'Ιησου̃ς (Βατικανòς Κω̃διξ)

1:1 καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Μωυση̃ εἰ̃πεν κύριος τω̨̃ 'Ιησοι̃ υἱω̨̃ Ναυη τω̨̃ ὑπουργω̨̃ Μωυση̃ λέγων

1:2 Μωυση̃ς ὁ θεράπων μου τετελεύτηκεν νυ̃ν οὐ̃ν ἀναστὰς διάβηθι τὸν Ιορδάνην σὺ καὶ πα̃ς ὁ λαὸς οὑ̃τος εἰς τὴν γη̃ν ἣν ἐγὼ δίδωμι αὐτοι̃ς

1:3 πα̃ς ὁ τόπος ἐφ' ὃν ἂν ἐπιβη̃τε τω̨̃ ἴχνει τω̃ν ποδω̃ν ὑμω̃ν ὑμι̃ν δώσω αὐτόν ὃν τρόπον εἴρηκα τω̨̃ Μωυση̨̃

1:4 τὴν ἔρημον καὶ τὸν 'Αντιλίβανον ἕως του̃ ποταμου̃ του̃ μεγάλου ποταμου̃ Εὐφράτου καὶ ἕως τη̃ς θαλάσσης τη̃ς ἐσχάτης ἀφ' ἡλίου δυσμω̃ν ἔσται τὰ ὅρια ὑμω̃ν

1:5 οὐκ ἀντιστήσεται ἄνθρωπος κατενώπιον ὑμω̃ν πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς σου καὶ ὥσπερ ἤμην μετὰ Μωυση̃ οὕτως ἔσομαι καὶ μετὰ σου̃ καὶ οὐκ ἐγκαταλείψω σε οὐδὲ ὑπερόψομαί σε

1:6 ἴσχυε καὶ ἀνδρίζου σὺ γὰρ ἀποδιαστελει̃ς τω̨̃ λαω̨̃ τούτω̨ τὴν γη̃ν ἣν ὤμοσα τοι̃ς πατράσιν ὑμω̃ν δου̃ναι αὐτοι̃ς

1:7 ἴσχυε οὐ̃ν καὶ ἀνδρίζου φυλάσσεσθαι καὶ ποιει̃ν καθότι ἐνετείλατό σοι Μωυση̃ς ὁ παι̃ς μου καὶ οὐκ ἐκκλινει̃ς ἀπ' αὐτω̃ν εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερά ἵνα συνη̨̃ς ἐν πα̃σιν οἱ̃ς ἐὰν πράσση̨ς

1:8 καὶ οὐκ ἀποστήσεται ἡ βίβλος του̃ νόμου τούτου ἐκ του̃ στόματός σου καὶ μελετήσεις ἐν αὐτω̨̃ ἡμέρας καὶ νυκτός ἵνα συνη̨̃ς ποιει̃ν πάντα τὰ γεγραμμένα τότε εὐοδωθήση̨ καὶ εὐοδώσεις τὰς ὁδούς σου καὶ τότε συνήσεις

1:9 ἰδοὺ ἐντέταλμαί σοι ἴσχυε καὶ ἀνδρίζου μὴ δειλιάση̨ς μηδὲ φοβηθη̨̃ς ὅτι μετὰ σου̃ κύριος ὁ θεός σου εἰς πάντα οὑ̃ ἐὰν πορεύη̨

1:10 καὶ ἐνετείλατο 'Ιησου̃ς τοι̃ς γραμματευ̃σιν του̃ λαου̃ λέγων

1:11 εἰσέλθατε κατὰ μέσον τη̃ς παρεμβολη̃ς του̃ λαου̃ καὶ ἐντείλασθε τω̨̃ λαω̨̃ λέγοντες ἑτοιμάζεσθε ἐπισιτισμόν ὅτι ἔτι τρει̃ς ἡμέραι καὶ ὑμει̃ς διαβαίνετε τὸν Ιορδάνην του̃τον εἰσελθόντες κατασχει̃ν τὴν γη̃ν ἣν κύριος ὁ θεὸς τω̃ν πατέρων ὑμω̃ν δίδωσιν ὑμι̃ν

1:12 καὶ τω̨̃ Ρουβην καὶ τω̨̃ Γαδ καὶ τω̨̃ ἡμίσει φυλη̃ς Μανασση εἰ̃πεν 'Ιησου̃ς

1:13 μνήσθητε τὸ ῥη̃μα κυρίου ὃ ἐνετείλατο ὑμι̃ν Μωυση̃ς ὁ παι̃ς κυρίου λέγων κύριος ὁ θεὸς ὑμω̃ν κατέπαυσεν ὑμα̃ς καὶ ἔδωκεν ὑμι̃ν τὴν γη̃ν ταύτην

1:14 αἱ γυναι̃κες ὑμω̃ν καὶ τὰ παιδία ὑμω̃ν καὶ τὰ κτήνη ὑμω̃ν κατοικείτωσαν ἐν τη̨̃ γη̨̃ ἡ̨̃ ἔδωκεν ὑμι̃ν ὑμει̃ς δὲ διαβήσεσθε εὔζωνοι πρότεροι τω̃ν ἀδελφω̃ν ὑμω̃ν πα̃ς ὁ ἰσχύων καὶ συμμαχήσετε αὐτοι̃ς

1:15 ἕως ἂν καταπαύση̨ κύριος ὁ θεὸς ὑμω̃ν τοὺς ἀδελφοὺς ὑμω̃ν ὥσπερ καὶ ὑμα̃ς καὶ κληρονομήσωσιν καὶ οὑ̃τοι τὴν γη̃ν ἣν κύριος ὁ θεὸς ἡμω̃ν δίδωσιν αὐτοι̃ς καὶ ἀπελεύσεσθε ἕκαστος εἰς τὴν κληρονομίαν αὐτου̃ ἣν δέδωκεν ὑμι̃ν Μωυση̃ς εἰς τὸ πέραν του̃ Ιορδάνου ἀπ' ἀνατολω̃ν ἡλίου

1:16 καὶ ἀποκριθέντες τω̨̃ 'Ιησοι̃ εἰ̃παν πάντα ὅσα ἂν ἐντείλη̨ ἡμι̃ν ποιήσομεν καὶ εἰς πάντα τόπον οὑ̃ ἐὰν ἀποστείλη̨ς ἡμα̃ς πορευσόμεθα

1:17 κατὰ πάντα ὅσα ἠκούσαμεν Μωυση̃ ἀκουσόμεθα σου̃ πλὴν ἔστω κύριος ὁ θεὸς ἡμω̃ν μετὰ σου̃ ὃν τρόπον ἠ̃ν μετὰ Μωυση̃

1:18 ὁ δὲ ἄνθρωπος ὃς ἐὰν ἀπειθήση̨ σοι καὶ ὅστις μὴ ἀκούση̨ τω̃ν ῥημάτων σου καθότι ἂν αὐτω̨̃ ἐντείλη̨ ἀποθανέτω ἀλλὰ ἴσχυε καὶ ἀνδρίζου

2:1 καὶ ἀπέστειλεν 'Ιησου̃ς υἱὸς Ναυη ἐκ Σαττιν δύο νεανίσκους κατασκοπευ̃σαι λέγων ἀνάβητε καὶ ἴδετε τὴν γη̃ν καὶ τὴν Ιεριχω καὶ πορευθέντες εἰσήλθοσαν οἱ δύο νεανίσκοι εἰς Ιεριχω καὶ εἰσήλθοσαν εἰς οἰκίαν γυναικὸς πόρνης ἡ̨̃ ὄνομα Ρααβ καὶ κατέλυσαν ἐκει̃

2:2 καὶ ἀπηγγέλη τω̨̃ βασιλει̃ Ιεριχω λέγοντες εἰσπεπόρευνται ὡ̃δε ἄνδρες τω̃ν υἱω̃ν Ισραηλ κατασκοπευ̃σαι τὴν γη̃ν

2:3 καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ιεριχω καὶ εἰ̃πεν πρὸς Ρααβ λέγων ἐξάγαγε τοὺς ἄνδρας τοὺς εἰσπεπορευμένους εἰς τὴν οἰκίαν σου τὴν νύκτα κατασκοπευ̃σαι γὰρ τὴν γη̃ν ἥκασιν

2:4 καὶ λαβου̃σα ἡ γυνὴ τοὺς ἄνδρας ἔκρυψεν αὐτοὺς καὶ εἰ̃πεν αὐτοι̃ς λέγουσα εἰσεληλύθασιν πρός με οἱ ἄνδρες

2:5 ὡς δὲ ἡ πύλη ἐκλείετο ἐν τω̨̃ σκότει καὶ οἱ ἄνδρες ἐξη̃λθον οὐκ ἐπίσταμαι που̃ πεπόρευνται καταδιώξατε ὀπίσω αὐτω̃ν εἰ καταλήμψεσθε αὐτούς

2:6 αὐτὴ δὲ ἀνεβίβασεν αὐτοὺς ἐπὶ τὸ δω̃μα καὶ ἔκρυψεν αὐτοὺς ἐν τη̨̃ λινοκαλάμη̨ τη̨̃ ἐστοιβασμένη̨ αὐτη̨̃ ἐπὶ του̃ δώματος

2:7 καὶ οἱ ἄνδρες κατεδίωξαν ὀπίσω αὐτω̃ν ὁδὸν τὴν ἐπὶ του̃ Ιορδάνου ἐπὶ τὰς διαβάσεις καὶ ἡ πύλη ἐκλείσθη καὶ ἐγένετο ὡς ἐξήλθοσαν οἱ διώκοντες ὀπίσω αὐτω̃ν

2:8 καὶ αὐτοὶ δὲ πρὶν ἢ κοιμηθη̃ναι αὐτούς καὶ αὐτὴ ἀνέβη ἐπὶ τὸ δω̃μα πρὸς αὐτοὺς

2:9 καὶ εἰ̃πεν πρὸς αὐτούς ἐπίσταμαι ὅτι δέδωκεν ὑμι̃ν κύριος τὴν γη̃ν ἐπιπέπτωκεν γὰρ ὁ φόβος ὑμω̃ν ἐφ' ἡμα̃ς

2:10 ἀκηκόαμεν γὰρ ὅτι κατεξήρανεν κύριος ὁ θεὸς τὴν ἐρυθρὰν θάλασσαν ἀπὸ προσώπου ὑμω̃ν ὅτε ἐξεπορεύεσθε ἐκ γη̃ς Αἰγύπτου καὶ ὅσα ἐποίησεν τοι̃ς δυσὶ βασιλευ̃σιν τω̃ν Αμορραίων οἳ ἠ̃σαν πέραν του̃ Ιορδάνου τω̨̃ Σηων καὶ Ωγ οὓς ἐξωλεθρεύσατε αὐτούς

2:11 καὶ ἀκούσαντες ἡμει̃ς ἐξέστημεν τη̨̃ καρδία̨ ἡμω̃ν καὶ οὐκ ἔστη ἔτι πνευ̃μα ἐν οὐδενὶ ἡμω̃ν ἀπὸ προσώπου ὑμω̃ν ὅτι κύριος ὁ θεὸς ὑμω̃ν θεὸς ἐν οὐρανω̨̃ ἄνω καὶ ἐπὶ τη̃ς γη̃ς κάτω

2:12 καὶ νυ̃ν ὀμόσατέ μοι κύριον τὸν θεόν ὅτι ποιω̃ ὑμι̃ν ἔλεος καὶ ποιήσετε καὶ ὑμει̃ς ἔλεος ἐν τω̨̃ οἴκω̨ του̃ πατρός μου

2:13 καὶ ζωγρήσετε τὸν οἰ̃κον του̃ πατρός μου καὶ τὴν μητέρα μου καὶ τοὺς ἀδελφούς μου καὶ πάντα τὸν οἰ̃κόν μου καὶ πάντα ὅσα ἐστὶν αὐτοι̃ς καὶ ἐξελει̃σθε τὴν ψυχήν μου ἐκ θανάτου

2:14 καὶ εἰ̃παν αὐτη̨̃ οἱ ἄνδρες ἡ ψυχὴ ἡμω̃ν ἀνθ' ὑμω̃ν εἰς θάνατον καὶ αὐτὴ εἰ̃πεν ὡς ἂν παραδω̨̃ κύριος ὑμι̃ν τὴν πόλιν ποιήσετε εἰς ἐμὲ ἔλεος καὶ ἀλήθειαν

2:15 καὶ κατεχάλασεν αὐτοὺς διὰ τη̃ς θυρίδος

2:16 καὶ εἰ̃πεν αὐτοι̃ς εἰς τὴν ὀρεινὴν ἀπέλθετε μὴ συναντήσωσιν ὑμι̃ν οἱ καταδιώκοντες καὶ κρυβήσεσθε ἐκει̃ τρει̃ς ἡμέρας ἕως ἂν ἀποστρέψωσιν οἱ καταδιώκοντες ὀπίσω ὑμω̃ν καὶ μετὰ ταυ̃τα ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμω̃ν

2:17 καὶ εἰ̃παν οἱ ἄνδρες πρὸς αὐτήν ἀθω̨̃οί ἐσμεν τω̨̃ ὅρκω̨ σου τούτω̨

2:18 ἰδοὺ ἡμει̃ς εἰσπορευόμεθα εἰς μέρος τη̃ς πόλεως καὶ θήσεις τὸ σημει̃ον τὸ σπαρτίον τὸ κόκκινον του̃το ἐκδήσεις εἰς τὴν θυρίδα δι' ἡ̃ς κατεβίβασας ἡμα̃ς δι' αὐτη̃ς τὸν δὲ πατέρα σου καὶ τὴν μητέρα σου καὶ τοὺς ἀδελφούς σου καὶ πάντα τὸν οἰ̃κον του̃ πατρός σου συνάξεις πρὸς σεαυτὴν εἰς τὴν οἰκίαν σου

2:19 καὶ ἔσται πα̃ς ὃς ἂν ἐξέλθη̨ τὴν θύραν τη̃ς οἰκίας σου ἔξω ἔνοχος ἑαυτω̨̃ ἔσται ἡμει̃ς δὲ ἀθω̨̃οι τω̨̃ ὅρκω̨ σου τούτω̨ καὶ ὅσοι ἐὰν γένωνται μετὰ σου̃ ἐν τη̨̃ οἰκία̨ σου ἡμει̃ς ἔνοχοι ἐσόμεθα

2:20 ἐὰν δέ τις ἡμα̃ς ἀδικήση̨ ἢ καὶ ἀποκαλύψη̨ τοὺς λόγους ἡμω̃ν τούτους ἐσόμεθα ἀθω̨̃οι τω̨̃ ὅρκω̨ σου τούτω̨

2:21 καὶ εἰ̃πεν αὐτοι̃ς κατὰ τὸ ῥη̃μα ὑμω̃ν οὕτως ἔστω καὶ ἐξαπέστειλεν αὐτούς

2:22 καὶ ἐπορεύθησαν καὶ ἤλθοσαν εἰς τὴν ὀρεινὴν καὶ κατέμειναν ἐκει̃ τρει̃ς ἡμέρας καὶ ἐξεζήτησαν οἱ καταδιώκοντες πάσας τὰς ὁδοὺς καὶ οὐχ εὕροσαν

2:23 καὶ ὑπέστρεψαν οἱ δύο νεανίσκοι καὶ κατέβησαν ἐκ του̃ ὄρους καὶ διέβησαν πρὸς 'Ιησου̃ν υἱὸν Ναυη καὶ διηγήσαντο αὐτω̨̃ πάντα τὰ συμβεβηκότα αὐτοι̃ς

2:24 καὶ εἰ̃παν πρὸς 'Ιησου̃ν ὅτι παρέδωκεν κύριος πα̃σαν τὴν γη̃ν ἐν χειρὶ ἡμω̃ν καὶ κατέπτηκεν πα̃ς ὁ κατοικω̃ν τὴν γη̃ν ἐκείνην ἀφ' ἡμω̃ν

3:1 καὶ ὤρθρισεν 'Ιησου̃ς τὸ πρωί καὶ ἀπη̃ραν ἐκ Σαττιν καὶ ἤλθοσαν ἕως του̃ Ιορδάνου καὶ κατέλυσαν ἐκει̃ πρὸ του̃ διαβη̃ναι

3:2 καὶ ἐγένετο μετὰ τρει̃ς ἡμέρας διη̃λθον οἱ γραμματει̃ς διὰ τη̃ς παρεμβολη̃ς

3:3 καὶ ἐνετείλαντο τω̨̃ λαω̨̃ λέγοντες ὅταν ἴδητε τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου του̃ θεου̃ ἡμω̃ν καὶ τοὺς ἱερει̃ς ἡμω̃ν καὶ τοὺς Λευίτας αἴροντας αὐτήν ἀπαρει̃τε ἀπὸ τω̃ν τόπων ὑμω̃ν καὶ πορεύεσθε ὀπίσω αὐτη̃ς

3:4 ἀλλὰ μακρὰν ἔστω ἀνὰ μέσον ὑμω̃ν καὶ ἐκείνης ὅσον δισχιλίους πήχεις στήσεσθε μὴ προσεγγίσητε αὐτη̨̃ ἵν' ἐπίστησθε τὴν ὁδόν ἣν πορεύεσθε αὐτήν οὐ γὰρ πεπόρευσθε τὴν ὁδὸν ἀπ' ἐχθὲς καὶ τρίτης ἡμέρας

3:5 καὶ εἰ̃πεν 'Ιησου̃ς τω̨̃ λαω̨̃ ἁγνίσασθε εἰς αὔριον ὅτι αὔριον ποιήσει ἐν ὑμι̃ν κύριος θαυμαστά

3:6 καὶ εἰ̃πεν 'Ιησου̃ς τοι̃ς ἱερευ̃σιν ἄρατε τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου καὶ προπορεύεσθε του̃ λαου̃ καὶ ἠ̃ραν οἱ ἱερει̃ς τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου καὶ ἐπορεύοντο ἔμπροσθεν του̃ λαου̃

3:7 καὶ εἰ̃πεν κύριος πρὸς 'Ιησου̃ν ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ ἄρχομαι ὑψω̃σαί σε κατενώπιον πάντων υἱω̃ν Ισραηλ ἵνα γνω̃σιν καθότι ἤμην μετὰ Μωυση̃ οὕτως ἔσομαι καὶ μετὰ σου̃

3:8 καὶ νυ̃ν ἔντειλαι τοι̃ς ἱερευ̃σιν τοι̃ς αἴρουσιν τὴν κιβωτὸν τη̃ς διαθήκης λέγων ὡς ἂν εἰσέλθητε ἐπὶ μέρους του̃ ὕδατος του̃ Ιορδάνου καὶ ἐν τω̨̃ Ιορδάνη̨ στήσεσθε

3:9 καὶ εἰ̃πεν 'Ιησου̃ς τοι̃ς υἱοι̃ς Ισραηλ προσαγάγετε ὡ̃δε καὶ ἀκούσατε τὸ ῥη̃μα κυρίου του̃ θεου̃ ἡμω̃ν

3:10 ἐν τούτω̨ γνώσεσθε ὅτι θεὸς ζω̃ν ἐν ὑμι̃ν καὶ ὀλεθρεύων ὀλεθρεύσει ἀπὸ προσώπου ἡμω̃ν τὸν Χαναναι̃ον καὶ τὸν Χετται̃ον καὶ τὸν Φερεζαι̃ον καὶ τὸν Ευαι̃ον καὶ τὸν Αμορραι̃ον καὶ τὸν Γεργεσαι̃ον καὶ τὸν Ιεβουσαι̃ον

3:11 ἰδοὺ ἡ κιβωτὸς διαθήκης κυρίου πάσης τη̃ς γη̃ς διαβαίνει τὸν Ιορδάνην

3:12 προχειρίσασθε ὑμι̃ν δώδεκα ἄνδρας ἀπὸ τω̃ν υἱω̃ν Ισραηλ ἕνα ἀφ' ἑκάστης φυλη̃ς

3:13 καὶ ἔσται ὡς ἂν καταπαύσωσιν οἱ πόδες τω̃ν ἱερέων τω̃ν αἰρόντων τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου πάσης τη̃ς γη̃ς ἐν τω̨̃ ὕδατι του̃ Ιορδάνου τὸ ὕδωρ του̃ Ιορδάνου ἐκλείψει τὸ δὲ ὕδωρ τὸ καταβαι̃νον στήσεται

3:14 καὶ ἀπη̃ρεν ὁ λαὸς ἐκ τω̃ν σκηνωμάτων αὐτω̃ν διαβη̃ναι τὸν Ιορδάνην οἱ δὲ ἱερει̃ς ἤροσαν τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου πρότεροι του̃ λαου̃

3:15 ὡς δὲ εἰσεπορεύοντο οἱ ἱερει̃ς οἱ αἴροντες τὴν κιβωτὸν τη̃ς διαθήκης ἐπὶ τὸν Ιορδάνην καὶ οἱ πόδες τω̃ν ἱερέων τω̃ν αἰρόντων τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου ἐβάφησαν εἰς μέρος του̃ ὕδατος του̃ Ιορδάνου ὁ δὲ Ιορδάνης ἐπλήρου καθ' ὅλην τὴν κρηπι̃δα αὐτου̃ ὡσεὶ ἡμέραι θερισμου̃ πυρω̃ν

3:16 καὶ ἔστη τὰ ὕδατα τὰ καταβαίνοντα ἄνωθεν ἔστη πη̃γμα ἓν ἀφεστηκὸς μακρὰν σφόδρα σφοδρω̃ς ἕως μέρους Καριαθιαριμ τὸ δὲ καταβαι̃νον κατέβη εἰς τὴν θάλασσαν Αραβα θάλασσαν ἁλός ἕως εἰς τὸ τέλος ἐξέλιπεν καὶ ὁ λαὸς εἱστήκει ἀπέναντι Ιεριχω

3:17 καὶ ἔστησαν οἱ ἱερει̃ς οἱ αἴροντες τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου ἐπὶ ξηρα̃ς ἐν μέσω̨ του̃ Ιορδάνου καὶ πάντες οἱ υἱοὶ Ισραηλ διέβαινον διὰ ξηρα̃ς ἕως συνετέλεσεν πα̃ς ὁ λαὸς διαβαίνων τὸν Ιορδάνην

4:1 καὶ ἐπεὶ συνετέλεσεν πα̃ς ὁ λαὸς διαβαίνων τὸν Ιορδάνην καὶ εἰ̃πεν κύριος τω̨̃ 'Ιησοι̃ λέγων

4:2 παραλαβὼν ἄνδρας ἀπὸ του̃ λαου̃ ἕνα ἀφ' ἑκάστης φυλη̃ς

4:3 σύνταξον αὐτοι̃ς λέγων ἀνέλεσθε ἐκ μέσου του̃ Ιορδάνου ἑτοίμους δώδεκα λίθους καὶ τούτους διακομίσαντες ἅμα ὑμι̃ν αὐτοι̃ς θέτε αὐτοὺς ἐν τη̨̃ στρατοπεδεία̨ ὑμω̃ν οὑ̃ ἐὰν παρεμβάλητε ἐκει̃ τὴν νύκτα

4:4 καὶ ἀνακαλεσάμενος 'Ιησου̃ς δώδεκα ἄνδρας τω̃ν ἐνδόξων ἀπὸ τω̃ν υἱω̃ν Ισραηλ ἕνα ἀφ' ἑκάστης φυλη̃ς

4:5 εἰ̃πεν αὐτοι̃ς προσαγάγετε ἔμπροσθέν μου πρὸ προσώπου κυρίου εἰς μέσον του̃ Ιορδάνου καὶ ἀνελόμενος ἐκει̃θεν ἕκαστος λίθον ἀράτω ἐπὶ τω̃ν ὤμων αὐτου̃ κατὰ τὸν ἀριθμὸν τω̃ν δώδεκα φυλω̃ν του̃ Ισραηλ

4:6 ἵνα ὑπάρχωσιν ὑμι̃ν οὑ̃τοι εἰς σημει̃ον κείμενον διὰ παντός ἵνα ὅταν ἐρωτα̨̃ σε ὁ υἱός σου αὔριον λέγων τί εἰσιν οἱ λίθοι οὑ̃τοι ὑμι̃ν

4:7 καὶ σὺ δηλώσεις τω̨̃ υἱω̨̃ σου λέγων ὅτι ἐξέλιπεν ὁ Ιορδάνης ποταμὸς ἀπὸ προσώπου κιβωτου̃ διαθήκης κυρίου πάσης τη̃ς γη̃ς ὡς διέβαινεν αὐτόν καὶ ἔσονται οἱ λίθοι οὑ̃τοι ὑμι̃ν μνημόσυνον τοι̃ς υἱοι̃ς Ισραηλ ἕως του̃ αἰω̃νος

4:8 καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Ισραηλ καθότι ἐνετείλατο κύριος τω̨̃ 'Ιησοι̃ καὶ λαβόντες δώδεκα λίθους ἐκ μέσου του̃ Ιορδάνου καθάπερ συνέταξεν κύριος τω̨̃ 'Ιησοι̃ ἐν τη̨̃ συντελεία̨ τη̃ς διαβάσεως τω̃ν υἱω̃ν Ισραηλ καὶ διεκόμισαν ἅμα ἑαυτοι̃ς εἰς τὴν παρεμβολὴν καὶ ἀπέθηκαν ἐκει̃

4:9 ἔστησεν δὲ 'Ιησου̃ς καὶ ἄλλους δώδεκα λίθους ἐν αὐτω̨̃ τω̨̃ Ιορδάνη̨ ἐν τω̨̃ γενομένω̨ τόπω̨ ὑπὸ τοὺς πόδας τω̃ν ἱερέων τω̃ν αἰρόντων τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου καί εἰσιν ἐκει̃ ἕως τη̃ς σήμερον ἡμέρας

4:10 εἱστήκεισαν δὲ οἱ ἱερει̃ς οἱ αἴροντες τὴν κιβωτὸν τη̃ς διαθήκης ἐν τω̨̃ Ιορδάνη̨ ἕως οὑ̃ συνετέλεσεν 'Ιησου̃ς πάντα ἃ ἐνετείλατο κύριος ἀναγγει̃λαι τω̨̃ λαω̨̃ καὶ ἔσπευσεν ὁ λαὸς καὶ διέβησαν

4:11 καὶ ἐγένετο ὡς συνετέλεσεν πα̃ς ὁ λαὸς διαβη̃ναι καὶ διέβη ἡ κιβωτὸς τη̃ς διαθήκης κυρίου καὶ οἱ λίθοι ἔμπροσθεν αὐτω̃ν

4:12 καὶ διέβησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ καὶ οἱ ἡμίσεις φυλη̃ς Μανασση διεσκευασμένοι ἔμπροσθεν τω̃ν υἱω̃ν Ισραηλ καθάπερ ἐνετείλατο αὐτοι̃ς Μωυση̃ς

4:13 τετρακισμύριοι εὔζωνοι εἰς μάχην διέβησαν ἐναντίον κυρίου εἰς πόλεμον πρὸς τὴν Ιεριχω πόλιν

4:14 ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ ηὔξησεν κύριος τὸν 'Ιησου̃ν ἐναντίον παντὸς του̃ γένους Ισραηλ καὶ ἐφοβου̃ντο αὐτὸν ὥσπερ Μωυση̃ν ὅσον χρόνον ἔζη

4:15 καὶ εἰ̃πεν κύριος τω̨̃ 'Ιησοι̃ λέγων

4:16 ἔντειλαι τοι̃ς ἱερευ̃σιν τοι̃ς αἴρουσιν τὴν κιβωτὸν τη̃ς διαθήκης του̃ μαρτυρίου κυρίου ἐκβη̃ναι ἐκ του̃ Ιορδάνου

4:17 καὶ ἐνετείλατο 'Ιησου̃ς τοι̃ς ἱερευ̃σιν λέγων ἔκβητε ἐκ του̃ Ιορδάνου

4:18 καὶ ἐγένετο ὡς ἐξέβησαν οἱ ἱερει̃ς οἱ αἴροντες τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου ἐκ του̃ Ιορδάνου καὶ ἔθηκαν τοὺς πόδας ἐπὶ τη̃ς γη̃ς ὥρμησεν τὸ ὕδωρ του̃ Ιορδάνου κατὰ χώραν καὶ ἐπορεύετο καθὰ ἐχθὲς καὶ τρίτην ἡμέραν δι' ὅλης τη̃ς κρηπι̃δος

4:19 καὶ ὁ λαὸς ἀνέβη ἐκ του̃ Ιορδάνου δεκάτη̨ του̃ μηνὸς του̃ πρώτου καὶ κατεστρατοπέδευσαν οἱ υἱοὶ Ισραηλ ἐν Γαλγαλοις κατὰ μέρος τὸ πρὸς ἡλίου ἀνατολὰς ἀπὸ τη̃ς Ιεριχω

4:20 καὶ τοὺς δώδεκα λίθους τούτους οὓς ἔλαβεν ἐκ του̃ Ιορδάνου ἔστησεν 'Ιησου̃ς ἐν Γαλγαλοις

4:21 λέγων ὅταν ἐρωτω̃σιν ὑμα̃ς οἱ υἱοὶ ὑμω̃ν λέγοντες τί εἰσιν οἱ λίθοι οὑ̃τοι

4:22 ἀναγγείλατε τοι̃ς υἱοι̃ς ὑμω̃ν ὅτι ἐπὶ ξηρα̃ς διέβη Ισραηλ τὸν Ιορδάνην

4:23 ἀποξηράναντος κυρίου του̃ θεου̃ ἡμω̃ν τὸ ὕδωρ του̃ Ιορδάνου ἐκ του̃ ἔμπροσθεν αὐτω̃ν μέχρι οὑ̃ διέβησαν καθάπερ ἐποίησεν κύριος ὁ θεὸς ἡμω̃ν τὴν ἐρυθρὰν θάλασσαν ἣν ἀπεξήρανεν κύριος ὁ θεὸς ἡμω̃ν ἔμπροσθεν ἡμω̃ν ἕως παρήλθομεν

4:24 ὅπως γνω̃σιν πάντα τὰ ἔθνη τη̃ς γη̃ς ὅτι ἡ δύναμις του̃ κυρίου ἰσχυρά ἐστιν καὶ ἵνα ὑμει̃ς σέβησθε κύριον τὸν θεὸν ὑμω̃ν ἐν παντὶ χρόνω̨

5:1 καὶ ἐγένετο ὡς ἤκουσαν οἱ βασιλει̃ς τω̃ν Αμορραίων οἳ ἠ̃σαν πέραν του̃ Ιορδάνου καὶ οἱ βασιλει̃ς τη̃ς Φοινίκης οἱ παρὰ τὴν θάλασσαν ὅτι ἀπεξήρανεν κύριος ὁ θεὸς τὸν Ιορδάνην ποταμὸν ἐκ τω̃ν ἔμπροσθεν τω̃ν υἱω̃ν Ισραηλ ἐν τω̨̃ διαβαίνειν αὐτούς καὶ ἐτάκησαν αὐτω̃ν αἱ διάνοιαι καὶ κατεπλάγησαν καὶ οὐκ ἠ̃ν ἐν αὐτοι̃ς φρόνησις οὐδεμία ἀπὸ προσώπου τω̃ν υἱω̃ν Ισραηλ

5:2 ὑπὸ δὲ του̃τον τὸν καιρὸν εἰ̃πεν κύριος τω̨̃ 'Ιησοι̃ ποίησον σεαυτω̨̃ μαχαίρας πετρίνας ἐκ πέτρας ἀκροτόμου καὶ καθίσας περίτεμε τοὺς υἱοὺς Ισραηλ

5:3 καὶ ἐποίησεν 'Ιησου̃ς μαχαίρας πετρίνας ἀκροτόμους καὶ περιέτεμεν τοὺς υἱοὺς Ισραηλ ἐπὶ του̃ καλουμένου τόπου Βουνὸς τω̃ν ἀκροβυστιω̃ν

5:4 ὃν δὲ τρόπον περιεκάθαρεν 'Ιησου̃ς τοὺς υἱοὺς Ισραηλ ὅσοι ποτὲ ἐγένοντο ἐν τη̨̃ ὁδω̨̃ καὶ ὅσοι ποτὲ ἀπερίτμητοι ἠ̃σαν τω̃ν ἐξεληλυθότων ἐξ Αἰγύπτου

5:5 πάντας τούτους περιέτεμεν 'Ιησου̃ς

5:6 τεσσαράκοντα γὰρ καὶ δύο ἔτη ἀνέστραπται Ισραηλ ἐν τη̨̃ ἐρήμω̨ τη̨̃ Μαδβαρίτιδι διὸ ἀπερίτμητοι ἠ̃σαν οἱ πλει̃στοι αὐτω̃ν τω̃ν μαχίμων τω̃ν ἐξεληλυθότων ἐκ γη̃ς Αἰγύπτου οἱ ἀπειθήσαντες τω̃ν ἐντολω̃ν του̃ θεου̃ οἱ̃ς καὶ διώρισεν μὴ ἰδει̃ν αὐτοὺς τὴν γη̃ν ἣν ὤμοσεν κύριος τοι̃ς πατράσιν αὐτω̃ν δου̃ναι ἡμι̃ν γη̃ν ῥέουσαν γάλα καὶ μέλι

5:7 ἀντὶ δὲ τούτων ἀντικατέστησεν τοὺς υἱοὺς αὐτω̃ν οὓς 'Ιησου̃ς περιέτεμεν διὰ τὸ αὐτοὺς γεγενη̃σθαι κατὰ τὴν ὁδὸν ἀπεριτμήτους

5:8 περιτμηθέντες δὲ ἡσυχίαν εἰ̃χον αὐτόθι καθήμενοι ἐν τη̨̃ παρεμβολη̨̃ ἕως ὑγιάσθησαν

5:9 καὶ εἰ̃πεν κύριος τω̨̃ 'Ιησοι̃ υἱω̨̃ Ναυη ἐν τη̨̃ σήμερον ἡμέρα̨ ἀφει̃λον τὸν ὀνειδισμὸν Αἰγύπτου ἀφ' ὑμω̃ν καὶ ἐκάλεσεν τὸ ὄνομα του̃ τόπου ἐκείνου Γαλγαλα

5:10 καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πασχα τη̨̃ τεσσαρεσκαιδεκάτη̨ ἡμέρα̨ του̃ μηνὸς ἀπὸ ἑσπέρας ἐπὶ δυσμω̃ν Ιεριχω ἐν τω̨̃ πέραν του̃ Ιορδάνου ἐν τω̨̃ πεδίω̨

5:11 καὶ ἐφάγοσαν ἀπὸ του̃ σίτου τη̃ς γη̃ς ἄζυμα καὶ νέα ἐν ταύτη̨ τη̨̃ ἡμέρα̨

5:12 ἐξέλιπεν τὸ μαννα μετὰ τὸ βεβρωκέναι αὐτοὺς ἐκ του̃ σίτου τη̃ς γη̃ς καὶ οὐκέτι ὑπη̃ρχεν τοι̃ς υἱοι̃ς Ισραηλ μαννα ἐκαρπίσαντο δὲ τὴν χώραν τω̃ν Φοινίκων ἐν τω̨̃ ἐνιαυτω̨̃ ἐκείνω̨

5:13 καὶ ἐγένετο ὡς ἠ̃ν 'Ιησου̃ς ἐν Ιεριχω καὶ ἀναβλέψας τοι̃ς ὀφθαλμοι̃ς εἰ̃δεν ἄνθρωπον ἑστηκότα ἐναντίον αὐτου̃ καὶ ἡ ῥομφαία ἐσπασμένη ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ προσελθὼν 'Ιησου̃ς εἰ̃πεν αὐτω̨̃ ἡμέτερος εἰ̃ ἢ τω̃ν ὑπεναντίων

5:14 ὁ δὲ εἰ̃πεν αὐτω̨̃ ἐγὼ ἀρχιστράτηγος δυνάμεως κυρίου νυνὶ παραγέγονα καὶ 'Ιησου̃ς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γη̃ν καὶ εἰ̃πεν αὐτω̨̃ δέσποτα τί προστάσσεις τω̨̃ σω̨̃ οἰκέτη̨

5:15 καὶ λέγει ὁ ἀρχιστράτηγος κυρίου πρὸς 'Ιησου̃ν λυ̃σαι τὸ ὑπόδημα ἐκ τω̃ν ποδω̃ν σου ὁ γὰρ τόπος ἐφ' ὡ̨̃ σὺ ἕστηκας ἅγιός ἐστιν

6:1 καὶ Ιεριχω συγκεκλεισμένη καὶ ὠχυρωμένη καὶ οὐθεὶς ἐξεπορεύετο ἐξ αὐτη̃ς οὐδὲ εἰσεπορεύετο

6:2 καὶ εἰ̃πεν κύριος πρὸς 'Ιησου̃ν ἰδοὺ ἐγὼ παραδίδωμι ὑποχείριόν σου τὴν Ιεριχω καὶ τὸν βασιλέα αὐτη̃ς τὸν ἐν αὐτη̨̃ δυνατοὺς ὄντας ἐν ἰσχύι

6:3 σὺ δὲ περίστησον αὐτη̨̃ τοὺς μαχίμους κύκλω̨

6:5 καὶ ἔσται ὡς ἂν σαλπίσητε τη̨̃ σάλπιγγι ἀνακραγέτω πα̃ς ὁ λαὸς ἅμα καὶ ἀνακραγόντων αὐτω̃ν πεσει̃ται αὐτόματα τὰ τείχη τη̃ς πόλεως καὶ εἰσελεύσεται πα̃ς ὁ λαὸς ὁρμήσας ἕκαστος κατὰ πρόσωπον εἰς τὴν πόλιν

6:6 καὶ εἰση̃λθεν 'Ιησου̃ς ὁ του̃ Ναυη πρὸς τοὺς ἱερει̃ς

6:7 καὶ εἰ̃πεν αὐτοι̃ς λέγων παραγγείλατε τω̨̃ λαω̨̃ περιελθει̃ν καὶ κυκλω̃σαι τὴν πόλιν καὶ οἱ μάχιμοι παραπορευέσθωσαν ἐνωπλισμένοι ἐναντίον κυρίου

6:8 καὶ ἑπτὰ ἱερει̃ς ἔχοντες ἑπτὰ σάλπιγγας ἱερὰς παρελθέτωσαν ὡσαύτως ἐναντίον του̃ κυρίου καὶ σημαινέτωσαν εὐτόνως καὶ ἡ κιβωτὸς τη̃ς διαθήκης κυρίου ἐπακολουθείτω

6:9 οἱ δὲ μάχιμοι ἔμπροσθεν παραπορευέσθωσαν καὶ οἱ ἱερει̃ς οἱ οὐραγου̃ντες ὀπίσω τη̃ς κιβωτου̃ τη̃ς διαθήκης κυρίου πορευόμενοι καὶ σαλπίζοντες

6:10 τω̨̃ δὲ λαω̨̃ ἐνετείλατο 'Ιησου̃ς λέγων μὴ βοα̃τε μηδὲ ἀκουσάτω μηθεὶς ὑμω̃ν τὴν φωνήν ἕως ἂν ἡμέραν αὐτὸς διαγγείλη̨ ἀναβοη̃σαι καὶ τότε ἀναβοήσετε

6:11 καὶ περιελθου̃σα ἡ κιβωτὸς τη̃ς διαθήκης του̃ θεου̃ τὴν πόλιν εὐθέως ἀπη̃λθεν εἰς τὴν παρεμβολὴν καὶ ἐκοιμήθη ἐκει̃

6:12 καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ δευτέρα̨ ἀνέστη 'Ιησου̃ς τὸ πρωί καὶ ἠ̃ραν οἱ ἱερει̃ς τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου

6:13 καὶ οἱ ἑπτὰ ἱερει̃ς οἱ φέροντες τὰς σάλπιγγας τὰς ἑπτὰ προεπορεύοντο ἐναντίον κυρίου καὶ μετὰ ταυ̃τα εἰσεπορεύοντο οἱ μάχιμοι καὶ ὁ λοιπὸς ὄχλος ὄπισθε τη̃ς κιβωτου̃ τη̃ς διαθήκης κυρίου καὶ οἱ ἱερει̃ς ἐσάλπισαν ται̃ς σάλπιγξι καὶ ὁ λοιπὸς ὄχλος ἅπας περιεκύκλωσε τὴν πόλιν ἐγγύθεν

6:14 καὶ ἀπη̃λθεν πάλιν εἰς τὴν παρεμβολήν οὕτως ἐποίει ἐπὶ ἓξ ἡμέρας

6:15 καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ ἀνέστησαν ὄρθρου καὶ περιήλθοσαν τὴν πόλιν ἑξάκις

6:16 καὶ τη̨̃ περιόδω̨ τη̨̃ ἑβδόμη̨ ἐσάλπισαν οἱ ἱερει̃ς καὶ εἰ̃πεν 'Ιησου̃ς τοι̃ς υἱοι̃ς Ισραηλ κεκράξατε παρέδωκεν γὰρ κύριος ὑμι̃ν τὴν πόλιν

6:17 καὶ ἔσται ἡ πόλις ἀνάθεμα αὐτὴ καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτη̨̃ κυρίω̨ σαβαωθ πλὴν Ρααβ τὴν πόρνην περιποιήσασθε αὐτὴν καὶ ὅσα ἐστὶν ἐν τω̨̃ οἴκω̨ αὐτη̃ς

6:18 ἀλλὰ ὑμει̃ς φυλάξασθε σφόδρα ἀπὸ του̃ ἀναθέματος μήποτε ἐνθυμηθέντες ὑμει̃ς αὐτοὶ λάβητε ἀπὸ του̃ ἀναθέματος καὶ ποιήσητε τὴν παρεμβολὴν τω̃ν υἱω̃ν Ισραηλ ἀνάθεμα καὶ ἐκτρίψητε ἡμα̃ς

6:19 καὶ πα̃ν ἀργύριον ἢ χρυσίον ἢ χαλκὸς ἢ σίδηρος ἅγιον ἔσται τω̨̃ κυρίω̨ εἰς θησαυρὸν κυρίου εἰσενεχθήσεται

6:20 καὶ ἐσάλπισαν ται̃ς σάλπιγξιν οἱ ἱερει̃ς ὡς δὲ ἤκουσεν ὁ λαὸς τὴν φωνὴν τω̃ν σαλπίγγων ἠλάλαξεν πα̃ς ὁ λαὸς ἅμα ἀλαλαγμω̨̃ μεγάλω̨ καὶ ἰσχυρω̨̃ καὶ ἔπεσεν ἅπαν τὸ τει̃χος κύκλω̨ καὶ ἀνέβη πα̃ς ὁ λαὸς εἰς τὴν πόλιν

6:21 καὶ ἀνεθεμάτισεν αὐτὴν 'Ιησου̃ς καὶ ὅσα ἠ̃ν ἐν τη̨̃ πόλει ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικός ἀπὸ νεανίσκου καὶ ἕως πρεσβύτου καὶ ἕως μόσχου καὶ ὑποζυγίου ἐν στόματι ῥομφαίας

6:22 καὶ τοι̃ς δυσὶν νεανίσκοις τοι̃ς κατασκοπεύσασιν εἰ̃πεν 'Ιησου̃ς εἰσέλθατε εἰς τὴν οἰκίαν τη̃ς γυναικὸς καὶ ἐξαγάγετε αὐτὴν ἐκει̃θεν καὶ ὅσα ἐστὶν αὐτη̨̃

6:23 καὶ εἰση̃λθον οἱ δύο νεανίσκοι οἱ κατασκοπεύσαντες τὴν πόλιν εἰς τὴν οἰκίαν τη̃ς γυναικὸς καὶ ἐξηγάγοσαν Ρααβ τὴν πόρνην καὶ τὸν πατέρα αὐτη̃ς καὶ τὴν μητέρα αὐτη̃ς καὶ τοὺς ἀδελφοὺς αὐτη̃ς καὶ πάντα ὅσα ἠ̃ν αὐτη̨̃ καὶ πα̃σαν τὴν συγγένειαν αὐτη̃ς καὶ κατέστησαν αὐτὴν ἔξω τη̃ς παρεμβολη̃ς Ισραηλ

6:24 καὶ ἡ πόλις ἐνεπρήσθη ἐμπυρισμω̨̃ σὺν πα̃σιν τοι̃ς ἐν αὐτη̨̃ πλὴν ἀργυρίου καὶ χρυσίου καὶ χαλκου̃ καὶ σιδήρου ἔδωκαν εἰς θησαυρὸν κυρίου εἰσενεχθη̃ναι

6:25 καὶ Ρααβ τὴν πόρνην καὶ πάντα τὸν οἰ̃κον τὸν πατρικὸν αὐτη̃ς ἐζώγρησεν 'Ιησου̃ς καὶ κατώ̨κησεν ἐν τω̨̃ Ισραηλ ἕως τη̃ς σήμερον ἡμέρας διότι ἔκρυψεν τοὺς κατασκοπεύσαντας οὓς ἀπέστειλεν 'Ιησου̃ς κατασκοπευ̃σαι τὴν Ιεριχω

6:26 καὶ ὥρκισεν 'Ιησου̃ς ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐναντίον κυρίου λέγων ἐπικατάρατος ὁ ἄνθρωπος ὃς οἰκοδομήσει τὴν πόλιν ἐκείνην ἐν τω̨̃ πρωτοτόκω̨ αὐτου̃ θεμελιώσει αὐτὴν καὶ ἐν τω̨̃ ἐλαχίστω̨ αὐτου̃ ἐπιστήσει τὰς πύλας αὐτη̃ς καὶ οὕτως ἐποίησεν Οζαν ὁ ἐκ Βαιθηλ ἐν τω̨̃ Αβιρων τω̨̃ πρωτοτόκω̨ ἐθεμελίωσεν αὐτὴν καὶ ἐν τω̨̃ ἐλαχίστω̨ διασωθέντι ἐπέστησεν τὰς πύλας αὐτη̃ς

6:27 καὶ ἠ̃ν κύριος μετὰ 'Ιησου̃ καὶ ἠ̃ν τὸ ὄνομα αὐτου̃ κατὰ πα̃σαν τὴν γη̃ν

7:1 καὶ ἐπλημμέλησαν οἱ υἱοὶ Ισραηλ πλημμέλειαν μεγάλην καὶ ἐνοσφίσαντο ἀπὸ του̃ ἀναθέματος καὶ ἔλαβεν Αχαρ υἱὸς Χαρμι υἱου̃ Ζαμβρι υἱου̃ Ζαρα ἐκ τη̃ς φυλη̃ς Ιουδα ἀπὸ του̃ ἀναθέματος καὶ ἐθυμώθη ὀργη̨̃ κύριος τοι̃ς υἱοι̃ς Ισραηλ

7:2 καὶ ἀπέστειλεν 'Ιησου̃ς ἄνδρας εἰς Γαι ἥ ἐστιν κατὰ Βαιθηλ λέγων κατασκέψασθε τὴν Γαι καὶ ἀνέβησαν οἱ ἄνδρες καὶ κατεσκέψαντο τὴν Γαι

7:3 καὶ ἀνέστρεψαν πρὸς 'Ιησου̃ν καὶ εἰ̃παν πρὸς αὐτόν μὴ ἀναβήτω πα̃ς ὁ λαός ἀλλ' ὡς δισχίλιοι ἢ τρισχίλιοι ἄνδρες ἀναβήτωσαν καὶ ἐκπολιορκησάτωσαν τὴν πόλιν μὴ ἀναγάγη̨ς ἐκει̃ τὸν λαὸν πάντα ὀλίγοι γάρ εἰσιν

7:4 καὶ ἀνέβησαν ὡσεὶ τρισχίλιοι ἄνδρες καὶ ἔφυγον ἀπὸ προσώπου τω̃ν ἀνδρω̃ν Γαι

7:5 καὶ ἀπέκτειναν ἀπ' αὐτω̃ν ἄνδρες Γαι εἰς τριάκοντα καὶ ἓξ ἄνδρας καὶ κατεδίωξαν αὐτοὺς ἀπὸ τη̃ς πύλης καὶ συνέτριψαν αὐτοὺς ἐπὶ του̃ καταφερου̃ς καὶ ἐπτοήθη ἡ καρδία του̃ λαου̃ καὶ ἐγένετο ὥσπερ ὕδωρ

7:6 καὶ διέρρηξεν 'Ιησου̃ς τὰ ἱμάτια αὐτου̃ καὶ ἔπεσεν 'Ιησου̃ς ἐπὶ τὴν γη̃ν ἐπὶ πρόσωπον ἐναντίον κυρίου ἕως ἑσπέρας αὐτὸς καὶ οἱ πρεσβύτεροι Ισραηλ καὶ ἐπεβάλοντο χου̃ν ἐπὶ τὰς κεφαλὰς αὐτω̃ν

7:7 καὶ εἰ̃πεν 'Ιησου̃ς δέομαι κύριε ἵνα τί διεβίβασεν ὁ παι̃ς σου τὸν λαὸν του̃τον τὸν Ιορδάνην παραδου̃ναι αὐτὸν τω̨̃ Αμορραίω̨ ἀπολέσαι ἡμα̃ς καὶ εἰ κατεμείναμεν καὶ κατω̨κίσθημεν παρὰ τὸν Ιορδάνην

7:8 καὶ τί ἐρω̃ ἐπεὶ μετέβαλεν Ισραηλ αὐχένα ἀπέναντι του̃ ἐχθρου̃ αὐτου̃

7:9 καὶ ἀκούσας ὁ Χαναναι̃ος καὶ πάντες οἱ κατοικου̃ντες τὴν γη̃ν περικυκλώσουσιν ἡμα̃ς καὶ ἐκτρίψουσιν ἡμα̃ς ἀπὸ τη̃ς γη̃ς καὶ τί ποιήσεις τὸ ὄνομά σου τὸ μέγα

7:10 καὶ εἰ̃πεν κύριος πρὸς 'Ιησου̃ν ἀνάστηθι ἵνα τί του̃το σὺ πέπτωκας ἐπὶ πρόσωπόν σου

7:11 ἡμάρτηκεν ὁ λαὸς καὶ παρέβη τὴν διαθήκην ἣν διεθέμην πρὸς αὐτούς καὶ κλέψαντες ἀπὸ του̃ ἀναθέματος ἐνέβαλον εἰς τὰ σκεύη αὐτω̃ν

7:12 οὐ μὴ δύνωνται οἱ υἱοὶ Ισραηλ ὑποστη̃ναι κατὰ πρόσωπον τω̃ν ἐχθρω̃ν αὐτω̃ν αὐχένα ἐπιστρέψουσιν ἔναντι τω̃ν ἐχθρω̃ν αὐτω̃ν ὅτι ἐγενήθησαν ἀνάθεμα οὐ προσθήσω ἔτι εἰ̃ναι μεθ' ὑμω̃ν ἐὰν μὴ ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμω̃ν αὐτω̃ν

7:13 ἀναστὰς ἁγίασον τὸν λαὸν καὶ εἰπὸν ἁγιασθη̃ναι εἰς αὔριον τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ τὸ ἀνάθεμα ἐν ὑμι̃ν ἐστιν οὐ δυνήσεσθε ἀντιστη̃ναι ἀπέναντι τω̃ν ἐχθρω̃ν ὑμω̃ν ἕως ἂν ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμω̃ν

7:14 καὶ συναχθήσεσθε πάντες τὸ πρωὶ κατὰ φυλάς καὶ ἔσται ἡ φυλή ἣν ἂν δείξη̨ κύριος προσάξετε κατὰ δήμους καὶ τὸν δη̃μον ὃν ἐὰν δείξη̨ κύριος προσάξετε κατ' οἰ̃κον καὶ τὸν οἰ̃κον ὃν ἐὰν δείξη̨ κύριος προσάξετε κατ' ἄνδρα

7:15 καὶ ὃς ἂν ἐνδειχθη̨̃ κατακαυθήσεται ἐν πυρὶ καὶ πάντα ὅσα ἐστὶν αὐτω̨̃ ὅτι παρέβη τὴν διαθήκην κυρίου καὶ ἐποίησεν ἀνόμημα ἐν Ισραηλ

7:16 καὶ ὤρθρισεν 'Ιησου̃ς καὶ προσήγαγεν τὸν λαὸν κατὰ φυλάς καὶ ἐνεδείχθη ἡ φυλὴ Ιουδα

7:17 καὶ προσήχθη κατὰ δήμους καὶ ἐνεδείχθη δη̃μος ὁ Ζαραϊ καὶ προσήχθη κατὰ ἄνδρα

7:18 καὶ ἐνεδείχθη Αχαρ υἱὸς Ζαμβρι υἱου̃ Ζαρα

7:19 καὶ εἰ̃πεν 'Ιησου̃ς τω̨̃ Αχαρ δὸς δόξαν σήμερον τω̨̃ κυρίω̨ θεω̨̃ Ισραηλ καὶ δὸς τὴν ἐξομολόγησιν καὶ ἀνάγγειλόν μοι τί ἐποίησας καὶ μὴ κρύψη̨ς ἀπ' ἐμου̃

7:20 καὶ ἀπεκρίθη Αχαρ τω̨̃ 'Ιησοι̃ καὶ εἰ̃πεν ἀληθω̃ς ἥμαρτον ἐναντίον κυρίου θεου̃ Ισραηλ οὕτως καὶ οὕτως ἐποίησα

7:21 εἰ̃δον ἐν τη̨̃ προνομη̨̃ ψιλὴν ποικίλην καλὴν καὶ διακόσια δίδραχμα ἀργυρίου καὶ γλω̃σσαν μίαν χρυση̃ν πεντήκοντα διδράχμων καὶ ἐνθυμηθεὶς αὐτω̃ν ἔλαβον καὶ ἰδοὺ αὐτὰ ἐγκέκρυπται ἐν τη̨̃ γη̨̃ ἐν τη̨̃ σκηνη̨̃ μου καὶ τὸ ἀργύριον κέκρυπται ὑποκάτω αὐτω̃ν

7:22 καὶ ἀπέστειλεν 'Ιησου̃ς ἀγγέλους καὶ ἔδραμον εἰς τὴν σκηνὴν εἰς τὴν παρεμβολήν καὶ ταυ̃τα ἠ̃ν ἐγκεκρυμμένα εἰς τὴν σκηνήν καὶ τὸ ἀργύριον ὑποκάτω αὐτω̃ν

7:23 καὶ ἐξήνεγκαν αὐτὰ ἐκ τη̃ς σκηνη̃ς καὶ ἤνεγκαν πρὸς 'Ιησου̃ν καὶ τοὺς πρεσβυτέρους Ισραηλ καὶ ἔθηκαν αὐτὰ ἔναντι κυρίου

7:24 καὶ ἔλαβεν 'Ιησου̃ς τὸν Αχαρ υἱὸν Ζαρα καὶ ἀνήγαγεν αὐτὸν εἰς φάραγγα Αχωρ καὶ τοὺς υἱοὺς αὐτου̃ καὶ τὰς θυγατέρας αὐτου̃ καὶ τοὺς μόσχους αὐτου̃ καὶ τὰ ὑποζύγια αὐτου̃ καὶ πάντα τὰ πρόβατα αὐτου̃ καὶ τὴν σκηνὴν αὐτου̃ καὶ πάντα τὰ ὑπάρχοντα αὐτου̃ καὶ πα̃ς ὁ λαὸς μετ' αὐτου̃ καὶ ἀνήγαγεν αὐτοὺς εἰς Εμεκαχωρ

7:25 καὶ εἰ̃πεν 'Ιησου̃ς τω̨̃ Αχαρ τί ὠλέθρευσας ἡμα̃ς ἐξολεθρεύσαι σε κύριος καθὰ καὶ σήμερον καὶ ἐλιθοβόλησαν αὐτὸν λίθοις πα̃ς Ισραηλ

7:26 καὶ ἐπέστησαν αὐτω̨̃ σωρὸν λίθων μέγαν καὶ ἐπαύσατο κύριος του̃ θυμου̃ τη̃ς ὀργη̃ς διὰ του̃το ἐπωνόμασεν αὐτὸ Εμεκαχωρ ἕως τη̃ς ἡμέρας ταύτης

8:1 καὶ εἰ̃πεν κύριος πρὸς 'Ιησου̃ν μὴ φοβηθη̨̃ς μηδὲ δειλιάση̨ς λαβὲ μετὰ σου̃ τοὺς ἄνδρας πάντας τοὺς πολεμιστὰς καὶ ἀναστὰς ἀνάβηθι εἰς Γαι ἰδοὺ δέδωκα εἰς τὰς χει̃ράς σου τὸν βασιλέα Γαι καὶ τὴν γη̃ν αὐτου̃

8:2 καὶ ποιήσεις τὴν Γαι ὃν τρόπον ἐποίησας τὴν Ιεριχω καὶ τὸν βασιλέα αὐτη̃ς καὶ τὴν προνομὴν τω̃ν κτηνω̃ν προνομεύσεις σεαυτω̨̃ κατάστησον δὲ σεαυτω̨̃ ἔνεδρα τη̨̃ πόλει εἰς τὰ ὀπίσω

8:3 καὶ ἀνέστη 'Ιησου̃ς καὶ πα̃ς ὁ λαὸς ὁ πολεμιστὴς ὥστε ἀναβη̃ναι εἰς Γαι ἐπέλεξεν δὲ 'Ιησου̃ς τριάκοντα χιλιάδας ἀνδρω̃ν δυνατοὺς ἐν ἰσχύι καὶ ἀπέστειλεν αὐτοὺς νυκτός

8:4 καὶ ἐνετείλατο αὐτοι̃ς λέγων ὑμει̃ς ἐνεδρεύσατε ὀπίσω τη̃ς πόλεως μὴ μακρὰν γίνεσθε ἀπὸ τη̃ς πόλεως καὶ ἔσεσθε πάντες ἕτοιμοι

8:5 καὶ ἐγὼ καὶ πάντες οἱ μετ' ἐμου̃ προσάξομεν πρὸς τὴν πόλιν καὶ ἔσται ὡς ἂν ἐξέλθωσιν οἱ κατοικου̃ντες Γαι εἰς συνάντησιν ἡμι̃ν καθάπερ καὶ πρώ̨ην καὶ φευξόμεθα ἀπὸ προσώπου αὐτω̃ν

8:6 καὶ ὡς ἂν ἐξέλθωσιν ὀπίσω ἡμω̃ν ἀποσπάσομεν αὐτοὺς ἀπὸ τη̃ς πόλεως καὶ ἐρου̃σιν φεύγουσιν οὑ̃τοι ἀπὸ προσώπου ἡμω̃ν ὃν τρόπον καὶ ἔμπροσθεν

8:7 ὑμει̃ς δὲ ἐξαναστήσεσθε ἐκ τη̃ς ἐνέδρας καὶ πορεύσεσθε εἰς τὴν πόλιν

8:8 κατὰ τὸ ῥη̃μα του̃το ποιήσετε ἰδοὺ ἐντέταλμαι ὑμι̃ν

8:9 καὶ ἀπέστειλεν αὐτοὺς 'Ιησου̃ς καὶ ἐπορεύθησαν εἰς τὴν ἐνέδραν καὶ ἐνεκάθισαν ἀνὰ μέσον Βαιθηλ καὶ ἀνὰ μέσον Γαι ἀπὸ θαλάσσης τη̃ς Γαι

8:10 καὶ ὀρθρίσας 'Ιησου̃ς τὸ πρωὶ ἐπεσκέψατο τὸν λαόν καὶ ἀνέβησαν αὐτὸς καὶ οἱ πρεσβύτεροι κατὰ πρόσωπον του̃ λαου̃ ἐπὶ Γαι

8:11 καὶ πα̃ς ὁ λαὸς ὁ πολεμιστὴς μετ' αὐτου̃ ἀνέβησαν καὶ πορευόμενοι ἠ̃λθον ἐξ ἐναντίας τη̃ς πόλεως ἀπ' ἀνατολω̃ν

8:12 καὶ τὰ ἔνεδρα τη̃ς πόλεως ἀπὸ θαλάσσης

8:14 καὶ ἐγένετο ὡς εἰ̃δεν βασιλεὺς Γαι ἔσπευσεν καὶ ἐξη̃λθεν εἰς συνάντησιν αὐτοι̃ς ἐπ' εὐθείας εἰς τὸν πόλεμον αὐτὸς καὶ πα̃ς ὁ λαὸς ὁ μετ' αὐτου̃ καὶ αὐτὸς οὐκ ἤ̨δει ὅτι ἔνεδρα αὐτω̨̃ ἐστιν ὀπίσω τη̃ς πόλεως

8:15 καὶ εἰ̃δεν καὶ ἀνεχώρησεν 'Ιησου̃ς καὶ Ισραηλ ἀπὸ προσώπου αὐτω̃ν

8:16 καὶ κατεδίωξαν ὀπίσω τω̃ν υἱω̃ν Ισραηλ καὶ αὐτοὶ ἀπέστησαν ἀπὸ τη̃ς πόλεως

8:17 οὐ κατελείφθη οὐθεὶς ἐν τη̨̃ Γαι ὃς οὐ κατεδίωξεν ὀπίσω Ισραηλ καὶ κατέλιπον τὴν πόλιν ἀνεω̨γμένην καὶ κατεδίωξαν ὀπίσω Ισραηλ

8:18 καὶ εἰ̃πεν κύριος πρὸς 'Ιησου̃ν ἔκτεινον τὴν χει̃ρά σου ἐν τω̨̃ γαίσω̨ τω̨̃ ἐν τη̨̃ χειρί σου ἐπὶ τὴν πόλιν εἰς γὰρ τὰς χει̃ράς σου παραδέδωκα αὐτήν καὶ τὰ ἔνεδρα ἐξαναστήσονται ἐν τάχει ἐκ του̃ τόπου αὐτω̃ν καὶ ἐξέτεινεν 'Ιησου̃ς τὴν χει̃ρα αὐτου̃ τὸν γαι̃σον ἐπὶ τὴν πόλιν

8:19 καὶ τὰ ἔνεδρα ἐξανέστησαν ἐν τάχει ἐκ του̃ τόπου αὐτω̃ν καὶ ἐξήλθοσαν ὅτε ἐξέτεινεν τὴν χει̃ρα καὶ ἤλθοσαν ἐπὶ τὴν πόλιν καὶ κατελάβοντο αὐτὴν καὶ σπεύσαντες ἐνέπρησαν τὴν πόλιν ἐν πυρί

8:20 καὶ περιβλέψαντες οἱ κάτοικοι Γαι εἰς τὰ ὀπίσω αὐτω̃ν καὶ ἐθεώρουν καπνὸν ἀναβαίνοντα ἐκ τη̃ς πόλεως εἰς τὸν οὐρανόν καὶ οὐκέτι εἰ̃χον που̃ φύγωσιν ὡ̃δε ἢ ὡ̃δε

8:21 καὶ 'Ιησου̃ς καὶ πα̃ς Ισραηλ εἰ̃δον ὅτι ἔλαβον τὰ ἔνεδρα τὴν πόλιν καὶ ὅτι ἀνέβη ὁ καπνὸς τη̃ς πόλεως εἰς τὸν οὐρανόν καὶ μεταβαλόμενοι ἐπάταξαν τοὺς ἄνδρας τη̃ς Γαι

8:22 καὶ οὑ̃τοι ἐξήλθοσαν ἐκ τη̃ς πόλεως εἰς συνάντησιν καὶ ἐγενήθησαν ἀνὰ μέσον τη̃ς παρεμβολη̃ς οὑ̃τοι ἐντευ̃θεν καὶ οὑ̃τοι ἐντευ̃θεν καὶ ἐπάταξαν ἕως του̃ μὴ καταλειφθη̃ναι αὐτω̃ν σεσωσμένον καὶ διαπεφευγότα

8:23 καὶ τὸν βασιλέα τη̃ς Γαι συνέλαβον ζω̃ντα καὶ προσήγαγον αὐτὸν πρὸς 'Ιησου̃ν

8:24 καὶ ὡς ἐπαύσαντο οἱ υἱοὶ Ισραηλ ἀποκτέννοντες πάντας τοὺς ἐν τη̨̃ Γαι τοὺς ἐν τοι̃ς πεδίοις καὶ ἐν τω̨̃ ὄρει ἐπὶ τη̃ς καταβάσεως οὑ̃ κατεδίωξαν αὐτοὺς ἀπ' αὐτη̃ς εἰς τέλος καὶ ἀπέστρεψεν 'Ιησου̃ς εἰς Γαι καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ῥομφαίας

8:25 καὶ ἐγενήθησαν οἱ πεσόντες ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς δώδεκα χιλιάδες πάντας τοὺς κατοικου̃ντας Γαι

8:27 πλὴν τω̃ν κτηνω̃ν καὶ τω̃ν σκύλων τω̃ν ἐν τη̨̃ πόλει πάντα ἃ ἐπρονόμευσαν οἱ υἱοὶ Ισραηλ κατὰ πρόσταγμα κυρίου ὃν τρόπον συνέταξεν κύριος τω̨̃ 'Ιησοι̃

8:28 καὶ ἐνεπύρισεν 'Ιησου̃ς τὴν πόλιν ἐν πυρί χω̃μα ἀοίκητον εἰς τὸν αἰω̃να ἔθηκεν αὐτὴν ἕως τη̃ς ἡμέρας ταύτης

8:29 καὶ τὸν βασιλέα τη̃ς Γαι ἐκρέμασεν ἐπὶ ξύλου διδύμου καὶ ἠ̃ν ἐπὶ του̃ ξύλου ἕως ἑσπέρας καὶ ἐπιδύνοντος του̃ ἡλίου συνέταξεν 'Ιησου̃ς καὶ καθείλοσαν αὐτου̃ τὸ σω̃μα ἀπὸ του̃ ξύλου καὶ ἔρριψαν αὐτὸν εἰς τὸν βόθρον καὶ ἐπέστησαν αὐτω̨̃ σωρὸν λίθων ἕως τη̃ς ἡμέρας ταύτης

9:1 ὡς δ' ἤκουσαν οἱ βασιλει̃ς τω̃ν Αμορραίων οἱ ἐν τω̨̃ πέραν του̃ Ιορδάνου οἱ ἐν τη̨̃ ὀρεινη̨̃ καὶ οἱ ἐν τη̨̃ πεδινη̨̃ καὶ οἱ ἐν πάση̨ τη̨̃ παραλία̨ τη̃ς θαλάσσης τη̃ς μεγάλης καὶ οἱ πρὸς τω̨̃ 'Αντιλιβάνω̨ καὶ οἱ Χετται̃οι καὶ οἱ Χαναναι̃οι καὶ οἱ Φερεζαι̃οι καὶ οἱ Ευαι̃οι καὶ οἱ Αμορραι̃οι καὶ οἱ Γεργεσαι̃οι καὶ οἱ Ιεβουσαι̃οι

9:2 συνήλθοσαν ἐπὶ τὸ αὐτὸ ἐκπολεμη̃σαι 'Ιησου̃ν καὶ Ισραηλ ἅμα πάντες

9:2a τότε ὠ̨κοδόμησεν 'Ιησου̃ς θυσιαστήριον κυρίω̨ τω̨̃ θεω̨̃ Ισραηλ ἐν ὄρει Γαιβαλ

9:2b καθότι ἐνετείλατο Μωυση̃ς ὁ θεράπων κυρίου τοι̃ς υἱοι̃ς Ισραηλ καθὰ γέγραπται ἐν τω̨̃ νόμω̨ Μωυση̃ θυσιαστήριον λίθων ὁλοκλήρων ἐφ' οὓς οὐκ ἐπεβλήθη σίδηρος καὶ ἀνεβίβασεν ἐκει̃ ὁλοκαυτώματα κυρίω̨ καὶ θυσίαν σωτηρίου

9:2c καὶ ἔγραψεν 'Ιησου̃ς ἐπὶ τω̃ν λίθων τὸ δευτερονόμιον νόμον Μωυση̃ ὃν ἔγραψεν ἐνώπιον υἱω̃ν Ισραηλ

9:2d καὶ πα̃ς Ισραηλ καὶ οἱ πρεσβύτεροι αὐτω̃ν καὶ οἱ δικασταὶ καὶ οἱ γραμματει̃ς αὐτω̃ν παρεπορεύοντο ἔνθεν καὶ ἔνθεν τη̃ς κιβωτου̃ ἀπέναντι καὶ οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται ἠ̃ραν τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου καὶ ὁ προσήλυτος καὶ ὁ αὐτόχθων οἳ ἠ̃σαν ἥμισυ πλησίον ὄρους Γαριζιν καὶ οἳ ἠ̃σαν ἥμισυ πλησίον ὄρους Γαιβαλ καθότι ἐνετείλατο Μωυση̃ς ὁ θεράπων κυρίου εὐλογη̃σαι τὸν λαὸν ἐν πρώτοις

9:2e καὶ μετὰ ταυ̃τα οὕτως ἀνέγνω 'Ιησου̃ς πάντα τὰ ῥήματα του̃ νόμου τούτου τὰς εὐλογίας καὶ τὰς κατάρας κατὰ πάντα τὰ γεγραμμένα ἐν τω̨̃ νόμω̨ Μωυση̃

9:2f οὐκ ἠ̃ν ῥη̃μα ἀπὸ πάντων ὡ̃ν ἐνετείλατο Μωυση̃ς τω̨̃ 'Ιησοι̃ ὃ οὐκ ἀνέγνω 'Ιησου̃ς εἰς τὰ ὠ̃τα πάσης ἐκκλησίας υἱω̃ν Ισραηλ τοι̃ς ἀνδράσιν καὶ ται̃ς γυναιξὶν καὶ τοι̃ς παιδίοις καὶ τοι̃ς προσηλύτοις τοι̃ς προσπορευομένοις τω̨̃ Ισραηλ

9:3 καὶ οἱ κατοικου̃ντες Γαβαων ἤκουσαν πάντα ὅσα ἐποίησεν κύριος τη̨̃ Ιεριχω καὶ τη̨̃ Γαι

9:4 καὶ ἐποίησαν καί γε αὐτοὶ μετὰ πανουργίας καὶ ἐλθόντες ἐπεσιτίσαντο καὶ ἡτοιμάσαντο καὶ λαβόντες σάκκους παλαιοὺς ἐπὶ τω̃ν ὄνων αὐτω̃ν καὶ ἀσκοὺς οἴνου παλαιοὺς καὶ κατερρωγότας ἀποδεδεμένους

9:5 καὶ τὰ κοι̃λα τω̃ν ὑποδημάτων αὐτω̃ν καὶ τὰ σανδάλια αὐτω̃ν παλαιὰ καὶ καταπεπελματωμένα ἐν τοι̃ς ποσὶν αὐτω̃ν καὶ τὰ ἱμάτια αὐτω̃ν πεπαλαιωμένα ἐπάνω αὐτω̃ν καὶ ὁ ἄρτος αὐτω̃ν του̃ ἐπισιτισμου̃ ξηρὸς καὶ εὐρωτιω̃ν καὶ βεβρωμένος

9:6 καὶ ἤλθοσαν πρὸς 'Ιησου̃ν εἰς τὴν παρεμβολὴν Ισραηλ εἰς Γαλγαλα καὶ εἰ̃παν πρὸς 'Ιησου̃ν καὶ Ισραηλ ἐκ γη̃ς μακρόθεν ἥκαμεν καὶ νυ̃ν διάθεσθε ἡμι̃ν διαθήκην

9:7 καὶ εἰ̃παν οἱ υἱοὶ Ισραηλ πρὸς τὸν Χορραι̃ον ὅρα μὴ ἐν ἐμοὶ κατοικει̃ς καὶ πω̃ς σοι διαθω̃μαι διαθήκην

9:8 καὶ εἰ̃παν πρὸς 'Ιησου̃ν οἰκέται σού ἐσμεν καὶ εἰ̃πεν πρὸς αὐτοὺς 'Ιησου̃ς πόθεν ἐστὲ καὶ πόθεν παραγεγόνατε

9:9 καὶ εἰ̃παν ἐκ γη̃ς μακρόθεν σφόδρα ἥκασιν οἱ παι̃δές σου ἐν ὀνόματι κυρίου του̃ θεου̃ σου ἀκηκόαμεν γὰρ τὸ ὄνομα αὐτου̃ καὶ ὅσα ἐποίησεν ἐν Αἰγύπτω̨

9:10 καὶ ὅσα ἐποίησεν τοι̃ς βασιλευ̃σιν τω̃ν Αμορραίων οἳ ἠ̃σαν πέραν του̃ Ιορδάνου τω̨̃ Σηων βασιλει̃ Εσεβων καὶ τω̨̃ Ωγ βασιλει̃ τη̃ς Βασαν ὃς κατώ̨κει ἐν Ασταρωθ καὶ ἐν Εδραϊν

9:11 καὶ ἀκούσαντες εἰ̃παν πρὸς ἡμα̃ς οἱ πρεσβύτεροι ἡμω̃ν καὶ πάντες οἱ κατοικου̃ντες τὴν γη̃ν ἡμω̃ν λέγοντες λάβετε ἑαυτοι̃ς ἐπισιτισμὸν εἰς τὴν ὁδὸν καὶ πορεύθητε εἰς συνάντησιν αὐτω̃ν καὶ ἐρει̃τε πρὸς αὐτούς οἰκέται σού ἐσμεν καὶ νυ̃ν διάθεσθε ἡμι̃ν διαθήκην

9:12 οὑ̃τοι οἱ ἄρτοι θερμοὺς ἐφωδιάσθημεν αὐτοὺς ἐν τη̨̃ ἡμέρα̨ ἡ̨̃ ἐξήλθομεν παραγενέσθαι πρὸς ὑμα̃ς νυ̃ν δὲ ἐξηράνθησαν καὶ γεγόνασιν βεβρωμένοι

9:13 καὶ οὑ̃τοι οἱ ἀσκοὶ του̃ οἴνου οὓς ἐπλήσαμεν καινούς καὶ οὑ̃τοι ἐρρώγασιν καὶ τὰ ἱμάτια ἡμω̃ν καὶ τὰ ὑποδήματα ἡμω̃ν πεπαλαίωται ἀπὸ τη̃ς πολλη̃ς ὁδου̃ σφόδρα

9:14 καὶ ἔλαβον οἱ ἄρχοντες του̃ ἐπισιτισμου̃ αὐτω̃ν καὶ κύριον οὐκ ἐπηρώτησαν

9:15 καὶ ἐποίησεν 'Ιησου̃ς πρὸς αὐτοὺς εἰρήνην καὶ διέθετο πρὸς αὐτοὺς διαθήκην του̃ διασω̃σαι αὐτούς καὶ ὤμοσαν αὐτοι̃ς οἱ ἄρχοντες τη̃ς συναγωγη̃ς

9:16 καὶ ἐγένετο μετὰ τρει̃ς ἡμέρας μετὰ τὸ διαθέσθαι πρὸς αὐτοὺς διαθήκην ἤκουσαν ὅτι ἐγγύθεν αὐτω̃ν εἰσιν καὶ ὅτι ἐν αὐτοι̃ς κατοικου̃σιν

9:17 καὶ ἀπη̃ραν οἱ υἱοὶ Ισραηλ καὶ ἠ̃λθον εἰς τὰς πόλεις αὐτω̃ν αἱ δὲ πόλεις αὐτω̃ν Γαβαων καὶ Κεφιρα καὶ Βηρωθ καὶ πόλις Ιαριν

9:18 καὶ οὐκ ἐμαχέσαντο αὐτοι̃ς οἱ υἱοὶ Ισραηλ ὅτι ὤμοσαν αὐτοι̃ς πάντες οἱ ἄρχοντες κύριον τὸν θεὸν Ισραηλ καὶ διεγόγγυσαν πα̃σα ἡ συναγωγὴ ἐπὶ τοι̃ς ἄρχουσιν

9:19 καὶ εἰ̃παν οἱ ἄρχοντες πάση̨ τη̨̃ συναγωγη̨̃ ἡμει̃ς ὠμόσαμεν αὐτοι̃ς κύριον τὸν θεὸν Ισραηλ καὶ νυ̃ν οὐ δυνησόμεθα ἅψασθαι αὐτω̃ν

9:20 του̃το ποιήσομεν ζωγρη̃σαι αὐτούς καὶ περιποιησόμεθα αὐτούς καὶ οὐκ ἔσται καθ' ἡμω̃ν ὀργὴ διὰ τὸν ὅρκον ὃν ὠμόσαμεν αὐτοι̃ς

9:21 ζήσονται καὶ ἔσονται ξυλοκόποι καὶ ὑδροφόροι πάση̨ τη̨̃ συναγωγη̨̃ καθάπερ εἰ̃παν αὐτοι̃ς οἱ ἄρχοντες

9:22 καὶ συνεκάλεσεν αὐτοὺς 'Ιησου̃ς καὶ εἰ̃πεν αὐτοι̃ς διὰ τί παρελογίσασθέ με λέγοντες μακρὰν ἀπὸ σου̃ ἐσμεν σφόδρα ὑμει̃ς δὲ ἐγχώριοί ἐστε τω̃ν κατοικούντων ἐν ἡμι̃ν

9:23 καὶ νυ̃ν ἐπικατάρατοί ἐστε οὐ μὴ ἐκλίπη̨ ἐξ ὑμω̃ν δου̃λος οὐδὲ ξυλοκόπος ἐμοὶ καὶ τω̨̃ θεω̨̃ μου

9:24 καὶ ἀπεκρίθησαν τω̨̃ 'Ιησοι̃ λέγοντες ἀνηγγέλη ἡμι̃ν ὅσα συνέταξεν κύριος ὁ θεός σου Μωυση̨̃ τω̨̃ παιδὶ αὐτου̃ δου̃ναι ὑμι̃ν τὴν γη̃ν ταύτην καὶ ἐξολεθρευ̃σαι ἡμα̃ς καὶ πάντας τοὺς κατοικου̃ντας ἐπ' αὐτη̃ς ἀπὸ προσώπου ὑμω̃ν καὶ ἐφοβήθημεν σφόδρα περὶ τω̃ν ψυχω̃ν ἡμω̃ν ἀπὸ προσώπου ὑμω̃ν καὶ ἐποιήσαμεν τὸ πρα̃γμα του̃το

9:25 καὶ νυ̃ν ἰδοὺ ἡμει̃ς ὑποχείριοι ὑμι̃ν ὡς ἀρέσκει ὑμι̃ν καὶ ὡς δοκει̃ ὑμι̃ν ποιήσατε ἡμι̃ν

9:26 καὶ ἐποίησαν αὐτοι̃ς οὕτως καὶ ἐξείλατο αὐτοὺς 'Ιησου̃ς ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐκ χειρω̃ν υἱω̃ν Ισραηλ καὶ οὐκ ἀνει̃λον αὐτούς

9:27 καὶ κατέστησεν αὐτοὺς 'Ιησου̃ς ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ξυλοκόπους καὶ ὑδροφόρους πάση̨ τη̨̃ συναγωγη̨̃ καὶ τω̨̃ θυσιαστηρίω̨ του̃ θεου̃ διὰ του̃το ἐγένοντο οἱ κατοικου̃ντες Γαβαων ξυλοκόποι καὶ ὑδροφόροι του̃ θυσιαστηρίου του̃ θεου̃ ἕως τη̃ς σήμερον ἡμέρας καὶ εἰς τὸν τόπον ὃν ἐὰν ἐκλέξηται κύριος

10:1 ὡς δὲ ἤκουσεν Αδωνιβεζεκ βασιλεὺς Ιερουσαλημ ὅτι ἔλαβεν 'Ιησου̃ς τὴν Γαι καὶ ἐξωλέθρευσεν αὐτήν ὃν τρόπον ἐποίησαν τὴν Ιεριχω καὶ τὸν βασιλέα αὐτη̃ς οὕτως ἐποίησαν τὴν Γαι καὶ τὸν βασιλέα αὐτη̃ς καὶ ὅτι αὐτομόλησαν οἱ κατοικου̃ντες Γαβαων πρὸς 'Ιησου̃ν καὶ πρὸς Ισραηλ

10:2 καὶ ἐφοβήθησαν ἐν αὐτοι̃ς σφόδρα ἤ̨δει γὰρ ὅτι μεγάλη πόλις Γαβαων ὡσεὶ μία τω̃ν μητροπόλεων καὶ πάντες οἱ ἄνδρες αὐτη̃ς ἰσχυροί

10:3 καὶ ἀπέστειλεν Αδωνιβεζεκ βασιλεὺς Ιερουσαλημ πρὸς Αιλαμ βασιλέα Χεβρων καὶ πρὸς Φιδων βασιλέα Ιεριμουθ καὶ πρὸς Ιεφθα βασιλέα Λαχις καὶ πρὸς Δαβιρ βασιλέα Οδολλαμ λέγων

10:4 δευ̃τε ἀνάβητε πρός με καὶ βοηθήσατέ μοι καὶ ἐκπολεμήσωμεν Γαβαων αὐτομόλησαν γὰρ πρὸς 'Ιησου̃ν καὶ πρὸς τοὺς υἱοὺς Ισραηλ

10:5 καὶ ἀνέβησαν οἱ πέντε βασιλει̃ς τω̃ν Ιεβουσαίων βασιλεὺς Ιερουσαλημ καὶ βασιλεὺς Χεβρων καὶ βασιλεὺς Ιεριμουθ καὶ βασιλεὺς Λαχις καὶ βασιλεὺς Οδολλαμ αὐτοὶ καὶ πα̃ς ὁ λαὸς αὐτω̃ν καὶ περιεκάθισαν τὴν Γαβαων καὶ ἐξεπολιόρκουν αὐτήν

10:6 καὶ ἀπέστειλαν οἱ κατοικου̃ντες Γαβαων πρὸς 'Ιησου̃ν εἰς τὴν παρεμβολὴν Ισραηλ εἰς Γαλγαλα λέγοντες μὴ ἐκλύση̨ς τὰς χει̃ράς σου ἀπὸ τω̃ν παίδων σου ἀνάβηθι πρὸς ἡμα̃ς τὸ τάχος καὶ ἐξελου̃ ἡμα̃ς καὶ βοήθησον ἡμι̃ν ὅτι συνηγμένοι εἰσὶν ἐφ' ἡμα̃ς πάντες οἱ βασιλει̃ς τω̃ν Αμορραίων οἱ κατοικου̃ντες τὴν ὀρεινήν

10:7 καὶ ἀνέβη 'Ιησου̃ς ἐκ Γαλγαλων αὐτὸς καὶ πα̃ς ὁ λαὸς ὁ πολεμιστὴς μετ' αὐτου̃ πα̃ς δυνατὸς ἐν ἰσχύι

10:8 καὶ εἰ̃πεν κύριος πρὸς 'Ιησου̃ν μὴ φοβηθη̨̃ς αὐτούς εἰς γὰρ τὰς χει̃ράς σου παραδέδωκα αὐτούς οὐχ ὑπολειφθήσεται ἐξ αὐτω̃ν οὐθεὶς ἐνώπιον ὑμω̃ν

10:9 καὶ ἐπιπαρεγένετο ἐπ' αὐτοὺς 'Ιησου̃ς ἄφνω ὅλην τὴν νύκτα εἰσεπορεύθη ἐκ Γαλγαλων

10:10 καὶ ἐξέστησεν αὐτοὺς κύριος ἀπὸ προσώπου τω̃ν υἱω̃ν Ισραηλ καὶ συνέτριψεν αὐτοὺς κύριος σύντριψιν μεγάλην ἐν Γαβαων καὶ κατεδίωξαν αὐτοὺς ὁδὸν ἀναβάσεως Ωρωνιν καὶ κατέκοπτον αὐτοὺς ἕως Αζηκα καὶ ἕως Μακηδα

10:11 ἐν τω̨̃ δὲ φεύγειν αὐτοὺς ἀπὸ προσώπου τω̃ν υἱω̃ν Ισραηλ ἐπὶ τη̃ς καταβάσεως Ωρωνιν καὶ κύριος ἐπέρριψεν αὐτοι̃ς λίθους χαλάζης ἐκ του̃ οὐρανου̃ ἕως Αζηκα καὶ ἐγένοντο πλείους οἱ ἀποθανόντες διὰ τοὺς λίθους τη̃ς χαλάζης ἢ οὓς ἀπέκτειναν οἱ υἱοὶ Ισραηλ μαχαίρα̨ ἐν τω̨̃ πολέμω̨

10:12 τότε ἐλάλησεν 'Ιησου̃ς πρὸς κύριον ἡ̨̃ ἡμέρα̨ παρέδωκεν ὁ θεὸς τὸν Αμορραι̃ον ὑποχείριον Ισραηλ ἡνίκα συνέτριψεν αὐτοὺς ἐν Γαβαων καὶ συνετρίβησαν ἀπὸ προσώπου υἱω̃ν Ισραηλ καὶ εἰ̃πεν 'Ιησου̃ς στήτω ὁ ἥλιος κατὰ Γαβαων καὶ ἡ σελήνη κατὰ φάραγγα Αιλων

10:13 καὶ ἔστη ὁ ἥλιος καὶ ἡ σελήνη ἐν στάσει ἕως ἠμύνατο ὁ θεὸς τοὺς ἐχθροὺς αὐτω̃ν καὶ ἔστη ὁ ἥλιος κατὰ μέσον του̃ οὐρανου̃ οὐ προεπορεύετο εἰς δυσμὰς εἰς τέλος ἡμέρας μια̃ς

10:14 καὶ οὐκ ἐγένετο ἡμέρα τοιαύτη οὐδὲ τὸ πρότερον οὐδὲ τὸ ἔσχατον ὥστε ἐπακου̃σαι θεὸν ἀνθρώπου ὅτι κύριος συνεπολέμησεν τω̨̃ Ισραηλ

10:16 καὶ ἔφυγον οἱ πέντε βασιλει̃ς οὑ̃τοι καὶ κατεκρύβησαν εἰς τὸ σπήλαιον τὸ ἐν Μακηδα

10:17 καὶ ἀπηγγέλη τω̨̃ 'Ιησου̃ λέγοντες εὕρηνται οἱ πέντε βασιλει̃ς κεκρυμμένοι ἐν τω̨̃ σπηλαίω̨ τω̨̃ ἐν Μακηδα

10:18 καὶ εἰ̃πεν 'Ιησου̃ς κυλίσατε λίθους ἐπὶ τὸ στόμα του̃ σπηλαίου καὶ καταστήσατε ἄνδρας φυλάσσειν ἐπ' αὐτούς

10:19 ὑμει̃ς δὲ μὴ ἑστήκατε καταδιώκοντες ὀπίσω τω̃ν ἐχθρω̃ν ὑμω̃ν καὶ καταλάβετε τὴν οὐραγίαν αὐτω̃ν καὶ μὴ ἀφη̃τε εἰσελθει̃ν εἰς τὰς πόλεις αὐτω̃ν παρέδωκεν γὰρ αὐτοὺς κύριος ὁ θεὸς ἡμω̃ν εἰς τὰς χει̃ρας ἡμω̃ν

10:20 καὶ ἐγένετο ὡς κατέπαυσεν 'Ιησου̃ς καὶ πα̃ς υἱὸς Ισραηλ κόπτοντες αὐτοὺς κοπὴν μεγάλην σφόδρα ἕως εἰς τέλος καὶ οἱ διασω̨ζόμενοι διεσώθησαν εἰς τὰς πόλεις τὰς ὀχυράς

10:21 καὶ ἀπεστράφη πα̃ς ὁ λαὸς πρὸς 'Ιησου̃ν εἰς Μακηδα ὑγιει̃ς καὶ οὐκ ἔγρυξεν οὐθεὶς τω̃ν υἱω̃ν Ισραηλ τη̨̃ γλώσση̨ αὐτου̃

10:22 καὶ εἰ̃πεν 'Ιησου̃ς ἀνοίξατε τὸ σπήλαιον καὶ ἐξαγάγετε τοὺς πέντε βασιλει̃ς τούτους ἐκ του̃ σπηλαίου

10:23 καὶ ἐξηγάγοσαν τοὺς πέντε βασιλει̃ς ἐκ του̃ σπηλαίου τὸν βασιλέα Ιερουσαλημ καὶ τὸν βασιλέα Χεβρων καὶ τὸν βασιλέα Ιεριμουθ καὶ τὸν βασιλέα Λαχις καὶ τὸν βασιλέα Οδολλαμ

10:24 καὶ ἐπεὶ ἐξήγαγον αὐτοὺς πρὸς 'Ιησου̃ν καὶ συνεκάλεσεν 'Ιησου̃ς πάντα Ισραηλ καὶ τοὺς ἐναρχομένους του̃ πολέμου τοὺς συμπορευομένους αὐτω̨̃ λέγων αὐτοι̃ς προπορεύεσθε καὶ ἐπίθετε τοὺς πόδας ὑμω̃ν ἐπὶ τοὺς τραχήλους αὐτω̃ν καὶ προσελθόντες ἐπέθηκαν τοὺς πόδας αὐτω̃ν ἐπὶ τοὺς τραχήλους αὐτω̃ν

10:25 καὶ εἰ̃πεν πρὸς αὐτοὺς 'Ιησου̃ς μὴ φοβηθη̃τε αὐτοὺς μηδὲ δειλιάσητε ἀνδρίζεσθε καὶ ἰσχύετε ὅτι οὕτως ποιήσει κύριος πα̃σι τοι̃ς ἐχθροι̃ς ὑμω̃ν οὓς ὑμει̃ς καταπολεμει̃τε αὐτούς

10:26 καὶ ἀπέκτεινεν αὐτοὺς 'Ιησου̃ς καὶ ἐκρέμασεν αὐτοὺς ἐπὶ πέντε ξύλων καὶ ἠ̃σαν κρεμάμενοι ἐπὶ τω̃ν ξύλων ἕως ἑσπέρας

10:27 καὶ ἐγενήθη πρὸς ἡλίου δυσμὰς ἐνετείλατο 'Ιησου̃ς καὶ καθει̃λον αὐτοὺς ἀπὸ τω̃ν ξύλων καὶ ἔρριψαν αὐτοὺς εἰς τὸ σπήλαιον εἰς ὃ κατεφύγοσαν ἐκει̃ καὶ ἐπεκύλισαν λίθους ἐπὶ τὸ σπήλαιον ἕως τη̃ς σήμερον ἡμέρας

10:28 καὶ τὴν Μακηδα ἐλάβοσαν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλέθρευσαν πα̃ν ἐμπνέον ἐν αὐτη̨̃ καὶ οὐ κατελείφθη ἐν αὐτη̨̃ οὐδεὶς διασεσω̨σμένος καὶ διαπεφευγώς καὶ ἐποίησαν τω̨̃ βασιλει̃ Μακηδα ὃν τρόπον ἐποίησαν τω̨̃ βασιλει̃ Ιεριχω

10:29 καὶ ἀπη̃λθεν 'Ιησου̃ς καὶ πα̃ς Ισραηλ μετ' αὐτου̃ ἐκ Μακηδα εἰς Λεβνα καὶ ἐπολιόρκει Λεβνα

10:30 καὶ παρέδωκεν αὐτὴν κύριος εἰς χει̃ρας Ισραηλ καὶ ἔλαβον αὐτὴν καὶ τὸν βασιλέα αὐτη̃ς καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ πα̃ν ἐμπνέον ἐν αὐτη̨̃ καὶ οὐ κατελείφθη ἐν αὐτη̨̃ οὐδὲ εἱ̃ς διασεσω̨σμένος καὶ διαπεφευγώς καὶ ἐποίησαν τω̨̃ βασιλει̃ αὐτη̃ς ὃν τρόπον ἐποίησαν τω̨̃ βασιλει̃ Ιεριχω

10:31 καὶ ἀπη̃λθεν 'Ιησου̃ς καὶ πα̃ς Ισραηλ μετ' αὐτου̃ ἐκ Λεβνα εἰς Λαχις καὶ περιεκάθισεν αὐτὴν καὶ ἐπολιόρκει αὐτήν

10:32 καὶ παρέδωκεν κύριος τὴν Λαχις εἰς τὰς χει̃ρας Ισραηλ καὶ ἔλαβεν αὐτὴν ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ δευτέρα̨ καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλέθρευσαν αὐτήν ὃν τρόπον ἐποίησαν τὴν Λεβνα

10:33 τότε ἀνέβη Αιλαμ βασιλεὺς Γαζερ βοηθήσων τη̨̃ Λαχις καὶ ἐπάταξεν αὐτὸν 'Ιησου̃ς ἐν στόματι ξίφους καὶ τὸν λαὸν αὐτου̃ ἕως του̃ μὴ καταλειφθη̃ναι αὐτω̃ν σεσω̨σμένον καὶ διαπεφευγότα

10:34 καὶ ἀπη̃λθεν 'Ιησου̃ς καὶ πα̃ς Ισραηλ μετ' αὐτου̃ ἐκ Λαχις εἰς Οδολλαμ καὶ περιεκάθισεν αὐτὴν καὶ ἐπολιόρκησεν αὐτήν

10:35 καὶ παρέδωκεν αὐτὴν κύριος ἐν χειρὶ Ισραηλ καὶ ἔλαβεν αὐτὴν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ ἐφόνευσεν αὐτὴν ἐν στόματι ξίφους καὶ πα̃ν ἐμπνέον ἐν αὐτη̨̃ ἐφόνευσαν ὃν τρόπον ἐποίησαν τη̨̃ Λαχις

10:36 καὶ ἀπη̃λθεν 'Ιησου̃ς καὶ πα̃ς Ισραηλ μετ' αὐτου̃ εἰς Χεβρων καὶ περιεκάθισεν αὐτήν

10:37 καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ξίφους καὶ πα̃ν ἐμπνέον ὅσα ἠ̃ν ἐν αὐτη̨̃ οὐκ ἠ̃ν διασεσω̨σμένος ὃν τρόπον ἐποίησαν τὴν Οδολλαμ ἐξωλέθρευσαν αὐτὴν καὶ ὅσα ἠ̃ν ἐν αὐτη̨̃

10:38 καὶ ἀπέστρεψεν 'Ιησου̃ς καὶ πα̃ς Ισραηλ εἰς Δαβιρ καὶ περικαθίσαντες αὐτὴν

10:39 ἔλαβον αὐτὴν καὶ τὸν βασιλέα αὐτη̃ς καὶ τὰς κώμας αὐτη̃ς καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλέθρευσαν αὐτὴν καὶ πα̃ν ἐμπνέον ἐν αὐτη̨̃ καὶ οὐ κατέλιπον αὐτη̨̃ οὐδένα διασεσω̨σμένον ὃν τρόπον ἐποίησαν τὴν Χεβρων καὶ τω̨̃ βασιλει̃ αὐτη̃ς οὕτως ἐποίησαν τη̨̃ Δαβιρ καὶ τω̨̃ βασιλει̃ αὐτη̃ς

10:40 καὶ ἐπάταξεν 'Ιησου̃ς πα̃σαν τὴν γη̃ν τη̃ς ὀρεινη̃ς καὶ τὴν Ναγεβ καὶ τὴν πεδινὴν καὶ τὴν Ασηδωθ καὶ τοὺς βασιλει̃ς αὐτη̃ς οὐ κατέλιπον αὐτω̃ν σεσω̨σμένον καὶ πα̃ν ἐμπνέον ζωη̃ς ἐξωλέθρευσεν ὃν τρόπον ἐνετείλατο κύριος ὁ θεὸς Ισραηλ

10:41 ἀπὸ Καδης Βαρνη ἕως Γάζης πα̃σαν τὴν Γοσομ ἕως τη̃ς Γαβαων

10:42 καὶ πάντας τοὺς βασιλει̃ς αὐτω̃ν καὶ τὴν γη̃ν αὐτω̃ν ἐπάταξεν 'Ιησου̃ς εἰς ἅπαξ ὅτι κύριος ὁ θεὸς Ισραηλ συνεπολέμει τω̨̃ Ισραηλ

11:1 ὡς δὲ ἤκουσεν Ιαβιν βασιλεὺς Ασωρ ἀπέστειλεν πρὸς Ιωβαβ βασιλέα Μαρρων καὶ πρὸς βασιλέα Συμοων καὶ πρὸς βασιλέα Αζιφ

11:2 καὶ πρὸς τοὺς βασιλει̃ς τοὺς κατὰ Σιδω̃να τὴν μεγάλην εἰς τὴν ὀρεινὴν καὶ εἰς τὴν Ραβα ἀπέναντι Κενερωθ καὶ εἰς τὸ πεδίον καὶ εἰς Ναφεδδωρ

11:3 καὶ εἰς τοὺς παραλίους Χαναναίους ἀπὸ ἀνατολω̃ν καὶ εἰς τοὺς παραλίους Αμορραίους καὶ Ευαίους καὶ Ιεβουσαίους καὶ Φερεζαίους τοὺς ἐν τω̨̃ ὄρει καὶ τοὺς Χετταίους τοὺς ὑπὸ τὴν Αερμων εἰς γη̃ν Μασσηφα

11:4 καὶ ἐξη̃λθον αὐτοὶ καὶ οἱ βασιλει̃ς αὐτω̃ν μετ' αὐτω̃ν ὥσπερ ἡ ἄμμος τη̃ς θαλάσσης τω̨̃ πλήθει καὶ ἵπποι καὶ ἅρματα πολλὰ σφόδρα

11:5 καὶ συνη̃λθον πάντες οἱ βασιλει̃ς οὑ̃τοι καὶ παρεγένοντο ἐπὶ τὸ αὐτὸ καὶ παρενέβαλον ἐπὶ του̃ ὕδατος Μαρρων πολεμη̃σαι τὸν Ισραηλ

11:6 καὶ εἰ̃πεν κύριος πρὸς 'Ιησου̃ν μὴ φοβηθη̨̃ς ἀπὸ προσώπου αὐτω̃ν ὅτι αὔριον ταύτην τὴν ὥραν ἐγὼ παραδίδωμι τετροπωμένους αὐτοὺς ἐναντίον του̃ Ισραηλ τοὺς ἵππους αὐτω̃ν νευροκοπήσεις καὶ τὰ ἅρματα αὐτω̃ν κατακαύσεις ἐν πυρί

11:7 καὶ ἠ̃λθεν 'Ιησου̃ς καὶ πα̃ς ὁ λαὸς ὁ πολεμιστὴς ἐπ' αὐτοὺς ἐπὶ τὸ ὕδωρ Μαρρων ἐξάπινα καὶ ἐπέπεσαν ἐπ' αὐτοὺς ἐν τη̨̃ ὀρεινη̨̃

11:8 καὶ παρέδωκεν αὐτοὺς κύριος ὑποχειρίους Ισραηλ καὶ κόπτοντες αὐτοὺς κατεδίωκον ἕως Σιδω̃νος τη̃ς μεγάλης καὶ ἕως Μασερων καὶ ἕως τω̃ν πεδίων Μασσωχ κατ' ἀνατολὰς καὶ κατέκοψαν αὐτοὺς ἕως του̃ μὴ καταλειφθη̃ναι αὐτω̃ν διασεσω̨σμένον

11:9 καὶ ἐποίησεν αὐτοι̃ς 'Ιησου̃ς ὃν τρόπον ἐνετείλατο αὐτω̨̃ κύριος τοὺς ἵππους αὐτω̃ν ἐνευροκόπησεν καὶ τὰ ἅρματα αὐτω̃ν ἐνέπρησεν ἐν πυρί

11:10 καὶ ἀπεστράφη 'Ιησου̃ς ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ καὶ κατελάβετο Ασωρ καὶ τὸν βασιλέα αὐτη̃ς ἠ̃ν δὲ Ασωρ τὸ πρότερον ἄρχουσα πασω̃ν τω̃ν βασιλειω̃ν τούτων

11:11 καὶ ἀπέκτειναν πα̃ν ἐμπνέον ἐν αὐτη̨̃ ἐν ξίφει καὶ ἐξωλέθρευσαν πάντας καὶ οὐ κατελείφθη ἐν αὐτη̨̃ ἐμπνέον καὶ τὴν Ασωρ ἐνέπρησαν ἐν πυρί

11:12 καὶ πάσας τὰς πόλεις τω̃ν βασιλέων καὶ τοὺς βασιλει̃ς αὐτω̃ν ἔλαβεν 'Ιησου̃ς καὶ ἀνει̃λεν αὐτοὺς ἐν στόματι ξίφους καὶ ἐξωλέθρευσαν αὐτούς ὃν τρόπον συνέταξεν Μωυση̃ς ὁ παι̃ς κυρίου

11:13 ἀλλὰ πάσας τὰς πόλεις τὰς κεχωματισμένας οὐκ ἐνέπρησεν Ισραηλ πλὴν Ασωρ μόνην ἐνέπρησεν 'Ιησου̃ς

11:14 καὶ πάντα τὰ σκυ̃λα αὐτη̃ς ἐπρονόμευσαν ἑαυτοι̃ς οἱ υἱοὶ Ισραηλ αὐτοὺς δὲ πάντας ἐξωλέθρευσαν ἐν στόματι ξίφους ἕως ἀπώλεσεν αὐτούς οὐ κατέλιπον ἐξ αὐτω̃ν οὐδὲ ἓν ἐμπνέον

11:15 ὃν τρόπον συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ τω̨̃ παιδὶ αὐτου̃ καὶ Μωυση̃ς ὡσαύτως ἐνετείλατο τω̨̃ 'Ιησοι̃ καὶ οὕτως ἐποίησεν 'Ιησου̃ς οὐ παρέβη οὐδὲν ἀπὸ πάντων ὡ̃ν συνέταξεν αὐτω̨̃ Μωυση̃ς

11:16 καὶ ἔλαβεν 'Ιησου̃ς πα̃σαν τὴν γη̃ν τὴν ὀρεινὴν καὶ πα̃σαν τὴν Ναγεβ καὶ πα̃σαν τὴν γη̃ν Γοσομ καὶ τὴν πεδινὴν καὶ τὴν πρὸς δυσμαι̃ς καὶ τὸ ὄρος Ισραηλ καὶ τὰ ταπεινά

11:17 τὰ πρὸς τω̨̃ ὄρει ἀπὸ ὄρους Αχελ καὶ ὃ προσαναβαίνει εἰς Σηιρ καὶ ἕως Βααλγαδ καὶ τὰ πεδία του̃ Λιβάνου ὑπὸ τὸ ὄρος τὸ Αερμων καὶ πάντας τοὺς βασιλει̃ς αὐτω̃ν ἔλαβεν καὶ ἀνει̃λεν αὐτοὺς καὶ ἀπέκτεινεν

11:18 καὶ πλείους ἡμέρας ἐποίησεν 'Ιησου̃ς πρὸς τοὺς βασιλει̃ς τούτους τὸν πόλεμον

11:19 καὶ οὐκ ἠ̃ν πόλις ἣν οὐκ ἔλαβεν Ισραηλ πάντα ἐλάβοσαν ἐν πολέμω̨

11:20 ὅτι διὰ κυρίου ἐγένετο κατισχυ̃σαι αὐτω̃ν τὴν καρδίαν συναντα̃ν εἰς πόλεμον πρὸς Ισραηλ ἵνα ἐξολεθρευθω̃σιν ὅπως μὴ δοθη̨̃ αὐτοι̃ς ἔλεος ἀλλ' ἵνα ἐξολεθρευθω̃σιν ὃν τρόπον εἰ̃πεν κύριος πρὸς Μωυση̃ν

11:21 καὶ ἠ̃λθεν 'Ιησου̃ς ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ καὶ ἐξωλέθρευσεν τοὺς Ενακιμ ἐκ τη̃ς ὀρεινη̃ς ἐκ Χεβρων καὶ ἐκ Δαβιρ καὶ ἐξ Αναβωθ καὶ ἐκ παντὸς γένους Ισραηλ καὶ ἐκ παντὸς ὄρους Ιουδα σὺν ται̃ς πόλεσιν αὐτω̃ν καὶ ἐξωλέθρευσεν αὐτοὺς 'Ιησου̃ς

11:22 οὐ κατελείφθη τω̃ν Ενακιμ ἀπὸ τω̃ν υἱω̃ν Ισραηλ ἀλλὰ πλὴν ἐν Γάζη̨ καὶ ἐν Γεθ καὶ ἐν Ασεδωθ κατελείφθη

11:23 καὶ ἔλαβεν 'Ιησου̃ς πα̃σαν τὴν γη̃ν καθότι ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃ καὶ ἔδωκεν αὐτοὺς 'Ιησου̃ς ἐν κληρονομία̨ Ισραηλ ἐν μερισμω̨̃ κατὰ φυλὰς αὐτω̃ν καὶ ἡ γη̃ κατέπαυσεν πολεμουμένη

12:1 καὶ οὑ̃τοι οἱ βασιλει̃ς τη̃ς γη̃ς οὓς ἀνει̃λον οἱ υἱοὶ Ισραηλ καὶ κατεκληρονόμησαν τὴν γη̃ν αὐτω̃ν πέραν του̃ Ιορδάνου ἀφ' ἡλίου ἀνατολω̃ν ἀπὸ φάραγγος Αρνων ἕως του̃ ὄρους Αερμων καὶ πα̃σαν τὴν γη̃ν Αραβα ἀπ' ἀνατολω̃ν

12:2 Σηων τὸν βασιλέα τω̃ν Αμορραίων ὃς κατώ̨κει ἐν Εσεβων κυριεύων ἀπὸ Αροηρ ἥ ἐστιν ἐν τη̨̃ φάραγγι κατὰ μέρος τη̃ς φάραγγος καὶ τὸ ἥμισυ τη̃ς Γαλααδ ἕως Ιαβοκ ὅρια υἱω̃ν Αμμων

12:3 καὶ Αραβα ἕως τη̃ς θαλάσσης Χενερεθ κατ' ἀνατολὰς καὶ ἕως τη̃ς θαλάσσης Αραβα θάλασσαν τω̃ν ἁλω̃ν ἀπὸ ἀνατολω̃ν ὁδὸν τὴν κατὰ Ασιμωθ ἀπὸ Θαιμαν τὴν ὑπὸ Ασηδωθ Φασγα

12:4 καὶ Ωγ βασιλεὺς Βασαν ὑπελείφθη ἐκ τω̃ν γιγάντων ὁ κατοικω̃ν ἐν Ασταρωθ καὶ ἐν Εδραϊν

12:5 ἄρχων ἀπὸ ὄρους Αερμων καὶ ἀπὸ Σελχα καὶ πα̃σαν τὴν Βασαν ἕως ὁρίων Γεσουρι καὶ τὴν Μαχατι καὶ τὸ ἥμισυ Γαλααδ ὁρίων Σηων βασιλέως Εσεβων

12:6 Μωυση̃ς ὁ παι̃ς κυρίου καὶ οἱ υἱοὶ Ισραηλ ἐπάταξαν αὐτούς καὶ ἔδωκεν αὐτὴν Μωυση̃ς ἐν κληρονομία̨ Ρουβην καὶ Γαδ καὶ τω̨̃ ἡμίσει φυλη̃ς Μανασση

12:7 καὶ οὑ̃τοι οἱ βασιλει̃ς τω̃ν Αμορραίων οὓς ἀνει̃λεν 'Ιησου̃ς καὶ οἱ υἱοὶ Ισραηλ ἐν τω̨̃ πέραν του̃ Ιορδάνου παρὰ θάλασσαν Βααλγαδ ἐν τω̨̃ πεδίω̨ του̃ Λιβάνου καὶ ἕως του̃ ὄρους Χελχα ἀναβαινόντων εἰς Σηιρ καὶ ἔδωκεν αὐτὴν 'Ιησου̃ς ται̃ς φυλαι̃ς Ισραηλ κληρονομει̃ν κατὰ κλη̃ρον αὐτω̃ν

12:8 ἐν τω̨̃ ὄρει καὶ ἐν τω̨̃ πεδίω̨ καὶ ἐν Αραβα καὶ ἐν Ασηδωθ καὶ ἐν τη̨̃ ἐρήμω̨ καὶ ἐν Ναγεβ τὸν Χετται̃ον καὶ τὸν Αμορραι̃ον καὶ τὸν Χαναναι̃ον καὶ τὸν Φερεζαι̃ον καὶ τὸν Ευαι̃ον καὶ τὸν Ιεβουσαι̃ον

12:9 τὸν βασιλέα Ιεριχω καὶ τὸν βασιλέα τη̃ς Γαι ἥ ἐστιν πλησίον Βαιθηλ

12:10 βασιλέα Ιερουσαλημ βασιλέα Χεβρων

12:11 βασιλέα Ιεριμουθ βασιλέα Λαχις

12:12 βασιλέα Αιλαμ βασιλέα Γαζερ

12:13 βασιλέα Δαβιρ βασιλέα Γαδερ

12:14 βασιλέα Ερμαθ βασιλέα Αραθ

12:15 βασιλέα Λεβνα βασιλέα Οδολλαμ

12:16 βασιλέα Μακηδα

12:17 βασιλέα Ταφουγ βασιλέα Οφερ

12:18 βασιλέα Αφεκ τη̃ς Σαρων

12:19 βασιλέα Ασωρ

12:20 βασιλέα Συμοων βασιλέα Μαρρων βασιλέα Αζιφ

12:21 βασιλέα Καδης βασιλέα Ταναχ

12:22 βασιλέα Μαγεδων βασιλέα Ιεκοναμ του̃ Χερμελ

12:23 βασιλέα Δωρ του̃ Ναφεδδωρ βασιλέα Γωιμ τη̃ς Γαλιλαίας

12:24 βασιλέα Θαρσα πάντες οὑ̃τοι βασιλει̃ς εἴκοσι ἐννέα

13:1 καὶ 'Ιησου̃ς πρεσβύτερος προβεβηκὼς τω̃ν ἡμερω̃ν καὶ εἰ̃πεν κύριος πρὸς 'Ιησου̃ν σὺ προβέβηκας τω̃ν ἡμερω̃ν καὶ ἡ γη̃ ὑπολέλειπται πολλὴ εἰς κληρονομίαν

13:2 καὶ αὕτη ἡ γη̃ ἡ καταλελειμμένη ὅρια Φυλιστιιμ ὁ Γεσιρι καὶ ὁ Χαναναι̃ος

13:3 ἀπὸ τη̃ς ἀοικήτου τη̃ς κατὰ πρόσωπον Αἰγύπτου ἕως τω̃ν ὁρίων Ακκαρων ἐξ εὐωνύμων τω̃ν Χαναναίων προσλογίζεται ται̃ς πέντε σατραπείαις τω̃ν Φυλιστιιμ τω̨̃ Γαζαίω̨ καὶ τω̨̃ 'Αζωτίω̨ καὶ τω̨̃ 'Ασκαλωνίτη̨ καὶ τω̨̃ Γεθθαίω̨ καὶ τω̨̃ Ακκαρωνίτη̨ καὶ τω̨̃ Ευαίω̨

13:4 ἐκ Θαιμαν καὶ πάση̨ γη̨̃ Χανααν ἐναντίον Γάζης καὶ οἱ Σιδώνιοι ἕως Αφεκ ἕως τω̃ν ὁρίων τω̃ν Αμορραίων

13:5 καὶ πα̃σαν τὴν γη̃ν Γαβλι Φυλιστιιμ καὶ πάντα τὸν Λίβανον ἀπὸ ἀνατολω̃ν ἡλίου ἀπὸ Γαλγαλ ὑπὸ τὸ ὄρος τὸ Αερμων ἕως τη̃ς εἰσόδου Εμαθ

13:6 πα̃ς ὁ κατοικω̃ν τὴν ὀρεινὴν ἀπὸ του̃ Λιβάνου ἕως τη̃ς Μασερεφωθμαιμ πάντας τοὺς Σιδωνίους ἐγὼ αὐτοὺς ἐξολεθρεύσω ἀπὸ προσώπου Ισραηλ ἀλλὰ διάδος αὐτὴν ἐν κλήρω̨ τω̨̃ Ισραηλ ὃν τρόπον σοι ἐνετειλάμην

13:7 καὶ νυ̃ν μέρισον τὴν γη̃ν ταύτην ἐν κληρονομία̨ ται̃ς ἐννέα φυλαι̃ς καὶ τω̨̃ ἡμίσει φυλη̃ς Μανασση ἀπὸ του̃ Ιορδάνου ἕως τη̃ς θαλάσσης τη̃ς μεγάλης κατὰ δυσμὰς ἡλίου δώσεις αὐτήν ἡ θάλασσα ἡ μεγάλη ὁριει̃

13:8 ται̃ς δὲ δύο φυλαι̃ς καὶ τω̨̃ ἡμίσει φυλη̃ς Μανασση τω̨̃ Ρουβην καὶ τω̨̃ Γαδ ἔδωκεν Μωυση̃ς ἐν τω̨̃ πέραν του̃ Ιορδάνου κατ' ἀνατολὰς ἡλίου δέδωκεν αὐτὴν Μωυση̃ς ὁ παι̃ς κυρίου

13:9 ἀπὸ Αροηρ ἥ ἐστιν ἐπὶ του̃ χείλους χειμάρρου Αρνων καὶ τὴν πόλιν τὴν ἐν μέσω̨ τη̃ς φάραγγος καὶ πα̃σαν τὴν Μισωρ ἀπὸ Μαιδαβα ἕως Δαιβαν

13:10 πάσας τὰς πόλεις Σηων βασιλέως Αμορραίων ὃς ἐβασίλευσεν ἐν Εσεβων ἕως τω̃ν ὁρίων υἱω̃ν Αμμων

13:11 καὶ τὴν Γαλααδίτιδα καὶ τὰ ὅρια Γεσιρι καὶ του̃ Μαχατι πα̃ν ὄρος Αερμων καὶ πα̃σαν τὴν Βασανι̃τιν ἕως Σελχα

13:12 πα̃σαν τὴν βασιλείαν Ωγ ἐν τη̨̃ Βασανίτιδι ὃς ἐβασίλευσεν ἐν Ασταρωθ καὶ ἐν Εδραϊν οὑ̃τος κατελείφθη ἀπὸ τω̃ν γιγάντων καὶ ἐπάταξεν αὐτὸν Μωυση̃ς καὶ ἐξωλέθρευσεν

13:13 καὶ οὐκ ἐξωλέθρευσαν οἱ υἱοὶ Ισραηλ τὸν Γεσιρι καὶ τὸν Μαχατι καὶ τὸν Χαναναι̃ον καὶ κατώ̨κει βασιλεὺς Γεσιρι καὶ ὁ Μαχατι ἐν τοι̃ς υἱοι̃ς Ισραηλ ἕως τη̃ς σήμερον ἡμέρας

13:14 πλὴν τη̃ς φυλη̃ς Λευι οὐκ ἐδόθη κληρονομία κύριος ὁ θεὸς Ισραηλ οὑ̃τος αὐτω̃ν κληρονομία καθὰ εἰ̃πεν αὐτοι̃ς κύριος καὶ οὑ̃τος ὁ καταμερισμός ὃν κατεμέρισεν Μωυση̃ς τοι̃ς υἱοι̃ς Ισραηλ ἐν Αραβωθ Μωαβ ἐν τω̨̃ πέραν του̃ Ιορδάνου κατὰ Ιεριχω

13:15 καὶ ἔδωκεν Μωυση̃ς τη̨̃ φυλη̨̃ Ρουβην κατὰ δήμους αὐτω̃ν

13:16 καὶ ἐγενήθη αὐτω̃ν τὰ ὅρια ἀπὸ Αροηρ ἥ ἐστιν κατὰ πρόσωπον φάραγγος Αρνων καὶ ἡ πόλις ἡ ἐν τη̨̃ φάραγγι Αρνων καὶ πα̃σαν τὴν Μισωρ

13:17 ἕως Εσεβων καὶ πάσας τὰς πόλεις τὰς οὔσας ἐν τη̨̃ Μισωρ καὶ Δαιβων καὶ Βαμωθβααλ καὶ οἴκου Βεελμων

13:18 καὶ Ιασσα καὶ Κεδημωθ καὶ Μεφααθ

13:19 καὶ Καριαθαιμ καὶ Σεβαμα καὶ Σεραδα καὶ Σιωρ ἐν τω̨̃ ὄρει Εμακ

13:20 καὶ Βαιθφογωρ καὶ Ασηδωθ Φασγα καὶ Βαιθασιμωθ

13:21 καὶ πάσας τὰς πόλεις του̃ Μισωρ καὶ πα̃σαν τὴν βασιλείαν του̃ Σηων βασιλέως τω̃ν Αμορραίων ὃν ἐπάταξεν Μωυση̃ς αὐτὸν καὶ τοὺς ἡγουμένους Μαδιαμ καὶ τὸν Ευι καὶ τὸν Ροκομ καὶ τὸν Σουρ καὶ τὸν Ουρ καὶ τὸν Ροβε ἄρχοντας παρὰ Σηων καὶ τοὺς κατοικου̃ντας τὴν γη̃ν

13:22 καὶ τὸν Βαλααμ τὸν του̃ Βεωρ τὸν μάντιν ἀπέκτειναν ἐν τη̨̃ ῥοπη̨̃

13:23 ἐγένετο δὲ τὰ ὅρια Ρουβην Ιορδάνης ὅριον αὕτη ἡ κληρονομία υἱω̃ν Ρουβην κατὰ δήμους αὐτω̃ν αἱ πόλεις αὐτω̃ν καὶ αἱ ἐπαύλεις αὐτω̃ν

13:24 ἔδωκεν δὲ Μωυση̃ς τοι̃ς υἱοι̃ς Γαδ κατὰ δήμους αὐτω̃ν

13:25 καὶ ἐγένετο τὰ ὅρια αὐτω̃ν Ιαζηρ πα̃σαι αἱ πόλεις Γαλααδ καὶ τὸ ἥμισυ γη̃ς υἱω̃ν Αμμων ἕως Αροηρ ἥ ἐστιν κατὰ πρόσωπον Ραββα

13:26 καὶ ἀπὸ Εσεβων ἕως Ραμωθ κατὰ τὴν Μασσηφα καὶ Βοτανιν καὶ Μααναιν ἕως τω̃ν ὁρίων Δαβιρ

13:27 καὶ ἐν Εμεκ Βαιθαραμ καὶ Βαιθαναβρα καὶ Σοκχωθα καὶ Σαφαν καὶ τὴν λοιπὴν βασιλείαν Σηων βασιλέως Εσεβων καὶ ὁ Ιορδάνης ὁριει̃ ἕως μέρους τη̃ς θαλάσσης Χενερεθ πέραν του̃ Ιορδάνου ἀπ' ἀνατολω̃ν

13:28 αὕτη ἡ κληρονομία υἱω̃ν Γαδ κατὰ δήμους αὐτω̃ν αἱ πόλεις αὐτω̃ν καὶ αἱ ἐπαύλεις αὐτω̃ν

13:29 καὶ ἔδωκεν Μωυση̃ς τω̨̃ ἡμίσει φυλη̃ς Μανασση κατὰ δήμους αὐτω̃ν

13:30 καὶ ἐγένετο τὰ ὅρια αὐτω̃ν ἀπὸ Μααναιμ καὶ πα̃σα βασιλεία Βασανι καὶ πα̃σα βασιλεία Ωγ βασιλέως Βασαν καὶ πάσας τὰς κώμας Ιαϊρ αἵ εἰσιν ἐν τη̨̃ Βασανίτιδι ἑξήκοντα πόλεις

13:31 καὶ τὸ ἥμισυ τη̃ς Γαλααδ καὶ ἐν Ασταρωθ καὶ ἐν Εδραϊν πόλεις βασιλείας Ωγ ἐν Βασανίτιδι καὶ ἐδόθησαν τοι̃ς υἱοι̃ς Μαχιρ υἱου̃ Μανασση καὶ τοι̃ς ἡμίσεσιν υἱοι̃ς Μαχιρ υἱου̃ Μανασση κατὰ δήμους αὐτω̃ν

13:32 οὑ̃τοι οὓς κατεκληρονόμησεν Μωυση̃ς πέραν του̃ Ιορδάνου ἐν Αραβωθ Μωαβ ἐν τω̨̃ πέραν του̃ Ιορδάνου κατὰ Ιεριχω ἀπὸ ἀνατολω̃ν

14:1 καὶ οὑ̃τοι οἱ κατακληρονομήσαντες υἱω̃ν Ισραηλ ἐν τη̨̃ γη̨̃ Χανααν οἱ̃ς κατεκληρονόμησεν αὐτοι̃ς Ελεαζαρ ὁ ἱερεὺς καὶ 'Ιησου̃ς ὁ του̃ Ναυη καὶ οἱ ἄρχοντες πατριω̃ν φυλω̃ν τω̃ν υἱω̃ν Ισραηλ

14:2 κατὰ κλήρους ἐκληρονόμησαν ὃν τρόπον ἐνετείλατο κύριος ἐν χειρὶ 'Ιησου̃ ται̃ς ἐννέα φυλαι̃ς καὶ τω̨̃ ἡμίσει φυλη̃ς

14:3 ἀπὸ του̃ πέραν του̃ Ιορδάνου καὶ τοι̃ς Λευίταις οὐκ ἔδωκεν κλη̃ρον ἐν αὐτοι̃ς

14:4 ὅτι ἠ̃σαν οἱ υἱοὶ Ιωσηφ δύο φυλαί Μανασση καὶ Εφραιμ καὶ οὐκ ἐδόθη μερὶς ἐν τη̨̃ γη̨̃ τοι̃ς Λευίταις ἀλλ' ἢ πόλεις κατοικει̃ν καὶ τὰ ἀφωρισμένα αὐτω̃ν τοι̃ς κτήνεσιν καὶ τὰ κτήνη αὐτω̃ν

14:5 ὃν τρόπον ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃ οὕτως ἐποίησαν οἱ υἱοὶ Ισραηλ καὶ ἐμέρισαν τὴν γη̃ν

14:6 καὶ προσήλθοσαν οἱ υἱοὶ Ιουδα πρὸς 'Ιησου̃ν ἐν Γαλγαλ καὶ εἰ̃πεν πρὸς αὐτὸν Χαλεβ ὁ του̃ Ιεφοννη ὁ Κενεζαι̃ος σὺ ἐπίστη̨ τὸ ῥη̃μα ὃ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν ἄνθρωπον του̃ θεου̃ περὶ ἐμου̃ καὶ σου̃ ἐν Καδης Βαρνη

14:7 τεσσαράκοντα γὰρ ἐτω̃ν ἤμην ὅτε ἀπέστειλέν με Μωυση̃ς ὁ παι̃ς του̃ θεου̃ ἐκ Καδης Βαρνη κατασκοπευ̃σαι τὴν γη̃ν καὶ ἀπεκρίθην αὐτω̨̃ λόγον κατὰ τὸν νου̃ν αὐτου̃

14:8 οἱ δὲ ἀδελφοί μου οἱ ἀναβάντες μετ' ἐμου̃ μετέστησαν τὴν καρδίαν του̃ λαου̃ ἐγὼ δὲ προσετέθην ἐπακολουθη̃σαι κυρίω̨ τω̨̃ θεω̨̃ μου

14:9 καὶ ὤμοσεν Μωυση̃ς ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ λέγων ἡ γη̃ ἐφ' ἣν ἐπέβης σοὶ ἔσται ἐν κλήρω̨ καὶ τοι̃ς τέκνοις σου εἰς τὸν αἰω̃να ὅτι προσετέθης ἐπακολουθη̃σαι ὀπίσω κυρίου του̃ θεου̃ ἡμω̃ν

14:10 καὶ νυ̃ν διέθρεψέν με κύριος ὃν τρόπον εἰ̃πεν του̃το τεσσαρακοστὸν καὶ πέμπτον ἔτος ἀφ' οὑ̃ ἐλάλησεν κύριος τὸ ῥη̃μα του̃το πρὸς Μωυση̃ν καὶ ἐπορεύθη Ισραηλ ἐν τη̨̃ ἐρήμω̨ καὶ νυ̃ν ἰδοὺ ἐγὼ σήμερον ὀγδοήκοντα καὶ πέντε ἐτω̃ν

14:11 ἔτι εἰμὶ σήμερον ἰσχύων ὡσεὶ ὅτε ἀπέστειλέν με Μωυση̃ς ὡσαύτως ἰσχύω νυ̃ν ἐξελθει̃ν καὶ εἰσελθει̃ν εἰς τὸν πόλεμον

14:12 καὶ νυ̃ν αἰτου̃μαί σε τὸ ὄρος του̃το καθὰ εἰ̃πεν κύριος τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ὅτι σὺ ἀκήκοας τὸ ῥη̃μα του̃το τη̨̃ ἡμέρα̨ ἐκείνη̨ νυνὶ δὲ οἱ Ενακιμ ἐκει̃ εἰσιν πόλεις ὀχυραὶ καὶ μεγάλαι ἐὰν οὐ̃ν κύριος μετ' ἐμου̃ ἠ̨̃ ἐξολεθρεύσω αὐτούς ὃν τρόπον εἰ̃πέν μοι κύριος

14:13 καὶ εὐλόγησεν αὐτὸν 'Ιησου̃ς καὶ ἔδωκεν τὴν Χεβρων τω̨̃ Χαλεβ υἱω̨̃ Ιεφοννη υἱου̃ Κενεζ ἐν κλήρω̨

14:14 διὰ του̃το ἐγενήθη ἡ Χεβρων τω̨̃ Χαλεβ τω̨̃ του̃ Ιεφοννη του̃ Κενεζαίου ἐν κλήρω̨ ἕως τη̃ς ἡμέρας ταύτης διὰ τὸ αὐτὸν ἐπακολουθη̃σαι τω̨̃ προστάγματι κυρίου θεου̃ Ισραηλ

14:15 τὸ δὲ ὄνομα τη̃ς Χεβρων ἠ̃ν τὸ πρότερον πόλις Αρβοκ μητρόπολις τω̃ν Ενακιμ αὕτη καὶ ἡ γη̃ ἐκόπασεν του̃ πολέμου

15:1 καὶ ἐγένετο τὰ ὅρια φυλη̃ς Ιουδα κατὰ δήμους αὐτω̃ν ἀπὸ τω̃ν ὁρίων τη̃ς Ιδουμαίας ἀπὸ τη̃ς ἐρήμου Σιν ἕως Καδης πρὸς λίβα

15:2 καὶ ἐγενήθη αὐτω̃ν τὰ ὅρια ἀπὸ λιβὸς ἕως μέρους τη̃ς θαλάσσης τη̃ς ἁλυκη̃ς ἀπὸ τη̃ς λοφια̃ς τη̃ς φερούσης ἐπὶ λίβα

15:3 καὶ διαπορεύεται ἀπέναντι τη̃ς προσαναβάσεως Ακραβιν καὶ ἐκπεριπορεύεται Σεννα καὶ ἀναβαίνει ἀπὸ λιβὸς ἐπὶ Καδης Βαρνη καὶ ἐκπορεύεται Ασωρων καὶ προσαναβαίνει εἰς Αδδαρα καὶ περιπορεύεται τὴν κατὰ δυσμὰς Καδης

15:4 καὶ πορεύεται ἐπὶ Ασεμωνα καὶ διεκβαλει̃ ἕως φάραγγος Αἰγύπτου καὶ ἔσται αὐτου̃ ἡ διέξοδος τω̃ν ὁρίων ἐπὶ τὴν θάλασσαν του̃τό ἐστιν αὐτω̃ν ὅρια ἀπὸ λιβός

15:5 καὶ τὰ ὅρια ἀπὸ ἀνατολω̃ν πα̃σα ἡ θάλασσα ἡ ἁλυκὴ ἕως του̃ Ιορδάνου καὶ τὰ ὅρια αὐτω̃ν ἀπὸ βορρα̃ καὶ ἀπὸ τη̃ς λοφια̃ς τη̃ς θαλάσσης καὶ ἀπὸ του̃ μέρους του̃ Ιορδάνου

15:6 ἐπιβαίνει τὰ ὅρια ἐπὶ Βαιθαγλα καὶ παραπορεύεται ἀπὸ βορρα̃ ἐπὶ Βαιθαραβα καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ λίθον Βαιων υἱου̃ Ρουβην

15:7 καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ τὸ τέταρτον τη̃ς φάραγγος Αχωρ καὶ καταβαίνει ἐπὶ Γαλγαλ ἥ ἐστιν ἀπέναντι τη̃ς προσβάσεως Αδδαμιν ἥ ἐστιν κατὰ λίβα τη̨̃ φάραγγι καὶ διεκβαλει̃ ἐπὶ τὸ ὕδωρ πηγη̃ς ἡλίου καὶ ἔσται αὐτου̃ ἡ διέξοδος πηγὴ Ρωγηλ

15:8 καὶ ἀναβαίνει τὰ ὅρια εἰς φάραγγα Ονομ ἐπὶ νώτου Ιεβους ἀπὸ λιβός αὕτη ἐστὶν Ιερουσαλημ καὶ διεκβάλλει τὰ ὅρια ἐπὶ κορυφὴν ὄρους ἥ ἐστιν κατὰ πρόσωπον φάραγγος Ονομ πρὸς θαλάσσης ἥ ἐστιν ἐκ μέρους γη̃ς Ραφαϊν ἐπὶ βορρα̃

15:9 καὶ διεκβάλλει τὸ ὅριον ἀπὸ κορυφη̃ς του̃ ὄρους ἐπὶ πηγὴν ὕδατος Ναφθω καὶ διεκβάλλει εἰς τὸ ὄρος Εφρων καὶ ἐξάξει τὸ ὅριον εἰς Βααλ αὕτη ἐστὶν πόλις Ιαριμ

15:10 καὶ περιελεύσεται ὅριον ἀπὸ Βααλ ἐπὶ θάλασσαν καὶ παρελεύσεται εἰς ὄρος Ασσαρες ἐπὶ νώτου πόλιν Ιαριμ ἀπὸ βορρα̃ αὕτη ἐστὶν Χασλων καὶ καταβήσεται ἐπὶ Πόλιν ἡλίου καὶ παρελεύσεται ἐπὶ λίβα

15:11 καὶ διεκβαλει̃ τὸ ὅριον κατὰ νώτου Ακκαρων ἐπὶ βορρα̃ν καὶ διεκβαλει̃ τὰ ὅρια εἰς Σακχαρωνα καὶ παρελεύσεται ὄρος τη̃ς Βαλα καὶ διεκβαλει̃ ἐπὶ Ιαβνηλ καὶ ἔσται ἡ διέξοδος τω̃ν ὁρίων ἐπὶ θάλασσαν

15:12 καὶ τὰ ὅρια αὐτω̃ν ἀπὸ θαλάσσης ἡ θάλασσα ἡ μεγάλη ὁριει̃ ταυ̃τα τὰ ὅρια υἱω̃ν Ιουδα κύκλω̨ κατὰ δήμους αὐτω̃ν

15:13 καὶ τω̨̃ Χαλεβ υἱω̨̃ Ιεφοννη ἔδωκεν μερίδα ἐν μέσω̨ υἱω̃ν Ιουδα διὰ προστάγματος του̃ θεου̃ καὶ ἔδωκεν αὐτω̨̃ 'Ιησου̃ς τὴν πόλιν Αρβοκ μητρόπολιν Ενακ αὕτη ἐστὶν Χεβρων

15:14 καὶ ἐξωλέθρευσεν ἐκει̃θεν Χαλεβ υἱὸς Ιεφοννη τοὺς τρει̃ς υἱοὺς Ενακ τὸν Σουσι καὶ τὸν Θολμι καὶ τὸν Αχιμα

15:15 καὶ ἀνέβη ἐκει̃θεν Χαλεβ ἐπὶ τοὺς κατοικου̃ντας Δαβιρ τὸ δὲ ὄνομα Δαβιρ ἠ̃ν τὸ πρότερον Πόλις γραμμάτων

15:16 καὶ εἰ̃πεν Χαλεβ ὃς ἐὰν λάβη̨ καὶ ἐκκόψη̨ τὴν Πόλιν τω̃ν γραμμάτων καὶ κυριεύση̨ αὐτη̃ς δώσω αὐτω̨̃ τὴν Αχσαν θυγατέρα μου εἰς γυναι̃κα

15:17 καὶ ἔλαβεν αὐτὴν Γοθονιηλ υἱὸς Κενεζ ἀδελφὸς Χαλεβ ὁ νεώτερος καὶ ἔδωκεν αὐτω̨̃ τὴν Αχσαν θυγατέρα αὐτου̃ αὐτω̨̃ γυναι̃κα

15:18 καὶ ἐγένετο ἐν τω̨̃ εἰσπορεύεσθαι αὐτὴν καὶ συνεβουλεύσατο αὐτω̨̃ λέγουσα αἰτήσομαι τὸν πατέρα μου ἀγρόν καὶ ἐβόησεν ἐκ του̃ ὄνου καὶ εἰ̃πεν αὐτη̨̃ Χαλεβ τί ἐστίν σοι

15:19 καὶ εἰ̃πεν αὐτω̨̃ δός μοι εὐλογίαν ὅτι εἰς γη̃ν Ναγεβ δέδωκάς με δός μοι τὴν Γολαθμαιν καὶ ἔδωκεν αὐτη̨̃ Χαλεβ τὴν Γολαθμαιν τὴν ἄνω καὶ τὴν Γολαθμαιν τὴν κάτω

15:20 αὕτη ἡ κληρονομία φυλη̃ς υἱω̃ν Ιουδα

15:21 ἐγενήθησαν δὲ αἱ πόλεις αὐτω̃ν πόλις πρώτη φυλη̃ς υἱω̃ν Ιουδα ἐφ' ὁρίων Εδωμ ἐπὶ τη̃ς ἐρήμου Καιβαισελεηλ καὶ Αρα καὶ Ασωρ

15:22 καὶ Ικαμ καὶ Ρεγμα καὶ Αρουηλ

15:23 καὶ Καδης καὶ Ασοριωναιν

15:24 καὶ Μαιναμ καὶ Βαλμαιναν καὶ αἱ κω̃μαι αὐτω̃ν

15:25 καὶ αἱ πόλεις Ασερων αὕτη Ασωρ

15:26 καὶ Σην καὶ Σαλμαα καὶ Μωλαδα

15:27 καὶ Σερι καὶ Βαιφαλαδ

15:28 καὶ Χολασεωλα καὶ Βηρσαβεε καὶ αἱ κω̃μαι αὐτω̃ν καὶ αἱ ἐπαύλεις αὐτω̃ν

15:29 Βαλα καὶ Βακωκ καὶ Ασομ

15:30 καὶ Ελβωυδαδ καὶ Βαιθηλ καὶ Ερμα

15:31 καὶ Σεκελακ καὶ Μαχαριμ καὶ Σεθεννακ

15:32 καὶ Λαβως καὶ Σαλη καὶ Ερωμωθ πόλεις κθ' καὶ αἱ κω̃μαι αὐτω̃ν

15:33 ἐν τη̨̃ πεδινη̨̃ Ασταωλ καὶ Ραα καὶ Ασσα

15:34 καὶ Ραμεν καὶ Τανω καὶ Ιλουθωθ καὶ Μαιανι

15:35 καὶ Ιερμουθ καὶ Οδολλαμ καὶ Μεμβρα καὶ Σαωχω καὶ Αζηκα

15:36 καὶ Σακαριμ καὶ Γαδηρα καὶ αἱ ἐπαύλεις αὐτη̃ς πόλεις δέκα τέσσαρες καὶ αἱ κω̃μαι αὐτω̃ν

15:37 Σεννα καὶ Αδασαν καὶ Μαγαδαγαδ

15:38 καὶ Δαλαλ καὶ Μασφα καὶ Ιακαρεηλ

15:39 καὶ Λαχης καὶ Βασηδωθ καὶ Ιδεαδαλεα

15:40 καὶ Χαβρα καὶ Μαχες καὶ Μααχως

15:41 καὶ Γεδδωρ καὶ Βαγαδιηλ καὶ Νωμαν καὶ Μακηδαν πόλεις δεκαὲξ καὶ αἱ κω̃μαι αὐτω̃ν

15:42 Λεμνα καὶ Ιθακ

15:43 καὶ Ανωχ καὶ Ιανα καὶ Νασιβ

15:44 καὶ Κεϊλαμ καὶ Ακιεζι καὶ Κεζιβ καὶ Βαθησαρ καὶ Αιλων πόλεις δέκα καὶ αἱ κω̃μαι αὐτω̃ν

15:45 Ακκαρων καὶ αἱ κω̃μαι αὐτη̃ς καὶ αἱ ἐπαύλεις αὐτω̃ν

15:46 ἀπὸ Ακκαρων Γεμνα καὶ πα̃σαι ὅσαι εἰσὶν πλησίον Ασηδωθ καὶ αἱ κω̃μαι αὐτω̃ν

15:47 Ασιεδωθ καὶ αἱ κω̃μαι αὐτη̃ς καὶ αἱ ἐπαύλεις αὐτη̃ς Γάζα καὶ αἱ κω̃μαι αὐτη̃ς καὶ αἱ ἐπαύλεις αὐτη̃ς ἕως του̃ χειμάρρου Αἰγύπτου καὶ ἡ θάλασσα ἡ μεγάλη διορίζει

15:48 καὶ ἐν τη̨̃ ὀρεινη̨̃ Σαμιρ καὶ Ιεθερ καὶ Σωχα

15:49 καὶ Ρεννα καὶ Πόλις γραμμάτων αὕτη Δαβιρ

15:50 καὶ Ανων καὶ Εσκαιμαν καὶ Αισαμ

15:51 καὶ Γοσομ καὶ Χαλου καὶ Χαννα πόλεις ἕνδεκα καὶ αἱ κω̃μαι αὐτω̃ν

15:52 Αιρεμ καὶ Ρεμνα καὶ Σομα

15:53 καὶ Ιεμαϊν καὶ Βαιθαχου καὶ Φακουα

15:54 καὶ Ευμα καὶ πόλις Αρβοκ αὕτη ἐστὶν Χεβρων καὶ Σωρθ πόλεις ἐννέα καὶ αἱ ἐπαύλεις αὐτω̃ν

15:55 Μαωρ καὶ Χερμελ καὶ Οζιβ καὶ Ιταν

15:56 καὶ Ιαριηλ καὶ Ιαρικαμ καὶ Ζακαναϊμ

15:57 καὶ Γαβαα καὶ Θαμναθα πόλεις ἐννέα καὶ αἱ κω̃μαι αὐτω̃ν

15:58 Αλουα καὶ Βαιθσουρ καὶ Γεδδων

15:59 καὶ Μαγαρωθ καὶ Βαιθαναμ καὶ Θεκουμ πόλεις ἓξ καὶ αἱ κω̃μαι αὐτω̃ν

15:59a Θεκω καὶ Εφραθα αὕτη ἐστὶν Βαιθλεεμ καὶ Φαγωρ καὶ Αιταν καὶ Κουλον καὶ Ταταμ καὶ Εωβης καὶ Καρεμ καὶ Γαλεμ καὶ Θεθηρ καὶ Μανοχω πόλεις ἕνδεκα καὶ αἱ κω̃μαι αὐτω̃ν

15:60 Καριαθβααλ αὕτη ἡ πόλις Ιαριμ καὶ Σωθηβα πόλεις δύο καὶ αἱ ἐπαύλεις αὐτω̃ν

15:61 καὶ Βαδδαργις καὶ Θαραβααμ καὶ Αινων καὶ Αιχιοζα

15:62 καὶ Ναφλαζων καὶ αἱ πόλεις Σαδωμ καὶ Ανκαδης πόλεις ἑπτὰ καὶ αἱ κω̃μαι αὐτω̃ν

15:63 καὶ ὁ Ιεβουσαι̃ος κατώ̨κει ἐν Ιερουσαλημ καὶ οὐκ ἠδυνάσθησαν οἱ υἱοὶ Ιουδα ἀπολέσαι αὐτούς καὶ κατώ̨κησαν οἱ Ιεβουσαι̃οι ἐν Ιερουσαλημ ἕως τη̃ς ἡμέρας ἐκείνης

16:1 καὶ ἐγένετο τὰ ὅρια υἱω̃ν Ιωσηφ ἀπὸ του̃ Ιορδάνου του̃ κατὰ Ιεριχω ἀπ' ἀνατολω̃ν καὶ ἀναβήσεται ἀπὸ Ιεριχω εἰς τὴν ὀρεινὴν τὴν ἔρημον εἰς Βαιθηλ Λουζα

16:2 καὶ ἐξελεύσεται εἰς Βαιθηλ καὶ παρελεύσεται ἐπὶ τὰ ὅρια του̃ Χαταρωθι

16:3 καὶ διελεύσεται ἐπὶ τὴν θάλασσαν ἐπὶ τὰ ὅρια Απταλιμ ἕως τω̃ν ὁρίων Βαιθωρων τὴν κάτω καὶ ἔσται ἡ διέξοδος αὐτω̃ν ἐπὶ τὴν θάλασσαν

16:4 καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Ιωσηφ Εφραιμ καὶ Μανασση

16:5 καὶ ἐγενήθη ὅρια υἱω̃ν Εφραιμ κατὰ δήμους αὐτω̃ν καὶ ἐγενήθη τὰ ὅρια τη̃ς κληρονομίας αὐτω̃ν ἀπὸ ἀνατολω̃ν Αταρωθ καὶ Εροκ ἕως Βαιθωρων τὴν ἄνω καὶ Γαζαρα

16:6 καὶ διελεύσεται τὰ ὅρια ἐπὶ τὴν θάλασσαν εἰς Ικασμων ἀπὸ βορρα̃ Θερμα περιελεύσεται ἐπὶ ἀνατολὰς εἰς Θηνασα καὶ Σελλησα καὶ παρελεύσεται ἀπ' ἀνατολω̃ν εἰς Ιανωκα

16:7 καὶ εἰς Μαχω καὶ Αταρωθ καὶ αἱ κω̃μαι αὐτω̃ν καὶ ἐλεύσεται ἐπὶ Ιεριχω καὶ διεκβαλει̃ ἐπὶ τὸν Ιορδάνην

16:8 καὶ ἀπὸ Ταφου πορεύσεται τὰ ὅρια ἐπὶ θάλασσαν ἐπὶ Χελκανα καὶ ἔσται ἡ διέξοδος αὐτω̃ν ἐπὶ θάλασσαν αὕτη ἡ κληρονομία φυλη̃ς Εφραιμ κατὰ δήμους αὐτω̃ν

16:9 καὶ αἱ πόλεις αἱ ἀφορισθει̃σαι τοι̃ς υἱοι̃ς Εφραιμ ἀνὰ μέσον τη̃ς κληρονομίας υἱω̃ν Μανασση πα̃σαι αἱ πόλεις καὶ αἱ κω̃μαι αὐτω̃ν

16:10 καὶ οὐκ ἀπώλεσεν Εφραιμ τὸν Χαναναι̃ον τὸν κατοικου̃ντα ἐν Γαζερ καὶ κατώ̨κει ὁ Χαναναι̃ος ἐν τω̨̃ Εφραιμ ἕως τη̃ς ἡμέρας ταύτης ἕως ἀνέβη Φαραω βασιλεὺς Αἰγύπτου καὶ ἔλαβεν αὐτὴν καὶ ἐνέπρησεν αὐτὴν ἐν πυρί καὶ τοὺς Χαναναίους καὶ τοὺς Φερεζαίους καὶ τοὺς κατοικου̃ντας ἐν Γαζερ ἐξεκέντησαν καὶ ἔδωκεν αὐτὴν Φαραω ἐν φερνη̨̃ τη̨̃ θυγατρὶ αὐτου̃

17:1 καὶ ἐγένετο τὰ ὅρια φυλη̃ς υἱω̃ν Μανασση ὅτι οὑ̃τος πρωτότοκος τω̨̃ Ιωσηφ τω̨̃ Μαχιρ πρωτοτόκω̨ Μανασση πατρὶ Γαλααδ ἀνὴρ γὰρ πολεμιστὴς ἠ̃ν ἐν τη̨̃ Γαλααδίτιδι καὶ ἐν τη̨̃ Βασανίτιδι

17:2 καὶ ἐγενήθη τοι̃ς υἱοι̃ς Μανασση τοι̃ς λοιποι̃ς κατὰ δήμους αὐτω̃ν τοι̃ς υἱοι̃ς Ιεζερ καὶ τοι̃ς υἱοι̃ς Κελεζ καὶ τοι̃ς υἱοι̃ς Ιεζιηλ καὶ τοι̃ς υἱοι̃ς Συχεμ καὶ τοι̃ς υἱοι̃ς Συμαριμ καὶ τοι̃ς υἱοι̃ς Οφερ οὑ̃τοι οἱ ἄρσενες κατὰ δήμους αὐτω̃ν

17:3 καὶ τω̨̃ Σαλπααδ υἱω̨̃ Οφερ οὐκ ἠ̃σαν αὐτω̨̃ υἱοὶ ἀλλ' ἢ θυγατέρες καὶ ταυ̃τα τὰ ὀνόματα τω̃ν θυγατέρων Σαλπααδ Μααλα καὶ Νουα καὶ Εγλα καὶ Μελχα καὶ Θερσα

17:4 καὶ ἔστησαν ἐναντίον Ελεαζαρ του̃ ἱερέως καὶ ἐναντίον 'Ιησου̃ καὶ ἐναντίον τω̃ν ἀρχόντων λέγουσαι ὁ θεὸς ἐνετείλατο διὰ χειρὸς Μωυση̃ δου̃ναι ἡμι̃ν κληρονομίαν ἐν μέσω̨ τω̃ν ἀδελφω̃ν ἡμω̃ν καὶ ἐδόθη αὐται̃ς διὰ προστάγματος κυρίου κλη̃ρος ἐν τοι̃ς ἀδελφοι̃ς του̃ πατρὸς αὐτω̃ν

17:5 καὶ ἔπεσεν ὁ σχοινισμὸς αὐτω̃ν ἀπὸ Ανασσα καὶ πεδίον Λαβεκ ἐκ τη̃ς Γαλααδ ἥ ἐστιν πέραν του̃ Ιορδάνου

17:6 ὅτι θυγατέρες υἱω̃ν Μανασση ἐκληρονόμησαν κλη̃ρον ἐν μέσω̨ τω̃ν ἀδελφω̃ν αὐτω̃ν ἡ δὲ γη̃ Γαλααδ ἐγενήθη τοι̃ς υἱοι̃ς Μανασση τοι̃ς καταλελειμμένοις

17:7 καὶ ἐγενήθη ὅρια υἱω̃ν Μανασση Δηλαναθ ἥ ἐστιν κατὰ πρόσωπον υἱω̃ν Αναθ καὶ πορεύεται ἐπὶ τὰ ὅρια ἐπὶ Ιαμιν καὶ Ιασσιβ ἐπὶ πηγὴν Θαφθωθ

17:8 τω̨̃ Μανασση ἔσται καὶ Θαφεθ ἐπὶ τω̃ν ὁρίων Μανασση τοι̃ς υἱοι̃ς Εφραιμ

17:9 καὶ καταβήσεται τὰ ὅρια ἐπὶ φάραγγα Καρανα ἐπὶ λίβα κατὰ φάραγγα Ιαριηλ τερέμινθος τω̨̃ Εφραιμ ἀνὰ μέσον πόλεως Μανασση καὶ ὅρια Μανασση ἐπὶ τὸν βορρα̃ν εἰς τὸν χειμάρρουν καὶ ἔσται αὐτου̃ ἡ διέξοδος θάλασσα

17:10 ἀπὸ λιβὸς τω̨̃ Εφραιμ καὶ ἐπὶ βορρα̃ν Μανασση καὶ ἔσται ἡ θάλασσα ὅρια αὐτοι̃ς καὶ ἐπὶ Ασηρ συνάψουσιν ἐπὶ βορρα̃ν καὶ τω̨̃ Ισσαχαρ ἀπ' ἀνατολω̃ν

17:11 καὶ ἔσται Μανασση ἐν Ισσαχαρ καὶ ἐν Ασηρ Βαιθσαν καὶ αἱ κω̃μαι αὐτω̃ν καὶ τοὺς κατοικου̃ντας Δωρ καὶ τὰς κώμας αὐτη̃ς καὶ τοὺς κατοικου̃ντας Μαγεδδω καὶ τὰς κώμας αὐτη̃ς καὶ τὸ τρίτον τη̃ς Ναφετα καὶ τὰς κώμας αὐτη̃ς

17:12 καὶ οὐκ ἠδυνάσθησαν οἱ υἱοὶ Μανασση ἐξολεθρευ̃σαι τὰς πόλεις ταύτας καὶ ἤρχετο ὁ Χαναναι̃ος κατοικει̃ν ἐν τη̨̃ γη̨̃ ταύτη̨

17:13 καὶ ἐγενήθη καὶ ἐπεὶ κατίσχυσαν οἱ υἱοὶ Ισραηλ καὶ ἐποίησαν τοὺς Χαναναίους ὑπηκόους ἐξολεθρευ̃σαι δὲ αὐτοὺς οὐκ ἐξωλέθρευσαν

17:14 ἀντει̃παν δὲ οἱ υἱοὶ Ιωσηφ τω̨̃ 'Ιησου̃ λέγοντες διὰ τί ἐκληρονόμησας ἡμα̃ς κλη̃ρον ἕνα καὶ σχοίνισμα ἕν ἐγὼ δὲ λαὸς πολύς εἰμι καὶ ὁ θεὸς εὐλόγησέν με

17:15 καὶ εἰ̃πεν αὐτοι̃ς 'Ιησου̃ς εἰ λαὸς πολὺς εἰ̃ ἀνάβηθι εἰς τὸν δρυμὸν καὶ ἐκκάθαρον σεαυτω̨̃ εἰ στενοχωρει̃ σε τὸ ὄρος τὸ Εφραιμ

17:16 καὶ εἰ̃παν οὐκ ἀρκέσει ἡμι̃ν τὸ ὄρος τὸ Εφραιμ καὶ ἵππος ἐπίλεκτος καὶ σίδηρος τω̨̃ Χαναναίω̨ τω̨̃ κατοικου̃ντι ἐν αὐτω̨̃ ἐν Βαιθσαν καὶ ἐν ται̃ς κώμαις αὐτη̃ς ἐν τη̨̃ κοιλάδι Ιεζραελ

17:17 καὶ εἰ̃πεν 'Ιησου̃ς τοι̃ς υἱοι̃ς Ιωσηφ εἰ λαὸς πολὺς εἰ̃ καὶ ἰσχὺν μεγάλην ἔχεις οὐκ ἔσται σοι κλη̃ρος εἱ̃ς

17:18 ὁ γὰρ δρυμὸς ἔσται σοι ὅτι δρυμός ἐστιν καὶ ἐκκαθαριει̃ς αὐτὸν καὶ ἔσται σοι καὶ ὅταν ἐξολεθρεύση̨ς τὸν Χαναναι̃ον ὅτι ἵππος ἐπίλεκτός ἐστιν αὐτω̨̃ σὺ γὰρ ὑπερισχύεις αὐτου̃

18:1 καὶ ἐξεκκλησιάσθη πα̃σα συναγωγὴ υἱω̃ν Ισραηλ εἰς Σηλω καὶ ἔπηξαν ἐκει̃ τὴν σκηνὴν του̃ μαρτυρίου καὶ ἡ γη̃ ἐκρατήθη ὑπ' αὐτω̃ν

18:2 καὶ κατελείφθησαν οἱ υἱοὶ Ισραηλ οἳ οὐκ ἐκληρονόμησαν ἑπτὰ φυλαί

18:3 καὶ εἰ̃πεν 'Ιησου̃ς τοι̃ς υἱοι̃ς Ισραηλ ἕως τίνος ἐκλυθήσεσθε κληρονομη̃σαι τὴν γη̃ν ἣν ἔδωκεν κύριος ὁ θεὸς ἡμω̃ν

18:4 δότε ἐξ ὑμω̃ν τρει̃ς ἄνδρας ἐκ φυλη̃ς καὶ ἀναστάντες διελθέτωσαν τὴν γη̃ν καὶ διαγραψάτωσαν αὐτὴν ἐναντίον μου καθὰ δεήσει διελει̃ν αὐτήν καὶ ἤλθοσαν πρὸς αὐτόν

18:5 καὶ διει̃λεν αὐτοι̃ς ἑπτὰ μερίδας Ιουδας στήσεται αὐτοι̃ς ὅριον ἀπὸ λιβός καὶ οἱ υἱοὶ Ιωσηφ στήσονται αὐτοι̃ς ἀπὸ βορρα̃

18:6 ὑμει̃ς δὲ μερίσατε τὴν γη̃ν ἑπτὰ μερίδας καὶ ἐνέγκατε πρός με ὡ̃δε καὶ ἐξοίσω ὑμι̃ν κλη̃ρον ἔναντι κυρίου του̃ θεου̃ ἡμω̃ν

18:7 οὐ γάρ ἐστιν μερὶς τοι̃ς υἱοι̃ς Λευι ἐν ὑμι̃ν ἱερατεία γὰρ κυρίου μερὶς αὐτου̃ καὶ Γαδ καὶ Ρουβην καὶ τὸ ἥμισυ φυλη̃ς Μανασση ἐλάβοσαν τὴν κληρονομίαν αὐτω̃ν πέραν του̃ Ιορδάνου ἐπ' ἀνατολάς ἣν ἔδωκεν αὐτοι̃ς Μωυση̃ς ὁ παι̃ς κυρίου

18:8 καὶ ἀναστάντες οἱ ἄνδρες ἐπορεύθησαν καὶ ἐνετείλατο 'Ιησου̃ς τοι̃ς ἀνδράσιν τοι̃ς πορευομένοις χωροβατη̃σαι τὴν γη̃ν λέγων πορεύεσθε καὶ χωροβατήσατε τὴν γη̃ν καὶ παραγενήθητε πρός με καὶ ὡ̃δε ἐξοίσω ὑμι̃ν κλη̃ρον ἔναντι κυρίου ἐν Σηλω

18:9 καὶ ἐπορεύθησαν καὶ ἐχωροβάτησαν τὴν γη̃ν καὶ εἴδοσαν αὐτὴν καὶ ἔγραψαν αὐτὴν κατὰ πόλεις αὐτη̃ς ἑπτὰ μερίδας εἰς βιβλίον καὶ ἤνεγκαν πρὸς 'Ιησου̃ν

18:10 καὶ ἐνέβαλεν αὐτοι̃ς 'Ιησου̃ς κλη̃ρον ἐν Σηλω ἔναντι κυρίου

18:11 καὶ ἐξη̃λθεν ὁ κλη̃ρος φυλη̃ς Βενιαμιν πρω̃τος κατὰ δήμους αὐτω̃ν καὶ ἐξη̃λθεν ὅρια του̃ κλήρου αὐτω̃ν ἀνὰ μέσον Ιουδα καὶ ἀνὰ μέσον τω̃ν υἱω̃ν Ιωσηφ

18:12 καὶ ἐγενήθη αὐτω̃ν τὰ ὅρια ἀπὸ βορρα̃ ἀπὸ του̃ Ιορδάνου προσαναβήσεται τὰ ὅρια κατὰ νώτου Ιεριχω ἀπὸ βορρα̃ καὶ ἀναβήσεται ἐπὶ τὸ ὄρος ἐπὶ τὴν θάλασσαν καὶ ἔσται αὐτου̃ ἡ διέξοδος ἡ Μαδβαρι̃τις Βαιθων

18:13 καὶ διελεύσεται ἐκει̃θεν τὰ ὅρια Λουζα ἐπὶ νώτου Λουζα ἀπὸ λιβός αὕτη ἐστὶν Βαιθηλ καὶ καταβήσεται τὰ ὅρια Μααταρωθορεχ ἐπὶ τὴν ὀρεινήν ἥ ἐστιν πρὸς λίβα Βαιθωρων ἡ κάτω

18:14 καὶ διελεύσεται τὰ ὅρια καὶ περιελεύσεται ἐπὶ τὸ μέρος τὸ βλέπον παρὰ θάλασσαν ἀπὸ λιβὸς ἀπὸ του̃ ὄρους ἐπὶ πρόσωπον Βαιθωρων λίβα καὶ ἔσται αὐτου̃ ἡ διέξοδος εἰς Καριαθβααλ αὕτη ἐστὶν Καριαθιαριν πόλις υἱω̃ν Ιουδα του̃τό ἐστιν τὸ μέρος τὸ πρὸς θάλασσαν

18:15 καὶ μέρος τὸ πρὸς λίβα ἀπὸ μέρους Καριαθβααλ καὶ διελεύσεται ὅρια εἰς Γασιν ἐπὶ πηγὴν ὕδατος Ναφθω

18:16 καὶ καταβήσεται τὰ ὅρια ἐπὶ μέρους του̃ ὄρους ὅ ἐστιν κατὰ πρόσωπον νάπης Ονναμ ὅ ἐστιν ἐκ μέρους Εμεκραφαϊν ἀπὸ βορρα̃ καὶ καταβήσεται Γαιεννα ἐπὶ νώτου Ιεβουσαι ἀπὸ λιβὸς καὶ καταβήσεται ἐπὶ πηγὴν Ρωγηλ

18:17 καὶ διελεύσεται ἐπὶ πηγὴν Βαιθσαμυς καὶ παρελεύσεται ἐπὶ Γαλιλωθ ἥ ἐστιν ἀπέναντι πρὸς ἀνάβασιν Αιθαμιν καὶ καταβήσεται ἐπὶ λίθον Βαιων υἱω̃ν Ρουβην

18:18 καὶ διελεύσεται κατὰ νώτου Βαιθαραβα ἀπὸ βορρα̃ καὶ καταβήσεται

18:19 ἐπὶ τὰ ὅρια ἐπὶ νώτου Βαιθαγλα ἀπὸ βορρα̃ καὶ ἔσται ἡ διέξοδος τω̃ν ὁρίων ἐπὶ λοφιὰν τη̃ς θαλάσσης τω̃ν ἁλω̃ν ἐπὶ βορρα̃ν εἰς μέρος του̃ Ιορδάνου ἀπὸ λιβός ταυ̃τα τὰ ὅριά ἐστιν ἀπὸ λιβός

18:20 καὶ ὁ Ιορδάνης ὁριει̃ ἀπὸ μέρους ἀνατολω̃ν αὕτη ἡ κληρονομία υἱω̃ν Βενιαμιν τὰ ὅρια αὐτη̃ς κύκλω̨ κατὰ δήμους

18:21 καὶ ἐγενήθησαν αἱ πόλεις τω̃ν υἱω̃ν Βενιαμιν κατὰ δήμους αὐτω̃ν Ιεριχω καὶ Βαιθεγλιω καὶ Αμεκασις

18:22 καὶ Βαιθαβαρα καὶ Σαρα καὶ Βησανα

18:23 καὶ Αιιν καὶ Φαρα καὶ Εφραθα

18:24 καὶ Καραφα καὶ Κεφιρα καὶ Μονι καὶ Γαβαα πόλεις δέκα δύο καὶ αἱ κω̃μαι αὐτω̃ν

18:25 Γαβαων καὶ Ραμα καὶ Βεηρωθα

18:26 καὶ Μασσημα καὶ Μιρων καὶ Αμωκη

18:27 καὶ Φιρα καὶ Καφαν καὶ Νακαν καὶ Σεληκαν καὶ Θαρεηλα

18:28 καὶ Ιεβους αὕτη ἐστὶν Ιερουσαλημ καὶ πόλεις καὶ Γαβαωθιαριμ πόλεις τρει̃ς καὶ δέκα καὶ αἱ κω̃μαι αὐτω̃ν αὕτη ἡ κληρονομία υἱω̃ν Βενιαμιν κατὰ δήμους αὐτω̃ν

19:1 καὶ ἐξη̃λθεν ὁ δεύτερος κλη̃ρος τω̃ν υἱω̃ν Συμεων καὶ ἐγενήθη ἡ κληρονομία αὐτω̃ν ἀνὰ μέσον κλήρων υἱω̃ν Ιουδα

19:2 καὶ ἐγενήθη ὁ κλη̃ρος αὐτω̃ν Βηρσαβεε καὶ Σαμαα καὶ Κωλαδαμ

19:3 καὶ Αρσωλα καὶ Βωλα καὶ Ασομ

19:4 καὶ Ελθουλα καὶ Βουλα καὶ Ερμα

19:5 καὶ Σικελακ καὶ Βαιθμαχερεβ καὶ Σαρσουσιν

19:6 καὶ Βαθαρωθ καὶ οἱ ἀγροὶ αὐτω̃ν πόλεις δέκα τρει̃ς καὶ αἱ κω̃μαι αὐτω̃ν

19:7 Ερεμμων καὶ Θαλχα καὶ Εθερ καὶ Ασαν πόλεις τέσσαρες καὶ αἱ κω̃μαι αὐτω̃ν

19:8 κύκλω̨ τω̃ν πόλεων αὐτω̃ν ἕως Βαρεκ πορευομένων Βαμεθ κατὰ λίβα αὕτη ἡ κληρονομία φυλη̃ς υἱω̃ν Συμεων κατὰ δήμους αὐτω̃ν

19:9 ἀπὸ του̃ κλήρου Ιουδα ἡ κληρονομία φυλη̃ς υἱω̃ν Συμεων ὅτι ἐγενήθη ἡ μερὶς υἱω̃ν Ιουδα μείζων τη̃ς αὐτω̃ν καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Συμεων ἐν μέσω̨ του̃ κλήρου αὐτω̃ν

19:10 καὶ ἐξη̃λθεν ὁ κλη̃ρος ὁ τρίτος τω̨̃ Ζαβουλων κατὰ δήμους αὐτω̃ν ἔσται τὰ ὅρια τη̃ς κληρονομίας αὐτω̃ν Εσεδεκ

19:11 Γωλα ὅρια αὐτω̃ν ἡ θάλασσα καὶ Μαραγελλα καὶ συνάψει ἐπὶ Βαιθαραβα εἰς τὴν φάραγγα ἥ ἐστιν κατὰ πρόσωπον Ιεκμαν

19:12 καὶ ἀνέστρεψεν ἀπὸ Σεδδουκ ἐξ ἐναντίας ἀπ' ἀνατολω̃ν Βαιθσαμυς ἐπὶ τὰ ὅρια Χασελωθαιθ καὶ διελεύσεται ἐπὶ Δαβιρωθ καὶ προσαναβήσεται ἐπὶ Φαγγαι

19:13 καὶ ἐκει̃θεν περιελεύσεται ἐξ ἐναντίας ἐπ' ἀνατολὰς ἐπὶ Γεβερε ἐπὶ πόλιν Κατασεμ καὶ διελεύσεται ἐπὶ Ρεμμωνα Αμαθαρ Αοζα

19:14 καὶ περιελεύσεται ὅρια ἐπὶ βορρα̃ν ἐπὶ Αμωθ καὶ ἔσται ἡ διέξοδος αὐτω̃ν ἐπὶ Γαιφαηλ

19:15 καὶ Καταναθ καὶ Ναβααλ καὶ Συμοων καὶ Ιεριχω καὶ Βαιθμαν

19:16 αὕτη ἡ κληρονομία φυλη̃ς υἱω̃ν Ζαβουλων κατὰ δήμους αὐτω̃ν πόλεις καὶ αἱ κω̃μαι αὐτω̃ν

19:17 καὶ τω̨̃ Ισσαχαρ ἐξη̃λθεν ὁ κλη̃ρος ὁ τέταρτος

19:18 καὶ ἐγενήθη τὰ ὅρια αὐτω̃ν Ιαζηλ καὶ Χασαλωθ καὶ Σουναν

19:19 καὶ Αγιν καὶ Σιωνα καὶ Ρεηρωθ καὶ Αναχερεθ

19:20 καὶ Δαβιρων καὶ Κισων καὶ Ρεβες

19:21 καὶ Ρεμμας καὶ Ιεων καὶ Τομμαν καὶ Αιμαρεκ καὶ Βηρσαφης

19:22 καὶ συνάψει τὰ ὅρια ἐπὶ Γαιθβωρ καὶ ἐπὶ Σαλιμ κατὰ θάλασσαν καὶ Βαιθσαμυς καὶ ἔσται αὐτου̃ ἡ διέξοδος τω̃ν ὁρίων ὁ Ιορδάνης

19:23 αὕτη ἡ κληρονομία φυλη̃ς υἱω̃ν Ισσαχαρ κατὰ δήμους αὐτω̃ν αἱ πόλεις καὶ αἱ κω̃μαι αὐτω̃ν

19:24 καὶ ἐξη̃λθεν ὁ κλη̃ρος ὁ πέμπτος Ασηρ

19:25 καὶ ἐγενήθη τὰ ὅρια αὐτω̃ν ἐξ Ελεκεθ καὶ Αλεφ καὶ Βαιθοκ καὶ Κεαφ

19:26 καὶ Ελιμελεκ καὶ Αμιηλ καὶ Μαασα καὶ συνάψει τω̨̃ Καρμήλω̨ κατὰ θάλασσαν καὶ τω̨̃ Σιων καὶ Λαβαναθ

19:27 καὶ ἐπιστρέψει ἀπ' ἀνατολω̃ν ἡλίου καὶ Βαιθεγενεθ καὶ συνάψει τω̨̃ Ζαβουλων καὶ ἐκ Γαι καὶ Φθαιηλ κατὰ βορρα̃ν καὶ εἰσελεύσεται ὅρια Σαφθαιβαιθμε καὶ Ιναηλ καὶ διελεύσεται εἰς Χωβα μασομελ

19:28 καὶ Ελβων καὶ Ρααβ καὶ Εμεμαων καὶ Κανθαν ἕως Σιδω̃νος τη̃ς μεγάλης

19:29 καὶ ἀναστρέψει τὰ ὅρια εἰς Ραμα καὶ ἕως πηγη̃ς Μασφασσατ καὶ τω̃ν Τυρίων καὶ ἀναστρέψει τὰ ὅρια ἐπὶ Ιασιφ καὶ ἔσται ἡ διέξοδος αὐτου̃ ἡ θάλασσα καὶ ἀπὸ Λεβ καὶ Εχοζοβ

19:30 καὶ Αρχωβ καὶ Αφεκ καὶ Ρααυ

19:31 αὕτη ἡ κληρονομία φυλη̃ς υἱω̃ν Ασηρ κατὰ δήμους αὐτω̃ν πόλεις καὶ αἱ κω̃μαι αὐτω̃ν

19:32 καὶ τω̨̃ Νεφθαλι ἐξη̃λθεν ὁ κλη̃ρος ὁ ἕκτος

19:33 καὶ ἐγενήθη τὰ ὅρια αὐτω̃ν Μοολαμ καὶ Μωλα καὶ Βεσεμιιν καὶ Αρμε καὶ Ναβωκ καὶ Ιεφθαμαι ἕως Δωδαμ καὶ ἐγενήθησαν αἱ διέξοδοι αὐτου̃ ὁ Ιορδάνης

19:34 καὶ ἐπιστρέψει τὰ ὅρια ἐπὶ θάλασσαν Εναθ Θαβωρ καὶ διελεύσεται ἐκει̃θεν ιακανα καὶ συνάψει τω̨̃ Ζαβουλων ἀπὸ νότου καὶ Ασηρ συνάψει κατὰ θάλασσαν καὶ ὁ Ιορδάνης ἀπ' ἀνατολω̃ν ἡλίου

19:35 καὶ αἱ πόλεις τειχήρεις τω̃ν Τυρίων Τύρος καὶ Ωμαθα Δακεθ καὶ Κενερεθ

19:36 καὶ Αρμαιθ καὶ Αραηλ καὶ Ασωρ

19:37 καὶ Καδες καὶ Ασσαρι καὶ πηγὴ Ασορ

19:38 καὶ Κερωε καὶ Μεγαλα Αριμ καὶ Βαιθθαμε καὶ Θεσσαμυς

19:39 αὕτη ἡ κληρονομία φυλη̃ς υἱω̃ν Νεφθαλι

19:40 καὶ τω̨̃ Δαν ἐξη̃λθεν ὁ κλη̃ρος ὁ ἕβδομος

19:41 καὶ ἐγενήθη τὰ ὅρια αὐτω̃ν Σαραθ καὶ Ασα πόλεις Σαμμαυς

19:42 καὶ Σαλαβιν καὶ Αμμων καὶ Σιλαθα

19:43 καὶ Αιλων καὶ Θαμναθα καὶ Ακκαρων

19:44 καὶ Αλκαθα καὶ Βεγεθων καὶ Γεβεελαν

19:45 καὶ Αζωρ καὶ Βαναιβακατ καὶ Γεθρεμμων

19:46 καὶ ἀπὸ θαλάσσης Ιερακων ὅριον πλησίον Ιόππης

19:47 αὕτη ἡ κληρονομία φυλη̃ς υἱω̃ν Δαν κατὰ δήμους αὐτω̃ν αἱ πόλεις αὐτω̃ν καὶ αἱ κω̃μαι αὐτω̃ν

19:47a καὶ οὐκ ἐξέθλιψαν οἱ υἱοὶ Δαν τὸν Αμορραι̃ον τὸν θλίβοντα αὐτοὺς ἐν τω̨̃ ὄρει καὶ οὐκ εἴων αὐτοὺς οἱ Αμορραι̃οι καταβη̃ναι εἰς τὴν κοιλάδα καὶ ἔθλιψαν ἀπ' αὐτω̃ν τὸ ὅριον τη̃ς μερίδος αὐτω̃ν

19:48 καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ιουδα καὶ ἐπολέμησαν τὴν Λαχις καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι μαχαίρας καὶ κατώ̨κησαν αὐτὴν καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτη̃ς Λασενδακ

19:48a καὶ ὁ Αμορραι̃ος ὑπέμεινεν του̃ κατοικει̃ν ἐν Ελωμ καὶ ἐν Σαλαμιν καὶ ἐβαρύνθη ἡ χεὶρ του̃ Εφραιμ ἐπ' αὐτούς καὶ ἐγένοντο αὐτοι̃ς εἰς φόρον

19:49 καὶ ἐπορεύθησαν ἐμβατευ̃σαι τὴν γη̃ν κατὰ τὸ ὅριον αὐτω̃ν καὶ ἔδωκαν οἱ υἱοὶ Ισραηλ κλη̃ρον 'Ιησοι̃ τω̨̃ υἱω̨̃ Ναυη ἐν αὐτοι̃ς

19:50 διὰ προστάγματος του̃ θεου̃ καὶ ἔδωκαν αὐτω̨̃ τὴν πόλιν ἣν ἠ̨τήσατο Θαμνασαραχ ἥ ἐστιν ἐν τω̨̃ ὄρει Εφραιμ καὶ ὠ̨κοδόμησεν τὴν πόλιν καὶ κατώ̨κει ἐν αὐτη̨̃

19:51 αὑ̃ται αἱ διαιρέσεις ἃς κατεκληρονόμησεν Ελεαζαρ ὁ ἱερεὺς καὶ 'Ιησου̃ς ὁ του̃ Ναυη καὶ οἱ ἄρχοντες τω̃ν πατριω̃ν ἐν ται̃ς φυλαι̃ς Ισραηλ κατὰ κλήρους ἐν Σηλω ἐναντίον κυρίου παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ ἐπορεύθησαν ἐμβατευ̃σαι τὴν γη̃ν

20:1 καὶ ἐλάλησεν κύριος τω̨̃ 'Ιησοι̃ λέγων

20:2 λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ λέγων δότε τὰς πόλεις τω̃ν φυγαδευτηρίων ἃς εἰ̃πα πρὸς ὑμα̃ς διὰ Μωυση̃

20:3 φυγαδευτήριον τω̨̃ φονευτη̨̃ τω̨̃ πατάξαντι ψυχὴν ἀκουσίως καὶ ἔσονται ὑμι̃ν αἱ πόλεις φυγαδευτήριον καὶ οὐκ ἀποθανει̃ται ὁ φονευτὴς ὑπὸ του̃ ἀγχιστεύοντος τὸ αἱ̃μα ἕως ἂν καταστη̨̃ ἐναντίον τη̃ς συναγωγη̃ς εἰς κρίσιν

20:7 καὶ διέστειλεν τὴν Καδης ἐν τη̨̃ Γαλιλαία̨ ἐν τω̨̃ ὄρει τω̨̃ Νεφθαλι καὶ Συχεμ ἐν τω̨̃ ὄρει τω̨̃ Εφραιμ καὶ τὴν πόλιν Αρβοκ αὕτη ἐστὶν Χεβρων ἐν τω̨̃ ὄρει τω̨̃ Ιουδα

20:8 καὶ ἐν τω̨̃ πέραν του̃ Ιορδάνου ἔδωκεν Βοσορ ἐν τη̨̃ ἐρήμω̨ ἐν τω̨̃ πεδίω̨ ἀπὸ τη̃ς φυλη̃ς Ρουβην καὶ Αρημωθ ἐν τη̨̃ Γαλααδ ἐκ τη̃ς φυλη̃ς Γαδ καὶ τὴν Γαυλων ἐν τη̨̃ Βασανίτιδι ἐκ τη̃ς φυλη̃ς Μανασση

20:9 αὑ̃ται αἱ πόλεις αἱ ἐπίκλητοι τοι̃ς υἱοι̃ς Ισραηλ καὶ τω̨̃ προσηλύτω̨ τω̨̃ προσκειμένω̨ ἐν αὐτοι̃ς καταφυγει̃ν ἐκει̃ παντὶ παίοντι ψυχὴν ἀκουσίως ἵνα μὴ ἀποθάνη̨ ἐν χειρὶ του̃ ἀγχιστεύοντος τὸ αἱ̃μα ἕως ἂν καταστη̨̃ ἔναντι τη̃ς συναγωγη̃ς εἰς κρίσιν

21:1 καὶ προσήλθοσαν οἱ ἀρχιπατριω̃ται τω̃ν υἱω̃ν Λευι πρὸς Ελεαζαρ τὸν ἱερέα καὶ πρὸς 'Ιησου̃ν τὸν του̃ Ναυη καὶ πρὸς τοὺς ἀρχιφύλους πατριω̃ν ἐκ τω̃ν φυλω̃ν Ισραηλ

21:2 καὶ εἰ̃πον πρὸς αὐτοὺς ἐν Σηλω ἐν γη̨̃ Χανααν λέγοντες ἐνετείλατο κύριος ἐν χειρὶ Μωυση̃ δου̃ναι ἡμι̃ν πόλεις κατοικει̃ν καὶ τὰ περισπόρια τοι̃ς κτήνεσιν ἡμω̃ν

21:3 καὶ ἔδωκαν οἱ υἱοὶ Ισραηλ τοι̃ς Λευίταις ἐν τω̨̃ κατακληρονομει̃ν διὰ προστάγματος κυρίου τὰς πόλεις καὶ τὰ περισπόρια αὐτω̃ν

21:4 καὶ ἐξη̃λθεν ὁ κλη̃ρος τω̨̃ δήμω̨ Κααθ καὶ ἐγένετο τοι̃ς υἱοι̃ς Ααρων τοι̃ς ἱερευ̃σιν τοι̃ς Λευίταις ἀπὸ φυλη̃ς Ιουδα καὶ ἀπὸ φυλη̃ς Συμεων καὶ ἀπὸ φυλη̃ς Βενιαμιν κληρωτὶ πόλεις δέκα τρει̃ς

21:5 καὶ τοι̃ς υἱοι̃ς Κααθ τοι̃ς καταλελειμμένοις ἐκ τη̃ς φυλη̃ς Εφραιμ καὶ ἐκ τη̃ς φυλη̃ς Δαν καὶ ἀπὸ του̃ ἡμίσους φυλη̃ς Μανασση κληρωτὶ πόλεις δέκα

21:6 καὶ τοι̃ς υἱοι̃ς Γεδσων ἀπὸ τη̃ς φυλη̃ς Ισσαχαρ καὶ ἀπὸ τη̃ς φυλη̃ς Ασηρ καὶ ἀπὸ τη̃ς φυλη̃ς Νεφθαλι καὶ ἀπὸ του̃ ἡμίσους φυλη̃ς Μανασση ἐν τω̨̃ Βασαν πόλεις δέκα τρει̃ς

21:7 καὶ τοι̃ς υἱοι̃ς Μεραρι κατὰ δήμους αὐτω̃ν ἀπὸ φυλη̃ς Ρουβην καὶ ἀπὸ φυλη̃ς Γαδ καὶ ἀπὸ φυλη̃ς Ζαβουλων κληρωτὶ πόλεις δώδεκα

21:8 καὶ ἔδωκαν οἱ υἱοὶ Ισραηλ τοι̃ς Λευίταις τὰς πόλεις καὶ τὰ περισπόρια αὐτω̃ν ὃν τρόπον ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃ κληρωτί

21:9 καὶ ἔδωκεν ἡ φυλὴ υἱω̃ν Ιουδα καὶ ἡ φυλὴ υἱω̃ν Συμεων καὶ ἀπὸ τη̃ς φυλη̃ς υἱω̃ν Βενιαμιν τὰς πόλεις καὶ ἐπεκλήθησαν

21:10 τοι̃ς υἱοι̃ς Ααρων ἀπὸ του̃ δήμου του̃ Κααθ τω̃ν υἱω̃ν Λευι ὅτι τούτοις ἐγενήθη ὁ κλη̃ρος

21:11 καὶ ἔδωκεν αὐτοι̃ς τὴν Καριαθαρβοκ μητρόπολιν τω̃ν Ενακ αὕτη ἐστὶν Χεβρων ἐν τω̨̃ ὄρει Ιουδα τὰ δὲ περισπόρια κύκλω̨ αὐτη̃ς

21:12 καὶ τοὺς ἀγροὺς τη̃ς πόλεως καὶ τὰς κώμας αὐτη̃ς ἔδωκεν 'Ιησου̃ς τοι̃ς υἱοι̃ς Χαλεβ υἱου̃ Ιεφοννη ἐν κατασχέσει

21:13 καὶ τοι̃ς υἱοι̃ς Ααρων τὴν πόλιν φυγαδευτήριον τω̨̃ φονεύσαντι τὴν Χεβρων καὶ τὰ ἀφωρισμένα τὰ σὺν αὐτη̨̃ καὶ τὴν Λεμνα καὶ τὰ ἀφωρισμένα τὰ πρὸς αὐτη̨̃

21:14 καὶ τὴν Αιλωμ καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ καὶ τὴν Τεμα καὶ τὰ ἀφωρισμένα αὐτη̨̃

21:15 καὶ τὴν Γελλα καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ καὶ τὴν Δαβιρ καὶ τὰ ἀφωρισμένα αὐτη̨̃

21:16 καὶ Ασα καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ καὶ Τανυ καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ καὶ Βαιθσαμυς καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ πόλεις ἐννέα παρὰ τω̃ν δύο φυλω̃ν τούτων

21:17 καὶ παρὰ τη̃ς φυλη̃ς Βενιαμιν τὴν Γαβαων καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ καὶ Γαθεθ καὶ τὰ ἀφωρισμένα αὐτη̨̃

21:18 καὶ Αναθωθ καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ καὶ Γαμαλα καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ πόλεις τέσσαρες

21:19 πα̃σαι αἱ πόλεις υἱω̃ν Ααρων τω̃ν ἱερέων δέκα τρει̃ς

21:20 καὶ τοι̃ς δήμοις υἱοι̃ς Κααθ τοι̃ς Λευίταις τοι̃ς καταλελειμμένοις ἀπὸ τω̃ν υἱω̃ν Κααθ καὶ ἐγενήθη πόλις τω̃ν ὁρίων αὐτω̃ν ἀπὸ φυλη̃ς Εφραιμ

21:21 καὶ ἔδωκαν αὐτοι̃ς τὴν πόλιν του̃ φυγαδευτηρίου τὴν του̃ φονεύσαντος τὴν Συχεμ καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ καὶ Γαζαρα καὶ τὰ πρὸς αὐτὴν καὶ τὰ ἀφωρισμένα αὐτη̨̃

21:22 καὶ τὴν Καβσαϊμ καὶ τὰ ἀφωρισμένα τὰ πρὸς αὐτη̨̃ καὶ τὴν ἄνω Βαιθωρων καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ πόλεις τέσσαρες

21:23 καὶ ἐκ τη̃ς φυλη̃ς Δαν τὴν Ελκωθαιμ καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ καὶ τὴν Γεθεδαν καὶ τὰ ἀφωρισμένα αὐτη̨̃

21:24 καὶ Αιλων καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ καὶ Γεθερεμμων καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ πόλεις τέσσαρες

21:25 καὶ ἀπὸ του̃ ἡμίσους φυλη̃ς Μανασση τὴν Ταναχ καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ καὶ τὴν Ιεβαθα καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ πόλεις δύο

21:26 πα̃σαι πόλεις δέκα καὶ τὰ ἀφωρισμένα τὰ πρὸς αὐται̃ς τοι̃ς δήμοις υἱω̃ν Κααθ τοι̃ς ὑπολελειμμένοις

21:27 καὶ τοι̃ς υἱοι̃ς Γεδσων τοι̃ς Λευίταις ἐκ του̃ ἡμίσους φυλη̃ς Μανασση τὰς πόλεις τὰς ἀφωρισμένας τοι̃ς φονεύσασι τὴν Γαυλων ἐν τη̨̃ Βασανίτιδι καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ καὶ τὴν Βοσοραν καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ πόλεις δύο

21:28 καὶ ἐκ τη̃ς φυλη̃ς Ισσαχαρ τὴν Κισων καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ καὶ Δεββα καὶ τὰ ἀφωρισμένα αὐτη̨̃

21:29 καὶ τὴν Ρεμμαθ καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ καὶ Πηγὴν γραμμάτων καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ πόλεις τέσσαρες

21:30 καὶ ἐκ τη̃ς φυλη̃ς Ασηρ τὴν Βασελλαν καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ καὶ Δαββων καὶ τὰ ἀφωρισμένα αὐτη̨̃

21:31 καὶ Χελκατ καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ καὶ Ρααβ καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ πόλεις τέσσαρες

21:32 καὶ ἐκ τη̃ς φυλη̃ς Νεφθαλι τὴν πόλιν τὴν ἀφωρισμένην τω̨̃ φονεύσαντι τὴν Καδες ἐν τη̨̃ Γαλιλαία̨ καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ καὶ τὴν Εμμαθ καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ καὶ Θεμμων καὶ τὰ ἀφωρισμένα αὐτη̨̃ πόλεις τρει̃ς

21:33 πα̃σαι αἱ πόλεις του̃ Γεδσων κατὰ δήμους αὐτω̃ν πόλεις δέκα τρει̃ς

21:34 καὶ τω̨̃ δήμω̨ υἱω̃ν Μεραρι τοι̃ς Λευίταις τοι̃ς λοιποι̃ς ἐκ τη̃ς φυλη̃ς υἱω̃ν Ζαβουλων τὴν Μααν καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Καδης καὶ τὰ περισπόρια αὐτη̃ς

21:35 καὶ Δεμνα καὶ τὰ περισπόρια αὐτη̃ς καὶ Σελλα καὶ τὰ περισπόρια αὐτη̃ς πόλεις τέσσαρες

21:36 καὶ πέραν του̃ Ιορδάνου του̃ κατὰ Ιεριχω ἐκ τη̃ς φυλη̃ς Ρουβην τὴν πόλιν τὸ φυγαδευτήριον του̃ φονεύσαντος τὴν Βοσορ ἐν τη̨̃ ἐρήμω̨ τη̨̃ Μισωρ καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Ιαζηρ καὶ τὰ περισπόρια αὐτη̃ς

21:37 καὶ τὴν Δεκμων καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Μαφα καὶ τὰ περισπόρια αὐτη̃ς πόλεις τέσσαρες

21:38 καὶ ἀπὸ τη̃ς φυλη̃ς Γαδ τὴν πόλιν τὸ φυγαδευτήριον του̃ φονεύσαντος τὴν Ραμωθ ἐν τη̨̃ Γαλααδ καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Καμιν καὶ τὰ περισπόρια αὐτη̃ς

21:39 καὶ τὴν Εσεβων καὶ τὰ περισπόρια αὐτη̃ς καὶ τὴν Ιαζηρ καὶ τὰ περισπόρια αὐτη̃ς αἱ πα̃σαι πόλεις τέσσαρες

21:40 πα̃σαι πόλεις τοι̃ς υἱοι̃ς Μεραρι κατὰ δήμους αὐτω̃ν τω̃ν καταλελειμμένων ἀπὸ τη̃ς φυλη̃ς Λευι καὶ ἐγενήθη τὰ ὅρια πόλεις δέκα δύο

21:41 πα̃σαι αἱ πόλεις τω̃ν Λευιτω̃ν ἐν μέσω̨ κατασχέσεως υἱω̃ν Ισραηλ τεσσαράκοντα ὀκτὼ πόλεις καὶ τὰ περισπόρια αὐτω̃ν

21:42 κύκλω̨ τω̃ν πόλεων τούτων πόλις καὶ τὰ περισπόρια κύκλω̨ τη̃ς πόλεως πάσαις ται̃ς πόλεσιν ταύταις

21:42a καὶ συνετέλεσεν 'Ιησου̃ς διαμερίσας τὴν γη̃ν ἐν τοι̃ς ὁρίοις αὐτω̃ν

21:42b καὶ ἔδωκαν οἱ υἱοὶ Ισραηλ μερίδα τω̨̃ 'Ιησοι̃ κατὰ πρόσταγμα κυρίου ἔδωκαν αὐτω̨̃ τὴν πόλιν ἣν ἠ̨τήσατο τὴν Θαμνασαραχ ἔδωκαν αὐτω̨̃ ἐν τω̨̃ ὄρει Εφραιμ

21:42c καὶ ὠ̨κοδόμησεν 'Ιησου̃ς τὴν πόλιν καὶ ὤ̨κησεν ἐν αὐτη̨̃

21:42d καὶ ἔλαβεν 'Ιησου̃ς τὰς μαχαίρας τὰς πετρίνας ἐν αἱ̃ς περιέτεμεν τοὺς υἱοὺς Ισραηλ τοὺς γενομένους ἐν τη̨̃ ὁδω̨̃ ἐν τη̨̃ ἐρήμω̨ καὶ ἔθηκεν αὐτὰς ἐν Θαμνασαραχ

21:43 καὶ ἔδωκεν κύριος τω̨̃ Ισραηλ πα̃σαν τὴν γη̃ν ἣν ὤμοσεν δου̃ναι τοι̃ς πατράσιν αὐτω̃ν καὶ κατεκληρονόμησαν αὐτὴν καὶ κατώ̨κησαν ἐν αὐτη̨̃

21:44 καὶ κατέπαυσεν αὐτοὺς κύριος κυκλόθεν καθότι ὤμοσεν τοι̃ς πατράσιν αὐτω̃ν οὐκ ἀνέστη οὐθεὶς κατενώπιον αὐτω̃ν ἀπὸ πάντων τω̃ν ἐχθρω̃ν αὐτω̃ν πάντας τοὺς ἐχθροὺς αὐτω̃ν παρέδωκεν κύριος εἰς τὰς χει̃ρας αὐτω̃ν

21:45 οὐ διέπεσεν ἀπὸ πάντων τω̃ν ῥημάτων τω̃ν καλω̃ν ὡ̃ν ἐλάλησεν κύριος τοι̃ς υἱοι̃ς Ισραηλ πάντα παρεγένετο

22:1 τότε συνεκάλεσεν 'Ιησου̃ς τοὺς υἱοὺς Ρουβην καὶ τοὺς υἱοὺς Γαδ καὶ τὸ ἥμισυ φυλη̃ς Μανασση

22:2 καὶ εἰ̃πεν αὐτοι̃ς ὑμει̃ς ἀκηκόατε πάντα ὅσα ἐνετείλατο ὑμι̃ν Μωυση̃ς ὁ παι̃ς κυρίου καὶ ἐπηκούσατε τη̃ς φωνη̃ς μου κατὰ πάντα ὅσα ἐνετειλάμην ὑμι̃ν

22:3 οὐκ ἐγκαταλελοίπατε τοὺς ἀδελφοὺς ὑμω̃ν ταύτας τὰς ἡμέρας καὶ πλείους ἕως τη̃ς σήμερον ἡμέρας ἐφυλάξασθε τὴν ἐντολὴν κυρίου του̃ θεου̃ ὑμω̃ν

22:4 νυ̃ν δὲ κατέπαυσεν κύριος ὁ θεὸς ἡμω̃ν τοὺς ἀδελφοὺς ἡμω̃ν ὃν τρόπον εἰ̃πεν αὐτοι̃ς νυ̃ν οὐ̃ν ἀποστραφέντες ἀπέλθατε εἰς τοὺς οἴκους ὑμω̃ν καὶ εἰς τὴν γη̃ν τη̃ς κατασχέσεως ὑμω̃ν ἣν ἔδωκεν ὑμι̃ν Μωυση̃ς ἐν τω̨̃ πέραν του̃ Ιορδάνου

22:5 ἀλλὰ φυλάξασθε ποιει̃ν σφόδρα τὰς ἐντολὰς καὶ τὸν νόμον ὃν ἐνετείλατο ἡμι̃ν ποιει̃ν Μωυση̃ς ὁ παι̃ς κυρίου ἀγαπα̃ν κύριον τὸν θεὸν ὑμω̃ν πορεύεσθαι πάσαις ται̃ς ὁδοι̃ς αὐτου̃ φυλάξασθαι τὰς ἐντολὰς αὐτου̃ καὶ προσκει̃σθαι αὐτω̨̃ καὶ λατρεύειν αὐτω̨̃ ἐξ ὅλης τη̃ς διανοίας ὑμω̃ν καὶ ἐξ ὅλης τη̃ς ψυχη̃ς ὑμω̃ν

22:6 καὶ ηὐλόγησεν αὐτοὺς 'Ιησου̃ς καὶ ἐξαπέστειλεν αὐτούς καὶ ἐπορεύθησαν εἰς τοὺς οἴκους αὐτω̃ν

22:7 καὶ τω̨̃ ἡμίσει φυλη̃ς Μανασση ἔδωκεν Μωυση̃ς ἐν τη̨̃ Βασανίτιδι καὶ τω̨̃ ἡμίσει ἔδωκεν 'Ιησου̃ς μετὰ τω̃ν ἀδελφω̃ν αὐτου̃ ἐν τω̨̃ πέραν του̃ Ιορδάνου παρὰ θάλασσαν καὶ ἡνίκα ἐξαπέστειλεν αὐτοὺς 'Ιησου̃ς εἰς τοὺς οἴκους αὐτω̃ν καὶ εὐλόγησεν αὐτούς

22:8 καὶ ἐν χρήμασιν πολλοι̃ς ἀπήλθοσαν εἰς τοὺς οἴκους αὐτω̃ν καὶ κτήνη πολλὰ σφόδρα καὶ ἀργύριον καὶ χρυσίον καὶ σίδηρον καὶ ἱματισμὸν πολύν καὶ διείλαντο τὴν προνομὴν τω̃ν ἐχθρω̃ν μετὰ τω̃ν ἀδελφω̃ν αὐτω̃ν

22:9 καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ καὶ τὸ ἥμισυ φυλη̃ς υἱω̃ν Μανασση ἀπὸ τω̃ν υἱω̃ν Ισραηλ ἐκ Σηλω ἐν γη̨̃ Χανααν ἀπελθει̃ν εἰς γὴν Γαλααδ εἰς γη̃ν κατασχέσεως αὐτω̃ν ἣν ἐκληρονόμησαν αὐτὴν διὰ προστάγματος κυρίου ἐν χειρὶ Μωυση̃

22:10 καὶ ἠ̃λθον εἰς Γαλγαλα του̃ Ιορδάνου ἥ ἐστιν ἐν γη̨̃ Χανααν καὶ ὠ̨κοδόμησαν οἱ υἱοὶ Γαδ καὶ οἱ υἱοὶ Ρουβην καὶ τὸ ἥμισυ φυλη̃ς Μανασση ἐκει̃ βωμὸν ἐπὶ του̃ Ιορδάνου βωμὸν μέγαν του̃ ἰδει̃ν

22:11 καὶ ἤκουσαν οἱ υἱοὶ Ισραηλ λεγόντων ἰδοὺ ὠ̨κοδόμησαν οἱ υἱοὶ Γαδ καὶ οἱ υἱοὶ Ρουβην καὶ τὸ ἥμισυ φυλη̃ς Μανασση βωμὸν ἐφ' ὁρίων γη̃ς Χανααν ἐπὶ του̃ Γαλααδ του̃ Ιορδάνου ἐν τω̨̃ πέραν υἱω̃ν Ισραηλ

22:12 καὶ συνηθροίσθησαν πάντες οἱ υἱοὶ Ισραηλ εἰς Σηλω ὥστε ἀναβάντες ἐκπολεμη̃σαι αὐτούς

22:13 καὶ ἀπέστειλαν οἱ υἱοὶ Ισραηλ πρὸς τοὺς υἱοὺς Ρουβην καὶ πρὸς τοὺς υἱοὺς Γαδ καὶ πρὸς τὸ ἥμισυ φυλη̃ς Μανασση εἰς γη̃ν Γαλααδ τόν τε Φινεες υἱὸν Ελεαζαρ υἱου̃ Ααρων του̃ ἀρχιερέως

22:14 καὶ δέκα τω̃ν ἀρχόντων μετ' αὐτου̃ ἄρχων εἱ̃ς ἀπὸ οἴκου πατρια̃ς ἀπὸ πασω̃ν φυλω̃ν Ισραηλ ἄρχοντες οἴκων πατριω̃ν εἰσιν χιλίαρχοι Ισραηλ

22:15 καὶ παρεγένοντο πρὸς τοὺς υἱοὺς Γαδ καὶ πρὸς τοὺς υἱοὺς Ρουβην καὶ πρὸς τοὺς ἡμίσεις φυλη̃ς Μανασση εἰς γη̃ν Γαλααδ καὶ ἐλάλησαν πρὸς αὐτοὺς λέγοντες

22:16 τάδε λέγει πα̃σα ἡ συναγωγὴ κυρίου τίς ἡ πλημμέλεια αὕτη ἣν ἐπλημμελήσατε ἐναντίον του̃ θεου̃ Ισραηλ ἀποστραφη̃ναι σήμερον ἀπὸ κυρίου οἰκοδομήσαντες ὑμι̃ν ἑαυτοι̃ς βωμὸν ἀποστάτας ὑμα̃ς γενέσθαι ἀπὸ κυρίου

22:17 μὴ μικρὸν ἡμι̃ν τὸ ἁμάρτημα Φογωρ ὅτι οὐκ ἐκαθαρίσθημεν ἀπ' αὐτου̃ ἕως τη̃ς ἡμέρας ταύτης καὶ ἐγενήθη πληγὴ ἐν τη̨̃ συναγωγη̨̃ κυρίου

22:18 καὶ ὑμει̃ς ἀποστραφήσεσθε σήμερον ἀπὸ κυρίου καὶ ἔσται ἐὰν ἀποστη̃τε σήμερον ἀπὸ κυρίου καὶ αὔριον ἐπὶ πάντα Ισραηλ ἔσται ἡ ὀργή

22:19 καὶ νυ̃ν εἰ μικρὰ ὑμι̃ν ἡ γη̃ τη̃ς κατασχέσεως ὑμω̃ν διάβητε εἰς τὴν γη̃ν τη̃ς κατασχέσεως κυρίου οὑ̃ κατασκηνοι̃ ἐκει̃ ἡ σκηνὴ κυρίου καὶ κατακληρονομήσατε ἐν ἡμι̃ν καὶ μὴ ἀποστάται ἀπὸ θεου̃ γενήθητε καὶ μὴ ἀπόστητε ἀπὸ κυρίου διὰ τὸ οἰκοδομη̃σαι ὑμα̃ς βωμὸν ἔξω του̃ θυσιαστηρίου κυρίου του̃ θεου̃ ἡμω̃ν

22:20 οὐκ ἰδοὺ Αχαρ ὁ του̃ Ζαρα πλημμελεία̨ ἐπλημμέλησεν ἀπὸ του̃ ἀναθέματος καὶ ἐπὶ πα̃σαν συναγωγὴν Ισραηλ ἐγενήθη ὀργή καὶ οὑ̃τος εἱ̃ς μόνος ἠ̃ν μὴ μόνος οὑ̃τος ἀπέθανεν τη̨̃ ἑαυτου̃ ἁμαρτία̨

22:21 καὶ ἀπεκρίθησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ καὶ τὸ ἥμισυ φυλη̃ς Μανασση καὶ ἐλάλησαν τοι̃ς χιλιάρχοις Ισραηλ λέγοντες

22:22 ὁ θεὸς θεός ἐστιν κύριος καὶ ὁ θεὸς θεὸς κύριος αὐτὸς οἰ̃δεν καὶ Ισραηλ αὐτὸς γνώσεται εἰ ἐν ἀποστασία̨ ἐπλημμελήσαμεν ἔναντι του̃ κυρίου μὴ ῥύσαιτο ἡμα̃ς ἐν ταύτη̨

22:23 καὶ εἰ ὠ̨κοδομήσαμεν αὑτοι̃ς βωμὸν ὥστε ἀποστη̃ναι ἀπὸ κυρίου του̃ θεου̃ ἡμω̃ν ὥστε ἀναβιβάσαι ἐπ' αὐτὸν θυσίαν ὁλοκαυτωμάτων ἢ ὥστε ποιη̃σαι ἐπ' αὐτου̃ θυσίαν σωτηρίου κύριος ἐκζητήσει

22:24 ἀλλ' ἕνεκεν εὐλαβείας ῥήματος ἐποιήσαμεν του̃το λέγοντες ἵνα μὴ εἴπωσιν αὔριον τὰ τέκνα ὑμω̃ν τοι̃ς τέκνοις ἡμω̃ν τί ὑμι̃ν κυρίω̨ τω̨̃ θεω̨̃ Ισραηλ

22:25 καὶ ὅρια ἔθηκεν κύριος ἀνὰ μέσον ἡμω̃ν καὶ ὑμω̃ν τὸν Ιορδάνην καὶ οὐκ ἔστιν ὑμι̃ν μερὶς κυρίου καὶ ἀπαλλοτριώσουσιν οἱ υἱοὶ ὑμω̃ν τοὺς υἱοὺς ἡμω̃ν ἵνα μὴ σέβωνται κύριον

22:26 καὶ εἴπαμεν ποιη̃σαι οὕτως του̃ οἰκοδομη̃σαι τὸν βωμὸν του̃τον οὐχ ἕνεκεν καρπωμάτων οὐδὲ ἕνεκεν θυσιω̃ν

22:27 ἀλλ' ἵνα ἠ̨̃ του̃το μαρτύριον ἀνὰ μέσον ἡμω̃ν καὶ ὑμω̃ν καὶ ἀνὰ μέσον τω̃ν γενεω̃ν ἡμω̃ν μεθ' ἡμα̃ς του̃ λατρεύειν λατρείαν κυρίω̨ ἐναντίον αὐτου̃ ἐν τοι̃ς καρπώμασιν ἡμω̃ν καὶ ἐν ται̃ς θυσίαις ἡμω̃ν καὶ ἐν ται̃ς θυσίαις τω̃ν σωτηρίων ἡμω̃ν καὶ οὐκ ἐρου̃σιν τὰ τέκνα ὑμω̃ν τοι̃ς τέκνοις ἡμω̃ν αὔριον οὐκ ἔστιν ὑμι̃ν μερὶς κυρίου

22:28 καὶ εἴπαμεν ἐὰν γένηταί ποτε καὶ λαλήσωσιν πρὸς ἡμα̃ς καὶ ται̃ς γενεαι̃ς ἡμω̃ν αὔριον καὶ ἐρου̃σιν ἴδετε ὁμοίωμα του̃ θυσιαστηρίου κυρίου ὃ ἐποίησαν οἱ πατέρες ἡμω̃ν οὐχ ἕνεκεν καρπωμάτων οὐδὲ ἕνεκεν θυσιω̃ν ἀλλὰ μαρτύριόν ἐστιν ἀνὰ μέσον ὑμω̃ν καὶ ἀνὰ μέσον ἡμω̃ν καὶ ἀνὰ μέσον τω̃ν υἱω̃ν ἡμω̃ν

22:29 μὴ γένοιτο οὐ̃ν ἡμα̃ς ἀποστραφη̃ναι ἀπὸ κυρίου ἐν ται̃ς σήμερον ἡμέραις ἀποστη̃ναι ἀπὸ κυρίου ὥστε οἰκοδομη̃σαι ἡμα̃ς θυσιαστήριον τοι̃ς καρπώμασιν καὶ ται̃ς θυσίαις σαλαμιν καὶ τη̨̃ θυσία̨ του̃ σωτηρίου πλὴν του̃ θυσιαστηρίου κυρίου ὅ ἐστιν ἐναντίον τη̃ς σκηνη̃ς αὐτου̃

22:30 καὶ ἀκούσας Φινεες ὁ ἱερεὺς καὶ πάντες οἱ ἄρχοντες τη̃ς συναγωγη̃ς Ισραηλ οἳ ἠ̃σαν μετ' αὐτου̃ τοὺς λόγους οὓς ἐλάλησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ καὶ τὸ ἥμισυ φυλη̃ς Μανασση καὶ ἤρεσεν αὐτοι̃ς

22:31 καὶ εἰ̃πεν Φινεες ὁ ἱερεὺς τοι̃ς υἱοι̃ς Ρουβην καὶ τοι̃ς υἱοι̃ς Γαδ καὶ τω̨̃ ἡμίσει φυλη̃ς Μανασση σήμερον ἐγνώκαμεν ὅτι μεθ' ἡμω̃ν κύριος διότι οὐκ ἐπλημμελήσατε ἐναντίον κυρίου πλημμέλειαν καὶ ὅτι ἐρρύσασθε τοὺς υἱοὺς Ισραηλ ἐκ χειρὸς κυρίου

22:32 καὶ ἀπέστρεψεν Φινεες ὁ ἱερεὺς καὶ οἱ ἄρχοντες ἀπὸ τω̃ν υἱω̃ν Ρουβην καὶ ἀπὸ τω̃ν υἱω̃ν Γαδ καὶ ἀπὸ του̃ ἡμίσους φυλη̃ς Μανασση ἐκ γη̃ς Γαλααδ εἰς γη̃ν Χανααν πρὸς τοὺς υἱοὺς Ισραηλ καὶ ἀπεκρίθησαν αὐτοι̃ς τοὺς λόγους

22:33 καὶ ἤρεσεν τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἐλάλησαν πρὸς τοὺς υἱοὺς Ισραηλ καὶ εὐλόγησαν τὸν θεὸν υἱω̃ν Ισραηλ καὶ εἰ̃παν μηκέτι ἀναβη̃ναι πρὸς αὐτοὺς εἰς πόλεμον ἐξολεθρευ̃σαι τὴν γη̃ν τω̃ν υἱω̃ν Ρουβην καὶ τω̃ν υἱω̃ν Γαδ καὶ του̃ ἡμίσους φυλη̃ς Μανασση καὶ κατώ̨κησαν ἐπ' αὐτη̃ς

22:34 καὶ ἐπωνόμασεν 'Ιησου̃ς τὸν βωμὸν τω̃ν Ρουβην καὶ τω̃ν Γαδ καὶ του̃ ἡμίσους φυλη̃ς Μανασση καὶ εἰ̃πεν ὅτι μαρτύριόν ἐστιν ἀνὰ μέσον αὐτω̃ν ὅτι κύριος ὁ θεὸς αὐτω̃ν ἐστιν

23:1 καὶ ἐγένετο μεθ' ἡμέρας πλείους μετὰ τὸ καταπαυ̃σαι κύριον τὸν Ισραηλ ἀπὸ πάντων τω̃ν ἐχθρω̃ν αὐτω̃ν κυκλόθεν καὶ 'Ιησου̃ς πρεσβύτερος προβεβηκὼς ται̃ς ἡμέραις

23:2 καὶ συνεκάλεσεν 'Ιησου̃ς πάντας τοὺς υἱοὺς Ισραηλ καὶ τὴν γερουσίαν αὐτω̃ν καὶ τοὺς ἄρχοντας αὐτω̃ν καὶ τοὺς γραμματει̃ς αὐτω̃ν καὶ τοὺς δικαστὰς αὐτω̃ν καὶ εἰ̃πεν πρὸς αὐτούς ἐγὼ γεγήρακα καὶ προβέβηκα ται̃ς ἡμέραις

23:3 ὑμει̃ς δὲ ἑωράκατε ὅσα ἐποίησεν κύριος ὁ θεὸς ὑμω̃ν πα̃σιν τοι̃ς ἔθνεσιν τούτοις ἀπὸ προσώπου ὑμω̃ν ὅτι κύριος ὁ θεὸς ὑμω̃ν ὁ ἐκπολεμήσας ὑμι̃ν

23:4 ἴδετε ὅτι ἐπέρριφα ὑμι̃ν τὰ ἔθνη τὰ καταλελειμμένα ὑμι̃ν ταυ̃τα ἐν τοι̃ς κλήροις εἰς τὰς φυλὰς ὑμω̃ν ἀπὸ του̃ Ιορδάνου πάντα τὰ ἔθνη ἃ ἐξωλέθρευσα καὶ ἀπὸ τη̃ς θαλάσσης τη̃ς μεγάλης ὁριει̃ ἐπὶ δυσμὰς ἡλίου

23:5 κύριος δὲ ὁ θεὸς ὑμω̃ν οὑ̃τος ἐξολεθρεύσει αὐτοὺς ἀπὸ προσώπου ὑμω̃ν ἕως ἂν ἀπόλωνται καὶ ἀποστελει̃ αὐτοι̃ς τὰ θηρία τὰ ἄγρια ἕως ἂν ἐξολεθρεύση̨ αὐτοὺς καὶ τοὺς βασιλει̃ς αὐτω̃ν ἀπὸ προσώπου ὑμω̃ν καὶ κατακληρονομήσατε τὴν γη̃ν αὐτω̃ν καθὰ ἐλάλησεν κύριος ὁ θεὸς ὑμω̃ν ὑμι̃ν

23:6 κατισχύσατε οὐ̃ν σφόδρα φυλάσσειν καὶ ποιει̃ν πάντα τὰ γεγραμμένα ἐν τω̨̃ βιβλίω̨ του̃ νόμου Μωυση̃ ἵνα μὴ ἐκκλίνητε εἰς δεξιὰν ἢ εὐώνυμα

23:7 ὅπως μὴ εἰσέλθητε εἰς τὰ ἔθνη τὰ καταλελειμμένα ταυ̃τα καὶ τὰ ὀνόματα τω̃ν θεω̃ν αὐτω̃ν οὐκ ὀνομασθήσεται ἐν ὑμι̃ν οὐδὲ μὴ προσκυνήσητε αὐτοι̃ς οὐδὲ μὴ λατρεύσητε αὐτοι̃ς

23:8 ἀλλὰ κυρίω̨ τω̨̃ θεω̨̃ ὑμω̃ν προσκολληθήσεσθε καθάπερ ἐποιήσατε ἕως τη̃ς ἡμέρας ταύτης

23:9 καὶ ἐξωλέθρευσεν αὐτοὺς κύριος ἀπὸ προσώπου ὑμω̃ν ἔθνη μεγάλα καὶ ἰσχυρά καὶ ὑμι̃ν οὐθεὶς ἀντέστη κατενώπιον ὑμω̃ν ἕως τη̃ς ἡμέρας ταύτης

23:10 εἱ̃ς ὑμω̃ν ἐδίωξεν χιλίους ὅτι κύριος ὁ θεὸς ὑμω̃ν ἐξεπολέμει ὑμι̃ν καθάπερ εἰ̃πεν ὑμι̃ν

23:11 καὶ φυλάξασθε σφόδρα του̃ ἀγαπα̃ν κύριον τὸν θεὸν ὑμω̃ν

23:12 ἐὰν γὰρ ἀποστραφη̃τε καὶ προσθη̃σθε τοι̃ς ὑπολειφθει̃σιν ἔθνεσιν τούτοις τοι̃ς μεθ' ὑμω̃ν καὶ ἐπιγαμίας ποιήσητε πρὸς αὐτοὺς καὶ συγκαταμιγη̃τε αὐτοι̃ς καὶ αὐτοὶ ὑμι̃ν

23:13 γινώσκετε ὅτι οὐ μὴ προσθη̨̃ κύριος του̃ ἐξολεθρευ̃σαι τὰ ἔθνη ταυ̃τα ἀπὸ προσώπου ὑμω̃ν καὶ ἔσονται ὑμι̃ν εἰς παγίδας καὶ εἰς σκάνδαλα καὶ εἰς ἥλους ἐν ται̃ς πτέρναις ὑμω̃ν καὶ εἰς βολίδας ἐν τοι̃ς ὀφθαλμοι̃ς ὑμω̃ν ἕως ἂν ἀπόλησθε ἀπὸ τη̃ς γη̃ς τη̃ς ἀγαθη̃ς ταύτης ἣν ἔδωκεν ὑμι̃ν κύριος ὁ θεὸς ὑμω̃ν

23:14 ἐγὼ δὲ ἀποτρέχω τὴν ὁδὸν καθὰ καὶ πάντες οἱ ἐπὶ τη̃ς γη̃ς καὶ γνώσεσθε τη̨̃ καρδία̨ ὑμω̃ν καὶ τη̨̃ ψυχη̨̃ ὑμω̃ν διότι οὐ διέπεσεν εἱ̃ς λόγος ἀπὸ πάντων τω̃ν λόγων ὡ̃ν εἰ̃πεν κύριος ὁ θεὸς ὑμω̃ν πρὸς πάντα τὰ ἀνήκοντα ὑμι̃ν οὐ διεφώνησεν ἐξ αὐτω̃ν

23:15 καὶ ἔσται ὃν τρόπον ἥκει ἐφ' ὑμα̃ς πάντα τὰ ῥήματα τὰ καλά ἃ ἐλάλησεν κύριος πρὸς ὑμα̃ς οὕτως ἐπάξει κύριος ὁ θεὸς ἐφ' ὑμα̃ς πάντα τὰ ῥήματα τὰ πονηρά ἕως ἂν ἐξολεθρεύση̨ ὑμα̃ς ἀπὸ τη̃ς γη̃ς τη̃ς ἀγαθη̃ς ταύτης ἡ̃ς ἔδωκεν κύριος ὑμι̃ν

23:16 ἐν τω̨̃ παραβη̃ναι ὑμα̃ς τὴν διαθήκην κυρίου του̃ θεου̃ ὑμω̃ν ἣν ἐνετείλατο ὑμι̃ν καὶ πορευθέντες λατρεύσητε θεοι̃ς ἑτέροις καὶ προσκυνήσητε αὐτοι̃ς

24:1 καὶ συνήγαγεν 'Ιησου̃ς πάσας φυλὰς Ισραηλ εἰς Σηλω καὶ συνεκάλεσεν τοὺς πρεσβυτέρους αὐτω̃ν καὶ τοὺς γραμματει̃ς αὐτω̃ν καὶ τοὺς δικαστὰς αὐτω̃ν καὶ ἔστησεν αὐτοὺς ἀπέναντι του̃ θεου̃

24:2 καὶ εἰ̃πεν 'Ιησου̃ς πρὸς πάντα τὸν λαόν τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ πέραν του̃ ποταμου̃ κατώ̨κησαν οἱ πατέρες ὑμω̃ν τὸ ἀπ' ἀρχη̃ς Θαρα ὁ πατὴρ Αβρααμ καὶ ὁ πατὴρ Ναχωρ καὶ ἐλάτρευσαν θεοι̃ς ἑτέροις

24:3 καὶ ἔλαβον τὸν πατέρα ὑμω̃ν τὸν Αβρααμ ἐκ του̃ πέραν του̃ ποταμου̃ καὶ ὡδήγησα αὐτὸν ἐν πάση̨ τη̨̃ γη̨̃ καὶ ἐπλήθυνα αὐτου̃ σπέρμα καὶ ἔδωκα αὐτω̨̃ τὸν Ισαακ

24:4 καὶ τω̨̃ Ισαακ τὸν Ιακωβ καὶ τὸν Ησαυ καὶ ἔδωκα τω̨̃ Ησαυ τὸ ὄρος τὸ Σηιρ κληρονομη̃σαι αὐτω̨̃ καὶ Ιακωβ καὶ οἱ υἱοὶ αὐτου̃ κατέβησαν εἰς Αἴγυπτον καὶ ἐγένοντο ἐκει̃ εἰς ἔθνος μέγα καὶ πολὺ καὶ κραταιόν

24:5 καὶ ἐκάκωσαν αὐτοὺς οἱ Αἰγύπτιοι καὶ ἐπάταξεν κύριος τὴν Αἴγυπτον ἐν οἱ̃ς ἐποίησεν αὐτοι̃ς καὶ μετὰ ταυ̃τα ἐξήγαγεν ὑμα̃ς

24:6 ἐξ Αἰγύπτου καὶ εἰσήλθατε εἰς τὴν θάλασσαν τὴν ἐρυθράν καὶ κατεδίωξαν οἱ Αἰγύπτιοι ὀπίσω τω̃ν πατέρων ὑμω̃ν ἐν ἅρμασιν καὶ ἐν ἵπποις εἰς τὴν θάλασσαν τὴν ἐρυθράν

24:7 καὶ ἀνεβοήσαμεν πρὸς κύριον καὶ ἔδωκεν νεφέλην καὶ γνόφον ἀνὰ μέσον ἡμω̃ν καὶ ἀνὰ μέσον τω̃ν Αἰγυπτίων καὶ ἐπήγαγεν ἐπ' αὐτοὺς τὴν θάλασσαν καὶ ἐκάλυψεν αὐτούς καὶ εἴδοσαν οἱ ὀφθαλμοὶ ὑμω̃ν ὅσα ἐποίησεν κύριος ἐν γη̨̃ Αἰγύπτω̨ καὶ ἠ̃τε ἐν τη̨̃ ἐρήμω̨ ἡμέρας πλείους

24:8 καὶ ἤγαγεν ὑμα̃ς εἰς γη̃ν Αμορραίων τω̃ν κατοικούντων πέραν του̃ Ιορδάνου καὶ παρετάξαντο ὑμι̃ν καὶ παρέδωκεν αὐτοὺς κύριος εἰς τὰς χει̃ρας ὑμω̃ν καὶ κατεκληρονομήσατε τὴν γη̃ν αὐτω̃ν καὶ ἐξωλεθρεύσατε αὐτοὺς ἀπὸ προσώπου ὑμω̃ν

24:9 καὶ ἀνέστη Βαλακ ὁ του̃ Σεπφωρ βασιλεὺς Μωαβ καὶ παρετάξατο τω̨̃ Ισραηλ καὶ ἀποστείλας ἐκάλεσεν τὸν Βαλααμ ἀράσασθαι ὑμι̃ν

24:10 καὶ οὐκ ἠθέλησεν κύριος ὁ θεός σου ἀπολέσαι σε καὶ εὐλογίαν εὐλόγησεν ὑμα̃ς καὶ ἐξείλατο ὑμα̃ς ἐκ χειρω̃ν αὐτω̃ν καὶ παρέδωκεν αὐτούς

24:11 καὶ διέβητε τὸν Ιορδάνην καὶ παρεγενήθητε εἰς Ιεριχω καὶ ἐπολέμησαν πρὸς ὑμα̃ς οἱ κατοικου̃ντες Ιεριχω ὁ Αμορραι̃ος καὶ ὁ Χαναναι̃ος καὶ ὁ Φερεζαι̃ος καὶ ὁ Ευαι̃ος καὶ ὁ Ιεβουσαι̃ος καὶ ὁ Χετται̃ος καὶ ὁ Γεργεσαι̃ος καὶ παρέδωκεν αὐτοὺς κύριος εἰς τὰς χει̃ρας ὑμω̃ν

24:12 καὶ ἐξαπέστειλεν προτέραν ὑμω̃ν τὴν σφηκιάν καὶ ἐξέβαλεν αὐτοὺς ἀπὸ προσώπου ὑμω̃ν δώδεκα βασιλει̃ς τω̃ν Αμορραίων οὐκ ἐν τη̨̃ ῥομφαία̨ σου οὐδὲ ἐν τω̨̃ τόξω̨ σου

24:13 καὶ ἔδωκεν ὑμι̃ν γη̃ν ἐφ' ἣν οὐκ ἐκοπιάσατε ἐπ' αὐτη̃ς καὶ πόλεις ἃς οὐκ ὠ̨κοδομήσατε καὶ κατω̨κίσθητε ἐν αὐται̃ς καὶ ἀμπελω̃νας καὶ ἐλαιω̃νας οὓς οὐκ ἐφυτεύσατε ὑμει̃ς ἔδεσθε

24:14 καὶ νυ̃ν φοβήθητε κύριον καὶ λατρεύσατε αὐτω̨̃ ἐν εὐθύτητι καὶ ἐν δικαιοσύνη̨ καὶ περιέλεσθε τοὺς θεοὺς τοὺς ἀλλοτρίους οἱ̃ς ἐλάτρευσαν οἱ πατέρες ὑμω̃ν ἐν τω̨̃ πέραν του̃ ποταμου̃ καὶ ἐν Αἰγύπτω̨ καὶ λατρεύετε κυρίω̨

24:15 εἰ δὲ μὴ ἀρέσκει ὑμι̃ν λατρεύειν κυρίω̨ ἕλεσθε ὑμι̃ν ἑαυτοι̃ς σήμερον τίνι λατρεύσητε εἴτε τοι̃ς θεοι̃ς τω̃ν πατέρων ὑμω̃ν τοι̃ς ἐν τω̨̃ πέραν του̃ ποταμου̃ εἴτε τοι̃ς θεοι̃ς τω̃ν Αμορραίων ἐν οἱ̃ς ὑμει̃ς κατοικει̃τε ἐπὶ τη̃ς γη̃ς αὐτω̃ν ἐγὼ δὲ καὶ ἡ οἰκία μου λατρεύσομεν κυρίω̨ ὅτι ἅγιός ἐστιν

24:16 καὶ ἀποκριθεὶς ὁ λαὸς εἰ̃πεν μὴ γένοιτο ἡμι̃ν καταλιπει̃ν κύριον ὥστε λατρεύειν θεοι̃ς ἑτέροις

24:17 κύριος ὁ θεὸς ἡμω̃ν αὐτὸς θεός ἐστιν αὐτὸς ἀνήγαγεν ἡμα̃ς καὶ τοὺς πατέρας ἡμω̃ν ἐξ Αἰγύπτου καὶ διεφύλαξεν ἡμα̃ς ἐν πάση̨ τη̨̃ ὁδω̨̃ ἡ̨̃ ἐπορεύθημεν ἐν αὐτη̨̃ καὶ ἐν πα̃σιν τοι̃ς ἔθνεσιν οὓς παρήλθομεν δι' αὐτω̃ν

24:18 καὶ ἐξέβαλεν κύριος τὸν Αμορραι̃ον καὶ πάντα τὰ ἔθνη τὰ κατοικου̃ντα τὴν γη̃ν ἀπὸ προσώπου ἡμω̃ν ἀλλὰ καὶ ἡμει̃ς λατρεύσομεν κυρίω̨ οὑ̃τος γὰρ θεὸς ἡμω̃ν ἐστιν

24:19 καὶ εἰ̃πεν 'Ιησου̃ς πρὸς τὸν λαόν οὐ μὴ δύνησθε λατρεύειν κυρίω̨ ὅτι θεὸς ἅγιός ἐστιν καὶ ζηλώσας οὑ̃τος οὐκ ἀνήσει ὑμω̃ν τὰ ἁμαρτήματα καὶ τὰ ἀνομήματα ὑμω̃ν

24:20 ἡνίκα ἐὰν ἐγκαταλίπητε κύριον καὶ λατρεύσητε θεοι̃ς ἑτέροις καὶ ἐπελθὼν κακώσει ὑμα̃ς καὶ ἐξαναλώσει ὑμα̃ς ἀνθ' ὡ̃ν εὐ̃ ἐποίησεν ὑμα̃ς

24:21 καὶ εἰ̃πεν ὁ λαὸς πρὸς 'Ιησου̃ν οὐχί ἀλλὰ κυρίω̨ λατρεύσομεν

24:22 καὶ εἰ̃πεν 'Ιησου̃ς πρὸς τὸν λαόν μάρτυρες ὑμει̃ς καθ' ὑμω̃ν ὅτι ὑμει̃ς ἐξελέξασθε κύριον λατρεύειν αὐτω̨̃

24:23 καὶ νυ̃ν περιέλεσθε τοὺς θεοὺς τοὺς ἀλλοτρίους τοὺς ἐν ὑμι̃ν καὶ εὐθύνατε τὴν καρδίαν ὑμω̃ν πρὸς κύριον θεὸν Ισραηλ

24:24 καὶ εἰ̃πεν ὁ λαὸς πρὸς 'Ιησου̃ν κυρίω̨ λατρεύσομεν καὶ τη̃ς φωνη̃ς αὐτου̃ ἀκουσόμεθα

24:25 καὶ διέθετο 'Ιησου̃ς διαθήκην πρὸς τὸν λαὸν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ ἔδωκεν αὐτω̨̃ νόμον καὶ κρίσιν ἐν Σηλω ἐνώπιον τη̃ς σκηνη̃ς του̃ θεου̃ Ισραηλ

24:26 καὶ ἔγραψεν τὰ ῥήματα ταυ̃τα εἰς βιβλίον νόμον του̃ θεου̃ καὶ ἔλαβεν λίθον μέγαν καὶ ἔστησεν αὐτὸν 'Ιησου̃ς ὑπὸ τὴν τερέμινθον ἀπέναντι κυρίου

24:27 καὶ εἰ̃πεν 'Ιησου̃ς πρὸς τὸν λαόν ἰδοὺ ὁ λίθος οὑ̃τος ἔσται ἐν ὑμι̃ν εἰς μαρτύριον ὅτι αὐτὸς ἀκήκοεν πάντα τὰ λεχθέντα αὐτω̨̃ ὑπὸ κυρίου ὅ τι ἐλάλησεν πρὸς ἡμα̃ς σήμερον καὶ ἔσται οὑ̃τος ἐν ὑμι̃ν εἰς μαρτύριον ἐπ' ἐσχάτων τω̃ν ἡμερω̃ν ἡνίκα ἐὰν ψεύσησθε κυρίω̨ τω̨̃ θεω̨̃ μου

24:28 καὶ ἀπέστειλεν 'Ιησου̃ς τὸν λαόν καὶ ἐπορεύθησαν ἕκαστος εἰς τὸν τόπον αὐτου̃

24:29 καὶ ἐλάτρευσεν Ισραηλ τω̨̃ κυρίω̨ πάσας τὰς ἡμέρας 'Ιησου̃ καὶ πάσας τὰς ἡμέρας τω̃ν πρεσβυτέρων ὅσοι ἐφείλκυσαν τὸν χρόνον μετὰ 'Ιησου̃ καὶ ὅσοι εἴδοσαν πάντα τὰ ἔργα κυρίου ὅσα ἐποίησεν τω̨̃ Ισραηλ

24:30 καὶ ἐγένετο μετ' ἐκει̃να καὶ ἀπέθανεν 'Ιησου̃ς υἱὸς Ναυη δου̃λος κυρίου ἑκατὸν δέκα ἐτω̃ν

24:31 καὶ ἔθαψαν αὐτὸν πρὸς τοι̃ς ὁρίοις του̃ κλήρου αὐτου̃ ἐν Θαμναθασαχαρα ἐν τω̨̃ ὄρει τω̨̃ Εφραιμ ἀπὸ βορρα̃ του̃ ὄρους Γαας

24:31a ἐκει̃ ἔθηκαν μετ' αὐτου̃ εἰς τὸ μνη̃μα εἰς ὃ ἔθαψαν αὐτὸν ἐκει̃ τὰς μαχαίρας τὰς πετρίνας ἐν αἱ̃ς περιέτεμεν τοὺς υἱοὺς Ισραηλ ἐν Γαλγαλοις ὅτε ἐξήγαγεν αὐτοὺς ἐξ Αἰγύπτου καθὰ συνέταξεν αὐτοι̃ς κύριος καὶ ἐκει̃ εἰσιν ἕως τη̃ς σήμερον ἡμέρας

24:32 καὶ τὰ ὀστα̃ Ιωσηφ ἀνήγαγον οἱ υἱοὶ Ισραηλ ἐξ Αἰγύπτου καὶ κατώρυξαν ἐν Σικιμοις ἐν τη̨̃ μερίδι του̃ ἀγρου̃ οὑ̃ ἐκτήσατο Ιακωβ παρὰ τω̃ν Αμορραίων τω̃ν κατοικούντων ἐν Σικιμοις ἀμνάδων ἑκατὸν καὶ ἔδωκεν αὐτὴν Ιωσηφ ἐν μερίδι

24:33 καὶ ἐγένετο μετὰ ταυ̃τα καὶ Ελεαζαρ υἱὸς Ααρων ὁ ἀρχιερεὺς ἐτελεύτησεν καὶ ἐτάφη ἐν Γαβααθ Φινεες του̃ υἱου̃ αὐτου̃ ἣν ἔδωκεν αὐτω̨̃ ἐν τω̨̃ ὄρει τω̨̃ Εφραιμ

24:33a ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ λαβόντες οἱ υἱοὶ Ισραηλ τὴν κιβωτὸν του̃ θεου̃ περιεφέροσαν ἐν ἑαυτοι̃ς καὶ Φινεες ἱεράτευσεν ἀντὶ Ελεαζαρ του̃ πατρὸς αὐτου̃ ἕως ἀπέθανεν καὶ κατωρύγη ἐν Γαβααθ τη̨̃ ἑαυτου̃

24:33b οἱ δὲ υἱοὶ Ισραηλ ἀπήλθοσαν ἕκαστος εἰς τὸν τόπον αὐτω̃ν καὶ εἰς τὴν ἑαυτω̃ν πόλιν καὶ ἐσέβοντο οἱ υἱοὶ Ισραηλ τὴν 'Αστάρτην καὶ Ασταρωθ καὶ τοὺς θεοὺς τω̃ν ἐθνω̃ν τω̃ν κύκλω̨ αὐτω̃ν καὶ παρέδωκεν αὐτοὺς κύριος εἰς χει̃ρας Εγλωμ τω̨̃ βασιλει̃ Μωαβ καὶ ἐκυρίευσεν αὐτω̃ν ἔτη δέκα ὀκτώ

.

Книго

[X]