Λευϊτικòν
1:1 καὶ ἀνεκάλεσεν Μωυση̃ν καὶ ἐλάλησεν κύριος αὐτω̨̃ ἐκ τη̃ς σκηνη̃ς του̃ μαρτυρίου λέγων 1:2 λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἐρει̃ς πρὸς αὐτούς ἄνθρωπος ἐξ ὑμω̃ν ἐὰν προσαγάγη̨ δω̃ρα τω̨̃ κυρίω̨ ἀπὸ τω̃ν κτηνω̃ν ἀπὸ τω̃ν βοω̃ν καὶ ἀπὸ τω̃ν προβάτων προσοίσετε τὰ δω̃ρα ὑμω̃ν 1:3 ἐὰν ὁλοκαύτωμα τὸ δω̃ρον αὐτου̃ ἐκ τω̃ν βοω̃ν ἄρσεν ἄμωμον προσάξει πρὸς τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου προσοίσει αὐτὸ δεκτὸν ἐναντίον κυρίου 1:4 καὶ ἐπιθήσει τὴν χει̃ρα ἐπὶ τὴν κεφαλὴν του̃ καρπώματος δεκτὸν αὐτω̨̃ ἐξιλάσασθαι περὶ αὐτου̃ 1:5 καὶ σφάξουσι τὸν μόσχον ἔναντι κυρίου καὶ προσοίσουσιν οἱ υἱοὶ Ααρων οἱ ἱερει̃ς τὸ αἱ̃μα καὶ προσχεου̃σιν τὸ αἱ̃μα ἐπὶ τὸ θυσιαστήριον κύκλω̨ τὸ ἐπὶ τω̃ν θυρω̃ν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου 1:6 καὶ ἐκδείραντες τὸ ὁλοκαύτωμα μελιου̃σιν αὐτὸ κατὰ μέλη 1:7 καὶ ἐπιθήσουσιν οἱ υἱοὶ Ααρων οἱ ἱερει̃ς πυ̃ρ ἐπὶ τὸ θυσιαστήριον καὶ ἐπιστοιβάσουσιν ξύλα ἐπὶ τὸ πυ̃ρ 1:8 καὶ ἐπιστοιβάσουσιν οἱ υἱοὶ Ααρων οἱ ἱερει̃ς τὰ διχοτομήματα καὶ τὴν κεφαλὴν καὶ τὸ στέαρ ἐπὶ τὰ ξύλα τὰ ἐπὶ του̃ πυρὸς τὰ ὄντα ἐπὶ του̃ θυσιαστηρίου 1:9 τὰ δὲ ἐγκοίλια καὶ τοὺς πόδας πλυνου̃σιν ὕδατι καὶ ἐπιθήσουσιν οἱ ἱερει̃ς τὰ πάντα ἐπὶ τὸ θυσιαστήριον κάρπωμά ἐστιν θυσία ὀσμὴ εὐωδίας τω̨̃ κυρίω̨ 1:10 ἐὰν δὲ ἀπὸ τω̃ν προβάτων τὸ δω̃ρον αὐτου̃ τω̨̃ κυρίω̨ ἀπό τε τω̃ν ἀρνω̃ν καὶ τω̃ν ἐρίφων εἰς ὁλοκαύτωμα ἄρσεν ἄμωμον προσάξει αὐτὸ καὶ ἐπιθήσει τὴν χει̃ρα ἐπὶ τὴν κεφαλὴν αὐτου̃ 1:11 καὶ σφάξουσιν αὐτὸ ἐκ πλαγίων του̃ θυσιαστηρίου πρὸς βορρα̃ν ἔναντι κυρίου καὶ προσχεου̃σιν οἱ υἱοὶ Ααρων οἱ ἱερει̃ς τὸ αἱ̃μα αὐτου̃ ἐπὶ τὸ θυσιαστήριον κύκλω̨ 1:12 καὶ διελου̃σιν αὐτὸ κατὰ μέλη καὶ τὴν κεφαλὴν καὶ τὸ στέαρ καὶ ἐπιστοιβάσουσιν αὐτὰ οἱ ἱερει̃ς ἐπὶ τὰ ξύλα τὰ ἐπὶ του̃ πυρὸς τὰ ἐπὶ του̃ θυσιαστηρίου 1:13 καὶ τὰ ἐγκοίλια καὶ τοὺς πόδας πλυνου̃σιν ὕδατι καὶ προσοίσει ὁ ἱερεὺς τὰ πάντα καὶ ἐπιθήσει ἐπὶ τὸ θυσιαστήριον κάρπωμά ἐστιν θυσία ὀσμὴ εὐωδίας τω̨̃ κυρίω̨ 1:14 ἐὰν δὲ ἀπὸ τω̃ν πετεινω̃ν κάρπωμα προσφέρη̨ς δω̃ρον τω̨̃ κυρίω̨ καὶ προσοίσει ἀπὸ τω̃ν τρυγόνων ἢ ἀπὸ τω̃ν περιστερω̃ν τὸ δω̃ρον αὐτου̃ 1:15 καὶ προσοίσει αὐτὸ ὁ ἱερεὺς πρὸς τὸ θυσιαστήριον καὶ ἀποκνίσει τὴν κεφαλήν καὶ ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον καὶ στραγγιει̃ τὸ αἱ̃μα πρὸς τὴν βάσιν του̃ θυσιαστηρίου 1:16 καὶ ἀφελει̃ τὸν πρόλοβον σὺν τοι̃ς πτεροι̃ς καὶ ἐκβαλει̃ αὐτὸ παρὰ τὸ θυσιαστήριον κατὰ ἀνατολὰς εἰς τὸν τόπον τη̃ς σποδου̃ 1:17 καὶ ἐκκλάσει αὐτὸ ἐκ τω̃ν πτερύγων καὶ οὐ διελει̃ καὶ ἐπιθήσει αὐτὸ ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τὰ ξύλα τὰ ἐπὶ του̃ πυρός κάρπωμά ἐστιν θυσία ὀσμὴ εὐωδίας τω̨̃ κυρίω̨ 2:1 ἐὰν δὲ ψυχὴ προσφέρη̨ δω̃ρον θυσίαν τω̨̃ κυρίω̨ σεμίδαλις ἔσται τὸ δω̃ρον αὐτου̃ καὶ ἐπιχεει̃ ἐπ' αὐτὸ ἔλαιον καὶ ἐπιθήσει ἐπ' αὐτὸ λίβανον θυσία ἐστίν 2:2 καὶ οἴσει πρὸς τοὺς υἱοὺς Ααρων τοὺς ἱερει̃ς καὶ δραξάμενος ἀπ' αὐτη̃ς πλήρη τὴν δράκα ἀπὸ τη̃ς σεμιδάλεως σὺν τω̨̃ ἐλαίω̨ καὶ πάντα τὸν λίβανον αὐτη̃ς καὶ ἐπιθήσει ὁ ἱερεὺς τὸ μνημόσυνον αὐτη̃ς ἐπὶ τὸ θυσιαστήριον θυσία ὀσμὴ εὐωδίας τω̨̃ κυρίω̨ 2:3 καὶ τὸ λοιπὸν ἀπὸ τη̃ς θυσίας Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ ἅγιον τω̃ν ἁγίων ἀπὸ τω̃ν θυσιω̃ν κυρίου 2:4 ἐὰν δὲ προσφέρη̨ δω̃ρον θυσίαν πεπεμμένην ἐν κλιβάνω̨ δω̃ρον κυρίω̨ ἐκ σεμιδάλεως ἄρτους ἀζύμους πεφυραμένους ἐν ἐλαίω̨ καὶ λάγανα ἄζυμα διακεχρισμένα ἐν ἐλαίω̨ 2:5 ἐὰν δὲ θυσία ἀπὸ τηγάνου τὸ δω̃ρόν σου σεμίδαλις πεφυραμένη ἐν ἐλαίω̨ ἄζυμα ἔσται 2:6 καὶ διαθρύψεις αὐτὰ κλάσματα καὶ ἐπιχεει̃ς ἐπ' αὐτὰ ἔλαιον θυσία ἐστὶν κυρίω̨ 2:7 ἐὰν δὲ θυσία ἀπὸ ἐσχάρας τὸ δω̃ρόν σου σεμίδαλις ἐν ἐλαίω̨ ποιηθήσεται 2:8 καὶ προσοίσει τὴν θυσίαν ἣν ἂν ποιη̨̃ ἐκ τούτων τω̨̃ κυρίω̨ καὶ προσοίσει πρὸς τὸν ἱερέα καὶ προσεγγίσας πρὸς τὸ θυσιαστήριον 2:9 ἀφελει̃ ὁ ἱερεὺς ἀπὸ τη̃ς θυσίας τὸ μνημόσυνον αὐτη̃ς καὶ ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον κάρπωμα ὀσμὴ εὐωδίας κυρίω̨ 2:10 τὸ δὲ καταλειφθὲν ἀπὸ τη̃ς θυσίας Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ ἅγια τω̃ν ἁγίων ἀπὸ τω̃ν καρπωμάτων κυρίου 2:11 πα̃σαν θυσίαν ἣν ἂν προσφέρητε κυρίω̨ οὐ ποιήσετε ζυμωτόν πα̃σαν γὰρ ζύμην καὶ πα̃ν μέλι οὐ προσοίσετε ἀπ' αὐτου̃ καρπω̃σαι κυρίω̨ 2:12 δω̃ρον ἀπαρχη̃ς προσοίσετε αὐτὰ κυρίω̨ ἐπὶ δὲ τὸ θυσιαστήριον οὐκ ἀναβιβασθήσεται εἰς ὀσμὴν εὐωδίας κυρίω̨ 2:13 καὶ πα̃ν δω̃ρον θυσίας ὑμω̃ν ἁλὶ ἁλισθήσεται οὐ διαπαύσετε ἅλα διαθήκης κυρίου ἀπὸ θυσιασμάτων ὑμω̃ν ἐπὶ παντὸς δώρου ὑμω̃ν προσοίσετε κυρίω̨ τω̨̃ θεω̨̃ ὑμω̃ν ἅλας 2:14 ἐὰν δὲ προσφέρη̨ς θυσίαν πρωτογενημάτων τω̨̃ κυρίω̨ νέα πεφρυγμένα χίδρα ἐρικτὰ τω̨̃ κυρίω̨ καὶ προσοίσεις τὴν θυσίαν τω̃ν πρωτογενημάτων 2:15 καὶ ἐπιχεει̃ς ἐπ' αὐτὴν ἔλαιον καὶ ἐπιθήσεις ἐπ' αὐτὴν λίβανον θυσία ἐστίν 2:16 καὶ ἀνοίσει ὁ ἱερεὺς τὸ μνημόσυνον αὐτη̃ς ἀπὸ τω̃ν χίδρων σὺν τω̨̃ ἐλαίω̨ καὶ πάντα τὸν λίβανον αὐτη̃ς κάρπωμά ἐστιν κυρίω̨ 3:1 ἐὰν δὲ θυσία σωτηρίου τὸ δω̃ρον αὐτου̃ τω̨̃ κυρίω̨ ἐὰν μὲν ἐκ τω̃ν βοω̃ν αὐτου̃ προσαγάγη̨ ἐάν τε ἄρσεν ἐάν τε θη̃λυ ἄμωμον προσάξει αὐτὸ ἐναντίον κυρίου 3:2 καὶ ἐπιθήσει τὰς χει̃ρας ἐπὶ τὴν κεφαλὴν του̃ δώρου καὶ σφάξει αὐτὸ παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ προσχεου̃σιν οἱ υἱοὶ Ααρων οἱ ἱερει̃ς τὸ αἱ̃μα ἐπὶ τὸ θυσιαστήριον τω̃ν ὁλοκαυτωμάτων κύκλω̨ 3:3 καὶ προσάξουσιν ἀπὸ τη̃ς θυσίας του̃ σωτηρίου κάρπωμα κυρίω̨ τὸ στέαρ τὸ κατακαλύπτον τὴν κοιλίαν καὶ πα̃ν τὸ στέαρ τὸ ἐπὶ τη̃ς κοιλίας 3:4 καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ' αὐτω̃ν τὸ ἐπὶ τω̃ν μηρίων καὶ τὸν λοβὸν τὸν ἐπὶ του̃ ἥπατος σὺν τοι̃ς νεφροι̃ς περιελει̃ 3:5 καὶ ἀνοίσουσιν αὐτὰ οἱ υἱοὶ Ααρων οἱ ἱερει̃ς ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τὰ ὁλοκαυτώματα ἐπὶ τὰ ξύλα τὰ ἐπὶ του̃ πυρὸς ἐπὶ του̃ θυσιαστηρίου κάρπωμα ὀσμὴ εὐωδίας κυρίω̨ 3:6 ἐὰν δὲ ἀπὸ τω̃ν προβάτων τὸ δω̃ρον αὐτου̃ θυσίαν σωτηρίου τω̨̃ κυρίω̨ ἄρσεν ἢ θη̃λυ ἄμωμον προσοίσει αὐτό 3:7 ἐὰν ἄρνα προσαγάγη̨ τὸ δω̃ρον αὐτου̃ προσάξει αὐτὸ ἔναντι κυρίου 3:8 καὶ ἐπιθήσει τὰς χει̃ρας ἐπὶ τὴν κεφαλὴν του̃ δώρου αὐτου̃ καὶ σφάξει αὐτὸ παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ προσχεου̃σιν οἱ υἱοὶ Ααρων οἱ ἱερει̃ς τὸ αἱ̃μα ἐπὶ τὸ θυσιαστήριον κύκλω̨ 3:9 καὶ προσοίσει ἀπὸ τη̃ς θυσίας του̃ σωτηρίου κάρπωμα τω̨̃ θεω̨̃ τὸ στέαρ καὶ τὴν ὀσφὺν ἄμωμον σὺν ται̃ς ψόαις περιελει̃ αὐτό καὶ τὸ στέαρ τη̃ς κοιλίας 3:10 καὶ ἀμφοτέρους τοὺς νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ' αὐτω̃ν τὸ ἐπὶ τω̃ν μηρίων καὶ τὸν λοβὸν τὸν ἐπὶ του̃ ἥπατος σὺν τοι̃ς νεφροι̃ς περιελών 3:11 ἀνοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον ὀσμὴ εὐωδίας κάρπωμα κυρίω̨ 3:12 ἐὰν δὲ ἀπὸ τω̃ν αἰγω̃ν τὸ δω̃ρον αὐτου̃ καὶ προσάξει ἔναντι κυρίου 3:13 καὶ ἐπιθήσει τὰς χει̃ρας ἐπὶ τὴν κεφαλὴν αὐτου̃ καὶ σφάξουσιν αὐτὸ ἔναντι κυρίου παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ προσχεου̃σιν οἱ υἱοὶ Ααρων οἱ ἱερει̃ς τὸ αἱ̃μα ἐπὶ τὸ θυσιαστήριον κύκλω̨ 3:14 καὶ ἀνοίσει ἐπ' αὐτου̃ κάρπωμα κυρίω̨ τὸ στέαρ τὸ κατακαλύπτον τὴν κοιλίαν καὶ πα̃ν τὸ στέαρ τὸ ἐπὶ τη̃ς κοιλίας 3:15 καὶ ἀμφοτέρους τοὺς νεφροὺς καὶ πα̃ν τὸ στέαρ τὸ ἐπ' αὐτω̃ν τὸ ἐπὶ τω̃ν μηρίων καὶ τὸν λοβὸν του̃ ἥπατος σὺν τοι̃ς νεφροι̃ς περιελει̃ 3:16 καὶ ἀνοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον κάρπωμα ὀσμὴ εὐωδίας τω̨̃ κυρίω̨ πα̃ν τὸ στέαρ τω̨̃ κυρίω̨ 3:17 νόμιμον εἰς τὸν αἰω̃να εἰς τὰς γενεὰς ὑμω̃ν ἐν πάση̨ κατοικία̨ ὑμω̃ν πα̃ν στέαρ καὶ πα̃ν αἱ̃μα οὐκ ἔδεσθε 4:1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων 4:2 λάλησον πρὸς τοὺς υἱοὺς Ισραηλ λέγων ψυχὴ ἐὰν ἁμάρτη̨ ἔναντι κυρίου ἀκουσίως ἀπὸ τω̃ν προσταγμάτων κυρίου ὡ̃ν οὐ δει̃ ποιει̃ν καὶ ποιήση̨ ἕν τι ἀπ' αὐτω̃ν 4:3 ἐὰν μὲν ὁ ἀρχιερεὺς ὁ κεχρισμένος ἁμάρτη̨ του̃ τὸν λαὸν ἁμαρτει̃ν καὶ προσάξει περὶ τη̃ς ἁμαρτίας αὐτου̃ ἡ̃ς ἥμαρτεν μόσχον ἐκ βοω̃ν ἄμωμον τω̨̃ κυρίω̨ περὶ τη̃ς ἁμαρτίας αὐτου̃ 4:4 καὶ προσάξει τὸν μόσχον παρὰ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου ἔναντι κυρίου καὶ ἐπιθήσει τὴν χει̃ρα αὐτου̃ ἐπὶ τὴν κεφαλὴν του̃ μόσχου ἔναντι κυρίου καὶ σφάξει τὸν μόσχον ἐνώπιον κυρίου 4:5 καὶ λαβὼν ὁ ἱερεὺς ὁ χριστὸς ὁ τετελειωμένος τὰς χει̃ρας ἀπὸ του̃ αἵματος του̃ μόσχου καὶ εἰσοίσει αὐτὸ ἐπὶ τὴν σκηνὴν του̃ μαρτυρίου 4:6 καὶ βάψει ὁ ἱερεὺς τὸν δάκτυλον εἰς τὸ αἱ̃μα καὶ προσρανει̃ ἀπὸ του̃ αἵματος ἑπτάκις ἔναντι κυρίου κατὰ τὸ καταπέτασμα τὸ ἅγιον 4:7 καὶ ἐπιθήσει ὁ ἱερεὺς ἀπὸ του̃ αἵματος του̃ μόσχου ἐπὶ τὰ κέρατα του̃ θυσιαστηρίου του̃ θυμιάματος τη̃ς συνθέσεως του̃ ἐναντίον κυρίου ὅ ἐστιν ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου καὶ πα̃ν τὸ αἱ̃μα του̃ μόσχου ἐκχεει̃ παρὰ τὴν βάσιν του̃ θυσιαστηρίου τω̃ν ὁλοκαυτωμάτων ὅ ἐστιν παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου 4:8 καὶ πα̃ν τὸ στέαρ του̃ μόσχου του̃ τη̃ς ἁμαρτίας περιελει̃ ἀπ' αὐτου̃ τὸ στέαρ τὸ κατακαλύπτον τὰ ἐνδόσθια καὶ πα̃ν τὸ στέαρ τὸ ἐπὶ τω̃ν ἐνδοσθίων 4:9 καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ' αὐτω̃ν ὅ ἐστιν ἐπὶ τω̃ν μηρίων καὶ τὸν λοβὸν τὸν ἐπὶ του̃ ἥπατος σὺν τοι̃ς νεφροι̃ς περιελει̃ αὐτό 4:10 ὃν τρόπον ἀφαιρει̃ται ἀπὸ του̃ μόσχου του̃ τη̃ς θυσίας του̃ σωτηρίου καὶ ἀνοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον τη̃ς καρπώσεως 4:11 καὶ τὸ δέρμα του̃ μόσχου καὶ πα̃σαν αὐτου̃ τὴν σάρκα σὺν τη̨̃ κεφαλη̨̃ καὶ τοι̃ς ἀκρωτηρίοις καὶ τη̨̃ κοιλία̨ καὶ τη̨̃ κόπρω̨ 4:12 καὶ ἐξοίσουσιν ὅλον τὸν μόσχον ἔξω τη̃ς παρεμβολη̃ς εἰς τόπον καθαρόν οὑ̃ ἐκχεου̃σιν τὴν σποδιάν καὶ κατακαύσουσιν αὐτὸν ἐπὶ ξύλων ἐν πυρί ἐπὶ τη̃ς ἐκχύσεως τη̃ς σποδια̃ς καυθήσεται 4:13 ἐὰν δὲ πα̃σα συναγωγὴ Ισραηλ ἀγνοήση̨ ἀκουσίως καὶ λάθη̨ ῥη̃μα ἐξ ὀφθαλμω̃ν τη̃ς συναγωγη̃ς καὶ ποιήσωσιν μίαν ἀπὸ πασω̃ν τω̃ν ἐντολω̃ν κυρίου ἣ οὐ ποιηθήσεται καὶ πλημμελήσωσιν 4:14 καὶ γνωσθη̨̃ αὐτοι̃ς ἡ ἁμαρτία ἣν ἥμαρτον ἐν αὐτη̨̃ καὶ προσάξει ἡ συναγωγὴ μόσχον ἐκ βοω̃ν ἄμωμον περὶ τη̃ς ἁμαρτίας καὶ προσάξει αὐτὸν παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου 4:15 καὶ ἐπιθήσουσιν οἱ πρεσβύτεροι τη̃ς συναγωγη̃ς τὰς χει̃ρας αὐτω̃ν ἐπὶ τὴν κεφαλὴν του̃ μόσχου ἔναντι κυρίου καὶ σφάξουσιν τὸν μόσχον ἔναντι κυρίου 4:16 καὶ εἰσοίσει ὁ ἱερεὺς ὁ χριστὸς ἀπὸ του̃ αἵματος του̃ μόσχου εἰς τὴν σκηνὴν του̃ μαρτυρίου 4:17 καὶ βάψει ὁ ἱερεὺς τὸν δάκτυλον ἀπὸ του̃ αἵματος του̃ μόσχου καὶ ῥανει̃ ἑπτάκις ἔναντι κυρίου κατενώπιον του̃ καταπετάσματος του̃ ἁγίου 4:18 καὶ ἀπὸ του̃ αἵματος ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὰ κέρατα του̃ θυσιαστηρίου τω̃ν θυμιαμάτων τη̃ς συνθέσεως ὅ ἐστιν ἐνώπιον κυρίου ὅ ἐστιν ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου καὶ τὸ πα̃ν αἱ̃μα ἐκχεει̃ πρὸς τὴν βάσιν του̃ θυσιαστηρίου τω̃ν καρπώσεων τω̃ν πρὸς τη̨̃ θύρα̨ τη̃ς σκηνη̃ς του̃ μαρτυρίου 4:19 καὶ τὸ πα̃ν στέαρ περιελει̃ ἀπ' αὐτου̃ καὶ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον 4:20 καὶ ποιήσει τὸν μόσχον ὃν τρόπον ἐποίησεν τὸν μόσχον τὸν τη̃ς ἁμαρτίας οὕτως ποιηθήσεται καὶ ἐξιλάσεται περὶ αὐτω̃ν ὁ ἱερεύς καὶ ἀφεθήσεται αὐτοι̃ς ἡ ἁμαρτία 4:21 καὶ ἐξοίσουσιν τὸν μόσχον ὅλον ἔξω τη̃ς παρεμβολη̃ς καὶ κατακαύσουσιν τὸν μόσχον ὃν τρόπον κατέκαυσαν τὸν μόσχον τὸν πρότερον ἁμαρτία συναγωγη̃ς ἐστιν 4:22 ἐὰν δὲ ὁ ἄρχων ἁμάρτη̨ καὶ ποιήση̨ μίαν ἀπὸ πασω̃ν τω̃ν ἐντολω̃ν κυρίου του̃ θεου̃ αὐτω̃ν ἣ οὐ ποιηθήσεται ἀκουσίως καὶ ἁμάρτη̨ καὶ πλημμελήση̨ 4:23 καὶ γνωσθη̨̃ αὐτω̨̃ ἡ ἁμαρτία ἣν ἥμαρτεν ἐν αὐτη̨̃ καὶ προσοίσει τὸ δω̃ρον αὐτου̃ χίμαρον ἐξ αἰγω̃ν ἄρσεν ἄμωμον 4:24 καὶ ἐπιθήσει τὴν χει̃ρα ἐπὶ τὴν κεφαλὴν του̃ χιμάρου καὶ σφάξουσιν αὐτὸν ἐν τόπω̨ οὑ̃ σφάζουσιν τὰ ὁλοκαυτώματα ἐνώπιον κυρίου ἁμαρτία ἐστίν 4:25 καὶ ἐπιθήσει ὁ ἱερεὺς ἀπὸ του̃ αἵματος του̃ τη̃ς ἁμαρτίας τω̨̃ δακτύλω̨ ἐπὶ τὰ κέρατα του̃ θυσιαστηρίου τω̃ν ὁλοκαυτωμάτων καὶ τὸ πα̃ν αἱ̃μα αὐτου̃ ἐκχεει̃ παρὰ τὴν βάσιν του̃ θυσιαστηρίου τω̃ν ὁλοκαυτωμάτων 4:26 καὶ τὸ πα̃ν στέαρ αὐτου̃ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον ὥσπερ τὸ στέαρ θυσίας σωτηρίου καὶ ἐξιλάσεται περὶ αὐτου̃ ὁ ἱερεὺς ἀπὸ τη̃ς ἁμαρτίας αὐτου̃ καὶ ἀφεθήσεται αὐτω̨̃ 4:27 ἐὰν δὲ ψυχὴ μία ἁμάρτη̨ ἀκουσίως ἐκ του̃ λαου̃ τη̃ς γη̃ς ἐν τω̨̃ ποιη̃σαι μίαν ἀπὸ πασω̃ν τω̃ν ἐντολω̃ν κυρίου ἣ οὐ ποιηθήσεται καὶ πλημμελήση̨ 4:28 καὶ γνωσθη̨̃ αὐτω̨̃ ἡ ἁμαρτία ἣν ἥμαρτεν ἐν αὐτη̨̃ καὶ οἴσει χίμαιραν ἐξ αἰγω̃ν θήλειαν ἄμωμον οἴσει περὶ τη̃ς ἁμαρτίας ἡ̃ς ἥμαρτεν 4:29 καὶ ἐπιθήσει τὴν χει̃ρα ἐπὶ τὴν κεφαλὴν του̃ ἁμαρτήματος αὐτου̃ καὶ σφάξουσιν τὴν χίμαιραν τὴν τη̃ς ἁμαρτίας ἐν τόπω̨ οὑ̃ σφάζουσιν τὰ ὁλοκαυτώματα 4:30 καὶ λήμψεται ὁ ἱερεὺς ἀπὸ του̃ αἵματος αὐτη̃ς τω̨̃ δακτύλω̨ καὶ ἐπιθήσει ἐπὶ τὰ κέρατα του̃ θυσιαστηρίου τω̃ν ὁλοκαυτωμάτων καὶ πα̃ν τὸ αἱ̃μα αὐτη̃ς ἐκχεει̃ παρὰ τὴν βάσιν του̃ θυσιαστηρίου 4:31 καὶ πα̃ν τὸ στέαρ περιελει̃ ὃν τρόπον περιαιρει̃ται στέαρ ἀπὸ θυσίας σωτηρίου καὶ ἀνοίσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας κυρίω̨ καὶ ἐξιλάσεται περὶ αὐτου̃ ὁ ἱερεύς καὶ ἀφεθήσεται αὐτω̨̃ 4:32 ἐὰν δὲ πρόβατον προσενέγκη̨ τὸ δω̃ρον αὐτου̃ εἰς ἁμαρτίαν θη̃λυ ἄμωμον προσοίσει αὐτό 4:33 καὶ ἐπιθήσει τὴν χει̃ρα ἐπὶ τὴν κεφαλὴν του̃ τη̃ς ἁμαρτίας καὶ σφάξουσιν αὐτὸ ἐν τόπω̨ οὑ̃ σφάζουσιν τὰ ὁλοκαυτώματα 4:34 καὶ λαβὼν ὁ ἱερεὺς ἀπὸ του̃ αἵματος του̃ τη̃ς ἁμαρτίας τω̨̃ δακτύλω̨ ἐπιθήσει ἐπὶ τὰ κέρατα του̃ θυσιαστηρίου τη̃ς ὁλοκαυτώσεως καὶ πα̃ν αὐτου̃ τὸ αἱ̃μα ἐκχεει̃ παρὰ τὴν βάσιν του̃ θυσιαστηρίου τη̃ς ὁλοκαυτώσεως 4:35 καὶ πα̃ν αὐτου̃ τὸ στέαρ περιελει̃ ὃν τρόπον περιαιρει̃ται στέαρ προβάτου ἐκ τη̃ς θυσίας του̃ σωτηρίου καὶ ἐπιθήσει αὐτὸ ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τὸ ὁλοκαύτωμα κυρίου καὶ ἐξιλάσεται περὶ αὐτου̃ ὁ ἱερεὺς περὶ τη̃ς ἁμαρτίας ἡ̃ς ἥμαρτεν καὶ ἀφεθήσεται αὐτω̨̃ 5:1 ἐὰν δὲ ψυχὴ ἁμάρτη̨ καὶ ἀκούση̨ φωνὴν ὁρκισμου̃ καὶ οὑ̃τος μάρτυς ἢ ἑώρακεν ἢ σύνοιδεν ἐὰν μὴ ἀπαγγείλη̨ λήμψεται τὴν ἁμαρτίαν 5:2 ἢ ψυχή ἥτις ἐὰν ἅψηται παντὸς πράγματος ἀκαθάρτου ἢ θνησιμαίου ἢ θηριαλώτου ἀκαθάρτου ἢ τω̃ν θνησιμαίων ἢ τω̃ν βδελυγμάτων τω̃ν ἀκαθάρτων ἢ τω̃ν θνησιμαίων κτηνω̃ν τω̃ν ἀκαθάρτων 5:3 ἢ ἅψηται ἀπὸ ἀκαθαρσίας ἀνθρώπου ἀπὸ πάσης ἀκαθαρσίας αὐτου̃ ἡ̃ς ἂν ἁψάμενος μιανθη̨̃ καὶ ἔλαθεν αὐτόν μετὰ του̃το δὲ γνω̨̃ καὶ πλημμελήση̨ 5:4 ἢ ψυχή ἡ ἂν ὀμόση̨ διαστέλλουσα τοι̃ς χείλεσιν κακοποιη̃σαι ἢ καλω̃ς ποιη̃σαι κατὰ πάντα ὅσα ἐὰν διαστείλη̨ ὁ ἄνθρωπος μεθ' ὅρκου καὶ λάθη̨ αὐτὸν πρὸ ὀφθαλμω̃ν καὶ οὑ̃τος γνω̨̃ καὶ ἁμάρτη̨ ἕν τι τούτων 5:5 καὶ ἐξαγορεύσει τὴν ἁμαρτίαν περὶ ὡ̃ν ἡμάρτηκεν κατ' αὐτη̃ς 5:6 καὶ οἴσει περὶ ὡ̃ν ἐπλημμέλησεν κυρίω̨ περὶ τη̃ς ἁμαρτίας ἡ̃ς ἥμαρτεν θη̃λυ ἀπὸ τω̃ν προβάτων ἀμνάδα ἢ χίμαιραν ἐξ αἰγω̃ν περὶ ἁμαρτίας καὶ ἐξιλάσεται περὶ αὐτου̃ ὁ ἱερεὺς περὶ τη̃ς ἁμαρτίας αὐτου̃ ἡ̃ς ἥμαρτεν καὶ ἀφεθήσεται αὐτω̨̃ ἡ ἁμαρτία 5:7 ἐὰν δὲ μὴ ἰσχύση̨ ἡ χεὶρ αὐτου̃ τὸ ἱκανὸν εἰς τὸ πρόβατον οἴσει περὶ τη̃ς ἁμαρτίας αὐτου̃ ἡ̃ς ἥμαρτεν δύο τρυγόνας ἢ δύο νεοσσοὺς περιστερω̃ν κυρίω̨ ἕνα περὶ ἁμαρτίας καὶ ἕνα εἰς ὁλοκαύτωμα 5:8 καὶ οἴσει αὐτὰ πρὸς τὸν ἱερέα καὶ προσάξει ὁ ἱερεὺς τὸ περὶ τη̃ς ἁμαρτίας πρότερον καὶ ἀποκνίσει ὁ ἱερεὺς τὴν κεφαλὴν αὐτου̃ ἀπὸ του̃ σφονδύλου καὶ οὐ διελει̃ 5:9 καὶ ῥανει̃ ἀπὸ του̃ αἵματος του̃ περὶ τη̃ς ἁμαρτίας ἐπὶ τὸν τοι̃χον του̃ θυσιαστηρίου τὸ δὲ κατάλοιπον του̃ αἵματος καταστραγγιει̃ ἐπὶ τὴν βάσιν του̃ θυσιαστηρίου ἁμαρτίας γάρ ἐστιν 5:10 καὶ τὸ δεύτερον ποιήσει ὁλοκαύτωμα ὡς καθήκει καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ τη̃ς ἁμαρτίας αὐτου̃ ἡ̃ς ἥμαρτεν καὶ ἀφεθήσεται αὐτω̨̃ 5:11 ἐὰν δὲ μὴ εὑρίσκη̨ αὐτου̃ ἡ χεὶρ ζευ̃γος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερω̃ν καὶ οἴσει τὸ δω̃ρον αὐτου̃ περὶ οὑ̃ ἥμαρτεν τὸ δέκατον του̃ οιφι σεμίδαλιν περὶ ἁμαρτίας οὐκ ἐπιχεει̃ ἐπ' αὐτὸ ἔλαιον οὐδὲ ἐπιθήσει ἐπ' αὐτὸ λίβανον ὅτι περὶ ἁμαρτίας ἐστίν 5:12 καὶ οἴσει αὐτὸ πρὸς τὸν ἱερέα καὶ δραξάμενος ὁ ἱερεὺς ἀπ' αὐτη̃ς πλήρη τὴν δράκα τὸ μνημόσυνον αὐτη̃ς ἐπιθήσει ἐπὶ τὸ θυσιαστήριον τω̃ν ὁλοκαυτωμάτων κυρίω̨ ἁμαρτία ἐστίν 5:13 καὶ ἐξιλάσεται περὶ αὐτου̃ ὁ ἱερεὺς περὶ τη̃ς ἁμαρτίας αὐτου̃ ἡ̃ς ἥμαρτεν ἐφ' ἑνὸς τούτων καὶ ἀφεθήσεται αὐτω̨̃ τὸ δὲ καταλειφθὲν ἔσται τω̨̃ ἱερει̃ ὡς ἡ θυσία τη̃ς σεμιδάλεως 5:14 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων 5:15 ψυχὴ ἐὰν λάθη̨ αὐτὸν λήθη καὶ ἁμάρτη̨ ἀκουσίως ἀπὸ τω̃ν ἁγίων κυρίου καὶ οἴσει τη̃ς πλημμελείας αὐτου̃ τω̨̃ κυρίω̨ κριὸν ἄμωμον ἐκ τω̃ν προβάτων τιμη̃ς ἀργυρίου σίκλων τω̨̃ σίκλω̨ τω̃ν ἁγίων περὶ οὑ̃ ἐπλημμέλησεν 5:16 καὶ ὃ ἥμαρτεν ἀπὸ τω̃ν ἁγίων ἀποτείσαι αὐτὸ καὶ τὸ ἐπίπεμπτον προσθήσει ἐπ' αὐτὸ καὶ δώσει αὐτὸ τω̨̃ ἱερει̃ καὶ ὁ ἱερεὺς ἐξιλάσεται περὶ αὐτου̃ ἐν τω̨̃ κριω̨̃ τη̃ς πλημμελείας καὶ ἀφεθήσεται αὐτω̨̃ 5:17 καὶ ἡ ψυχή ἣ ἂν ἁμάρτη̨ καὶ ποιήση̨ μίαν ἀπὸ πασω̃ν τω̃ν ἐντολω̃ν κυρίου ὡ̃ν οὐ δει̃ ποιει̃ν καὶ οὐκ ἔγνω καὶ πλημμελήση̨ καὶ λάβη̨ τὴν ἁμαρτίαν 5:18 καὶ οἴσει κριὸν ἄμωμον ἐκ τω̃ν προβάτων τιμη̃ς ἀργυρίου εἰς πλημμέλειαν πρὸς τὸν ἱερέα καὶ ἐξιλάσεται περὶ αὐτου̃ ὁ ἱερεὺς περὶ τη̃ς ἀγνοίας αὐτου̃ ἡ̃ς ἠγνόησεν καὶ αὐτὸς οὐκ ἤ̨δει καὶ ἀφεθήσεται αὐτω̨̃ 5:19 ἐπλημμέλησεν γὰρ πλημμέλησιν ἔναντι κυρίου 5:20 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων 5:21 ψυχὴ ἐὰν ἁμάρτη̨ καὶ παριδὼν παρίδη̨ τὰς ἐντολὰς κυρίου καὶ ψεύσηται τὰ πρὸς τὸν πλησίον ἐν παραθήκη̨ ἢ περὶ κοινωνίας ἢ περὶ ἁρπαγη̃ς ἢ ἠδίκησέν τι τὸν πλησίον 5:22 ἢ εὑ̃ρεν ἀπώλειαν καὶ ψεύσηται περὶ αὐτη̃ς καὶ ὀμόση̨ ἀδίκως περὶ ἑνὸς ἀπὸ πάντων ὡ̃ν ἐὰν ποιήση̨ ὁ ἄνθρωπος ὥστε ἁμαρτει̃ν ἐν τούτοις 5:23 καὶ ἔσται ἡνίκα ἐὰν ἁμάρτη̨ καὶ πλημμελήση̨ καὶ ἀποδω̨̃ τὸ ἅρπαγμα ὃ ἥρπασεν ἢ τὸ ἀδίκημα ὃ ἠδίκησεν ἢ τὴν παραθήκην ἥτις παρετέθη αὐτω̨̃ ἢ τὴν ἀπώλειαν ἣν εὑ̃ρεν 5:24 ἀπὸ παντὸς πράγματος οὑ̃ ὤμοσεν περὶ αὐτου̃ ἀδίκως καὶ ἀποτείσει αὐτὸ τὸ κεφάλαιον καὶ τὸ πέμπτον προσθήσει ἐπ' αὐτό τίνος ἐστίν αὐτω̨̃ ἀποδώσει ἡ̨̃ ἡμέρα̨ ἐλεγχθη̨̃ 5:25 καὶ τη̃ς πλημμελείας αὐτου̃ οἴσει τω̨̃ κυρίω̨ κριὸν ἀπὸ τω̃ν προβάτων ἄμωμον τιμη̃ς εἰς ὃ ἐπλημμέλησεν αὐτω̨̃ 5:26 καὶ ἐξιλάσεται περὶ αὐτου̃ ὁ ἱερεὺς ἔναντι κυρίου καὶ ἀφεθήσεται αὐτω̨̃ περὶ ἑνὸς ἀπὸ πάντων ὡ̃ν ἐποίησεν καὶ ἐπλημμέλησεν αὐτω̨̃ 6:1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων 6:2 ἔντειλαι Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ λέγων οὑ̃τος ὁ νόμος τη̃ς ὁλοκαυτώσεως αὐτὴ ἡ ὁλοκαύτωσις ἐπὶ τη̃ς καύσεως αὐτη̃ς ἐπὶ του̃ θυσιαστηρίου ὅλην τὴν νύκτα ἕως τὸ πρωί καὶ τὸ πυ̃ρ του̃ θυσιαστηρίου καυθήσεται ἐπ' αὐτου̃ οὐ σβεσθήσεται 6:3 καὶ ἐνδύσεται ὁ ἱερεὺς χιτω̃να λινου̃ν καὶ περισκελὲς λινου̃ν ἐνδύσεται περὶ τὸ σω̃μα αὐτου̃ καὶ ἀφελει̃ τὴν κατακάρπωσιν ἣν ἂν καταναλώση̨ τὸ πυ̃ρ τὴν ὁλοκαύτωσιν ἀπὸ του̃ θυσιαστηρίου καὶ παραθήσει αὐτὸ ἐχόμενον του̃ θυσιαστηρίου 6:4 καὶ ἐκδύσεται τὴν στολὴν αὐτου̃ καὶ ἐνδύσεται στολὴν ἄλλην καὶ ἐξοίσει τὴν κατακάρπωσιν ἔξω τη̃ς παρεμβολη̃ς εἰς τόπον καθαρόν 6:5 καὶ πυ̃ρ ἐπὶ τὸ θυσιαστήριον καυθήσεται ἀπ' αὐτου̃ καὶ οὐ σβεσθήσεται καὶ καύσει ὁ ἱερεὺς ἐπ' αὐτὸ ξύλα τὸ πρωὶ καὶ στοιβάσει ἐπ' αὐτου̃ τὴν ὁλοκαύτωσιν καὶ ἐπιθήσει ἐπ' αὐτὸ τὸ στέαρ του̃ σωτηρίου 6:6 καὶ πυ̃ρ διὰ παντὸς καυθήσεται ἐπὶ τὸ θυσιαστήριον οὐ σβεσθήσεται 6:7 οὑ̃τος ὁ νόμος τη̃ς θυσίας ἣν προσάξουσιν αὐτὴν οἱ υἱοὶ Ααρων ἔναντι κυρίου ἀπέναντι του̃ θυσιαστηρίου 6:8 καὶ ἀφελει̃ ἀπ' αὐτου̃ τη̨̃ δρακὶ ἀπὸ τη̃ς σεμιδάλεως τη̃ς θυσίας σὺν τω̨̃ ἐλαίω̨ αὐτη̃ς καὶ σὺν τω̨̃ λιβάνω̨ αὐτη̃ς τὰ ὄντα ἐπὶ τη̃ς θυσίας καὶ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον κάρπωμα ὀσμὴ εὐωδίας τὸ μνημόσυνον αὐτη̃ς τω̨̃ κυρίω̨ 6:9 τὸ δὲ καταλειφθὲν ἀπ' αὐτη̃ς ἔδεται Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ ἄζυμα βρωθήσεται ἐν τόπω̨ ἁγίω̨ ἐν αὐλη̨̃ τη̃ς σκηνη̃ς του̃ μαρτυρίου ἔδονται αὐτήν 6:10 οὐ πεφθήσεται ἐζυμωμένη μερίδα αὐτὴν ἔδωκα αὐτοι̃ς ἀπὸ τω̃ν καρπωμάτων κυρίου ἅγια ἁγίων ὥσπερ τὸ τη̃ς ἁμαρτίας καὶ ὥσπερ τὸ τη̃ς πλημμελείας 6:11 πα̃ν ἀρσενικὸν τω̃ν ἱερέων ἔδονται αὐτήν νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμω̃ν ἀπὸ τω̃ν καρπωμάτων κυρίου πα̃ς ὃς ἐὰν ἅψηται αὐτω̃ν ἁγιασθήσεται 6:12 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων 6:13 του̃το τὸ δω̃ρον Ααρων καὶ τω̃ν υἱω̃ν αὐτου̃ ὃ προσοίσουσιν κυρίω̨ ἐν τη̨̃ ἡμέρα̨ ἡ̨̃ ἂν χρίση̨ς αὐτόν τὸ δέκατον του̃ οιφι σεμιδάλεως εἰς θυσίαν διὰ παντός τὸ ἥμισυ αὐτη̃ς τὸ πρωὶ καὶ τὸ ἥμισυ αὐτη̃ς τὸ δειλινόν 6:14 ἐπὶ τηγάνου ἐν ἐλαίω̨ ποιηθήσεται πεφυραμένην οἴσει αὐτήν ἑλικτά θυσίαν ἐκ κλασμάτων θυσίαν ὀσμὴν εὐωδίας κυρίω̨ 6:15 ὁ ἱερεὺς ὁ χριστὸς ἀντ' αὐτου̃ ἐκ τω̃ν υἱω̃ν αὐτου̃ ποιήσει αὐτήν νόμος αἰώνιος ἅπαν ἐπιτελεσθήσεται 6:16 καὶ πα̃σα θυσία ἱερέως ὁλόκαυτος ἔσται καὶ οὐ βρωθήσεται 6:17 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων 6:18 λάλησον Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ λέγων οὑ̃τος ὁ νόμος τη̃ς ἁμαρτίας ἐν τόπω̨ οὑ̃ σφάζουσιν τὸ ὁλοκαύτωμα σφάξουσιν τὰ περὶ τη̃ς ἁμαρτίας ἔναντι κυρίου ἅγια ἁγίων ἐστίν 6:19 ὁ ἱερεὺς ὁ ἀναφέρων αὐτὴν ἔδεται αὐτήν ἐν τόπω̨ ἁγίω̨ βρωθήσεται ἐν αὐλη̨̃ τη̃ς σκηνη̃ς του̃ μαρτυρίου 6:20 πα̃ς ὁ ἁπτόμενος τω̃ν κρεω̃ν αὐτη̃ς ἁγιασθήσεται καὶ ὡ̨̃ ἐὰν ἐπιρραντισθη̨̃ ἀπὸ του̃ αἵματος αὐτη̃ς ἐπὶ τὸ ἱμάτιον ὃ ἐὰν ῥαντισθη̨̃ ἐπ' αὐτὸ πλυθήσεται ἐν τόπω̨ ἁγίω̨ 6:21 καὶ σκευ̃ος ὀστράκινον οὑ̃ ἐὰν ἑψηθη̨̃ ἐν αὐτω̨̃ συντριβήσεται ἐὰν δὲ ἐν σκεύει χαλκω̨̃ ἑψηθη̨̃ ἐκτρίψει αὐτὸ καὶ ἐκκλύσει ὕδατι 6:22 πα̃ς ἄρσην ἐν τοι̃ς ἱερευ̃σιν φάγεται αὐτά ἅγια ἁγίων ἐστὶν κυρίου 6:23 καὶ πάντα τὰ περὶ τη̃ς ἁμαρτίας ὡ̃ν ἐὰν εἰσενεχθη̨̃ ἀπὸ του̃ αἵματος αὐτω̃ν εἰς τὴν σκηνὴν του̃ μαρτυρίου ἐξιλάσασθαι ἐν τω̨̃ ἁγίω̨ οὐ βρωθήσεται ἐν πυρὶ κατακαυθήσεται 7:1 καὶ οὑ̃τος ὁ νόμος του̃ κριου̃ του̃ περὶ τη̃ς πλημμελείας ἅγια ἁγίων ἐστίν 7:2 ἐν τόπω̨ οὑ̃ σφάζουσιν τὸ ὁλοκαύτωμα σφάξουσιν τὸν κριὸν τη̃ς πλημμελείας ἔναντι κυρίου καὶ τὸ αἱ̃μα προσχεει̃ ἐπὶ τὴν βάσιν του̃ θυσιαστηρίου κύκλω̨ 7:3 καὶ πα̃ν τὸ στέαρ αὐτου̃ προσοίσει ἀπ' αὐτου̃ καὶ τὴν ὀσφὺν καὶ πα̃ν τὸ στέαρ τὸ κατακαλύπτον τὰ ἐνδόσθια καὶ πα̃ν τὸ στέαρ τὸ ἐπὶ τω̃ν ἐνδοσθίων 7:4 καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ' αὐτω̃ν τὸ ἐπὶ τω̃ν μηρίων καὶ τὸν λοβὸν τὸν ἐπὶ του̃ ἥπατος σὺν τοι̃ς νεφροι̃ς περιελει̃ αὐτά 7:5 καὶ ἀνοίσει αὐτὰ ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον κάρπωμα τω̨̃ κυρίω̨ περὶ πλημμελείας ἐστίν 7:6 πα̃ς ἄρσην ἐκ τω̃ν ἱερέων ἔδεται αὐτά ἐν τόπω̨ ἁγίω̨ ἔδονται αὐτά ἅγια ἁγίων ἐστίν 7:7 ὥσπερ τὸ περὶ τη̃ς ἁμαρτίας οὕτω καὶ τὸ τη̃ς πλημμελείας νόμος εἱ̃ς αὐτω̃ν ὁ ἱερεύς ὅστις ἐξιλάσεται ἐν αὐτω̨̃ αὐτω̨̃ ἔσται 7:8 καὶ ὁ ἱερεὺς ὁ προσάγων ὁλοκαύτωμα ἀνθρώπου τὸ δέρμα τη̃ς ὁλοκαυτώσεως ἡ̃ς αὐτὸς προσφέρει αὐτω̨̃ ἔσται 7:9 καὶ πα̃σα θυσία ἥτις ποιηθήσεται ἐν τω̨̃ κλιβάνω̨ καὶ πα̃σα ἥτις ποιηθήσεται ἐπ' ἐσχάρας ἢ ἐπὶ τηγάνου του̃ ἱερέως του̃ προσφέροντος αὐτήν αὐτω̨̃ ἔσται 7:10 καὶ πα̃σα θυσία ἀναπεποιημένη ἐν ἐλαίω̨ καὶ μὴ ἀναπεποιημένη πα̃σι τοι̃ς υἱοι̃ς Ααρων ἔσται ἑκάστω̨ τὸ ἴσον 7:11 οὑ̃τος ὁ νόμος θυσίας σωτηρίου ἣν προσοίσουσιν κυρίω̨ 7:12 ἐὰν μὲν περὶ αἰνέσεως προσφέρη̨ αὐτήν καὶ προσοίσει ἐπὶ τη̃ς θυσίας τη̃ς αἰνέσεως ἄρτους ἐκ σεμιδάλεως ἀναπεποιημένους ἐν ἐλαίω̨ λάγανα ἄζυμα διακεχρισμένα ἐν ἐλαίω̨ καὶ σεμίδαλιν πεφυραμένην ἐν ἐλαίω̨ 7:13 ἐπ' ἄρτοις ζυμίταις προσοίσει τὰ δω̃ρα αὐτου̃ ἐπὶ θυσία̨ αἰνέσεως σωτηρίου 7:14 καὶ προσάξει ἓν ἀπὸ πάντων τω̃ν δώρων αὐτου̃ ἀφαίρεμα κυρίω̨ τω̨̃ ἱερει̃ τω̨̃ προσχέοντι τὸ αἱ̃μα του̃ σωτηρίου αὐτω̨̃ ἔσται 7:15 καὶ τὰ κρέα θυσίας αἰνέσεως σωτηρίου αὐτω̨̃ ἔσται καὶ ἐν ἡ̨̃ ἡμέρα̨ δωρει̃ται βρωθήσεται οὐ καταλείψουσιν ἀπ' αὐτου̃ εἰς τὸ πρωί 7:16 κἂν εὐχή ἢ ἑκούσιον θυσιάζη̨ τὸ δω̃ρον αὐτου̃ ἡ̨̃ ἂν ἡμέρα̨ προσαγάγη̨ τὴν θυσίαν αὐτου̃ βρωθήσεται καὶ τη̨̃ αὔριον 7:17 καὶ τὸ καταλειφθὲν ἀπὸ τω̃ν κρεω̃ν τη̃ς θυσίας ἕως ἡμέρας τρίτης ἐν πυρὶ κατακαυθήσεται 7:18 ἐὰν δὲ φαγὼν φάγη̨ ἀπὸ τω̃ν κρεω̃ν τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ οὐ δεχθήσεται αὐτω̨̃ τω̨̃ προσφέροντι αὐτό οὐ λογισθήσεται αὐτω̨̃ μίασμά ἐστιν ἡ δὲ ψυχή ἥτις ἐὰν φάγη̨ ἀπ' αὐτου̃ τὴν ἁμαρτίαν λήμψεται 7:19 καὶ κρέα ὅσα ἂν ἅψηται παντὸς ἀκαθάρτου οὐ βρωθήσεται ἐν πυρὶ κατακαυθήσεται πα̃ς καθαρὸς φάγεται κρέα 7:20 ἡ δὲ ψυχή ἥτις ἐὰν φάγη̨ ἀπὸ τω̃ν κρεω̃ν τη̃ς θυσίας του̃ σωτηρίου ὅ ἐστιν κυρίου καὶ ἡ ἀκαθαρσία αὐτου̃ ἐπ' αὐτου̃ ἀπολει̃ται ἡ ψυχὴ ἐκείνη ἐκ του̃ λαου̃ αὐτη̃ς 7:21 καὶ ψυχή ἣ ἂν ἅψηται παντὸς πράγματος ἀκαθάρτου ἢ ἀπὸ ἀκαθαρσίας ἀνθρώπου ἢ τω̃ν τετραπόδων τω̃ν ἀκαθάρτων ἢ παντὸς βδελύγματος ἀκαθάρτου καὶ φάγη̨ ἀπὸ τω̃ν κρεω̃ν τη̃ς θυσίας του̃ σωτηρίου ὅ ἐστιν κυρίου ἀπολει̃ται ἡ ψυχὴ ἐκείνη ἐκ του̃ λαου̃ αὐτη̃ς 7:22 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων 7:23 λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ λέγων πα̃ν στέαρ βοω̃ν καὶ προβάτων καὶ αἰγω̃ν οὐκ ἔδεσθε 7:24 καὶ στέαρ θνησιμαίων καὶ θηριάλωτον ποιηθήσεται εἰς πα̃ν ἔργον καὶ εἰς βρω̃σιν οὐ βρωθήσεται 7:25 πα̃ς ὁ ἔσθων στέαρ ἀπὸ τω̃ν κτηνω̃ν ὡ̃ν προσάξει αὐτω̃ν κάρπωμα κυρίω̨ ἀπολει̃ται ἡ ψυχὴ ἐκείνη ἀπὸ του̃ λαου̃ αὐτη̃ς 7:26 πα̃ν αἱ̃μα οὐκ ἔδεσθε ἐν πάση̨ τη̨̃ κατοικία̨ ὑμω̃ν ἀπό τε τω̃ν πετεινω̃ν καὶ ἀπὸ τω̃ν κτηνω̃ν 7:27 πα̃σα ψυχή ἣ ἄν φάγη̨ αἱ̃μα ἀπολει̃ται ἡ ψυχὴ ἐκείνη ἀπὸ του̃ λαου̃ αὐτη̃ς 7:28 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων 7:29 καὶ τοι̃ς υἱοι̃ς Ισραηλ λαλήσεις λέγων ὁ προσφέρων θυσίαν σωτηρίου κυρίω̨ οἴσει τὸ δω̃ρον αὐτου̃ κυρίω̨ ἀπὸ τη̃ς θυσίας του̃ σωτηρίου 7:30 αἱ χει̃ρες αὐτου̃ προσοίσουσιν τὰ καρπώματα κυρίω̨ τὸ στέαρ τὸ ἐπὶ του̃ στηθυνίου καὶ τὸν λοβὸν του̃ ἥπατος προσοίσει αὐτὰ ὥστε ἐπιθει̃ναι δόμα ἔναντι κυρίου 7:31 καὶ ἀνοίσει ὁ ἱερεὺς τὸ στέαρ ἐπὶ του̃ θυσιαστηρίου καὶ ἔσται τὸ στηθύνιον Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ 7:32 καὶ τὸν βραχίονα τὸν δεξιὸν δώσετε ἀφαίρεμα τω̨̃ ἱερει̃ ἀπὸ τω̃ν θυσιω̃ν του̃ σωτηρίου ὑμω̃ν 7:33 ὁ προσφέρων τὸ αἱ̃μα του̃ σωτηρίου καὶ τὸ στέαρ ἀπὸ τω̃ν υἱω̃ν Ααρων αὐτω̨̃ ἔσται ὁ βραχίων ὁ δεξιὸς ἐν μερίδι 7:34 τὸ γὰρ στηθύνιον του̃ ἐπιθέματος καὶ τὸν βραχίονα του̃ ἀφαιρέματος εἴληφα παρὰ τω̃ν υἱω̃ν Ισραηλ ἀπὸ τω̃ν θυσιω̃ν του̃ σωτηρίου ὑμω̃ν καὶ ἔδωκα αὐτὰ Ααρων τω̨̃ ἱερει̃ καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ νόμιμον αἰώνιον παρὰ τω̃ν υἱω̃ν Ισραηλ 7:35 αὕτη ἡ χρι̃σις Ααρων καὶ ἡ χρι̃σις τω̃ν υἱω̃ν αὐτου̃ ἀπὸ τω̃ν καρπωμάτων κυρίου ἐν ἡ̨̃ ἡμέρα̨ προσηγάγετο αὐτοὺς του̃ ἱερατεύειν τω̨̃ κυρίω̨ 7:36 καθὰ ἐνετείλατο κύριος δου̃ναι αὐτοι̃ς ἡ̨̃ ἡμέρα̨ ἔχρισεν αὐτούς παρὰ τω̃ν υἱω̃ν Ισραηλ νόμιμον αἰώνιον εἰς τὰς γενεὰς αὐτω̃ν 7:37 οὑ̃τος ὁ νόμος τω̃ν ὁλοκαυτωμάτων καὶ θυσίας καὶ περὶ ἁμαρτίας καὶ τη̃ς πλημμελείας καὶ τη̃ς τελειώσεως καὶ τη̃ς θυσίας του̃ σωτηρίου 7:38 ὃν τρόπον ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃ ἐν τω̨̃ ὄρει Σινα ἡ̨̃ ἡμέρα̨ ἐνετείλατο τοι̃ς υἱοι̃ς Ισραηλ προσφέρειν τὰ δω̃ρα αὐτω̃ν ἔναντι κυρίου ἐν τη̨̃ ἐρήμω̨ Σινα 8:1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων 8:2 λαβὲ Ααρων καὶ τοὺς υἱοὺς αὐτου̃ καὶ τὰς στολὰς αὐτου̃ καὶ τὸ ἔλαιον τη̃ς χρίσεως καὶ τὸν μόσχον τὸν περὶ τη̃ς ἁμαρτίας καὶ τοὺς δύο κριοὺς καὶ τὸ κανου̃ν τω̃ν ἀζύμων 8:3 καὶ πα̃σαν τὴν συναγωγὴν ἐκκλησίασον ἐπὶ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου 8:4 καὶ ἐποίησεν Μωυση̃ς ὃν τρόπον συνέταξεν αὐτω̨̃ κύριος καὶ ἐξεκκλησίασεν τὴν συναγωγὴν ἐπὶ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου 8:5 καὶ εἰ̃πεν Μωυση̃ς τη̨̃ συναγωγη̨̃ του̃τό ἐστιν τὸ ῥη̃μα ὃ ἐνετείλατο κύριος ποιη̃σαι 8:6 καὶ προσήνεγκεν Μωυση̃ς τὸν Ααρων καὶ τοὺς υἱοὺς αὐτου̃ καὶ ἔλουσεν αὐτοὺς ὕδατι 8:7 καὶ ἐνέδυσεν αὐτὸν τὸν χιτω̃να καὶ ἔζωσεν αὐτὸν τὴν ζώνην καὶ ἐνέδυσεν αὐτὸν τὸν ὑποδύτην καὶ ἐπέθηκεν ἐπ' αὐτὸν τὴν ἐπωμίδα καὶ συνέζωσεν αὐτὸν κατὰ τὴν ποίησιν τη̃ς ἐπωμίδος καὶ συνέσφιγξεν αὐτὸν ἐν αὐτη̨̃ 8:8 καὶ ἐπέθηκεν ἐπ' αὐτὴν τὸ λογει̃ον καὶ ἐπέθηκεν ἐπὶ τὸ λογει̃ον τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν 8:9 καὶ ἐπέθηκεν τὴν μίτραν ἐπὶ τὴν κεφαλὴν αὐτου̃ καὶ ἐπέθηκεν ἐπὶ τὴν μίτραν κατὰ πρόσωπον αὐτου̃ τὸ πέταλον τὸ χρυσου̃ν τὸ καθηγιασμένον ἅγιον ὃν τρόπον συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ 8:10 καὶ ἔλαβεν Μωυση̃ς ἀπὸ του̃ ἐλαίου τη̃ς χρίσεως 8:11 καὶ ἔρρανεν ἀπ' αὐτου̃ ἐπὶ τὸ θυσιαστήριον ἑπτάκις καὶ ἔχρισεν τὸ θυσιαστήριον καὶ ἡγίασεν αὐτὸ καὶ πάντα τὰ σκεύη αὐτου̃ καὶ τὸν λουτη̃ρα καὶ τὴν βάσιν αὐτου̃ καὶ ἡγίασεν αὐτά καὶ ἔχρισεν τὴν σκηνὴν καὶ πάντα τὰ ἐν αὐτη̨̃ καὶ ἡγίασεν αὐτήν 8:12 καὶ ἐπέχεεν Μωυση̃ς ἀπὸ του̃ ἐλαίου τη̃ς χρίσεως ἐπὶ τὴν κεφαλὴν Ααρων καὶ ἔχρισεν αὐτὸν καὶ ἡγίασεν αὐτόν 8:13 καὶ προσήγαγεν Μωυση̃ς τοὺς υἱοὺς Ααρων καὶ ἐνέδυσεν αὐτοὺς χιτω̃νας καὶ ἔζωσεν αὐτοὺς ζώνας καὶ περιέθηκεν αὐτοι̃ς κιδάρεις καθάπερ συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ 8:14 καὶ προσήγαγεν Μωυση̃ς τὸν μόσχον τὸν περὶ τη̃ς ἁμαρτίας καὶ ἐπέθηκεν Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ τὰς χει̃ρας ἐπὶ τὴν κεφαλὴν του̃ μόσχου του̃ τη̃ς ἁμαρτίας 8:15 καὶ ἔσφαξεν αὐτὸν καὶ ἔλαβεν Μωυση̃ς ἀπὸ του̃ αἵματος καὶ ἐπέθηκεν ἐπὶ τὰ κέρατα του̃ θυσιαστηρίου κύκλω̨ τω̨̃ δακτύλω̨ καὶ ἐκαθάρισεν τὸ θυσιαστήριον καὶ τὸ αἱ̃μα ἐξέχεεν ἐπὶ τὴν βάσιν του̃ θυσιαστηρίου καὶ ἡγίασεν αὐτὸ του̃ ἐξιλάσασθαι ἐπ' αὐτου̃ 8:16 καὶ ἔλαβεν Μωυση̃ς πα̃ν τὸ στέαρ τὸ ἐπὶ τω̃ν ἐνδοσθίων καὶ τὸν λοβὸν τὸν ἐπὶ του̃ ἥπατος καὶ ἀμφοτέρους τοὺς νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ' αὐτω̃ν καὶ ἀνήνεγκεν Μωυση̃ς ἐπὶ τὸ θυσιαστήριον 8:17 καὶ τὸν μόσχον καὶ τὴν βύρσαν αὐτου̃ καὶ τὰ κρέα αὐτου̃ καὶ τὴν κόπρον αὐτου̃ καὶ κατέκαυσεν αὐτὰ πυρὶ ἔξω τη̃ς παρεμβολη̃ς ὃν τρόπον συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ 8:18 καὶ προσήγαγεν Μωυση̃ς τὸν κριὸν τὸν εἰς ὁλοκαύτωμα καὶ ἐπέθηκεν Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ τὰς χει̃ρας αὐτω̃ν ἐπὶ τὴν κεφαλὴν του̃ κριου̃ 8:19 καὶ ἔσφαξεν Μωυση̃ς τὸν κριόν καὶ προσέχεεν Μωυση̃ς τὸ αἱ̃μα ἐπὶ τὸ θυσιαστήριον κύκλω̨ 8:20 καὶ τὸν κριὸν ἐκρεανόμησεν κατὰ μέλη καὶ ἀνήνεγκεν Μωυση̃ς τὴν κεφαλὴν καὶ τὰ μέλη καὶ τὸ στέαρ 8:21 καὶ τὴν κοιλίαν καὶ τοὺς πόδας ἔπλυνεν ὕδατι καὶ ἀνήνεγκεν Μωυση̃ς ὅλον τὸν κριὸν ἐπὶ τὸ θυσιαστήριον ὁλοκαύτωμα ὅ ἐστιν εἰς ὀσμὴν εὐωδίας κάρπωμά ἐστιν τω̨̃ κυρίω̨ καθάπερ ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃ 8:22 καὶ προσήγαγεν Μωυση̃ς τὸν κριὸν τὸν δεύτερον κριὸν τελειώσεως καὶ ἐπέθηκεν Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ τὰς χει̃ρας αὐτω̃ν ἐπὶ τὴν κεφαλὴν του̃ κριου̃ 8:23 καὶ ἔσφαξεν αὐτὸν καὶ ἔλαβεν Μωυση̃ς ἀπὸ του̃ αἵματος αὐτου̃ καὶ ἐπέθηκεν ἐπὶ τὸν λοβὸν του̃ ὠτὸς Ααρων του̃ δεξιου̃ καὶ ἐπὶ τὸ ἄκρον τη̃ς χειρὸς τη̃ς δεξια̃ς καὶ ἐπὶ τὸ ἄκρον του̃ ποδὸς του̃ δεξιου̃ 8:24 καὶ προσήγαγεν Μωυση̃ς τοὺς υἱοὺς Ααρων καὶ ἐπέθηκεν Μωυση̃ς ἀπὸ του̃ αἵματος ἐπὶ τοὺς λοβοὺς τω̃ν ὤτων τω̃ν δεξιω̃ν καὶ ἐπὶ τὰ ἄκρα τω̃ν χειρω̃ν αὐτω̃ν τω̃ν δεξιω̃ν καὶ ἐπὶ τὰ ἄκρα τω̃ν ποδω̃ν αὐτω̃ν τω̃ν δεξιω̃ν καὶ προσέχεεν Μωυση̃ς τὸ αἱ̃μα ἐπὶ τὸ θυσιαστήριον κύκλω̨ 8:25 καὶ ἔλαβεν τὸ στέαρ καὶ τὴν ὀσφὺν καὶ τὸ στέαρ τὸ ἐπὶ τη̃ς κοιλίας καὶ τὸν λοβὸν του̃ ἥπατος καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ' αὐτω̃ν καὶ τὸν βραχίονα τὸν δεξιόν 8:26 καὶ ἀπὸ του̃ κανου̃ τη̃ς τελειώσεως του̃ ὄντος ἔναντι κυρίου ἔλαβεν ἄρτον ἕνα ἄζυμον καὶ ἄρτον ἐξ ἐλαίου ἕνα καὶ λάγανον ἓν καὶ ἐπέθηκεν ἐπὶ τὸ στέαρ καὶ τὸν βραχίονα τὸν δεξιόν 8:27 καὶ ἐπέθηκεν ἅπαντα ἐπὶ τὰς χει̃ρας Ααρων καὶ ἐπὶ τὰς χει̃ρας τω̃ν υἱω̃ν αὐτου̃ καὶ ἀνήνεγκεν αὐτὰ ἀφαίρεμα ἔναντι κυρίου 8:28 καὶ ἔλαβεν Μωυση̃ς ἀπὸ τω̃ν χειρω̃ν αὐτω̃ν καὶ ἀνήνεγκεν αὐτὰ Μωυση̃ς ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τὸ ὁλοκαύτωμα τη̃ς τελειώσεως ὅ ἐστιν ὀσμὴ εὐωδίας κάρπωμά ἐστιν τω̨̃ κυρίω̨ 8:29 καὶ λαβὼν Μωυση̃ς τὸ στηθύνιον ἀφει̃λεν αὐτὸ ἐπίθεμα ἔναντι κυρίου ἀπὸ του̃ κριου̃ τη̃ς τελειώσεως καὶ ἐγένετο Μωυση̨̃ ἐν μερίδι καθὰ ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃ 8:30 καὶ ἔλαβεν Μωυση̃ς ἀπὸ του̃ ἐλαίου τη̃ς χρίσεως καὶ ἀπὸ του̃ αἵματος του̃ ἐπὶ του̃ θυσιαστηρίου καὶ προσέρρανεν ἐπὶ Ααρων καὶ τὰς στολὰς αὐτου̃ καὶ τοὺς υἱοὺς αὐτου̃ καὶ τὰς στολὰς τω̃ν υἱω̃ν αὐτου̃ μετ' αὐτου̃ καὶ ἡγίασεν Ααρων καὶ τὰς στολὰς αὐτου̃ καὶ τοὺς υἱοὺς αὐτου̃ καὶ τὰς στολὰς τω̃ν υἱω̃ν αὐτου̃ μετ' αὐτου̃ 8:31 καὶ εἰ̃πεν Μωυση̃ς πρὸς Ααρων καὶ τοὺς υἱοὺς αὐτου̃ ἑψήσατε τὰ κρέα ἐν τη̨̃ αὐλη̨̃ τη̃ς σκηνη̃ς του̃ μαρτυρίου ἐν τόπω̨ ἁγίω̨ καὶ ἐκει̃ φάγεσθε αὐτὰ καὶ τοὺς ἄρτους τοὺς ἐν τω̨̃ κανω̨̃ τη̃ς τελειώσεως ὃν τρόπον συντέτακταί μοι λέγων Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ φάγονται αὐτά 8:32 καὶ τὸ καταλειφθὲν τω̃ν κρεω̃ν καὶ τω̃ν ἄρτων ἐν πυρὶ κατακαυθήσεται 8:33 καὶ ἀπὸ τη̃ς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου οὐκ ἐξελεύσεσθε ἑπτὰ ἡμέρας ἕως ἡμέρα πληρωθη̨̃ ἡμέρα τελειώσεως ὑμω̃ν ἑπτὰ γὰρ ἡμέρας τελειώσει τὰς χει̃ρας ὑμω̃ν 8:34 καθάπερ ἐποίησεν ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ ἐνετείλατο κύριος του̃ ποιη̃σαι ὥστε ἐξιλάσασθαι περὶ ὑμω̃ν 8:35 καὶ ἐπὶ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καθήσεσθε ἑπτὰ ἡμέρας ἡμέραν καὶ νύκτα φυλάξεσθε τὰ φυλάγματα κυρίου ἵνα μὴ ἀποθάνητε οὕτως γὰρ ἐνετείλατό μοι κύριος ὁ θεός 8:36 καὶ ἐποίησεν Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ πάντας τοὺς λόγους οὓς συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ 9:1 καὶ ἐγενήθη τη̨̃ ἡμέρα̨ τη̨̃ ὀγδόη̨ ἐκάλεσεν Μωυση̃ς Ααρων καὶ τοὺς υἱοὺς αὐτου̃ καὶ τὴν γερουσίαν Ισραηλ 9:2 καὶ εἰ̃πεν Μωυση̃ς πρὸς Ααρων λαβὲ σεαυτω̨̃ μοσχάριον ἐκ βοω̃ν περὶ ἁμαρτίας καὶ κριὸν εἰς ὁλοκαύτωμα ἄμωμα καὶ προσένεγκε αὐτὰ ἔναντι κυρίου 9:3 καὶ τη̨̃ γερουσία̨ Ισραηλ λάλησον λέγων λάβετε χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας καὶ μοσχάριον καὶ ἀμνὸν ἐνιαύσιον εἰς ὁλοκάρπωσιν ἄμωμα 9:4 καὶ μόσχον καὶ κριὸν εἰς θυσίαν σωτηρίου ἔναντι κυρίου καὶ σεμίδαλιν πεφυραμένην ἐν ἐλαίω̨ ὅτι σήμερον κύριος ὀφθήσεται ἐν ὑμι̃ν 9:5 καὶ ἔλαβον καθὸ ἐνετείλατο Μωυση̃ς ἀπέναντι τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ προση̃λθεν πα̃σα συναγωγὴ καὶ ἔστησαν ἔναντι κυρίου 9:6 καὶ εἰ̃πεν Μωυση̃ς του̃το τὸ ῥη̃μα ὃ εἰ̃πεν κύριος ποιήσατε καὶ ὀφθήσεται ἐν ὑμι̃ν δόξα κυρίου 9:7 καὶ εἰ̃πεν Μωυση̃ς τω̨̃ Ααρων πρόσελθε πρὸς τὸ θυσιαστήριον καὶ ποίησον τὸ περὶ τη̃ς ἁμαρτίας σου καὶ τὸ ὁλοκαύτωμά σου καὶ ἐξίλασαι περὶ σεαυτου̃ καὶ του̃ οἴκου σου καὶ ποίησον τὰ δω̃ρα του̃ λαου̃ καὶ ἐξίλασαι περὶ αὐτω̃ν καθάπερ ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃ 9:8 καὶ προση̃λθεν Ααρων πρὸς τὸ θυσιαστήριον καὶ ἔσφαξεν τὸ μοσχάριον τὸ περὶ τη̃ς ἁμαρτίας 9:9 καὶ προσήνεγκαν οἱ υἱοὶ Ααρων τὸ αἱ̃μα πρὸς αὐτόν καὶ ἔβαψεν τὸν δάκτυλον εἰς τὸ αἱ̃μα καὶ ἐπέθηκεν ἐπὶ τὰ κέρατα του̃ θυσιαστηρίου καὶ τὸ αἱ̃μα ἐξέχεεν ἐπὶ τὴν βάσιν του̃ θυσιαστηρίου 9:10 καὶ τὸ στέαρ καὶ τοὺς νεφροὺς καὶ τὸν λοβὸν του̃ ἥπατος του̃ περὶ τη̃ς ἁμαρτίας ἀνήνεγκεν ἐπὶ τὸ θυσιαστήριον ὃν τρόπον ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃ 9:11 καὶ τὰ κρέα καὶ τὴν βύρσαν κατέκαυσεν αὐτὰ πυρὶ ἔξω τη̃ς παρεμβολη̃ς 9:12 καὶ ἔσφαξεν τὸ ὁλοκαύτωμα καὶ προσήνεγκαν οἱ υἱοὶ Ααρων τὸ αἱ̃μα πρὸς αὐτόν καὶ προσέχεεν ἐπὶ τὸ θυσιαστήριον κύκλω̨ 9:13 καὶ τὸ ὁλοκαύτωμα προσήνεγκαν αὐτω̨̃ κατὰ μέλη αὐτὰ καὶ τὴν κεφαλήν καὶ ἐπέθηκεν ἐπὶ τὸ θυσιαστήριον 9:14 καὶ ἔπλυνεν τὴν κοιλίαν καὶ τοὺς πόδας ὕδατι καὶ ἐπέθηκεν ἐπὶ τὸ ὁλοκαύτωμα ἐπὶ τὸ θυσιαστήριον 9:15 καὶ προσήνεγκαν τὸ δω̃ρον του̃ λαου̃ καὶ ἔλαβεν τὸν χίμαρον τὸν περὶ τη̃ς ἁμαρτίας του̃ λαου̃ καὶ ἔσφαξεν αὐτὸ καθὰ καὶ τὸ πρω̃τον 9:16 καὶ προσήνεγκεν τὸ ὁλοκαύτωμα καὶ ἐποίησεν αὐτό ὡς καθήκει 9:17 καὶ προσήνεγκεν τὴν θυσίαν καὶ ἔπλησεν τὰς χει̃ρας ἀπ' αὐτη̃ς καὶ ἐπέθηκεν ἐπὶ τὸ θυσιαστήριον χωρὶς του̃ ὁλοκαυτώματος του̃ πρωινου̃ 9:18 καὶ ἔσφαξεν τὸν μόσχον καὶ τὸν κριὸν τη̃ς θυσίας του̃ σωτηρίου τη̃ς του̃ λαου̃ καὶ προσήνεγκαν οἱ υἱοὶ Ααρων τὸ αἱ̃μα πρὸς αὐτόν καὶ προσέχεεν πρὸς τὸ θυσιαστήριον κύκλω̨ 9:19 καὶ τὸ στέαρ τὸ ἀπὸ του̃ μόσχου καὶ του̃ κριου̃ τὴν ὀσφὴν καὶ τὸ στέαρ τὸ κατακαλύπτον ἐπὶ τη̃ς κοιλίας καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ' αὐτω̃ν καὶ τὸν λοβὸν τὸν ἐπὶ του̃ ἥπατος 9:20 καὶ ἐπέθηκεν τὰ στέατα ἐπὶ τὰ στηθύνια καὶ ἀνήνεγκαν τὰ στέατα ἐπὶ τὸ θυσιαστήριον 9:21 καὶ τὸ στηθύνιον καὶ τὸν βραχίονα τὸν δεξιὸν ἀφει̃λεν Ααρων ἀφαίρεμα ἔναντι κυρίου ὃν τρόπον συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ 9:22 καὶ ἐξάρας Ααρων τὰς χει̃ρας ἐπὶ τὸν λαὸν εὐλόγησεν αὐτούς καὶ κατέβη ποιήσας τὸ περὶ τη̃ς ἁμαρτίας καὶ τὰ ὁλοκαυτώματα καὶ τὰ του̃ σωτηρίου 9:23 καὶ εἰση̃λθεν Μωυση̃ς καὶ Ααρων εἰς τὴν σκηνὴν του̃ μαρτυρίου καὶ ἐξελθόντες εὐλόγησαν πάντα τὸν λαόν καὶ ὤφθη ἡ δόξα κυρίου παντὶ τω̨̃ λαω̨̃ 9:24 καὶ ἐξη̃λθεν πυ̃ρ παρὰ κυρίου καὶ κατέφαγεν τὰ ἐπὶ του̃ θυσιαστηρίου τά τε ὁλοκαυτώματα καὶ τὰ στέατα καὶ εἰ̃δεν πα̃ς ὁ λαὸς καὶ ἐξέστη καὶ ἔπεσαν ἐπὶ πρόσωπον 10:1 καὶ λαβόντες οἱ δύο υἱοὶ Ααρων Ναδαβ καὶ Αβιουδ ἕκαστος τὸ πυρει̃ον αὐτου̃ ἐπέθηκαν ἐπ' αὐτὸ πυ̃ρ καὶ ἐπέβαλον ἐπ' αὐτὸ θυμίαμα καὶ προσήνεγκαν ἔναντι κυρίου πυ̃ρ ἀλλότριον ὃ οὐ προσέταξεν κύριος αὐτοι̃ς 10:2 καὶ ἐξη̃λθεν πυ̃ρ παρὰ κυρίου καὶ κατέφαγεν αὐτούς καὶ ἀπέθανον ἔναντι κυρίου 10:3 καὶ εἰ̃πεν Μωυση̃ς πρὸς Ααρων του̃τό ἐστιν ὃ εἰ̃πεν κύριος λέγων ἐν τοι̃ς ἐγγίζουσίν μοι ἁγιασθήσομαι καὶ ἐν πάση̨ τη̨̃ συναγωγη̨̃ δοξασθήσομαι καὶ κατενύχθη Ααρων 10:4 καὶ ἐκάλεσεν Μωυση̃ς τὸν Μισαδαι καὶ τὸν Ελισαφαν υἱοὺς Οζιηλ υἱοὺς του̃ ἀδελφου̃ του̃ πατρὸς Ααρων καὶ εἰ̃πεν αὐτοι̃ς προσέλθατε καὶ ἄρατε τοὺς ἀδελφοὺς ὑμω̃ν ἐκ προσώπου τω̃ν ἁγίων ἔξω τη̃ς παρεμβολη̃ς 10:5 καὶ προση̃λθον καὶ ἠ̃ραν ἐν τοι̃ς χιτω̃σιν αὐτω̃ν ἔξω τη̃ς παρεμβολη̃ς ὃν τρόπον εἰ̃πεν Μωυση̃ς 10:6 καὶ εἰ̃πεν Μωυση̃ς πρὸς Ααρων καὶ Ελεαζαρ καὶ Ιθαμαρ τοὺς υἱοὺς αὐτου̃ τοὺς καταλελειμμένους τὴν κεφαλὴν ὑμω̃ν οὐκ ἀποκιδαρώσετε καὶ τὰ ἱμάτια ὑμω̃ν οὐ διαρρήξετε ἵνα μὴ ἀποθάνητε καὶ ἐπὶ πα̃σαν τὴν συναγωγὴν ἔσται θυμός οἱ ἀδελφοὶ ὑμω̃ν πα̃ς ὁ οἰ̃κος Ισραηλ κλαύσονται τὸν ἐμπυρισμόν ὃν ἐνεπυρίσθησαν ὑπὸ κυρίου 10:7 καὶ ἀπὸ τη̃ς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου οὐκ ἐξελεύσεσθε ἵνα μὴ ἀποθάνητε τὸ γὰρ ἔλαιον τη̃ς χρίσεως τὸ παρὰ κυρίου ἐφ' ὑμι̃ν καὶ ἐποίησαν κατὰ τὸ ῥη̃μα Μωυση̃ 10:8 καὶ ἐλάλησεν κύριος τω̨̃ Ααρων λέγων 10:9 οἰ̃νον καὶ σικερα οὐ πίεσθε σὺ καὶ οἱ υἱοί σου μετὰ σου̃ ἡνίκα ἂν εἰσπορεύησθε εἰς τὴν σκηνὴν του̃ μαρτυρίου ἢ προσπορευομένων ὑμω̃ν πρὸς τὸ θυσιαστήριον καὶ οὐ μὴ ἀποθάνητε νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμω̃ν 10:10 διαστει̃λαι ἀνὰ μέσον τω̃ν ἁγίων καὶ τω̃ν βεβήλων καὶ ἀνὰ μέσον τω̃ν ἀκαθάρτων καὶ τω̃ν καθαρω̃ν 10:11 καὶ συμβιβάσεις τοὺς υἱοὺς Ισραηλ πάντα τὰ νόμιμα ἃ ἐλάλησεν κύριος πρὸς αὐτοὺς διὰ χειρὸς Μωυση̃ 10:12 καὶ εἰ̃πεν Μωυση̃ς πρὸς Ααρων καὶ πρὸς Ελεαζαρ καὶ Ιθαμαρ τοὺς υἱοὺς Ααρων τοὺς καταλειφθέντας λάβετε τὴν θυσίαν τὴν καταλειφθει̃σαν ἀπὸ τω̃ν καρπωμάτων κυρίου καὶ φάγεσθε ἄζυμα παρὰ τὸ θυσιαστήριον ἅγια ἁγίων ἐστίν 10:13 καὶ φάγεσθε αὐτὴν ἐν τόπω̨ ἁγίω̨ νόμιμον γάρ σοί ἐστιν καὶ νόμιμον τοι̃ς υἱοι̃ς σου του̃το ἀπὸ τω̃ν καρπωμάτων κυρίου οὕτω γὰρ ἐντέταλταί μοι 10:14 καὶ τὸ στηθύνιον του̃ ἀφορίσματος καὶ τὸν βραχίονα του̃ ἀφαιρέματος φάγεσθε ἐν τόπω̨ ἁγίω̨ σὺ καὶ οἱ υἱοί σου καὶ ὁ οἰ̃κός σου μετὰ σου̃ νόμιμον γὰρ σοὶ καὶ νόμιμον τοι̃ς υἱοι̃ς σου ἐδόθη ἀπὸ τω̃ν θυσιω̃ν του̃ σωτηρίου τω̃ν υἱω̃ν Ισραηλ 10:15 τὸν βραχίονα του̃ ἀφαιρέματος καὶ τὸ στηθύνιον του̃ ἀφορίσματος ἐπὶ τω̃ν καρπωμάτων τω̃ν στεάτων προσοίσουσιν ἀφόρισμα ἀφορίσαι ἔναντι κυρίου καὶ ἔσται σοὶ καὶ τοι̃ς υἱοι̃ς σου καὶ ται̃ς θυγατράσιν σου μετὰ σου̃ νόμιμον αἰώνιον ὃν τρόπον συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ 10:16 καὶ τὸν χίμαρον τὸν περὶ τη̃ς ἁμαρτίας ζητω̃ν ἐξεζήτησεν Μωυση̃ς καὶ ὅδε ἐνεπεπύριστο καὶ ἐθυμώθη Μωυση̃ς ἐπὶ Ελεαζαρ καὶ Ιθαμαρ τοὺς υἱοὺς Ααρων τοὺς καταλελειμμένους λέγων 10:17 διὰ τί οὐκ ἐφάγετε τὸ περὶ τη̃ς ἁμαρτίας ἐν τόπω̨ ἁγίω̨ ὅτι γὰρ ἅγια ἁγίων ἐστίν του̃το ἔδωκεν ὑμι̃ν φαγει̃ν ἵνα ἀφέλητε τὴν ἁμαρτίαν τη̃ς συναγωγη̃ς καὶ ἐξιλάσησθε περὶ αὐτω̃ν ἔναντι κυρίου 10:18 οὐ γὰρ εἰσήχθη του̃ αἵματος αὐτου̃ εἰς τὸ ἅγιον κατὰ πρόσωπον ἔσω φάγεσθε αὐτὸ ἐν τόπω̨ ἁγίω̨ ὃν τρόπον μοι συνέταξεν κύριος 10:19 καὶ ἐλάλησεν Ααρων πρὸς Μωυση̃ν λέγων εἰ σήμερον προσαγειόχασιν τὰ περὶ τη̃ς ἁμαρτίας αὐτω̃ν καὶ τὰ ὁλοκαυτώματα αὐτω̃ν ἔναντι κυρίου καὶ συμβέβηκέν μοι ταυ̃τα καὶ φάγομαι τὰ περὶ τη̃ς ἁμαρτίας σήμερον μὴ ἀρεστὸν ἔσται κυρίω̨ 10:20 καὶ ἤκουσεν Μωυση̃ς καὶ ἤρεσεν αὐτω̨̃ 11:1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν καὶ Ααρων λέγων 11:2 λαλήσατε τοι̃ς υἱοι̃ς Ισραηλ λέγοντες ταυ̃τα τὰ κτήνη ἃ φάγεσθε ἀπὸ πάντων τω̃ν κτηνω̃ν τω̃ν ἐπὶ τη̃ς γη̃ς 11:3 πα̃ν κτη̃νος διχηλου̃ν ὁπλὴν καὶ ὀνυχιστη̃ρας ὀνυχίζον δύο χηλω̃ν καὶ ἀνάγον μηρυκισμὸν ἐν τοι̃ς κτήνεσιν ταυ̃τα φάγεσθε 11:4 πλὴν ἀπὸ τούτων οὐ φάγεσθε ἀπὸ τω̃ν ἀναγόντων μηρυκισμὸν καὶ ἀπὸ τω̃ν διχηλούντων τὰς ὁπλὰς καὶ ὀνυχιζόντων ὀνυχιστη̃ρας τὸν κάμηλον ὅτι ἀνάγει μηρυκισμὸν του̃το ὁπλὴν δὲ οὐ διχηλει̃ ἀκάθαρτον του̃το ὑμι̃ν 11:5 καὶ τὸν δασύποδα ὅτι ἀνάγει μηρυκισμὸν του̃το καὶ ὁπλὴν οὐ διχηλει̃ ἀκάθαρτον του̃το ὑμι̃ν 11:6 καὶ τὸν χοιρογρύλλιον ὅτι ἀνάγει μηρυκισμὸν του̃το καὶ ὁπλὴν οὐ διχηλει̃ ἀκάθαρτον του̃το ὑμι̃ν 11:7 καὶ τὸν ὑ̃ν ὅτι διχηλει̃ ὁπλὴν του̃το καὶ ὀνυχίζει ὄνυχας ὁπλη̃ς καὶ του̃το οὐκ ἀνάγει μηρυκισμόν ἀκάθαρτον του̃το ὑμι̃ν 11:8 ἀπὸ τω̃ν κρεω̃ν αὐτω̃ν οὐ φάγεσθε καὶ τω̃ν θνησιμαίων αὐτω̃ν οὐχ ἅψεσθε ἀκάθαρτα ταυ̃τα ὑμι̃ν 11:9 καὶ ταυ̃τα ἃ φάγεσθε ἀπὸ πάντων τω̃ν ἐν τοι̃ς ὕδασιν πάντα ὅσα ἐστὶν αὐτοι̃ς πτερύγια καὶ λεπίδες ἐν τοι̃ς ὕδασιν καὶ ἐν ται̃ς θαλάσσαις καὶ ἐν τοι̃ς χειμάρροις ταυ̃τα φάγεσθε 11:10 καὶ πάντα ὅσα οὐκ ἔστιν αὐτοι̃ς πτερύγια οὐδὲ λεπίδες ἐν τω̨̃ ὕδατι ἢ ἐν ται̃ς θαλάσσαις καὶ ἐν τοι̃ς χειμάρροις ἀπὸ πάντων ὡ̃ν ἐρεύγεται τὰ ὕδατα καὶ ἀπὸ πάσης ψυχη̃ς ζώσης τη̃ς ἐν τω̨̃ ὕδατι βδέλυγμά ἐστιν 11:11 καὶ βδελύγματα ἔσονται ὑμι̃ν ἀπὸ τω̃ν κρεω̃ν αὐτω̃ν οὐκ ἔδεσθε καὶ τὰ θνησιμαι̃α αὐτω̃ν βδελύξεσθε 11:12 καὶ πάντα ὅσα οὐκ ἔστιν αὐτοι̃ς πτερύγια καὶ λεπίδες τω̃ν ἐν τω̨̃ ὕδατι βδέλυγμα του̃τό ἐστιν ὑμι̃ν 11:13 καὶ ταυ̃τα βδελύξεσθε ἀπὸ τω̃ν πετεινω̃ν καὶ οὐ βρωθήσεται βδέλυγμά ἐστιν τὸν ἀετὸν καὶ τὸν γρύπα καὶ τὸν ἁλιαίετον 11:14 καὶ τὸν γύπα καὶ ἰκτι̃να καὶ τὰ ὅμοια αὐτω̨̃ 11:15 καὶ κόρακα καὶ τὰ ὅμοια αὐτω̨̃ 11:16 καὶ στρουθὸν καὶ γλαυ̃κα καὶ λάρον καὶ τὰ ὅμοια αὐτω̨̃ καὶ ἱέρακα καὶ τὰ ὅμοια αὐτω̨̃ 11:17 καὶ νυκτικόρακα καὶ καταρράκτην καὶ ἰ̃βιν 11:18 καὶ πορφυρίωνα καὶ πελεκα̃να καὶ κύκνον 11:19 καὶ γλαυ̃κα καὶ ἐρωδιὸν καὶ χαραδριὸν καὶ τὰ ὅμοια αὐτω̨̃ καὶ ἔποπα καὶ νυκτερίδα 11:20 καὶ πάντα τὰ ἑρπετὰ τω̃ν πετεινω̃ν ἃ πορεύεται ἐπὶ τέσσαρα βδελύγματά ἐστιν ὑμι̃ν 11:21 ἀλλὰ ταυ̃τα φάγεσθε ἀπὸ τω̃ν ἑρπετω̃ν τω̃ν πετεινω̃ν ἃ πορεύεται ἐπὶ τέσσαρα ἃ ἔχει σκέλη ἀνώτερον τω̃ν ποδω̃ν αὐτου̃ πηδα̃ν ἐν αὐτοι̃ς ἐπὶ τη̃ς γη̃ς 11:22 καὶ ταυ̃τα φάγεσθε ἀπ' αὐτω̃ν τὸν βρου̃χον καὶ τὰ ὅμοια αὐτω̨̃ καὶ τὸν ἀττάκην καὶ τὰ ὅμοια αὐτω̨̃ καὶ τὴν ἀκρίδα καὶ τὰ ὅμοια αὐτη̨̃ καὶ τὸν ὀφιομάχην καὶ τὰ ὅμοια αὐτω̨̃ 11:23 πα̃ν ἑρπετὸν ἀπὸ τω̃ν πετεινω̃ν οἱ̃ς ἐστιν τέσσαρες πόδες βδέλυγμά ἐστιν ὑμι̃ν 11:24 καὶ ἐν τούτοις μιανθήσεσθε πα̃ς ὁ ἁπτόμενος τω̃ν θνησιμαίων αὐτω̃ν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας 11:25 καὶ πα̃ς ὁ αἴρων τω̃ν θνησιμαίων αὐτω̃ν πλυνει̃ τὰ ἱμάτια καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας 11:26 ἐν πα̃σιν τοι̃ς κτήνεσιν ὅ ἐστιν διχηλου̃ν ὁπλὴν καὶ ὀνυχιστη̃ρας ὀνυχίζει καὶ μηρυκισμὸν οὐ μαρυκα̃ται ἀκάθαρτα ἔσονται ὑμι̃ν πα̃ς ὁ ἁπτόμενος τω̃ν θνησιμαίων αὐτω̃ν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας 11:27 καὶ πα̃ς ὃς πορεύεται ἐπὶ χειρω̃ν ἐν πα̃σι τοι̃ς θηρίοις ἃ πορεύεται ἐπὶ τέσσαρα ἀκάθαρτα ἔσται ὑμι̃ν πα̃ς ὁ ἁπτόμενος τω̃ν θνησιμαίων αὐτω̃ν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας 11:28 καὶ ὁ αἴρων τω̃ν θνησιμαίων αὐτω̃ν πλυνει̃ τὰ ἱμάτια καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας ἀκάθαρτα ταυ̃τα ὑμι̃ν ἐστιν 11:29 καὶ ταυ̃τα ὑμι̃ν ἀκάθαρτα ἀπὸ τω̃ν ἑρπετω̃ν τω̃ν ἑρπόντων ἐπὶ τη̃ς γη̃ς ἡ γαλη̃ καὶ ὁ μυ̃ς καὶ ὁ κροκόδειλος ὁ χερσαι̃ος 11:30 μυγαλη̃ καὶ χαμαιλέων καὶ καλαβώτης καὶ σαύρα καὶ ἀσπάλαξ 11:31 ταυ̃τα ἀκάθαρτα ὑμι̃ν ἀπὸ πάντων τω̃ν ἑρπετω̃ν τω̃ν ἐπὶ τη̃ς γη̃ς πα̃ς ὁ ἁπτόμενος αὐτω̃ν τεθνηκότων ἀκάθαρτος ἔσται ἕως ἑσπέρας 11:32 καὶ πα̃ν ἐφ' ὃ ἂν ἐπιπέση̨ ἀπ' αὐτω̃ν τεθνηκότων αὐτω̃ν ἀκάθαρτον ἔσται ἀπὸ παντὸς σκεύους ξυλίνου ἢ ἱματίου ἢ δέρματος ἢ σάκκου πα̃ν σκευ̃ος ὃ ἐὰν ποιηθη̨̃ ἔργον ἐν αὐτω̨̃ εἰς ὕδωρ βαφήσεται καὶ ἀκάθαρτον ἔσται ἕως ἑσπέρας καὶ καθαρὸν ἔσται 11:33 καὶ πα̃ν σκευ̃ος ὀστράκινον εἰς ὃ ἐὰν πέση̨ ἀπὸ τούτων ἔνδον ὅσα ἐὰν ἔνδον ἠ̨̃ ἀκάθαρτα ἔσται καὶ αὐτὸ συντριβήσεται 11:34 καὶ πα̃ν βρω̃μα ὃ ἔσθεται εἰς ὃ ἐὰν ἐπέλθη̨ ἐπ' αὐτὸ ὕδωρ ἀκάθαρτον ἔσται καὶ πα̃ν ποτόν ὃ πίνεται ἐν παντὶ ἀγγείω̨ ἀκάθαρτον ἔσται 11:35 καὶ πα̃ν ὃ ἐὰν πέση̨ ἀπὸ τω̃ν θνησιμαίων αὐτω̃ν ἐπ' αὐτό ἀκάθαρτον ἔσται κλίβανοι καὶ κυθρόποδες καθαιρεθήσονται ἀκάθαρτα ταυ̃τά ἐστιν καὶ ἀκάθαρτα ταυ̃τα ὑμι̃ν ἔσονται 11:36 πλὴν πηγω̃ν ὑδάτων καὶ λάκκου καὶ συναγωγη̃ς ὕδατος ἔσται καθαρόν ὁ δὲ ἁπτόμενος τω̃ν θνησιμαίων αὐτω̃ν ἀκάθαρτος ἔσται 11:37 ἐὰν δὲ ἐπιπέση̨ τω̃ν θνησιμαίων αὐτω̃ν ἐπὶ πα̃ν σπέρμα σπόριμον ὃ σπαρήσεται καθαρὸν ἔσται 11:38 ἐὰν δὲ ἐπιχυθη̨̃ ὕδωρ ἐπὶ πα̃ν σπέρμα καὶ ἐπιπέση̨ τω̃ν θνησιμαίων αὐτω̃ν ἐπ' αὐτό ἀκάθαρτόν ἐστιν ὑμι̃ν 11:39 ἐὰν δὲ ἀποθάνη̨ τω̃ν κτηνω̃ν ὅ ἐστιν ὑμι̃ν του̃το φαγει̃ν ὁ ἁπτόμενος τω̃ν θνησιμαίων αὐτω̃ν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας 11:40 καὶ ὁ ἐσθίων ἀπὸ τω̃ν θνησιμαίων τούτων πλυνει̃ τὰ ἱμάτια καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας καὶ ὁ αἴρων ἀπὸ θνησιμαίων αὐτω̃ν πλυνει̃ τὰ ἱμάτια καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας 11:41 καὶ πα̃ν ἑρπετόν ὃ ἕρπει ἐπὶ τη̃ς γη̃ς βδέλυγμα του̃το ἔσται ὑμι̃ν οὐ βρωθήσεται 11:42 καὶ πα̃ς ὁ πορευόμενος ἐπὶ κοιλίας καὶ πα̃ς ὁ πορευόμενος ἐπὶ τέσσαρα διὰ παντός ὃ πολυπληθει̃ ποσὶν ἐν πα̃σιν τοι̃ς ἑρπετοι̃ς τοι̃ς ἕρπουσιν ἐπὶ τη̃ς γη̃ς οὐ φάγεσθε αὐτό ὅτι βδέλυγμα ὑμι̃ν ἐστιν 11:43 καὶ οὐ μὴ βδελύξητε τὰς ψυχὰς ὑμω̃ν ἐν πα̃σι τοι̃ς ἑρπετοι̃ς τοι̃ς ἕρπουσιν ἐπὶ τη̃ς γη̃ς καὶ οὐ μιανθήσεσθε ἐν τούτοις καὶ οὐκ ἀκάθαρτοι ἔσεσθε ἐν αὐτοι̃ς 11:44 ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμω̃ν καὶ ἁγιασθήσεσθε καὶ ἅγιοι ἔσεσθε ὅτι ἅγιός εἰμι ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν καὶ οὐ μιανει̃τε τὰς ψυχὰς ὑμω̃ν ἐν πα̃σιν τοι̃ς ἑρπετοι̃ς τοι̃ς κινουμένοις ἐπὶ τη̃ς γη̃ς 11:45 ὅτι ἐγώ εἰμι κύριος ὁ ἀναγαγὼν ὑμα̃ς ἐκ γη̃ς Αἰγύπτου εἰ̃ναι ὑμω̃ν θεός καὶ ἔσεσθε ἅγιοι ὅτι ἅγιός εἰμι ἐγὼ κύριος 11:46 οὑ̃τος ὁ νόμος περὶ τω̃ν κτηνω̃ν καὶ τω̃ν πετεινω̃ν καὶ πάσης ψυχη̃ς τη̃ς κινουμένης ἐν τω̨̃ ὕδατι καὶ πάσης ψυχη̃ς ἑρπούσης ἐπὶ τη̃ς γη̃ς 11:47 διαστει̃λαι ἀνὰ μέσον τω̃ν ἀκαθάρτων καὶ ἀνὰ μέσον τω̃ν καθαρω̃ν καὶ ἀνὰ μέσον τω̃ν ζωογονούντων τὰ ἐσθιόμενα καὶ ἀνὰ μέσον τω̃ν ζωογονούντων τὰ μὴ ἐσθιόμενα 12:1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων 12:2 λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἐρει̃ς πρὸς αὐτούς γυνή ἥτις ἐὰν σπερματισθη̨̃ καὶ τέκη̨ ἄρσεν καὶ ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας κατὰ τὰς ἡμέρας του̃ χωρισμου̃ τη̃ς ἀφέδρου αὐτη̃ς ἀκάθαρτος ἔσται 12:3 καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ ὀγδόη̨ περιτεμει̃ τὴν σάρκα τη̃ς ἀκροβυστίας αὐτου̃ 12:4 καὶ τριάκοντα ἡμέρας καὶ τρει̃ς καθήσεται ἐν αἵματι ἀκαθάρτω̨ αὐτη̃ς παντὸς ἁγίου οὐχ ἅψεται καὶ εἰς τὸ ἁγιαστήριον οὐκ εἰσελεύσεται ἕως ἂν πληρωθω̃σιν αἱ ἡμέραι καθάρσεως αὐτη̃ς 12:5 ἐὰν δὲ θη̃λυ τέκη̨ καὶ ἀκάθαρτος ἔσται δὶς ἑπτὰ ἡμέρας κατὰ τὴν ἄφεδρον καὶ ἑξήκοντα ἡμέρας καὶ ἓξ καθεσθήσεται ἐν αἵματι ἀκαθάρτω̨ αὐτη̃ς 12:6 καὶ ὅταν ἀναπληρωθω̃σιν αἱ ἡμέραι καθάρσεως αὐτη̃ς ἐφ' υἱω̨̃ ἢ ἐπὶ θυγατρί προσοίσει ἀμνὸν ἐνιαύσιον ἄμωμον εἰς ὁλοκαύτωμα καὶ νεοσσὸν περιστερα̃ς ἢ τρυγόνα περὶ ἁμαρτίας ἐπὶ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου πρὸς τὸν ἱερέα 12:7 καὶ προσοίσει ἔναντι κυρίου καὶ ἐξιλάσεται περὶ αὐτη̃ς ὁ ἱερεὺς καὶ καθαριει̃ αὐτὴν ἀπὸ τη̃ς πηγη̃ς του̃ αἵματος αὐτη̃ς οὑ̃τος ὁ νόμος τη̃ς τικτούσης ἄρσεν ἢ θη̃λυ 12:8 ἐὰν δὲ μὴ εὑρίσκη̨ ἡ χεὶρ αὐτη̃ς τὸ ἱκανὸν εἰς ἀμνόν καὶ λήμψεται δύο τρυγόνας ἢ δύο νεοσσοὺς περιστερω̃ν μίαν εἰς ὁλοκαύτωμα καὶ μίαν περὶ ἁμαρτίας καὶ ἐξιλάσεται περὶ αὐτη̃ς ὁ ἱερεύς καὶ καθαρισθήσεται 13:1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν καὶ Ααρων λέγων 13:2 ἀνθρώπω̨ ἐάν τινι γένηται ἐν δέρματι χρωτὸς αὐτου̃ οὐλὴ σημασίας τηλαυγὴς καὶ γένηται ἐν δέρματι χρωτὸς αὐτου̃ ἁφὴ λέπρας καὶ ἀχθήσεται πρὸς Ααρων τὸν ἱερέα ἢ ἕνα τω̃ν υἱω̃ν αὐτου̃ τω̃ν ἱερέων 13:3 καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν ἐν δέρματι του̃ χρωτὸς αὐτου̃ καὶ ἡ θρὶξ ἐν τη̨̃ ἁφη̨̃ μεταβάλη̨ λευκή καὶ ἡ ὄψις τη̃ς ἁφη̃ς ταπεινὴ ἀπὸ του̃ δέρματος του̃ χρωτός ἁφὴ λέπρας ἐστίν καὶ ὄψεται ὁ ἱερεὺς καὶ μιανει̃ αὐτόν 13:4 ἐὰν δὲ τηλαυγὴς λευκὴ ἠ̨̃ ἐν τω̨̃ δέρματι του̃ χρωτός καὶ ταπεινὴ μὴ ἠ̨̃ ἡ ὄψις αὐτη̃ς ἀπὸ του̃ δέρματος καὶ ἡ θρὶξ αὐτου̃ οὐ μετέβαλεν τρίχα λευκήν αὐτὴ δέ ἐστιν ἀμαυρά καὶ ἀφοριει̃ ὁ ἱερεὺς τὴν ἁφὴν ἑπτὰ ἡμέρας 13:5 καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ καὶ ἰδοὺ ἡ ἁφὴ μένει ἐναντίον αὐτου̃ οὐ μετέπεσεν ἡ ἁφὴ ἐν τω̨̃ δέρματι καὶ ἀφοριει̃ αὐτὸν ὁ ἱερεὺς ἑπτὰ ἡμέρας τὸ δεύτερον 13:6 καὶ ὄψεται αὐτὸν ὁ ἱερεὺς τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ τὸ δεύτερον καὶ ἰδοὺ ἀμαυρὰ ἡ ἁφή οὐ μετέπεσεν ἡ ἁφὴ ἐν τω̨̃ δέρματι καθαριει̃ αὐτὸν ὁ ἱερεύς σημασία γάρ ἐστιν καὶ πλυνάμενος τὰ ἱμάτια καθαρὸς ἔσται 13:7 ἐὰν δὲ μεταβαλου̃σα μεταπέση̨ ἡ σημασία ἐν τω̨̃ δέρματι μετὰ τὸ ἰδει̃ν αὐτὸν τὸν ἱερέα του̃ καθαρίσαι αὐτόν καὶ ὀφθήσεται τὸ δεύτερον τω̨̃ ἱερει̃ 13:8 καὶ ὄψεται αὐτὸν ὁ ἱερεὺς καὶ ἰδοὺ μετέπεσεν ἡ σημασία ἐν τω̨̃ δέρματι καὶ μιανει̃ αὐτὸν ὁ ἱερεύς λέπρα ἐστίν 13:9 καὶ ἁφὴ λέπρας ἐὰν γένηται ἐν ἀνθρώπω̨ καὶ ἥξει πρὸς τὸν ἱερέα 13:10 καὶ ὄψεται ὁ ἱερεὺς καὶ ἰδοὺ οὐλὴ λευκὴ ἐν τω̨̃ δέρματι καὶ αὕτη μετέβαλεν τρίχα λευκήν καὶ ἀπὸ του̃ ὑγιου̃ς τη̃ς σαρκὸς τη̃ς ζώσης ἐν τη̨̃ οὐλη̨̃ 13:11 λέπρα παλαιουμένη ἐστίν ἐν τω̨̃ δέρματι του̃ χρωτός ἐστιν καὶ μιανει̃ αὐτὸν ὁ ἱερεὺς καὶ ἀφοριει̃ αὐτόν ὅτι ἀκάθαρτός ἐστιν 13:12 ἐὰν δὲ ἐξανθου̃σα ἐξανθήση̨ ἡ λέπρα ἐν τω̨̃ δέρματι καὶ καλύψη̨ ἡ λέπρα πα̃ν τὸ δέρμα τη̃ς ἁφη̃ς ἀπὸ κεφαλη̃ς ἕως ποδω̃ν καθ' ὅλην τὴν ὅρασιν του̃ ἱερέως 13:13 καὶ ὄψεται ὁ ἱερεὺς καὶ ἰδοὺ ἐκάλυψεν ἡ λέπρα πα̃ν τὸ δέρμα του̃ χρωτός καὶ καθαριει̃ αὐτὸν ὁ ἱερεὺς τὴν ἁφήν ὅτι πα̃ν μετέβαλεν λευκόν καθαρόν ἐστιν 13:14 καὶ ἡ̨̃ ἂν ἡμέρα̨ ὀφθη̨̃ ἐν αὐτω̨̃ χρὼς ζω̃ν μιανθήσεται 13:15 καὶ ὄψεται ὁ ἱερεὺς τὸν χρω̃τα τὸν ὑγιη̃ καὶ μιανει̃ αὐτὸν ὁ χρὼς ὁ ὑγιής ὅτι ἀκάθαρτός ἐστιν λέπρα ἐστίν 13:16 ἐὰν δὲ ἀποκαταστη̨̃ ὁ χρὼς ὁ ὑγιὴς καὶ μεταβάλη̨ λευκή καὶ ἐλεύσεται πρὸς τὸν ἱερέα 13:17 καὶ ὄψεται ὁ ἱερεὺς καὶ ἰδοὺ μετέβαλεν ἡ ἁφὴ εἰς τὸ λευκόν καὶ καθαριει̃ ὁ ἱερεὺς τὴν ἁφήν καθαρός ἐστιν 13:18 καὶ σὰρξ ἐὰν γένηται ἐν τω̨̃ δέρματι αὐτου̃ ἕλκος καὶ ὑγιασθη̨̃ 13:19 καὶ γένηται ἐν τω̨̃ τόπω̨ του̃ ἕλκους οὐλὴ λευκὴ ἢ τηλαυγὴς λευκαίνουσα ἢ πυρρίζουσα καὶ ὀφθήσεται τω̨̃ ἱερει̃ 13:20 καὶ ὄψεται ὁ ἱερεὺς καὶ ἰδοὺ ἡ ὄψις ταπεινοτέρα του̃ δέρματος καὶ ἡ θρὶξ αὐτη̃ς μετέβαλεν εἰς λευκήν καὶ μιανει̃ αὐτὸν ὁ ἱερεύς λέπρα ἐστίν ἐν τω̨̃ ἕλκει ἐξήνθησεν 13:21 ἐὰν δὲ ἴδη̨ ὁ ἱερεὺς καὶ ἰδοὺ οὐκ ἔστιν ἐν αὐτω̨̃ θρὶξ λευκή καὶ ταπεινὸν μὴ ἠ̨̃ ἀπὸ του̃ δέρματος του̃ χρωτός καὶ αὐτὴ ἠ̨̃ ἀμαυρά ἀφοριει̃ αὐτὸν ὁ ἱερεὺς ἑπτὰ ἡμέρας 13:22 ἐὰν δὲ διαχέηται ἐν τω̨̃ δέρματι καὶ μιανει̃ αὐτὸν ὁ ἱερεύς ἁφὴ λέπρας ἐστίν ἐν τω̨̃ ἕλκει ἐξήνθησεν 13:23 ἐὰν δὲ κατὰ χώραν μείνη̨ τὸ τηλαύγημα καὶ μὴ διαχέηται οὐλὴ του̃ ἕλκους ἐστίν καὶ καθαριει̃ αὐτὸν ὁ ἱερεύς 13:24 καὶ σὰρξ ἐὰν γένηται ἐν τω̨̃ δέρματι αὐτου̃ κατάκαυμα πυρός καὶ γένηται ἐν τω̨̃ δέρματι αὐτου̃ τὸ ὑγιασθὲν του̃ κατακαύματος αὐγάζον τηλαυγὲς λευκὸν ὑποπυρρίζον ἢ ἔκλευκον 13:25 καὶ ὄψεται αὐτὸν ὁ ἱερεὺς καὶ ἰδοὺ μετέβαλεν θρὶξ λευκὴ εἰς τὸ αὐγάζον καὶ ἡ ὄψις αὐτου̃ ταπεινὴ ἀπὸ του̃ δέρματος λέπρα ἐστίν ἐν τω̨̃ κατακαύματι ἐξήνθησεν καὶ μιανει̃ αὐτὸν ὁ ἱερεύς ἁφὴ λέπρας ἐστίν 13:26 ἐὰν δὲ ἴδη̨ ὁ ἱερεὺς καὶ ἰδοὺ οὐκ ἔστιν ἐν τω̨̃ αὐγάζοντι θρὶξ λευκή καὶ ταπεινὸν μὴ ἠ̨̃ ἀπὸ του̃ δέρματος αὐτὸ δὲ ἀμαυρόν καὶ ἀφοριει̃ αὐτὸν ὁ ἱερεὺς ἑπτὰ ἡμέρας 13:27 καὶ ὄψεται αὐτὸν ὁ ἱερεὺς τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ ἐὰν δὲ διαχύσει διαχέηται ἐν τω̨̃ δέρματι καὶ μιανει̃ αὐτὸν ὁ ἱερεύς ἁφὴ λέπρας ἐστίν ἐν τω̨̃ ἕλκει ἐξήνθησεν 13:28 ἐὰν δὲ κατὰ χώραν μείνη̨ τὸ αὐγάζον καὶ μὴ διαχυθη̨̃ ἐν τω̨̃ δέρματι αὐτὴ δὲ ἠ̨̃ ἀμαυρά ἡ οὐλὴ του̃ κατακαύματός ἐστιν καὶ καθαριει̃ αὐτὸν ὁ ἱερεύς ὁ γὰρ χαρακτὴρ του̃ κατακαύματός ἐστιν 13:29 καὶ ἀνδρὶ καὶ γυναικὶ ἐὰν γένηται ἐν αὐτοι̃ς ἁφὴ λέπρας ἐν τη̨̃ κεφαλη̨̃ ἢ ἐν τω̨̃ πώγωνι 13:30 καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν καὶ ἰδοὺ ἡ ὄψις αὐτη̃ς ἐγκοιλοτέρα του̃ δέρματος ἐν αὐτη̨̃ δὲ θρὶξ ξανθίζουσα λεπτή καὶ μιανει̃ αὐτὸν ὁ ἱερεύς θραυ̃σμά ἐστιν λέπρα τη̃ς κεφαλη̃ς ἢ λέπρα του̃ πώγωνός ἐστιν 13:31 καὶ ἐὰν ἴδη̨ ὁ ἱερεὺς τὴν ἁφὴν του̃ θραύσματος καὶ ἰδοὺ οὐχ ἡ ὄψις ἐγκοιλοτέρα του̃ δέρματος καὶ θρὶξ ξανθίζουσα οὐκ ἔστιν ἐν αὐτη̨̃ καὶ ἀφοριει̃ ὁ ἱερεὺς τὴν ἁφὴν του̃ θραύσματος ἑπτὰ ἡμέρας 13:32 καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ καὶ ἰδοὺ οὐ διεχύθη τὸ θραυ̃σμα καὶ θρὶξ ξανθίζουσα οὐκ ἔστιν ἐν αὐτη̨̃ καὶ ἡ ὄψις του̃ θραύσματος οὐκ ἔστιν κοίλη ἀπὸ του̃ δέρματος 13:33 καὶ ξυρηθήσεται τὸ δέρμα τὸ δὲ θραυ̃σμα οὐ ξυρηθήσεται καὶ ἀφοριει̃ ὁ ἱερεὺς τὸ θραυ̃σμα ἑπτὰ ἡμέρας τὸ δεύτερον 13:34 καὶ ὄψεται ὁ ἱερεὺς τὸ θραυ̃σμα τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ καὶ ἰδοὺ οὐ διεχύθη τὸ θραυ̃σμα ἐν τω̨̃ δέρματι μετὰ τὸ ξυρηθη̃ναι αὐτόν καὶ ἡ ὄψις του̃ θραύσματος οὐκ ἔστιν κοίλη ἀπὸ του̃ δέρματος καὶ καθαριει̃ αὐτὸν ὁ ἱερεύς καὶ πλυνάμενος τὰ ἱμάτια καθαρὸς ἔσται 13:35 ἐὰν δὲ διαχύσει διαχέηται τὸ θραυ̃σμα ἐν τω̨̃ δέρματι μετὰ τὸ καθαρισθη̃ναι αὐτόν 13:36 καὶ ὄψεται ὁ ἱερεὺς καὶ ἰδοὺ διακέχυται τὸ θραυ̃σμα ἐν τω̨̃ δέρματι οὐκ ἐπισκέψεται ὁ ἱερεὺς περὶ τη̃ς τριχὸς τη̃ς ξανθη̃ς ὅτι ἀκάθαρτός ἐστιν 13:37 ἐὰν δὲ ἐνώπιον μείνη̨ τὸ θραυ̃σμα ἐπὶ χώρας καὶ θρὶξ μέλαινα ἀνατείλη̨ ἐν αὐτω̨̃ ὑγίακεν τὸ θραυ̃σμα καθαρός ἐστιν καὶ καθαριει̃ αὐτὸν ὁ ἱερεύς 13:38 καὶ ἀνδρὶ ἢ γυναικὶ ἐὰν γένηται ἐν δέρματι τη̃ς σαρκὸς αὐτου̃ αὐγάσματα αὐγάζοντα λευκαθίζοντα 13:39 καὶ ὄψεται ὁ ἱερεὺς καὶ ἰδοὺ ἐν δέρματι τη̃ς σαρκὸς αὐτου̃ αὐγάσματα αὐγάζοντα λευκαθίζοντα ἀλφός ἐστιν καθαρός ἐστιν ἐξανθει̃ ἐν τω̨̃ δέρματι τη̃ς σαρκὸς αὐτου̃ καθαρός ἐστιν 13:40 ἐὰν δέ τινι μαδήση̨ ἡ κεφαλὴ αὐτου̃ φαλακρός ἐστιν καθαρός ἐστιν 13:41 ἐὰν δὲ κατὰ πρόσωπον μαδήση̨ ἡ κεφαλὴ αὐτου̃ ἀναφάλαντός ἐστιν καθαρός ἐστιν 13:42 ἐὰν δὲ γένηται ἐν τω̨̃ φαλακρώματι αὐτου̃ ἢ ἐν τω̨̃ ἀναφαλαντώματι αὐτου̃ ἁφὴ λευκὴ ἢ πυρρίζουσα λέπρα ἐστὶν ἐν τω̨̃ φαλακρώματι αὐτου̃ ἢ ἐν τω̨̃ ἀναφαλαντώματι αὐτου̃ 13:43 καὶ ὄψεται αὐτὸν ὁ ἱερεὺς καὶ ἰδοὺ ἡ ὄψις τη̃ς ἁφη̃ς λευκὴ πυρρίζουσα ἐν τω̨̃ φαλακρώματι αὐτου̃ ἢ ἐν τω̨̃ ἀναφαλαντώματι αὐτου̃ ὡς εἰ̃δος λέπρας ἐν δέρματι τη̃ς σαρκὸς αὐτου̃ 13:44 ἄνθρωπος λεπρός ἐστιν μιάνσει μιανει̃ αὐτὸν ὁ ἱερεύς ἐν τη̨̃ κεφαλη̨̃ αὐτου̃ ἡ ἁφὴ αὐτου̃ 13:45 καὶ ὁ λεπρός ἐν ὡ̨̃ ἐστιν ἡ ἁφή τὰ ἱμάτια αὐτου̃ ἔστω παραλελυμένα καὶ ἡ κεφαλὴ αὐτου̃ ἀκατακάλυπτος καὶ περὶ τὸ στόμα αὐτου̃ περιβαλέσθω καὶ ἀκάθαρτος κεκλήσεται 13:46 πάσας τὰς ἡμέρας ὅσας ἂν ἠ̨̃ ἐπ' αὐτου̃ ἡ ἁφή ἀκάθαρτος ὢν ἀκάθαρτος ἔσται κεχωρισμένος καθήσεται ἔξω τη̃ς παρεμβολη̃ς ἔσται αὐτου̃ ἡ διατριβή 13:47 καὶ ἱματίω̨ ἐὰν γένηται ἐν αὐτω̨̃ ἁφὴ λέπρας ἐν ἱματίω̨ ἐρεω̨̃ ἢ ἐν ἱματίω̨ στιππυίνω̨ 13:48 ἢ ἐν στήμονι ἢ ἐν κρόκη̨ ἢ ἐν τοι̃ς λινοι̃ς ἢ ἐν τοι̃ς ἐρεοι̃ς ἢ ἐν δέρματι ἢ ἐν παντὶ ἐργασίμω̨ δέρματι 13:49 καὶ γένηται ἡ ἁφὴ χλωρίζουσα ἢ πυρρίζουσα ἐν τω̨̃ δέρματι ἢ ἐν τω̨̃ ἱματίω̨ ἢ ἐν τω̨̃ στήμονι ἢ ἐν τη̨̃ κρόκη̨ ἢ ἐν παντὶ σκεύει ἐργασίμω̨ δέρματος ἁφὴ λέπρας ἐστίν καὶ δείξει τω̨̃ ἱερει̃ 13:50 καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφήν καὶ ἀφοριει̃ ὁ ἱερεὺς τὴν ἁφὴν ἑπτὰ ἡμέρας 13:51 καὶ ὄψεται ὁ ἱερεὺς τὴν ἁφὴν τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ ἐὰν δὲ διαχέηται ἡ ἁφὴ ἐν τω̨̃ ἱματίω̨ ἢ ἐν τω̨̃ στήμονι ἢ ἐν τη̨̃ κρόκη̨ ἢ ἐν τω̨̃ δέρματι κατὰ πάντα ὅσα ἂν ποιηθη̨̃ δέρματα ἐν τη̨̃ ἐργασία̨ λέπρα ἔμμονός ἐστιν ἡ ἁφή ἀκάθαρτός ἐστιν 13:52 κατακαύσει τὸ ἱμάτιον ἢ τὸν στήμονα ἢ τὴν κρόκην ἐν τοι̃ς ἐρεοι̃ς ἢ ἐν τοι̃ς λινοι̃ς ἢ ἐν παντὶ σκεύει δερματίνω̨ ἐν ὡ̨̃ ἐὰν ἠ̨̃ ἐν αὐτω̨̃ ἡ ἁφή ὅτι λέπρα ἔμμονός ἐστιν ἐν πυρὶ κατακαυθήσεται 13:53 ἐὰν δὲ ἴδη̨ ὁ ἱερεὺς καὶ μὴ διαχέηται ἡ ἁφὴ ἐν τω̨̃ ἱματίω̨ ἢ ἐν τω̨̃ στήμονι ἢ ἐν τη̨̃ κρόκη̨ ἢ ἐν παντὶ σκεύει δερματίνω̨ 13:54 καὶ συντάξει ὁ ἱερεύς καὶ πλυνει̃ ἐφ' οὑ̃ ἐὰν ἠ̨̃ ἐπ' αὐτου̃ ἡ ἁφή καὶ ἀφοριει̃ ὁ ἱερεὺς τὴν ἁφὴν ἑπτὰ ἡμέρας τὸ δεύτερον 13:55 καὶ ὄψεται ὁ ἱερεὺς μετὰ τὸ πλυθη̃ναι αὐτὸ τὴν ἁφήν καὶ ἥδε μὴ μετέβαλεν τὴν ὄψιν ἡ ἁφή καὶ ἡ ἁφὴ οὐ διαχει̃ται ἀκάθαρτόν ἐστιν ἐν πυρὶ κατακαυθήσεται ἐστήρισται ἐν τω̨̃ ἱματίω̨ ἢ ἐν τω̨̃ στήμονι ἢ ἐν τη̨̃ κρόκη̨ 13:56 καὶ ἐὰν ἴδη̨ ὁ ἱερεὺς καὶ ἠ̨̃ ἀμαυρὰ ἡ ἁφὴ μετὰ τὸ πλυθη̃ναι αὐτό ἀπορρήξει αὐτὸ ἀπὸ του̃ ἱματίου ἢ ἀπὸ του̃ δέρματος ἢ ἀπὸ του̃ στήμονος ἢ ἀπὸ τη̃ς κρόκης 13:57 ἐὰν δὲ ὀφθη̨̃ ἔτι ἐν τω̨̃ ἱματίω̨ ἢ ἐν τω̨̃ στήμονι ἢ ἐν τη̨̃ κρόκη̨ ἢ ἐν παντὶ σκεύει δερματίνω̨ λέπρα ἐξανθου̃σά ἐστιν ἐν πυρὶ κατακαυθήσεται ἐν ὡ̨̃ ἐστὶν ἡ ἁφή 13:58 καὶ τὸ ἱμάτιον ἢ ὁ στήμων ἢ ἡ κρόκη ἢ πα̃ν σκευ̃ος δερμάτινον ὃ πλυθήσεται καὶ ἀποστήσεται ἀπ' αὐτου̃ ἡ ἁφή καὶ πλυθήσεται τὸ δεύτερον καὶ καθαρὸν ἔσται 13:59 οὑ̃τος ὁ νόμος ἁφη̃ς λέπρας ἱματίου ἐρεου̃ ἢ στιππυίνου ἢ στήμονος ἢ κρόκης ἢ παντὸς σκεύους δερματίνου εἰς τὸ καθαρίσαι αὐτὸ ἢ μια̃ναι αὐτό 14:1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων 14:2 οὑ̃τος ὁ νόμος του̃ λεπρου̃ ἡ̨̃ ἂν ἡμέρα̨ καθαρισθη̨̃ καὶ προσαχθήσεται πρὸς τὸν ἱερέα 14:3 καὶ ἐξελεύσεται ὁ ἱερεὺς ἔξω τη̃ς παρεμβολη̃ς καὶ ὄψεται ὁ ἱερεὺς καὶ ἰδοὺ ἰα̃ται ἡ ἁφὴ τη̃ς λέπρας ἀπὸ του̃ λεπρου̃ 14:4 καὶ προστάξει ὁ ἱερεὺς καὶ λήμψονται τω̨̃ κεκαθαρισμένω̨ δύο ὀρνίθια ζω̃ντα καθαρὰ καὶ ξύλον κέδρινον καὶ κεκλωσμένον κόκκινον καὶ ὕσσωπον 14:5 καὶ προστάξει ὁ ἱερεὺς καὶ σφάξουσιν τὸ ὀρνίθιον τὸ ἓν εἰς ἀγγει̃ον ὀστράκινον ἐφ' ὕδατι ζω̃ντι 14:6 καὶ τὸ ὀρνίθιον τὸ ζω̃ν λήμψεται αὐτὸ καὶ τὸ ξύλον τὸ κέδρινον καὶ τὸ κλωστὸν κόκκινον καὶ τὸν ὕσσωπον καὶ βάψει αὐτὰ καὶ τὸ ὀρνίθιον τὸ ζω̃ν εἰς τὸ αἱ̃μα του̃ ὀρνιθίου του̃ σφαγέντος ἐφ' ὕδατι ζω̃ντι 14:7 καὶ περιρρανει̃ ἐπὶ τὸν καθαρισθέντα ἀπὸ τη̃ς λέπρας ἑπτάκις καὶ καθαρὸς ἔσται καὶ ἐξαποστελει̃ τὸ ὀρνίθιον τὸ ζω̃ν εἰς τὸ πεδίον 14:8 καὶ πλυνει̃ ὁ καθαρισθεὶς τὰ ἱμάτια αὐτου̃ καὶ ξυρηθήσεται αὐτου̃ πα̃σαν τὴν τρίχα καὶ λούσεται ἐν ὕδατι καὶ καθαρὸς ἔσται καὶ μετὰ ταυ̃τα εἰσελεύσεται εἰς τὴν παρεμβολὴν καὶ διατρίψει ἔξω του̃ οἴκου αὐτου̃ ἑπτὰ ἡμέρας 14:9 καὶ ἔσται τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ ξυρηθήσεται πα̃σαν τὴν τρίχα αὐτου̃ τὴν κεφαλὴν αὐτου̃ καὶ τὸν πώγωνα καὶ τὰς ὀφρύας καὶ πα̃σαν τὴν τρίχα αὐτου̃ ξυρηθήσεται καὶ πλυνει̃ τὰ ἱμάτια καὶ λούσεται τὸ σω̃μα αὐτου̃ ὕδατι καὶ καθαρὸς ἔσται 14:10 καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ ὀγδόη̨ λήμψεται δύο ἀμνοὺς ἐνιαυσίους ἀμώμους καὶ πρόβατον ἐνιαύσιον ἄμωμον καὶ τρία δέκατα σεμιδάλεως εἰς θυσίαν πεφυραμένης ἐν ἐλαίω̨ καὶ κοτύλην ἐλαίου μίαν 14:11 καὶ στήσει ὁ ἱερεὺς ὁ καθαρίζων τὸν ἄνθρωπον τὸν καθαριζόμενον καὶ ταυ̃τα ἔναντι κυρίου ἐπὶ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου 14:12 καὶ λήμψεται ὁ ἱερεὺς τὸν ἀμνὸν τὸν ἕνα καὶ προσάξει αὐτὸν τη̃ς πλημμελείας καὶ τὴν κοτύλην του̃ ἐλαίου καὶ ἀφοριει̃ αὐτὸ ἀφόρισμα ἔναντι κυρίου 14:13 καὶ σφάξουσιν τὸν ἀμνὸν ἐν τόπω̨ οὑ̃ σφάζουσιν τὰ ὁλοκαυτώματα καὶ τὰ περὶ ἁμαρτίας ἐν τόπω̨ ἁγίω̨ ἔστιν γὰρ τὸ περὶ ἁμαρτίας ὥσπερ τὸ τη̃ς πλημμελείας ἔστιν τω̨̃ ἱερει̃ ἅγια ἁγίων ἐστίν 14:14 καὶ λήμψεται ὁ ἱερεὺς ἀπὸ του̃ αἵματος του̃ τη̃ς πλημμελείας καὶ ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὸν λοβὸν του̃ ὠτὸς του̃ καθαριζομένου του̃ δεξιου̃ καὶ ἐπὶ τὸ ἄκρον τη̃ς χειρὸς τη̃ς δεξια̃ς καὶ ἐπὶ τὸ ἄκρον του̃ ποδὸς του̃ δεξιου̃ 14:15 καὶ λαβὼν ὁ ἱερεὺς ἀπὸ τη̃ς κοτύλης του̃ ἐλαίου ἐπιχεει̃ ἐπὶ τὴν χει̃ρα του̃ ἱερέως τὴν ἀριστερὰν 14:16 καὶ βάψει τὸν δάκτυλον τὸν δεξιὸν ἀπὸ του̃ ἐλαίου του̃ ὄντος ἐπὶ τη̃ς χειρὸς τη̃ς ἀριστερα̃ς καὶ ῥανει̃ ἑπτάκις τω̨̃ δακτύλω̨ ἔναντι κυρίου 14:17 τὸ δὲ καταλειφθὲν ἔλαιον τὸ ὂν ἐν τη̨̃ χειρὶ ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὸν λοβὸν του̃ ὠτὸς του̃ καθαριζομένου του̃ δεξιου̃ καὶ ἐπὶ τὸ ἄκρον τη̃ς χειρὸς τη̃ς δεξια̃ς καὶ ἐπὶ τὸ ἄκρον του̃ ποδὸς του̃ δεξιου̃ ἐπὶ τὸν τόπον του̃ αἵματος του̃ τη̃ς πλημμελείας 14:18 τὸ δὲ καταλειφθὲν ἔλαιον τὸ ἐπὶ τη̃ς χειρὸς του̃ ἱερέως ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὴν κεφαλὴν του̃ καθαρισθέντος καὶ ἐξιλάσεται περὶ αὐτου̃ ὁ ἱερεὺς ἔναντι κυρίου 14:19 καὶ ποιήσει ὁ ἱερεὺς τὸ περὶ τη̃ς ἁμαρτίας καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ του̃ ἀκαθάρτου του̃ καθαριζομένου ἀπὸ τη̃ς ἁμαρτίας αὐτου̃ καὶ μετὰ του̃το σφάξει ὁ ἱερεὺς τὸ ὁλοκαύτωμα 14:20 καὶ ἀνοίσει ὁ ἱερεὺς τὸ ὁλοκαύτωμα καὶ τὴν θυσίαν ἐπὶ τὸ θυσιαστήριον ἔναντι κυρίου καὶ ἐξιλάσεται περὶ αὐτου̃ ὁ ἱερεύς καὶ καθαρισθήσεται 14:21 ἐὰν δὲ πένηται καὶ ἡ χεὶρ αὐτου̃ μὴ εὑρίσκη̨ λήμψεται ἀμνὸν ἕνα εἰς ὃ ἐπλημμέλησεν εἰς ἀφαίρεμα ὥστε ἐξιλάσασθαι περὶ αὐτου̃ καὶ δέκατον σεμιδάλεως πεφυραμένης ἐν ἐλαίω̨ εἰς θυσίαν καὶ κοτύλην ἐλαίου μίαν 14:22 καὶ δύο τρυγόνας ἢ δύο νεοσσοὺς περιστερω̃ν ὅσα εὑ̃ρεν ἡ χεὶρ αὐτου̃ καὶ ἔσται ἡ μία περὶ ἁμαρτίας καὶ ἡ μία εἰς ὁλοκαύτωμα 14:23 καὶ προσοίσει αὐτὰ τη̨̃ ἡμέρα̨ τη̨̃ ὀγδόη̨ εἰς τὸ καθαρίσαι αὐτὸν πρὸς τὸν ἱερέα ἐπὶ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου ἔναντι κυρίου 14:24 καὶ λαβὼν ὁ ἱερεὺς τὸν ἀμνὸν τη̃ς πλημμελείας καὶ τὴν κοτύλην του̃ ἐλαίου ἐπιθήσει αὐτὰ ἐπίθεμα ἔναντι κυρίου 14:25 καὶ σφάξει τὸν ἀμνὸν τη̃ς πλημμελείας καὶ λήμψεται ὁ ἱερεὺς ἀπὸ του̃ αἵματος του̃ τη̃ς πλημμελείας καὶ ἐπιθήσει ἐπὶ τὸν λοβὸν του̃ ὠτὸς του̃ καθαριζομένου του̃ δεξιου̃ καὶ ἐπὶ τὸ ἄκρον τη̃ς χειρὸς τη̃ς δεξια̃ς καὶ ἐπὶ τὸ ἄκρον του̃ ποδὸς του̃ δεξιου̃ 14:26 καὶ ἀπὸ του̃ ἐλαίου ἐπιχεει̃ ὁ ἱερεὺς ἐπὶ τὴν χει̃ρα του̃ ἱερέως τὴν ἀριστεράν 14:27 καὶ ῥανει̃ ὁ ἱερεὺς τω̨̃ δακτύλω̨ τω̨̃ δεξιω̨̃ ἀπὸ του̃ ἐλαίου του̃ ἐν τη̨̃ χειρὶ αὐτου̃ τη̨̃ ἀριστερα̨̃ ἑπτάκις ἔναντι κυρίου 14:28 καὶ ἐπιθήσει ὁ ἱερεὺς ἀπὸ του̃ ἐλαίου του̃ ἐπὶ τη̃ς χειρὸς αὐτου̃ ἐπὶ τὸν λοβὸν του̃ ὠτὸς του̃ καθαριζομένου του̃ δεξιου̃ καὶ ἐπὶ τὸ ἄκρον τη̃ς χειρὸς αὐτου̃ τη̃ς δεξια̃ς καὶ ἐπὶ τὸ ἄκρον του̃ ποδὸς αὐτου̃ του̃ δεξιου̃ ἐπὶ τὸν τόπον του̃ αἵματος του̃ τη̃ς πλημμελείας 14:29 τὸ δὲ καταλειφθὲν ἀπὸ του̃ ἐλαίου τὸ ὂν ἐπὶ τη̃ς χειρὸς του̃ ἱερέως ἐπιθήσει ἐπὶ τὴν κεφαλὴν του̃ καθαρισθέντος καὶ ἐξιλάσεται περὶ αὐτου̃ ὁ ἱερεὺς ἔναντι κυρίου 14:30 καὶ ποιήσει μίαν τω̃ν τρυγόνων ἢ ἀπὸ τω̃ν νεοσσω̃ν τω̃ν περιστερω̃ν καθότι εὑ̃ρεν αὐτου̃ ἡ χείρ 14:31 τὴν μίαν περὶ ἁμαρτίας καὶ τὴν μίαν εἰς ὁλοκαύτωμα σὺν τη̨̃ θυσία̨ καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ του̃ καθαριζομένου ἔναντι κυρίου 14:32 οὑ̃τος ὁ νόμος ἐν ὡ̨̃ ἐστιν ἡ ἁφὴ τη̃ς λέπρας καὶ του̃ μὴ εὑρίσκοντος τη̨̃ χειρὶ εἰς τὸν καθαρισμὸν αὐτου̃ 14:33 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν καὶ Ααρων λέγων 14:34 ὡς ἂν εἰσέλθητε εἰς τὴν γη̃ν τω̃ν Χαναναίων ἣν ἐγὼ δίδωμι ὑμι̃ν ἐν κτήσει καὶ δώσω ἁφὴν λέπρας ἐν ται̃ς οἰκίαις τη̃ς γη̃ς τη̃ς ἐγκτήτου ὑμι̃ν 14:35 καὶ ἥξει τίνος αὐτου̃ ἡ οἰκία καὶ ἀναγγελει̃ τω̨̃ ἱερει̃ λέγων ὥσπερ ἁφὴ ἑώραταί μου ἐν τη̨̃ οἰκία̨ 14:36 καὶ προστάξει ὁ ἱερεὺς ἀποσκευάσαι τὴν οἰκίαν πρὸ του̃ εἰσελθόντα ἰδει̃ν τὸν ἱερέα τὴν ἁφὴν καὶ οὐ μὴ ἀκάθαρτα γένηται ὅσα ἐὰν ἠ̨̃ ἐν τη̨̃ οἰκία̨ καὶ μετὰ ταυ̃τα εἰσελεύσεται ὁ ἱερεὺς καταμαθει̃ν τὴν οἰκίαν 14:37 καὶ ὄψεται τὴν ἁφὴν ἐν τοι̃ς τοίχοις τη̃ς οἰκίας κοιλάδας χλωριζούσας ἢ πυρριζούσας καὶ ἡ ὄψις αὐτω̃ν ταπεινοτέρα τω̃ν τοίχων 14:38 καὶ ἐξελθὼν ὁ ἱερεὺς ἐκ τη̃ς οἰκίας ἐπὶ τὴν θύραν τη̃ς οἰκίας καὶ ἀφοριει̃ ὁ ἱερεὺς τὴν οἰκίαν ἑπτὰ ἡμέρας 14:39 καὶ ἐπανήξει ὁ ἱερεὺς τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ καὶ ὄψεται τὴν οἰκίαν καὶ ἰδοὺ οὐ διεχύθη ἡ ἁφὴ ἐν τοι̃ς τοίχοις τη̃ς οἰκίας 14:40 καὶ προστάξει ὁ ἱερεὺς καὶ ἐξελου̃σιν τοὺς λίθους ἐν οἱ̃ς ἐστιν ἡ ἁφή καὶ ἐκβαλου̃σιν αὐτοὺς ἔξω τη̃ς πόλεως εἰς τόπον ἀκάθαρτον 14:41 καὶ ἀποξύσουσιν τὴν οἰκίαν ἔσωθεν κύκλω̨ καὶ ἐκχεου̃σιν τὸν χου̃ν ἔξω τη̃ς πόλεως εἰς τόπον ἀκάθαρτον 14:42 καὶ λήμψονται λίθους ἀπεξυσμένους ἑτέρους καὶ ἀντιθήσουσιν ἀντὶ τω̃ν λίθων καὶ χου̃ν ἕτερον λήμψονται καὶ ἐξαλείψουσιν τὴν οἰκίαν 14:43 ἐὰν δὲ ἐπέλθη̨ πάλιν ἁφὴ καὶ ἀνατείλη̨ ἐν τη̨̃ οἰκία̨ μετὰ τὸ ἐξελει̃ν τοὺς λίθους καὶ μετὰ τὸ ἀποξυσθη̃ναι τὴν οἰκίαν καὶ μετὰ τὸ ἐξαλειφθη̃ναι 14:44 καὶ εἰσελεύσεται ὁ ἱερεὺς καὶ ὄψεται εἰ διακέχυται ἡ ἁφὴ ἐν τη̨̃ οἰκία̨ λέπρα ἔμμονός ἐστιν ἐν τη̨̃ οἰκία̨ ἀκάθαρτός ἐστιν 14:45 καὶ καθελου̃σιν τὴν οἰκίαν καὶ τὰ ξύλα αὐτη̃ς καὶ τοὺς λίθους αὐτη̃ς καὶ πάντα τὸν χου̃ν ἐξοίσουσιν ἔξω τη̃ς πόλεως εἰς τόπον ἀκάθαρτον 14:46 καὶ ὁ εἰσπορευόμενος εἰς τὴν οἰκίαν πάσας τὰς ἡμέρας ἃς ἀφωρισμένη ἐστίν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας 14:47 καὶ ὁ κοιμώμενος ἐν τη̨̃ οἰκία̨ πλυνει̃ τὰ ἱμάτια αὐτου̃ καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας καὶ ὁ ἔσθων ἐν τη̨̃ οἰκία̨ πλυνει̃ τὰ ἱμάτια αὐτου̃ καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας 14:48 ἐὰν δὲ παραγενόμενος εἰσέλθη̨ ὁ ἱερεὺς καὶ ἴδη̨ καὶ ἰδοὺ διαχύσει οὐ διαχει̃ται ἡ ἁφὴ ἐν τη̨̃ οἰκία̨ μετὰ τὸ ἐξαλειφθη̃ναι τὴν οἰκίαν καὶ καθαριει̃ ὁ ἱερεὺς τὴν οἰκίαν ὅτι ἰάθη ἡ ἁφή 14:49 καὶ λήμψεται ἀφαγνίσαι τὴν οἰκίαν δύο ὀρνίθια ζω̃ντα καθαρὰ καὶ ξύλον κέδρινον καὶ κεκλωσμένον κόκκινον καὶ ὕσσωπον 14:50 καὶ σφάξει τὸ ὀρνίθιον τὸ ἓν εἰς σκευ̃ος ὀστράκινον ἐφ' ὕδατι ζω̃ντι 14:51 καὶ λήμψεται τὸ ξύλον τὸ κέδρινον καὶ τὸ κεκλωσμένον κόκκινον καὶ τὸν ὕσσωπον καὶ τὸ ὀρνίθιον τὸ ζω̃ν καὶ βάψει αὐτὸ εἰς τὸ αἱ̃μα του̃ ὀρνιθίου του̃ ἐσφαγμένου ἐφ' ὕδατι ζω̃ντι καὶ περιρρανει̃ ἐν αὐτοι̃ς ἐπὶ τὴν οἰκίαν ἑπτάκις 14:52 καὶ ἀφαγνιει̃ τὴν οἰκίαν ἐν τω̨̃ αἵματι του̃ ὀρνιθίου καὶ ἐν τω̨̃ ὕδατι τω̨̃ ζω̃ντι καὶ ἐν τω̨̃ ὀρνιθίω̨ τω̨̃ ζω̃ντι καὶ ἐν τω̨̃ ξύλω̨ τω̨̃ κεδρίνω̨ καὶ ἐν τω̨̃ ὑσσώπω̨ καὶ ἐν τω̨̃ κεκλωσμένω̨ κοκκίνω̨ 14:53 καὶ ἐξαποστελει̃ τὸ ὀρνίθιον τὸ ζω̃ν ἔξω τη̃ς πόλεως εἰς τὸ πεδίον καὶ ἐξιλάσεται περὶ τη̃ς οἰκίας καὶ καθαρὰ ἔσται 14:54 οὑ̃τος ὁ νόμος κατὰ πα̃σαν ἁφὴν λέπρας καὶ θραύσματος 14:55 καὶ τη̃ς λέπρας ἱματίου καὶ οἰκίας 14:56 καὶ οὐλη̃ς καὶ σημασίας καὶ του̃ αὐγάζοντος 14:57 καὶ του̃ ἐξηγήσασθαι ἡ̨̃ ἡμέρα̨ ἀκάθαρτον καὶ ἡ̨̃ ἡμέρα̨ καθαρισθήσεται οὑ̃τος ὁ νόμος τη̃ς λέπρας 15:1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν καὶ Ααρων λέγων 15:2 λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἐρει̃ς αὐτοι̃ς ἀνδρὶ ἀνδρί ὡ̨̃ ἐὰν γένηται ῥύσις ἐκ του̃ σώματος αὐτου̃ ἡ ῥύσις αὐτου̃ ἀκάθαρτός ἐστιν 15:3 καὶ οὑ̃τος ὁ νόμος τη̃ς ἀκαθαρσίας αὐτου̃ ῥέων γόνον ἐκ σώματος αὐτου̃ ἐκ τη̃ς ῥύσεως ἡ̃ς συνέστηκεν τὸ σω̃μα αὐτου̃ διὰ τη̃ς ῥύσεως αὕτη ἡ ἀκαθαρσία αὐτου̃ ἐν αὐτω̨̃ πα̃σαι αἱ ἡμέραι ῥύσεως σώματος αὐτου̃ ἡ̨̃ συνέστηκεν τὸ σω̃μα αὐτου̃ διὰ τη̃ς ῥύσεως ἀκαθαρσία αὐτου̃ ἐστιν 15:4 πα̃σα κοίτη ἐφ' ἡ̨̃ ἐὰν κοιμηθη̨̃ ἐπ' αὐτη̃ς ὁ γονορρυής ἀκάθαρτός ἐστιν καὶ πα̃ν σκευ̃ος ἐφ' ὃ ἐὰν καθίση̨ ἐπ' αὐτὸ ὁ γονορρυής ἀκάθαρτον ἔσται 15:5 καὶ ἄνθρωπος ὃς ἂν ἅψηται τη̃ς κοίτης αὐτου̃ πλυνει̃ τὰ ἱμάτια αὐτου̃ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας 15:6 καὶ ὁ καθήμενος ἐπὶ του̃ σκεύους ἐφ' ὃ ἐὰν καθίση̨ ὁ γονορρυής πλυνει̃ τὰ ἱμάτια αὐτου̃ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας 15:7 καὶ ὁ ἁπτόμενος του̃ χρωτὸς του̃ γονορρυου̃ς πλυνει̃ τὰ ἱμάτια καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας 15:8 ἐὰν δὲ προσσιελίση̨ ὁ γονορρυὴς ἐπὶ τὸν καθαρόν πλυνει̃ τὰ ἱμάτια καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας 15:9 καὶ πα̃ν ἐπίσαγμα ὄνου ἐφ' ὃ ἂν ἐπιβη̨̃ ἐπ' αὐτὸ ὁ γονορρυής ἀκάθαρτον ἔσται ἕως ἑσπέρας 15:10 καὶ πα̃ς ὁ ἁπτόμενος ὅσα ἐὰν ἠ̨̃ ὑποκάτω αὐτου̃ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας καὶ ὁ αἴρων αὐτὰ πλυνει̃ τὰ ἱμάτια αὐτου̃ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας 15:11 καὶ ὅσων ἐὰν ἅψηται ὁ γονορρυὴς καὶ τὰς χει̃ρας οὐ νένιπται πλυνει̃ τὰ ἱμάτια καὶ λούσεται τὸ σω̃μα ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας 15:12 καὶ σκευ̃ος ὀστράκινον οὑ̃ ἂν ἅψηται ὁ γονορρυής συντριβήσεται καὶ σκευ̃ος ξύλινον νιφήσεται ὕδατι καὶ καθαρὸν ἔσται 15:13 ἐὰν δὲ καθαρισθη̨̃ ὁ γονορρυὴς ἐκ τη̃ς ῥύσεως αὐτου̃ καὶ ἐξαριθμήσεται αὐτω̨̃ ἑπτὰ ἡμέρας εἰς τὸν καθαρισμὸν καὶ πλυνει̃ τὰ ἱμάτια αὐτου̃ καὶ λούσεται τὸ σω̃μα ὕδατι καὶ καθαρὸς ἔσται 15:14 καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ ὀγδόη̨ λήμψεται ἑαυτω̨̃ δύο τρυγόνας ἢ δύο νεοσσοὺς περιστερω̃ν καὶ οἴσει αὐτὰ ἔναντι κυρίου ἐπὶ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ δώσει αὐτὰ τω̨̃ ἱερει̃ 15:15 καὶ ποιήσει αὐτὰ ὁ ἱερεύς μίαν περὶ ἁμαρτίας καὶ μίαν εἰς ὁλοκαύτωμα καὶ ἐξιλάσεται περὶ αὐτου̃ ὁ ἱερεὺς ἔναντι κυρίου ἀπὸ τη̃ς ῥύσεως αὐτου̃ 15:16 καὶ ἄνθρωπος ὡ̨̃ ἐὰν ἐξέλθη̨ ἐξ αὐτου̃ κοίτη σπέρματος καὶ λούσεται ὕδατι πα̃ν τὸ σω̃μα αὐτου̃ καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας 15:17 καὶ πα̃ν ἱμάτιον καὶ πα̃ν δέρμα ἐφ' ὃ ἐὰν ἠ̨̃ ἐπ' αὐτὸ κοίτη σπέρματος καὶ πλυθήσεται ὕδατι καὶ ἀκάθαρτον ἔσται ἕως ἑσπέρας 15:18 καὶ γυνή ἐὰν κοιμηθη̨̃ ἀνὴρ μετ' αὐτη̃ς κοίτην σπέρματος καὶ λούσονται ὕδατι καὶ ἀκάθαρτοι ἔσονται ἕως ἑσπέρας 15:19 καὶ γυνή ἥτις ἐὰν ἠ̨̃ ῥέουσα αἵματι ἔσται ἡ ῥύσις αὐτη̃ς ἐν τω̨̃ σώματι αὐτη̃ς ἑπτὰ ἡμέρας ἔσται ἐν τη̨̃ ἀφέδρω̨ αὐτη̃ς πα̃ς ὁ ἁπτόμενος αὐτη̃ς ἀκάθαρτος ἔσται ἕως ἑσπέρας 15:20 καὶ πα̃ν ἐφ' ὃ ἂν κοιτάζηται ἐπ' αὐτὸ ἐν τη̨̃ ἀφέδρω̨ αὐτη̃ς ἀκάθαρτον ἔσται καὶ πα̃ν ἐφ' ὃ ἂν ἐπικαθίση̨ ἐπ' αὐτό ἀκάθαρτον ἔσται 15:21 καὶ πα̃ς ὃς ἐὰν ἅψηται τη̃ς κοίτης αὐτη̃ς πλυνει̃ τὰ ἱμάτια αὐτου̃ καὶ λούσεται τὸ σω̃μα αὐτου̃ ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας 15:22 καὶ πα̃ς ὁ ἁπτόμενος παντὸς σκεύους οὑ̃ ἐὰν καθίση̨ ἐπ' αὐτό πλυνει̃ τὰ ἱμάτια αὐτου̃ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας 15:23 ἐὰν δὲ ἐν τη̨̃ κοίτη̨ αὐτη̃ς οὔσης ἢ ἐπὶ του̃ σκεύους οὑ̃ ἐὰν καθίση̨ ἐπ' αὐτω̨̃ ἐν τω̨̃ ἅπτεσθαι αὐτὸν αὐτη̃ς ἀκάθαρτος ἔσται ἕως ἑσπέρας 15:24 ἐὰν δὲ κοίτη̨ τις κοιμηθη̨̃ μετ' αὐτη̃ς καὶ γένηται ἡ ἀκαθαρσία αὐτη̃ς ἐπ' αὐτω̨̃ καὶ ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας καὶ πα̃σα κοίτη ἐφ' ἡ̨̃ ἂν κοιμηθη̨̃ ἐπ' αὐτη̃ς ἀκάθαρτος ἔσται 15:25 καὶ γυνή ἐὰν ῥέη̨ ῥύσει αἵματος ἡμέρας πλείους οὐκ ἐν καιρω̨̃ τη̃ς ἀφέδρου αὐτη̃ς ἐὰν καὶ ῥέη̨ μετὰ τὴν ἄφεδρον αὐτη̃ς πα̃σαι αἱ ἡμέραι ῥύσεως ἀκαθαρσίας αὐτη̃ς καθάπερ αἱ ἡμέραι τη̃ς ἀφέδρου ἀκάθαρτος ἔσται 15:26 καὶ πα̃σαν κοίτην ἐφ' ἣν ἂν κοιμηθη̨̃ ἐπ' αὐτη̃ς πάσας τὰς ἡμέρας τη̃ς ῥύσεως κατὰ τὴν κοίτην τη̃ς ἀφέδρου ἔσται αὐτη̨̃ καὶ πα̃ν σκευ̃ος ἐφ' ὃ ἐὰν καθίση̨ ἐπ' αὐτό ἀκάθαρτον ἔσται κατὰ τὴν ἀκαθαρσίαν τη̃ς ἀφέδρου 15:27 πα̃ς ὁ ἁπτόμενος αὐτη̃ς ἀκάθαρτος ἔσται καὶ πλυνει̃ τὰ ἱμάτια καὶ λούσεται τὸ σω̃μα ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας 15:28 ἐὰν δὲ καθαρισθη̨̃ ἀπὸ τη̃ς ῥύσεως καὶ ἐξαριθμήσεται αὐτη̨̃ ἑπτὰ ἡμέρας καὶ μετὰ ταυ̃τα καθαρισθήσεται 15:29 καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ ὀγδόη̨ λήμψεται αὐτη̨̃ δύο τρυγόνας ἢ δύο νεοσσοὺς περιστερω̃ν καὶ οἴσει αὐτὰ πρὸς τὸν ἱερέα ἐπὶ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου 15:30 καὶ ποιήσει ὁ ἱερεὺς τὴν μίαν περὶ ἁμαρτίας καὶ τὴν μίαν εἰς ὁλοκαύτωμα καὶ ἐξιλάσεται περὶ αὐτη̃ς ὁ ἱερεὺς ἔναντι κυρίου ἀπὸ ῥύσεως ἀκαθαρσίας αὐτη̃ς 15:31 καὶ εὐλαβει̃ς ποιήσετε τοὺς υἱοὺς Ισραηλ ἀπὸ τω̃ν ἀκαθαρσιω̃ν αὐτω̃ν καὶ οὐκ ἀποθανου̃νται διὰ τὴν ἀκαθαρσίαν αὐτω̃ν ἐν τω̨̃ μιαίνειν αὐτοὺς τὴν σκηνήν μου τὴν ἐν αὐτοι̃ς 15:32 οὑ̃τος ὁ νόμος του̃ γονορρυου̃ς καὶ ἐάν τινι ἐξέλθη̨ ἐξ αὐτου̃ κοίτη σπέρματος ὥστε μιανθη̃ναι ἐν αὐτη̨̃ 15:33 καὶ τη̨̃ αἱμορροούση̨ ἐν τη̨̃ ἀφέδρω̨ αὐτη̃ς καὶ ὁ γονορρυὴς ἐν τη̨̃ ῥύσει αὐτου̃ τω̨̃ ἄρσενι ἢ τη̨̃ θηλεία̨ καὶ τω̨̃ ἀνδρί ὃς ἂν κοιμηθη̨̃ μετὰ ἀποκαθημένης 16:1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν μετὰ τὸ τελευτη̃σαι τοὺς δύο υἱοὺς Ααρων ἐν τω̨̃ προσάγειν αὐτοὺς πυ̃ρ ἀλλότριον ἔναντι κυρίου καὶ ἐτελεύτησαν 16:2 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν λάλησον πρὸς Ααρων τὸν ἀδελφόν σου καὶ μὴ εἰσπορευέσθω πα̃σαν ὥραν εἰς τὸ ἅγιον ἐσώτερον του̃ καταπετάσματος εἰς πρόσωπον του̃ ἱλαστηρίου ὅ ἐστιν ἐπὶ τη̃ς κιβωτου̃ του̃ μαρτυρίου καὶ οὐκ ἀποθανει̃ται ἐν γὰρ νεφέλη̨ ὀφθήσομαι ἐπὶ του̃ ἱλαστηρίου 16:3 οὕτως εἰσελεύσεται Ααρων εἰς τὸ ἅγιον ἐν μόσχω̨ ἐκ βοω̃ν περὶ ἁμαρτίας καὶ κριὸν εἰς ὁλοκαύτωμα 16:4 καὶ χιτω̃να λινου̃ν ἡγιασμένον ἐνδύσεται καὶ περισκελὲς λινου̃ν ἔσται ἐπὶ του̃ χρωτὸς αὐτου̃ καὶ ζώνη̨ λινη̨̃ ζώσεται καὶ κίδαριν λινη̃ν περιθήσεται ἱμάτια ἅγιά ἐστιν καὶ λούσεται ὕδατι πα̃ν τὸ σω̃μα αὐτου̃ καὶ ἐνδύσεται αὐτά 16:5 καὶ παρὰ τη̃ς συναγωγη̃ς τω̃ν υἱω̃ν Ισραηλ λήμψεται δύο χιμάρους ἐξ αἰγω̃ν περὶ ἁμαρτίας καὶ κριὸν ἕνα εἰς ὁλοκαύτωμα 16:6 καὶ προσάξει Ααρων τὸν μόσχον τὸν περὶ τη̃ς ἁμαρτίας αὐτου̃ καὶ ἐξιλάσεται περὶ αὐτου̃ καὶ του̃ οἴκου αὐτου̃ 16:7 καὶ λήμψεται τοὺς δύο χιμάρους καὶ στήσει αὐτοὺς ἔναντι κυρίου παρὰ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου 16:8 καὶ ἐπιθήσει Ααρων ἐπὶ τοὺς δύο χιμάρους κλη̃ρον ἕνα τω̨̃ κυρίω̨ καὶ κλη̃ρον ἕνα τω̨̃ ἀποπομπαίω̨ 16:9 καὶ προσάξει Ααρων τὸν χίμαρον ἐφ' ὃν ἐπη̃λθεν ἐπ' αὐτὸν ὁ κλη̃ρος τω̨̃ κυρίω̨ καὶ προσοίσει περὶ ἁμαρτίας 16:10 καὶ τὸν χίμαρον ἐφ' ὃν ἐπη̃λθεν ἐπ' αὐτὸν ὁ κλη̃ρος του̃ ἀποπομπαίου στήσει αὐτὸν ζω̃ντα ἔναντι κυρίου του̃ ἐξιλάσασθαι ἐπ' αὐτου̃ ὥστε ἀποστει̃λαι αὐτὸν εἰς τὴν ἀποπομπήν ἀφήσει αὐτὸν εἰς τὴν ἔρημον 16:11 καὶ προσάξει Ααρων τὸν μόσχον τὸν περὶ τη̃ς ἁμαρτίας τὸν αὐτου̃ καὶ του̃ οἴκου αὐτου̃ μόνον καὶ ἐξιλάσεται περὶ αὐτου̃ καὶ του̃ οἴκου αὐτου̃ καὶ σφάξει τὸν μόσχον τὸν περὶ τη̃ς ἁμαρτίας τὸν αὐτου̃ 16:12 καὶ λήμψεται τὸ πυρει̃ον πλη̃ρες ἀνθράκων πυρὸς ἀπὸ του̃ θυσιαστηρίου του̃ ἀπέναντι κυρίου καὶ πλήσει τὰς χει̃ρας θυμιάματος συνθέσεως λεπτη̃ς καὶ εἰσοίσει ἐσώτερον του̃ καταπετάσματος 16:13 καὶ ἐπιθήσει τὸ θυμίαμα ἐπὶ τὸ πυ̃ρ ἔναντι κυρίου καὶ καλύψει ἡ ἀτμὶς του̃ θυμιάματος τὸ ἱλαστήριον τὸ ἐπὶ τω̃ν μαρτυρίων καὶ οὐκ ἀποθανει̃ται 16:14 καὶ λήμψεται ἀπὸ του̃ αἵματος του̃ μόσχου καὶ ῥανει̃ τω̨̃ δακτύλω̨ ἐπὶ τὸ ἱλαστήριον κατὰ ἀνατολάς κατὰ πρόσωπον του̃ ἱλαστηρίου ῥανει̃ ἑπτάκις ἀπὸ του̃ αἵματος τω̨̃ δακτύλω̨ 16:15 καὶ σφάξει τὸν χίμαρον τὸν περὶ τη̃ς ἁμαρτίας τὸν περὶ του̃ λαου̃ ἔναντι κυρίου καὶ εἰσοίσει ἀπὸ του̃ αἵματος αὐτου̃ ἐσώτερον του̃ καταπετάσματος καὶ ποιήσει τὸ αἱ̃μα αὐτου̃ ὃν τρόπον ἐποίησεν τὸ αἱ̃μα του̃ μόσχου καὶ ῥανει̃ τὸ αἱ̃μα αὐτου̃ ἐπὶ τὸ ἱλαστήριον κατὰ πρόσωπον του̃ ἱλαστηρίου 16:16 καὶ ἐξιλάσεται τὸ ἅγιον ἀπὸ τω̃ν ἀκαθαρσιω̃ν τω̃ν υἱω̃ν Ισραηλ καὶ ἀπὸ τω̃ν ἀδικημάτων αὐτω̃ν περὶ πασω̃ν τω̃ν ἁμαρτιω̃ν αὐτω̃ν καὶ οὕτω ποιήσει τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου τη̨̃ ἐκτισμένη̨ ἐν αὐτοι̃ς ἐν μέσω̨ τη̃ς ἀκαθαρσίας αὐτω̃ν 16:17 καὶ πα̃ς ἄνθρωπος οὐκ ἔσται ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου εἰσπορευομένου αὐτου̃ ἐξιλάσασθαι ἐν τω̨̃ ἁγίω̨ ἕως ἂν ἐξέλθη̨ καὶ ἐξιλάσεται περὶ αὐτου̃ καὶ του̃ οἴκου αὐτου̃ καὶ περὶ πάσης συναγωγη̃ς υἱω̃ν Ισραηλ 16:18 καὶ ἐξελεύσεται ἐπὶ τὸ θυσιαστήριον τὸ ὂν ἀπέναντι κυρίου καὶ ἐξιλάσεται ἐπ' αὐτου̃ καὶ λήμψεται ἀπὸ του̃ αἵματος του̃ μόσχου καὶ ἀπὸ του̃ αἵματος του̃ χιμάρου καὶ ἐπιθήσει ἐπὶ τὰ κέρατα του̃ θυσιαστηρίου κύκλω̨ 16:19 καὶ ῥανει̃ ἐπ' αὐτου̃ ἀπὸ του̃ αἵματος τω̨̃ δακτύλω̨ ἑπτάκις καὶ καθαριει̃ αὐτὸ καὶ ἁγιάσει αὐτὸ ἀπὸ τω̃ν ἀκαθαρσιω̃ν τω̃ν υἱω̃ν Ισραηλ 16:20 καὶ συντελέσει ἐξιλασκόμενος τὸ ἅγιον καὶ τὴν σκηνὴν του̃ μαρτυρίου καὶ τὸ θυσιαστήριον καὶ περὶ τω̃ν ἱερέων καθαριει̃ καὶ προσάξει τὸν χίμαρον τὸν ζω̃ντα 16:21 καὶ ἐπιθήσει Ααρων τὰς χει̃ρας αὐτου̃ ἐπὶ τὴν κεφαλὴν του̃ χιμάρου του̃ ζω̃ντος καὶ ἐξαγορεύσει ἐπ' αὐτου̃ πάσας τὰς ἀνομίας τω̃ν υἱω̃ν Ισραηλ καὶ πάσας τὰς ἀδικίας αὐτω̃ν καὶ πάσας τὰς ἁμαρτίας αὐτω̃ν καὶ ἐπιθήσει αὐτὰς ἐπὶ τὴν κεφαλὴν του̃ χιμάρου του̃ ζω̃ντος καὶ ἐξαποστελει̃ ἐν χειρὶ ἀνθρώπου ἑτοίμου εἰς τὴν ἔρημον 16:22 καὶ λήμψεται ὁ χίμαρος ἐφ' ἑαυτω̨̃ τὰς ἀδικίας αὐτω̃ν εἰς γη̃ν ἄβατον καὶ ἐξαποστελει̃ τὸν χίμαρον εἰς τὴν ἔρημον 16:23 καὶ εἰσελεύσεται Ααρων εἰς τὴν σκηνὴν του̃ μαρτυρίου καὶ ἐκδύσεται τὴν στολὴν τὴν λινη̃ν ἣν ἐνεδεδύκει εἰσπορευομένου αὐτου̃ εἰς τὸ ἅγιον καὶ ἀποθήσει αὐτὴν ἐκει̃ 16:24 καὶ λούσεται τὸ σω̃μα αὐτου̃ ὕδατι ἐν τόπω̨ ἁγίω̨ καὶ ἐνδύσεται τὴν στολὴν αὐτου̃ καὶ ἐξελθὼν ποιήσει τὸ ὁλοκάρπωμα αὐτου̃ καὶ τὸ ὁλοκάρπωμα του̃ λαου̃ καὶ ἐξιλάσεται περὶ αὐτου̃ καὶ περὶ του̃ οἴκου αὐτου̃ καὶ περὶ του̃ λαου̃ ὡς περὶ τω̃ν ἱερέων 16:25 καὶ τὸ στέαρ τὸ περὶ τω̃ν ἁμαρτιω̃ν ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον 16:26 καὶ ὁ ἐξαποστέλλων τὸν χίμαρον τὸν διεσταλμένον εἰς ἄφεσιν πλυνει̃ τὰ ἱμάτια καὶ λούσεται τὸ σω̃μα αὐτου̃ ὕδατι καὶ μετὰ ταυ̃τα εἰσελεύσεται εἰς τὴν παρεμβολήν 16:27 καὶ τὸν μόσχον τὸν περὶ τη̃ς ἁμαρτίας καὶ τὸν χίμαρον τὸν περὶ τη̃ς ἁμαρτίας ὡ̃ν τὸ αἱ̃μα εἰσηνέχθη ἐξιλάσασθαι ἐν τω̨̃ ἁγίω̨ ἐξοίσουσιν αὐτὰ ἔξω τη̃ς παρεμβολη̃ς καὶ κατακαύσουσιν αὐτὰ ἐν πυρί καὶ τὰ δέρματα αὐτω̃ν καὶ τὰ κρέα αὐτω̃ν καὶ τὴν κόπρον αὐτω̃ν 16:28 ὁ δὲ κατακαίων αὐτὰ πλυνει̃ τὰ ἱμάτια καὶ λούσεται τὸ σω̃μα αὐτου̃ ὕδατι καὶ μετὰ ταυ̃τα εἰσελεύσεται εἰς τὴν παρεμβολήν 16:29 καὶ ἔσται του̃το ὑμι̃ν νόμιμον αἰώνιον ἐν τω̨̃ μηνὶ τω̨̃ ἑβδόμω̨ δεκάτη̨ του̃ μηνὸς ταπεινώσατε τὰς ψυχὰς ὑμω̃ν καὶ πα̃ν ἔργον οὐ ποιήσετε ὁ αὐτόχθων καὶ ὁ προσήλυτος ὁ προσκείμενος ἐν ὑμι̃ν 16:30 ἐν γὰρ τη̨̃ ἡμέρα̨ ταύτη̨ ἐξιλάσεται περὶ ὑμω̃ν καθαρίσαι ὑμα̃ς ἀπὸ πασω̃ν τω̃ν ἁμαρτιω̃ν ὑμω̃ν ἔναντι κυρίου καὶ καθαρισθήσεσθε 16:31 σάββατα σαββάτων ἀνάπαυσις αὕτη ἔσται ὑμι̃ν καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμω̃ν νόμιμον αἰώνιον 16:32 ἐξιλάσεται ὁ ἱερεύς ὃν ἂν χρίσωσιν αὐτὸν καὶ ὃν ἂν τελειώσουσιν τὰς χει̃ρας αὐτου̃ ἱερατεύειν μετὰ τὸν πατέρα αὐτου̃ καὶ ἐνδύσεται τὴν στολὴν τὴν λινη̃ν στολὴν ἁγίαν 16:33 καὶ ἐξιλάσεται τὸ ἅγιον του̃ ἁγίου καὶ τὴν σκηνὴν του̃ μαρτυρίου καὶ τὸ θυσιαστήριον ἐξιλάσεται καὶ περὶ τω̃ν ἱερέων καὶ περὶ πάσης συναγωγη̃ς ἐξιλάσεται 16:34 καὶ ἔσται του̃το ὑμι̃ν νόμιμον αἰώνιον ἐξιλάσκεσθαι περὶ τω̃ν υἱω̃ν Ισραηλ ἀπὸ πασω̃ν τω̃ν ἁμαρτιω̃ν αὐτω̃ν ἅπαξ του̃ ἐνιαυτου̃ ποιηθήσεται καθάπερ συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ 17:1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων 17:2 λάλησον πρὸς Ααρων καὶ πρὸς τοὺς υἱοὺς αὐτου̃ καὶ πρὸς πάντας υἱοὺς Ισραηλ καὶ ἐρει̃ς πρὸς αὐτούς του̃το τὸ ῥη̃μα ὃ ἐνετείλατο κύριος λέγων 17:3 ἄνθρωπος ἄνθρωπος τω̃ν υἱω̃ν Ισραηλ ἢ τω̃ν προσηλύτων τω̃ν προσκειμένων ἐν ὑμι̃ν ὃς ἂν σφάξη̨ μόσχον ἢ πρόβατον ἢ αἰ̃γα ἐν τη̨̃ παρεμβολη̨̃ καὶ ὃς ἂν σφάξη̨ ἔξω τη̃ς παρεμβολη̃ς 17:4 καὶ ἐπὶ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου μὴ ἐνέγκη̨ ὥστε ποιη̃σαι αὐτὸ εἰς ὁλοκαύτωμα ἢ σωτήριον κυρίω̨ δεκτὸν εἰς ὀσμὴν εὐωδίας καὶ ὃς ἂν σφάξη̨ ἔξω καὶ ἐπὶ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου μὴ ἐνέγκη̨ αὐτὸ ὥστε μὴ προσενέγκαι δω̃ρον κυρίω̨ ἀπέναντι τη̃ς σκηνη̃ς κυρίου καὶ λογισθήσεται τω̨̃ ἀνθρώπω̨ ἐκείνω̨ αἱ̃μα αἱ̃μα ἐξέχεεν ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ του̃ λαου̃ αὐτη̃ς 17:5 ὅπως ἀναφέρωσιν οἱ υἱοὶ Ισραηλ τὰς θυσίας αὐτω̃ν ὅσας ἂν αὐτοὶ σφάξουσιν ἐν τοι̃ς πεδίοις καὶ οἴσουσιν τω̨̃ κυρίω̨ ἐπὶ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου πρὸς τὸν ἱερέα καὶ θύσουσιν θυσίαν σωτηρίου τω̨̃ κυρίω̨ αὐτά 17:6 καὶ προσχεει̃ ὁ ἱερεὺς τὸ αἱ̃μα ἐπὶ τὸ θυσιαστήριον κύκλω̨ ἀπέναντι κυρίου παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ ἀνοίσει τὸ στέαρ εἰς ὀσμὴν εὐωδίας κυρίω̨ 17:7 καὶ οὐ θύσουσιν ἔτι τὰς θυσίας αὐτω̃ν τοι̃ς ματαίοις οἱ̃ς αὐτοὶ ἐκπορνεύουσιν ὀπίσω αὐτω̃ν νόμιμον αἰώνιον ἔσται ὑμι̃ν εἰς τὰς γενεὰς ὑμω̃ν 17:8 καὶ ἐρει̃ς πρὸς αὐτούς ἄνθρωπος ἄνθρωπος τω̃ν υἱω̃ν Ισραηλ καὶ ἀπὸ τω̃ν υἱω̃ν τω̃ν προσηλύτων τω̃ν προσκειμένων ἐν ὑμι̃ν ὃς ἂν ποιήση̨ ὁλοκαύτωμα ἢ θυσίαν 17:9 καὶ ἐπὶ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου μὴ ἐνέγκη̨ ποιη̃σαι αὐτὸ τω̨̃ κυρίω̨ ἐξολεθρευθήσεται ὁ ἄνθρωπος ἐκει̃νος ἐκ του̃ λαου̃ αὐτου̃ 17:10 καὶ ἄνθρωπος ἄνθρωπος τω̃ν υἱω̃ν Ισραηλ ἢ τω̃ν προσηλύτων τω̃ν προσκειμένων ἐν ὑμι̃ν ὃς ἂν φάγη̨ πα̃ν αἱ̃μα καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὴν ψυχὴν τὴν ἔσθουσαν τὸ αἱ̃μα καὶ ἀπολω̃ αὐτὴν ἐκ του̃ λαου̃ αὐτη̃ς 17:11 ἡ γὰρ ψυχὴ πάσης σαρκὸς αἱ̃μα αὐτου̃ ἐστιν καὶ ἐγὼ δέδωκα αὐτὸ ὑμι̃ν ἐπὶ του̃ θυσιαστηρίου ἐξιλάσκεσθαι περὶ τω̃ν ψυχω̃ν ὑμω̃ν τὸ γὰρ αἱ̃μα αὐτου̃ ἀντὶ τη̃ς ψυχη̃ς ἐξιλάσεται 17:12 διὰ του̃το εἴρηκα τοι̃ς υἱοι̃ς Ισραηλ πα̃σα ψυχὴ ἐξ ὑμω̃ν οὐ φάγεται αἱ̃μα καὶ ὁ προσήλυτος ὁ προσκείμενος ἐν ὑμι̃ν οὐ φάγεται αἱ̃μα 17:13 καὶ ἄνθρωπος ἄνθρωπος τω̃ν υἱω̃ν Ισραηλ καὶ τω̃ν προσηλύτων τω̃ν προσκειμένων ἐν ὑμι̃ν ὃς ἂν θηρεύση̨ θήρευμα θηρίον ἢ πετεινόν ὃ ἔσθεται καὶ ἐκχεει̃ τὸ αἱ̃μα καὶ καλύψει αὐτὸ τη̨̃ γη̨̃ 17:14 ἡ γὰρ ψυχὴ πάσης σαρκὸς αἱ̃μα αὐτου̃ ἐστιν καὶ εἰ̃πα τοι̃ς υἱοι̃ς Ισραηλ αἱ̃μα πάσης σαρκὸς οὐ φάγεσθε ὅτι ἡ ψυχὴ πάσης σαρκὸς αἱ̃μα αὐτου̃ ἐστιν πα̃ς ὁ ἔσθων αὐτὸ ἐξολεθρευθήσεται 17:15 καὶ πα̃σα ψυχή ἥτις φάγεται θνησιμαι̃ον ἢ θηριάλωτον ἐν τοι̃ς αὐτόχθοσιν ἢ ἐν τοι̃ς προσηλύτοις πλυνει̃ τὰ ἱμάτια αὐτου̃ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας καὶ καθαρὸς ἔσται 17:16 ἐὰν δὲ μὴ πλύνη̨ τὰ ἱμάτια καὶ τὸ σω̃μα μὴ λούσηται ὕδατι καὶ λήμψεται ἀνόμημα αὐτου̃ 18:1 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν λέγων 18:2 λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἐρει̃ς πρὸς αὐτούς ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν 18:3 κατὰ τὰ ἐπιτηδεύματα γη̃ς Αἰγύπτου ἐν ἡ̨̃ κατω̨κήσατε ἐπ' αὐτη̨̃ οὐ ποιήσετε καὶ κατὰ τὰ ἐπιτηδεύματα γη̃ς Χανααν εἰς ἣν ἐγὼ εἰσάγω ὑμα̃ς ἐκει̃ οὐ ποιήσετε καὶ τοι̃ς νομίμοις αὐτω̃ν οὐ πορεύσεσθε 18:4 τὰ κρίματά μου ποιήσετε καὶ τὰ προστάγματά μου φυλάξεσθε πορεύεσθαι ἐν αὐτοι̃ς ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν 18:5 καὶ φυλάξεσθε πάντα τὰ προστάγματά μου καὶ πάντα τὰ κρίματά μου καὶ ποιήσετε αὐτά ἃ ποιήσας ἄνθρωπος ζήσεται ἐν αὐτοι̃ς ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν 18:6 ἄνθρωπος ἄνθρωπος πρὸς πάντα οἰκει̃α σαρκὸς αὐτου̃ οὐ προσελεύσεται ἀποκαλύψαι ἀσχημοσύνην ἐγὼ κύριος 18:7 ἀσχημοσύνην πατρός σου καὶ ἀσχημοσύνην μητρός σου οὐκ ἀποκαλύψεις μήτηρ γάρ σού ἐστιν καὶ οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτη̃ς 18:8 ἀσχημοσύνην γυναικὸς πατρός σου οὐκ ἀποκαλύψεις ἀσχημοσύνη πατρός σού ἐστιν 18:9 ἀσχημοσύνην τη̃ς ἀδελφη̃ς σου ἐκ πατρός σου ἢ ἐκ μητρός σου ἐνδογενου̃ς ἢ γεγεννημένης ἔξω οὐκ ἀποκαλύψεις ἀσχημοσύνην αὐτη̃ς 18:10 ἀσχημοσύνην θυγατρὸς υἱου̃ σου ἢ θυγατρὸς θυγατρός σου οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτω̃ν ὅτι σὴ ἀσχημοσύνη ἐστίν 18:11 ἀσχημοσύνην θυγατρὸς γυναικὸς πατρός σου οὐκ ἀποκαλύψεις ὁμοπατρία ἀδελφή σού ἐστιν οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτη̃ς 18:12 ἀσχημοσύνην ἀδελφη̃ς πατρός σου οὐκ ἀποκαλύψεις οἰκεία γὰρ πατρός σού ἐστιν 18:13 ἀσχημοσύνην ἀδελφη̃ς μητρός σου οὐκ ἀποκαλύψεις οἰκεία γὰρ μητρός σού ἐστιν 18:14 ἀσχημοσύνην ἀδελφου̃ του̃ πατρός σου οὐκ ἀποκαλύψεις καὶ πρὸς τὴν γυναι̃κα αὐτου̃ οὐκ εἰσελεύση̨ συγγενὴς γάρ σού ἐστιν 18:15 ἀσχημοσύνην νύμφης σου οὐκ ἀποκαλύψεις γυνὴ γὰρ υἱου̃ σού ἐστιν οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτη̃ς 18:16 ἀσχημοσύνην γυναικὸς ἀδελφου̃ σου οὐκ ἀποκαλύψεις ἀσχημοσύνη ἀδελφου̃ σού ἐστιν 18:17 ἀσχημοσύνην γυναικὸς καὶ θυγατρὸς αὐτη̃ς οὐκ ἀποκαλύψεις τὴν θυγατέρα του̃ υἱου̃ αὐτη̃ς καὶ τὴν θυγατέρα τη̃ς θυγατρὸς αὐτη̃ς οὐ λήμψη̨ ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτω̃ν οἰκει̃αι γάρ σού εἰσιν ἀσέβημά ἐστιν 18:18 γυναι̃κα ἐπὶ ἀδελφη̨̃ αὐτη̃ς οὐ λήμψη̨ ἀντίζηλον ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτη̃ς ἐπ' αὐτη̨̃ ἔτι ζώσης αὐτη̃ς 18:19 καὶ πρὸς γυναι̃κα ἐν χωρισμω̨̃ ἀκαθαρσίας αὐτη̃ς οὐ προσελεύση̨ ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτη̃ς 18:20 καὶ πρὸς τὴν γυναι̃κα του̃ πλησίον σου οὐ δώσεις κοίτην σπέρματός σου ἐκμιανθη̃ναι πρὸς αὐτήν 18:21 καὶ ἀπὸ του̃ σπέρματός σου οὐ δώσεις λατρεύειν ἄρχοντι καὶ οὐ βεβηλώσεις τὸ ὄνομα τὸ ἅγιον ἐγὼ κύριος 18:22 καὶ μετὰ ἄρσενος οὐ κοιμηθήση̨ κοίτην γυναικός βδέλυγμα γάρ ἐστιν 18:23 καὶ πρὸς πα̃ν τετράπουν οὐ δώσεις τὴν κοίτην σου εἰς σπερματισμὸν ἐκμιανθη̃ναι πρὸς αὐτό καὶ γυνὴ οὐ στήσεται πρὸς πα̃ν τετράπουν βιβασθη̃ναι μυσερὸν γάρ ἐστιν 18:24 μὴ μιαίνεσθε ἐν πα̃σιν τούτοις ἐν πα̃σι γὰρ τούτοις ἐμιάνθησαν τὰ ἔθνη ἃ ἐγὼ ἐξαποστέλλω πρὸ προσώπου ὑμω̃ν 18:25 καὶ ἐμιάνθη ἡ γη̃ καὶ ἀνταπέδωκα ἀδικίαν αὐτοι̃ς δι' αὐτήν καὶ προσώχθισεν ἡ γη̃ τοι̃ς ἐγκαθημένοις ἐπ' αὐτη̃ς 18:26 καὶ φυλάξεσθε πάντα τὰ νόμιμά μου καὶ πάντα τὰ προστάγματά μου καὶ οὐ ποιήσετε ἀπὸ πάντων τω̃ν βδελυγμάτων τούτων ὁ ἐγχώριος καὶ ὁ προσγενόμενος προσήλυτος ἐν ὑμι̃ν 18:27 πάντα γὰρ τὰ βδελύγματα ταυ̃τα ἐποίησαν οἱ ἄνθρωποι τη̃ς γη̃ς οἱ ὄντες πρότεροι ὑμω̃ν καὶ ἐμιάνθη ἡ γη̃ 18:28 καὶ ἵνα μὴ προσοχθίση̨ ὑμι̃ν ἡ γη̃ ἐν τω̨̃ μιαίνειν ὑμα̃ς αὐτήν ὃν τρόπον προσώχθισεν τοι̃ς ἔθνεσιν τοι̃ς πρὸ ὑμω̃ν 18:29 ὅτι πα̃ς ὃς ἂν ποιήση̨ ἀπὸ πάντων τω̃ν βδελυγμάτων τούτων ἐξολεθρευθήσονται αἱ ψυχαὶ αἱ ποιου̃σαι ἐκ του̃ λαου̃ αὐτω̃ν 18:30 καὶ φυλάξετε τὰ προστάγματά μου ὅπως μὴ ποιήσητε ἀπὸ πάντων τω̃ν νομίμων τω̃ν ἐβδελυγμένων ἃ γέγονεν πρὸ του̃ ὑμα̃ς καὶ οὐ μιανθήσεσθε ἐν αὐτοι̃ς ὅτι ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν 19:1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων 19:2 λάλησον τη̨̃ συναγωγη̨̃ τω̃ν υἱω̃ν Ισραηλ καὶ ἐρει̃ς πρὸς αὐτούς ἅγιοι ἔσεσθε ὅτι ἐγὼ ἅγιος κύριος ὁ θεὸς ὑμω̃ν 19:3 ἕκαστος πατέρα αὐτου̃ καὶ μητέρα αὐτου̃ φοβείσθω καὶ τὰ σάββατά μου φυλάξεσθε ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν 19:4 οὐκ ἐπακολουθήσετε εἰδώλοις καὶ θεοὺς χωνευτοὺς οὐ ποιήσετε ὑμι̃ν ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν 19:5 καὶ ἐὰν θύσητε θυσίαν σωτηρίου τω̨̃ κυρίω̨ δεκτὴν ὑμω̃ν θύσετε 19:6 ἡ̨̃ ἂν ἡμέρα̨ θύσητε βρωθήσεται καὶ τη̨̃ αὔριον καὶ ἐὰν καταλειφθη̨̃ ἕως ἡμέρας τρίτης ἐν πυρὶ κατακαυθήσεται 19:7 ἐὰν δὲ βρώσει βρωθη̨̃ τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ ἄθυτόν ἐστιν οὐ δεχθήσεται 19:8 ὁ δὲ ἔσθων αὐτὸ ἁμαρτίαν λήμψεται ὅτι τὰ ἅγια κυρίου ἐβεβήλωσεν καὶ ἐξολεθρευθήσονται αἱ ψυχαὶ αἱ ἔσθουσαι ἐκ του̃ λαου̃ αὐτω̃ν 19:9 καὶ ἐκθεριζόντων ὑμω̃ν τὸν θερισμὸν τη̃ς γη̃ς ὑμω̃ν οὐ συντελέσετε τὸν θερισμὸν ὑμω̃ν του̃ ἀγρου̃ ἐκθερίσαι καὶ τὰ ἀποπίπτοντα του̃ θερισμου̃ σου οὐ συλλέξεις 19:10 καὶ τὸν ἀμπελω̃νά σου οὐκ ἐπανατρυγήσεις οὐδὲ τοὺς ῥω̃γας του̃ ἀμπελω̃νός σου συλλέξεις τω̨̃ πτωχω̨̃ καὶ τω̨̃ προσηλύτω̨ καταλείψεις αὐτά ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμω̃ν 19:11 οὐ κλέψετε οὐ ψεύσεσθε οὐ συκοφαντήσει ἕκαστος τὸν πλησίον 19:12 καὶ οὐκ ὀμει̃σθε τω̨̃ ὀνόματί μου ἐπ' ἀδίκω̨ καὶ οὐ βεβηλώσετε τὸ ὄνομα του̃ θεου̃ ὑμω̃ν ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμω̃ν 19:13 οὐκ ἀδικήσεις τὸν πλησίον καὶ οὐχ ἁρπάσεις καὶ οὐ μὴ κοιμηθήσεται ὁ μισθὸς του̃ μισθωτου̃ παρὰ σοὶ ἕως πρωί 19:14 οὐ κακω̃ς ἐρει̃ς κωφὸν καὶ ἀπέναντι τυφλου̃ οὐ προσθήσεις σκάνδαλον καὶ φοβηθήση̨ κύριον τὸν θεόν σου ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμω̃ν 19:15 οὐ ποιήσετε ἄδικον ἐν κρίσει οὐ λήμψη̨ πρόσωπον πτωχου̃ οὐδὲ θαυμάσεις πρόσωπον δυνάστου ἐν δικαιοσύνη̨ κρινει̃ς τὸν πλησίον σου 19:16 οὐ πορεύση̨ δόλω̨ ἐν τω̨̃ ἔθνει σου οὐκ ἐπισυστήση̨ ἐφ' αἱ̃μα του̃ πλησίον σου ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμω̃ν 19:17 οὐ μισήσεις τὸν ἀδελφόν σου τη̨̃ διανοία̨ σου ἐλεγμω̨̃ ἐλέγξεις τὸν πλησίον σου καὶ οὐ λήμψη̨ δι' αὐτὸν ἁμαρτίαν 19:18 καὶ οὐκ ἐκδικα̃ταί σου ἡ χείρ καὶ οὐ μηνιει̃ς τοι̃ς υἱοι̃ς του̃ λαου̃ σου καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν ἐγώ εἰμι κύριος 19:19 τὸν νόμον μου φυλάξεσθε τὰ κτήνη σου οὐ κατοχεύσεις ἑτεροζύγω̨ καὶ τὸν ἀμπελω̃νά σου οὐ κατασπερει̃ς διάφορον καὶ ἱμάτιον ἐκ δύο ὑφασμένον κίβδηλον οὐκ ἐπιβαλει̃ς σεαυτω̨̃ 19:20 καὶ ἐάν τις κοιμηθη̨̃ μετὰ γυναικὸς κοίτην σπέρματος καὶ αὐτὴ οἰκέτις διαπεφυλαγμένη ἀνθρώπω̨ καὶ αὐτὴ λύτροις οὐ λελύτρωται ἢ ἐλευθερία οὐκ ἐδόθη αὐτη̨̃ ἐπισκοπὴ ἔσται αὐτοι̃ς οὐκ ἀποθανου̃νται ὅτι οὐκ ἀπηλευθερώθη 19:21 καὶ προσάξει τη̃ς πλημμελείας αὐτου̃ τω̨̃ κυρίω̨ παρὰ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου κριὸν πλημμελείας 19:22 καὶ ἐξιλάσεται περὶ αὐτου̃ ὁ ἱερεὺς ἐν τω̨̃ κριω̨̃ τη̃ς πλημμελείας ἔναντι κυρίου περὶ τη̃ς ἁμαρτίας ἡ̃ς ἥμαρτεν καὶ ἀφεθήσεται αὐτω̨̃ ἡ ἁμαρτία ἣν ἥμαρτεν 19:23 ὅταν δὲ εἰσέλθητε εἰς τὴν γη̃ν ἣν κύριος ὁ θεὸς ὑμω̃ν δίδωσιν ὑμι̃ν καὶ καταφυτεύσετε πα̃ν ξύλον βρώσιμον καὶ περικαθαριει̃τε τὴν ἀκαθαρσίαν αὐτου̃ ὁ καρπὸς αὐτου̃ τρία ἔτη ἔσται ὑμι̃ν ἀπερικάθαρτος οὐ βρωθήσεται 19:24 καὶ τω̨̃ ἔτει τω̨̃ τετάρτω̨ ἔσται πα̃ς ὁ καρπὸς αὐτου̃ ἅγιος αἰνετὸς τω̨̃ κυρίω̨ 19:25 ἐν δὲ τω̨̃ ἔτει τω̨̃ πέμπτω̨ φάγεσθε τὸν καρπόν πρόσθεμα ὑμι̃ν τὰ γενήματα αὐτου̃ ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμω̃ν 19:26 μὴ ἔσθετε ἐπὶ τω̃ν ὀρέων καὶ οὐκ οἰωνιει̃σθε οὐδὲ ὀρνιθοσκοπήσεσθε 19:27 οὐ ποιήσετε σισόην ἐκ τη̃ς κόμης τη̃ς κεφαλη̃ς ὑμω̃ν οὐδὲ φθερει̃τε τὴν ὄψιν του̃ πώγωνος ὑμω̃ν 19:28 καὶ ἐντομίδας ἐπὶ ψυχη̨̃ οὐ ποιήσετε ἐν τω̨̃ σώματι ὑμω̃ν καὶ γράμματα στικτὰ οὐ ποιήσετε ἐν ὑμι̃ν ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμω̃ν 19:29 οὐ βεβηλώσεις τὴν θυγατέρα σου ἐκπορνευ̃σαι αὐτήν καὶ οὐκ ἐκπορνεύσει ἡ γη̃ καὶ ἡ γη̃ πλησθήσεται ἀνομίας 19:30 τὰ σάββατά μου φυλάξεσθε καὶ ἀπὸ τω̃ν ἁγίων μου φοβηθήσεσθε ἐγώ εἰμι κύριος 19:31 οὐκ ἐπακολουθήσετε ἐγγαστριμύθοις καὶ τοι̃ς ἐπαοιδοι̃ς οὐ προσκολληθήσεσθε ἐκμιανθη̃ναι ἐν αὐτοι̃ς ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμω̃ν 19:32 ἀπὸ προσώπου πολιου̃ ἐξαναστήση̨ καὶ τιμήσεις πρόσωπον πρεσβυτέρου καὶ φοβηθήση̨ τὸν θεόν σου ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμω̃ν 19:33 ἐὰν δέ τις προσέλθη̨ προσήλυτος ὑμι̃ν ἐν τη̨̃ γη̨̃ ὑμω̃ν οὐ θλίψετε αὐτόν 19:34 ὡς ὁ αὐτόχθων ἐν ὑμι̃ν ἔσται ὁ προσήλυτος ὁ προσπορευόμενος πρὸς ὑμα̃ς καὶ ἀγαπήσεις αὐτὸν ὡς σεαυτόν ὅτι προσήλυτοι ἐγενήθητε ἐν γη̨̃ Αἰγύπτω̨ ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμω̃ν 19:35 οὐ ποιήσετε ἄδικον ἐν κρίσει ἐν μέτροις καὶ ἐν σταθμίοις καὶ ἐν ζυγοι̃ς 19:36 ζυγὰ δίκαια καὶ στάθμια δίκαια καὶ χου̃ς δίκαιος ἔσται ὑμι̃ν ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμω̃ν ὁ ἐξαγαγὼν ὑμα̃ς ἐκ γη̃ς Αἰγύπτου 19:37 καὶ φυλάξεσθε πάντα τὸν νόμον μου καὶ πάντα τὰ προστάγματά μου καὶ ποιήσετε αὐτά ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμω̃ν 20:1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων 20:2 καὶ τοι̃ς υἱοι̃ς Ισραηλ λαλήσεις ἐάν τις ἀπὸ τω̃ν υἱω̃ν Ισραηλ ἢ ἀπὸ τω̃ν προσγεγενημένων προσηλύτων ἐν Ισραηλ ὃς ἂν δω̨̃ του̃ σπέρματος αὐτου̃ ἄρχοντι θανάτω̨ θανατούσθω τὸ ἔθνος τὸ ἐπὶ τη̃ς γη̃ς λιθοβολήσουσιν αὐτὸν ἐν λίθοις 20:3 καὶ ἐγὼ ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκει̃νον καὶ ἀπολω̃ αὐτὸν ἐκ του̃ λαου̃ αὐτου̃ ὅτι του̃ σπέρματος αὐτου̃ ἔδωκεν ἄρχοντι ἵνα μιάνη̨ τὰ ἅγιά μου καὶ βεβηλώση̨ τὸ ὄνομα τω̃ν ἡγιασμένων μοι 20:4 ἐὰν δὲ ὑπερόψει ὑπερίδωσιν οἱ αὐτόχθονες τη̃ς γη̃ς τοι̃ς ὀφθαλμοι̃ς αὐτω̃ν ἀπὸ του̃ ἀνθρώπου ἐκείνου ἐν τω̨̃ δου̃ναι αὐτὸν του̃ σπέρματος αὐτου̃ ἄρχοντι του̃ μὴ ἀποκτει̃ναι αὐτόν 20:5 καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκει̃νον καὶ τὴν συγγένειαν αὐτου̃ καὶ ἀπολω̃ αὐτὸν καὶ πάντας τοὺς ὁμονοου̃ντας αὐτω̨̃ ὥστε ἐκπορνεύειν αὐτὸν εἰς τοὺς ἄρχοντας ἐκ του̃ λαου̃ αὐτω̃ν 20:6 καὶ ψυχή ἣ ἐὰν ἐπακολουθήση̨ ἐγγαστριμύθοις ἢ ἐπαοιδοι̃ς ὥστε ἐκπορνευ̃σαι ὀπίσω αὐτω̃ν ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὴν ψυχὴν ἐκείνην καὶ ἀπολω̃ αὐτὴν ἐκ του̃ λαου̃ αὐτη̃ς 20:7 καὶ ἔσεσθε ἅγιοι ὅτι ἅγιος ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν 20:8 καὶ φυλάξεσθε τὰ προστάγματά μου καὶ ποιήσετε αὐτά ἐγὼ κύριος ὁ ἁγιάζων ὑμα̃ς 20:9 ἄνθρωπος ἄνθρωπος ὃς ἂν κακω̃ς εἴπη̨ τὸν πατέρα αὐτου̃ ἢ τὴν μητέρα αὐτου̃ θανάτω̨ θανατούσθω πατέρα αὐτου̃ ἢ μητέρα αὐτου̃ κακω̃ς εἰ̃πεν ἔνοχος ἔσται 20:10 ἄνθρωπος ὃς ἂν μοιχεύσηται γυναι̃κα ἀνδρὸς ἢ ὃς ἂν μοιχεύσηται γυναι̃κα του̃ πλησίον θανάτω̨ θανατούσθωσαν ὁ μοιχεύων καὶ ἡ μοιχευομένη 20:11 ἐάν τις κοιμηθη̨̃ μετὰ γυναικὸς του̃ πατρὸς αὐτου̃ ἀσχημοσύνην του̃ πατρὸς αὐτου̃ ἀπεκάλυψεν θανάτω̨ θανατούσθωσαν ἀμφότεροι ἔνοχοί εἰσιν 20:12 καὶ ἐάν τις κοιμηθη̨̃ μετὰ νύμφης αὐτου̃ θανάτω̨ θανατούσθωσαν ἀμφότεροι ἠσεβήκασιν γάρ ἔνοχοί εἰσιν 20:13 καὶ ὃς ἂν κοιμηθη̨̃ μετὰ ἄρσενος κοίτην γυναικός βδέλυγμα ἐποίησαν ἀμφότεροι θανατούσθωσαν ἔνοχοί εἰσιν 20:14 ὃς ἐὰν λάβη̨ γυναι̃κα καὶ τὴν μητέρα αὐτη̃ς ἀνόμημά ἐστιν ἐν πυρὶ κατακαύσουσιν αὐτὸν καὶ αὐτάς καὶ οὐκ ἔσται ἀνομία ἐν ὑμι̃ν 20:15 καὶ ὃς ἂν δω̨̃ κοιτασίαν αὐτου̃ ἐν τετράποδι θανάτω̨ θανατούσθω καὶ τὸ τετράπουν ἀποκτενει̃τε 20:16 καὶ γυνή ἥτις προσελεύσεται πρὸς πα̃ν κτη̃νος βιβασθη̃ναι αὐτὴν ὑπ' αὐτου̃ ἀποκτενει̃τε τὴν γυναι̃κα καὶ τὸ κτη̃νος θανάτω̨ θανατούσθωσαν ἔνοχοί εἰσιν 20:17 ὃς ἐὰν λάβη̨ τὴν ἀδελφὴν αὐτου̃ ἐκ πατρὸς αὐτου̃ ἢ ἐκ μητρὸς αὐτου̃ καὶ ἴδη̨ τὴν ἀσχημοσύνην αὐτη̃ς καὶ αὕτη ἴδη̨ τὴν ἀσχημοσύνην αὐτου̃ ὄνειδός ἐστιν ἐξολεθρευθήσονται ἐνώπιον υἱω̃ν γένους αὐτω̃ν ἀσχημοσύνην ἀδελφη̃ς αὐτου̃ ἀπεκάλυψεν ἁμαρτίαν κομιου̃νται 20:18 καὶ ἀνήρ ὃς ἂν κοιμηθη̨̃ μετὰ γυναικὸς ἀποκαθημένης καὶ ἀποκαλύψη̨ τὴν ἀσχημοσύνην αὐτη̃ς τὴν πηγὴν αὐτη̃ς ἀπεκάλυψεν καὶ αὕτη ἀπεκάλυψεν τὴν ῥύσιν του̃ αἵματος αὐτη̃ς ἐξολεθρευθήσονται ἀμφότεροι ἐκ του̃ γένους αὐτω̃ν 20:19 καὶ ἀσχημοσύνην ἀδελφη̃ς πατρός σου καὶ ἀδελφη̃ς μητρός σου οὐκ ἀποκαλύψεις τὴν γὰρ οἰκειότητα ἀπεκάλυψεν ἁμαρτίαν ἀποίσονται 20:20 ὃς ἂν κοιμηθη̨̃ μετὰ τη̃ς συγγενου̃ς αὐτου̃ ἀσχημοσύνην τη̃ς συγγενείας αὐτου̃ ἀπεκάλυψεν ἄτεκνοι ἀποθανου̃νται 20:21 ὃς ἂν λάβη̨ τὴν γυναι̃κα του̃ ἀδελφου̃ αὐτου̃ ἀκαθαρσία ἐστίν ἀσχημοσύνην του̃ ἀδελφου̃ αὐτου̃ ἀπεκάλυψεν ἄτεκνοι ἀποθανου̃νται 20:22 καὶ φυλάξασθε πάντα τὰ προστάγματά μου καὶ τὰ κρίματά μου καὶ ποιήσετε αὐτά καὶ οὐ μὴ προσοχθίση̨ ὑμι̃ν ἡ γη̃ εἰς ἣν ἐγὼ εἰσάγω ὑμα̃ς ἐκει̃ κατοικει̃ν ἐπ' αὐτη̃ς 20:23 καὶ οὐχὶ πορεύεσθε τοι̃ς νομίμοις τω̃ν ἐθνω̃ν οὓς ἐξαποστέλλω ἀφ' ὑμω̃ν ὅτι ταυ̃τα πάντα ἐποίησαν καὶ ἐβδελυξάμην αὐτούς 20:24 καὶ εἰ̃πα ὑμι̃ν ὑμει̃ς κληρονομήσατε τὴν γη̃ν αὐτω̃ν καὶ ἐγὼ δώσω ὑμι̃ν αὐτὴν ἐν κτήσει γη̃ν ῥέουσαν γάλα καὶ μέλι ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν ὃς διώρισα ὑμα̃ς ἀπὸ πάντων τω̃ν ἐθνω̃ν 20:25 καὶ ἀφοριει̃τε αὐτοὺς ἀνὰ μέσον τω̃ν κτηνω̃ν τω̃ν καθαρω̃ν καὶ ἀνὰ μέσον τω̃ν κτηνω̃ν τω̃ν ἀκαθάρτων καὶ ἀνὰ μέσον τω̃ν πετεινω̃ν τω̃ν καθαρω̃ν καὶ τω̃ν ἀκαθάρτων καὶ οὐ βδελύξετε τὰς ψυχὰς ὑμω̃ν ἐν τοι̃ς κτήνεσιν καὶ ἐν τοι̃ς πετεινοι̃ς καὶ ἐν πα̃σιν τοι̃ς ἑρπετοι̃ς τη̃ς γη̃ς ἃ ἐγὼ ἀφώρισα ὑμι̃ν ἐν ἀκαθαρσία̨ 20:26 καὶ ἔσεσθέ μοι ἅγιοι ὅτι ἐγὼ ἅγιος κύριος ὁ θεὸς ὑμω̃ν ὁ ἀφορίσας ὑμα̃ς ἀπὸ πάντων τω̃ν ἐθνω̃ν εἰ̃ναι ἐμοί 20:27 καὶ ἀνὴρ ἢ γυνή ὃς ἂν γένηται αὐτω̃ν ἐγγαστρίμυθος ἢ ἐπαοιδός θανάτω̨ θανατούσθωσαν ἀμφότεροι λίθοις λιθοβολήσατε αὐτούς ἔνοχοί εἰσιν 21:1 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν λέγων εἰπὸν τοι̃ς ἱερευ̃σιν τοι̃ς υἱοι̃ς Ααρων καὶ ἐρει̃ς πρὸς αὐτούς ἐν ται̃ς ψυχαι̃ς οὐ μιανθήσονται ἐν τω̨̃ ἔθνει αὐτω̃ν 21:2 ἀλλ' ἢ ἐν τω̨̃ οἰκείω̨ τω̨̃ ἔγγιστα αὐτω̃ν ἐπὶ πατρὶ καὶ μητρὶ καὶ υἱοι̃ς καὶ θυγατράσιν ἐπ' ἀδελφω̨̃ 21:3 καὶ ἐπ' ἀδελφη̨̃ παρθένω̨ τη̨̃ ἐγγιζούση̨ αὐτω̨̃ τη̨̃ μὴ ἐκδεδομένη̨ ἀνδρί ἐπὶ τούτοις μιανθήσεται 21:4 οὐ μιανθήσεται ἐξάπινα ἐν τω̨̃ λαω̨̃ αὐτου̃ εἰς βεβήλωσιν αὐτου̃ 21:5 καὶ φαλάκρωμα οὐ ξυρηθήσεσθε τὴν κεφαλὴν ἐπὶ νεκρω̨̃ καὶ τὴν ὄψιν του̃ πώγωνος οὐ ξυρήσονται καὶ ἐπὶ τὰς σάρκας αὐτω̃ν οὐ κατατεμου̃σιν ἐντομίδας 21:6 ἅγιοι ἔσονται τω̨̃ θεω̨̃ αὐτω̃ν καὶ οὐ βεβηλώσουσιν τὸ ὄνομα του̃ θεου̃ αὐτω̃ν τὰς γὰρ θυσίας κυρίου δω̃ρα του̃ θεου̃ αὐτω̃ν αὐτοὶ προσφέρουσιν καὶ ἔσονται ἅγιοι 21:7 γυναι̃κα πόρνην καὶ βεβηλωμένην οὐ λήμψονται καὶ γυναι̃κα ἐκβεβλημένην ἀπὸ ἀνδρὸς αὐτη̃ς ἅγιός ἐστιν τω̨̃ κυρίω̨ θεω̨̃ αὐτου̃ 21:8 καὶ ἁγιάσει αὐτόν τὰ δω̃ρα κυρίου του̃ θεου̃ ὑμω̃ν οὑ̃τος προσφέρει ἅγιος ἔσται ὅτι ἅγιος ἐγὼ κύριος ὁ ἁγιάζων αὐτούς 21:9 καὶ θυγάτηρ ἀνθρώπου ἱερέως ἐὰν βεβηλωθη̨̃ του̃ ἐκπορνευ̃σαι τὸ ὄνομα του̃ πατρὸς αὐτη̃ς αὐτὴ βεβηλοι̃ ἐπὶ πυρὸς κατακαυθήσεται 21:10 καὶ ὁ ἱερεὺς ὁ μέγας ἀπὸ τω̃ν ἀδελφω̃ν αὐτου̃ του̃ ἐπικεχυμένου ἐπὶ τὴν κεφαλὴν του̃ ἐλαίου του̃ χριστου̃ καὶ τετελειωμένου ἐνδύσασθαι τὰ ἱμάτια τὴν κεφαλὴν οὐκ ἀποκιδαρώσει καὶ τὰ ἱμάτια οὐ διαρρήξει 21:11 καὶ ἐπὶ πάση̨ ψυχη̨̃ τετελευτηκυία̨ οὐκ εἰσελεύσεται ἐπὶ πατρὶ αὐτου̃ οὐδὲ ἐπὶ μητρὶ αὐτου̃ οὐ μιανθήσεται 21:12 καὶ ἐκ τω̃ν ἁγίων οὐκ ἐξελεύσεται καὶ οὐ βεβηλώσει τὸ ἡγιασμένον του̃ θεου̃ αὐτου̃ ὅτι τὸ ἅγιον ἔλαιον τὸ χριστὸν του̃ θεου̃ ἐπ' αὐτω̨̃ ἐγὼ κύριος 21:13 οὑ̃τος γυναι̃κα παρθένον ἐκ του̃ γένους αὐτου̃ λήμψεται 21:14 χήραν δὲ καὶ ἐκβεβλημένην καὶ βεβηλωμένην καὶ πόρνην ταύτας οὐ λήμψεται ἀλλ' ἢ παρθένον ἐκ του̃ γένους αὐτου̃ λήμψεται γυναι̃κα 21:15 καὶ οὐ βεβηλώσει τὸ σπέρμα αὐτου̃ ἐν τω̨̃ λαω̨̃ αὐτου̃ ἐγὼ κύριος ὁ ἁγιάζων αὐτόν 21:16 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων 21:17 εἰπὸν Ααρων ἄνθρωπος ἐκ του̃ γένους σου εἰς τὰς γενεὰς ὑμω̃ν τίνι ἐὰν ἠ̨̃ ἐν αὐτω̨̃ μω̃μος οὐ προσελεύσεται προσφέρειν τὰ δω̃ρα του̃ θεου̃ αὐτου̃ 21:18 πα̃ς ἄνθρωπος ὡ̨̃ ἂν ἠ̨̃ ἐν αὐτω̨̃ μω̃μος οὐ προσελεύσεται ἄνθρωπος χωλὸς ἢ τυφλὸς ἢ κολοβόρριν ἢ ὠτότμητος 21:19 ἢ ἄνθρωπος ὡ̨̃ ἐστιν ἐν αὐτω̨̃ σύντριμμα χειρὸς ἢ σύντριμμα ποδός 21:20 ἢ κυρτὸς ἢ ἔφηλος ἢ πτίλος τοὺς ὀφθαλμοὺς ἢ ἄνθρωπος ὡ̨̃ ἂν ἠ̨̃ ἐν αὐτω̨̃ ψώρα ἀγρία ἢ λιχήν ἢ μόνορχις 21:21 πα̃ς ὡ̨̃ ἐστιν ἐν αὐτω̨̃ μω̃μος ἐκ του̃ σπέρματος Ααρων του̃ ἱερέως οὐκ ἐγγιει̃ του̃ προσενεγκει̃ν τὰς θυσίας τω̨̃ θεω̨̃ σου ὅτι μω̃μος ἐν αὐτω̨̃ τὰ δω̃ρα του̃ θεου̃ οὐ προσελεύσεται προσενεγκει̃ν 21:22 τὰ δω̃ρα του̃ θεου̃ τὰ ἅγια τω̃ν ἁγίων καὶ ἀπὸ τω̃ν ἁγίων φάγεται 21:23 πλὴν πρὸς τὸ καταπέτασμα οὐ προσελεύσεται καὶ πρὸς τὸ θυσιαστήριον οὐκ ἐγγιει̃ ὅτι μω̃μον ἔχει καὶ οὐ βεβηλώσει τὸ ἅγιον του̃ θεου̃ αὐτου̃ ὅτι ἐγώ εἰμι κύριος ὁ ἁγιάζων αὐτούς 21:24 καὶ ἐλάλησεν Μωυση̃ς πρὸς Ααρων καὶ τοὺς υἱοὺς αὐτου̃ καὶ πρὸς πάντας υἱοὺς Ισραηλ 22:1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων 22:2 εἰπὸν Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ καὶ προσεχέτωσαν ἀπὸ τω̃ν ἁγίων τω̃ν υἱω̃ν Ισραηλ καὶ οὐ βεβηλώσουσιν τὸ ὄνομα τὸ ἅγιόν μου ὅσα αὐτοὶ ἁγιάζουσίν μοι ἐγὼ κύριος 22:3 εἰπὸν αὐτοι̃ς εἰς τὰς γενεὰς ὑμω̃ν πα̃ς ἄνθρωπος ὃς ἂν προσέλθη̨ ἀπὸ παντὸς του̃ σπέρματος ὑμω̃ν πρὸς τὰ ἅγια ὅσα ἂν ἁγιάζωσιν οἱ υἱοὶ Ισραηλ τω̨̃ κυρίω̨ καὶ ἡ ἀκαθαρσία αὐτου̃ ἐπ' αὐτω̨̃ ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἀπ' ἐμου̃ ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν 22:4 καὶ ἄνθρωπος ἐκ του̃ σπέρματος Ααρων του̃ ἱερέως καὶ οὑ̃τος λεπρα̨̃ ἢ γονορρυής τω̃ν ἁγίων οὐκ ἔδεται ἕως ἂν καθαρισθη̨̃ καὶ ὁ ἁπτόμενος πάσης ἀκαθαρσίας ψυχη̃ς ἢ ἄνθρωπος ὡ̨̃ ἂν ἐξέλθη̨ ἐξ αὐτου̃ κοίτη σπέρματος 22:5 ἢ ὅστις ἂν ἅψηται παντὸς ἑρπετου̃ ἀκαθάρτου ὃ μιανει̃ αὐτόν ἢ ἐπ' ἀνθρώπω̨ ἐν ὡ̨̃ μιανει̃ αὐτὸν κατὰ πα̃σαν ἀκαθαρσίαν αὐτου̃ 22:6 ψυχή ἥτις ἂν ἅψηται αὐτω̃ν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας οὐκ ἔδεται ἀπὸ τω̃ν ἁγίων ἐὰν μὴ λούσηται τὸ σω̃μα αὐτου̃ ὕδατι 22:7 καὶ δύη̨ ὁ ἥλιος καὶ καθαρὸς ἔσται καὶ τότε φάγεται τω̃ν ἁγίων ὅτι ἄρτος ἐστὶν αὐτου̃ 22:8 θνησιμαι̃ον καὶ θηριάλωτον οὐ φάγεται μιανθη̃ναι αὐτὸν ἐν αὐτοι̃ς ἐγὼ κύριος 22:9 καὶ φυλάξονται τὰ φυλάγματά μου ἵνα μὴ λάβωσιν δι' αὐτὰ ἁμαρτίαν καὶ ἀποθάνωσιν δι' αὐτά ἐὰν βεβηλώσωσιν αὐτά ἐγὼ κύριος ὁ θεὸς ὁ ἁγιάζων αὐτούς 22:10 καὶ πα̃ς ἀλλογενὴς οὐ φάγεται ἅγια πάροικος ἱερέως ἢ μισθωτὸς οὐ φάγεται ἅγια 22:11 ἐὰν δὲ ἱερεὺς κτήσηται ψυχὴν ἔγκτητον ἀργυρίου οὑ̃τος φάγεται ἐκ τω̃ν ἄρτων αὐτου̃ καὶ οἱ οἰκογενει̃ς αὐτου̃ καὶ οὑ̃τοι φάγονται τω̃ν ἄρτων αὐτου̃ 22:12 καὶ θυγάτηρ ἀνθρώπου ἱερέως ἐὰν γένηται ἀνδρὶ ἀλλογενει̃ αὐτὴ τω̃ν ἀπαρχω̃ν τω̃ν ἁγίων οὐ φάγεται 22:13 καὶ θυγάτηρ ἱερέως ἐὰν γένηται χήρα ἢ ἐκβεβλημένη σπέρμα δὲ μὴ ἠ̃ν αὐτη̨̃ ἐπαναστρέψει ἐπὶ τὸν οἰ̃κον τὸν πατρικὸν κατὰ τὴν νεότητα αὐτη̃ς ἀπὸ τω̃ν ἄρτων του̃ πατρὸς αὐτη̃ς φάγεται καὶ πα̃ς ἀλλογενὴς οὐ φάγεται ἀπ' αὐτω̃ν 22:14 καὶ ἄνθρωπος ὃς ἂν φάγη̨ ἅγια κατὰ ἄγνοιαν καὶ προσθήσει τὸ ἐπίπεμπτον αὐτου̃ ἐπ' αὐτὸ καὶ δώσει τω̨̃ ἱερει̃ τὸ ἅγιον 22:15 καὶ οὐ βεβηλώσουσιν τὰ ἅγια τω̃ν υἱω̃ν Ισραηλ ἃ αὐτοὶ ἀφαιρου̃σιν τω̨̃ κυρίω̨ 22:16 καὶ ἐπάξουσιν ἐφ' ἑαυτοὺς ἀνομίαν πλημμελείας ἐν τω̨̃ ἐσθίειν αὐτοὺς τὰ ἅγια αὐτω̃ν ὅτι ἐγὼ κύριος ὁ ἁγιάζων αὐτούς 22:17 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων 22:18 λάλησον Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ καὶ πάση̨ συναγωγη̨̃ Ισραηλ καὶ ἐρει̃ς πρὸς αὐτούς ἄνθρωπος ἄνθρωπος ἀπὸ τω̃ν υἱω̃ν Ισραηλ ἢ τω̃ν υἱω̃ν τω̃ν προσηλύτων τω̃ν προσκειμένων πρὸς αὐτοὺς ἐν Ισραηλ ὃς ἂν προσενέγκη̨ τὰ δω̃ρα αὐτου̃ κατὰ πα̃σαν ὁμολογίαν αὐτω̃ν ἢ κατὰ πα̃σαν αἵρεσιν αὐτω̃ν ὅσα ἂν προσενέγκωσιν τω̨̃ θεω̨̃ εἰς ὁλοκαύτωμα 22:19 δεκτὰ ὑμι̃ν ἄμωμα ἄρσενα ἐκ τω̃ν βουκολίων καὶ ἐκ τω̃ν προβάτων καὶ ἐκ τω̃ν αἰγω̃ν 22:20 πάντα ὅσα ἂν ἔχη̨ μω̃μον ἐν αὐτω̨̃ οὐ προσάξουσιν κυρίω̨ διότι οὐ δεκτὸν ἔσται ὑμι̃ν 22:21 καὶ ἄνθρωπος ὃς ἂν προσενέγκη̨ θυσίαν σωτηρίου τω̨̃ κυρίω̨ διαστείλας εὐχὴν κατὰ αἵρεσιν ἢ ἐν ται̃ς ἑορται̃ς ὑμω̃ν ἐκ τω̃ν βουκολίων ἢ ἐκ τω̃ν προβάτων ἄμωμον ἔσται εἰς δεκτόν πα̃ς μω̃μος οὐκ ἔσται ἐν αὐτω̨̃ 22:22 τυφλὸν ἢ συντετριμμένον ἢ γλωσσότμητον ἢ μυρμηκιω̃ντα ἢ ψωραγριω̃ντα ἢ λιχη̃νας ἔχοντα οὐ προσάξουσιν ταυ̃τα τω̨̃ κυρίω̨ καὶ εἰς κάρπωσιν οὐ δώσετε ἀπ' αὐτω̃ν ἐπὶ τὸ θυσιαστήριον τω̨̃ κυρίω̨ 22:23 καὶ μόσχον ἢ πρόβατον ὠτότμητον ἢ κολοβόκερκον σφάγια ποιήσεις αὐτὰ σεαυτω̨̃ εἰς δὲ εὐχήν σου οὐ δεχθήσεται 22:24 θλαδίαν καὶ ἐκτεθλιμμένον καὶ ἐκτομίαν καὶ ἀπεσπασμένον οὐ προσάξεις αὐτὰ τω̨̃ κυρίω̨ καὶ ἐπὶ τη̃ς γη̃ς ὑμω̃ν οὐ ποιήσετε 22:25 καὶ ἐκ χειρὸς ἀλλογενου̃ς οὐ προσοίσετε τὰ δω̃ρα του̃ θεου̃ ὑμω̃ν ἀπὸ πάντων τούτων ὅτι φθάρματά ἐστιν ἐν αὐτοι̃ς μω̃μος ἐν αὐτοι̃ς οὐ δεχθήσεται ταυ̃τα ὑμι̃ν 22:26 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων 22:27 μόσχον ἢ πρόβατον ἢ αἰ̃γα ὡς ἂν τεχθη̨̃ καὶ ἔσται ἑπτὰ ἡμέρας ὑπὸ τὴν μητέρα τη̨̃ δὲ ἡμέρα̨ τη̨̃ ὀγδόη̨ καὶ ἐπέκεινα δεχθήσεται εἰς δω̃ρα κάρπωμα κυρίω̨ 22:28 καὶ μόσχον ἢ πρόβατον αὐτὴν καὶ τὰ παιδία αὐτη̃ς οὐ σφάξεις ἐν ἡμέρα̨ μια̨̃ 22:29 ἐὰν δὲ θύση̨ς θυσίαν εὐχὴν χαρμοσύνης κυρίω̨ εἰς δεκτὸν ὑμι̃ν θύσετε αὐτό 22:30 αὐτη̨̃ τη̨̃ ἡμέρα̨ ἐκείνη̨ βρωθήσεται οὐκ ἀπολείψετε ἀπὸ τω̃ν κρεω̃ν εἰς τὸ πρωί ἐγώ εἰμι κύριος 22:31 καὶ φυλάξετε τὰς ἐντολάς μου καὶ ποιήσετε αὐτάς 22:32 καὶ οὐ βεβηλώσετε τὸ ὄνομα του̃ ἁγίου καὶ ἁγιασθήσομαι ἐν μέσω̨ τω̃ν υἱω̃ν Ισραηλ ἐγὼ κύριος ὁ ἁγιάζων ὑμα̃ς 22:33 ὁ ἐξαγαγὼν ὑμα̃ς ἐκ γη̃ς Αἰγύπτου ὥστε εἰ̃ναι ὑμω̃ν θεός ἐγὼ κύριος 23:1 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν λέγων 23:2 λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἐρει̃ς πρὸς αὐτούς αἱ ἑορταὶ κυρίου ἃς καλέσετε αὐτὰς κλητὰς ἁγίας αὑ̃ταί εἰσιν ἑορταί μου 23:3 ἓξ ἡμέρας ποιήσεις ἔργα καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ σάββατα ἀνάπαυσις κλητὴ ἁγία τω̨̃ κυρίω̨ πα̃ν ἔργον οὐ ποιήσεις σάββατά ἐστιν τω̨̃ κυρίω̨ ἐν πάση̨ κατοικία̨ ὑμω̃ν 23:4 αὑ̃ται αἱ ἑορταὶ τω̨̃ κυρίω̨ κληταὶ ἅγιαι ἃς καλέσετε αὐτὰς ἐν τοι̃ς καιροι̃ς αὐτω̃ν 23:5 ἐν τω̨̃ πρώτω̨ μηνὶ ἐν τη̨̃ τεσσαρεσκαιδεκάτη̨ ἡμέρα̨ του̃ μηνὸς ἀνὰ μέσον τω̃ν ἑσπερινω̃ν πάσχα τω̨̃ κυρίω̨ 23:6 καὶ ἐν τη̨̃ πεντεκαιδεκάτη̨ ἡμέρα̨ του̃ μηνὸς τούτου ἑορτὴ τω̃ν ἀζύμων τω̨̃ κυρίω̨ ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε 23:7 καὶ ἡ ἡμέρα ἡ πρώτη κλητὴ ἁγία ἔσται ὑμι̃ν πα̃ν ἔργον λατρευτὸν οὐ ποιήσετε 23:8 καὶ προσάξετε ὁλοκαυτώματα τω̨̃ κυρίω̨ ἑπτὰ ἡμέρας καὶ ἡ ἑβδόμη ἡμέρα κλητὴ ἁγία ἔσται ὑμι̃ν πα̃ν ἔργον λατρευτὸν οὐ ποιήσετε 23:9 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων 23:10 εἰπὸν τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἐρει̃ς πρὸς αὐτούς ὅταν εἰσέλθητε εἰς τὴν γη̃ν ἣν ἐγὼ δίδωμι ὑμι̃ν καὶ θερίζητε τὸν θερισμὸν αὐτη̃ς καὶ οἴσετε δράγμα ἀπαρχὴν του̃ θερισμου̃ ὑμω̃ν πρὸς τὸν ἱερέα 23:11 καὶ ἀνοίσει τὸ δράγμα ἔναντι κυρίου δεκτὸν ὑμι̃ν τη̨̃ ἐπαύριον τη̃ς πρώτης ἀνοίσει αὐτὸ ὁ ἱερεύς 23:12 καὶ ποιήσετε ἐν τη̨̃ ἡμέρα̨ ἐν ἡ̨̃ ἂν φέρητε τὸ δράγμα πρόβατον ἄμωμον ἐνιαύσιον εἰς ὁλοκαύτωμα τω̨̃ κυρίω̨ 23:13 καὶ τὴν θυσίαν αὐτου̃ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ θυσία τω̨̃ κυρίω̨ ὀσμὴ εὐωδίας κυρίω̨ καὶ σπονδὴν αὐτου̃ τὸ τέταρτον του̃ ιν οἴνου 23:14 καὶ ἄρτον καὶ πεφρυγμένα χίδρα νέα οὐ φάγεσθε ἕως εἰς αὐτὴν τὴν ἡμέραν ταύτην ἕως ἂν προσενέγκητε ὑμει̃ς τὰ δω̃ρα τω̨̃ θεω̨̃ ὑμω̃ν νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμω̃ν ἐν πάση̨ κατοικία̨ ὑμω̃ν 23:15 καὶ ἀριθμήσετε ὑμει̃ς ἀπὸ τη̃ς ἐπαύριον τω̃ν σαββάτων ἀπὸ τη̃ς ἡμέρας ἡ̃ς ἂν προσενέγκητε τὸ δράγμα του̃ ἐπιθέματος ἑπτὰ ἑβδομάδας ὁλοκλήρους 23:16 ἕως τη̃ς ἐπαύριον τη̃ς ἐσχάτης ἑβδομάδος ἀριθμήσετε πεντήκοντα ἡμέρας καὶ προσοίσετε θυσίαν νέαν τω̨̃ κυρίω̨ 23:17 ἀπὸ τη̃ς κατοικίας ὑμω̃ν προσοίσετε ἄρτους ἐπίθεμα δύο ἄρτους ἐκ δύο δεκάτων σεμιδάλεως ἔσονται ἐζυμωμένοι πεφθήσονται πρωτογενημάτων τω̨̃ κυρίω̨ 23:18 καὶ προσάξετε μετὰ τω̃ν ἄρτων ἑπτὰ ἀμνοὺς ἀμώμους ἐνιαυσίους καὶ μόσχον ἕνα ἐκ βουκολίου καὶ κριοὺς δύο ἀμώμους ἔσονται ὁλοκαύτωμα τω̨̃ κυρίω̨ καὶ αἱ θυσίαι αὐτω̃ν καὶ αἱ σπονδαὶ αὐτω̃ν θυσίαν ὀσμὴν εὐωδίας τω̨̃ κυρίω̨ 23:19 καὶ ποιήσουσιν χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας καὶ δύο ἀμνοὺς ἐνιαυσίους εἰς θυσίαν σωτηρίου μετὰ τω̃ν ἄρτων του̃ πρωτογενήματος 23:20 καὶ ἐπιθήσει αὐτὰ ὁ ἱερεὺς μετὰ τω̃ν ἄρτων του̃ πρωτογενήματος ἐπίθεμα ἔναντι κυρίου μετὰ τω̃ν δύο ἀμνω̃ν ἅγια ἔσονται τω̨̃ κυρίω̨ τω̨̃ ἱερει̃ τω̨̃ προσφέροντι αὐτὰ αὐτω̨̃ ἔσται 23:21 καὶ καλέσετε ταύτην τὴν ἡμέραν κλητήν ἁγία ἔσται ὑμι̃ν πα̃ν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτη̨̃ νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμω̃ν ἐν πάση̨ τη̨̃ κατοικία̨ ὑμω̃ν 23:22 καὶ ὅταν θερίζητε τὸν θερισμὸν τη̃ς γη̃ς ὑμω̃ν οὐ συντελέσετε τὸ λοιπὸν του̃ θερισμου̃ του̃ ἀγρου̃ σου ἐν τω̨̃ θερίζειν σε καὶ τὰ ἀποπίπτοντα του̃ θερισμου̃ σου οὐ συλλέξεις τω̨̃ πτωχω̨̃ καὶ τω̨̃ προσηλύτω̨ ὑπολείψη̨ αὐτά ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν 23:23 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων 23:24 λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ λέγων του̃ μηνὸς του̃ ἑβδόμου μια̨̃ του̃ μηνὸς ἔσται ὑμι̃ν ἀνάπαυσις μνημόσυνον σαλπίγγων κλητὴ ἁγία ἔσται ὑμι̃ν 23:25 πα̃ν ἔργον λατρευτὸν οὐ ποιήσετε καὶ προσάξετε ὁλοκαύτωμα κυρίω̨ 23:26 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων 23:27 καὶ τη̨̃ δεκάτη̨ του̃ μηνὸς του̃ ἑβδόμου τούτου ἡμέρα ἐξιλασμου̃ κλητὴ ἁγία ἔσται ὑμι̃ν καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμω̃ν καὶ προσάξετε ὁλοκαύτωμα τω̨̃ κυρίω̨ 23:28 πα̃ν ἔργον οὐ ποιήσετε ἐν αὐτη̨̃ τη̨̃ ἡμέρα̨ ταύτη̨ ἔστιν γὰρ ἡμέρα ἐξιλασμου̃ αὕτη ὑμι̃ν ἐξιλάσασθαι περὶ ὑμω̃ν ἔναντι κυρίου του̃ θεου̃ ὑμω̃ν 23:29 πα̃σα ψυχή ἥτις μὴ ταπεινωθήσεται ἐν αὐτη̨̃ τη̨̃ ἡμέρα̨ ταύτη̨ ἐξολεθρευθήσεται ἐκ του̃ λαου̃ αὐτη̃ς 23:30 καὶ πα̃σα ψυχή ἥτις ποιήσει ἔργον ἐν αὐτη̨̃ τη̨̃ ἡμέρα̨ ταύτη̨ ἀπολει̃ται ἡ ψυχὴ ἐκείνη ἐκ του̃ λαου̃ αὐτη̃ς 23:31 πα̃ν ἔργον οὐ ποιήσετε νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμω̃ν ἐν πάσαις κατοικίαις ὑμω̃ν 23:32 σάββατα σαββάτων ἔσται ὑμι̃ν καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμω̃ν ἀπὸ ἐνάτης του̃ μηνὸς ἀπὸ ἑσπέρας ἕως ἑσπέρας σαββατιει̃τε τὰ σάββατα ὑμω̃ν 23:33 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων 23:34 λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ λέγων τη̨̃ πεντεκαιδεκάτη̨ του̃ μηνὸς του̃ ἑβδόμου τούτου ἑορτὴ σκηνω̃ν ἑπτὰ ἡμέρας τω̨̃ κυρίω̨ 23:35 καὶ ἡ ἡμέρα ἡ πρώτη κλητὴ ἁγία πα̃ν ἔργον λατρευτὸν οὐ ποιήσετε 23:36 ἑπτὰ ἡμέρας προσάξετε ὁλοκαυτώματα τω̨̃ κυρίω̨ καὶ ἡ ἡμέρα ἡ ὀγδόη κλητὴ ἁγία ἔσται ὑμι̃ν καὶ προσάξετε ὁλοκαυτώματα τω̨̃ κυρίω̨ ἐξόδιόν ἐστιν πα̃ν ἔργον λατρευτὸν οὐ ποιήσετε 23:37 αὑ̃ται αἱ ἑορταὶ κυρίω̨ ἃς καλέσετε κλητὰς ἁγίας ὥστε προσενέγκαι καρπώματα τω̨̃ κυρίω̨ ὁλοκαυτώματα καὶ θυσίας αὐτω̃ν καὶ σπονδὰς αὐτω̃ν τὸ καθ' ἡμέραν εἰς ἡμέραν 23:38 πλὴν τω̃ν σαββάτων κυρίου καὶ πλὴν τω̃ν δομάτων ὑμω̃ν καὶ πλὴν πασω̃ν τω̃ν εὐχω̃ν ὑμω̃ν καὶ πλὴν τω̃ν ἑκουσίων ὑμω̃ν ἃ ἂν δω̃τε τω̨̃ κυρίω̨ 23:39 καὶ ἐν τη̨̃ πεντεκαιδεκάτη̨ ἡμέρα̨ του̃ μηνὸς του̃ ἑβδόμου τούτου ὅταν συντελέσητε τὰ γενήματα τη̃ς γη̃ς ἑορτάσετε τω̨̃ κυρίω̨ ἑπτὰ ἡμέρας τη̨̃ ἡμέρα̨ τη̨̃ πρώτη̨ ἀνάπαυσις καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ ὀγδόη̨ ἀνάπαυσις 23:40 καὶ λήμψεσθε τη̨̃ ἡμέρα̨ τη̨̃ πρώτη̨ καρπὸν ξύλου ὡραι̃ον καὶ κάλλυνθρα φοινίκων καὶ κλάδους ξύλου δασει̃ς καὶ ἰτέας καὶ ἄγνου κλάδους ἐκ χειμάρρου εὐφρανθη̃ναι ἔναντι κυρίου του̃ θεου̃ ὑμω̃ν ἑπτὰ ἡμέρας 23:41 του̃ ἐνιαυτου̃ νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμω̃ν ἐν τω̨̃ μηνὶ τω̨̃ ἑβδόμω̨ ἑορτάσετε αὐτήν 23:42 ἐν σκηναι̃ς κατοικήσετε ἑπτὰ ἡμέρας πα̃ς ὁ αὐτόχθων ἐν Ισραηλ κατοικήσει ἐν σκηναι̃ς 23:43 ὅπως ἴδωσιν αἱ γενεαὶ ὑμω̃ν ὅτι ἐν σκηναι̃ς κατώ̨κισα τοὺς υἱοὺς Ισραηλ ἐν τω̨̃ ἐξαγαγει̃ν με αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν 23:44 καὶ ἐλάλησεν Μωυση̃ς τὰς ἑορτὰς κυρίου τοι̃ς υἱοι̃ς Ισραηλ 24:1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων 24:2 ἔντειλαι τοι̃ς υἱοι̃ς Ισραηλ καὶ λαβέτωσάν μοι ἔλαιον ἐλάινον καθαρὸν κεκομμένον εἰς φω̃ς καυ̃σαι λύχνον διὰ παντός 24:3 ἔξωθεν του̃ καταπετάσματος ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου καύσουσιν αὐτὸν Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ ἀπὸ ἑσπέρας ἕως πρωὶ ἐνώπιον κυρίου ἐνδελεχω̃ς νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμω̃ν 24:4 ἐπὶ τη̃ς λυχνίας τη̃ς καθαρα̃ς καύσετε τοὺς λύχνους ἔναντι κυρίου ἕως τὸ πρωί 24:5 καὶ λήμψεσθε σεμίδαλιν καὶ ποιήσετε αὐτὴν δώδεκα ἄρτους δύο δεκάτων ἔσται ὁ ἄρτος ὁ εἱ̃ς 24:6 καὶ ἐπιθήσετε αὐτοὺς δύο θέματα ἓξ ἄρτους τὸ ἓν θέμα ἐπὶ τὴν τράπεζαν τὴν καθαρὰν ἔναντι κυρίου 24:7 καὶ ἐπιθήσετε ἐπὶ τὸ θέμα λίβανον καθαρὸν καὶ ἅλα καὶ ἔσονται εἰς ἄρτους εἰς ἀνάμνησιν προκείμενα τω̨̃ κυρίω̨ 24:8 τη̨̃ ἡμέρα̨ τω̃ν σαββάτων προθήσεται ἔναντι κυρίου διὰ παντὸς ἐνώπιον τω̃ν υἱω̃ν Ισραηλ διαθήκην αἰώνιον 24:9 καὶ ἔσται Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ καὶ φάγονται αὐτὰ ἐν τόπω̨ ἁγίω̨ ἔστιν γὰρ ἅγια τω̃ν ἁγίων του̃το αὐτω̨̃ ἀπὸ τω̃ν θυσιαζομένων τω̨̃ κυρίω̨ νόμιμον αἰώνιον 24:10 καὶ ἐξη̃λθεν υἱὸς γυναικὸς Ισραηλίτιδος καὶ οὑ̃τος ἠ̃ν υἱὸς Αἰγυπτίου ἐν τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἐμαχέσαντο ἐν τη̨̃ παρεμβολη̨̃ ὁ ἐκ τη̃ς Ισραηλίτιδος καὶ ὁ ἄνθρωπος ὁ Ισραηλίτης 24:11 καὶ ἐπονομάσας ὁ υἱὸς τη̃ς γυναικὸς τη̃ς Ισραηλίτιδος τὸ ὄνομα κατηράσατο καὶ ἤγαγον αὐτὸν πρὸς Μωυση̃ν καὶ τὸ ὄνομα τη̃ς μητρὸς αὐτου̃ Σαλωμιθ θυγάτηρ Δαβρι ἐκ τη̃ς φυλη̃ς Δαν 24:12 καὶ ἀπέθεντο αὐτὸν εἰς φυλακὴν διακρι̃ναι αὐτὸν διὰ προστάγματος κυρίου 24:13 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων 24:14 ἐξάγαγε τὸν καταρασάμενον ἔξω τη̃ς παρεμβολη̃ς καὶ ἐπιθήσουσιν πάντες οἱ ἀκούσαντες τὰς χει̃ρας αὐτω̃ν ἐπὶ τὴν κεφαλὴν αὐτου̃ καὶ λιθοβολήσουσιν αὐτὸν πα̃σα ἡ συναγωγή 24:15 καὶ τοι̃ς υἱοι̃ς Ισραηλ λάλησον καὶ ἐρει̃ς πρὸς αὐτούς ἄνθρωπος ὃς ἐὰν καταράσηται θεόν ἁμαρτίαν λήμψεται 24:16 ὀνομάζων δὲ τὸ ὄνομα κυρίου θανάτω̨ θανατούσθω λίθοις λιθοβολείτω αὐτὸν πα̃σα συναγωγὴ Ισραηλ ἐάν τε προσήλυτος ἐάν τε αὐτόχθων ἐν τω̨̃ ὀνομάσαι αὐτὸν τὸ ὄνομα κυρίου τελευτάτω 24:17 καὶ ἄνθρωπος ὃς ἂν πατάξη̨ ψυχὴν ἀνθρώπου καὶ ἀποθάνη̨ θανάτω̨ θανατούσθω 24:18 καὶ ὃς ἂν πατάξη̨ κτη̃νος καὶ ἀποθάνη̨ ἀποτεισάτω ψυχὴν ἀντὶ ψυχη̃ς 24:19 καὶ ἐάν τις δω̨̃ μω̃μον τω̨̃ πλησίον ὡς ἐποίησεν αὐτω̨̃ ὡσαύτως ἀντιποιηθήσεται αὐτω̨̃ 24:20 σύντριμμα ἀντὶ συντρίμματος ὀφθαλμὸν ἀντὶ ὀφθαλμου̃ ὀδόντα ἀντὶ ὀδόντος καθότι ἂν δω̨̃ μω̃μον τω̨̃ ἀνθρώπω̨ οὕτως δοθήσεται αὐτω̨̃ 24:21 ὃς ἂν πατάξη̨ ἄνθρωπον καὶ ἀποθάνη̨ θανάτω̨ θανατούσθω 24:22 δικαίωσις μία ἔσται τω̨̃ προσηλύτω̨ καὶ τω̨̃ ἐγχωρίω̨ ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμω̃ν 24:23 καὶ ἐλάλησεν Μωυση̃ς τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἐξήγαγον τὸν καταρασάμενον ἔξω τη̃ς παρεμβολη̃ς καὶ ἐλιθοβόλησαν αὐτὸν ἐν λίθοις καὶ οἱ υἱοὶ Ισραηλ ἐποίησαν καθὰ συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ 25:1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν ἐν τω̨̃ ὄρει Σινα λέγων 25:2 λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἐρει̃ς πρὸς αὐτούς ἐὰν εἰσέλθητε εἰς τὴν γη̃ν ἣν ἐγὼ δίδωμι ὑμι̃ν καὶ ἀναπαύσεται ἡ γη̃ ἣν ἐγὼ δίδωμι ὑμι̃ν σάββατα τω̨̃ κυρίω̨ 25:3 ἓξ ἔτη σπερει̃ς τὸν ἀγρόν σου καὶ ἓξ ἔτη τεμει̃ς τὴν ἄμπελόν σου καὶ συνάξεις τὸν καρπὸν αὐτη̃ς 25:4 τω̨̃ δὲ ἔτει τω̨̃ ἑβδόμω̨ σάββατα ἀνάπαυσις ἔσται τη̨̃ γη̨̃ σάββατα τω̨̃ κυρίω̨ τὸν ἀγρόν σου οὐ σπερει̃ς καὶ τὴν ἄμπελόν σου οὐ τεμει̃ς 25:5 καὶ τὰ αὐτόματα ἀναβαίνοντα του̃ ἀγρου̃ σου οὐκ ἐκθερίσεις καὶ τὴν σταφυλὴν του̃ ἁγιάσματός σου οὐκ ἐκτρυγήσεις ἐνιαυτὸς ἀναπαύσεως ἔσται τη̨̃ γη̨̃ 25:6 καὶ ἔσται τὰ σάββατα τη̃ς γη̃ς βρώματά σοι καὶ τω̨̃ παιδί σου καὶ τη̨̃ παιδίσκη̨ σου καὶ τω̨̃ μισθωτω̨̃ σου καὶ τω̨̃ παροίκω̨ τω̨̃ προσκειμένω̨ πρὸς σέ 25:7 καὶ τοι̃ς κτήνεσίν σου καὶ τοι̃ς θηρίοις τοι̃ς ἐν τη̨̃ γη̨̃ σου ἔσται πα̃ν τὸ γένημα αὐτου̃ εἰς βρω̃σιν 25:8 καὶ ἐξαριθμήσεις σεαυτω̨̃ ἑπτὰ ἀναπαύσεις ἐτω̃ν ἑπτὰ ἔτη ἑπτάκις καὶ ἔσονταί σοι ἑπτὰ ἑβδομάδες ἐτω̃ν ἐννέα καὶ τεσσαράκοντα ἔτη 25:9 καὶ διαγγελει̃τε σάλπιγγος φωνη̨̃ ἐν πάση̨ τη̨̃ γη̨̃ ὑμω̃ν τω̨̃ μηνὶ τω̨̃ ἑβδόμω̨ τη̨̃ δεκάτη̨ του̃ μηνός τη̨̃ ἡμέρα̨ του̃ ἱλασμου̃ διαγγελει̃τε σάλπιγγι ἐν πάση̨ τη̨̃ γη̨̃ ὑμω̃ν 25:10 καὶ ἁγιάσετε τὸ ἔτος τὸ πεντηκοστὸν ἐνιαυτὸν καὶ διαβοήσετε ἄφεσιν ἐπὶ τη̃ς γη̃ς πα̃σιν τοι̃ς κατοικου̃σιν αὐτήν ἐνιαυτὸς ἀφέσεως σημασία αὕτη ἔσται ὑμι̃ν καὶ ἀπελεύσεται εἱ̃ς ἕκαστος εἰς τὴν κτη̃σιν αὐτου̃ καὶ ἕκαστος εἰς τὴν πατρίδα αὐτου̃ ἀπελεύσεσθε 25:11 ἀφέσεως σημασία αὕτη τὸ ἔτος τὸ πεντηκοστὸν ἐνιαυτὸς ἔσται ὑμι̃ν οὐ σπερει̃τε οὐδὲ ἀμήσετε τὰ αὐτόματα ἀναβαίνοντα αὐτη̃ς καὶ οὐ τρυγήσετε τὰ ἡγιασμένα αὐτη̃ς 25:12 ὅτι ἀφέσεως σημασία ἐστίν ἅγιον ἔσται ὑμι̃ν ἀπὸ τω̃ν πεδίων φάγεσθε τὰ γενήματα αὐτη̃ς 25:13 ἐν τω̨̃ ἔτει τη̃ς ἀφέσεως σημασία̨ αὐτη̃ς ἐπανελεύσεται ἕκαστος εἰς τὴν κτη̃σιν αὐτου̃ 25:14 ἐὰν δὲ ἀποδω̨̃ πρα̃σιν τω̨̃ πλησίον σου ἐὰν καὶ κτήση̨ παρὰ του̃ πλησίον σου μὴ θλιβέτω ἄνθρωπος τὸν πλησίον 25:15 κατὰ ἀριθμὸν ἐτω̃ν μετὰ τὴν σημασίαν κτήση̨ παρὰ του̃ πλησίον κατὰ ἀριθμὸν ἐνιαυτω̃ν γενημάτων ἀποδώσεταί σοι 25:16 καθότι ἂν πλει̃ον τω̃ν ἐτω̃ν πληθύνη̨ τὴν ἔγκτησιν αὐτου̃ καὶ καθότι ἂν ἔλαττον τω̃ν ἐτω̃ν ἐλαττονώση̨ τὴν κτη̃σιν αὐτου̃ ὅτι ἀριθμὸν γενημάτων αὐτου̃ οὕτως ἀποδώσεταί σοι 25:17 μὴ θλιβέτω ἄνθρωπος τὸν πλησίον καὶ φοβηθήση̨ κύριον τὸν θεόν σου ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμω̃ν 25:18 καὶ ποιήσετε πάντα τὰ δικαιώματά μου καὶ πάσας τὰς κρίσεις μου καὶ φυλάξασθε καὶ ποιήσετε αὐτὰ καὶ κατοικήσετε ἐπὶ τη̃ς γη̃ς πεποιθότες 25:19 καὶ δώσει ἡ γη̃ τὰ ἐκφόρια αὐτη̃ς καὶ φάγεσθε εἰς πλησμονὴν καὶ κατοικήσετε πεποιθότες ἐπ' αὐτη̃ς 25:20 ἐὰν δὲ λέγητε τί φαγόμεθα ἐν τω̨̃ ἔτει τω̨̃ ἑβδόμω̨ τούτω̨ ἐὰν μὴ σπείρωμεν μηδὲ συναγάγωμεν τὰ γενήματα ἡμω̃ν 25:21 καὶ ἀποστελω̃ τὴν εὐλογίαν μου ὑμι̃ν ἐν τω̨̃ ἔτει τω̨̃ ἕκτω̨ καὶ ποιήσει τὰ γενήματα αὐτη̃ς εἰς τὰ τρία ἔτη 25:22 καὶ σπερει̃τε τὸ ἔτος τὸ ὄγδοον καὶ φάγεσθε ἀπὸ τω̃ν γενημάτων παλαιά ἕως του̃ ἔτους του̃ ἐνάτου ἕως ἂν ἔλθη̨ τὸ γένημα αὐτη̃ς φάγεσθε παλαιὰ παλαιω̃ν 25:23 καὶ ἡ γη̃ οὐ πραθήσεται εἰς βεβαίωσιν ἐμὴ γάρ ἐστιν ἡ γη̃ διότι προσήλυτοι καὶ πάροικοι ὑμει̃ς ἐστε ἐναντίον μου 25:24 καὶ κατὰ πα̃σαν γη̃ν κατασχέσεως ὑμω̃ν λύτρα δώσετε τη̃ς γη̃ς 25:25 ἐὰν δὲ πένηται ὁ ἀδελφός σου ὁ μετὰ σου̃ καὶ ἀποδω̃ται ἀπὸ τη̃ς κατασχέσεως αὐτου̃ καὶ ἔλθη̨ ὁ ἀγχιστεύων ἐγγίζων ἔγγιστα αὐτου̃ καὶ λυτρώσεται τὴν πρα̃σιν του̃ ἀδελφου̃ αὐτου̃ 25:26 ἐὰν δὲ μὴ ἠ̨̃ τινι ὁ ἀγχιστεύων καὶ εὐπορηθη̨̃ τη̨̃ χειρὶ καὶ εὑρεθη̨̃ αὐτω̨̃ τὸ ἱκανὸν λύτρα αὐτου̃ 25:27 καὶ συλλογιει̃ται τὰ ἔτη τη̃ς πράσεως αὐτου̃ καὶ ἀποδώσει ὃ ὑπερέχει τω̨̃ ἀνθρώπω̨ ὡ̨̃ ἀπέδοτο ἑαυτὸν αὐτω̨̃ καὶ ἀπελεύσεται εἰς τὴν κατάσχεσιν αὐτου̃ 25:28 ἐὰν δὲ μὴ εὐπορηθη̨̃ ἡ χεὶρ αὐτου̃ τὸ ἱκανὸν ὥστε ἀποδου̃ναι αὐτω̨̃ καὶ ἔσται ἡ πρα̃σις τω̨̃ κτησαμένω̨ αὐτὰ ἕως του̃ ἕκτου ἔτους τη̃ς ἀφέσεως καὶ ἐξελεύσεται τη̨̃ ἀφέσει καὶ ἀπελεύσεται εἰς τὴν κατάσχεσιν αὐτου̃ 25:29 ἐὰν δέ τις ἀποδω̃ται οἰκίαν οἰκητὴν ἐν πόλει τετειχισμένη̨ καὶ ἔσται ἡ λύτρωσις αὐτη̃ς ἕως πληρωθη̨̃ ἐνιαυτὸς ἡμερω̃ν ἔσται ἡ λύτρωσις αὐτη̃ς 25:30 ἐὰν δὲ μὴ λυτρωθη̨̃ ἕως ἂν πληρωθη̨̃ αὐτη̃ς ἐνιαυτὸς ὅλος κυρωθήσεται ἡ οἰκία ἡ οὐ̃σα ἐν πόλει τη̨̃ ἐχούση̨ τει̃χος βεβαίως τω̨̃ κτησαμένω̨ αὐτὴν εἰς τὰς γενεὰς αὐτου̃ καὶ οὐκ ἐξελεύσεται ἐν τη̨̃ ἀφέσει 25:31 αἱ δὲ οἰκίαι αἱ ἐν ἐπαύλεσιν αἱ̃ς οὐκ ἔστιν ἐν αὐται̃ς τει̃χος κύκλω̨ πρὸς τὸν ἀγρὸν τη̃ς γη̃ς λογισθήτωσαν λυτρωταὶ διὰ παντὸς ἔσονται καὶ ἐν τη̨̃ ἀφέσει ἐξελεύσονται 25:32 καὶ αἱ πόλεις τω̃ν Λευιτω̃ν οἰκίαι τω̃ν πόλεων αὐτω̃ν κατασχέσεως λυτρωταὶ διὰ παντὸς ἔσονται τοι̃ς Λευίταις 25:33 καὶ ὃς ἂν λυτρωσάμενος παρὰ τω̃ν Λευιτω̃ν καὶ ἐξελεύσεται ἡ διάπρασις αὐτω̃ν οἰκιω̃ν πόλεως κατασχέσεως αὐτω̃ν ἐν τη̨̃ ἀφέσει ὅτι οἰκίαι τω̃ν πόλεων τω̃ν Λευιτω̃ν κατάσχεσις αὐτω̃ν ἐν μέσω̨ υἱω̃ν Ισραηλ 25:34 καὶ οἱ ἀγροὶ οἱ ἀφωρισμένοι ται̃ς πόλεσιν αὐτω̃ν οὐ πραθήσονται ὅτι κατάσχεσις αἰωνία του̃το αὐτω̃ν ἐστιν 25:35 ἐὰν δὲ πένηται ὁ ἀδελφός σου καὶ ἀδυνατήση̨ ται̃ς χερσὶν παρὰ σοί ἀντιλήμψη̨ αὐτου̃ ὡς προσηλύτου καὶ παροίκου καὶ ζήσεται ὁ ἀδελφός σου μετὰ σου̃ 25:36 οὐ λήμψη̨ παρ' αὐτου̃ τόκον οὐδὲ ἐπὶ πλήθει καὶ φοβηθήση̨ τὸν θεόν σου ἐγὼ κύριος καὶ ζήσεται ὁ ἀδελφός σου μετὰ σου̃ 25:37 τὸ ἀργύριόν σου οὐ δώσεις αὐτω̨̃ ἐπὶ τόκω̨ καὶ ἐπὶ πλεονασμὸν οὐ δώσεις αὐτω̨̃ τὰ βρώματά σου 25:38 ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν ὁ ἐξαγαγὼν ὑμα̃ς ἐκ γη̃ς Αἰγύπτου δου̃ναι ὑμι̃ν τὴν γη̃ν Χανααν ὥστε εἰ̃ναι ὑμω̃ν θεός 25:39 ἐὰν δὲ ταπεινωθη̨̃ ὁ ἀδελφός σου παρὰ σοὶ καὶ πραθη̨̃ σοι οὐ δουλεύσει σοι δουλείαν οἰκέτου 25:40 ὡς μισθωτὸς ἢ πάροικος ἔσται σοι ἕως του̃ ἔτους τη̃ς ἀφέσεως ἐργα̃ται παρὰ σοί 25:41 καὶ ἐξελεύσεται τη̨̃ ἀφέσει καὶ τὰ τέκνα αὐτου̃ μετ' αὐτου̃ καὶ ἀπελεύσεται εἰς τὴν γενεὰν αὐτου̃ εἰς τὴν κατάσχεσιν τὴν πατρικὴν ἀποδραμει̃ται 25:42 διότι οἰκέται μού εἰσιν οὑ̃τοι οὓς ἐξήγαγον ἐκ γη̃ς Αἰγύπτου οὐ πραθήσεται ἐν πράσει οἰκέτου 25:43 οὐ κατατενει̃ς αὐτὸν ἐν τω̨̃ μόχθω̨ καὶ φοβηθήση̨ κύριον τὸν θεόν σου 25:44 καὶ παι̃ς καὶ παιδίσκη ὅσοι ἂν γένωνταί σοι ἀπὸ τω̃ν ἐθνω̃ν ὅσοι κύκλω̨ σού εἰσιν ἀπ' αὐτω̃ν κτήσεσθε δου̃λον καὶ δούλην 25:45 καὶ ἀπὸ τω̃ν υἱω̃ν τω̃ν παροίκων τω̃ν ὄντων ἐν ὑμι̃ν ἀπὸ τούτων κτήσεσθε καὶ ἀπὸ τω̃ν συγγενω̃ν αὐτω̃ν ὅσοι ἂν γένωνται ἐν τη̨̃ γη̨̃ ὑμω̃ν ἔστωσαν ὑμι̃ν εἰς κατάσχεσιν 25:46 καὶ καταμεριει̃τε αὐτοὺς τοι̃ς τέκνοις ὑμω̃ν μεθ' ὑμα̃ς καὶ ἔσονται ὑμι̃ν κατόχιμοι εἰς τὸν αἰω̃να τω̃ν ἀδελφω̃ν ὑμω̃ν τω̃ν υἱω̃ν Ισραηλ ἕκαστος τὸν ἀδελφὸν αὐτου̃ οὐ κατατενει̃ αὐτὸν ἐν τοι̃ς μόχθοις 25:47 ἐὰν δὲ εὕρη̨ ἡ χεὶρ του̃ προσηλύτου ἢ του̃ παροίκου του̃ παρὰ σοὶ καὶ ἀπορηθεὶς ὁ ἀδελφός σου πραθη̨̃ τω̨̃ προσηλύτω̨ ἢ τω̨̃ παροίκω̨ τω̨̃ παρὰ σοὶ ἐκ γενετη̃ς προσηλύτω̨ 25:48 μετὰ τὸ πραθη̃ναι αὐτω̨̃ λύτρωσις ἔσται αὐτω̨̃ εἱ̃ς τω̃ν ἀδελφω̃ν αὐτου̃ λυτρώσεται αὐτόν 25:49 ἀδελφὸς πατρὸς αὐτου̃ ἢ υἱὸς ἀδελφου̃ πατρὸς λυτρώσεται αὐτὸν ἢ ἀπὸ τω̃ν οἰκείων τω̃ν σαρκω̃ν αὐτου̃ ἐκ τη̃ς φυλη̃ς αὐτου̃ λυτρώσεται αὐτόν ἐὰν δὲ εὐπορηθεὶς ται̃ς χερσὶν λυτρώσηται ἑαυτόν 25:50 καὶ συλλογιει̃ται πρὸς τὸν κεκτημένον αὐτὸν ἀπὸ του̃ ἔτους οὑ̃ ἀπέδοτο ἑαυτὸν αὐτω̨̃ ἕως του̃ ἐνιαυτου̃ τη̃ς ἀφέσεως καὶ ἔσται τὸ ἀργύριον τη̃ς πράσεως αὐτου̃ ὡς μισθίου ἔτος ἐξ ἔτους ἔσται μετ' αὐτου̃ 25:51 ἐὰν δέ τινι πλει̃ον τω̃ν ἐτω̃ν ἠ̨̃ πρὸς ταυ̃τα ἀποδώσει τὰ λύτρα αὐτου̃ ἀπὸ του̃ ἀργυρίου τη̃ς πράσεως αὐτου̃ 25:52 ἐὰν δὲ ὀλίγον καταλειφθη̨̃ ἀπὸ τω̃ν ἐτω̃ν εἰς τὸν ἐνιαυτὸν τη̃ς ἀφέσεως καὶ συλλογιει̃ται αὐτω̨̃ κατὰ τὰ ἔτη αὐτου̃ καὶ ἀποδώσει τὰ λύτρα αὐτου̃ 25:53 ὡς μισθωτὸς ἐνιαυτὸν ἐξ ἐνιαυτου̃ ἔσται μετ' αὐτου̃ οὐ κατατενει̃ς αὐτὸν ἐν τω̨̃ μόχθω̨ ἐνώπιόν σου 25:54 ἐὰν δὲ μὴ λυτρω̃ται κατὰ ταυ̃τα ἐξελεύσεται ἐν τω̨̃ ἔτει τη̃ς ἀφέσεως αὐτὸς καὶ τὰ παιδία αὐτου̃ μετ' αὐτου̃ 25:55 ὅτι ἐμοὶ οἱ υἱοὶ Ισραηλ οἰκέται παι̃δές μου οὑ̃τοί εἰσιν οὓς ἐξήγαγον ἐκ γη̃ς Αἰγύπτου ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν 26:1 οὐ ποιήσετε ὑμι̃ν αὐτοι̃ς χειροποίητα οὐδὲ γλυπτὰ οὐδὲ στήλην ἀναστήσετε ὑμι̃ν οὐδὲ λίθον σκοπὸν θήσετε ἐν τη̨̃ γη̨̃ ὑμω̃ν προσκυνη̃σαι αὐτω̨̃ ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμω̃ν 26:2 τὰ σάββατά μου φυλάξεσθε καὶ ἀπὸ τω̃ν ἁγίων μου φοβηθήσεσθε ἐγώ εἰμι κύριος 26:3 ἐὰν τοι̃ς προστάγμασίν μου πορεύησθε καὶ τὰς ἐντολάς μου φυλάσσησθε καὶ ποιήσητε αὐτάς 26:4 καὶ δώσω τὸν ὑετὸν ὑμι̃ν ἐν καιρω̨̃ αὐτου̃ καὶ ἡ γη̃ δώσει τὰ γενήματα αὐτη̃ς καὶ τὰ ξύλα τω̃ν πεδίων ἀποδώσει τὸν καρπὸν αὐτω̃ν 26:5 καὶ καταλήμψεται ὑμι̃ν ὁ ἀλοητὸς τὸν τρύγητον καὶ ὁ τρύγητος καταλήμψεται τὸν σπόρον καὶ φάγεσθε τὸν ἄρτον ὑμω̃ν εἰς πλησμονὴν καὶ κατοικήσετε μετὰ ἀσφαλείας ἐπὶ τη̃ς γη̃ς ὑμω̃ν 26:6 καὶ πόλεμος οὐ διελεύσεται διὰ τη̃ς γη̃ς ὑμω̃ν καὶ δώσω εἰρήνην ἐν τη̨̃ γη̨̃ ὑμω̃ν καὶ κοιμηθήσεσθε καὶ οὐκ ἔσται ὑμα̃ς ὁ ἐκφοβω̃ν καὶ ἀπολω̃ θηρία πονηρὰ ἐκ τη̃ς γη̃ς ὑμω̃ν 26:7 καὶ διώξεσθε τοὺς ἐχθροὺς ὑμω̃ν καὶ πεσου̃νται ἐναντίον ὑμω̃ν φόνω̨ 26:8 καὶ διώξονται ἐξ ὑμω̃ν πέντε ἑκατόν καὶ ἑκατὸν ὑμω̃ν διώξονται μυριάδας καὶ πεσου̃νται οἱ ἐχθροὶ ὑμω̃ν ἐναντίον ὑμω̃ν μαχαίρα̨ 26:9 καὶ ἐπιβλέψω ἐφ' ὑμα̃ς καὶ αὐξανω̃ ὑμα̃ς καὶ πληθυνω̃ ὑμα̃ς καὶ στήσω τὴν διαθήκην μου μεθ' ὑμω̃ν 26:10 καὶ φάγεσθε παλαιὰ καὶ παλαιὰ παλαιω̃ν καὶ παλαιὰ ἐκ προσώπου νέων ἐξοίσετε 26:11 καὶ θήσω τὴν διαθήκην μου ἐν ὑμι̃ν καὶ οὐ βδελύξεται ἡ ψυχή μου ὑμα̃ς 26:12 καὶ ἐμπεριπατήσω ἐν ὑμι̃ν καὶ ἔσομαι ὑμω̃ν θεός καὶ ὑμει̃ς ἔσεσθέ μου λαός 26:13 ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμω̃ν ὁ ἐξαγαγὼν ὑμα̃ς ἐκ γη̃ς Αἰγύπτου ὄντων ὑμω̃ν δούλων καὶ συνέτριψα τὸν δεσμὸν του̃ ζυγου̃ ὑμω̃ν καὶ ἤγαγον ὑμα̃ς μετὰ παρρησίας 26:14 ἐὰν δὲ μὴ ὑπακούσητέ μου μηδὲ ποιήσητε τὰ προστάγματά μου ταυ̃τα 26:15 ἀλλὰ ἀπειθήσητε αὐτοι̃ς καὶ τοι̃ς κρίμασίν μου προσοχθίση̨ ἡ ψυχὴ ὑμω̃ν ὥστε ὑμα̃ς μὴ ποιει̃ν πάσας τὰς ἐντολάς μου ὥστε διασκεδάσαι τὴν διαθήκην μου 26:16 καὶ ἐγὼ ποιήσω οὕτως ὑμι̃ν καὶ ἐπισυστήσω ἐφ' ὑμα̃ς τὴν ἀπορίαν τήν τε ψώραν καὶ τὸν ἴκτερον καὶ σφακελίζοντας τοὺς ὀφθαλμοὺς ὑμω̃ν καὶ τὴν ψυχὴν ὑμω̃ν ἐκτήκουσαν καὶ σπερει̃τε διὰ κενη̃ς τὰ σπέρματα ὑμω̃ν καὶ ἔδονται οἱ ὑπεναντίοι ὑμω̃ν 26:17 καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐφ' ὑμα̃ς καὶ πεσει̃σθε ἐναντίον τω̃ν ἐχθρω̃ν ὑμω̃ν καὶ διώξονται ὑμα̃ς οἱ μισου̃ντες ὑμα̃ς καὶ φεύξεσθε οὐθενὸς διώκοντος ὑμα̃ς 26:18 καὶ ἐὰν ἕως τούτου μὴ ὑπακούσητέ μου καὶ προσθήσω του̃ παιδευ̃σαι ὑμα̃ς ἑπτάκις ἐπὶ ται̃ς ἁμαρτίαις ὑμω̃ν 26:19 καὶ συντρίψω τὴν ὕβριν τη̃ς ὑπερηφανίας ὑμω̃ν καὶ θήσω τὸν οὐρανὸν ὑμι̃ν σιδηρου̃ν καὶ τὴν γη̃ν ὑμω̃ν ὡσεὶ χαλκη̃ν 26:20 καὶ ἔσται εἰς κενὸν ἡ ἰσχὺς ὑμω̃ν καὶ οὐ δώσει ἡ γη̃ ὑμω̃ν τὸν σπόρον αὐτη̃ς καὶ τὸ ξύλον του̃ ἀγρου̃ ὑμω̃ν οὐ δώσει τὸν καρπὸν αὐτου̃ 26:21 καὶ ἐὰν μετὰ ταυ̃τα πορεύησθε πλάγιοι καὶ μὴ βούλησθε ὑπακούειν μου προσθήσω ὑμι̃ν πληγὰς ἑπτὰ κατὰ τὰς ἁμαρτίας ὑμω̃ν 26:22 καὶ ἀποστελω̃ ἐφ' ὑμα̃ς τὰ θηρία τὰ ἄγρια τη̃ς γη̃ς καὶ κατέδεται ὑμα̃ς καὶ ἐξαναλώσει τὰ κτήνη ὑμω̃ν καὶ ὀλιγοστοὺς ποιήσει ὑμα̃ς καὶ ἐρημωθήσονται αἱ ὁδοὶ ὑμω̃ν 26:23 καὶ ἐπὶ τούτοις ἐὰν μὴ παιδευθη̃τε ἀλλὰ πορεύησθε πρός με πλάγιοι 26:24 πορεύσομαι κἀγὼ μεθ' ὑμω̃ν θυμω̨̃ πλαγίω̨ καὶ πατάξω ὑμα̃ς κἀγὼ ἑπτάκις ἀντὶ τω̃ν ἁμαρτιω̃ν ὑμω̃ν 26:25 καὶ ἐπάξω ἐφ' ὑμα̃ς μάχαιραν ἐκδικου̃σαν δίκην διαθήκης καὶ καταφεύξεσθε εἰς τὰς πόλεις ὑμω̃ν καὶ ἐξαποστελω̃ θάνατον εἰς ὑμα̃ς καὶ παραδοθήσεσθε εἰς χει̃ρας ἐχθρω̃ν 26:26 ἐν τω̨̃ θλι̃ψαι ὑμα̃ς σιτοδεία̨ ἄρτων καὶ πέψουσιν δέκα γυναι̃κες τοὺς ἄρτους ὑμω̃ν ἐν κλιβάνω̨ ἑνὶ καὶ ἀποδώσουσιν τοὺς ἄρτους ὑμω̃ν ἐν σταθμω̨̃ καὶ φάγεσθε καὶ οὐ μὴ ἐμπλησθη̃τε 26:27 ἐὰν δὲ ἐπὶ τούτοις μὴ ὑπακούσητέ μου καὶ πορεύησθε πρός με πλάγιοι 26:28 καὶ αὐτὸς πορεύσομαι μεθ' ὑμω̃ν ἐν θυμω̨̃ πλαγίω̨ καὶ παιδεύσω ὑμα̃ς ἐγὼ ἑπτάκις κατὰ τὰς ἁμαρτίας ὑμω̃ν 26:29 καὶ φάγεσθε τὰς σάρκας τω̃ν υἱω̃ν ὑμω̃ν καὶ τὰς σάρκας τω̃ν θυγατέρων ὑμω̃ν φάγεσθε 26:30 καὶ ἐρημώσω τὰς στήλας ὑμω̃ν καὶ ἐξολεθρεύσω τὰ ξύλινα χειροποίητα ὑμω̃ν καὶ θήσω τὰ κω̃λα ὑμω̃ν ἐπὶ τὰ κω̃λα τω̃ν εἰδώλων ὑμω̃ν καὶ προσοχθιει̃ ἡ ψυχή μου ὑμι̃ν 26:31 καὶ θήσω τὰς πόλεις ὑμω̃ν ἐρήμους καὶ ἐξερημώσω τὰ ἅγια ὑμω̃ν καὶ οὐ μὴ ὀσφρανθω̃ τη̃ς ὀσμη̃ς τω̃ν θυσιω̃ν ὑμω̃ν 26:32 καὶ ἐξερημώσω ἐγὼ τὴν γη̃ν ὑμω̃ν καὶ θαυμάσονται ἐπ' αὐτη̨̃ οἱ ἐχθροὶ ὑμω̃ν οἱ ἐνοικου̃ντες ἐν αὐτη̨̃ 26:33 καὶ διασπερω̃ ὑμα̃ς εἰς τὰ ἔθνη καὶ ἐξαναλώσει ὑμα̃ς ἐπιπορευομένη ἡ μάχαιρα καὶ ἔσται ἡ γη̃ ὑμω̃ν ἔρημος καὶ αἱ πόλεις ὑμω̃ν ἔσονται ἔρημοι 26:34 τότε εὐδοκήσει ἡ γη̃ τὰ σάββατα αὐτη̃ς καὶ πάσας τὰς ἡμέρας τη̃ς ἐρημώσεως αὐτη̃ς καὶ ὑμει̃ς ἔσεσθε ἐν τη̨̃ γη̨̃ τω̃ν ἐχθρω̃ν ὑμω̃ν τότε σαββατιει̃ ἡ γη̃ καὶ εὐδοκήσει τὰ σάββατα αὐτη̃ς 26:35 πάσας τὰς ἡμέρας τη̃ς ἐρημώσεως αὐτη̃ς σαββατιει̃ ἃ οὐκ ἐσαββάτισεν ἐν τοι̃ς σαββάτοις ὑμω̃ν ἡνίκα κατω̨κει̃τε αὐτήν 26:36 καὶ τοι̃ς καταλειφθει̃σιν ἐξ ὑμω̃ν ἐπάξω δειλίαν εἰς τὴν καρδίαν αὐτω̃ν ἐν τη̨̃ γη̨̃ τω̃ν ἐχθρω̃ν αὐτω̃ν καὶ διώξεται αὐτοὺς φωνὴ φύλλου φερομένου καὶ φεύξονται ὡς φεύγοντες ἀπὸ πολέμου καὶ πεσου̃νται οὐθενὸς διώκοντος 26:37 καὶ ὑπερόψεται ὁ ἀδελφὸς τὸν ἀδελφὸν ὡσεὶ ἐν πολέμω̨ οὐθενὸς κατατρέχοντος καὶ οὐ δυνήσεσθε ἀντιστη̃ναι τοι̃ς ἐχθροι̃ς ὑμω̃ν 26:38 καὶ ἀπολει̃σθε ἐν τοι̃ς ἔθνεσιν καὶ κατέδεται ὑμα̃ς ἡ γη̃ τω̃ν ἐχθρω̃ν ὑμω̃ν 26:39 καὶ οἱ καταλειφθέντες ἀφ' ὑμω̃ν καταφθαρήσονται διὰ τὰς ἁμαρτίας ὑμω̃ν ἐν τη̨̃ γη̨̃ τω̃ν ἐχθρω̃ν αὐτω̃ν τακήσονται 26:40 καὶ ἐξαγορεύσουσιν τὰς ἁμαρτίας αὐτω̃ν καὶ τὰς ἁμαρτίας τω̃ν πατέρων αὐτω̃ν ὅτι παρέβησαν καὶ ὑπερει̃δόν με καὶ ὅτι ἐπορεύθησαν ἐναντίον μου πλάγιοι 26:41 καὶ ἐγὼ ἐπορεύθην μετ' αὐτω̃ν ἐν θυμω̨̃ πλαγίω̨ καὶ ἀπολω̃ αὐτοὺς ἐν τη̨̃ γη̨̃ τω̃ν ἐχθρω̃ν αὐτω̃ν τότε ἐντραπήσεται ἡ καρδία αὐτω̃ν ἡ ἀπερίτμητος καὶ τότε εὐδοκήσουσιν τὰς ἁμαρτίας αὐτω̃ν 26:42 καὶ μνησθήσομαι τη̃ς διαθήκης Ιακωβ καὶ τη̃ς διαθήκης Ισαακ καὶ τη̃ς διαθήκης Αβρααμ μνησθήσομαι καὶ τη̃ς γη̃ς μνησθήσομαι 26:43 καὶ ἡ γη̃ ἐγκαταλειφθήσεται ὑπ' αὐτω̃ν τότε προσδέξεται ἡ γη̃ τὰ σάββατα αὐτη̃ς ἐν τω̨̃ ἐρημωθη̃ναι αὐτὴν δι' αὐτούς καὶ αὐτοὶ προσδέξονται τὰς αὐτω̃ν ἀνομίας ἀνθ' ὡ̃ν τὰ κρίματά μου ὑπερει̃δον καὶ τοι̃ς προστάγμασίν μου προσώχθισαν τη̨̃ ψυχη̨̃ αὐτω̃ν 26:44 καὶ οὐδ' ὡ̃ς ὄντων αὐτω̃ν ἐν τη̨̃ γη̨̃ τω̃ν ἐχθρω̃ν αὐτω̃ν οὐχ ὑπερει̃δον αὐτοὺς οὐδὲ προσώχθισα αὐτοι̃ς ὥστε ἐξαναλω̃σαι αὐτοὺς του̃ διασκεδάσαι τὴν διαθήκην μου τὴν πρὸς αὐτούς ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς αὐτω̃ν 26:45 καὶ μνησθήσομαι αὐτω̃ν τη̃ς διαθήκης τη̃ς προτέρας ὅτε ἐξήγαγον αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου ἐξ οἴκου δουλείας ἔναντι τω̃ν ἐθνω̃ν του̃ εἰ̃ναι αὐτω̃ν θεός ἐγώ εἰμι κύριος 26:46 ταυ̃τα τὰ κρίματα καὶ τὰ προστάγματα καὶ ὁ νόμος ὃν ἔδωκεν κύριος ἀνὰ μέσον αὐτου̃ καὶ ἀνὰ μέσον τω̃ν υἱω̃ν Ισραηλ ἐν τω̨̃ ὄρει Σινα ἐν χειρὶ Μωυση̃ 27:1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων 27:2 λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἐρει̃ς αὐτοι̃ς ὃς ἂν εὔξηται εὐχὴν ὥστε τιμὴν τη̃ς ψυχη̃ς αὐτου̃ τω̨̃ κυρίω̨ 27:3 ἔσται ἡ τιμὴ του̃ ἄρσενος ἀπὸ εἰκοσαετου̃ς ἕως ἑξηκονταετου̃ς ἔσται αὐτου̃ ἡ τιμὴ πεντήκοντα δίδραχμα ἀργυρίου τω̨̃ σταθμω̨̃ τω̨̃ ἁγίω̨ 27:4 τη̃ς δὲ θηλείας ἔσται ἡ συντίμησις τριάκοντα δίδραχμα 27:5 ἐὰν δὲ ἀπὸ πενταετου̃ς ἕως εἴκοσι ἐτω̃ν ἔσται ἡ τιμὴ του̃ ἄρσενος εἴκοσι δίδραχμα τη̃ς δὲ θηλείας δέκα δίδραχμα 27:6 ἀπὸ δὲ μηνιαίου ἕως πενταετου̃ς ἔσται ἡ τιμὴ του̃ ἄρσενος πέντε δίδραχμα ἀργυρίου τη̃ς δὲ θηλείας τρία δίδραχμα 27:7 ἐὰν δὲ ἀπὸ ἑξηκονταετω̃ν καὶ ἐπάνω ἐὰν μὲν ἄρσεν ἠ̨̃ ἔσται ἡ τιμὴ πεντεκαίδεκα δίδραχμα ἀργυρίου ἐὰν δὲ θήλεια δέκα δίδραχμα 27:8 ἐὰν δὲ ταπεινὸς ἠ̨̃ τη̨̃ τιμη̨̃ στήσεται ἐναντίον του̃ ἱερέως καὶ τιμήσεται αὐτὸν ὁ ἱερεύς καθάπερ ἰσχύει ἡ χεὶρ του̃ εὐξαμένου τιμήσεται αὐτὸν ὁ ἱερεύς 27:9 ἐὰν δὲ ἀπὸ τω̃ν κτηνω̃ν τω̃ν προσφερομένων ἀπ' αὐτω̃ν δω̃ρον τω̨̃ κυρίω̨ ὃς ἂν δω̨̃ ἀπὸ τούτων τω̨̃ κυρίω̨ ἔσται ἅγιον 27:10 οὐκ ἀλλάξει αὐτὸ καλὸν πονηρω̨̃ οὐδὲ πονηρὸν καλω̨̃ ἐὰν δὲ ἀλλάσσων ἀλλάξη̨ αὐτὸ κτη̃νος κτήνει ἔσται αὐτὸ καὶ τὸ ἄλλαγμα ἅγια 27:11 ἐὰν δὲ πα̃ν κτη̃νος ἀκάθαρτον ἀφ' ὡ̃ν οὐ προσφέρεται ἀπ' αὐτω̃ν δω̃ρον τω̨̃ κυρίω̨ στήσει τὸ κτη̃νος ἔναντι του̃ ἱερέως 27:12 καὶ τιμήσεται αὐτὸ ὁ ἱερεὺς ἀνὰ μέσον καλου̃ καὶ ἀνὰ μέσον πονηρου̃ καὶ καθότι ἂν τιμήσεται ὁ ἱερεύς οὕτως στήσεται 27:13 ἐὰν δὲ λυτρούμενος λυτρώσηται αὐτό προσθήσει τὸ ἐπίπεμπτον πρὸς τὴν τιμὴν αὐτου̃ 27:14 καὶ ἄνθρωπος ὃς ἂν ἁγιάση̨ τὴν οἰκίαν αὐτου̃ ἁγίαν τω̨̃ κυρίω̨ καὶ τιμήσεται αὐτὴν ὁ ἱερεὺς ἀνὰ μέσον καλη̃ς καὶ ἀνὰ μέσον πονηρα̃ς ὡς ἂν τιμήσεται αὐτὴν ὁ ἱερεύς οὕτως σταθήσεται 27:15 ἐὰν δὲ ὁ ἁγιάσας αὐτὴν λυτρω̃ται τὴν οἰκίαν αὐτου̃ προσθήσει ἐπ' αὐτὸ τὸ ἐπίπεμπτον του̃ ἀργυρίου τη̃ς τιμη̃ς καὶ ἔσται αὐτω̨̃ 27:16 ἐὰν δὲ ἀπὸ του̃ ἀγρου̃ τη̃ς κατασχέσεως αὐτου̃ ἁγιάση̨ ἄνθρωπος τω̨̃ κυρίω̨ καὶ ἔσται ἡ τιμὴ κατὰ τὸν σπόρον αὐτου̃ κόρου κριθω̃ν πεντήκοντα δίδραχμα ἀργυρίου 27:17 ἐὰν δὲ ἀπὸ του̃ ἐνιαυτου̃ τη̃ς ἀφέσεως ἁγιάση̨ τὸν ἀγρὸν αὐτου̃ κατὰ τὴν τιμὴν αὐτου̃ στήσεται 27:18 ἐὰν δὲ ἔσχατον μετὰ τὴν ἄφεσιν ἁγιάση̨ τὸν ἀγρὸν αὐτου̃ προσλογιει̃ται αὐτω̨̃ ὁ ἱερεὺς τὸ ἀργύριον ἐπὶ τὰ ἔτη τὰ ἐπίλοιπα ἕως εἰς τὸν ἐνιαυτὸν τη̃ς ἀφέσεως καὶ ἀνθυφαιρεθήσεται ἀπὸ τη̃ς συντιμήσεως αὐτου̃ 27:19 ἐὰν δὲ λυτρω̃ται τὸν ἀγρὸν ὁ ἁγιάσας αὐτόν προσθήσει τὸ ἐπίπεμπτον του̃ ἀργυρίου πρὸς τὴν τιμὴν αὐτου̃ καὶ ἔσται αὐτω̨̃ 27:20 ἐὰν δὲ μὴ λυτρω̃ται τὸν ἀγρὸν καὶ ἀποδω̃ται τὸν ἀγρὸν ἀνθρώπω̨ ἑτέρω̨ οὐκέτι μὴ λυτρώσηται αὐτόν 27:21 ἀλλ' ἔσται ὁ ἀγρὸς ἐξεληλυθυίας τη̃ς ἀφέσεως ἅγιος τω̨̃ κυρίω̨ ὥσπερ ἡ γη̃ ἡ ἀφωρισμένη τω̨̃ ἱερει̃ ἔσται κατάσχεσις 27:22 ἐὰν δὲ ἀπὸ του̃ ἀγρου̃ οὑ̃ κέκτηται ὃς οὐκ ἔστιν ἀπὸ του̃ ἀγρου̃ τη̃ς κατασχέσεως αὐτου̃ ἁγιάση̨ τω̨̃ κυρίω̨ 27:23 λογιει̃ται πρὸς αὐτὸν ὁ ἱερεὺς τὸ τέλος τη̃ς τιμη̃ς ἐκ του̃ ἐνιαυτου̃ τη̃ς ἀφέσεως καὶ ἀποδώσει τὴν τιμὴν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἅγιον τω̨̃ κυρίω̨ 27:24 καὶ ἐν τω̨̃ ἐνιαυτω̨̃ τη̃ς ἀφέσεως ἀποδοθήσεται ὁ ἀγρὸς τω̨̃ ἀνθρώπω̨ παρ' οὑ̃ κέκτηται αὐτόν οὑ̃ ἠ̃ν ἡ κατάσχεσις τη̃ς γη̃ς 27:25 καὶ πα̃σα τιμὴ ἔσται σταθμίοις ἁγίοις εἴκοσι ὀβολοὶ ἔσται τὸ δίδραχμον 27:26 καὶ πα̃ν πρωτότοκον ὃ ἂν γένηται ἐν τοι̃ς κτήνεσίν σου ἔσται τω̨̃ κυρίω̨ καὶ οὐ καθαγιάσει οὐθεὶς αὐτό ἐάν τε μόσχον ἐάν τε πρόβατον τω̨̃ κυρίω̨ ἐστίν 27:27 ἐὰν δὲ τω̃ν τετραπόδων τω̃ν ἀκαθάρτων ἀλλάξει κατὰ τὴν τιμὴν αὐτου̃ καὶ προσθήσει τὸ ἐπίπεμπτον πρὸς αὐτό καὶ ἔσται αὐτω̨̃ ἐὰν δὲ μὴ λυτρω̃ται πραθήσεται κατὰ τὸ τίμημα αὐτου̃ 27:28 πα̃ν δὲ ἀνάθεμα ὃ ἐὰν ἀναθη̨̃ ἄνθρωπος τω̨̃ κυρίω̨ ἀπὸ πάντων ὅσα αὐτω̨̃ ἐστιν ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἀπὸ ἀγρου̃ κατασχέσεως αὐτου̃ οὐκ ἀποδώσεται οὐδὲ λυτρώσεται πα̃ν ἀνάθεμα ἅγιον ἁγίων ἔσται τω̨̃ κυρίω̨ 27:29 καὶ πα̃ν ὃ ἐὰν ἀνατεθη̨̃ ἀπὸ τω̃ν ἀνθρώπων οὐ λυτρωθήσεται ἀλλὰ θανάτω̨ θανατωθήσεται 27:30 πα̃σα δεκάτη τη̃ς γη̃ς ἀπὸ του̃ σπέρματος τη̃ς γη̃ς καὶ του̃ καρπου̃ του̃ ξυλίνου τω̨̃ κυρίω̨ ἐστίν ἅγιον τω̨̃ κυρίω̨ 27:31 ἐὰν δὲ λυτρω̃ται λύτρω̨ ἄνθρωπος τὴν δεκάτην αὐτου̃ τὸ ἐπίπεμπτον προσθήσει πρὸς αὐτό καὶ ἔσται αὐτω̨̃ 27:32 καὶ πα̃σα δεκάτη βοω̃ν καὶ προβάτων καὶ πα̃ν ὃ ἐὰν ἔλθη̨ ἐν τω̨̃ ἀριθμω̨̃ ὑπὸ τὴν ῥάβδον τὸ δέκατον ἔσται ἅγιον τω̨̃ κυρίω̨ 27:33 οὐκ ἀλλάξεις καλὸν πονηρω̨̃ ἐὰν δὲ ἀλλάσσων ἀλλάξη̨ς αὐτό καὶ τὸ ἄλλαγμα αὐτου̃ ἔσται ἅγιον οὐ λυτρωθήσεται 27:34 αὑ̃ταί εἰσιν αἱ ἐντολαί ἃς ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃ πρὸς τοὺς υἱοὺς Ισραηλ ἐν τω̨̃ ὄρει Σινα . |
[X] |