω̃ν ἐκ τω̃ν υἱω̃ν Νεφθαλι καὶ ἐκ τω̃ν υἱω̃ν Ζαβουλων 4:7 καὶ ἐπάξω πρὸς σὲ εἰς τὸν χειμάρρουν Κισων τὸν Σισαρα ἄρχοντα τη̃ς δυνάμεως Ιαβιν καὶ τὰ ἅρματα αὐτου̃ καὶ τὸ πλη̃θος αὐτου̃ καὶ παραδώσω αὐτὸν εἰς τὰς χει̃ράς σου 4:8 καὶ εἰ̃πεν πρὸς αὐτὴν Βαρακ ἐὰν πορευθη̨̃ς μετ' ἐμου̃ πορεύσομαι καὶ ἐὰν μὴ πορευθη̨̃ς οὐ πορεύσομαι ὅτι οὐκ οἰ̃δα τὴν ἡμέραν ἐν ἡ̨̃ εὐοδοι̃ τὸν ἄγγελον κύριος μετ' ἐμου̃ 4:9 καὶ εἰ̃πεν πορευομένη πορεύσομαι μετὰ σου̃ πλὴν γίνωσκε ὅτι οὐκ ἔσται τὸ προτέρημά σου ἐπὶ τὴν ὁδόν ἣν σὺ πορεύη̨ ὅτι ἐν χειρὶ γυναικὸς ἀποδώσεται κύριος τὸν Σισαρα καὶ ἀνέστη Δεββωρα καὶ ἐπορεύθη μετὰ Βαρακ ἐκ Καδης 4:10 καὶ ἐβόησεν Βαρακ τὸν Ζαβουλων καὶ τὸν Νεφθαλι ἐκ Καδης καὶ ἀνέβησαν κατὰ πόδας αὐτου̃ δέκα χιλιάδες ἀνδρω̃ν καὶ ἀνέβη μετ' αὐτου̃ Δεββωρα 4:11 καὶ Χαβερ ὁ Κιναι̃ος ἐχωρίσθη ἀπὸ Καινα ἀπὸ τω̃ν υἱω̃ν Ιωβαβ γαμβρου̃ Μωυση̃ καὶ ἔπηξεν τὴν σκηνὴν αὐτου̃ ἕως δρυὸς πλεονεκτούντων ἥ ἐστιν ἐχόμενα Κεδες 4:12 καὶ ἀνηγγέλη Σισαρα ὅτι ἀνέβη Βαρακ υἱὸς Αβινεεμ εἰς ὄρος Θαβωρ 4:13 καὶ ἐκάλεσεν Σισαρα πάντα τὰ ἅρματα αὐτου̃ ἐννακόσια ἅρματα σιδηρα̃ καὶ πάντα τὸν λαὸν τὸν μετ' αὐτου̃ ἀπὸ Αρισωθ τω̃ν ἐθνω̃ν εἰς τὸν χειμάρρουν Κισων 4:14 καὶ εἰ̃πεν Δεββωρα πρὸς Βαρακ ἀνάστηθι ὅτι αὕτη ἡ ἡμέρα ἐν ἡ̨̃ παρέδωκεν κύριος τὸν Σισαρα ἐν τη̨̃ χειρί σου ὅτι κύριος ἐξελεύσεται ἔμπροσθέν σου καὶ κατέβη Βαρακ ἀπὸ του̃ ὄρους Θαβωρ καὶ δέκα χιλιάδες ἀνδρω̃ν ὀπίσω αὐτου̃ 4:15 καὶ ἐξέστησεν κύριος τὸν Σισαρα καὶ πάντα τὰ ἅρματα αὐτου̃ καὶ πα̃σαν τὴν παρεμβολὴν αὐτου̃ ἐν στόματι ῥομφαίας ἐνώπιον Βαρακ καὶ κατέβη Σισαρα ἐπάνωθεν του̃ ἅρματος αὐτου̃ καὶ ἔφυγεν τοι̃ς ποσὶν αὐτου̃ 4:16 καὶ Βαρακ διώκων ὀπίσω τω̃ν ἁρμάτων καὶ ὀπίσω τη̃ς παρεμβολη̃ς ἕως Αρισωθ τω̃ν ἐθνω̃ν καὶ ἔπεσεν πα̃σα παρεμβολὴ Σισαρα ἐν στόματι ῥομφαίας οὐ κατελείφθη ἕως ἑνός 4:17 καὶ Σισαρα ἔφυγεν τοι̃ς ποσὶν αὐτου̃ εἰς σκηνὴν Ιαηλ γυναικὸς Χαβερ ἑταίρου του̃ Κιναίου ὅτι εἰρήνη ἠ̃ν ἀνὰ μέσον Ιαβιν βασιλέως Ασωρ καὶ ἀνὰ μέσον οἴκου Χαβερ του̃ Κιναίου 4:18 καὶ ἐξη̃λθεν Ιαηλ εἰς συνάντησιν Σισαρα καὶ εἰ̃πεν αὐτω̨̃ ἔκκλινον κύριέ μου ἔκκλινον πρός με μὴ φοβου̃ καὶ ἐξέκλινεν πρὸς αὐτὴν εἰς τὴν σκηνήν καὶ περιέβαλεν αὐτὸν ἐπιβολαίω̨ 4:19 καὶ εἰ̃πεν Σισαρα πρὸς αὐτήν πότισόν με δὴ μικρὸν ὕδωρ ὅτι ἐδίψησα καὶ ἤνοιξεν τὸν ἀσκὸν του̃ γάλακτος καὶ ἐπότισεν αὐτὸν καὶ περιέβαλεν αὐτόν 4:20 καὶ εἰ̃πεν πρὸς αὐτὴν Σισαρα στη̃θι δὴ ἐπὶ τὴν θύραν τη̃ς σκηνη̃ς καὶ ἔσται ἐὰν ἀνὴρ ἔλθη̨ πρὸς σὲ καὶ ἐρωτήση̨ σε καὶ εἴπη̨ εἰ ἔστιν ὡ̃δε ἀνήρ καὶ ἐρει̃ς οὐκ ἔστιν 4:21 καὶ ἔλαβεν Ιαηλ γυνὴ Χαβερ τὸν πάσσαλον τη̃ς σκηνη̃ς καὶ ἔθηκεν τὴν σφυ̃ραν ἐν τη̨̃ χειρὶ αὐτη̃ς καὶ εἰση̃λθεν πρὸς αὐτὸν ἐν κρυφη̨̃ καὶ ἔπηξεν τὸν πάσσαλον ἐν τω̨̃ κροτάφω̨ αὐτου̃ καὶ διεξη̃λθεν ἐν τη̨̃ γη̨̃ καὶ αὐτὸς ἐξεστὼς ἐσκοτώθη καὶ ἀπέθανεν 4:22 καὶ ἰδοὺ Βαρακ διώκων τὸν Σισαρα καὶ ἐξη̃λθεν Ιαηλ εἰς συνάντησιν αὐτω̨̃ καὶ εἰ̃πεν αὐτω̨̃ δευ̃ρο καὶ δείξω σοι τὸν ἄνδρα ὃν σὺ ζητει̃ς καὶ εἰση̃λθεν πρὸς αὐτήν καὶ ἰδοὺ Σισαρα ῥεριμμένος νεκρός καὶ ὁ πάσσαλος ἐν τω̨̃ κροτάφω̨ αὐτου̃ 4:23 καὶ ἐτρόπωσεν ὁ θεὸς ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ τὸν Ιαβιν βασιλέα Χανααν ἔμπροσθεν τω̃ν υἱω̃ν Ισραηλ 4:24 καὶ ἐπορεύετο χεὶρ τω̃ν υἱω̃ν Ισραηλ πορευομένη καὶ σκληρυνομένη ἐπὶ Ιαβιν βασιλέα Χανααν ἕως οὑ̃ ἐξωλέθρευσαν τὸν Ιαβιν βασιλέα Χανααν 5:1 καὶ ἠ̨̃σαν Δεββωρα καὶ Βαρακ υἱὸς Αβινεεμ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ λέγοντες 5:2 ἀπεκαλύφθη ἀποκάλυμμα ἐν Ισραηλ ἐν τω̨̃ ἑκουσιασθη̃ναι λαὸν εὐλογει̃τε κύριον 5:3 ἀκούσατε βασιλει̃ς καὶ ἐνωτίσασθε σατράπαι ἐγώ εἰμι τω̨̃ κυρίω̨ ἐγώ εἰμι ἄ̨σομαι ψαλω̃ τω̨̃ κυρίω̨ τω̨̃ θεω̨̃ Ισραηλ 5:4 κύριε ἐν τη̨̃ ἐξόδω̨ σου ἐν Σηιρ ἐν τω̨̃ ἀπαίρειν σε ἐξ ἀγρου̃ Εδωμ γη̃ ἐσείσθη καὶ ὁ οὐρανὸς ἔσταξεν δρόσους καὶ αἱ νεφέλαι ἔσταξαν ὕδωρ 5:5 ὄρη ἐσαλεύθησαν ἀπὸ προσώπου κυρίου Ελωι του̃το Σινα ἀπὸ προσώπου κυρίου θεου̃ Ισραηλ 5:6 ἐν ἡμέραις Σαμεγαρ υἱου̃ Αναθ ἐν ἡμέραις Ιαηλ ἐξέλιπον ὁδοὺς καὶ ἐπορεύθησαν ἀτραπούς ἐπορεύθησαν ὁδοὺς διεστραμμένας 5:7 ἐξέλιπον δυνατοὶ ἐν Ισραηλ ἐξέλιπον ἕως οὑ̃ ἀναστη̨̃ Δεββωρα ἕως οὑ̃ ἀναστη̨̃ μήτηρ ἐν Ισραηλ 5:8 ἐξελέξαντο θεοὺς καινούς τότε ἐπολέμησαν πόλεις ἀρχόντων θυρεὸς ἐὰν ὀφθη̨̃ καὶ λόγχη ἐν τεσσαράκοντα χιλιάσιν ἐν Ισραηλ 5:9 ἡ καρδία μου εἰς τὰ διατεταγμένα τω̨̃ Ισραηλ οἱ ἑκουσιαζόμενοι ἐν λαω̨̃ εὐλογει̃τε κύριον 5:10 ἐπιβεβηκότες ἐπὶ ὄνου θηλείας μεσημβρίας καθήμενοι ἐπὶ κριτηρίου καὶ πορευόμενοι ἐπὶ ὁδοὺς συνέδρων ἐφ' ὁδω̨̃ 5:11 διηγει̃σθε ἀπὸ φωνη̃ς ἀνακρουομένων ἀνὰ μέσον ὑδρευομένων ἐκει̃ δώσουσιν δικαιοσύνας κυρίω̨ δικαιοσύνας αὔξησον ἐν Ισραηλ τότε κατέβη εἰς τὰς πόλεις λαὸς κυρίου 5:12 ἐξεγείρου ἐξεγείρου Δεββωρα ἐξεγείρου ἐξεγείρου λάλησον ὠ̨δήν ἀνάστα Βαρακ καὶ αἰχμαλώτισον αἰχμαλωσίαν σου υἱὸς Αβινεεμ 5:13 τότε κατέβη κατάλειμμα τοι̃ς ἰσχυροι̃ς λαὸς κυρίου κατέβη αὐτω̨̃ ἐν τοι̃ς κραταιοι̃ς 5:14 ἐξ ἐμου̃ Εφραιμ ἐξερρίζωσεν αὐτοὺς ἐν τω̨̃ Αμαληκ ὀπίσω σου Βενιαμιν ἐν τοι̃ς λαοι̃ς σου ἐν ἐμοὶ Μαχιρ κατέβησαν ἐξερευνω̃ντες καὶ ἀπὸ Ζαβουλων ἕλκοντες ἐν ῥάβδω̨ διηγήσεως γραμματέως 5:15 καὶ ἀρχηγοὶ ἐν Ισσαχαρ μετὰ Δεββωρας καὶ Βαρακ οὕτως Βαρακ ἐν κοιλάσιν ἀπέστειλεν ἐν ποσὶν αὐτου̃ εἰς τὰς μερίδας Ρουβην μεγάλοι ἐξικνούμενοι καρδίαν 5:16 εἰς τί ἐκάθισαν ἀνὰ μέσον τη̃ς διγομίας του̃ ἀκου̃σαι συρισμου̃ ἀγγέλων εἰς διαιρέσεις Ρουβην μεγάλοι ἐξετασμοὶ καρδίας 5:17 Γαλααδ ἐν τω̨̃ πέραν του̃ Ιορδάνου ἐσκήνωσεν καὶ Δαν εἰς τί παροικει̃ πλοίοις Ασηρ ἐκάθισεν παραλίαν θαλασσω̃ν καὶ ἐπὶ διεξόδοις αὐτου̃ σκηνώσει 5:18 Ζαβουλων λαὸς ὠνείδισεν ψυχὴν αὐτου̃ εἰς θάνατον καὶ Νεφθαλι ἐπὶ ὕψη ἀγρου̃ 5:19 ἠ̃λθον αὐτω̃ν βασιλει̃ς παρετάξαντο τότε ἐπολέμησαν βασιλει̃ς Χανααν ἐν Θανααχ ἐπὶ ὕδατι Μεγεδδω δω̃ρον ἀργυρίου οὐκ ἔλαβον 5:20 ἐξ οὐρανου̃ παρετάξαντο οἱ ἀστέρες ἐκ τρίβων αὐτω̃ν παρετάξαντο μετὰ Σισαρα 5:21 χειμάρρους Κισων ἐξέσυρεν αὐτούς χειμάρρους ἀρχαίων χειμάρρους Κισων καταπατήσει αὐτὸν ψυχή μου δυνατή 5:22 τότε ἐνεποδίσθησαν πτέρναι ἵππου σπουδη̨̃ ἔσπευσαν ἰσχυροὶ αὐτου̃ 5:23 καταρα̃σθε Μηρωζ εἰ̃πεν ἄγγελος κυρίου καταρα̃σθε ἐπικατάρατος πα̃ς ὁ κατοικω̃ν αὐτήν ὅτι οὐκ ἤλθοσαν εἰς βοήθειαν κυρίου εἰς βοήθειαν ἐν δυνατοι̃ς 5:24 εὐλογηθείη ἐν γυναιξὶν Ιαηλ γυνὴ Χαβερ του̃ Κιναίου ἀπὸ γυναικω̃ν ἐν σκηναι̃ς εὐλογηθείη 5:25 ὕδωρ ἤ̨τησεν γάλα ἔδωκεν ἐν λεκάνη̨ ὑπερεχόντων προσήνεγκεν βούτυρον 5:26 χει̃ρα αὐτη̃ς ἀριστερὰν εἰς πάσσαλον ἐξέτεινεν καὶ δεξιὰν αὐτη̃ς εἰς σφυ̃ραν κοπιώντων καὶ ἐσφυροκόπησεν Σισαρα διήλωσεν κεφαλὴν αὐτου̃ καὶ ἐπάταξεν διήλωσεν κρόταφον αὐτου̃ 5:27 ἀνὰ μέσον τω̃ν ποδω̃ν αὐτη̃ς κατεκυλίσθη ἔπεσεν καὶ ἐκοιμήθη ἀνὰ μέσον τω̃ν ποδω̃ν αὐτη̃ς κατακλιθεὶς ἔπεσεν καθὼς κατεκλίθη ἐκει̃ ἔπεσεν ἐξοδευθείς 5:28 διὰ τη̃ς θυρίδος παρέκυψεν μήτηρ Σισαρα ἐκτὸς του̃ τοξικου̃ διότι ἠ̨σχύνθη ἅρμα αὐτου̃ διότι ἐχρόνισαν πόδες ἁρμάτων αὐτου̃ 5:29 αἱ σοφαὶ ἄρχουσαι αὐτη̃ς ἀπεκρίθησαν πρὸς αὐτήν καὶ αὐτὴ ἀπέστρεψεν λόγους αὐτη̃ς ἑαυτη̨̃ 5:30 οὐχ εὑρήσουσιν αὐτὸν διαμερίζοντα σκυ̃λα οἰκτίρμων οἰκτιρήσει εἰς κεφαλὴν ἀνδρός σκυ̃λα βαμμάτων τω̨̃ Σισαρα σκυ̃λα βαμμάτων ποικιλίας βάμματα ποικιλτω̃ν αὐτά τω̨̃ τραχήλω̨ αὐτου̃ σκυ̃λα 5:31 οὕτως ἀπόλοιντο πάντες οἱ ἐχθροί σου κύριε καὶ οἱ ἀγαπω̃ντες αὐτὸν ὡς ἔξοδος ἡλίου ἐν δυνάμει αὐτου̃ καὶ ἡσύχασεν ἡ γη̃ τεσσαράκοντα ἔτη 6:1 καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἔδωκεν αὐτοὺς κύριος ἐν χειρὶ Μαδιαμ ἑπτὰ ἔτη 6:2 καὶ ἴσχυσεν χεὶρ Μαδιαμ ἐπὶ Ισραηλ καὶ ἐποίησαν ἑαυτοι̃ς οἱ υἱοὶ Ισραηλ ἀπὸ προσώπου Μαδιαμ τὰς τρυμαλιὰς τὰς ἐν τοι̃ς ὄρεσιν καὶ τὰ σπήλαια καὶ τὰ κρεμαστά 6:3 καὶ ἐγένετο ἐὰν ἔσπειραν οἱ υἱοὶ Ισραηλ καὶ ἀνέβαιναν Μαδιαμ καὶ Αμαληκ καὶ οἱ υἱοὶ ἀνατολω̃ν συνανέβαινον αὐτοι̃ς 6:4 καὶ παρενέβαλον εἰς αὐτοὺς καὶ κατέφθειραν τοὺς καρποὺς αὐτω̃ν ἕως ἐλθει̃ν εἰς Γάζαν καὶ οὐ κατέλιπον ὑπόστασιν ζωη̃ς ἐν τη̨̃ γη̨̃ Ισραηλ οὐδὲ ἐν τοι̃ς ποιμνίοις ταυ̃ρον καὶ ὄνον 6:5 ὅτι αὐτοὶ καὶ αἱ κτήσεις αὐτω̃ν ἀνέβαινον καὶ αἱ σκηναὶ αὐτω̃ν παρεγίνοντο καθὼς ἀκρὶς εἰς πλη̃θος καὶ αὐτοι̃ς καὶ τοι̃ς καμήλοις αὐτω̃ν οὐκ ἠ̃ν ἀριθμός καὶ ἤρχοντο εἰς τὴν γη̃ν Ισραηλ καὶ διέφθειρον αὐτήν 6:6 καὶ ἐπτώχευσεν Ισραηλ σφόδρα ἀπὸ προσώπου Μαδιαμ καὶ ἐβόησαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον 6:7 ἀπὸ προσώπου Μαδιαμ 6:8 καὶ ἐξαπέστειλεν κύριος ἄνδρα προφήτην πρὸς τοὺς υἱοὺς Ισραηλ καὶ εἰ̃πεν αὐτοι̃ς τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἐγώ εἰμι ὃς ἀνήγαγον ὑμα̃ς ἐκ γη̃ς Αἰγύπτου καὶ ἐξήγαγον ὑμα̃ς ἐξ οἴκου δουλείας ὑμω̃ν 6:9 καὶ ἐρρυσάμην ὑμα̃ς ἐκ χειρὸς Αἰγύπτου καὶ ἐκ χειρὸς πάντων τω̃ν θλιβόντων ὑμα̃ς καὶ ἐξέβαλον αὐτοὺς ἐκ προσώπου ὑμω̃ν καὶ ἔδωκα ὑμι̃ν τὴν γη̃ν αὐτω̃ν 6:10 καὶ εἰ̃πα ὑμι̃ν ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν οὐ φοβηθήσεσθε τοὺς θεοὺς του̃ Αμορραίου ἐν οἱ̃ς ὑμει̃ς καθήσεσθε ἐν τη̨̃ γη̨̃ αὐτω̃ν καὶ οὐκ εἰσηκούσατε τη̃ς φωνη̃ς μου 6:11 καὶ ἠ̃λθεν ἄγγελος κυρίου καὶ ἐκάθισεν ὑπὸ τὴν τερέμινθον τὴν ἐν Εφραθα τὴν Ιωας πατρὸς του̃ Εσδρι καὶ Γεδεων υἱὸς αὐτου̃ ῥαβδίζων σι̃τον ἐν ληνω̨̃ εἰς ἐκφυγει̃ν ἀπὸ προσώπου του̃ Μαδιαμ 6:12 καὶ ὤφθη αὐτω̨̃ ὁ ἄγγελος κυρίου καὶ εἰ̃πεν πρὸς αὐτόν κύριος μετὰ σου̃ ἰσχυρὸς τω̃ν δυνάμεων 6:13 καὶ εἰ̃πεν πρὸς αὐτὸν Γεδεων ἐν ἐμοί κύριέ μου καὶ εἰ ἔστιν κύριος μεθ' ἡμω̃ν εἰς τί εὑ̃ρεν ἡμα̃ς τὰ κακὰ ταυ̃τα καὶ που̃ ἐστιν πάντα τὰ θαυμάσια αὐτου̃ ἃ διηγήσαντο ἡμι̃ν οἱ πατέρες ἡμω̃ν λέγοντες μὴ οὐχὶ ἐξ Αἰγύπτου ἀνήγαγεν ἡμα̃ς κύριος καὶ νυ̃ν ἐξέρριψεν ἡμα̃ς καὶ ἔδωκεν ἡμα̃ς ἐν χειρὶ Μαδιαμ 6:14 καὶ ἐπέστρεψεν πρὸς αὐτὸν ὁ ἄγγελος κυρίου καὶ εἰ̃πεν πορεύου ἐν ἰσχύι σου ταύτη̨ καὶ σώσεις τὸν Ισραηλ ἐκ χειρὸς Μαδιαμ ἰδοὺ ἐξαπέστειλά σε 6:15 καὶ εἰ̃πεν πρὸς αὐτὸν Γεδεων ἐν ἐμοί κύριέ μου ἐν τίνι σώσω τὸν Ισραηλ ἰδοὺ ἡ χιλιάς μου ἠσθένησεν ἐν Μανασση καὶ ἐγώ εἰμι ὁ μικρότερος ἐν οἴκω̨ πατρός μου 6:16 καὶ εἰ̃πεν πρὸς αὐτὸν ὁ ἄγγελος κυρίου κύριος ἔσται μετὰ σου̃ καὶ πατάξεις τὴν Μαδιαμ ὡσεὶ ἄνδρα ἕνα 6:17 καὶ εἰ̃πεν πρὸς αὐτὸν Γεδεων εἰ δὲ εὑ̃ρον ἔλεος ἐν ὀφθαλμοι̃ς σου καὶ ποιήσεις μοι σήμερον πα̃ν ὅ τι ἐλάλησας μετ' ἐμου̃ 6:18 μὴ χωρισθη̨̃ς ἐντευ̃θεν ἕως του̃ ἐλθει̃ν με πρὸς σέ καὶ ἐξοίσω τὴν θυσίαν καὶ θήσω ἐνώπιόν σου καὶ εἰ̃πεν ἐγώ εἰμι καθίομαι ἕως του̃ ἐπιστρέψαι σε 6:19 καὶ Γεδεων εἰση̃λθεν καὶ ἐποίησεν ἔριφον αἰγω̃ν καὶ οιφι ἀλεύρου ἄζυμα καὶ τὰ κρέα ἔθηκεν ἐν τω̨̃ κοφίνω̨ καὶ τὸν ζωμὸν ἔβαλεν ἐν τη̨̃ χύτρα̨ καὶ ἐξήνεγκεν αὐτὰ πρὸς αὐτὸν ὑπὸ τὴν τερέμινθον καὶ προσήγγισεν 6:20 καὶ εἰ̃πεν πρὸς αὐτὸν ὁ ἄγγελος του̃ θεου̃ λαβὲ τὰ κρέα καὶ τὰ ἄζυμα καὶ θὲς πρὸς τὴν πέτραν ἐκείνην καὶ τὸν ζωμὸν ἐχόμενα ἔκχεε καὶ ἐποίησεν οὕτως 6:21 καὶ ἐξέτεινεν ὁ ἄγγελος κυρίου τὸ ἄκρον τη̃ς ῥάβδου τη̃ς ἐν χειρὶ αὐτου̃ καὶ ἥψατο τω̃ν κρεω̃ν καὶ τω̃ν ἀζύμων καὶ ἀνέβη πυ̃ρ ἐκ τη̃ς πέτρας καὶ κατέφαγεν τὰ κρέα καὶ τοὺς ἀζύμους καὶ ὁ ἄγγελος κυρίου ἐπορεύθη ἀπὸ ὀφθαλμω̃ν αὐτου̃ 6:22 καὶ εἰ̃δεν Γεδεων ὅτι ἄγγελος κυρίου οὑ̃τός ἐστιν καὶ εἰ̃πεν Γεδεων ἀ̃ ἀ̃ κύριέ μου κύριε ὅτι εἰ̃δον ἄγγελον κυρίου πρόσωπον πρὸς πρόσωπον 6:23 καὶ εἰ̃πεν αὐτω̨̃ κύριος εἰρήνη σοι μὴ φοβου̃ οὐ μὴ ἀποθάνη̨ς 6:24 καὶ ὠ̨κοδόμησεν ἐκει̃ Γεδεων θυσιαστήριον τω̨̃ κυρίω̨ καὶ ἐπεκάλεσεν αὐτω̨̃ εἰρήνη κυρίου ἕως τη̃ς ἡμέρας ταύτης ἔτι αὐτου̃ ὄντος ἐν Εφραθα πατρὸς του̃ Εσδρι 6:25 καὶ ἐγένετο ἐν τη̨̃ νυκτὶ ἐκείνη̨ καὶ εἰ̃πεν αὐτω̨̃ κύριος λαβὲ τὸν μόσχον τὸν ταυ̃ρον ὅς ἐστιν τω̨̃ πατρί σου καὶ μόσχον δεύτερον ἑπταετη̃ καὶ καθελει̃ς τὸ θυσιαστήριον του̃ Βααλ ὅ ἐστιν τω̨̃ πατρί σου καὶ τὸ ἄλσος τὸ ἐπ' αὐτὸ ὀλεθρεύσεις 6:26 καὶ οἰκοδομήσεις θυσιαστήριον κυρίω̨ τω̨̃ θεω̨̃ σου ἐπὶ κορυφὴν του̃ Μαουεκ τούτου ἐν τη̨̃ παρατάξει καὶ λήμψη̨ τὸν μόσχον τὸν δεύτερον καὶ ἀνοίσεις ὁλοκαύτωμα ἐν τοι̃ς ξύλοις του̃ ἄλσους οὑ̃ ἐξολεθρεύσεις 6:27 καὶ ἔλαβεν Γεδεων δέκα ἄνδρας ἀπὸ τω̃ν δούλων ἑαυτου̃ καὶ ἐποίησεν ὃν τρόπον ἐλάλησεν πρὸς αὐτὸν κύριος καὶ ἐγενήθη ὡς ἐφοβήθη τὸν οἰ̃κον του̃ πατρὸς αὐτου̃ καὶ τοὺς ἄνδρας τη̃ς πόλεως του̃ ποιη̃σαι ἡμέρας καὶ ἐποίησεν νυκτός 6:28 καὶ ὤρθρισαν οἱ ἄνδρες τη̃ς πόλεως τὸ πρωί καὶ ἰδοὺ καθή̨ρητο τὸ θυσιαστήριον του̃ Βααλ καὶ τὸ ἄλσος τὸ ἐπ' αὐτω̨̃ ὠλέθρευτο καὶ εἰ̃δαν τὸν μόσχον τὸν δεύτερον ὃν ἀνήνεγκεν ἐπὶ τὸ θυσιαστήριον τὸ ὠ̨κοδομημένον 6:29 καὶ εἰ̃πεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτου̃ τίς ἐποίησεν τὸ ῥη̃μα του̃το καὶ ἐπεζήτησαν καὶ ἠρεύνησαν καὶ ἔγνωσαν ὅτι Γεδεων υἱὸς Ιωας ἐποίησεν τὸ ῥη̃μα του̃το 6:30 καὶ εἰ̃πον οἱ ἄνδρες τη̃ς πόλεως πρὸς Ιωας ἐξένεγκε τὸν υἱόν σου καὶ ἀποθανέτω ὅτι καθει̃λεν τὸ θυσιαστήριον του̃ Βααλ καὶ ὅτι ὠλέθρευσεν τὸ ἄλσος τὸ ἐπ' αὐτω̨̃ 6:31 καὶ εἰ̃πεν Ιωας τοι̃ς ἀνδράσιν πα̃σιν οἳ ἐπανέστησαν αὐτω̨̃ μὴ ὑμει̃ς νυ̃ν δικάζεσθε ὑπὲρ του̃ Βααλ ἢ ὑμει̃ς σώσετε αὐτόν ὃς ἐὰν δικάσηται αὐτω̨̃ θανατωθήτω ἕως πρωί εἰ θεός ἐστιν δικαζέσθω αὐτω̨̃ ὅτι καθει̃λεν τὸ θυσιαστήριον αὐτου̃ 6:32 καὶ ἐκάλεσεν αὐτὸ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ Ιαρβααλ λέγων δικασάσθω ἐν αὐτω̨̃ ὁ Βααλ ὅτι καθη̨ρέθη τὸ θυσιαστήριον αὐτου̃ 6:33 καὶ πα̃σα Μαδιαμ καὶ Αμαληκ καὶ υἱοὶ ἀνατολω̃ν συνήχθησαν ἐπὶ τὸ αὐτὸ καὶ παρενέβαλον ἐν κοιλάδι Εζερεελ 6:34 καὶ πνευ̃μα κυρίου ἐνεδυνάμωσεν τὸν Γεδεων καὶ ἐσάλπισεν ἐν κερατίνη̨ καὶ ἐφοβήθη Αβιεζερ ὀπίσω αὐτου̃ 6:35 καὶ ἀγγέλους ἀπέστειλεν εἰς πάντα Μανασση καὶ ἐν Ασηρ καὶ ἐν Ζαβουλων καὶ Νεφθαλι καὶ ἀνέβη εἰς συνάντησιν αὐτω̃ν 6:36 καὶ εἰ̃πεν Γεδεων πρὸς τὸν θεόν εἰ σὺ σώ̨ζεις ἐν χειρί μου τὸν Ισραηλ καθὼς ἐλάλησας 6:37 ἰδοὺ ἐγὼ τίθημι τὸν πόκον του̃ ἐρίου ἐν τη̨̃ ἅλωνι ἐὰν δρόσος γένηται ἐπὶ τὸν πόκον μόνον καὶ ἐπὶ πα̃σαν τὴν γη̃ν ξηρασία γνώσομαι ὅτι σώσεις ἐν χειρί μου τὸν Ισραηλ καθὼς ἐλάλησας 6:38 καὶ ἐγένετο οὕτως καὶ ὤρθρισεν τη̨̃ ἐπαύριον καὶ ἐξεπίασεν τὸν πόκον καὶ ἔσταξεν δρόσος ἀπὸ του̃ πόκου πλήρης λεκάνη ὕδατος 6:39 καὶ εἰ̃πεν Γεδεων πρὸς τὸν θεόν μὴ δὴ ὀργισθήτω ὁ θυμός σου ἐν ἐμοί καὶ λαλήσω ἔτι ἅπαξ πειράσω δὲ καί γε ἔτι ἅπαξ ἐν τω̨̃ πόκω̨ καὶ γενέσθω ἡ ξηρασία ἐπὶ τὸν πόκον μόνον καὶ ἐπὶ πα̃σαν τὴν γη̃ν γενηθήτω δρόσος 6:40 καὶ ἐποίησεν οὕτως ὁ θεὸς ἐν τη̨̃ νυκτὶ ἐκείνη̨ καὶ ἐγένετο ξηρασία ἐπὶ τὸν πόκον μόνον καὶ ἐπὶ πα̃σαν τὴν γη̃ν ἐγενήθη δρόσος 7:1 καὶ ὤρθρισεν Ιαρβαλ αὐτός ἐστιν Γεδεων καὶ πα̃ς ὁ λαὸς μετ' αὐτου̃ καὶ παρενέβαλον ἐπὶ πηγὴν Αραδ καὶ παρεμβολὴ Μαδιαμ ἠ̃ν αὐτω̨̃ ἀπὸ βορρα̃ ἀπὸ Γαβααθ Αμωρα ἐν κοιλάδι 7:2 καὶ εἰ̃πεν κύριος πρὸς Γεδεων πολὺς ὁ λαὸς ὁ μετὰ σου̃ ὥστε μὴ παραδου̃ναί με τὴν Μαδιαμ ἐν χειρὶ αὐτω̃ν μήποτε καυχήσηται Ισραηλ ἐπ' ἐμὲ λέγων ἡ χείρ μου ἔσωσέν με 7:3 καὶ νυ̃ν λάλησον δὴ ἐν ὠσὶν του̃ λαου̃ λέγων τίς ὁ φοβούμενος καὶ δειλός ἐπιστρεφέτω καὶ ἐκχωρείτω ἀπὸ ὄρους Γαλααδ καὶ ἐπέστρεψεν ἀπὸ του̃ λαου̃ εἴκοσι καὶ δύο χιλιάδες καὶ δέκα χιλιάδες ὑπελείφθησαν 7:4 καὶ εἰ̃πεν κύριος πρὸς Γεδεων ἔτι ὁ λαὸς πολύς κατένεγκον αὐτοὺς πρὸς τὸ ὕδωρ καὶ ἐκκαθαρω̃ σοι αὐτὸν ἐκει̃ καὶ ἔσται ὃν ἐὰν εἴπω πρὸς σέ οὑ̃τος πορεύσεται σὺν σοί αὐτὸς πορεύσεται σὺν σοί καὶ πα̃ν ὃν ἐὰν εἴπω πρὸς σέ οὑ̃τος οὐ πορεύσεται μετὰ σου̃ αὐτὸς οὐ πορεύσεται μετὰ σου̃ 7:5 καὶ κατήνεγκεν τὸν λαὸν πρὸς τὸ ὕδωρ καὶ εἰ̃πεν κύριος πρὸς Γεδεων πα̃ς ὃς ἂν λάψη̨ τη̨̃ γλώσση̨ αὐτου̃ ἀπὸ του̃ ὕδατος ὡς ἐὰν λάψη̨ ὁ κύων στήσεις αὐτὸν κατὰ μόνας καὶ πα̃ς ὃς ἐὰν κλίνη̨ ἐπὶ τὰ γόνατα αὐτου̃ πιει̃ν 7:6 καὶ ἐγένετο ὁ ἀριθμὸς τω̃ν λαψάντων ἐν χειρὶ αὐτω̃ν πρὸς τὸ στόμα αὐτω̃ν τριακόσιοι ἄνδρες καὶ πα̃ν τὸ κατάλοιπον του̃ λαου̃ ἔκλιναν ἐπὶ τὰ γόνατα αὐτω̃ν πιει̃ν ὕδωρ 7:7 καὶ εἰ̃πεν κύριος πρὸς Γεδεων ἐν τοι̃ς τριακοσίοις ἀνδράσιν τοι̃ς λάψασιν σώσω ὑμα̃ς καὶ δώσω τὴν Μαδιαμ ἐν χειρί σου καὶ πα̃ς ὁ λαὸς πορεύσονται ἀνὴρ εἰς τὸν τόπον αὐτου̃ 7:8 καὶ ἔλαβον τὸν ἐπισιτισμὸν του̃ λαου̃ ἐν χειρὶ αὐτω̃ν καὶ τὰς κερατίνας αὐτω̃ν καὶ τὸν πάντα ἄνδρα Ισραηλ ἐξαπέστειλεν ἄνδρα εἰς σκηνὴν αὐτου̃ καὶ τοὺς τριακοσίους ἄνδρας κατίσχυσεν καὶ ἡ παρεμβολὴ Μαδιαμ ἠ̃σαν αὐτου̃ ὑποκάτω ἐν τη̨̃ κοιλάδι 7:9 καὶ ἐγενήθη ἐν τη̨̃ νυκτὶ ἐκείνη̨ καὶ εἰ̃πεν πρὸς αὐτὸν κύριος ἀναστὰς κατάβηθι ἐν τη̨̃ παρεμβολη̨̃ ὅτι παρέδωκα αὐτὴν ἐν τη̨̃ χειρί σου 7:10 καὶ εἰ φοβη̨̃ σὺ καταβη̃ναι κατάβηθι σὺ καὶ Φαρα τὸ παιδάριόν σου εἰς τὴν παρεμβολὴν 7:11 καὶ ἀκούση̨ τί λαλήσουσιν καὶ μετὰ του̃το ἰσχύσουσιν αἱ χει̃ρές σου καὶ καταβήση̨ ἐν τη̨̃ παρεμβολη̨̃ καὶ κατέβη αὐτὸς καὶ Φαρα τὸ παιδάριον αὐτου̃ πρὸς ἀρχὴν τω̃ν πεντήκοντα οἳ ἠ̃σαν ἐν τη̨̃ παρεμβολη̨̃ 7:12 καὶ Μαδιαμ καὶ Αμαληκ καὶ πάντες υἱοὶ ἀνατολω̃ν βεβλημένοι ἐν τη̨̃ κοιλάδι ὡσεὶ ἀκρὶς εἰς πλη̃θος καὶ ται̃ς καμήλοις αὐτω̃ν οὐκ ἠ̃ν ἀριθμός ἀλλὰ ἠ̃σαν ὡς ἡ ἄμμος ἡ ἐπὶ χείλους τη̃ς θαλάσσης εἰς πλη̃θος 7:13 καὶ ἠ̃λθεν Γεδεων καὶ ἰδοὺ ἀνὴρ ἐξηγούμενος τω̨̃ πλησίον αὐτου̃ ἐνύπνιον καὶ εἰ̃πεν ἐνύπνιον ἰδοὺ ἐνυπνιασάμην καὶ ἰδοὺ μαγὶς ἄρτου κριθίνου στρεφομένη ἐν τη̨̃ παρεμβολη̨̃ Μαδιαμ καὶ ἠ̃λθεν ἕως τη̃ς σκηνη̃ς καὶ ἐπάταξεν αὐτήν καὶ ἔπεσεν καὶ ἀνέστρεψεν αὐτὴν ἄνω καὶ ἔπεσεν ἡ σκηνή 7:14 καὶ ἀπεκρίθη ὁ πλησίον αὐτου̃ καὶ εἰ̃πεν οὐκ ἔστιν αὕτη εἰ μὴ ῥομφαία Γεδεων υἱου̃ Ιωας ἀνδρὸς Ισραηλ παρέδωκεν ὁ θεὸς ἐν χειρὶ αὐτου̃ τὴν Μαδιαμ καὶ πα̃σαν τὴν παρεμβολήν 7:15 καὶ ἐγένετο ὡς ἤκουσεν Γεδεων τὴν ἐξήγησιν του̃ ἐνυπνίου καὶ τὴν σύγκρισιν αὐτου̃ καὶ προσεκύνησεν κυρίω̨ καὶ ὑπέστρεψεν εἰς τὴν παρεμβολὴν Ισραηλ καὶ εἰ̃πεν ἀνάστητε ὅτι παρέδωκεν κύριος ἐν χειρὶ ἡμω̃ν τὴν παρεμβολὴν Μαδιαμ 7:16 καὶ διει̃λεν τοὺς τριακοσίους ἄνδρας εἰς τρει̃ς ἀρχὰς καὶ ἔδωκεν κερατίνας ἐν χειρὶ πάντων καὶ ὑδρίας κενὰς καὶ λαμπάδας ἐν ται̃ς ὑδρίαις 7:17 καὶ εἰ̃πεν πρὸς αὐτούς ἀπ' ἐμου̃ ὄψεσθε καὶ οὕτως ποιήσετε καὶ ἰδοὺ ἐγὼ εἰσπορεύομαι ἐν ἀρχη̨̃ τη̃ς παρεμβολη̃ς καὶ ἔσται καθὼς ἂν ποιήσω οὕτως ποιήσετε 7:18 καὶ σαλπιω̃ ἐν τη̨̃ κερατίνη̨ ἐγώ καὶ πάντες μετ' ἐμου̃ σαλπιει̃τε ἐν ται̃ς κερατίναις κύκλω̨ ὅλης τη̃ς παρεμβολη̃ς καὶ ἐρει̃τε τω̨̃ κυρίω̨ καὶ τω̨̃ Γεδεων 7:19 καὶ εἰση̃λθεν Γεδεων καὶ οἱ ἑκατὸν ἄνδρες οἱ μετ' αὐτου̃ ἐν ἀρχη̨̃ τη̃ς παρεμβολη̃ς ἐν ἀρχη̨̃ τη̃ς φυλακη̃ς μέσης καὶ ἐγείροντες ἤγειραν τοὺς φυλάσσοντας καὶ ἐσάλπισαν ἐν ται̃ς κερατίναις καὶ ἐξετίναξαν τὰς ὑδρίας τὰς ἐν ται̃ς χερσὶν αὐτω̃ν 7:20 καὶ ἐσάλπισαν αἱ τρει̃ς ἀρχαὶ ἐν ται̃ς κερατίναις καὶ συνέτριψαν τὰς ὑδρίας καὶ ἐκράτησαν ἐν χερσὶν ἀριστεραι̃ς αὐτω̃ν τὰς λαμπάδας καὶ ἐν χερσὶν δεξιαι̃ς αὐτω̃ν τὰς κερατίνας του̃ σαλπίζειν καὶ ἀνέκραξαν ῥομφαία τω̨̃ κυρίω̨ καὶ τω̨̃ Γεδεων 7:21 καὶ ἔστησαν ἀνὴρ ἐφ' ἑαυτω̨̃ κύκλω̨ τη̃ς παρεμβολη̃ς καὶ ἔδραμεν πα̃σα ἡ παρεμβολὴ καὶ ἐσήμαναν καὶ ἔφυγαν 7:22 καὶ ἐσάλπισαν ἐν ται̃ς τριακοσίαις κερατίναις καὶ ἔθηκεν κύριος τὴν ῥομφαίαν ἀνδρὸς ἐν τω̨̃ πλησίον αὐτου̃ ἐν πάση̨ τη̨̃ παρεμβολη̨̃ καὶ ἔφυγεν ἡ παρεμβολὴ ἕως Βηθσεεδτα Γαραγαθα ἕως χείλους Αβωμεουλα ἐπὶ Ταβαθ 7:23 καὶ ἐβόησαν ἀνὴρ Ισραηλ ἀπὸ Νεφθαλι καὶ ἀπὸ Ασηρ καὶ ἀπὸ παντὸς Μανασση καὶ ἐδίωξαν ὀπίσω Μαδιαμ 7:24 καὶ ἀγγέλους ἀπέστειλεν Γεδεων ἐν παντὶ ὄρει Εφραιμ λέγων κατάβητε εἰς συνάντησιν Μαδιαμ καὶ καταλάβετε ἑαυτοι̃ς τὸ ὕδωρ ἕως Βαιθηρα καὶ τὸν Ιορδάνην καὶ ἐβόησεν πα̃ς ἀνὴρ Εφραιμ καὶ προκατελάβοντο τὸ ὕδωρ ἕως Βαιθηρα καὶ τὸν Ιορδάνην 7:25 καὶ συνέλαβον τοὺς ἄρχοντας Μαδιαμ καὶ τὸν Ωρηβ καὶ τὸν Ζηβ καὶ ἀπέκτειναν τὸν Ωρηβ ἐν Σουρ καὶ τὸν Ζηβ ἀπέκτειναν ἐν Ιακεφζηφ καὶ κατεδίωξαν Μαδιαμ καὶ τὴν κεφαλὴν Ωρηβ καὶ Ζηβ ἤνεγκαν πρὸς Γεδεων ἀπὸ πέραν του̃ Ιορδάνου 8:1 καὶ εἰ̃παν πρὸς Γεδεων ἀνὴρ Εφραιμ τί τὸ ῥη̃μα του̃το ἐποίησας ἡμι̃ν του̃ μὴ καλέσαι ἡμα̃ς ὅτε ἐπορεύθης παρατάξασθαι ἐν Μαδιαμ καὶ διελέξαντο πρὸς αὐτὸν ἰσχυρω̃ς 8:2 καὶ εἰ̃πεν πρὸς αὐτούς τί ἐποίησα νυ̃ν καθὼς ὑμει̃ς ἢ οὐχὶ κρει̃σσον ἐπιφυλλὶς Εφραιμ ἢ τρυγητὸς Αβιεζερ 8:3 ἐν χειρὶ ὑμω̃ν παρέδωκεν κύριος τοὺς ἄρχοντας Μαδιαμ τὸν Ωρηβ καὶ τὸν Ζηβ καὶ τί ἠδυνήθην ποιη̃σαι ὡς ὑμει̃ς τότε ἀνέθη τὸ πνευ̃μα αὐτω̃ν ἀπ' αὐτου̃ ἐν τω̨̃ λαλη̃σαι αὐτὸν τὸν λόγον του̃τον 8:4 καὶ ἠ̃λθεν Γεδεων ἐπὶ τὸν Ιορδάνην καὶ διέβη αὐτὸς καὶ οἱ τριακόσιοι ἄνδρες οἱ μετ' αὐτου̃ πεινω̃ντες καὶ διώκοντες 8:5 καὶ εἰ̃πεν τοι̃ς ἀνδράσιν Σοκχωθ δότε δὴ ἄρτους εἰς τροφὴν τω̨̃ λαω̨̃ τούτω̨ τω̨̃ ἐν ποσίν μου ὅτι ἐκλείπουσιν καὶ ἰδοὺ ἐγώ εἰμι διώκων ὀπίσω του̃ Ζεβεε καὶ Σελμανα βασιλέων Μαδιαμ 8:6 καὶ εἰ̃πον οἱ ἄρχοντες Σοκχωθ μὴ χεὶρ Ζεβεε καὶ Σελμανα νυ̃ν ἐν χειρί σου οὐ δώσομεν τη̨̃ δυνάμει σου ἄρτους 8:7 καὶ εἰ̃πεν Γεδεων διὰ του̃το ἐν τω̨̃ δου̃ναι κύριον τὸν Ζεβεε καὶ Σελμανα ἐν χειρί μου καὶ ἐγὼ ἀλοήσω τὰς σάρκας ὑμω̃ν ἐν ται̃ς ἀκάνθαις τη̃ς ἐρήμου καὶ ἐν ται̃ς αβαρκηνιν 8:8 καὶ ἀνέβη ἐκει̃θεν εἰς Φανουηλ καὶ ἐλάλησεν πρὸς αὐτοὺς ὡσαύτως καὶ ἀπεκρίθησαν αὐτω̨̃ οἱ ἄνδρες Φανουηλ ὃν τρόπον ἀπεκρίθησαν ἄνδρες Σοκχωθ 8:9 καὶ εἰ̃πεν Γεδεων πρὸς ἄνδρας Φανουηλ ἐν ἐπιστροφη̨̃ μου μετ' εἰρήνης τὸν πύργον του̃τον κατασκάψω 8:10 καὶ Ζεβεε καὶ Σελμανα ἐν Καρκαρ καὶ ἡ παρεμβολὴ αὐτω̃ν μετ' αὐτω̃ν ὡσεὶ δέκα πέντε χιλιάδες πάντες οἱ καταλελειμμένοι ἀπὸ πάσης παρεμβολη̃ς ἀλλοφύλων καὶ οἱ πεπτωκότες ἑκατὸν εἴκοσι χιλιάδες ἀνδρω̃ν σπωμένων ῥομφαίαν 8:11 καὶ ἀνέβη Γεδεων ὁδὸν τω̃ν σκηνούντων ἐν σκηναι̃ς ἀπὸ ἀνατολω̃ν τη̃ς Ναβαι καὶ Ιεγεβαλ καὶ ἐπάταξεν τὴν παρεμβολήν καὶ ἡ παρεμβολὴ ἠ̃ν πεποιθυι̃α 8:12 καὶ ἔφυγον Ζεβεε καὶ Σελμανα καὶ ἐδίωξεν ὀπίσω αὐτω̃ν καὶ ἐκράτησεν τοὺς δύο βασιλει̃ς Μαδιαμ τὸν Ζεβεε καὶ τὸν Σελμανα καὶ πα̃σαν τὴν παρεμβολὴν ἐξέστησεν 8:13 καὶ ἐπέστρεψεν Γεδεων υἱὸς Ιωας ἀπὸ τη̃ς παρατάξεως ἀπὸ ἐπάνωθεν τη̃ς παρατάξεως Αρες 8:14 καὶ συνέλαβεν παιδάριον ἀπὸ τω̃ν ἀνδρω̃ν Σοκχωθ καὶ ἐπηρώτησεν αὐτόν καὶ ἔγραψεν πρὸς αὐτὸν τὰ ὀνόματα τω̃ν ἀρχόντων Σοκχωθ καὶ τω̃ν πρεσβυτέρων αὐτω̃ν ἑβδομήκοντα καὶ ἑπτὰ ἄνδρας 8:15 καὶ παρεγένετο Γεδεων πρὸς τοὺς ἄρχοντας Σοκχωθ καὶ εἰ̃πεν ἰδοὺ Ζεβεε καὶ Σελμανα ἐν οἱ̃ς ὠνειδίσατέ με λέγοντες μὴ χεὶρ Ζεβεε καὶ Σελμανα νυ̃ν ἐν χειρί σου ὅτι δώσομεν τοι̃ς ἀνδράσιν τοι̃ς ἐκλείπουσιν ἄρτους 8:16 καὶ ἔλαβεν τοὺς πρεσβυτέρους τη̃ς πόλεως ἐν ται̃ς ἀκάνθαις τη̃ς ἐρήμου καὶ ται̃ς βαρακηνιμ καὶ ἠλόησεν ἐν αὐτοι̃ς τοὺς ἄνδρας τη̃ς πόλεως 8:17 καὶ τὸν πύργον Φανουηλ κατέστρεψεν καὶ ἀπέκτεινεν τοὺς ἄνδρας τη̃ς πόλεως 8:18 καὶ εἰ̃πεν πρὸς Ζεβεε καὶ Σελμανα που̃ οἱ ἄνδρες οὓς ἀπεκτείνατε ἐν Θαβωρ καὶ εἰ̃παν ὡς σύ ὣς αὐτοὶ εἰς ὁμοίωμα υἱου̃ βασιλέως 8:19 καὶ εἰ̃πεν Γεδεων ἀδελφοί μου καὶ υἱοὶ τη̃ς μητρός μου ἠ̃σαν ζη̨̃ κύριος εἰ ἐζωογονήκειτε αὐτούς οὐκ ἂν ἀπέκτεινα ὑμα̃ς 8:20 καὶ εἰ̃πεν Ιεθερ τω̨̃ πρωτοτόκω̨ αὐτου̃ ἀναστὰς ἀπόκτεινον αὐτούς καὶ οὐκ ἔσπασεν τὸ παιδάριον τὴν ῥομφαίαν αὐτου̃ ὅτι ἐφοβήθη ὅτι ἔτι νεώτερος ἠ̃ν 8:21 καὶ εἰ̃πεν Ζεβεε καὶ Σελμανα ἀνάστα σὺ καὶ συνάντησον ἡμι̃ν ὅτι ὡς ἀνδρὸς ἡ δύναμίς σου καὶ ἀνέστη Γεδεων καὶ ἀπέκτεινεν τὸν Ζεβεε καὶ τὸν Σελμανα καὶ ἔλαβεν τοὺς μηνίσκους τοὺς ἐν τοι̃ς τραχήλοις τω̃ν καμήλων αὐτω̃ν 8:22 καὶ εἰ̃πον ἀνὴρ Ισραηλ πρὸς Γεδεων κύριε ἄρξον ἡμω̃ν καὶ σὺ καὶ ὁ υἱός σου ὅτι σὺ ἔσωσας ἡμα̃ς ἐκ χειρὸς Μαδιαμ 8:23 καὶ εἰ̃πεν πρὸς αὐτοὺς Γεδεων οὐκ ἄρξω ἐγώ καὶ οὐκ ἄρξει ὁ υἱός μου ἐν ὑμι̃ν κύριος ἄρξει ὑμω̃ν 8:24 καὶ εἰ̃πεν Γεδεων πρὸς αὐτούς αἰτήσομαι παρ' ὑμω̃ν αἴτημα καὶ δότε μοι ἀνὴρ ἐνώτιον ἐκ σκύλων αὐτου̃ ὅτι ἐνώτια χρυσα̃ αὐτοι̃ς ὅτι Ισμαηλι̃ται ἠ̃σαν 8:25 καὶ εἰ̃παν διδόντες δώσομεν καὶ ἀνέπτυξεν τὸ ἱμάτιον αὐτου̃ καὶ ἔβαλεν ἐκει̃ ἀνὴρ ἐνώτιον σκύλων αὐτου̃ 8:26 καὶ ἐγένετο ὁ σταθμὸς τω̃ν ἐνωτίων τω̃ν χρυσω̃ν ὡ̃ν ἤ̨τησεν χίλιοι καὶ πεντακόσιοι χρυσοι̃ πάρεξ τω̃ν μηνίσκων καὶ τω̃ν στραγγαλίδων καὶ τω̃ν ἱματίων καὶ πορφυρίδων τω̃ν ἐπὶ βασιλευ̃σι Μαδιαμ καὶ ἐκτὸς τω̃ν περιθεμάτων ἃ ἠ̃ν ἐν τοι̃ς τραχήλοις τω̃ν καμήλων αὐτω̃ν 8:27 καὶ ἐποίησεν αὐτὸ Γεδεων εἰς εφωθ καὶ ἔστησεν αὐτὸ ἐν πόλει αὐτου̃ Εφραθα καὶ ἐξεπόρνευσεν πα̃ς Ισραηλ ὀπίσω αὐτου̃ ἐκει̃ καὶ ἐγένετο τω̨̃ Γεδεων καὶ τω̨̃ οἴκω̨ αὐτου̃ εἰς σκω̃λον 8:28 καὶ συνεστάλη Μαδιαμ ἐνώπιον υἱω̃ν Ισραηλ καὶ οὐ προσέθηκαν ἀ̃ραι κεφαλὴν αὐτω̃ν καὶ ἡσύχασεν ἡ γη̃ τεσσαράκοντα ἔτη ἐν ἡμέραις Γεδεων 8:29 καὶ ἐπορεύθη Ιεροβααλ υἱὸς Ιωας καὶ ἐκάθισεν ἐν οἴκω̨ αὐτου̃ 8:30 καὶ τω̨̃ Γεδεων ἠ̃σαν ἑβδομήκοντα υἱοὶ ἐκπεπορευμένοι ἐκ μηρω̃ν αὐτου̃ ὅτι γυναι̃κες πολλαὶ ἠ̃σαν αὐτω̨̃ 8:31 καὶ παλλακὴ αὐτου̃ ἠ̃ν ἐν Συχεμ καὶ ἔτεκεν αὐτω̨̃ καί γε αὐτὴ υἱόν καὶ ἔθηκεν τὸ ὄνομα αὐτου̃ Αβιμελεχ 8:32 καὶ ἀπέθανεν Γεδεων υἱὸς Ιωας ἐν πόλει αὐτου̃ καὶ ἐτάφη ἐν τω̨̃ τάφω̨ Ιωας του̃ πατρὸς αὐτου̃ ἐν Εφραθα Αβιεσδρι 8:33 καὶ ἐγένετο καθὼς ἀπέθανεν Γεδεων καὶ ἐπέστρεψαν οἱ υἱοὶ Ισραηλ καὶ ἐξεπόρνευσαν ὀπίσω τω̃ν Βααλιμ καὶ ἔθηκαν ἑαυτοι̃ς τω̨̃ Βααλ διαθήκην του̃ εἰ̃ναι αὐτοι̃ς αὐτὸν εἰς θεόν 8:34 καὶ οὐκ ἐμνήσθησαν οἱ υἱοὶ Ισραηλ κυρίου του̃ θεου̃ του̃ ῥυσαμένου αὐτοὺς ἐκ χειρὸς πάντων τω̃ν θλιβόντων αὐτοὺς κυκλόθεν 8:35 καὶ οὐκ ἐποίησαν ἔλεος μετὰ του̃ οἴκου Ιεροβααλ αὐτός ἐστιν Γεδεων κατὰ πάντα τὰ ἀγαθά ἃ ἐποίησεν μετὰ Ισραηλ 9:1 καὶ ἐπορεύθη Αβιμελεχ υἱὸς Ιεροβααλ εἰς Συχεμ πρὸς ἀδελφοὺς μητρὸς αὐτου̃ καὶ ἐλάλησεν πρὸς αὐτοὺς καὶ πρὸς πα̃σαν συγγένειαν οἴκου πατρὸς μητρὸς αὐτου̃ λέγων 9:2 λαλήσατε δὴ ἐν τοι̃ς ὠσὶν πάντων τω̃ν ἀνδρω̃ν Συχεμ τί τὸ ἀγαθὸν ὑμι̃ν κυριευ̃σαι ὑμω̃ν ἑβδομήκοντα ἄνδρας πάντας υἱοὺς Ιεροβααλ ἢ κυριεύειν ὑμω̃ν ἄνδρα ἕνα καὶ μνήσθητε ὅτι ὀστου̃ν ὑμω̃ν καὶ σὰρξ ὑμω̃ν εἰμι 9:3 καὶ ἐλάλησαν περὶ αὐτου̃ οἱ ἀδελφοὶ τη̃ς μητρὸς αὐτου̃ ἐν τοι̃ς ὠσὶν πάντων τω̃ν ἀνδρω̃ν Συχεμ πάντας τοὺς λόγους τούτους καὶ ἔκλινεν ἡ καρδία αὐτω̃ν ὀπίσω Αβιμελεχ ὅτι εἰ̃παν ἀδελφὸς ἡμω̃ν ἐστιν 9:4 καὶ ἔδωκαν αὐτω̨̃ ἑβδομήκοντα ἀργυρίου ἐξ οἴκου Βααλβεριθ καὶ ἐμισθώσατο ἑαυτω̨̃ Αβιμελεχ ἄνδρας κενοὺς καὶ δειλούς καὶ ἐπορεύθησαν ὀπίσω αὐτου̃ 9:5 καὶ εἰση̃λθεν εἰς τὸν οἰ̃κον του̃ πατρὸς αὐτου̃ εἰς Εφραθα καὶ ἀπέκτεινεν τοὺς ἀδελφοὺς αὐτου̃ υἱοὺς Ιεροβααλ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα καὶ κατελείφθη Ιωαθαν υἱὸς Ιεροβααλ ὁ νεώτερος ὅτι ἐκρύβη 9:6 καὶ συνήχθησαν πάντες ἄνδρες Σικιμων καὶ πα̃ς οἰ̃κος Βηθμααλων καὶ ἐπορεύθησαν καὶ ἐβασίλευσαν τὸν Αβιμελεχ πρὸς τη̨̃ βαλάνω̨ τη̨̃ εὑρετη̨̃ τη̃ς στάσεως τη̃ς ἐν Σικιμοις 9:7 καὶ ἀνηγγέλη τω̨̃ Ιωαθαν καὶ ἐπορεύθη καὶ ἔστη ἐπὶ κορυφὴν ὄρους Γαριζιν καὶ ἐπη̃ρεν τὴν φωνὴν αὐτου̃ καὶ ἔκλαυσεν καὶ εἰ̃πεν αὐτοι̃ς ἀκούσατέ μου ἄνδρες Σικιμων καὶ ἀκούσεται ὑμω̃ν ὁ θεός 9:8 πορευόμενα ἐπορεύθη τὰ ξύλα του̃ χρι̃σαι ἐφ' ἑαυτὰ βασιλέα καὶ εἰ̃πον τη̨̃ ἐλαία̨ βασίλευσον ἐφ' ἡμω̃ν 9:9 καὶ εἰ̃πεν αὐτοι̃ς ἡ ἐλαία μὴ ἀπολείψασα τὴν πιότητά μου ἐν ἡ̨̃ δοξάσουσι τὸν θεὸν ἄνδρες πορεύσομαι κινει̃σθαι ἐπὶ τω̃ν ξύλων 9:10 καὶ εἰ̃πον τὰ ξύλα τη̨̃ συκη̨̃ δευ̃ρο βασίλευσον ἐφ' ἡμω̃ν 9:11 καὶ εἰ̃πεν αὐτοι̃ς ἡ συκη̃ μὴ ἀπολείψασα ἐγὼ τὴν γλυκύτητά μου καὶ τὰ γενήματά μου τὰ ἀγαθὰ πορεύσομαι κινει̃σθαι ἐπὶ τω̃ν ξύλων 9:12 καὶ εἰ̃παν τὰ ξύλα πρὸς τὴν ἄμπελον δευ̃ρο σὺ βασίλευσον ἐφ' ἡμω̃ν 9:13 καὶ εἰ̃πεν αὐτοι̃ς ἡ ἄμπελος μὴ ἀπολείψασα τὸν οἰ̃νόν μου τὸν εὐφραίνοντα θεὸν καὶ ἀνθρώπους πορεύσομαι κινει̃σθαι ἐπὶ τω̃ν ξύλων 9:14 καὶ εἰ̃παν πάντα τὰ ξύλα τη̨̃ ῥάμνω̨ δευ̃ρο σὺ βασίλευσον ἐφ' ἡμω̃ν 9:15 καὶ εἰ̃πεν ἡ ῥάμνος πρὸς τὰ ξύλα εἰ ἐν ἀληθεία̨ χρίετέ με ὑμει̃ς του̃ βασιλεύειν ἐφ' ὑμα̃ς δευ̃τε ὑπόστητε ἐν τη̨̃ σκια̨̃ μου καὶ εἰ μή ἐξέλθη̨ πυ̃ρ ἀπ' ἐμου̃ καὶ καταφάγη̨ τὰς κέδρους του̃ Λιβάνου 9:16 καὶ νυ̃ν εἰ ἐν ἀληθεία̨ καὶ τελειότητι ἐποιήσατε καὶ ἐβασιλεύσατε τὸν Αβιμελεχ καὶ εἰ ἀγαθωσύνην ἐποιήσατε μετὰ Ιεροβααλ καὶ μετὰ του̃ οἴκου αὐτου̃ καὶ εἰ ὡς ἀνταπόδοσις χειρὸς αὐτου̃ ἐποιήσατε αὐτω̨̃ 9:17 ὡς παρετάξατο ὁ πατήρ μου ὑπὲρ ὑμω̃ν καὶ ἐξέρριψεν τὴν ψυχὴν αὐτου̃ ἐξ ἐναντίας καὶ ἐρρύσατο ὑμα̃ς ἐκ χειρὸς Μαδιαμ 9:18 καὶ ὑμει̃ς ἐπανέστητε ἐπὶ τὸν οἰ̃κον του̃ πατρός μου σήμερον καὶ ἀπεκτείνατε τοὺς υἱοὺς αὐτου̃ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα καὶ ἐβασιλεύσατε τὸν Αβιμελεχ υἱὸν παιδίσκης αὐτου̃ ἐπὶ τοὺς ἄνδρας Σικιμων ὅτι ἀδελφὸς ὑμω̃ν ἐστιν 9:19 καὶ εἰ ἐν ἀληθεία̨ καὶ τελειότητι ἐποιήσατε μετὰ Ιεροβααλ καὶ μετὰ του̃ οἴκου αὐτου̃ ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ εὐφρανθείητε ἐν Αβιμελεχ καὶ εὐφρανθείη καί γε αὐτὸς ἐφ' ὑμι̃ν 9:20 εἰ δὲ οὐ ἐξέλθοι πυ̃ρ ἀπὸ Αβιμελεχ καὶ φάγοι τοὺς ἄνδρας Σικιμων καὶ τὸν οἰ̃κον Βηθμααλλων καὶ ἐξέλθοι πυ̃ρ ἀπὸ ἀνδρω̃ν Σικιμων καὶ ἐκ του̃ οἴκου Βηθμααλλων καὶ καταφάγοι τὸν Αβιμελεχ 9:21 καὶ ἔφυγεν Ιωαθαν καὶ ἀπέδρα καὶ ἐπορεύθη ἕως Βαιηρ καὶ ὤ̨κησεν ἐκει̃ ἀπὸ προσώπου Αβιμελεχ ἀδελφου̃ αὐτου̃ 9:22 καὶ ἠ̃ρξεν Αβιμελεχ ἐπὶ Ισραηλ τρία ἔτη 9:23 καὶ ἐξαπέστειλεν ὁ θεὸς πνευ̃μα πονηρὸν ἀνὰ μέσον Αβιμελεχ καὶ ἀνὰ μέσον τω̃ν ἀνδρω̃ν Σικιμων καὶ ἠθέτησαν ἄνδρες Σικιμων ἐν τω̨̃ οἴκω̨ Αβιμελεχ 9:24 του̃ ἐπαγαγει̃ν τὴν ἀδικίαν τω̃ν ἑβδομήκοντα υἱω̃ν Ιεροβααλ καὶ τὰ αἵματα αὐτω̃ν του̃ θει̃ναι ἐπὶ Αβιμελεχ τὸν ἀδελφὸν αὐτω̃ν ὃς ἀπέκτεινεν αὐτούς καὶ ἐπὶ ἄνδρας Σικιμων ὅτι ἐνίσχυσαν τὰς χει̃ρας αὐτου̃ ἀποκτει̃ναι τοὺς ἀδελφοὺς αὐτου̃ 9:25 καὶ ἔθηκαν αὐτω̨̃ οἱ ἄνδρες Σικιμων ἐνεδρεύοντας ἐπὶ τὰς κεφαλὰς τω̃ν ὀρέων καὶ διήρπαζον πάντα ὃς παρεπορεύετο ἐπ' αὐτοὺς ἐν τη̨̃ ὁδω̨̃ καὶ ἀπηγγέλη τω̨̃ βασιλει̃ Αβιμελεχ 9:26 καὶ ἠ̃λθεν Γααλ υἱὸς Ιωβηλ καὶ οἱ ἀδελφοὶ αὐτου̃ καὶ παρη̃λθον ἐν Σικιμοις καὶ ἠ̃λπισαν ἐν αὐτω̨̃ οἱ ἄνδρες Σικιμων 9:27 καὶ ἐξη̃λθον εἰς ἀγρὸν καὶ ἐτρύγησαν τοὺς ἀμπελω̃νας αὐτω̃ν καὶ ἐπάτησαν καὶ ἐποίησαν ελλουλιμ καὶ εἰσήνεγκαν εἰς οἰ̃κον θεου̃ αὐτω̃ν καὶ ἔφαγον καὶ ἔπιον καὶ κατηράσαντο τὸν Αβιμελεχ 9:28 καὶ εἰ̃πεν Γααλ υἱὸς Ιωβηλ τίς ἐστιν Αβιμελεχ καὶ τίς ἐστιν υἱὸς Συχεμ ὅτι δουλεύσομεν αὐτω̨̃ οὐχ υἱὸς Ιεροβααλ καὶ Ζεβουλ ἐπίσκοπος αὐτου̃ δου̃λος αὐτου̃ σὺν τοι̃ς ἀνδράσιν Εμμωρ πατρὸς Συχεμ καὶ τί ὅτι δουλεύσομεν αὐτω̨̃ ἡμει̃ς 9:29 καὶ τίς δώ̨η τὸν λαὸν του̃τον ἐν χειρί μου καὶ μεταστήσω τὸν Αβιμελεχ καὶ ἐρω̃ πρὸς αὐτόν πλήθυνον τὴν δύναμίν σου καὶ ἔξελθε 9:30 καὶ ἤκουσεν Ζεβουλ ἄρχων τη̃ς πόλεως τοὺς λόγους Γααλ υἱου̃ Ιωβηλ καὶ ὠργίσθη θυμω̨̃ αὐτός 9:31 καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Αβιμελεχ ἐν κρυφη̨̃ λέγων ἰδοὺ Γααλ υἱὸς Ιωβηλ καὶ οἱ ἀδελφοὶ αὐτου̃ ἔρχονται εἰς Συχεμ καὶ ἰδοὺ αὐτοὶ περικάθηνται τὴν πόλιν ἐπὶ σέ 9:32 καὶ νυ̃ν ἀναστὰς νυκτὸς σὺ καὶ ὁ λαὸς ὁ μετὰ σου̃ καὶ ἐνέδρευσον ἐν τω̨̃ ἀγρω̨̃ 9:33 καὶ ἔσται τὸ πρωὶ ἅμα τω̨̃ ἀνατει̃λαι τὸν ἥλιον ὀρθριει̃ς καὶ ἐκτενει̃ς ἐπὶ τὴν πόλιν καὶ ἰδοὺ αὐτὸς καὶ ὁ λαὸς ὁ μετ' αὐτου̃ ἐκπορεύονται πρὸς σέ καὶ ποιήσεις αὐτω̨̃ ὅσα ἂν εὕρη̨ ἡ χείρ σου 9:34 καὶ ἀνέστη Αβιμελεχ καὶ πα̃ς ὁ λαὸς μετ' αὐτου̃ νυκτὸς καὶ ἐνήδρευσαν ἐπὶ Συχεμ τέτρασιν ἀρχαι̃ς 9:35 καὶ ἐξη̃λθεν Γααλ υἱὸς Ιωβηλ καὶ ἔστη πρὸς τη̨̃ θύρα̨ τη̃ς πύλης τη̃ς πόλεως καὶ ἀνέστη Αβιμελεχ καὶ ὁ λαὸς ὁ μετ' αὐτου̃ ἀπὸ του̃ ἐνέδρου 9:36 καὶ εἰ̃δεν Γααλ υἱὸς Ιωβηλ τὸν λαὸν καὶ εἰ̃πεν πρὸς Ζεβουλ ἰδοὺ λαὸς καταβαίνει ἀπὸ κεφαλω̃ν τω̃ν ὀρέων καὶ εἰ̃πεν πρὸς αὐτὸν Ζεβουλ τὴν σκιὰν τω̃ν ὀρέων σὺ βλέπεις ὡς ἄνδρας 9:37 καὶ προσέθετο ἔτι Γααλ του̃ λαλη̃σαι καὶ εἰ̃πεν ἰδοὺ λαὸς καταβαίνων κατὰ θάλασσαν ἀπὸ του̃ ἐχόμενα ὀμφαλου̃ τη̃ς γη̃ς καὶ ἀρχὴ ἑτέρα ἔρχεται διὰ ὁδου̃ Ηλωνμαωνενιμ 9:38 καὶ εἰ̃πεν πρὸς αὐτὸν Ζεβουλ καὶ που̃ ἐστιν τὸ στόμα σου ὡς ἐλάλησας τίς ἐστιν Αβιμελεχ ὅτι δουλεύσομεν αὐτω̨̃ μὴ οὐχὶ οὑ̃τος ὁ λαός ὃν ἐξουδένωσας ἔξελθε δὴ νυ̃ν καὶ παράταξαι αὐτω̨̃ 9:39 καὶ ἐξη̃λθεν Γααλ ἐνώπιον ἀνδρω̃ν Συχεμ καὶ παρετάξατο πρὸς Αβιμελεχ 9:40 καὶ ἐδίωξεν αὐτὸν Αβιμελεχ καὶ ἔφυγεν ἀπὸ προσώπου αὐτου̃ καὶ ἔπεσαν τραυματίαι πολλοὶ ἕως τη̃ς θύρας τη̃ς πύλης 9:41 καὶ εἰση̃λθεν Αβιμελεχ ἐν Αρημα καὶ ἐξέβαλεν Ζεβουλ τὸν Γααλ καὶ τοὺς ἀδελφοὺς αὐτου̃ μὴ οἰκει̃ν ἐν Συχεμ 9:42 καὶ ἐγένετο τη̨̃ ἐπαύριον καὶ ἐξη̃λθεν ὁ λαὸς εἰς τὸν ἀγρόν καὶ ἀνήγγειλεν τω̨̃ Αβιμελεχ 9:43 καὶ ἔλαβεν τὸν λαὸν καὶ διει̃λεν αὐτοὺς εἰς τρει̃ς ἀρχὰς καὶ ἐνήδρευσεν ἐν ἀγρω̨̃ καὶ εἰ̃δεν καὶ ἰδοὺ ὁ λαὸς ἐξη̃λθεν ἐκ τη̃ς πόλεως καὶ ἀνέστη ἐπ' αὐτοὺς καὶ ἐπάταξεν αὐτούς 9:44 καὶ Αβιμελεχ καὶ οἱ ἀρχηγοὶ οἱ μετ' αὐτου̃ ἐξέτειναν καὶ ἔστησαν παρὰ τὴν θύραν τη̃ς πύλης τη̃ς πόλεως καὶ αἱ δύο ἀρχαὶ ἐξέτειναν ἐπὶ πάντας τοὺς ἐν τω̨̃ ἀγρω̨̃ καὶ ἐπάταξαν αὐτούς 9:45 καὶ Αβιμελεχ παρετάσσετο ἐν τη̨̃ πόλει ὅλην τὴν ἡμέραν ἐκείνην καὶ κατελάβετο τὴν πόλιν καὶ τὸν λαὸν τὸν ἐν αὐτη̨̃ ἀπέκτεινεν καὶ καθει̃λεν τὴν πόλιν καὶ ἔσπειρεν εἰς ἅλας 9:46 καὶ ἤκουσαν πάντες οἱ ἄνδρες πύργων Συχεμ καὶ ἠ̃λθον εἰς συνέλευσιν Βαιθηλβεριθ 9:47 καὶ ἀνηγγέλη τω̨̃ Αβιμελεχ ὅτι συνήχθησαν πάντες οἱ ἄνδρες πύργων Συχεμ 9:48 καὶ ἀνέβη Αβιμελεχ εἰς ὄρος Ερμων καὶ πα̃ς ὁ λαὸς ὁ μετ' αὐτου̃ καὶ ἔλαβεν Αβιμελεχ τὰς ἀξίνας ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ ἔκοψεν κλάδον ξύλου καὶ ἠ̃ρεν καὶ ἔθηκεν ἐπ' ὤμων αὐτου̃ καὶ εἰ̃πεν τω̨̃ λαω̨̃ τω̨̃ μετ' αὐτου̃ ὃ εἴδετέ με ποιου̃ντα ταχέως ποιήσατε ὡς ἐγώ 9:49 καὶ ἔκοψαν καί γε ἀνὴρ κλάδον πα̃ς ἀνὴρ καὶ ἐπορεύθησαν ὀπίσω Αβιμελεχ καὶ ἐπέθηκαν ἐπὶ τὴν συνέλευσιν καὶ ἐνεπύρισαν ἐπ' αὐτοὺς τὴν συνέλευσιν ἐν πυρί καὶ ἀπέθανον καί γε πάντες οἱ ἄνδρες πύργου Σικιμων ὡς χίλιοι ἄνδρες καὶ γυναι̃κες 9:50 καὶ ἐπορεύθη Αβιμελεχ ἐκ Βαιθηλβεριθ καὶ παρενέβαλεν ἐν Θηβης καὶ κατέλαβεν αὐτήν 9:51 καὶ πύργος ἰσχυρὸς ἠ̃ν ἐν μέσω̨ τη̃ς πόλεως καὶ ἔφυγον ἐκει̃ πάντες οἱ ἄνδρες καὶ αἱ γυναι̃κες τη̃ς πόλεως καὶ ἔκλεισαν ἔξωθεν αὐτω̃ν καὶ ἀνέβησαν ἐπὶ τὸ δω̃μα του̃ πύργου 9:52 καὶ ἠ̃λθεν Αβιμελεχ ἕως του̃ πύργου καὶ παρετάξαντο αὐτω̨̃ καὶ ἤγγισεν Αβιμελεχ ἕως τη̃ς θύρας του̃ πύργου του̃ ἐμπρη̃σαι αὐτὸν ἐν πυρί 9:53 καὶ ἔρριψεν γυνὴ μία κλάσμα ἐπιμυλίου ἐπὶ κεφαλὴν Αβιμελεχ καὶ ἔκλασεν τὸ κρανίον αὐτου̃ 9:54 καὶ ἐβόησεν ταχὺ πρὸς τὸ παιδάριον τὸ αἰ̃ρον τὰ σκεύη αὐτου̃ καὶ εἰ̃πεν αὐτω̨̃ σπάσον τὴν ῥομφαίαν μου καὶ θανάτωσόν με μήποτε εἴπωσιν γυνὴ ἀπέκτεινεν αὐτόν καὶ ἐξεκέντησεν αὐτὸν τὸ παιδάριον αὐτου̃ καὶ ἀπέθανεν 9:55 καὶ εἰ̃δεν ἀνὴρ Ισραηλ ὅτι ἀπέθανεν Αβιμελεχ καὶ ἐπορεύθησαν ἀνὴρ εἰς τὸν τόπον αὐτου̃ 9:56 καὶ ἐπέστρεψεν ὁ θεὸς τὴν πονηρίαν Αβιμελεχ ἣν ἐποίησεν τω̨̃ πατρὶ αὐτου̃ ἀποκτει̃ναι τοὺς ἑβδομήκοντα ἀδελφοὺς αὐτου̃ 9:57 καὶ τὴν πα̃σαν πονηρίαν ἀνδρω̃ν Συχεμ ἐπέστρεψεν ὁ θεὸς εἰς κεφαλὴν αὐτω̃ν καὶ ἐπη̃λθεν ἐπ' αὐτοὺς ἡ κατάρα Ιωαθαν υἱου̃ Ιεροβααλ 10:1 καὶ ἀνέστη μετὰ Αβιμελεχ του̃ σω̃σαι τὸν Ισραηλ Θωλα υἱὸς Φουα υἱὸς πατραδέλφου αὐτου̃ ἀνὴρ Ισσαχαρ καὶ αὐτὸς ὤ̨κει ἐν Σαμιρ ἐν ὄρει Εφραιμ 10:2 καὶ ἔκρινεν τὸν Ισραηλ εἴκοσι τρία ἔτη καὶ ἀπέθανεν καὶ ἐτάφη ἐν Σαμιρ 10:3 καὶ ἀνέστη μετ' αὐτὸν Ιαϊρ ὁ Γαλααδ καὶ ἔκρινεν τὸν Ισραηλ εἴκοσι δύο ἔτη 10:4 καὶ ἠ̃σαν αὐτω̨̃ τριάκοντα καὶ δύο υἱοὶ ἐπιβαίνοντες ἐπὶ τριάκοντα δύο πώλους καὶ τριάκοντα δύο πόλεις αὐτοι̃ς καὶ ἐκάλουν αὐτὰς ἐπαύλεις Ιαϊρ ἕως τη̃ς ἡμέρας ταύτης ἐν γη̨̃ Γαλααδ 10:5 καὶ ἀπέθανεν Ιαϊρ καὶ ἐτάφη ἐν Ραμνων 10:6 καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιη̃σαι τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐδούλευσαν τοι̃ς Βααλιμ καὶ ται̃ς Ασταρωθ καὶ τοι̃ς θεοι̃ς Αραδ καὶ τοι̃ς θεοι̃ς Σιδω̃νος καὶ τοι̃ς θεοι̃ς Μωαβ καὶ τοι̃ς θεοι̃ς υἱω̃ν Αμμων καὶ τοι̃ς θεοι̃ς Φυλιστιιμ καὶ ἐγκατέλιπον τὸν κύριον καὶ οὐκ ἐδούλευσαν αὐτω̨̃ 10:7 καὶ ὠργίσθη θυμω̨̃ κύριος ἐν Ισραηλ καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ Φυλιστιιμ καὶ ἐν χειρὶ υἱω̃ν Αμμων 10:8 καὶ ἔθλιψαν καὶ ἔθλασαν τοὺς υἱοὺς Ισραηλ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ δέκα ὀκτὼ ἔτη τοὺς πάντας υἱοὺς Ισραηλ τοὺς ἐν τω̨̃ πέραν του̃ Ιορδάνου ἐν γη̨̃ του̃ Αμορρι του̃ ἐν Γαλααδ 10:9 καὶ διέβησαν οἱ υἱοὶ Αμμων τὸν Ιορδάνην παρατάξασθαι πρὸς Ιουδαν καὶ Βενιαμιν καὶ πρὸς Εφραιμ καὶ ἐθλίβη Ισραηλ σφόδρα 10:10 καὶ ἐβόησαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον λέγοντες ἡμάρτομέν σοι ὅτι ἐγκατελίπομεν τὸν θεὸν καὶ ἐδουλεύσαμεν τω̨̃ Βααλιμ 10:11 καὶ εἰ̃πεν κύριος πρὸς τοὺς υἱοὺς Ισραηλ μὴ οὐχὶ ἐξ Αἰγύπτου καὶ ἀπὸ του̃ Αμορραίου καὶ ἀπὸ υἱω̃ν Αμμων καὶ ἀπὸ Φυλιστιιμ 10:12 καὶ Σιδωνίων καὶ Αμαληκ καὶ Μαδιαμ οἳ ἔθλιψαν ὑμα̃ς καὶ ἐβοήσατε πρός με καὶ ἔσωσα ὑμα̃ς ἐκ χειρὸς αὐτω̃ν 10:13 καὶ ὑμει̃ς ἐγκατελίπετέ με καὶ ἐδουλεύσατε θεοι̃ς ἑτέροις διὰ του̃το οὐ προσθήσω του̃ σω̃σαι ὑμα̃ς 10:14 πορεύεσθε καὶ βοήσατε πρὸς τοὺς θεούς οὓς ἐξελέξασθε ἑαυτοι̃ς καὶ αὐτοὶ σωσάτωσαν ὑμα̃ς ἐν καιρω̨̃ θλίψεως ὑμω̃ν 10:15 καὶ εἰ̃παν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον ἡμάρτομεν ποίησον σὺ ἡμι̃ν κατὰ πα̃ν τὸ ἀγαθὸν ἐν ὀφθαλμοι̃ς σου πλὴν ἐξελου̃ ἡμα̃ς ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ 10:16 καὶ ἐξέκλιναν τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου αὐτω̃ν καὶ ἐδούλευσαν τω̨̃ κυρίω̨ μόνω̨ καὶ ὠλιγώθη ἡ ψυχὴ αὐτου̃ ἐν κόπω̨ Ισραηλ 10:17 καὶ ἀνέβησαν οἱ υἱοὶ Αμμων καὶ παρενέβαλον ἐν Γαλααδ καὶ συνήχθησαν οἱ υἱοὶ Ισραηλ καὶ παρενέβαλον ἐν τη̨̃ σκοπια̨̃ 10:18 καὶ εἰ̃πον ὁ λαὸς οἱ ἄρχοντες Γαλααδ ἀνὴρ πρὸς τὸν πλησίον αὐτου̃ τίς ὁ ἀνήρ ὅστις ἂν ἄρξηται παρατάξασθαι πρὸς υἱοὺς Αμμων καὶ ἔσται εἰς ἄρχοντα πα̃σιν τοι̃ς κατοικου̃σιν Γαλααδ 11:1 καὶ Ιεφθαε ὁ Γαλααδίτης ἐπηρμένος δυνάμει καὶ αὐτὸς υἱὸς γυναικὸς πόρνης ἣ ἐγέννησεν τω̨̃ Γαλααδ τὸν Ιεφθαε 11:2 καὶ ἔτεκεν ἡ γυνὴ Γαλααδ αὐτω̨̃ υἱούς καὶ ἡδρύνθησαν οἱ υἱοὶ τη̃ς γυναικὸς καὶ ἐξέβαλον τὸν Ιεφθαε καὶ εἰ̃παν αὐτω̨̃ οὐ κληρονομήσεις ἐν τω̨̃ οἴκω̨ του̃ πατρὸς ἡμω̃ν ὅτι υἱὸς γυναικὸς ἑταίρας σύ 11:3 καὶ ἔφυγεν Ιεφθαε ἀπὸ προσώπου ἀδελφω̃ν αὐτου̃ καὶ ὤ̨κησεν ἐν γη̨̃ Τωβ καὶ συνεστράφησαν πρὸς Ιεφθαε ἄνδρες κενοὶ καὶ ἐξη̃λθον μετ' αὐτου̃ 11:5 καὶ ἐγένετο ἡνίκα παρετάξαντο οἱ υἱοὶ Αμμων μετὰ Ισραηλ καὶ ἐπορεύθησαν οἱ πρεσβύτεροι Γαλααδ λαβει̃ν τὸν Ιεφθαε ἀπὸ τη̃ς γη̃ς Τωβ 11:6 καὶ εἰ̃παν τω̨̃ Ιεφθαε δευ̃ρο καὶ ἔση̨ ἡμι̃ν εἰς ἀρχηγόν καὶ παραταξώμεθα πρὸς υἱοὺς Αμμων 11:7 καὶ εἰ̃πεν Ιεφθαε τοι̃ς πρεσβυτέροις Γαλααδ οὐχὶ ὑμει̃ς ἐμισήσατέ με καὶ ἐξεβάλετέ με ἐκ του̃ οἴκου του̃ πατρός μου καὶ ἐξαπεστείλατέ με ἀφ' ὑμω̃ν καὶ διὰ τί ἤλθατε πρός με νυ̃ν ἡνίκα χρή̨ζετε 11:8 καὶ εἰ̃παν οἱ πρεσβύτεροι Γαλααδ πρὸς Ιεφθαε διὰ του̃το νυ̃ν ἐπεστρέψαμεν πρὸς σέ καὶ πορεύση̨ μεθ' ἡμω̃ν καὶ παρατάξη̨ πρὸς υἱοὺς Αμμων καὶ ἔση̨ ἡμι̃ν εἰς ἄρχοντα πα̃σιν τοι̃ς οἰκου̃σιν Γαλααδ 11:9 καὶ εἰ̃πεν Ιεφθαε πρὸς τοὺς πρεσβυτέρους Γαλααδ εἰ ἐπιστρέφετέ με ὑμει̃ς παρατάξασθαι ἐν υἱοι̃ς Αμμων καὶ παραδω̨̃ κύριος αὐτοὺς ἐνώπιον ἐμου̃ καὶ ἐγὼ ἔσομαι ὑμι̃ν εἰς ἄρχοντα 11:10 καὶ εἰ̃παν οἱ πρεσβύτεροι Γαλααδ πρὸς Ιεφθαε κύριος ἔστω ἀκούων ἀνὰ μέσον ἡμω̃ν εἰ μὴ κατὰ τὸ ῥη̃μά σου οὕτως ποιήσομεν 11:11 καὶ ἐπορεύθη Ιεφθαε μετὰ τω̃ν πρεσβυτέρων Γαλααδ καὶ ἔθηκαν αὐτὸν ὁ λαὸς ἐπ' αὐτοὺς εἰς κεφαλὴν καὶ εἰς ἀρχηγόν καὶ ἐλάλησεν Ιεφθαε τοὺς λόγους αὐτου̃ πάντας ἐνώπιον κυρίου ἐν Μασσηφα 11:12 καὶ ἀπέστειλεν Ιεφθαε ἀγγέλους πρὸς βασιλέα υἱω̃ν Αμμων λέγων τί ἐμοὶ καὶ σοί ὅτι ἠ̃λθες πρός με του̃ παρατάξασθαι ἐν τη̨̃ γη̨̃ μου 11:13 καὶ εἰ̃πεν βασιλεὺς υἱω̃ν Αμμων πρὸς τοὺς ἀγγέλους Ιεφθαε ὅτι ἔλαβεν Ισραηλ τὴν γη̃ν μου ἐν τω̨̃ ἀναβαίνειν αὐτὸν ἐξ Αἰγύπτου ἀπὸ Αρνων καὶ ἕως Ιαβοκ καὶ ἕως του̃ Ιορδάνου καὶ νυ̃ν ἐπίστρεψον αὐτὰς ἐν εἰρήνη̨ καὶ πορεύσομαι 11:14 καὶ προσέθηκεν ἔτι Ιεφθαε καὶ ἀπέστειλεν ἀγγέλους πρὸς βασιλέα υἱω̃ν Αμμων 11:15 καὶ εἰ̃πεν αὐτω̨̃ οὕτω λέγει Ιεφθαε οὐκ ἔλαβεν Ισραηλ τὴν γη̃ν Μωαβ καὶ τὴν γη̃ν υἱω̃ν Αμμων 11:16 ὅτι ἐν τω̨̃ ἀναβαίνειν αὐτοὺς ἐξ Αἰγύπτου ἐπορεύθη Ισραηλ ἐν τη̨̃ ἐρήμω̨ ἕως θαλάσσης Σιφ καὶ ἠ̃λθεν εἰς Καδης 11:17 καὶ ἀπέστειλεν Ισραηλ ἀγγέλους πρὸς βασιλέα Εδωμ λέγων παρελεύσομαι δὴ ἐν τη̨̃ γη̨̃ σου καὶ οὐκ ἤκουσεν βασιλεὺς Εδωμ καὶ πρὸς βασιλέα Μωαβ ἀπέστειλεν καὶ οὐκ εὐδόκησεν καὶ ἐκάθισεν Ισραηλ ἐν Καδης 11:18 καὶ ἐπορεύθη ἐν τη̨̃ ἐρήμω̨ καὶ ἐκύκλωσεν τὴν γη̃ν Εδωμ καὶ τὴν γη̃ν Μωαβ καὶ ἠ̃λθεν ἀπὸ ἀνατολω̃ν ἡλίου τη̨̃ γη̨̃ Μωαβ καὶ παρενέβαλον ἐν πέραν Αρνων καὶ οὐκ εἰση̃λθεν ἐν ὁρίοις Μωαβ ὅτι Αρνων ὅριον Μωαβ 11:19 καὶ ἀπέστειλεν Ισραηλ ἀγγέλους πρὸς Σηων βασιλέα του̃ Αμορραίου βασιλέα Εσεβων καὶ εἰ̃πεν αὐτω̨̃ Ισραηλ παρέλθωμεν δὴ ἐν τη̨̃ γη̨̃ σου ἕως του̃ τόπου ἡμω̃ν 11:20 καὶ οὐκ ἐνεπίστευσεν Σηων τω̨̃ Ισραηλ παρελθει̃ν ἐν ὁρίω̨ αὐτου̃ καὶ συνη̃ξεν Σηων τὸν πάντα λαὸν αὐτου̃ καὶ παρενέβαλον εἰς Ιασα καὶ παρετάξατο πρὸς Ισραηλ 11:21 καὶ παρέδωκεν κύριος ὁ θεὸς Ισραηλ τὸν Σηων καὶ πάντα τὸν λαὸν αὐτου̃ ἐν χειρὶ Ισραηλ καὶ ἐπάταξεν αὐτόν καὶ ἐκληρονόμησεν Ισραηλ τὴν πα̃σαν γη̃ν του̃ Αμορραίου του̃ κατοικου̃ντος τὴν γη̃ν ἐκείνην 11:22 ἀπὸ Αρνων καὶ ἕως του̃ Ιαβοκ καὶ ἀπὸ τη̃ς ἐρήμου ἕως του̃ Ιορδάνου 11:23 καὶ νυ̃ν κύριος ὁ θεὸς Ισραηλ ἐξη̃ρεν τὸν Αμορραι̃ον ἀπὸ προσώπου λαου̃ αὐτου̃ Ισραηλ καὶ σὺ κληρονομήσεις αὐτόν 11:24 οὐχὶ ἃ ἐὰν κληρονομήσει σε Χαμως ὁ θεός σου αὐτὰ κληρονομήσεις καὶ τοὺς πάντας οὓς ἐξη̃ρεν κύριος ὁ θεὸς ἡμω̃ν ἀπὸ προσώπου ἡμω̃ν αὐτοὺς κληρονομήσομεν 11:25 καὶ νυ̃ν μὴ ἐν ἀγαθω̨̃ ἀγαθώτερος σὺ ὑπὲρ Βαλακ υἱὸν Σεπφωρ βασιλέα Μωαβ μὴ μαχόμενος ἐμαχέσατο μετὰ Ισραηλ ἢ πολεμω̃ν ἐπολέμησεν αὐτόν 11:26 ἐν τω̨̃ οἰκη̃σαι ἐν Εσεβων καὶ ἐν τοι̃ς ὁρίοις αὐτη̃ς καὶ ἐν γη̨̃ Αροηρ καὶ ἐν τοι̃ς ὁρίοις αὐτη̃ς καὶ ἐν πάσαις ται̃ς πόλεσιν ται̃ς παρὰ τὸν Ιορδάνην τριακόσια ἔτη καὶ διὰ τί οὐκ ἐρρύσω αὐτοὺς ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ 11:27 καὶ νυ̃ν ἐγώ εἰμι οὐχ ἥμαρτόν σοι καὶ σὺ ποιει̃ς μετ' ἐμου̃ πονηρίαν του̃ παρατάξασθαι ἐν ἐμοί κρίναι κύριος κρίνων σήμερον ἀνὰ μέσον υἱω̃ν Ισραηλ καὶ ἀνὰ μέσον υἱω̃ν Αμμων 11:28 καὶ οὐκ ἤκουσεν βασιλεὺς υἱω̃ν Αμμων τω̃ν λόγων Ιεφθαε ὡ̃ν ἀπέστειλεν πρὸς αὐτόν 11:29 καὶ ἐγένετο ἐπὶ Ιεφθαε πνευ̃μα κυρίου καὶ παρη̃λθεν τὸν Γαλααδ καὶ τὸν Μανασση καὶ παρη̃λθεν τὴν σκοπιὰν Γαλααδ εἰς τὸ πέραν υἱω̃ν Αμμων 11:30 καὶ ηὔξατο Ιεφθαε εὐχὴν τω̨̃ κυρίω̨ καὶ εἰ̃πεν ἐὰν διδοὺς δω̨̃ς τοὺς υἱοὺς Αμμων ἐν τη̨̃ χειρί μου 11:31 καὶ ἔσται ὁ ἐκπορευόμενος ὃς ἐὰν ἐξέλθη̨ ἀπὸ τη̃ς θύρας του̃ οἴκου μου εἰς συνάντησίν μου ἐν τω̨̃ ἐπιστρέφειν με ἐν εἰρήνη̨ ἀπὸ υἱω̃ν Αμμων καὶ ἔσται τω̨̃ κυρίω̨ ἀνοίσω αὐτὸν ὁλοκαύτωμα 11:32 καὶ παρη̃λθεν Ιεφθαε πρὸς υἱοὺς Αμμων παρατάξασθαι πρὸς αὐτούς καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρὶ αὐτου̃ 11:33 καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ Αροηρ ἕως ἐλθει̃ν ἄχρις Αρνων ἐν ἀριθμω̨̃ εἴκοσι πόλεις καὶ ἕως Εβελχαρμιν πληγὴν μεγάλην σφόδρα καὶ συνεστάλησαν οἱ υἱοὶ Αμμων ἀπὸ προσώπου υἱω̃ν Ισραηλ 11:34 καὶ ἠ̃λθεν Ιεφθαε εἰς Μασσηφα εἰς τὸν οἰ̃κον αὐτου̃ καὶ ἰδοὺ ἡ θυγάτηρ αὐτου̃ ἐξεπορεύετο εἰς ὑπάντησιν ἐν τυμπάνοις καὶ χοροι̃ς καὶ ἠ̃ν αὕτη μονογενής οὐκ ἠ̃ν αὐτω̨̃ ἕτερος υἱὸς ἢ θυγάτηρ 11:35 καὶ ἐγένετο ὡς εἰ̃δεν αὐτὴν αὐτός διέρρηξεν τὰ ἱμάτια αὐτου̃ καὶ εἰ̃πεν ἀ̃ ἀ̃ θυγάτηρ μου ταραχη̨̃ ἐτάραξάς με καὶ σὺ ἠ̃ς ἐν τω̨̃ ταράχω̨ μου καὶ ἐγώ εἰμι ἤνοιξα κατὰ σου̃ τὸ στόμα μου πρὸς κύριον καὶ οὐ δυνήσομαι ἐπιστρέψαι 11:36 ἡ δὲ εἰ̃πεν πρὸς αὐτόν πάτερ ἤνοιξας τὸ στόμα σου πρὸς κύριον ποίησόν μοι ὃν τρόπον ἐξη̃λθεν ἐκ στόματός σου ἐν τω̨̃ ποιη̃σαί σοι κύριον ἐκδίκησιν ἀπὸ τω̃ν ἐχθρω̃ν σου ἀπὸ υἱω̃ν Αμμων 11:37 καὶ ἥδε εἰ̃πεν πρὸς τὸν πατέρα αὐτη̃ς ποιησάτω δὴ ὁ πατήρ μου τὸν λόγον του̃τον ἔασόν με δύο μη̃νας καὶ πορεύσομαι καὶ καταβήσομαι ἐπὶ τὰ ὄρη καὶ κλαύσομαι ἐπὶ τὰ παρθένιά μου ἐγώ εἰμι καὶ αἱ συνεταιρίδες μου 11:38 καὶ εἰ̃πεν πορεύου καὶ ἀπέστειλεν αὐτὴν δύο μη̃νας καὶ ἐπορεύθη αὐτὴ καὶ αἱ συνεταιρίδες αὐτη̃ς καὶ ἔκλαυσεν ἐπὶ τὰ παρθένια αὐτη̃ς ἐπὶ τὰ ὄρη 11:39 καὶ ἐγένετο ἐν τέλει τω̃ν δύο μηνω̃ν καὶ ἐπέστρεψεν πρὸς τὸν πατέρα αὐτη̃ς καὶ ἐποίησεν ἐν αὐτη̨̃ τὴν εὐχὴν αὐτου̃ ἣν ηὔξατο καὶ αὐτὴ οὐκ ἔγνω ἄνδρα καὶ ἐγένετο εἰς πρόσταγμα ἐν Ισραηλ 11:40 ἀπὸ ἡμερω̃ν εἰς ἡμέρας ἐπορεύοντο θυγατέρες Ισραηλ θρηνει̃ν τὴν θυγατέρα Ιεφθαε Γαλααδ ἐπὶ τέσσαρας ἡμέρας ἐν τω̨̃ ἐνιαυτω̨̃ 12:1 καὶ ἐβόησεν ἀνὴρ Εφραιμ καὶ παρη̃λθαν εἰς βορρα̃ν καὶ εἰ̃παν πρὸς Ιεφθαε διὰ τί παρη̃λθες παρατάξασθαι ἐν υἱοι̃ς Αμμων καὶ ἡμα̃ς οὐ κέκληκας πορευθη̃ναι μετὰ σου̃ τὸν οἰ̃κόν σου ἐμπρήσομεν ἐπὶ σὲ ἐν πυρί 12:2 καὶ εἰ̃πεν Ιεφθαε πρὸς αὐτούς ἀνὴρ μαχητὴς ἤμην ἐγὼ καὶ ὁ λαός μου καὶ οἱ υἱοὶ Αμμων σφόδρα καὶ ἐβόησα ὑμα̃ς καὶ οὐκ ἐσώσατέ με ἐκ χειρὸς αὐτω̃ν 12:3 καὶ εἰ̃δον ὅτι οὐκ εἰ̃ σωτήρ καὶ ἔθηκα τὴν ψυχήν μου ἐν χειρί μου καὶ παρη̃λθον πρὸς υἱοὺς Αμμων καὶ ἔδωκεν αὐτοὺς κύριος ἐν χειρί μου καὶ εἰς τί ἀνέβητε ἐπ' ἐμὲ ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ παρατάξασθαι ἐν ἐμοί 12:4 καὶ συνέστρεψεν Ιεφθαε τοὺς πάντας ἄνδρας Γαλααδ καὶ παρετάξατο τω̨̃ Εφραιμ καὶ ἐπάταξαν ἄνδρες Γαλααδ τὸν Εφραιμ ὅτι εἰ̃παν οἱ διασω̨ζόμενοι του̃ Εφραιμ ὑμει̃ς Γαλααδ ἐν μέσω̨ του̃ Εφραιμ καὶ ἐν μέσω̨ του̃ Μανασση 12:5 καὶ προκατελάβετο Γαλααδ τὰς διαβάσεις του̃ Ιορδάνου του̃ Εφραιμ καὶ εἰ̃παν αὐτοι̃ς οἱ διασω̨ζόμενοι Εφραιμ διαβω̃μεν καὶ εἰ̃παν αὐτοι̃ς οἱ ἄνδρες Γαλααδ μὴ Εφραθίτης εἰ̃ καὶ εἰ̃πεν οὔ 12:6 καὶ εἰ̃παν αὐτω̨̃ εἰπὸν δὴ στάχυς καὶ οὐ κατεύθυνεν του̃ λαλη̃σαι οὕτως καὶ ἐπελάβοντο αὐτου̃ καὶ ἔθυσαν αὐτὸν πρὸς τὰς διαβάσεις του̃ Ιορδάνου καὶ ἔπεσαν ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἀπὸ Εφραιμ τεσσαράκοντα δύο χιλιάδες 12:7 καὶ ἔκρινεν Ιεφθαε τὸν Ισραηλ ἑξήκοντα ἔτη καὶ ἀπέθανεν Ιεφθαε ὁ Γαλααδίτης καὶ ἐτάφη ἐν πόλει αὐτου̃ ἐν Γαλααδ 12:8 καὶ ἔκρινεν μετ' αὐτὸν τὸν Ισραηλ Αβαισαν ἀπὸ Βαιθλεεμ 12:9 καὶ ἠ̃σαν αὐτω̨̃ τριάκοντα υἱοὶ καὶ τριάκοντα θυγατέρες ἃς ἐξαπέστειλεν ἔξω καὶ τριάκοντα θυγατέρας εἰσήνεγκεν τοι̃ς υἱοι̃ς αὐτου̃ ἔξωθεν καὶ ἔκρινεν τὸν Ισραηλ ἑπτὰ ἔτη 12:10 καὶ ἀπέθανεν Αβαισαν καὶ ἐτάφη ἐν Βαιθλεεμ 12:11 καὶ ἔκρινεν μετ' αὐτὸν τὸν Ισραηλ Αιλωμ ὁ Ζαβουλωνίτης δέκα ἔτη 12:12 καὶ ἀπέθανεν Αιλωμ ὁ Ζαβουλωνίτης καὶ ἐτάφη ἐν Αιλωμ ἐν γη̨̃ Ζαβουλων 12:13 καὶ ἔκρινεν μετ' αὐτὸν τὸν Ισραηλ Αβδων υἱὸς Ελληλ ὁ Φαραθωνίτης 12:14 καὶ ἠ̃σαν αὐτω̨̃ τεσσαράκοντα υἱοὶ καὶ τριάκοντα υἱω̃ν υἱοὶ ἐπιβαίνοντες ἐπὶ ἑβδομήκοντα πώλους καὶ ἔκρινεν τὸν Ισραηλ ὀκτὼ ἔτη 12:15 καὶ ἀπέθανεν Αβδων υἱὸς Ελληλ ὁ Φαραθωνίτης καὶ ἐτάφη ἐν Φαραθωμ ἐν γη̨̃ Εφραιμ ἐν ὄρει του̃ Αμαληκ 13:1 καὶ προσέθηκαν οἱ υἱοὶ Ισραηλ ποιη̃σαι τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρὶ Φυλιστιιμ τεσσαράκοντα ἔτη 13:2 καὶ ἠ̃ν ἀνὴρ εἱ̃ς ἀπὸ Σαραα ἀπὸ δήμου συγγενείας του̃ Δανι καὶ ὄνομα αὐτω̨̃ Μανωε καὶ γυνὴ αὐτω̨̃ στει̃ρα καὶ οὐκ ἔτεκεν 13:3 καὶ ὤφθη ἄγγελος κυρίου πρὸς τὴν γυναι̃κα καὶ εἰ̃πεν πρὸς αὐτήν ἰδοὺ σὺ στει̃ρα καὶ οὐ τέτοκας καὶ συλλήμψη̨ υἱόν 13:4 καὶ νυ̃ν φύλαξαι δὴ καὶ μὴ πίη̨ς οἰ̃νον καὶ μέθυσμα καὶ μὴ φάγη̨ς πα̃ν ἀκάθαρτον 13:5 ὅτι ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις καὶ τέξη̨ υἱόν καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτου̃ ὅτι ναζιρ θεου̃ ἔσται τὸ παιδάριον ἀπὸ τη̃ς κοιλίας καὶ αὐτὸς ἄρξεται του̃ σω̃σαι τὸν Ισραηλ ἐκ χειρὸς Φυλιστιιμ 13:6 καὶ εἰση̃λθεν ἡ γυνὴ καὶ εἰ̃πεν τω̨̃ ἀνδρὶ αὐτη̃ς λέγουσα ἄνθρωπος θεου̃ ἠ̃λθεν πρός με καὶ εἰ̃δος αὐτου̃ ὡς εἰ̃δος ἀγγέλου θεου̃ φοβερὸν σφόδρα καὶ οὐκ ἠρώτησα αὐτόν πόθεν ἐστίν καὶ τὸ ὄνομα αὐτου̃ οὐκ ἀπήγγειλέν μοι 13:7 καὶ εἰ̃πέν μοι ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις καὶ τέξη̨ υἱόν καὶ νυ̃ν μὴ πίη̨ς οἰ̃νον καὶ μέθυσμα καὶ μὴ φάγη̨ς πα̃ν ἀκάθαρτον ὅτι ἅγιον θεου̃ ἔσται τὸ παιδάριον ἀπὸ γαστρὸς ἕως ἡμέρας θανάτου αὐτου̃ 13:8 καὶ προσηύξατο Μανωε πρὸς κύριον καὶ εἰ̃πεν ἐν ἐμοί κύριε Αδωναιε τὸν ἄνθρωπον του̃ θεου̃ ὃν ἀπέστειλας ἐλθέτω δὴ ἔτι πρὸς ἡμα̃ς καὶ συμβιβασάτω ἡμα̃ς τί ποιήσωμεν τω̨̃ παιδίω̨ τω̨̃ τικτομένω̨ 13:9 καὶ εἰσήκουσεν ὁ θεὸς τη̃ς φωνη̃ς Μανωε καὶ ἠ̃λθεν ὁ ἄγγελος του̃ θεου̃ ἔτι πρὸς τὴν γυναι̃κα καὶ αὕτη ἐκάθητο ἐν ἀγρω̨̃ καὶ Μανωε ὁ ἀνὴρ αὐτη̃ς οὐκ ἠ̃ν μετ' αὐτη̃ς 13:10 καὶ ἐτάχυνεν ἡ γυνὴ καὶ ἔδραμεν καὶ ἀνήγγειλεν τω̨̃ ἀνδρὶ αὐτη̃ς καὶ εἰ̃πεν πρὸς αὐτόν ἰδοὺ ὠ̃πται πρός με ὁ ἀνήρ ὃς ἠ̃λθεν ἐν ἡμέρα̨ πρός με 13:11 καὶ ἀνέστη καὶ ἐπορεύθη Μανωε ὀπίσω τη̃ς γυναικὸς αὐτου̃ καὶ ἠ̃λθεν πρὸς τὸν ἄνδρα καὶ εἰ̃πεν αὐτω̨̃ εἰ σὺ εἰ̃ ὁ ἀνὴρ ὁ λαλήσας πρὸς τὴν γυναι̃κα καὶ εἰ̃πεν ὁ ἄγγελος ἐγώ 13:12 καὶ εἰ̃πεν Μανωε νυ̃ν ἐλεύσεται ὁ λόγος σου τίς ἔσται κρίσις του̃ παιδίου καὶ τὰ ποιήματα αὐτου̃ 13:13 καὶ εἰ̃πεν ὁ ἄγγελος κυρίου πρὸς Μανωε ἀπὸ πάντων ὡ̃ν εἴρηκα πρὸς τὴν γυναι̃κα φυλάξεται 13:14 ἀπὸ παντός ὃ ἐκπορεύεται ἐξ ἀμπέλου του̃ οἴνου οὐ φάγεται καὶ οἰ̃νον καὶ σικερα μέθυσμα μὴ πιέτω καὶ πα̃ν ἀκάθαρτον μὴ φαγέτω πάντα ὅσα ἐνετειλάμην αὐτη̨̃ φυλάξεται 13:15 καὶ εἰ̃πεν Μανωε πρὸς τὸν ἄγγελον κυρίου κατάσχωμεν ὡ̃δέ σε καὶ ποιήσωμεν ἐνώπιόν σου ἔριφον αἰγω̃ν 13:16 καὶ εἰ̃πεν ὁ ἄγγελος κυρίου πρὸς Μανωε ἐὰν κατάσχη̨ς με οὐ φάγομαι ἀπὸ τω̃ν ἄρτων σου καὶ ἐὰν ποιήση̨ς ὁλοκαύτωμα τω̨̃ κυρίω̨ ἀνοίσεις αὐτό ὅτι οὐκ ἔγνω Μανωε ὅτι ἄγγελος κυρίου αὐτός 13:17 καὶ εἰ̃πεν Μανωε πρὸς τὸν ἄγγελον κυρίου τί τὸ ὄνομά σοι ὅτι ἔλθοι τὸ ῥη̃μά σου καὶ δοξάσομέν σε 13:18 καὶ εἰ̃πεν αὐτω̨̃ ὁ ἄγγελος κυρίου εἰς τί του̃το ἐρωτα̨̃ς τὸ ὄνομά μου καὶ αὐτό ἐστιν θαυμαστόν 13:19 καὶ ἔλαβεν Μανωε τὸν ἔριφον τω̃ν αἰγω̃ν καὶ τὴν θυσίαν καὶ ἀνήνεγκεν ἐπὶ τὴν πέτραν τω̨̃ κυρίω̨ καὶ διεχώρισεν ποιη̃σαι καὶ Μανωε καὶ ἡ γυνὴ αὐτου̃ βλέποντες 13:20 καὶ ἐγένετο ἐν τω̨̃ ἀναβη̃ναι τὴν φλόγα ἐπάνω του̃ θυσιαστηρίου ἕως του̃ οὐρανου̃ καὶ ἀνέβη ὁ ἄγγελος κυρίου ἐν τη̨̃ φλογὶ του̃ θυσιαστηρίου καὶ Μανωε καὶ ἡ γυνὴ αὐτου̃ βλέποντες καὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτω̃ν ἐπὶ τὴν γη̃ν 13:21 καὶ οὐ προσέθηκεν ἔτι ὁ ἄγγελος κυρίου ὀφθη̃ναι πρὸς Μανωε καὶ πρὸς τὴν γυναι̃κα αὐτου̃ τότε ἔγνω Μανωε ὅτι ἄγγελος κυρίου οὑ̃τος 13:22 καὶ εἰ̃πεν Μανωε πρὸς τὴν γυναι̃κα αὐτου̃ θανάτω̨ ἀποθανούμεθα ὅτι θεὸν εἴδομεν 13:23 καὶ εἰ̃πεν αὐτω̨̃ ἡ γυνὴ αὐτου̃ εἰ ἤθελεν ὁ κύριος θανατω̃σαι ἡμα̃ς οὐκ ἂν ἔλαβεν ἐκ χειρὸς ἡμω̃ν ὁλοκαύτωμα καὶ θυσίαν καὶ οὐκ ἂν ἔδειξεν ἡμι̃ν ταυ̃τα πάντα καὶ καθὼς καιρὸς οὐκ ἂν ἠκούτισεν ἡμα̃ς ταυ̃τα 13:24 καὶ ἔτεκεν ἡ γυνὴ υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Σαμψων καὶ ἡδρύνθη τὸ παιδάριον καὶ εὐλόγησεν αὐτὸ κύριος 13:25 καὶ ἤρξατο πνευ̃μα κυρίου συνεκπορεύεσθαι αὐτω̨̃ ἐν παρεμβολη̨̃ Δαν καὶ ἀνὰ μέσον Σαραα καὶ ἀνὰ μέσον Εσθαολ 14:1 καὶ κατέβη Σαμψων εἰς Θαμναθα καὶ εἰ̃δεν γυναι̃κα εἰς Θαμναθα ἀπὸ τω̃ν θυγατέρων τω̃ν ἀλλοφύλων 14:2 καὶ ἀνέβη καὶ ἀπήγγειλεν τω̨̃ πατρὶ αὐτου̃ καὶ τη̨̃ μητρὶ αὐτου̃ καὶ εἰ̃πεν γυναι̃κα ἑόρακα ἐν Θαμναθα ἀπὸ τω̃ν θυγατέρων Φυλιστιιμ καὶ νυ̃ν λάβετε αὐτὴν ἐμοὶ εἰς γυναι̃κα 14:3 καὶ εἰ̃πεν αὐτω̨̃ ὁ πατὴρ αὐτου̃ καὶ ἡ μήτηρ αὐτου̃ μὴ οὔκ εἰσιν θυγατέρες τω̃ν ἀδελφω̃ν σου καὶ ἐκ παντὸς του̃ λαου̃ μου γυνή ὅτι σὺ πορεύη̨ λαβει̃ν γυναι̃κα ἀπὸ τω̃ν ἀλλοφύλων τω̃ν ἀπεριτμήτων καὶ εἰ̃πεν Σαμψων πρὸς τὸν πατέρα αὐτου̃ ταύτην λαβέ μοι ὅτι αὕτη εὐθει̃α ἐν ὀφθαλμοι̃ς μου 14:4 καὶ ὁ πατὴρ αὐτου̃ καὶ ἡ μήτηρ αὐτου̃ οὐκ ἔγνωσαν ὅτι παρὰ κυρίου ἐστίν ὅτι ἐκδίκησιν αὐτὸς ζητει̃ ἐκ τω̃ν ἀλλοφύλων καὶ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ οἱ ἀλλόφυλοι κυριεύοντες ἐν Ισραηλ 14:5 καὶ κατέβη Σαμψων καὶ ὁ πατὴρ αὐτου̃ καὶ ἡ μήτηρ αὐτου̃ εἰς Θαμναθα καὶ ἠ̃λθεν ἕως του̃ ἀμπελω̃νος Θαμναθα καὶ ἰδοὺ σκύμνος λέοντος ὠρυόμενος εἰς συνάντησιν αὐτου̃ 14:6 καὶ ἥλατο ἐπ' αὐτὸν πνευ̃μα κυρίου καὶ συνέτριψεν αὐτόν ὡσεὶ συντρίψει ἔριφον καὶ οὐδὲν ἠ̃ν ἐν ται̃ς χερσὶν αὐτου̃ καὶ οὐκ ἀπήγγειλεν τω̨̃ πατρὶ αὐτου̃ καὶ τη̨̃ μητρὶ αὐτου̃ ὃ ἐποίησεν 14:7 καὶ κατέβησαν καὶ ἐλάλησαν τη̨̃ γυναικί καὶ ηὐθύνθη ἐν ὀφθαλμοι̃ς Σαμψων 14:8 καὶ ὑπέστρεψεν μεθ' ἡμέρας λαβει̃ν αὐτὴν καὶ ἐξέκλινεν ἰδει̃ν τὸ πτω̃μα του̃ λέοντος καὶ ἰδοὺ συναγωγὴ μελισσω̃ν ἐν τω̨̃ στόματι του̃ λέοντος καὶ μέλι 14:9 καὶ ἐξει̃λεν αὐτὸ εἰς χει̃ρας αὐτου̃ καὶ ἐπορεύετο πορευόμενος καὶ ἐσθίων καὶ ἐπορεύθη πρὸς τὸν πατέρα αὐτου̃ καὶ τὴν μητέρα αὐτου̃ καὶ ἔδωκεν αὐτοι̃ς καὶ ἔφαγον καὶ οὐκ ἀπήγγειλεν αὐτοι̃ς ὅτι ἀπὸ του̃ στόματος του̃ λέοντος ἐξει̃λεν τὸ μέλι 14:10 καὶ κατέβη ὁ πατὴρ αὐτου̃ πρὸς τὴν γυναι̃κα καὶ ἐποίησεν ἐκει̃ Σαμψων πότον ἑπτὰ ἡμέρας ὅτι οὕτως ποιου̃σιν οἱ νεανίσκοι 14:11 καὶ ἐγένετο ὅτε εἰ̃δον αὐτόν καὶ ἔλαβον τριάκοντα κλητούς καὶ ἠ̃σαν μετ' αὐτου̃ 14:12 καὶ εἰ̃πεν αὐτοι̃ς Σαμψων πρόβλημα ὑμι̃ν προβάλλομαι ἐὰν ἀπαγγέλλοντες ἀπαγγείλητε αὐτὸ ἐν ται̃ς ἑπτὰ ἡμέραις του̃ πότου καὶ εὕρητε δώσω ὑμι̃ν τριάκοντα σινδόνας καὶ τριάκοντα στολὰς ἱματίων 14:13 καὶ ἐὰν μὴ δύνησθε ἀπαγγει̃λαί μοι δώσετε ὑμει̃ς ἐμοὶ τριάκοντα ὀθόνια καὶ τριάκοντα ἀλλασσομένας στολὰς ἱματίων καὶ εἰ̃παν αὐτω̨̃ προβαλου̃ τὸ πρόβλημα καὶ ἀκουσόμεθα αὐτό 14:14 καὶ εἰ̃πεν αὐτοι̃ς τί βρωτὸν ἐξη̃λθεν ἐκ βιβρώσκοντος καὶ ἀπὸ ἰσχυρου̃ γλυκύ καὶ οὐκ ἠδύναντο ἀπαγγει̃λαι τὸ πρόβλημα ἐπὶ τρει̃ς ἡμέρας 14:15 καὶ ἐγένετο ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ τετάρτη̨ καὶ εἰ̃παν τη̨̃ γυναικὶ Σαμψων ἀπάτησον δὴ τὸν ἄνδρα σου καὶ ἀπαγγειλάτω σοι τὸ πρόβλημα μήποτε κατακαύσωμέν σε καὶ τὸν οἰ̃κον του̃ πατρός σου ἐν πυρί ἠ̃ ἐκβιάσαι ἡμα̃ς κεκλήκατε 14:16 καὶ ἔκλαυσεν ἡ γυνὴ Σαμψων πρὸς αὐτὸν καὶ εἰ̃πεν πλὴν μεμίσηκάς με καὶ οὐκ ἠγάπησάς με ὅτι τὸ πρόβλημα ὃ προεβάλου τοι̃ς υἱοι̃ς του̃ λαου̃ μου οὐκ ἀπήγγειλάς μοι καὶ εἰ̃πεν αὐτη̨̃ Σαμψων εἰ τω̨̃ πατρί μου καὶ τη̨̃ μητρί μου οὐκ ἀπήγγελκα σοὶ ἀπαγγείλω 14:17 καὶ ἔκλαυσεν πρὸς αὐτὸν ἐπὶ τὰς ἑπτὰ ἡμέρας ἃς ἠ̃ν αὐτοι̃ς ὁ πότος καὶ ἐγένετο ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ καὶ ἀπήγγειλεν αὐτη̨̃ ὅτι παρενώχλησεν αὐτω̨̃ καὶ αὐτὴ ἀπήγγειλεν τοι̃ς υἱοι̃ς του̃ λαου̃ αὐτη̃ς 14:18 καὶ εἰ̃παν αὐτω̨̃ οἱ ἄνδρες τη̃ς πόλεως ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ πρὸ του̃ ἀνατει̃λαι τὸν ἥλιον τί γλυκύτερον μέλιτος καὶ τί ἰσχυρότερον λέοντος καὶ εἰ̃πεν αὐτοι̃ς Σαμψων εἰ μὴ ἠροτριάσατε ἐν τη̨̃ δαμάλει μου οὐκ ἂν ἔγνωτε τὸ πρόβλημά μου 14:19 καὶ ἥλατο ἐπ' αὐτὸν πνευ̃μα κυρίου καὶ κατέβη εἰς 'Ασκαλω̃να καὶ ἐπάταξεν ἐξ αὐτω̃ν τριάκοντα ἄνδρας καὶ ἔλαβεν τὰ ἱμάτια αὐτω̃ν καὶ ἔδωκεν τὰς στολὰς τοι̃ς ἀπαγγείλασιν τὸ πρόβλημα καὶ ὠργίσθη θυμω̨̃ Σαμψων καὶ ἀνέβη εἰς τὸν οἰ̃κον του̃ πατρὸς αὐτου̃ 14:20 καὶ ἐγένετο ἡ γυνὴ Σαμψων ἑνὶ τω̃ν φίλων αὐτου̃ ὡ̃ν ἐφιλίασεν 15:1 καὶ ἐγένετο μεθ' ἡμέρας ἐν ἡμέραις θερισμου̃ πυρω̃ν καὶ ἐπεσκέψατο Σαμψων τὴν γυναι̃κα αὐτου̃ ἐν ἐρίφω̨ αἰγω̃ν καὶ εἰ̃πεν εἰσελεύσομαι πρὸς τὴν γυναι̃κά μου εἰς τὸ ταμιει̃ον καὶ οὐκ ἔδωκεν αὐτὸν ὁ πατὴρ αὐτη̃ς εἰσελθει̃ν 15:2 καὶ εἰ̃πεν ὁ πατὴρ αὐτη̃ς λέγων εἰ̃πα ὅτι μισω̃ν ἐμίσησας αὐτήν καὶ ἔδωκα αὐτὴν ἑνὶ τω̃ν ἐκ τω̃ν φίλων σου μὴ οὐχὶ ἡ ἀδελφὴ αὐτη̃ς ἡ νεωτέρα αὐτη̃ς ἀγαθωτέρα ὑπὲρ αὐτήν ἔστω δή σοι ἀντὶ αὐτη̃ς 15:3 καὶ εἰ̃πεν αὐτοι̃ς Σαμψων ἠθώ̨ωμαι καὶ τὸ ἅπαξ ἀπὸ ἀλλοφύλων ὅτι ποιω̃ ἐγὼ μετ' αὐτω̃ν πονηρίαν 15:4 καὶ ἐπορεύθη Σαμψων καὶ συνέλαβεν τριακοσίας ἀλώπεκας καὶ ἔλαβεν λαμπάδας καὶ ἐπέστρεψεν κέρκον πρὸς κέρκον καὶ ἔθηκεν λαμπάδα μίαν ἀνὰ μέσον τω̃ν δύο κέρκων καὶ ἔδησεν 15:5 καὶ ἐξέκαυσεν πυ̃ρ ἐν ται̃ς λαμπάσιν καὶ ἐξαπέστειλεν ἐν τοι̃ς στάχυσιν τω̃ν ἀλλοφύλων καὶ ἐκάησαν ἀπὸ ἅλωνος καὶ ἕως σταχύων ὀρθω̃ν καὶ ἕως ἀμπελω̃νος καὶ ἐλαίας 15:6 καὶ εἰ̃παν οἱ ἀλλόφυλοι τίς ἐποίησεν ταυ̃τα καὶ εἰ̃παν Σαμψων ὁ νυμφίος του̃ Θαμνι ὅτι ἔλαβεν τὴν γυναι̃κα αὐτου̃ καὶ ἔδωκεν αὐτὴν τω̨̃ ἐκ τω̃ν φίλων αὐτου̃ καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι καὶ ἐνέπρησαν αὐτὴν καὶ τὸν πατέρα αὐτη̃ς ἐν πυρί 15:7 καὶ εἰ̃πεν αὐτοι̃ς Σαμψων ἐὰν ποιήσητε οὕτως ταύτην ὅτι εἰ μὴν ἐκδικήσω ἐν ὑμι̃ν καὶ ἔσχατον κοπάσω 15:8 καὶ ἐπάταξεν αὐτοὺς κνήμην ἐπὶ μηρὸν πληγὴν μεγάλην καὶ κατέβη καὶ ἐκάθισεν ἐν τρυμαλια̨̃ τη̃ς πέτρας Ηταμ 15:9 καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι καὶ παρενέβαλον ἐν Ιουδα καὶ ἐξερρίφησαν ἐν Λευι 15:10 καὶ εἰ̃παν ἀνὴρ Ιουδα εἰς τί ἀνέβητε ἐφ' ἡμα̃ς καὶ εἰ̃πον οἱ ἀλλόφυλοι δη̃σαι τὸν Σαμψων ἀνέβημεν καὶ ποιη̃σαι αὐτω̨̃ ὃν τρόπον ἐποίησεν ἡμι̃ν 15:11 καὶ κατέβησαν τρισχίλιοι ἄνδρες ἀπὸ Ιουδα εἰς τρυμαλιὰν πέτρας Ηταμ καὶ εἰ̃παν τω̨̃ Σαμψων οὐκ οἰ̃δας ὅτι κυριεύουσιν οἱ ἀλλόφυλοι ἡμω̃ν καὶ τί του̃το ἐποίησας ἡμι̃ν καὶ εἰ̃πεν αὐτοι̃ς Σαμψων ὃν τρόπον ἐποίησάν μοι οὕτως ἐποίησα αὐτοι̃ς 15:12 καὶ εἰ̃παν αὐτω̨̃ δη̃σαί σε κατέβημεν του̃ δου̃ναί σε ἐν χειρὶ ἀλλοφύλων καὶ εἰ̃πεν αὐτοι̃ς Σαμψων ὀμόσατέ μοι μήποτε συναντήσητε ἐν ἐμοὶ ὑμει̃ς 15:13 καὶ εἰ̃πον αὐτω̨̃ λέγοντες οὐχί ὅτι ἀλλ' ἢ δεσμω̨̃ δήσομέν σε καὶ παραδώσομέν σε ἐν χειρὶ αὐτω̃ν καὶ θανάτω̨ οὐ θανατώσομέν σε καὶ ἔδησαν αὐτὸν ἐν δυσὶ καλωδίοις καινοι̃ς καὶ ἀνήνεγκαν αὐτὸν ἀπὸ τη̃ς πέτρας ἐκείνης 15:14 καὶ ἠ̃λθον ἕως σιαγόνος καὶ οἱ ἀλλόφυλοι ἠλάλαξαν καὶ ἔδραμον εἰς συνάντησιν αὐτου̃ καὶ ἥλατο ἐπ' αὐτὸν πνευ̃μα κυρίου καὶ ἐγενήθη τὰ καλώδια τὰ ἐπὶ βραχίοσιν αὐτου̃ ὡσεὶ στιππύον ὃ ἐξεκαύθη ἐν πυρί καὶ ἐτάκησαν δεσμοὶ αὐτου̃ ἀπὸ χειρω̃ν αὐτου̃ 15:15 καὶ εὑ̃ρεν σιαγόνα ὄνου ἐκρεριμμένην καὶ ἐξέτεινεν τὴν χει̃ρα αὐτου̃ καὶ ἔλαβεν αὐτὴν καὶ ἐπάταξεν ἐν αὐτη̨̃ χιλίους ἄνδρας 15:16 καὶ εἰ̃πεν Σαμψων ἐν σιαγόνι ὄνου ἐξαλείφων ἐξήλειψα αὐτούς ὅτι ἐν τη̨̃ σιαγόνι του̃ ὄνου ἐπάταξα χιλίους ἄνδρας 15:17 καὶ ἐγένετο ὡς ἐπαύσατο λαλω̃ν καὶ ἔρριψεν τὴν σιαγόνα ἐκ τη̃ς χειρὸς αὐτου̃ καὶ ἐκάλεσεν τὸν τόπον ἐκει̃νον ἀναίρεσις σιαγόνος 15:18 καὶ ἐδίψησεν σφόδρα καὶ ἔκλαυσεν πρὸς κύριον καὶ εἰ̃πεν σὺ εὐδόκησας ἐν χειρὶ δούλου σου τὴν σωτηρίαν τὴν μεγάλην ταύτην καὶ νυ̃ν ἀποθανου̃μαι τω̨̃ δίψει καὶ ἐμπεσου̃μαι ἐν χειρὶ τω̃ν ἀπεριτμήτων 15:19 καὶ ἔρρηξεν ὁ θεὸς τὸν λάκκον τὸν ἐν τη̨̃ σιαγόνι καὶ ἐξη̃λθεν ἐξ αὐτου̃ ὕδωρ καὶ ἔπιεν καὶ ἐπέστρεψεν τὸ πνευ̃μα αὐτου̃ καὶ ἔζησεν διὰ του̃το ἐκλήθη τὸ ὄνομα αὐτη̃ς πηγὴ του̃ ἐπικαλουμένου ἥ ἐστιν ἐν σιαγόνι ἕως τη̃ς ἡμέρας ταύτης 15:20 καὶ ἔκρινεν τὸν Ισραηλ ἐν ἡμέραις ἀλλοφύλων εἴκοσι ἔτη 16:1 καὶ ἐπορεύθη Σαμψων εἰς Γάζαν καὶ εἰ̃δεν ἐκει̃ γυναι̃κα πόρνην καὶ εἰση̃λθεν πρὸς αὐτήν 16:2 καὶ ἀνηγγέλη τοι̃ς Γαζαίοις λέγοντες ἥκει Σαμψων ὡ̃δε καὶ ἐκύκλωσαν καὶ ἐνήδρευσαν ἐπ' αὐτὸν ὅλην τὴν νύκτα ἐν τη̨̃ πύλη̨ τη̃ς πόλεως καὶ ἐκώφευσαν ὅλην τὴν νύκτα λέγοντες ἕως διαφαύση̨ ὁ ὄρθρος καὶ φονεύσωμεν αὐτόν 16:3 καὶ ἐκοιμήθη Σαμψων ἕως μεσονυκτίου καὶ ἀνέστη ἐν ἡμίσει τη̃ς νυκτὸς καὶ ἐπελάβετο τω̃ν θυρω̃ν τη̃ς πύλης τη̃ς πόλεως σὺν τοι̃ς δυσὶ σταθμοι̃ς καὶ ἀνεβάστασεν αὐτὰς σὺν τω̨̃ μοχλω̨̃ καὶ ἔθηκεν ἐπ' ὤμων αὐτου̃ καὶ ἀνέβη ἐπὶ τὴν κορυφὴν του̃ ὄρους του̃ ἐπὶ προσώπου Χεβρων καὶ ἔθηκεν αὐτὰ ἐκει̃ 16:4 καὶ ἐγένετο μετὰ του̃το καὶ ἠγάπησεν γυναι̃κα ἐν Αλσωρηχ καὶ ὄνομα αὐτη̨̃ Δαλιδα 16:5 καὶ ἀνέβησαν πρὸς αὐτὴν οἱ ἄρχοντες τω̃ν ἀλλοφύλων καὶ εἰ̃παν αὐτη̨̃ ἀπάτησον αὐτὸν καὶ ἰδὲ ἐν τίνι ἡ ἰσχὺς αὐτου̃ ἡ μεγάλη καὶ ἐν τίνι δυνησόμεθα αὐτω̨̃ καὶ δήσομεν αὐτὸν του̃ ταπεινω̃σαι αὐτόν καὶ ἡμει̃ς δώσομέν σοι ἀνὴρ χιλίους καὶ ἑκατὸν ἀργυρίου 16:6 καὶ εἰ̃πεν Δαλιδα πρὸς Σαμψων ἀπάγγειλον δή μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη καὶ ἐν τίνι δεθήση̨ του̃ ταπεινωθη̃ναί σε 16:7 καὶ εἰ̃πεν πρὸς αὐτὴν Σαμψων ἐὰν δήσωσίν με ἐν ἑπτὰ νευρέαις ὑγραι̃ς μὴ διεφθαρμέναις καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς εἱ̃ς τω̃ν ἀνθρώπων 16:8 καὶ ἀνήνεγκαν αὐτη̨̃ οἱ ἄρχοντες τω̃ν ἀλλοφύλων ἑπτὰ νευρὰς ὑγρὰς μὴ διεφθαρμένας καὶ ἔδησεν αὐτὸν ἐν αὐται̃ς 16:9 καὶ τὸ ἔνεδρον αὐτη̨̃ ἐκάθητο ἐν τω̨̃ ταμιείω̨ καὶ εἰ̃πεν αὐτω̨̃ ἀλλόφυλοι ἐπὶ σέ Σαμψων καὶ διέσπασεν τὰς νευρέας ὡς εἴ τις ἀποσπάσοι στρέμμα στιππύου ἐν τω̨̃ ὀσφρανθη̃ναι αὐτὸ πυρός καὶ οὐκ ἐγνώσθη ἡ ἰσχὺς αὐτου̃ 16:10 καὶ εἰ̃πεν Δαλιδα πρὸς Σαμψων ἰδοὺ ἐπλάνησάς με καὶ ἐλάλησας πρός με ψευδη̃ νυ̃ν οὐ̃ν ἀνάγγειλόν μοι ἐν τίνι δεθήση̨ 16:11 καὶ εἰ̃πεν πρὸς αὐτήν ἐὰν δεσμεύοντες δήσωσίν με ἐν καλωδίοις καινοι̃ς οἱ̃ς οὐκ ἐγένετο ἐν αὐτοι̃ς ἔργον καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς εἱ̃ς τω̃ν ἀνθρώπων 16:12 καὶ ἔλαβεν Δαλιδα καλώδια καινὰ καὶ ἔδησεν αὐτὸν ἐν αὐτοι̃ς καὶ τὰ ἔνεδρα ἐξη̃λθεν ἐκ του̃ ταμιείου καὶ εἰ̃πεν ἀλλόφυλοι ἐπὶ σέ Σαμψων καὶ διέσπασεν αὐτὰ ἀπὸ βραχιόνων αὐτου̃ ὡς σπαρτίον 16:13 καὶ εἰ̃πεν Δαλιδα πρὸς Σαμψων ἰδοὺ ἐπλάνησάς με καὶ ἐλάλησας πρὸς ἐμὲ ψευδη̃ ἀπάγγειλον δή μοι ἐν τίνι δεθήση̨ καὶ εἰ̃πεν πρὸς αὐτήν ἐὰν ὑφάνη̨ς τὰς ἑπτὰ σειρὰς τη̃ς κεφαλη̃ς μου σὺν τω̨̃ διάσματι καὶ ἐγκρούση̨ς τω̨̃ πασσάλω̨ εἰς τὸν τοι̃χον καὶ ἔσομαι ὡς εἱ̃ς τω̃ν ἀνθρώπων ἀσθενής 16:14 καὶ ἐγένετο ἐν τω̨̃ κοιμα̃σθαι αὐτὸν καὶ ἔλαβεν Δαλιδα τὰς ἑπτὰ σειρὰς τη̃ς κεφαλη̃ς αὐτου̃ καὶ ὕφανεν ἐν τω̨̃ διάσματι καὶ ἔπηξεν τω̨̃ πασσάλω̨ εἰς τὸν τοι̃χον καὶ εἰ̃πεν ἀλλόφυλοι ἐπὶ σέ Σαμψων καὶ ἐξυπνίσθη ἐκ του̃ ὕπνου αὐτου̃ καὶ ἐξη̃ρεν τὸν πάσσαλον του̃ ὑφάσματος ἐκ του̃ τοίχου 16:15 καὶ εἰ̃πεν Δαλιδα πρὸς Σαμψων πω̃ς λέγεις ἠγάπηκά σε καὶ οὐκ ἔστιν ἡ καρδία σου μετ' ἐμου̃ του̃το τρίτον ἐπλάνησάς με καὶ οὐκ ἀπήγγειλάς μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη 16:16 καὶ ἐγένετο ὅτε ἐξέθλιψεν αὐτὸν ἐν λόγοις αὐτη̃ς πάσας τὰς ἡμέρας καὶ ἐστενοχώρησεν αὐτόν καὶ ὠλιγοψύχησεν ἕως του̃ ἀποθανει̃ν 16:17 καὶ ἀνήγγειλεν αὐτη̨̃ τὴν πα̃σαν καρδίαν αὐτου̃ καὶ εἰ̃πεν αὐτη̨̃ σίδηρος οὐκ ἀνέβη ἐπὶ τὴν κεφαλήν μου ὅτι ἅγιος θεου̃ ἐγώ εἰμι ἀπὸ κοιλίας μητρός μου ἐὰν οὐ̃ν ξυρήσωμαι ἀποστήσεται ἀπ' ἐμου̃ ἡ ἰσχύς μου καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς πάντες οἱ ἄνθρωποι 16:18 καὶ εἰ̃δεν Δαλιδα ὅτι ἀπήγγειλεν αὐτη̨̃ πα̃σαν τὴν καρδίαν αὐτου̃ καὶ ἀπέστειλεν καὶ ἐκάλεσεν τοὺς ἄρχοντας τω̃ν ἀλλοφύλων λέγουσα ἀνάβητε ἔτι τὸ ἅπαξ του̃το ὅτι ἀπήγγειλέν μοι τὴν πα̃σαν καρδίαν αὐτου̃ καὶ ἀνέβησαν πρὸς αὐτὴν οἱ ἄρχοντες τω̃ν ἀλλοφύλων καὶ ἀνήνεγκαν τὸ ἀργύριον ἐν χερσὶν αὐτω̃ν 16:19 καὶ ἐκοίμισεν Δαλιδα τὸν Σαμψων ἐπὶ τὰ γόνατα αὐτη̃ς καὶ ἐκάλεσεν ἄνδρα καὶ ἐξύρησεν τὰς ἑπτὰ σειρὰς τη̃ς κεφαλη̃ς αὐτου̃ καὶ ἤρξατο ταπεινω̃σαι αὐτόν καὶ ἀπέστη ἡ ἰσχὺς αὐτου̃ ἀπ' αὐτου̃ 16:20 καὶ εἰ̃πεν Δαλιδα ἀλλόφυλοι ἐπὶ σέ Σαμψων καὶ ἐξυπνίσθη ἐκ του̃ ὕπνου αὐτου̃ καὶ εἰ̃πεν ἐξελεύσομαι ὡς ἅπαξ καὶ ἅπαξ καὶ ἐκτιναχθήσομαι καὶ αὐτὸς οὐκ ἔγνω ὅτι ἀπέστη ὁ κύριος ἀπάνωθεν αὐτου̃ 16:21 καὶ ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι καὶ ἐξέκοψαν τοὺς ὀφθαλμοὺς αὐτου̃ καὶ κατήνεγκαν αὐτὸν εἰς Γάζαν καὶ ἐπέδησαν αὐτὸν ἐν πέδαις χαλκείαις καὶ ἠ̃ν ἀλήθων ἐν οἴκω̨ του̃ δεσμωτηρίου 16:22 καὶ ἤρξατο θρὶξ τη̃ς κεφαλη̃ς αὐτου̃ βλαστάνειν καθὼς ἐξυρήσατο 16:23 καὶ οἱ ἄρχοντες τω̃ν ἀλλοφύλων συνήχθησαν θυ̃σαι θυσίασμα μέγα τω̨̃ Δαγων θεω̨̃ αὐτω̃ν καὶ εὐφρανθη̃ναι καὶ εἰ̃παν ἔδωκεν ὁ θεὸς ἐν χειρὶ ἡμω̃ν τὸν Σαμψων τὸν ἐχθρὸν ἡμω̃ν 16:24 καὶ εἰ̃δαν αὐτὸν ὁ λαὸς καὶ ὕμνησαν τὸν θεὸν αὐτω̃ν ὅτι παρέδωκεν ὁ θεὸς ἡμω̃ν τὸν ἐχθρὸν ἡμω̃ν ἐν χειρὶ ἡμω̃ν τὸν ἐρημου̃ντα τὴν γη̃ν ἡμω̃ν καὶ ὃς ἐπλήθυνεν τοὺς τραυματίας ἡμω̃ν 16:25 καὶ ὅτε ἠγαθύνθη ἡ καρδία αὐτω̃ν καὶ εἰ̃παν καλέσατε τὸν Σαμψων ἐξ οἴκου φυλακη̃ς καὶ παιξάτω ἐνώπιον ἡμω̃ν καὶ ἐκάλεσαν τὸν Σαμψων ἀπὸ οἴκου δεσμωτηρίου καὶ ἔπαιζεν ἐνώπιον αὐτω̃ν καὶ ἐρράπιζον αὐτὸν καὶ ἔστησαν αὐτὸν ἀνὰ μέσον τω̃ν κιόνων 16:26 καὶ εἰ̃πεν Σαμψων πρὸς τὸν νεανίαν τὸν κρατου̃ντα τὴν χει̃ρα αὐτου̃ ἄφες με καὶ ψηλαφήσω τοὺς κίονας ἐφ' οἱ̃ς ὁ οἰ̃κος στήκει ἐπ' αὐτούς καὶ ἐπιστηριχθήσομαι ἐπ' αὐτούς 16:27 καὶ ὁ οἰ̃κος πλήρης τω̃ν ἀνδρω̃ν καὶ τω̃ν γυναικω̃ν καὶ ἐκει̃ πάντες οἱ ἄρχοντες τω̃ν ἀλλοφύλων καὶ ἐπὶ τὸ δω̃μα ὡς ἑπτακόσιοι ἄνδρες καὶ γυναι̃κες οἱ θεωρου̃ντες ἐν παιγνίαις Σαμψων 16:28 καὶ ἔκλαυσεν Σαμψων πρὸς κύριον καὶ εἰ̃πεν Αδωναιε κύριε μνήσθητι δή μου νυ̃ν καὶ ἐνίσχυσόν με ἔτι τὸ ἅπαξ του̃το θεέ καὶ ἀνταποδώσω ἀνταπόδοσιν μίαν περὶ τω̃ν δύο ὀφθαλμω̃ν μου τοι̃ς ἀλλοφύλοις 16:29 καὶ περιέλαβεν Σαμψων τοὺς δύο κίονας του̃ οἴκου ἐφ' οὓς ὁ οἰ̃κος εἱστήκει καὶ ἐπεστηρίχθη ἐπ' αὐτοὺς καὶ ἐκράτησεν ἕνα τη̨̃ δεξια̨̃ αὐτου̃ καὶ ἕνα τη̨̃ ἀριστερα̨̃ αὐτου̃ 16:30 καὶ εἰ̃πεν Σαμψων ἀποθανέτω ψυχή μου μετὰ ἀλλοφύλων καὶ ἐβάσταξεν ἐν ἰσχύι καὶ ἔπεσεν ὁ οἰ̃κος ἐπὶ τοὺς ἄρχοντας καὶ ἐπὶ πάντα τὸν λαὸν τὸν ἐν αὐτω̨̃ καὶ ἠ̃σαν οἱ τεθνηκότες οὓς ἐθανάτωσεν Σαμψων ἐν τω̨̃ θανάτω̨ αὐτου̃ πλείους ἢ οὓς ἐθανάτωσεν ἐν τη̨̃ ζωη̨̃ αὐτου̃ 16:31 καὶ κατέβησαν οἱ ἀδελφοὶ αὐτου̃ καὶ ὁ οἰ̃κος του̃ πατρὸς αὐτου̃ καὶ ἔλαβον αὐτὸν καὶ ἀνέβησαν καὶ ἔθαψαν αὐτὸν ἀνὰ μέσον Σαραα καὶ ἀνὰ μέσον Εσθαολ ἐν τω̨̃ τάφω̨ Μανωε του̃ πατρὸς αὐτου̃ καὶ αὐτὸς ἔκρινεν τὸν Ισραηλ εἴκοσι ἔτη 17:1 καὶ ἐγένετο ἀνὴρ ἀπὸ ὄρους Εφραιμ καὶ ὄνομα αὐτω̨̃ Μιχαιας 17:2 καὶ εἰ̃πεν τη̨̃ μητρὶ αὐτου̃ οἱ χίλιοι καὶ ἑκατόν οὓς ἔλαβες ἀργυρίου σεαυτη̨̃ καί με ἠράσω καὶ προσει̃πας ἐν ὠσί μου ἰδοὺ τὸ ἀργύριον παρ' ἐμοί ἐγὼ ἔλαβον αὐτό καὶ εἰ̃πεν ἡ μήτηρ αὐτου̃ εὐλογητὸς ὁ υἱός μου τω̨̃ κυρίω̨ 17:3 καὶ ἀπέδωκεν τοὺς χιλίους καὶ ἑκατὸν του̃ ἀργυρίου τη̨̃ μητρὶ αὐτου̃ καὶ εἰ̃πεν ἡ μήτηρ αὐτου̃ ἁγιάζουσα ἡγίακα τὸ ἀργύριον τω̨̃ κυρίω̨ ἐκ χειρός μου τω̨̃ υἱω̨̃ μου του̃ ποιη̃σαι γλυπτὸν καὶ χωνευτόν καὶ νυ̃ν ἀποδώσω σοι αὐτό 17:4 καὶ ἀπέδωκεν τὸ ἀργύριον τη̨̃ μητρὶ αὐτου̃ καὶ ἔλαβεν ἡ μήτηρ αὐτου̃ διακοσίους ἀργυρίου καὶ ἔδωκεν αὐτὸ ἀργυροκόπω̨ καὶ ἐποίησεν αὐτὸ γλυπτὸν καὶ χωνευτόν καὶ ἐγενήθη ἐν οἴκω̨ Μιχαια 17:5 καὶ ὁ οἰ̃κος Μιχαια αὐτω̨̃ οἰ̃κος θεου̃ καὶ ἐποίησεν εφωδ καὶ θαραφιν καὶ ἐπλήρωσεν τὴν χει̃ρα ἀπὸ ἑνὸς υἱω̃ν αὐτου̃ καὶ ἐγένετο αὐτω̨̃ εἰς ἱερέα 17:6 ἐν δὲ ται̃ς ἡμέραις ἐκείναις οὐκ ἠ̃ν βασιλεὺς ἐν Ισραηλ ἀνὴρ τὸ εὐθὲς ἐν ὀφθαλμοι̃ς αὐτου̃ ἐποίει 17:7 καὶ ἐγενήθη νεανίας ἐκ Βηθλεεμ δήμου Ιουδα καὶ αὐτὸς Λευίτης καὶ οὑ̃τος παρώ̨κει ἐκει̃ 17:8 καὶ ἐπορεύθη ὁ ἀνὴρ ἀπὸ Βηθλεεμ τη̃ς πόλεως Ιουδα παροικη̃σαι ἐν ὡ̨̃ ἐὰν εὕρη̨ τόπω̨ καὶ ἠ̃λθεν ἕως ὄρους Εφραιμ καὶ ἕως οἴκου Μιχαια του̃ ποιη̃σαι ὁδὸν αὐτου̃ 17:9 καὶ εἰ̃πεν αὐτω̨̃ Μιχαιας πόθεν ἔρχη̨ καὶ εἰ̃πεν πρὸς αὐτόν Λευίτης εἰμὶ ἀπὸ Βαιθλεεμ Ιουδα καὶ ἐγὼ πορεύομαι παροικη̃σαι ἐν ὡ̨̃ ἐὰν εὕρω τόπω̨ 17:10 καὶ εἰ̃πεν αὐτω̨̃ Μιχαιας κάθου μετ' ἐμου̃ καὶ γίνου μοι εἰς πατέρα καὶ εἰς ἱερέα καὶ ἐγὼ δώσω σοι δέκα ἀργυρίου εἰς ἡμέραν καὶ στολὴν ἱματίων καὶ τὰ πρὸς ζωήν σου καὶ ἐπορεύθη ὁ Λευίτης 17:11 καὶ ἤρξατο παροικει̃ν παρὰ τω̨̃ ἀνδρί καὶ ἐγενήθη ὁ νεανίας παρ' αὐτω̨̃ ὡς εἱ̃ς ἀπὸ υἱω̃ν αὐτου̃ 17:12 καὶ ἐπλήρωσεν Μιχαιας τὴν χει̃ρα του̃ Λευίτου καὶ ἐγένετο αὐτω̨̃ εἰς ἱερέα καὶ ἐγένετο ἐν οἴκω̨ Μιχαια 17:13 καὶ εἰ̃πεν Μιχαιας νυ̃ν ἔγνων ὅτι ἀγαθυνει̃ κύριος ἐμοί ὅτι ἐγένετό μοι ὁ Λευίτης εἰς ἱερέα 18:1 ἐν ται̃ς ἡμέραις ἐκείναις οὐκ ἠ̃ν βασιλεὺς ἐν Ισραηλ καὶ ἐν ται̃ς ἡμέραις ἐκείναις ἡ φυλὴ Δαν ἐζήτει αὑτη̨̃ κληρονομίαν κατοικη̃σαι ὅτι οὐκ ἐνέπεσεν αὐτη̨̃ ἕως τη̃ς ἡμέρας ἐκείνης ἐν μέσω̨ φυλω̃ν Ισραηλ κληρονομία 18:2 καὶ ἀπέστειλαν οἱ υἱοὶ Δαν ἀπὸ δήμων αὐτω̃ν πέντε ἄνδρας υἱοὺς δυνάμεως ἀπὸ Σαραα καὶ ἀπὸ Εσθαολ του̃ κατασκέψασθαι τὴν γη̃ν καὶ ἐξιχνιάσαι αὐτὴν καὶ εἰ̃παν πρὸς αὐτούς πορεύεσθε καὶ ἐξιχνιάσατε τὴν γη̃ν καὶ ἠ̃λθον ἕως ὄρους Εφραιμ ἕως οἴκου Μιχαια καὶ ηὐλίσθησαν ἐκει̃ 18:3 αὐτοὶ ἐν οἴκω̨ Μιχαια καὶ αὐτοὶ ἐπέγνωσαν τὴν φωνὴν του̃ νεανίσκου του̃ Λευίτου καὶ ἐξέκλιναν ἐκει̃ καὶ εἰ̃παν αὐτω̨̃ τίς ἤνεγκέν σε ὡ̃δε καὶ τί σὺ ποιει̃ς ἐν τω̨̃ τόπω̨ τούτω̨ καὶ τί σοι ὡ̃δε 18:4 καὶ εἰ̃πεν πρὸς αὐτούς οὕτως καὶ οὕτως ἐποίησέν μοι Μιχαιας καὶ ἐμισθώσατό με καὶ ἐγενόμην αὐτω̨̃ εἰς ἱερέα 18:5 καὶ εἰ̃παν αὐτω̨̃ ἐρώτησον δὴ ἐν τω̨̃ θεω̨̃ καὶ γνωσόμεθα εἰ εὐοδωθήσεται ἡ ὁδὸς ἡμω̃ν ἐν ἡ̨̃ ἡμει̃ς πορευόμεθα ἐν αὐτη̨̃ 18:6 καὶ εἰ̃πεν αὐτοι̃ς ὁ ἱερεύς πορεύεσθε ἐν εἰρήνη̨ ἐνώπιον κυρίου ἡ ὁδὸς ὑμω̃ν ἐν ἡ̨̃ πορεύεσθε ἐν αὐτη̨̃ 18:7 καὶ ἐπορεύθησαν οἱ πέντε ἄνδρες καὶ ἠ̃λθον εἰς Λαισα καὶ εἰ̃δαν τὸν λαὸν τὸν ἐν μέσω̨ αὐτη̃ς καθήμενον ἐπ' ἐλπίδι ὡς κρίσις Σιδωνίων ἡσυχάζουσα καὶ οὐκ ἔστιν διατρέπων ἢ καταισχύνων λόγον ἐν τη̨̃ γη̨̃ κληρονόμος ἐκπιέζων θησαυρου̃ καὶ μακράν εἰσιν Σιδωνίων καὶ λόγον οὐκ ἔχουσιν πρὸς ἄνθρωπον 18:8 καὶ ἠ̃λθον οἱ πέντε ἄνδρες πρὸς τοὺς ἀδελφοὺς αὐτω̃ν εἰς Σαραα καὶ Εσθαολ καὶ εἰ̃πον τοι̃ς ἀδελφοι̃ς αὐτω̃ν τί ὑμει̃ς κάθησθε 18:9 καὶ εἰ̃παν ἀνάστητε καὶ ἀναβω̃μεν ἐπ' αὐτούς ὅτι εἴδομεν τὴν γη̃ν καὶ ἰδοὺ ἀγαθὴ σφόδρα καὶ ὑμει̃ς ἡσυχάζετε μὴ ὀκνήσητε του̃ πορευθη̃ναι καὶ εἰσελθει̃ν του̃ κληρονομη̃σαι τὴν γη̃ν 18:10 καὶ ἡνίκα ἂν ἔλθητε εἰσελεύσεσθε πρὸς λαὸν ἐπ' ἐλπίδι καὶ ἡ γη̃ πλατει̃α ὅτι ἔδωκεν αὐτὴν ὁ θεὸς ἐν χειρὶ ὑμω̃ν τόπος ὅπου οὐκ ἔστιν ἐκει̃ ὑστέρημα παντὸς ῥήματος τω̃ν ἐν τη̨̃ γη̨̃ 18:11 καὶ ἀπη̃ραν ἐκει̃θεν ἀπὸ δήμων του̃ Δαν ἀπὸ Σαραα καὶ ἀπὸ Εσθαολ ἑξακόσιοι ἄνδρες ἐζωσμένοι σκεύη παρατάξεως 18:12 καὶ ἀνέβησαν καὶ παρενέβαλον ἐν Καριαθιαριμ ἐν Ιουδα διὰ του̃το ἐκλήθη ἐν ἐκείνω̨ τω̨̃ τόπω̨ παρεμβολὴ Δαν ἕως τη̃ς ἡμέρας ταύτης ἰδοὺ ὀπίσω Καριαθιαριμ 18:13 καὶ παρη̃λθον ἐκει̃θεν ὄρος Εφραιμ καὶ ἠ̃λθον ἕως οἴκου Μιχαια 18:14 καὶ ἀπεκρίθησαν οἱ πέντε ἄνδρες οἱ πεπορευμένοι κατασκέψασθαι τὴν γη̃ν Λαισα καὶ εἰ̃παν πρὸς τοὺς ἀδελφοὺς αὐτω̃ν ἔγνωτε ὅτι ἔστιν ἐν τω̨̃ οἴκω̨ τούτω̨ εφωδ καὶ θεραφιν καὶ γλυπτὸν καὶ χωνευτόν καὶ νυ̃ν γνω̃τε ὅ τι ποιήσετε 18:15 καὶ ἐξέκλιναν ἐκει̃ καὶ εἰση̃λθον εἰς τὸν οἰ̃κον του̃ νεανίσκου του̃ Λευίτου οἰ̃κον Μιχαια καὶ ἠρώτησαν αὐτὸν εἰς εἰρήνην 18:16 καὶ οἱ ἑξακόσιοι ἄνδρες οἱ ἀνεζωσμένοι τὰ σκεύη τη̃ς παρατάξεως αὐτω̃ν ἑστω̃τες παρὰ θύρας τη̃ς πύλης οἱ ἐκ τω̃ν υἱω̃ν Δαν 18:17 καὶ ἀνέβησαν οἱ πέντε ἄνδρες οἱ πορευθέντες κατασκέψασθαι τὴν γη̃ν 18:18 καὶ εἰση̃λθον ἐκει̃ εἰς οἰ̃κον Μιχαια καὶ ὁ ἱερεὺς ἑστώς καὶ ἔλαβον τὸ γλυπτὸν καὶ τὸ εφωδ καὶ τὸ θεραφιν καὶ τὸ χωνευτόν καὶ εἰ̃πεν πρὸς αὐτοὺς ὁ ἱερεύς τί ὑμει̃ς ποιει̃τε 18:19 καὶ εἰ̃παν αὐτω̨̃ κώφευσον ἐπίθες τὴν χει̃ρά σου ἐπὶ τὸ στόμα σου καὶ δευ̃ρο μεθ' ἡμω̃ν καὶ γενου̃ ἡμι̃ν εἰς πατέρα καὶ εἰς ἱερέα μὴ ἀγαθὸν εἰ̃ναί σε ἱερέα οἴκου ἀνδρὸς ἑνὸς ἢ γενέσθαι σε ἱερέα φυλη̃ς καὶ οἴκου εἰς δη̃μον Ισραηλ 18:20 καὶ ἠγαθύνθη ἡ καρδία του̃ ἱερέως καὶ ἔλαβεν τὸ εφωδ καὶ τὸ θεραφιν καὶ τὸ γλυπτὸν καὶ τὸ χωνευτὸν καὶ ἠ̃λθεν ἐν μέσω̨ του̃ λαου̃ 18:21 καὶ ἐπέστρεψαν καὶ ἀπη̃λθαν καὶ ἔθηκαν τὰ τέκνα καὶ τὴν κτη̃σιν καὶ τὸ βάρος ἔμπροσθεν αὐτω̃ν 18:22 αὐτοὶ ἐμάκρυναν ἀπὸ οἴκου Μιχαια καὶ ἰδοὺ Μιχαιας καὶ οἱ ἄνδρες οἱ ἐν ται̃ς οἰκίαις ται̃ς μετὰ οἴκου Μιχαια ἐβόησαν καὶ κατελάβοντο τοὺς υἱοὺς Δαν 18:23 καὶ ἐπέστρεψαν τὸ πρόσωπον αὐτω̃ν υἱοὶ Δαν καὶ εἰ̃παν τω̨̃ Μιχαια τί ἐστίν σοι ὅτι ἐβόησας 18:24 καὶ εἰ̃πεν Μιχαιας ὅτι τὸ γλυπτόν μου ὃ ἐποίησα ἐλάβετε καὶ τὸν ἱερέα καὶ ἐπορεύθητε καὶ τί ἐμοὶ ἔτι καὶ τί του̃το λέγετε πρός με τί κράζεις 18:25 καὶ εἰ̃πον πρὸς αὐτὸν οἱ υἱοὶ Δαν μὴ ἀκουσθήτω δὴ φωνή σου μεθ' ἡμω̃ν μήποτε συναντήσωσιν ἐν ἡμι̃ν ἄνδρες πικροὶ ψυχη̨̃ καὶ προσθήσουσιν ψυχὴν καὶ τὴν ψυχὴν του̃ οἴκου σου 18:26 καὶ ἐπορεύθησαν οἱ υἱοὶ Δαν εἰς ὁδὸν αὐτω̃ν καὶ εἰ̃δεν Μιχαιας ὅτι δυνατώτεροί εἰσιν ὑπὲρ αὐτόν καὶ ἐπόστρεψεν εἰς τὸν οἰ̃κον αὐτου̃ 18:27 καὶ οἱ υἱοὶ Δαν ἔλαβον ὃ ἐποίησεν Μιχαιας καὶ τὸν ἱερέα ὃς ἠ̃ν αὐτω̨̃ καὶ ἠ̃λθον ἐπὶ Λαισα ἐπὶ λαὸν ἡσυχάζοντα καὶ πεποιθότα ἐπ' ἐλπίδι καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί 18:28 καὶ οὐκ ἠ̃ν ὁ ῥυόμενος ὅτι μακράν ἐστιν ἀπὸ Σιδωνίων καὶ λόγος οὐκ ἔστιν αὐτοι̃ς μετὰ ἀνθρώπου καὶ αὐτὴ ἐν τη̨̃ κοιλάδι του̃ οἴκου Ρααβ καὶ ὠ̨κοδόμησαν τὴν πόλιν καὶ κατεσκήνωσαν ἐν αὐτη̨̃ 18:29 καὶ ἐκάλεσαν τὸ ὄνομα τη̃ς πόλεως Δαν ἐν ὀνόματι Δαν πατρὸς αὐτω̃ν ὃς ἐτέχθη τω̨̃ Ισραηλ καὶ Ουλαμαις τὸ ὄνομα τη̃ς πόλεως τὸ πρότερον 18:30 καὶ ἔστησαν ἑαυτοι̃ς οἱ υἱοὶ Δαν τὸ γλυπτόν καὶ Ιωναθαμ υἱὸς Γηρσομ υἱὸς Μανασση αὐτὸς καὶ οἱ υἱοὶ αὐτου̃ ἠ̃σαν ἱερει̃ς τη̨̃ φυλη̨̃ Δαν ἕως ἡμέρας ἀποικίας τη̃ς γη̃ς 18:31 καὶ ἔθηκαν αὐτοι̃ς τὸ γλυπτόν ὃ ἐποίησεν Μιχαιας πάσας τὰς ἡμέρας ἃς ἠ̃ν ὁ οἰ̃κος του̃ θεου̃ ἐν Σηλωμ 19:1 καὶ ἐγένετο ἐν ται̃ς ἡμέραις ἐκείναις καὶ οὐκ ἠ̃ν βασιλεὺς ἐν Ισραηλ καὶ ἐγένετο ἀνὴρ Λευίτης παροικω̃ν ἐν μηροι̃ς ὄρους Εφραιμ καὶ ἔλαβεν αὐτω̨̃ γυναι̃κα παλλακὴν ἀπὸ Βηθλεεμ Ιουδα 19:2 καὶ ἐπορεύθη ἀπ' αὐτου̃ ἡ παλλακὴ αὐτου̃ καὶ ἀπη̃λθεν παρ' αὐτου̃ εἰς οἰ̃κον πατρὸς αὐτη̃ς εἰς Βηθλεεμ Ιουδα καὶ ἠ̃ν ἐκει̃ ἡμέρας τεσσάρων μηνω̃ν 19:3 καὶ ἀνέστη ὁ ἀνὴρ αὐτη̃ς καὶ ἐπορεύθη ὀπίσω αὐτη̃ς του̃ λαλη̃σαι ἐπὶ καρδίαν αὐτη̃ς του̃ ἐπιστρέψαι αὐτὴν αὐτω̨̃ καὶ νεανίας αὐτου̃ μετ' αὐτου̃ καὶ ζευ̃γος ὄνων καὶ ἥδε εἰσήνεγκεν αὐτὸν εἰς οἰ̃κον πατρὸς αὐτη̃ς καὶ εἰ̃δεν αὐτὸν ὁ πατὴρ τη̃ς νεάνιδος καὶ ηὐφράνθη εἰς συνάντησιν αὐτου̃ 19:4 καὶ κατέσχεν αὐτὸν ὁ γαμβρὸς αὐτου̃ ὁ πατὴρ τη̃ς νεάνιδος καὶ ἐκάθισεν μετ' αὐτου̃ ἐπὶ τρει̃ς ἡμέρας καὶ ἔφαγον καὶ ἔπιον καὶ ηὐλίσθησαν ἐκει̃ 19:5 καὶ ἐγένετο τη̨̃ ἡμέρα̨ τη̨̃ τετάρτη̨ καὶ ὤρθρισαν τὸ πρωί καὶ ἀνέστη του̃ πορευθη̃ναι καὶ εἰ̃πεν ὁ πατὴρ τη̃ς νεάνιδος πρὸς τὸν νυμφίον αὐτου̃ στήρισόν σου τὴν καρδίαν ψωμω̨̃ ἄρτου καὶ μετὰ του̃το πορεύσεσθε 19:6 καὶ ἐκάθισεν καὶ ἔφαγον οἱ δύο ἐπὶ τὸ αὐτὸ καὶ ἔπιον καὶ εἰ̃πεν ὁ πατὴρ τη̃ς νεάνιδος πρὸς τὸν ἄνδρα ἄγε δὴ αὐλίσθητι καὶ ἀγαθυνθήσεται ἡ καρδία σου 19:7 καὶ ἀνέστη ὁ ἀνὴρ του̃ πορεύεσθαι καὶ ἐβιάσατο αὐτὸν ὁ γαμβρὸς αὐτου̃ καὶ ἐκάθισεν καὶ ηὐλίσθη ἐκει̃ 19:8 καὶ ὤρθρισεν τὸ πρωὶ τη̨̃ ἡμέρα̨ τη̨̃ πέμπτη̨ του̃ πορευθη̃ναι καὶ εἰ̃πεν ὁ πατὴρ τη̃ς νεάνιδος στήρισον δὴ τὴν καρδίαν σου καὶ στράτευσον ἕως κλι̃ναι τὴν ἡμέραν καὶ ἔφαγον οἱ δύο 19:9 καὶ ἀνέστη ὁ ἀνὴρ του̃ πορευθη̃ναι αὐτὸς καὶ ἡ παλλακὴ αὐτου̃ καὶ ὁ νεανίας αὐτου̃ καὶ εἰ̃πεν αὐτω̨̃ ὁ γαμβρὸς αὐτου̃ ὁ πατὴρ τη̃ς νεάνιδος ἰδοὺ δὴ ἠσθένησεν ἡ ἡμέρα εἰς τὴν ἑσπέραν αὐλίσθητι ὡ̃δε καὶ ἀγαθυνθήσεται ἡ καρδία σου καὶ ὀρθριει̃τε αὔριον εἰς ὁδὸν ὑμω̃ν καὶ πορεύση̨ εἰς τὸ σκήνωμά σου 19:10 καὶ οὐκ εὐδόκησεν ὁ ἀνὴρ αὐλισθη̃ναι καὶ ἀνέστη καὶ ἀπη̃λθεν καὶ ἠ̃λθεν ἕως ἀπέναντι Ιεβους αὕτη ἐστὶν Ιερουσαλημ καὶ μετ' αὐτου̃ ζευ̃γος ὄνων ἐπισεσαγμένων καὶ ἡ παλλακὴ αὐτου̃ μετ' αὐτου̃ 19:11 καὶ ἤλθοσαν ἕως Ιεβους καὶ ἡ ἡμέρα προβεβήκει σφόδρα καὶ εἰ̃πεν ὁ νεανίας πρὸς τὸν κύριον αὐτου̃ δευ̃ρο δὴ καὶ ἐκκλίνωμεν εἰς πόλιν του̃ Ιεβουσι ταύτην καὶ αὐλισθω̃μεν ἐν αὐτη̨̃ 19:12 καὶ εἰ̃πεν πρὸς αὐτὸν ὁ κύριος αὐτου̃ οὐκ ἐκκλινου̃μεν εἰς πόλιν ἀλλοτρίαν ἐν ἡ̨̃ οὐκ ἔστιν ἀπὸ υἱω̃ν Ισραηλ ὡ̃δε καὶ παρελευσόμεθα ἕως Γαβαα 19:13 καὶ εἰ̃πεν τω̨̃ νεανία̨ αὐτου̃ δευ̃ρο καὶ ἐγγίσωμεν ἑνὶ τω̃ν τόπων καὶ αὐλισθησόμεθα ἐν Γαβαα ἢ ἐν Ραμα 19:14 καὶ παρη̃λθον καὶ ἐπορεύθησαν καὶ ἔδυ ὁ ἥλιος αὐτοι̃ς ἐχόμενα τη̃ς Γαβαα ἥ ἐστιν τω̨̃ Βενιαμιν 19:15 καὶ ἐξέκλιναν ἐκει̃ του̃ εἰσελθει̃ν αὐλισθη̃ναι ἐν Γαβαα καὶ εἰση̃λθον καὶ ἐκάθισαν ἐν τη̨̃ πλατεία̨ τη̃ς πόλεως καὶ οὐκ ἠ̃ν ἀνὴρ συνάγων αὐτοὺς εἰς οἰκίαν αὐλισθη̃ναι 19:16 καὶ ἰδοὺ ἀνὴρ πρεσβύτης ἤρχετο ἐξ ἔργων αὐτου̃ ἐξ ἀγρου̃ ἐν ἑσπέρα̨ καὶ ὁ ἀνὴρ ἠ̃ν ἐξ ὄρους Εφραιμ καὶ αὐτὸς παρώ̨κει ἐν Γαβαα καὶ οἱ ἄνδρες του̃ τόπου υἱοὶ Βενιαμιν 19:17 καὶ ἠ̃ρεν τοὺς ὀφθαλμοὺς αὐτου̃ καὶ εἰ̃δεν τὸν ὁδοιπόρον ἄνδρα ἐν τη̨̃ πλατεία̨ τη̃ς πόλεως καὶ εἰ̃πεν ὁ ἀνὴρ ὁ πρεσβύτης που̃ πορεύη̨ καὶ πόθεν ἔρχη̨ 19:18 καὶ εἰ̃πεν πρὸς αὐτόν παραπορευόμεθα ἡμει̃ς ἀπὸ Βηθλεεμ Ιουδα ἕως μηρω̃ν ὄρους Εφραιμ ἐκει̃θεν ἐγώ εἰμι καὶ ἐπορεύθην ἕως Βηθλεεμ Ιουδα καὶ εἰς τὸν οἰ̃κόν μου ἐγὼ πορεύομαι καὶ οὐκ ἔστιν ἀνὴρ συνάγων με εἰς τὴν οἰκίαν 19:19 καί γε ἄχυρα καὶ χορτάσματά ἐστιν τοι̃ς ὄνοις ἡμω̃ν καὶ ἄρτοι καὶ οἰ̃νός ἐστιν ἐμοὶ καὶ τη̨̃ παιδίσκη̨ καὶ τω̨̃ νεανίσκω̨ μετὰ τω̃ν παιδίων σου οὐκ ἔστιν ὑστέρημα παντὸς πράγματος 19:20 καὶ εἰ̃πεν ὁ ἀνὴρ ὁ πρεσβύτης εἰρήνη σοι πλὴν πα̃ν ὑστέρημά σου ἐπ' ἐμέ πλὴν ἐν τη̨̃ πλατεία̨ οὐ μὴ αὐλισθήση̨ 19:21 καὶ εἰσήνεγκεν αὐτὸν εἰς τὸν οἰ̃κον αὐτου̃ καὶ τόπον ἐποίησεν τοι̃ς ὄνοις καὶ αὐτοὶ ἐνίψαντο τοὺς πόδας αὐτω̃ν καὶ ἔφαγον καὶ ἔπιον 19:22 αὐτοὶ δ' ἀγαθύνοντες καρδίαν αὐτω̃ν καὶ ἰδοὺ ἄνδρες τη̃ς πόλεως υἱοὶ παρανόμων ἐκύκλωσαν τὴν οἰκίαν κρούοντες ἐπὶ τὴν θύραν καὶ εἰ̃πον πρὸς τὸν ἄνδρα τὸν κύριον του̃ οἴκου τὸν πρεσβύτην λέγοντες ἐξένεγκε τὸν ἄνδρα ὃς εἰση̃λθεν εἰς τὴν οἰκίαν σου ἵνα γνω̃μεν αὐτόν 19:23 καὶ ἐξη̃λθεν πρὸς αὐτοὺς ὁ ἀνὴρ ὁ κύριος του̃ οἴκου καὶ εἰ̃πεν μή ἀδελφοί μὴ κακοποιήσητε δή μετὰ τὸ εἰσελθει̃ν τὸν ἄνδρα του̃τον εἰς τὴν οἰκίαν μου μὴ ποιήσητε τὴν ἀφροσύνην ταύτην 19:24 ἰδὲ ἡ θυγάτηρ μου ἡ παρθένος καὶ ἡ παλλακὴ αὐτου̃ ἐξάξω αὐτάς καὶ ταπεινώσατε αὐτὰς καὶ ποιήσατε αὐται̃ς τὸ ἀγαθὸν ἐν ὀφθαλμοι̃ς ὑμω̃ν καὶ τω̨̃ ἀνδρὶ τούτω̨ οὐ ποιήσετε τὸ ῥη̃μα τη̃ς ἀφροσύνης ταύτης 19:25 καὶ οὐκ εὐδόκησαν οἱ ἄνδρες του̃ εἰσακου̃σαι αὐτου̃ καὶ ἐπελάβετο ὁ ἀνὴρ τη̃ς παλλακη̃ς αὐτου̃ καὶ ἐξήγαγεν αὐτὴν πρὸς αὐτοὺς ἔξω καὶ ἔγνωσαν αὐτὴν καὶ ἐνέπαιζον ἐν αὐτη̨̃ ὅλην τὴν νύκτα ἕως πρωί καὶ ἐξαπέστειλαν αὐτήν ὡς ἀνέβη τὸ πρωί 19:26 καὶ ἠ̃λθεν ἡ γυνὴ πρὸς τὸν ὄρθρον καὶ ἔπεσεν παρὰ τὴν θύραν του̃ οἴκου οὑ̃ ἠ̃ν αὐτη̃ς ἐκει̃ ὁ ἀνήρ ἕως του̃ διαφω̃σαι 19:27 καὶ ἀνέστη ὁ ἀνὴρ αὐτη̃ς τὸ πρωὶ καὶ ἤνοιξεν τὰς θύρας του̃ οἴκου καὶ ἐξη̃λθεν του̃ πορευθη̃ναι τὴν ὁδὸν αὐτου̃ καὶ ἰδοὺ ἡ γυνὴ ἡ παλλακὴ αὐτου̃ πεπτωκυι̃α παρὰ τὰς θύρας του̃ οἴκου καὶ αἱ χει̃ρες αὐτη̃ς ἐπὶ τὸ πρόθυρον 19:28 καὶ εἰ̃πεν πρὸς αὐτήν ἀνάστα καὶ ἀπέλθωμεν καὶ οὐκ ἀπεκρίθη ὅτι ἠ̃ν νεκρά καὶ ἔλαβεν αὐτὴν ἐπὶ τὸν ὄνον καὶ ἐπορεύθη εἰς τὸν τόπον αὐτου̃ 19:29 καὶ ἔλαβεν τὴν ῥομφαίαν καὶ ἐκράτησεν τὴν παλλακὴν αὐτου̃ καὶ ἐμέλισεν αὐτὴν εἰς δώδεκα μέλη καὶ ἀπέστειλεν αὐτὰ ἐν παντὶ ὁρίω̨ Ισραηλ 19:30 καὶ ἐγένετο πα̃ς ὁ βλέπων ἔλεγεν οὐκ ἐγένετο καὶ οὐχ ἑόραται ὡς αὕτη ἀπὸ ἡμέρας ἀναβάσεως υἱω̃ν Ισραηλ ἐκ γη̃ς Αἰγύπτου καὶ ἕως τη̃ς ἡμέρας ταύτης θέσθε ὑμι̃ν αὐτοὶ ἐπ' αὐτὴν βουλὴν καὶ λαλήσατε 20:1 καὶ ἐξη̃λθον πάντες οἱ υἱοὶ Ισραηλ καὶ ἐξεκκλησιάσθη ἡ συναγωγὴ ὡς ἀνὴρ εἱ̃ς ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε καὶ γη̃ του̃ Γαλααδ πρὸς κύριον εἰς Μασσηφα 20:2 καὶ ἐστάθησαν κατὰ πρόσωπον κυρίου πα̃σαι αἱ φυλαὶ του̃ Ισραηλ ἐν ἐκκλησία̨ του̃ λαου̃ του̃ θεου̃ τετρακόσιαι χιλιάδες ἀνδρω̃ν πεζω̃ν ἕλκοντες ῥομφαίαν 20:3 καὶ ἤκουσαν οἱ υἱοὶ Βενιαμιν ὅτι ἀνέβησαν οἱ υἱοὶ Ισραηλ εἰς Μασσηφα καὶ ἐλθόντες εἰ̃παν οἱ υἱοὶ Ισραηλ λαλήσατε που̃ ἐγένετο ἡ πονηρία αὕτη 20:4 καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ Λευίτης ὁ ἀνὴρ τη̃ς γυναικὸς τη̃ς φονευθείσης καὶ εἰ̃πεν εἰς Γαβαα τη̃ς Βενιαμιν ἠ̃λθον ἐγὼ καὶ ἡ παλλακή μου του̃ αὐλισθη̃ναι 20:5 καὶ ἀνέστησαν ἐπ' ἐμὲ οἱ ἄνδρες τη̃ς Γαβαα καὶ ἐκύκλωσαν ἐπ' ἐμὲ ἐπὶ τὴν οἰκίαν νυκτός ἐμὲ ἠθέλησαν φονευ̃σαι καὶ τὴν παλλακήν μου ἐταπείνωσαν καὶ ἀπέθανεν 20:6 καὶ ἐκράτησα τὴν παλλακήν μου καὶ ἐμέλισα αὐτὴν καὶ ἀπέστειλα ἐν παντὶ ὁρίω̨ κληρονομίας υἱω̃ν Ισραηλ ὅτι ἐποίησαν ζεμα καὶ ἀπόπτωμα ἐν Ισραηλ 20:7 ἰδοὺ πάντες ὑμει̃ς υἱοὶ Ισραηλ δότε ἑαυτοι̃ς λόγον καὶ βουλὴν ἐκει̃ 20:8 καὶ ἀνέστη πα̃ς ὁ λαὸς ὡς ἀνὴρ εἱ̃ς λέγοντες οὐκ ἀπελευσόμεθα ἀνὴρ εἰς σκήνωμα αὐτου̃ καὶ οὐκ ἐπιστρέψομεν ἀνὴρ εἰς οἰ̃κον αὐτου̃ 20:9 καὶ νυ̃ν του̃το τὸ ῥη̃μα ὃ ποιηθήσεται τη̨̃ Γαβαα ἀναβησόμεθα ἐπ' αὐτὴν ἐν κλήρω̨ 20:10 πλὴν λημψόμεθα δέκα ἄνδρας τοι̃ς ἑκατὸν εἰς πάσας φυλὰς Ισραηλ καὶ ἑκατὸν τοι̃ς χιλίοις καὶ χιλίους τοι̃ς μυρίοις λαβει̃ν ἐπισιτισμὸν του̃ ποιη̃σαι ἐλθει̃ν αὐτοὺς εἰς Γαβαα Βενιαμιν ποιη̃σαι αὐτη̨̃ κατὰ πα̃ν τὸ ἀπόπτωμα ὃ ἐποίησεν ἐν Ισραηλ 20:11 καὶ συνήχθη πα̃ς ἀνὴρ Ισραηλ εἰς τὴν πόλιν ὡς ἀνὴρ εἱ̃ς 20:12 καὶ ἀπέστειλαν αἱ φυλαὶ Ισραηλ ἄνδρας ἐν πάση̨ φυλη̨̃ Βενιαμιν λέγοντες τίς ἡ πονηρία αὕτη ἡ γενομένη ἐν ὑμι̃ν 20:13 καὶ νυ̃ν δότε τοὺς ἄνδρας υἱοὺς παρανόμων τοὺς ἐν Γαβαα καὶ θανατώσομεν αὐτοὺς καὶ ἐκκαθαριου̃μεν πονηρίαν ἀπὸ Ισραηλ καὶ οὐκ εὐδόκησαν οἱ υἱοὶ Βενιαμιν ἀκου̃σαι τη̃ς φωνη̃ς τω̃ν ἀδελφω̃ν αὐτω̃ν υἱω̃ν Ισραηλ 20:14 καὶ συνήχθησαν οἱ υἱοὶ Βενιαμιν ἀπὸ τω̃ν πόλεων αὐτω̃ν εἰς Γαβαα ἐξελθει̃ν εἰς παράταξιν πρὸς υἱοὺς Ισραηλ 20:15 καὶ ἐπεσκέπησαν οἱ υἱοὶ Βενιαμιν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἀπὸ τω̃ν πόλεων εἴκοσι τρει̃ς χιλιάδες ἀνὴρ ἕλκων ῥομφαίαν ἐκτὸς τω̃ν οἰκούντων τὴν Γαβαα οἳ ἐπεσκέπησαν ἑπτακόσιοι ἄνδρες ἐκλεκτοὶ 20:16 ἐκ παντὸς λαου̃ ἀμφοτεροδέξιοι πάντες οὑ̃τοι σφενδονη̃ται ἐν λίθοις πρὸς τρίχα καὶ οὐκ ἐξαμαρτάνοντες 20:17 καὶ ἀνὴρ Ισραηλ ἐπεσκέπησαν ἐκτὸς του̃ Βενιαμιν τετρακόσιαι χιλιάδες ἀνδρω̃ν ἑλκόντων ῥομφαίαν πάντες οὑ̃τοι ἄνδρες παρατάξεως 20:18 καὶ ἀνέστησαν καὶ ἀνέβησαν εἰς Βαιθηλ καὶ ἠρώτησαν ἐν τω̨̃ θεω̨̃ καὶ εἰ̃παν οἱ υἱοὶ Ισραηλ τίς ἀναβήσεται ἡμι̃ν ἐν ἀρχη̨̃ εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμιν καὶ εἰ̃πεν κύριος Ιουδας ἐν ἀρχη̨̃ ἀναβήσεται ἀφηγούμενος 20:19 καὶ ἀνέστησαν οἱ υἱοὶ Ισραηλ τὸ πρωὶ καὶ παρενέβαλον ἐπὶ Γαβαα 20:20 καὶ ἐξη̃λθον πα̃ς ἀνὴρ Ισραηλ εἰς παράταξιν πρὸς Βενιαμιν καὶ συνη̃ψαν αὐτοι̃ς ἐπὶ Γαβαα 20:21 καὶ ἐξη̃λθον οἱ υἱοὶ Βενιαμιν ἀπὸ τη̃ς Γαβαα καὶ διέφθειραν ἐν Ισραηλ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ δύο καὶ εἴκοσι χιλιάδας ἀνδρω̃ν ἐπὶ τὴν γη̃ν 20:22 καὶ ἐνίσχυσαν ἀνὴρ Ισραηλ καὶ προσέθηκαν συνάψαι παράταξιν ἐν τω̨̃ τόπω̨ ὅπου συνη̃ψαν ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ πρώτη̨ 20:23 καὶ ἀνέβησαν οἱ υἱοὶ Ισραηλ καὶ ἔκλαυσαν ἐνώπιον κυρίου ἕως ἑσπέρας καὶ ἠρώτησαν ἐν κυρίω̨ λέγοντες εἰ προσθω̃μεν ἐγγίσαι εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμιν ἀδελφοὺς ἡμω̃ν καὶ εἰ̃πεν κύριος ἀνάβητε πρὸς αὐτούς 20:24 καὶ προση̃λθον οἱ υἱοὶ Ισραηλ πρὸς υἱοὺς Βενιαμιν ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ δευτέρα̨ 20:25 καὶ ἐξη̃λθον οἱ υἱοὶ Βενιαμιν εἰς συνάντησιν αὐτοι̃ς ἀπὸ τη̃ς Γαβαα ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ δευτέρα̨ καὶ διέφθειραν ἀπὸ υἱω̃ν Ισραηλ ἔτι ὀκτωκαίδεκα χιλιάδας ἀνδρω̃ν ἐπὶ τὴν γη̃ν πάντες οὑ̃τοι ἕλκοντες ῥομφαίαν 20:26 καὶ ἀνέβησαν πάντες οἱ υἱοὶ Ισραηλ καὶ πα̃ς ὁ λαὸς καὶ ἠ̃λθον εἰς Βαιθηλ καὶ ἔκλαυσαν καὶ ἐκάθισαν ἐκει̃ ἐνώπιον κυρίου καὶ ἐνήστευσαν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἕως ἑσπέρας καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ τελείας ἐνώπιον κυρίου 20:27 ὅτι ἐκει̃ κιβωτὸς διαθήκης κυρίου του̃ θεου̃ 20:28 καὶ Φινεες υἱὸς Ελεαζαρ υἱου̃ Ααρων παρεστηκὼς ἐνώπιον αὐτη̃ς ἐν ται̃ς ἡμέραις ἐκείναις καὶ ἐπηρώτησαν οἱ υἱοὶ Ισραηλ ἐν κυρίω̨ λέγοντες εἰ προσθω̃μεν ἔτι ἐξελθει̃ν εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμιν ἀδελφοὺς ἡμω̃ν ἢ ἐπίσχωμεν καὶ εἰ̃πεν κύριος ἀνάβητε ὅτι αὔριον δώσω αὐτοὺς εἰς τὰς χει̃ρας ὑμω̃ν 20:29 καὶ ἔθηκαν οἱ υἱοὶ Ισραηλ ἔνεδρα τη̨̃ Γαβαα κύκλω̨ 20:30 καὶ ἀνέβησαν οἱ υἱοὶ Ισραηλ πρὸς υἱοὺς Βενιαμιν ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ καὶ συνη̃ψαν πρὸς τὴν Γαβαα ὡς ἅπαξ καὶ ἅπαξ 20:31 καὶ ἐξη̃λθον οἱ υἱοὶ Βενιαμιν εἰς συνάντησιν του̃ λαου̃ καὶ ἐξεκενώθησαν τη̃ς πόλεως καὶ ἤρξαντο πατάσσειν ἀπὸ του̃ λαου̃ τραυματίας ὡς ἅπαξ καὶ ἅπαξ ἐν ται̃ς ὁδοι̃ς ἥ ἐστιν μία ἀναβαίνουσα εἰς Βαιθηλ καὶ μία εἰς Γαβαα ἐν ἀγρω̨̃ ὡς τριάκοντα ἄνδρας ἐν Ισραηλ 20:32 καὶ εἰ̃παν οἱ υἱοὶ Βενιαμιν πίπτουσιν ἐνώπιον ἡμω̃ν ὡς τὸ πρω̃τον καὶ οἱ υἱοὶ Ισραηλ εἰ̃πον φύγωμεν καὶ ἐκκενώσωμεν αὐτοὺς ἀπὸ τη̃ς πόλεως εἰς τὰς ὁδούς καὶ ἐποίησαν οὕτως 20:33 καὶ πα̃ς ἀνὴρ ἀνέστη ἐκ του̃ τόπου αὐτου̃ καὶ συνη̃ψαν ἐν Βααλθαμαρ καὶ τὸ ἔνεδρον Ισραηλ ἐπήρχετο ἐκ του̃ τόπου αὐτου̃ ἀπὸ Μααραγαβε 20:34 καὶ ἠ̃λθον ἐξ ἐναντίας Γαβαα δέκα χιλιάδες ἀνδρω̃ν ἐκλεκτω̃ν ἐκ παντὸς Ισραηλ καὶ παράταξις βαρει̃α καὶ αὐτοὶ οὐκ ἔγνωσαν ὅτι φθάνει ἐπ' αὐτοὺς ἡ κακία 20:35 καὶ ἐπάταξεν κύριος τὸν Βενιαμιν ἐνώπιον υἱω̃ν Ισραηλ καὶ διέφθειραν οἱ υἱοὶ Ισραηλ ἐκ του̃ Βενιαμιν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ εἴκοσι καὶ πέντε χιλιάδας καὶ ἑκατὸν ἄνδρας πάντες οὑ̃τοι εἱ̃λκον ῥομφαίαν 20:36 καὶ εἰ̃δον οἱ υἱοὶ Βενιαμιν ὅτι ἐπλήγησαν καὶ ἔδωκεν ἀνὴρ Ισραηλ τόπον τω̨̃ Βενιαμιν ὅτι ἤλπισαν πρὸς τὸ ἔνεδρον ὃ ἔθηκαν ἐπὶ τὴν Γαβαα 20:37 καὶ ἐν τω̨̃ αὐτοὺς ὑποχωρη̃σαι καὶ τὸ ἔνεδρον ἐκινήθη καὶ ἐξέτειναν ἐπὶ τὴν Γαβαα καὶ ἐξεχύθη τὸ ἔνεδρον καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ῥομφαίας 20:38 καὶ σημει̃ον ἠ̃ν τοι̃ς υἱοι̃ς Ισραηλ μετὰ του̃ ἐνέδρου τη̃ς μάχης ἀνενέγκαι αὐτοὺς σύσσημον καπνου̃ ἀπὸ τη̃ς πόλεως 20:39 καὶ εἰ̃δον οἱ υἱοὶ Ισραηλ ὅτι προκατελάβετο τὸ ἔνεδρον τὴν Γαβαα καὶ ἔστησαν ἐν τη̨̃ παρατάξει καὶ Βενιαμιν ἤρξατο πατάσσειν τραυματίας ἐν ἀνδράσιν Ισραηλ ὡς τριάκοντα ἄνδρας ὅτι εἰ̃παν πάλιν πτώσει πίπτουσιν ἐνώπιον ἡμω̃ν ὡς ἡ παράταξις ἡ πρώτη 20:40 καὶ τὸ σύσσημον ἀνέβη ἐπὶ πλει̃ον ἐπὶ τη̃ς πόλεως ὡς στυ̃λος καπνου̃ καὶ ἐπέβλεψεν Βενιαμιν ὀπίσω αὐτου̃ καὶ ἰδοὺ ἀνέβη ἡ συντέλεια τη̃ς πόλεως ἕως οὐρανου̃ 20:41 καὶ ἀνὴρ Ισραηλ ἐπέστρεψεν καὶ ἔσπευσαν ἄνδρες Βενιαμιν ὅτι εἰ̃δον ὅτι συνήντησεν ἐπ' αὐτοὺς ἡ πονηρία 20:42 καὶ ἐπέβλεψαν ἐνώπιον υἱω̃ν Ισραηλ εἰς ὁδὸν τη̃ς ἐρήμου καὶ ἔφυγον καὶ ἡ παράταξις ἔφθασεν ἐπ' αὐτούς καὶ οἱ ἀπὸ τω̃ν πόλεων διέφθειρον αὐτοὺς ἐν μέσω̨ αὐτω̃ν 20:43 καὶ κατέκοπτον τὸν Βενιαμιν καὶ ἐδίωξαν αὐτὸν ἀπὸ Νουα κατὰ πόδα αὐτου̃ ἕως ἀπέναντι Γαβαα πρὸς ἀνατολὰς ἡλίου 20:44 καὶ ἔπεσαν ἀπὸ Βενιαμιν δέκα ὀκτὼ χιλιάδες ἀνδρω̃ν οἱ πάντες οὑ̃τοι ἄνδρες δυνάμεως 20:45 καὶ ἐπέβλεψαν οἱ λοιποὶ καὶ ἔφευγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν του̃ Ρεμμων καὶ ἐκαλαμήσαντο ἐξ αὐτω̃ν οἱ υἱοὶ Ισραηλ πεντακισχιλίους ἄνδρας καὶ κατέβησαν ὀπίσω αὐτω̃ν οἱ υἱοὶ Ισραηλ ἕως Γεδαν καὶ ἐπάταξαν ἐξ αὐτω̃ν δισχιλίους ἄνδρας 20:46 καὶ ἐγένοντο πάντες οἱ πίπτοντες ἀπὸ Βενιαμιν εἴκοσι πέντε χιλιάδες ἀνδρω̃ν ἑλκόντων ῥομφαίαν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ οἱ πάντες οὑ̃τοι ἄνδρες δυνάμεως 20:47 καὶ ἐπέβλεψαν οἱ λοιποὶ καὶ ἔφυγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν του̃ Ρεμμων ἑξακόσιοι ἄνδρες καὶ ἐκάθισαν ἐν πέτρα̨ Ρεμμων τέσσαρας μη̃νας 20:48 καὶ οἱ υἱοὶ Ισραηλ ἐπέστρεψαν πρὸς υἱοὺς Βενιαμιν καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας ἀπὸ πόλεως Μεθλα καὶ ἕως κτήνους καὶ ἕως παντὸς του̃ εὑρισκομένου εἰς πάσας τὰς πόλεις καὶ τὰς πόλεις τὰς εὑρεθείσας ἐνέπρησαν ἐν πυρί 21:1 καὶ οἱ υἱοὶ Ισραηλ ὤμοσαν ἐν Μασσηφα λέγοντες ἀνὴρ ἐξ ἡμω̃ν οὐ δώσει θυγατέρα αὐτου̃ τω̨̃ Βενιαμιν εἰς γυναι̃κα 21:2 καὶ ἠ̃λθεν ὁ λαὸς εἰς Βαιθηλ καὶ ἐκάθισαν ἐκει̃ ἕως ἑσπέρας ἐνώπιον του̃ θεου̃ καὶ ἠ̃ραν φωνὴν αὐτω̃ν καὶ ἔκλαυσαν κλαυθμὸν μέγαν 21:3 καὶ εἰ̃παν εἰς τί κύριε θεὲ Ισραηλ ἐγενήθη αὕτη του̃ ἐπισκεπη̃ναι σήμερον ἀπὸ Ισραηλ φυλὴν μίαν 21:4 καὶ ἐγένετο τη̨̃ ἐπαύριον καὶ ὤρθρισεν ὁ λαὸς καὶ ὠ̨κοδόμησαν ἐκει̃ θυσιαστήριον καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ τελείας 21:5 καὶ εἰ̃πον οἱ υἱοὶ Ισραηλ τίς οὐκ ἀνέβη ἐν τη̨̃ ἐκκλησία̨ ἀπὸ πασω̃ν φυλω̃ν Ισραηλ πρὸς κύριον ὅτι ὁ ὅρκος μέγας ἠ̃ν τοι̃ς οὐκ ἀναβεβηκόσιν πρὸς κύριον εἰς Μασσηφα λέγοντες θανάτω̨ θανατωθήσεται 21:6 καὶ παρεκλήθησαν οἱ υἱοὶ Ισραηλ πρὸς Βενιαμιν ἀδελφὸν αὐτω̃ν καὶ εἰ̃παν ἐξεκόπη σήμερον φυλὴ μία ἀπὸ Ισραηλ 21:7 τί ποιήσωμεν αὐτοι̃ς τοι̃ς περισσοι̃ς τοι̃ς ὑπολειφθει̃σιν εἰς γυναι̃κας καὶ ἡμει̃ς ὠμόσαμεν ἐν κυρίω̨ του̃ μὴ δου̃ναι αὐτοι̃ς ἀπὸ τω̃ν θυγατέρων ἡμω̃ν εἰς γυναι̃κας 21:8 καὶ εἰ̃παν τίς εἱ̃ς ἀπὸ φυλω̃ν Ισραηλ ὃς οὐκ ἀνέβη πρὸς κύριον εἰς Μασσηφα καὶ ἰδοὺ οὐκ ἠ̃λθεν ἀνὴρ εἰς τὴν παρεμβολὴν ἀπὸ Ιαβις Γαλααδ εἰς τὴν ἐκκλησίαν 21:9 καὶ ἐπεσκέπη ὁ λαός καὶ οὐκ ἠ̃ν ἐκει̃ ἀνὴρ ἀπὸ οἰκούντων Ιαβις Γαλααδ 21:10 καὶ ἀπέστειλεν ἐκει̃ ἡ συναγωγὴ δώδεκα χιλιάδας ἀνδρω̃ν ἀπὸ υἱω̃ν τη̃ς δυνάμεως καὶ ἐνετείλαντο αὐτοι̃ς λέγοντες πορεύεσθε καὶ πατάξατε τοὺς οἰκου̃ντας Ιαβις Γαλααδ ἐν στόματι ῥομφαίας 21:11 καὶ του̃το ποιήσετε πα̃ν ἄρσεν καὶ πα̃σαν γυναι̃κα εἰδυι̃αν κοίτην ἄρσενος ἀναθεματιει̃τε τὰς δὲ παρθένους περιποιήσεσθε καὶ ἐποίησαν οὕτως 21:12 καὶ εὑ̃ρον ἀπὸ οἰκούντων Ιαβις Γαλααδ τετρακοσίας νεάνιδας παρθένους αἵτινες οὐκ ἔγνωσαν ἄνδρα εἰς κοίτην ἄρσενος καὶ ἤνεγκαν αὐτὰς εἰς τὴν παρεμβολὴν εἰς Σηλων τὴν ἐν γη̨̃ Χανααν 21:13 καὶ ἀπέστειλεν πα̃σα ἡ συναγωγὴ καὶ ἐλάλησαν πρὸς τοὺς υἱοὺς Βενιαμιν ἐν τη̨̃ πέτρα̨ Ρεμμων καὶ ἐκάλεσαν αὐτοὺς εἰς εἰρήνην 21:14 καὶ ἐπέστρεψεν Βενιαμιν πρὸς τοὺς υἱοὺς Ισραηλ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ καὶ ἔδωκαν αὐτοι̃ς οἱ υἱοὶ Ισραηλ τὰς γυναι̃κας ἃς ἐζωοποίησαν ἀπὸ τω̃ν θυγατέρων Ιαβις Γαλααδ καὶ ἤρεσεν αὐτοι̃ς οὕτως 21:15 καὶ ὁ λαὸς παρεκλήθη ἐπὶ τω̨̃ Βενιαμιν ὅτι ἐποίησεν κύριος διακοπὴν ἐν ται̃ς φυλαι̃ς Ισραηλ 21:16 καὶ εἰ̃πον οἱ πρεσβύτεροι τη̃ς συναγωγη̃ς τί ποιήσωμεν τοι̃ς περισσοι̃ς εἰς γυναι̃κας ὅτι ἠφανίσθη ἀπὸ Βενιαμιν γυνή 21:17 καὶ εἰ̃παν κληρονομία διασω̨ζομένων τω̨̃ Βενιαμιν καὶ οὐκ ἐξαλειφθήσεται φυλὴ ἀπὸ Ισραηλ 21:18 ὅτι ἡμει̃ς οὐ δυνησόμεθα δου̃ναι αὐτοι̃ς γυναι̃κας ἀπὸ τω̃ν θυγατέρων ἡμω̃ν ὅτι ὠμόσαμεν ἐν υἱοι̃ς Ισραηλ λέγοντες ἐπικατάρατος ὁ διδοὺς γυναι̃κα τω̨̃ Βενιαμιν 21:19 καὶ εἰ̃παν ἰδοὺ δὴ ἑορτὴ κυρίου ἐν Σηλων ἀφ' ἡμερω̃ν εἰς ἡμέρας ἥ ἐστιν ἀπὸ βορρα̃ τη̃ς Βαιθηλ κατ' ἀνατολὰς ἡλίου ἐπὶ τη̃ς ὁδου̃ τη̃ς ἀναβαινούσης ἀπὸ Βαιθηλ εἰς Συχεμ καὶ ἀπὸ νότου τη̃ς Λεβωνα 21:20 καὶ ἐνετείλαντο τοι̃ς υἱοι̃ς Βενιαμιν λέγοντες πορεύεσθε ἐνεδρεύσατε ἐν τοι̃ς ἀμπελω̃σιν 21:21 καὶ ὄψεσθε καὶ ἰδοὺ ἐὰν ἐξέλθωσιν αἱ θυγατέρες τω̃ν οἰκούντων Σηλων χορεύειν ἐν τοι̃ς χοροι̃ς καὶ ἐξελεύσεσθε ἐκ τω̃ν ἀμπελώνων καὶ ἁρπάσατε ἑαυτοι̃ς ἀνὴρ γυναι̃κα ἀπὸ τω̃ν θυγατέρων Σηλων καὶ πορεύεσθε εἰς γη̃ν Βενιαμιν 21:22 καὶ ἔσται ὅταν ἔλθωσιν οἱ πατέρες αὐτω̃ν ἢ οἱ ἀδελφοὶ αὐτω̃ν κρίνεσθαι πρὸς ὑμα̃ς καὶ ἐρου̃μεν αὐτοι̃ς ἔλεος ποιήσατε ἡμι̃ν αὐτάς ὅτι οὐκ ἐλάβομεν ἀνὴρ γυναι̃κα αὐτου̃ ἐν τη̨̃ παρατάξει ὅτι οὐχ ὑμει̃ς ἐδώκατε αὐτοι̃ς ὡς καιρὸς πλημμελήσατε 21:23 καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Βενιαμιν καὶ ἔλαβον γυναι̃κας εἰς ἀριθμὸν αὐτω̃ν ἀπὸ τω̃ν χορευουσω̃ν ὡ̃ν ἥρπασαν καὶ ἐπορεύθησαν καὶ ὑπέστρεψαν εἰς τὴν κληρονομίαν αὐτω̃ν καὶ ὠ̨κοδόμησαν τὰς πόλεις καὶ ἐκάθισαν ἐν αὐται̃ς 21:24 καὶ περιεπάτησαν ἐκει̃θεν οἱ υἱοὶ Ισραηλ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἀνὴρ εἰς φυλὴν αὐτου̃ καὶ εἰς συγγένειαν αὐτου̃ καὶ ἐξη̃λθον ἐκει̃θεν ἀνὴρ εἰς κληρονομίαν αὐτου̃ 21:25 ἐν δὲ ται̃ς ἡμέραις ἐκείναις οὐκ ἠ̃ν βασιλεὺς ἐν Ισραηλ ἀνὴρ τὸ εὐθὲς ἐνώπιον αὐτου̃ ἐποίει . |
[X] |