'Έξοδος
1:1 ταυ̃τα τὰ ὀνόματα τω̃ν υἱω̃ν Ισραηλ τω̃ν εἰσπεπορευμένων εἰς Αἴγυπτον ἅμα Ιακωβ τω̨̃ πατρὶ αὐτω̃ν ἕκαστος πανοικία̨ αὐτω̃ν εἰσήλθοσαν 1:2 Ρουβην Συμεων Λευι Ιουδας 1:3 Ισσαχαρ Ζαβουλων καὶ Βενιαμιν 1:4 Δαν καὶ Νεφθαλι Γαδ καὶ Ασηρ 1:5 Ιωσηφ δὲ ἠ̃ν ἐν Αἰγύπτω̨ ἠ̃σαν δὲ πα̃σαι ψυχαὶ ἐξ Ιακωβ πέντε καὶ ἑβδομήκοντα 1:6 ἐτελεύτησεν δὲ Ιωσηφ καὶ πάντες οἱ ἀδελφοὶ αὐτου̃ καὶ πα̃σα ἡ γενεὰ ἐκείνη 1:7 οἱ δὲ υἱοὶ Ισραηλ ηὐξήθησαν καὶ ἐπληθύνθησαν καὶ χυδαι̃οι ἐγένοντο καὶ κατίσχυον σφόδρα σφόδρα ἐπλήθυνεν δὲ ἡ γη̃ αὐτούς 1:8 ἀνέστη δὲ βασιλεὺς ἕτερος ἐπ' Αἴγυπτον ὃς οὐκ ἤ̨δει τὸν Ιωσηφ 1:9 εἰ̃πεν δὲ τω̨̃ ἕθνει αὐτου̃ ἰδοὺ τὸ γένος τω̃ν υἱω̃ν Ισραηλ μέγα πλη̃θος καὶ ἰσχύει ὑπὲρ ἡμα̃ς 1:10 δευ̃τε οὐ̃ν κατασοφισώμεθα αὐτούς μήποτε πληθυνθη̨̃ καί ἡνίκα ἂν συμβη̨̃ ἡμι̃ν πόλεμος προστεθήσονται καὶ οὑ̃τοι πρὸς τοὺς ὑπεναντίους καὶ ἐκπολεμήσαντες ἡμα̃ς ἐξελεύσονται ἐκ τη̃ς γη̃ς 1:11 καὶ ἐπέστησεν αὐτοι̃ς ἐπιστάτας τω̃ν ἔργων ἵνα κακώσωσιν αὐτοὺς ἐν τοι̃ς ἔργοις καὶ ὠ̨κοδόμησαν πόλεις ὀχυρὰς τω̨̃ Φαραω τήν τε Πιθωμ καὶ Ραμεσση καὶ Ων ἥ ἐστιν 'Ηλίου πόλις 1:12 καθότι δὲ αὐτοὺς ἐταπείνουν τοσούτω̨ πλείους ἐγίνοντο καὶ ἴσχυον σφόδρα σφόδρα καὶ ἐβδελύσσοντο οἱ Αἰγύπτιοι ἀπὸ τω̃ν υἱω̃ν Ισραηλ 1:13 καὶ κατεδυνάστευον οἱ Αἰγύπτιοι τοὺς υἱοὺς Ισραηλ βία̨ 1:14 καὶ κατωδύνων αὐτω̃ν τὴν ζωὴν ἐν τοι̃ς ἔργοις τοι̃ς σκληροι̃ς τω̨̃ πηλω̨̃ καὶ τη̨̃ πλινθεία̨ καὶ πα̃σι τοι̃ς ἔργοις τοι̃ς ἐν τοι̃ς πεδίοις κατὰ πάντα τὰ ἔργα ὡ̃ν κατεδουλου̃ντο αὐτοὺς μετὰ βίας 1:15 καὶ εἰ̃πεν ὁ βασιλεὺς τω̃ν Αἰγυπτίων ται̃ς μαίαις τω̃ν Εβραίων τη̨̃ μια̨̃ αὐτω̃ν ἡ̨̃ ὄνομα Σεπφωρα καὶ τὸ ὄνομα τη̃ς δευτέρας Φουα 1:16 καὶ εἰ̃πεν ὅταν μαιου̃σθε τὰς Εβραίας καὶ ὠ̃σιν πρὸς τω̨̃ τίκτειν ἐὰν μὲν ἄρσεν ἠ̨̃ ἀποκτείνατε αὐτό ἐὰν δὲ θη̃λυ περιποιει̃σθε αὐτό 1:17 ἐφοβήθησαν δὲ αἱ μαι̃αι τὸν θεὸν καὶ οὐκ ἐποίησαν καθότι συνέταξεν αὐται̃ς ὁ βασιλεὺς Αἰγύπτου καὶ ἐζωογόνουν τὰ ἄρσενα 1:18 ἐκάλεσεν δὲ ὁ βασιλεὺς Αἰγύπτου τὰς μαίας καὶ εἰ̃πεν αὐται̃ς τί ὅτι ἐποιήσατε τὸ πρα̃γμα του̃το καὶ ἐζωογονει̃τε τὰ ἄρσενα 1:19 εἰ̃παν δὲ αἱ μαι̃αι τω̨̃ Φαραω οὐχ ὡς γυναι̃κες Αἰγύπτου αἱ Εβραι̃αι τίκτουσιν γὰρ πρὶν ἢ εἰσελθει̃ν πρὸς αὐτὰς τὰς μαίας καὶ ἔτικτον 1:20 εὐ̃ δὲ ἐποίει ὁ θεὸς ται̃ς μαίαις καὶ ἐπλήθυνεν ὁ λαὸς καὶ ἴσχυεν σφόδρα 1:21 ἐπειδὴ ἐφοβου̃ντο αἱ μαι̃αι τὸν θεόν ἐποίησαν ἑαυται̃ς οἰκίας 1:22 συνέταξεν δὲ Φαραω παντὶ τω̨̃ λαω̨̃ αὐτου̃ λέγων πα̃ν ἄρσεν ὃ ἐὰν τεχθη̨̃ τοι̃ς Εβραίοις εἰς τὸν ποταμὸν ῥίψατε καὶ πα̃ν θη̃λυ ζωογονει̃τε αὐτό 2:1 ἠ̃ν δέ τις ἐκ τη̃ς φυλη̃ς Λευι ὃς ἔλαβεν τω̃ν θυγατέρων Λευι καὶ ἔσχεν αὐτήν 2:2 καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν ἄρσεν ἰδόντες δὲ αὐτὸ ἀστει̃ον ἐσκέπασαν αὐτὸ μη̃νας τρει̃ς 2:3 ἐπεὶ δὲ οὐκ ἠδύναντο αὐτὸ ἔτι κρύπτειν ἔλαβεν αὐτω̨̃ ἡ μήτηρ αὐτου̃ θι̃βιν καὶ κατέχρισεν αὐτὴν ἀσφαλτοπίσση̨ καὶ ἐνέβαλεν τὸ παιδίον εἰς αὐτὴν καὶ ἔθηκεν αὐτὴν εἰς τὸ ἕλος παρὰ τὸν ποταμόν 2:4 καὶ κατεσκόπευεν ἡ ἀδελφὴ αὐτου̃ μακρόθεν μαθει̃ν τί τὸ ἀποβησόμενον αὐτω̨̃ 2:5 κατέβη δὲ ἡ θυγάτηρ Φαραω λούσασθαι ἐπὶ τὸν ποταμόν καὶ αἱ ἅβραι αὐτη̃ς παρεπορεύοντο παρὰ τὸν ποταμόν καὶ ἰδου̃σα τὴν θι̃βιν ἐν τω̨̃ ἕλει ἀποστείλασα τὴν ἅβραν ἀνείλατο αὐτήν 2:6 ἀνοίξασα δὲ ὁρα̨̃ παιδίον κλαι̃ον ἐν τη̨̃ θίβει καὶ ἐφείσατο αὐτου̃ ἡ θυγάτηρ Φαραω καὶ ἔφη ἀπὸ τω̃ν παιδίων τω̃ν Εβραίων του̃το 2:7 καὶ εἰ̃πεν ἡ ἀδελφὴ αὐτου̃ τη̨̃ θυγατρὶ Φαραω θέλεις καλέσω σοι γυναι̃κα τροφεύουσαν ἐκ τω̃ν Εβραίων καὶ θηλάσει σοι τὸ παιδίον 2:8 ἡ δὲ εἰ̃πεν αὐτη̨̃ ἡ θυγάτηρ Φαραω πορεύου ἐλθου̃σα δὲ ἡ νεα̃νις ἐκάλεσεν τὴν μητέρα του̃ παιδίου 2:9 εἰ̃πεν δὲ πρὸς αὐτὴν ἡ θυγάτηρ Φαραω διατήρησόν μοι τὸ παιδίον του̃το καὶ θήλασόν μοι αὐτό ἐγὼ δὲ δώσω σοι τὸν μισθόν ἔλαβεν δὲ ἡ γυνὴ τὸ παιδίον καὶ ἐθήλαζεν αὐτό 2:10 ἁδρυνθέντος δὲ του̃ παιδίου εἰσήγαγεν αὐτὸ πρὸς τὴν θυγατέρα Φαραω καὶ ἐγενήθη αὐτη̨̃ εἰς υἱόν ἐπωνόμασεν δὲ τὸ ὄνομα αὐτου̃ Μωυση̃ν λέγουσα ἐκ του̃ ὕδατος αὐτὸν ἀνειλόμην 2:11 ἐγένετο δὲ ἐν ται̃ς ἡμέραις ται̃ς πολλαι̃ς ἐκείναις μέγας γενόμενος Μωυση̃ς ἐξήλθεν πρὸς τοὺς ἀδελφοὺς αὐτου̃ τοὺς υἱοὺς Ισραηλ κατανοήσας δὲ τὸν πόνον αὐτω̃ν ὁρα̨̃ ἄνθρωπον Αἰγύπτιον τύπτοντά τινα Εβραι̃ον τω̃ν ἑαυτου̃ ἀδελφω̃ν τω̃ν υἱω̃ν Ισραηλ 2:12 περιβλεψάμενος δὲ ὡ̃δε καὶ ὡ̃δε οὐχ ὁρα̨̃ οὐδένα καὶ πατάξας τὸν Αἰγύπτιον ἔκρυψεν αὐτὸν ἐν τη̨̃ ἄμμω̨ 2:13 ἐξελθὼν δὲ τη̨̃ ἡμέρα̨ τη̨̃ δευτέρα̨ ὁρα̨̃ δύο ἄνδρας Εβραίους διαπληκτιζομένους καὶ λέγει τω̨̃ ἀδικου̃ντι διὰ τί σὺ τύπτεις τὸν πλησίον 2:14 ὁ δὲ εἰ̃πεν τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡμω̃ν μὴ ἀνελει̃ν με σὺ θέλεις ὃν τρόπον ἀνει̃λες ἐχθὲς τὸν Αἰγύπτιον ἐφοβήθη δὲ Μωυση̃ς καὶ εἰ̃πεν εἰ οὕτως ἐμφανὲς γέγονεν τὸ ῥη̃μα του̃το 2:15 ἤκουσεν δὲ Φαραω τὸ ῥη̃μα του̃το καὶ ἐζήτει ἀνελει̃ν Μωυση̃ν ἀνεχώρησεν δὲ Μωυση̃ς ἀπὸ προσώπου Φαραω καὶ ὤ̨κησεν ἐν γη̨̃ Μαδιαμ ἐλθὼν δὲ εἰς γη̃ν Μαδιαμ ἐκάθισεν ἐπὶ του̃ φρέατος 2:16 τω̨̃ δὲ ἱερει̃ Μαδιαμ ἠ̃σαν ἑπτὰ θυγατέρες ποιμαίνουσαι τὰ πρόβατα του̃ πατρὸς αὐτω̃ν Ιοθορ παραγενόμεναι δὲ ἤντλουν ἕως ἔπλησαν τὰς δεξαμενὰς ποτίσαι τὰ πρόβατα του̃ πατρὸς αὐτω̃ν Ιοθορ 2:17 παραγενόμενοι δὲ οἱ ποιμένες ἐξέβαλον αὐτάς ἀναστὰς δὲ Μωυση̃ς ἐρρύσατο αὐτὰς καὶ ἤντλησεν αὐται̃ς καὶ ἐπότισεν τὰ πρόβατα αὐτω̃ν 2:18 παρεγένοντο δὲ πρὸς Ραγουηλ τὸν πατέρα αὐτω̃ν ὁ δὲ εἰ̃πεν αὐται̃ς τί ὅτι ἐταχύνατε του̃ παραγενέσθαι σήμερον 2:19 αἱ δὲ εἰ̃παν ἄνθρωπος Αἰγύπτιος ἐρρύσατο ἡμα̃ς ἀπὸ τω̃ν ποιμένων καὶ ἤντλησεν ἡμι̃ν καὶ ἐπότισεν τὰ πρόβατα ἡμω̃ν 2:20 ὁ δὲ εἰ̃πεν ται̃ς θυγατράσιν αὐτου̃ καὶ που̃ ἐστι καὶ ἵνα τί οὕτως καταλελοίπατε τὸν ἄνθρωπον καλέσατε οὐ̃ν αὐτόν ὅπως φάγη̨ ἄρτον 2:21 κατω̨κίσθη δὲ Μωυση̃ς παρὰ τω̨̃ ἀνθρώπω̨ καὶ ἐξέδοτο Σεπφωραν τὴν θυγατέρα αὐτου̃ Μωυση̨̃ γυναι̃κα 2:22 ἐν γαστρὶ δὲ λαβου̃σα ἡ γυνὴ ἔτεκεν υἱόν καὶ ἐπωνόμασεν Μωυση̃ς τὸ ὄνομα αὐτου̃ Γηρσαμ λέγων ὅτι πάροικός εἰμι ἐν γη̨̃ ἀλλοτρία̨ 2:23 μετὰ δὲ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτησεν ὁ βασιλεὺς Αἰγύπτου καὶ κατεστέναξαν οἱ υἱοὶ Ισραηλ ἀπὸ τω̃ν ἔργων καὶ ἀνεβόησαν καὶ ἀνέβη ἡ βοὴ αὐτω̃ν πρὸς τὸν θεὸν ἀπὸ τω̃ν ἔργων 2:24 καὶ εἰσήκουσεν ὁ θεὸς τὸν στεναγμὸν αὐτω̃ν καὶ ἐμνήσθη ὁ θεὸς τη̃ς διαθήκης αὐτου̃ τη̃ς πρὸς Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ 2:25 καὶ ἐπει̃δεν ὁ θεὸς τοὺς υἱοὺς Ισραηλ καὶ ἐγνώσθη αὐτοι̃ς 3:1 καὶ Μωυση̃ς ἠ̃ν ποιμαίνων τὰ πρόβατα Ιοθορ του̃ γαμβρου̃ αὐτου̃ του̃ ἱερέως Μαδιαμ καὶ ἤγαγεν τὰ πρόβατα ὑπὸ τὴν ἔρημον καὶ ἠ̃λθεν εἰς τὸ ὄρος Χωρηβ 3:2 ὤφθη δὲ αὐτω̨̃ ἄγγελος κυρίου ἐν φλογὶ πυρὸς ἐκ του̃ βάτου καὶ ὁρα̨̃ ὅτι ὁ βάτος καίεται πυρί ὁ δὲ βάτος οὐ κατεκαίετο 3:3 εἰ̃πεν δὲ Μωυση̃ς παρελθὼν ὄψομαι τὸ ὅραμα τὸ μέγα του̃το τί ὅτι οὐ κατακαίεται ὁ βάτος 3:4 ὡς δὲ εἰ̃δεν κύριος ὅτι προσάγει ἰδει̃ν ἐκάλεσεν αὐτὸν κύριος ἐκ του̃ βάτου λέγων Μωυση̃ Μωυση̃ ὁ δὲ εἰ̃πεν τί ἐστιν 3:5 καὶ εἰ̃πεν μὴ ἐγγίση̨ς ὡ̃δε λυ̃σαι τὸ ὑπόδημα ἐκ τω̃ν ποδω̃ν σου ὁ γὰρ τόπος ἐν ὡ̨̃ σὺ ἕστηκας γη̃ ἁγία ἐστίν 3:6 καὶ εἰ̃πεν αὐτω̨̃ ἐγώ εἰμι ὁ θεὸς του̃ πατρός σου θεὸς Αβρααμ καὶ θεὸς Ισαακ καὶ θεὸς Ιακωβ ἀπέστρεψεν δὲ Μωυση̃ς τὸ πρόσωπον αὐτου̃ εὐλαβει̃το γὰρ κατεμβλέψαι ἐνώπιον του̃ θεου̃ 3:7 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν ἰδὼν εἰ̃δον τὴν κάκωσιν του̃ λαου̃ μου του̃ ἐν Αἰγύπτω̨ καὶ τη̃ς κραυγη̃ς αὐτω̃ν ἀκήκοα ἀπὸ τω̃ν ἐργοδιωκτω̃ν οἰ̃δα γὰρ τὴν ὀδύνην αὐτω̃ν 3:8 καὶ κατέβην ἐξελέσθαι αὐτοὺς ἐκ χειρὸς Αἰγυπτίων καὶ ἐξαγαγει̃ν αὐτοὺς ἐκ τη̃ς γη̃ς ἐκείνης καὶ εἰσαγαγει̃ν αὐτοὺς εἰς γη̃ν ἀγαθὴν καὶ πολλήν εἰς γη̃ν ῥέουσαν γάλα καὶ μέλι εἰς τὸν τόπον τω̃ν Χαναναίων καὶ Χετταίων καὶ Αμορραίων καὶ Φερεζαίων καὶ Γεργεσαίων καὶ Ευαίων καὶ Ιεβουσαίων 3:9 καὶ νυ̃ν ἰδοὺ κραυγὴ τω̃ν υἱω̃ν Ισραηλ ἥκει πρός με κἀγὼ ἑώρακα τὸν θλιμμόν ὃν οἱ Αἰγύπτιοι θλίβουσιν αὐτούς 3:10 καὶ νυ̃ν δευ̃ρο ἀποστείλω σε πρὸς Φαραω βασιλέα Αἰγύπτου καὶ ἐξάξεις τὸν λαόν μου τοὺς υἱοὺς Ισραηλ ἐκ γη̃ς Αἰγύπτου 3:11 καὶ εἰ̃πεν Μωυση̃ς πρὸς τὸν θεόν τίς εἰμι ὅτι πορεύσομαι πρὸς Φαραω βασιλέα Αἰγύπτου καὶ ὅτι ἐξάξω τοὺς υἱοὺς Ισραηλ ἐκ γη̃ς Αἰγύπτου 3:12 εἰ̃πεν δὲ ὁ θεὸς Μωυσει̃ λέγων ὅτι ἔσομαι μετὰ σου̃ καὶ του̃τό σοι τὸ σημει̃ον ὅτι ἐγώ σε ἐξαποστέλλω ἐν τω̨̃ ἐξαγαγει̃ν σε τὸν λαόν μου ἐξ Αἰγύπτου καὶ λατρεύσετε τω̨̃ θεω̨̃ ἐν τω̨̃ ὄρει τούτω̨ 3:13 καὶ εἰ̃πεν Μωυση̃ς πρὸς τὸν θεόν ἰδοὺ ἐγὼ ἐλεύσομαι πρὸς τοὺς υἱοὺς Ισραηλ καὶ ἐρω̃ πρὸς αὐτούς ὁ θεὸς τω̃ν πατέρων ὑμω̃ν ἀπέσταλκέν με πρὸς ὑμα̃ς ἐρωτήσουσίν με τί ὄνομα αὐτω̨̃ τί ἐρω̃ πρὸς αὐτούς 3:14 καὶ εἰ̃πεν ὁ θεὸς πρὸς Μωυση̃ν ἐγώ εἰμι ὁ ὤν καὶ εἰ̃πεν οὕτως ἐρει̃ς τοι̃ς υἱοι̃ς Ισραηλ ὁ ὢν ἀπέσταλκέν με πρὸς ὑμα̃ς 3:15 καὶ εἰ̃πεν ὁ θεὸς πάλιν πρὸς Μωυση̃ν οὕτως ἐρει̃ς τοι̃ς υἱοι̃ς Ισραηλ κύριος ὁ θεὸς τω̃ν πατέρων ὑμω̃ν θεὸς Αβρααμ καὶ θεὸς Ισαακ καὶ θεὸς Ιακωβ ἀπέσταλκέν με πρὸς ὑμα̃ς του̃τό μού ἐστιν ὄνομα αἰώνιον καὶ μνημόσυνον γενεω̃ν γενεαι̃ς 3:16 ἐλθὼν οὐ̃ν συνάγαγε τὴν γερουσίαν τω̃ν υἱω̃ν Ισραηλ καὶ ἐρει̃ς πρὸς αὐτούς κύριος ὁ θεὸς τω̃ν πατέρων ὑμω̃ν ὠ̃πταί μοι θεὸς Αβρααμ καὶ θεὸς Ισαακ καὶ θεὸς Ιακωβ λέγων ἐπισκοπη̨̃ ἐπέσκεμμαι ὑμα̃ς καὶ ὅσα συμβέβηκεν ὑμι̃ν ἐν Αἰγύπτω̨ 3:17 καὶ εἰ̃πον ἀναβιβάσω ὑμα̃ς ἐκ τη̃ς κακώσεως τω̃ν Αἰγυπτίων εἰς τὴν γη̃ν τω̃ν Χαναναίων καὶ Χετταίων καὶ Αμορραίων καὶ Φερεζαίων καὶ Γεργεσαίων καὶ Ευαίων καὶ Ιεβουσαίων εἰς γη̃ν ῥέουσαν γάλα καὶ μέλι 3:18 καὶ εἰσακούσονταί σου τη̃ς φωνη̃ς καὶ εἰσελεύση̨ σὺ καὶ ἡ γερουσία Ισραηλ πρὸς Φαραω βασιλέα Αἰγύπτου καὶ ἐρει̃ς πρὸς αὐτόν ὁ θεὸς τω̃ν Εβραίων προσκέκληται ἡμα̃ς πορευσώμεθα οὐ̃ν ὁδὸν τριω̃ν ἡμερω̃ν εἰς τὴν ἔρημον ἵνα θύσωμεν τω̨̃ θεω̨̃ ἡμω̃ν 3:19 ἐγὼ δὲ οἰ̃δα ὅτι οὐ προήσεται ὑμα̃ς Φαραω βασιλεὺς Αἰγύπτου πορευθη̃ναι ἐὰν μὴ μετὰ χειρὸς κραταια̃ς 3:20 καὶ ἐκτείνας τὴν χει̃ρα πατάξω τοὺς Αἰγυπτίους ἐν πα̃σι τοι̃ς θαυμασίοις μου οἱ̃ς ποιήσω ἐν αὐτοι̃ς καὶ μετὰ ταυ̃τα ἐξαποστελει̃ ὑμα̃ς 3:21 καὶ δώσω χάριν τω̨̃ λαω̨̃ τούτω̨ ἐναντίον τω̃ν Αἰγυπτίων ὅταν δὲ ἀποτρέχητε οὐκ ἀπελεύσεσθε κενοί 3:22 αἰτήσει γυνὴ παρὰ γείτονος καὶ συσκήνου αὐτη̃ς σκεύη ἀργυρα̃ καὶ χρυσα̃ καὶ ἱματισμόν καὶ ἐπιθήσετε ἐπὶ τοὺς υἱοὺς ὑμω̃ν καὶ ἐπὶ τὰς θυγατέρας ὑμω̃ν καὶ σκυλεύσετε τοὺς Αἰγυπτίους 4:1 ἀπεκρίθη δὲ Μωυση̃ς καὶ εἰ̃πεν ἐὰν οὐ̃ν μὴ πιστεύσωσίν μοι μηδὲ εἰσακούσωσιν τη̃ς φωνη̃ς μου ἐρου̃σιν γὰρ ὅτι οὐκ ὠ̃πταί σοι ὁ θεός τί ἐρω̃ πρὸς αὐτούς 4:2 εἰ̃πεν δὲ αὐτω̨̃ κύριος τί του̃τό ἐστιν τὸ ἐν τη̨̃ χειρί σου ὁ δὲ εἰ̃πεν ῥάβδος 4:3 καὶ εἰ̃πεν ῥι̃ψον αὐτὴν ἐπὶ τὴν γη̃ν καὶ ἔρριψεν αὐτὴν ἐπὶ τὴν γη̃ν καὶ ἐγένετο ὄφις καὶ ἔφυγεν Μωυση̃ς ἀπ' αὐτου̃ 4:4 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν ἕκτεινον τὴν χει̃ρα καὶ ἐπιλαβου̃ τη̃ς κέρκου ἐκτείνας οὐ̃ν τὴν χει̃ρα ἐπελάβετο τη̃ς κέρκου καὶ ἐγένετο ῥάβδος ἐν τη̨̃ χειρὶ αὐτου̃ 4:5 ἵνα πιστεύσωσίν σοι ὅτι ὠ̃πταί σοι κύριος ὁ θεὸς τω̃ν πατέρων αὐτω̃ν θεὸς Αβρααμ καὶ θεὸς Ισαακ καὶ θεὸς Ιακωβ 4:6 εἰ̃πεν δὲ αὐτω̨̃ κύριος πάλιν εἰσένεγκε τὴν χει̃ρά σου εἰς τὸν κόλπον σου καὶ εἰσήνεγκεν τὴν χει̃ρα αὐτου̃ εἰς τὸν κόλπον αὐτου̃ καὶ ἐξήνεγκεν τὴν χει̃ρα αὐτου̃ ἐκ του̃ κόλπου αὐτου̃ καὶ ἐγενήθη ἡ χεὶρ αὐτου̃ ὡσεὶ χιών 4:7 καὶ εἰ̃πεν πάλιν εἰσένεγκε τὴν χει̃ρά σου εἰς τὸν κόλπον σου καὶ εἰσήνεγκεν τὴν χει̃ρα εἰς τὸν κόλπον αὐτου̃ καὶ ἐξήνεγκεν αὐτὴν ἐκ του̃ κόλπου αὐτου̃ καὶ πάλιν ἀπεκατέστη εἰς τὴν χρόαν τη̃ς σαρκὸς αὐτου̃ 4:8 ἐὰν δὲ μὴ πιστεύσωσίν σοι μηδὲ εἰσακούσωσιν τη̃ς φωνη̃ς του̃ σημείου του̃ πρώτου πιστεύσουσίν σοι τη̃ς φωνη̃ς του̃ σημείου του̃ ἐσχάτου 4:9 καὶ ἔσται ἐὰν μὴ πιστεύσωσίν σοι τοι̃ς δυσὶ σημείοις τούτοις μηδὲ εἰσακούσωσιν τη̃ς φωνη̃ς σου λήμψη̨ ἀπὸ του̃ ὕδατος του̃ ποταμου̃ καὶ ἐκχεει̃ς ἐπὶ τὸ ξηρόν καὶ ἔσται τὸ ὕδωρ ὃ ἐὰν λάβη̨ς ἀπὸ του̃ ποταμου̃ αἱ̃μα ἐπὶ του̃ ξηρου̃ 4:10 εἰ̃πεν δὲ Μωυση̃ς πρὸς κύριον δέομαι κύριε οὐχ ἱκανός εἰμι πρὸ τη̃ς ἐχθὲς οὐδὲ πρὸ τη̃ς τρίτης ἡμέρας οὐδὲ ἀφ' οὑ̃ ἤρξω λαλει̃ν τω̨̃ θεράποντί σου ἰσχνόφωνος καὶ βραδύγλωσσος ἐγώ εἰμι 4:11 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν τίς ἔδωκεν στόμα ἀνθρώπω̨ καὶ τίς ἐποίησεν δύσκωφον καὶ κωφόν βλέποντα καὶ τυφλόν οὐκ ἐγὼ ὁ θεός 4:12 καὶ νυ̃ν πορεύου καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου καὶ συμβιβάσω σε ὃ μέλλεις λαλη̃σαι 4:13 καὶ εἰ̃πεν Μωυση̃ς δέομαι κύριε προχείρισαι δυνάμενον ἄλλον ὃν ἀποστελει̃ς 4:14 καὶ θυμωθεὶς ὀργη̨̃ κύριος ἐπὶ Μωυση̃ν εἰ̃πεν οὐκ ἰδοὺ Ααρων ὁ ἀδελφός σου ὁ Λευίτης ἐπίσταμαι ὅτι λαλω̃ν λαλήσει αὐτός σοι καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται εἰς συνάντησίν σοι καὶ ἰδών σε χαρήσεται ἐν ἑαυτω̨̃ 4:15 καὶ ἐρει̃ς πρὸς αὐτὸν καὶ δώσεις τὰ ῥήματά μου εἰς τὸ στόμα αὐτου̃ καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου καὶ τὸ στόμα αὐτου̃ καὶ συμβιβάσω ὑμα̃ς ἃ ποιήσετε 4:16 καὶ αὐτός σοι προσλαλήσει πρὸς τὸν λαόν καὶ αὐτὸς ἔσται σου στόμα σὺ δὲ αὐτω̨̃ ἔση̨ τὰ πρὸς τὸν θεόν 4:17 καὶ τὴν ῥάβδον ταύτην τὴν στραφει̃σαν εἰς ὄφιν λήμψη̨ ἐν τη̨̃ χειρί σου ἐν ἡ̨̃ ποιήσεις ἐν αὐτη̨̃ τὰ σημει̃α 4:18 ἐπορεύθη δὲ Μωυση̃ς καὶ ἀπέστρεψεν πρὸς Ιοθορ τὸν γαμβρὸν αὐτου̃ καὶ λέγει πορεύσομαι καὶ ἀποστρέψω πρὸς τοὺς ἀδελφούς μου τοὺς ἐν Αἰγύπτω̨ καὶ ὄψομαι εἰ ἔτι ζω̃σιν καὶ εἰ̃πεν Ιοθορ Μωυση̨̃ βάδιζε ὑγιαίνων 4:19 μετὰ δὲ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτησεν ὁ βασιλεὺς Αἰγύπτου εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν ἐν Μαδιαμ βάδιζε ἄπελθε εἰς Αἴγυπτον τεθνήκασιν γὰρ πάντες οἱ ζητου̃ντές σου τὴν ψυχήν 4:20 ἀναλαβὼν δὲ Μωυση̃ς τὴν γυναι̃κα καὶ τὰ παιδία ἀνεβίβασεν αὐτὰ ἐπὶ τὰ ὑποζύγια καὶ ἐπέστρεψεν εἰς Αἴγυπτον ἔλαβεν δὲ Μωυση̃ς τὴν ῥάβδον τὴν παρὰ του̃ θεου̃ ἐν τη̨̃ χειρὶ αὐτου̃ 4:21 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν πορευομένου σου καὶ ἀποστρέφοντος εἰς Αἴγυπτον ὅρα πάντα τὰ τέρατα ἃ ἔδωκα ἐν ται̃ς χερσίν σου ποιήσεις αὐτὰ ἐναντίον Φαραω ἐγὼ δὲ σκληρυνω̃ τὴν καρδίαν αὐτου̃ καὶ οὐ μὴ ἐξαποστείλη̨ τὸν λαόν 4:22 σὺ δὲ ἐρει̃ς τω̨̃ Φαραω τάδε λέγει κύριος υἱὸς πρωτότοκός μου Ισραηλ 4:23 εἰ̃πα δέ σοι ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι λατρεύση̨ εἰ μὲν οὐ̃ν μὴ βούλει ἐξαποστει̃λαι αὐτούς ὅρα οὐ̃ν ἐγὼ ἀποκτενω̃ τὸν υἱόν σου τὸν πρωτότοκον 4:24 ἐγένετο δὲ ἐν τη̨̃ ὁδω̨̃ ἐν τω̨̃ καταλύματι συνήντησεν αὐτω̨̃ ἄγγελος κυρίου καὶ ἐζήτει αὐτὸν ἀποκτει̃ναι 4:25 καὶ λαβου̃σα Σεπφωρα ψη̃φον περιέτεμεν τὴν ἀκροβυστίαν του̃ υἱου̃ αὐτη̃ς καὶ προσέπεσεν πρὸς τοὺς πόδας καὶ εἰ̃πεν ἔστη τὸ αἱ̃μα τη̃ς περιτομη̃ς του̃ παιδίου μου 4:26 καὶ ἀπη̃λθεν ἀπ' αὐτου̃ διότι εἰ̃πεν ἔστη τὸ αἱ̃μα τη̃ς περιτομη̃ς του̃ παιδίου μου 4:27 εἰ̃πεν δὲ κύριος πρὸς Ααρων πορεύθητι εἰς συνάντησιν Μωυσει̃ εἰς τὴν ἔρημον καὶ ἐπορεύθη καὶ συνήντησεν αὐτω̨̃ ἐν τω̨̃ ὄρει του̃ θεου̃ καὶ κατεφίλησαν ἀλλήλους 4:28 καὶ ἀνήγγειλεν Μωυση̃ς τω̨̃ Ααρων πάντας τοὺς λόγους κυρίου οὓς ἀπέστειλεν καὶ πάντα τὰ σημει̃α ἃ ἐνετείλατο αὐτω̨̃ 4:29 ἐπορεύθη δὲ Μωυση̃ς καὶ Ααρων καὶ συνήγαγον τὴν γερουσίαν τω̃ν υἱω̃ν Ισραηλ 4:30 καὶ ἐλάλησεν Ααρων πάντα τὰ ῥήματα ταυ̃τα ἃ ἐλάλησεν ὁ θεὸς πρὸς Μωυση̃ν καὶ ἐποίησεν τὰ σημει̃α ἐναντίον του̃ λαου̃ 4:31 καὶ ἐπίστευσεν ὁ λαὸς καὶ ἐχάρη ὅτι ἐπεσκέψατο ὁ θεὸς τοὺς υἱοὺς Ισραηλ καὶ ὅτι εἰ̃δεν αὐτω̃ν τὴν θλι̃ψιν κύψας δὲ ὁ λαὸς προσεκύνησεν 5:1 καὶ μετὰ ταυ̃τα εἰση̃λθεν Μωυση̃ς καὶ Ααρων πρὸς Φαραω καὶ εἰ̃παν αὐτω̨̃ τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι ἑορτάσωσιν ἐν τη̨̃ ἐρήμω̨ 5:2 καὶ εἰ̃πεν Φαραω τίς ἐστιν οὑ̃ εἰσακούσομαι τη̃ς φωνη̃ς αὐτου̃ ὥστε ἐξαποστει̃λαι τοὺς υἱοὺς Ισραηλ οὐκ οἰ̃δα τὸν κύριον καὶ τὸν Ισραηλ οὐκ ἐξαποστέλλω 5:3 καὶ λέγουσιν αὐτω̨̃ ὁ θεὸς τω̃ν Εβραίων προσκέκληται ἡμα̃ς πορευσόμεθα οὐ̃ν ὁδὸν τριω̃ν ἡμερω̃ν εἰς τὴν ἔρημον ὅπως θύσωμεν τω̨̃ θεω̨̃ ἡμω̃ν μήποτε συναντήση̨ ἡμι̃ν θάνατος ἢ φόνος 5:4 καὶ εἰ̃πεν αὐτοι̃ς ὁ βασιλεὺς Αἰγύπτου ἵνα τί Μωυση̃ καὶ Ααρων διαστρέφετε τὸν λαόν μου ἀπὸ τω̃ν ἔργων ἀπέλθατε ἕκαστος ὑμω̃ν πρὸς τὰ ἔργα αὐτου̃ 5:5 καὶ εἰ̃πεν Φαραω ἰδοὺ νυ̃ν πολυπληθει̃ ὁ λαός μὴ οὐ̃ν καταπαύσωμεν αὐτοὺς ἀπὸ τω̃ν ἔργων 5:6 συνέταξεν δὲ Φαραω τοι̃ς ἐργοδιώκταις του̃ λαου̃ καὶ τοι̃ς γραμματευ̃σιν λέγων 5:7 οὐκέτι προστεθήσεται διδόναι ἄχυρον τω̨̃ λαω̨̃ εἰς τὴν πλινθουργίαν καθάπερ ἐχθὲς καὶ τρίτην ἡμέραν αὐτοὶ πορευέσθωσαν καὶ συναγαγέτωσαν ἑαυτοι̃ς ἄχυρα 5:8 καὶ τὴν σύνταξιν τη̃ς πλινθείας ἡ̃ς αὐτοὶ ποιου̃σιν καθ' ἑκάστην ἡμέραν ἐπιβαλει̃ς αὐτοι̃ς οὐκ ἀφελει̃ς οὐδέν σχολάζουσιν γάρ διὰ του̃το κεκράγασιν λέγοντες πορευθω̃μεν καὶ θύσωμεν τω̨̃ θεω̨̃ ἡμω̃ν 5:9 βαρυνέσθω τὰ ἔργα τω̃ν ἀνθρώπων τούτων καὶ μεριμνάτωσαν ταυ̃τα καὶ μὴ μεριμνάτωσαν ἐν λόγοις κενοι̃ς 5:10 κατέσπευδον δὲ αὐτοὺς οἱ ἐργοδιω̃κται καὶ οἱ γραμματει̃ς καὶ ἔλεγον πρὸς τὸν λαὸν λέγοντες τάδε λέγει Φαραω οὐκέτι δίδωμι ὑμι̃ν ἄχυρα 5:11 αὐτοὶ ὑμει̃ς πορευόμενοι συλλέγετε ἑαυτοι̃ς ἄχυρα ὅθεν ἐὰν εὕρητε οὐ γὰρ ἀφαιρει̃ται ἀπὸ τη̃ς συντάξεως ὑμω̃ν οὐθέν 5:12 καὶ διεσπάρη ὁ λαὸς ἐν ὅλη̨ Αἰγύπτω̨ συναγαγει̃ν καλάμην εἰς ἄχυρα 5:13 οἱ δὲ ἐργοδιω̃κται κατέσπευδον αὐτοὺς λέγοντες συντελει̃τε τὰ ἔργα τὰ καθήκοντα καθ' ἡμέραν καθάπερ καὶ ὅτε τὸ ἄχυρον ἐδίδοτο ὑμι̃ν 5:14 καὶ ἐμαστιγώθησαν οἱ γραμματει̃ς του̃ γένους τω̃ν υἱω̃ν Ισραηλ οἱ κατασταθέντες ἐπ' αὐτοὺς ὑπὸ τω̃ν ἐπιστατω̃ν του̃ Φαραω λέγοντες διὰ τί οὐ συνετελέσατε τὰς συντάξεις ὑμω̃ν τη̃ς πλινθείας καθάπερ ἐχθὲς καὶ τρίτην ἡμέραν καὶ τὸ τη̃ς σήμερον 5:15 εἰσελθόντες δὲ οἱ γραμματει̃ς τω̃ν υἱω̃ν Ισραηλ κατεβόησαν πρὸς Φαραω λέγοντες ἵνα τί οὕτως ποιει̃ς τοι̃ς σοι̃ς οἰκέταις 5:16 ἄχυρον οὐ δίδοται τοι̃ς οἰκέταις σου καὶ τὴν πλίνθον ἡμι̃ν λέγουσιν ποιει̃ν καὶ ἰδοὺ οἱ παι̃δές σου μεμαστίγωνται ἀδικήσεις οὐ̃ν τὸν λαόν σου 5:17 καὶ εἰ̃πεν αὐτοι̃ς σχολάζετε σχολασταί ἐστε διὰ του̃το λέγετε πορευθω̃μεν θύσωμεν τω̨̃ θεω̨̃ ἡμω̃ν 5:18 νυ̃ν οὐ̃ν πορευθέντες ἐργάζεσθε τὸ γὰρ ἄχυρον οὐ δοθήσεται ὑμι̃ν καὶ τὴν σύνταξιν τη̃ς πλινθείας ἀποδώσετε 5:19 ἑώρων δὲ οἱ γραμματει̃ς τω̃ν υἱω̃ν Ισραηλ ἑαυτοὺς ἐν κακοι̃ς λέγοντες οὐκ ἀπολείψετε τη̃ς πλινθείας τὸ καθη̃κον τη̨̃ ἡμέρα̨ 5:20 συνήντησαν δὲ Μωυση̨̃ καὶ Ααρων ἐρχομένοις εἰς συνάντησιν αὐτοι̃ς ἐκπορευομένων αὐτω̃ν ἀπὸ Φαραω 5:21 καὶ εἰ̃παν αὐτοι̃ς ἴδοι ὁ θεὸς ὑμα̃ς καὶ κρίναι ὅτι ἐβδελύξατε τὴν ὀσμὴν ἡμω̃ν ἐναντίον Φαραω καὶ ἐναντίον τω̃ν θεραπόντων αὐτου̃ δου̃ναι ῥομφαίαν εἰς τὰς χει̃ρας αὐτου̃ ἀποκτει̃ναι ἡμα̃ς 5:22 ἐπέστρεψεν δὲ Μωυση̃ς πρὸς κύριον καὶ εἰ̃πεν κύριε διὰ τί ἐκάκωσας τὸν λαὸν του̃τον καὶ ἵνα τί ἀπέσταλκάς με 5:23 καὶ ἀφ' οὑ̃ πεπόρευμαι πρὸς Φαραω λαλη̃σαι ἐπὶ τω̨̃ σω̨̃ ὀνόματι ἐκάκωσεν τὸν λαὸν του̃τον καὶ οὐκ ἐρρύσω τὸν λαόν σου 6:1 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν ἤδη ὄψει ἃ ποιήσω τω̨̃ Φαραω ἐν γὰρ χειρὶ κραταια̨̃ ἐξαποστελει̃ αὐτοὺς καὶ ἐν βραχίονι ὑψηλω̨̃ ἐκβαλει̃ αὐτοὺς ἐκ τη̃ς γη̃ς αὐτου̃ 6:2 ἐλάλησεν δὲ ὁ θεὸς πρὸς Μωυση̃ν καὶ εἰ̃πεν πρὸς αὐτόν ἐγὼ κύριος 6:3 καὶ ὤφθην πρὸς Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ θεὸς ὢν αὐτω̃ν καὶ τὸ ὄνομά μου κύριος οὐκ ἐδήλωσα αὐτοι̃ς 6:4 καὶ ἔστησα τὴν διαθήκην μου πρὸς αὐτοὺς ὥστε δου̃ναι αὐτοι̃ς τὴν γη̃ν τω̃ν Χαναναίων τὴν γη̃ν ἣν παρω̨κήκασιν ἐν ἡ̨̃ καὶ παρώ̨κησαν ἐπ' αὐτη̃ς 6:5 καὶ ἐγὼ εἰσήκουσα τὸν στεναγμὸν τω̃ν υἱω̃ν Ισραηλ ὃν οἱ Αἰγύπτιοι καταδουλου̃νται αὐτούς καὶ ἐμνήσθην τη̃ς διαθήκης ὑμω̃ν 6:6 βάδιζε εἰπὸν τοι̃ς υἱοι̃ς Ισραηλ λέγων ἐγὼ κύριος καὶ ἐξάξω ὑμα̃ς ἀπὸ τη̃ς δυναστείας τω̃ν Αἰγυπτίων καὶ ῥύσομαι ὑμα̃ς ἐκ τη̃ς δουλείας καὶ λυτρώσομαι ὑμα̃ς ἐν βραχίονι ὑψηλω̨̃ καὶ κρίσει μεγάλη̨ 6:7 καὶ λήμψομαι ἐμαυτω̨̃ ὑμα̃ς λαὸν ἐμοὶ καὶ ἔσομαι ὑμω̃ν θεός καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν ὁ ἐξαγαγὼν ὑμα̃ς ἐκ τη̃ς καταδυναστείας τω̃ν Αἰγυπτίων 6:8 καὶ εἰσάξω ὑμα̃ς εἰς τὴν γη̃ν εἰς ἣν ἐξέτεινα τὴν χει̃ρά μου δου̃ναι αὐτὴν τω̨̃ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ καὶ δώσω ὑμι̃ν αὐτὴν ἐν κλήρω̨ ἐγὼ κύριος 6:9 ἐλάλησεν δὲ Μωυση̃ς οὕτως τοι̃ς υἱοι̃ς Ισραηλ καὶ οὐκ εἰσήκουσαν Μωυση̨̃ ἀπὸ τη̃ς ὀλιγοψυχίας καὶ ἀπὸ τω̃ν ἔργων τω̃ν σκληρω̃ν 6:10 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν λέγων 6:11 εἴσελθε λάλησον Φαραω βασιλει̃ Αἰγύπτου ἵνα ἐξαποστείλη̨ τοὺς υἱοὺς Ισραηλ ἐκ τη̃ς γη̃ς αὐτου̃ 6:12 ἐλάλησεν δὲ Μωυση̃ς ἔναντι κυρίου λέγων ἰδοὺ οἱ υἱοὶ Ισραηλ οὐκ εἰσήκουσάν μου καὶ πω̃ς εἰσακούσεταί μου Φαραω ἐγὼ δὲ ἄλογός εἰμι 6:13 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν καὶ Ααρων καὶ συνέταξεν αὐτοι̃ς πρὸς Φαραω βασιλέα Αἰγύπτου ὥστε ἐξαποστει̃λαι τοὺς υἱοὺς Ισραηλ ἐκ γη̃ς Αἰγύπτου 6:14 καὶ οὑ̃τοι ἀρχηγοὶ οἴκων πατριω̃ν αὐτω̃ν υἱοὶ Ρουβην πρωτοτόκου Ισραηλ Ενωχ καὶ Φαλλους Ασρων καὶ Χαρμι αὕτη ἡ συγγένεια Ρουβην 6:15 καὶ υἱοὶ Συμεων Ιεμουηλ καὶ Ιαμιν καὶ Αωδ καὶ Ιαχιν καὶ Σααρ καὶ Σαουλ ὁ ἐκ τη̃ς Φοινίσσης αὑ̃ται αἱ πατριαὶ τω̃ν υἱω̃ν Συμεων 6:16 καὶ ταυ̃τα τὰ ὀνόματα τω̃ν υἱω̃ν Λευι κατὰ συγγενείας αὐτω̃ν Γεδσων Κααθ καὶ Μεραρι καὶ τὰ ἔτη τη̃ς ζωη̃ς Λευι ἑκατὸν τριάκοντα ἑπτά 6:17 καὶ οὑ̃τοι υἱοὶ Γεδσων Λοβενι καὶ Σεμεϊ οἰ̃κοι πατρια̃ς αὐτω̃ν 6:18 καὶ υἱοὶ Κααθ Αμβραμ καὶ Ισσααρ Χεβρων καὶ Οζιηλ καὶ τὰ ἔτη τη̃ς ζωη̃ς Κααθ ἑκατὸν τριάκοντα ἔτη 6:19 καὶ υἱοὶ Μεραρι Μοολι καὶ Ομουσι οὑ̃τοι οἰ̃κοι πατριω̃ν Λευι κατὰ συγγενείας αὐτω̃ν 6:20 καὶ ἔλαβεν Αμβραμ τὴν Ιωχαβεδ θυγατέρα του̃ ἀδελφου̃ του̃ πατρὸς αὐτου̃ ἑαυτω̨̃ εἰς γυναι̃κα καὶ ἐγέννησεν αὐτω̨̃ τόν τε Ααρων καὶ Μωυση̃ν καὶ Μαριαμ τὴν ἀδελφὴν αὐτω̃ν τὰ δὲ ἔτη τη̃ς ζωη̃ς Αμβραμ ἑκατὸν τριάκοντα δύο ἔτη 6:21 καὶ υἱοὶ Ισσααρ Κορε καὶ Ναφεκ καὶ Ζεχρι 6:22 καὶ υἱοὶ Οζιηλ Ελισαφαν καὶ Σετρι 6:23 ἔλαβεν δὲ Ααρων τὴν Ελισαβεθ θυγατέρα Αμιναδαβ ἀδελφὴν Ναασσων αὐτω̨̃ γυναι̃κα καὶ ἔτεκεν αὐτω̨̃ τόν τε Ναδαβ καὶ Αβιουδ καὶ Ελεαζαρ καὶ Ιθαμαρ 6:24 υἱοὶ δὲ Κορε Ασιρ καὶ Ελκανα καὶ Αβιασαφ αὑ̃ται αἱ γενέσεις Κορε 6:25 καὶ Ελεαζαρ ὁ του̃ Ααρων ἔλαβεν τω̃ν θυγατέρων Φουτιηλ αὐτω̨̃ γυναι̃κα καὶ ἔτεκεν αὐτω̨̃ τὸν Φινεες αὑ̃ται αἱ ἀρχαὶ πατρια̃ς Λευιτω̃ν κατὰ γενέσεις αὐτω̃ν 6:26 οὑ̃τος Ααρων καὶ Μωυση̃ς οἱ̃ς εἰ̃πεν αὐτοι̃ς ὁ θεὸς ἐξαγαγει̃ν τοὺς υἱοὺς Ισραηλ ἐκ γη̃ς Αἰγύπτου σὺν δυνάμει αὐτω̃ν 6:27 οὑ̃τοί εἰσιν οἱ διαλεγόμενοι πρὸς Φαραω βασιλέα Αἰγύπτου καὶ ἐξήγαγον τοὺς υἱοὺς Ισραηλ ἐξ Αἰγύπτου αὐτὸς Ααρων καὶ Μωυση̃ς 6:28 ἡ̨̃ ἡμέρα̨ ἐλάλησεν κύριος Μωυση̨̃ ἐν γη̨̃ Αἰγύπτω̨ 6:29 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων ἐγὼ κύριος λάλησον πρὸς Φαραω βασιλέα Αἰγύπτου ὅσα ἐγὼ λέγω πρὸς σέ 6:30 καὶ εἰ̃πεν Μωυση̃ς ἐναντίον κυρίου ἰδοὺ ἐγὼ ἰσχνόφωνός εἰμι καὶ πω̃ς εἰσακούσεταί μου Φαραω 7:1 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν λέγων ἰδοὺ δέδωκά σε θεὸν Φαραω καὶ Ααρων ὁ ἀδελφός σου ἔσται σου προφήτης 7:2 σὺ δὲ λαλήσεις αὐτω̨̃ πάντα ὅσα σοι ἐντέλλομαι ὁ δὲ Ααρων ὁ ἀδελφός σου λαλήσει πρὸς Φαραω ὥστε ἐξαποστει̃λαι τοὺς υἱοὺς Ισραηλ ἐκ τη̃ς γη̃ς αὐτου̃ 7:3 ἐγὼ δὲ σκληρυνω̃ τὴν καρδίαν Φαραω καὶ πληθυνω̃ τὰ σημει̃ά μου καὶ τὰ τέρατα ἐν γη̨̃ Αἰγύπτω̨ 7:4 καὶ οὐκ εἰσακούσεται ὑμω̃ν Φαραω καὶ ἐπιβαλω̃ τὴν χει̃ρά μου ἐπ' Αἴγυπτον καὶ ἐξάξω σὺν δυνάμει μου τὸν λαόν μου τοὺς υἱοὺς Ισραηλ ἐκ γη̃ς Αἰγύπτου σὺν ἐκδικήσει μεγάλη̨ 7:5 καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι κύριος ἐκτείνων τὴν χει̃ρα ἐπ' Αἴγυπτον καὶ ἐξάξω τοὺς υἱοὺς Ισραηλ ἐκ μέσου αὐτω̃ν 7:6 ἐποίησεν δὲ Μωυση̃ς καὶ Ααρων καθάπερ ἐνετείλατο αὐτοι̃ς κύριος οὕτως ἐποίησαν 7:7 Μωυση̃ς δὲ ἠ̃ν ἐτω̃ν ὀγδοήκοντα Ααρων δὲ ὁ ἀδελφὸς αὐτου̃ ἐτω̃ν ὀγδοήκοντα τριω̃ν ἡνίκα ἐλάλησεν πρὸς Φαραω 7:8 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν καὶ Ααρων λέγων 7:9 καὶ ἐὰν λαλήση̨ πρὸς ὑμα̃ς Φαραω λέγων δότε ἡμι̃ν σημει̃ον ἢ τέρας καὶ ἐρει̃ς Ααρων τω̨̃ ἀδελφω̨̃ σου λαβὲ τὴν ῥάβδον καὶ ῥι̃ψον αὐτὴν ἐπὶ τὴν γη̃ν ἐναντίον Φαραω καὶ ἐναντίον τω̃ν θεραπόντων αὐτου̃ καὶ ἔσται δράκων 7:10 εἰση̃λθεν δὲ Μωυση̃ς καὶ Ααρων ἐναντίον Φαραω καὶ τω̃ν θεραπόντων αὐτου̃ καὶ ἐποίησαν οὕτως καθάπερ ἐνετείλατο αὐτοι̃ς κύριος καὶ ἔρριψεν Ααρων τὴν ῥάβδον ἐναντίον Φαραω καὶ ἐναντίον τω̃ν θεραπόντων αὐτου̃ καὶ ἐγένετο δράκων 7:11 συνεκάλεσεν δὲ Φαραω τοὺς σοφιστὰς Αἰγύπτου καὶ τοὺς φαρμακούς καὶ ἐποίησαν καὶ οἱ ἐπαοιδοὶ τω̃ν Αἰγυπτίων ται̃ς φαρμακείαις αὐτω̃ν ὡσαύτως 7:12 καὶ ἔρριψαν ἕκαστος τὴν ῥάβδον αὐτου̃ καὶ ἐγένοντο δράκοντες καὶ κατέπιεν ἡ ῥάβδος ἡ Ααρων τὰς ἐκείνων ῥάβδους 7:13 καὶ κατίσχυσεν ἡ καρδία Φαραω καὶ οὐκ εἰσήκουσεν αὐτω̃ν καθάπερ ἐλάλησεν αὐτοι̃ς κύριος 7:14 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν βεβάρηται ἡ καρδία Φαραω του̃ μὴ ἐξαποστει̃λαι τὸν λαόν 7:15 βάδισον πρὸς Φαραω τὸ πρωί ἰδοὺ αὐτὸς ἐκπορεύεται ἐπὶ τὸ ὕδωρ καὶ στήση̨ συναντω̃ν αὐτω̨̃ ἐπὶ τὸ χει̃λος του̃ ποταμου̃ καὶ τὴν ῥάβδον τὴν στραφει̃σαν εἰς ὄφιν λήμψη̨ ἐν τη̨̃ χειρί σου 7:16 καὶ ἐρει̃ς πρὸς αὐτόν κύριος ὁ θεὸς τω̃ν Εβραίων ἀπέσταλκέν με πρὸς σὲ λέγων ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι λατρεύση̨ ἐν τη̨̃ ἐρήμω̨ καὶ ἰδοὺ οὐκ εἰσήκουσας ἕως τούτου 7:17 τάδε λέγει κύριος ἐν τούτω̨ γνώση̨ ὅτι ἐγὼ κύριος ἰδοὺ ἐγὼ τύπτω τη̨̃ ῥάβδω̨ τη̨̃ ἐν τη̨̃ χειρί μου ἐπὶ τὸ ὕδωρ τὸ ἐν τω̨̃ ποταμω̨̃ καὶ μεταβαλει̃ εἰς αἱ̃μα 7:18 καὶ οἱ ἰχθύες οἱ ἐν τω̨̃ ποταμω̨̃ τελευτήσουσιν καὶ ἐποζέσει ὁ ποταμός καὶ οὐ δυνήσονται οἱ Αἰγύπτιοι πιει̃ν ὕδωρ ἀπὸ του̃ ποταμου̃ 7:19 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν εἰπὸν Ααρων τω̨̃ ἀδελφω̨̃ σου λαβὲ τὴν ῥάβδον σου καὶ ἕκτεινον τὴν χει̃ρά σου ἐπὶ τὰ ὕδατα Αἰγύπτου καὶ ἐπὶ τοὺς ποταμοὺς αὐτω̃ν καὶ ἐπὶ τὰς διώρυγας αὐτω̃ν καὶ ἐπὶ τὰ ἕλη αὐτω̃ν καὶ ἐπὶ πα̃ν συνεστηκὸς ὕδωρ αὐτω̃ν καὶ ἔσται αἱ̃μα καὶ ἐγένετο αἱ̃μα ἐν πάση̨ γη̨̃ Αἰγύπτου ἔν τε τοι̃ς ξύλοις καὶ ἐν τοι̃ς λίθοις 7:20 καὶ ἐποίησαν οὕτως Μωυση̃ς καὶ Ααρων καθάπερ ἐνετείλατο αὐτοι̃ς κύριος καὶ ἐπάρας τη̨̃ ῥάβδω̨ αὐτου̃ ἐπάταξεν τὸ ὕδωρ τὸ ἐν τω̨̃ ποταμω̨̃ ἐναντίον Φαραω καὶ ἐναντίον τω̃ν θεραπόντων αὐτου̃ καὶ μετέβαλεν πα̃ν τὸ ὕδωρ τὸ ἐν τω̨̃ ποταμω̨̃ εἰς αἱ̃μα 7:21 καὶ οἱ ἰχθύες οἱ ἐν τω̨̃ ποταμω̨̃ ἐτελεύτησαν καὶ ἐπώζεσεν ὁ ποταμός καὶ οὐκ ἠδύναντο οἱ Αἰγύπτιοι πιει̃ν ὕδωρ ἐκ του̃ ποταμου̃ καὶ ἠ̃ν τὸ αἱ̃μα ἐν πάση̨ γη̨̃ Αἰγύπτου 7:22 ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ τω̃ν Αἰγυπτίων ται̃ς φαρμακείαις αὐτω̃ν καὶ ἐσκληρύνθη ἡ καρδία Φαραω καὶ οὐκ εἰσήκουσεν αὐτω̃ν καθάπερ εἰ̃πεν κύριος 7:23 ἐπιστραφεὶς δὲ Φαραω εἰση̃λθεν εἰς τὸν οἰ̃κον αὐτου̃ καὶ οὐκ ἐπέστησεν τὸν νου̃ν αὐτου̃ οὐδὲ ἐπὶ τούτω̨ 7:24 ὤρυξαν δὲ πάντες οἱ Αἰγύπτιοι κύκλω̨ του̃ ποταμου̃ ὥστε πιει̃ν ὕδωρ καὶ οὐκ ἠδύναντο πιει̃ν ὕδωρ ἀπὸ του̃ ποταμου̃ 7:25 καὶ ἀνεπληρώθησαν ἑπτὰ ἡμέραι μετὰ τὸ πατάξαι κύριον τὸν ποταμόν 7:26 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν εἴσελθε πρὸς Φαραω καὶ ἐρει̃ς πρὸς αὐτόν τάδε λέγει κύριος ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι λατρεύσωσιν 7:27 εἰ δὲ μὴ βούλει σὺ ἐξαποστει̃λαι ἰδοὺ ἐγὼ τύπτω πάντα τὰ ὅριά σου τοι̃ς βατράχοις 7:28 καὶ ἐξερεύξεται ὁ ποταμὸς βατράχους καὶ ἀναβάντες εἰσελεύσονται εἰς τοὺς οἴκους σου καὶ εἰς τὰ ταμίεια τω̃ν κοιτώνων σου καὶ ἐπὶ τω̃ν κλινω̃ν σου καὶ εἰς τοὺς οἴκους τω̃ν θεραπόντων σου καὶ του̃ λαου̃ σου καὶ ἐν τοι̃ς φυράμασίν σου καὶ ἐν τοι̃ς κλιβάνοις σου 7:29 καὶ ἐπὶ σὲ καὶ ἐπὶ τοὺς θεράποντάς σου καὶ ἐπὶ τὸν λαόν σου ἀναβήσονται οἱ βάτραχοι 8:1 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν εἰπὸν Ααρων τω̨̃ ἀδελφω̨̃ σου ἕκτεινον τη̨̃ χειρὶ τὴν ῥάβδον σου ἐπὶ τοὺς ποταμοὺς καὶ ἐπὶ τὰς διώρυγας καὶ ἐπὶ τὰ ἕλη καὶ ἀνάγαγε τοὺς βατράχους 8:2 καὶ ἐξέτεινεν Ααρων τὴν χει̃ρα ἐπὶ τὰ ὕδατα Αἰγύπτου καὶ ἀνήγαγεν τοὺς βατράχους καὶ ἀνεβιβάσθη ὁ βάτραχος καὶ ἐκάλυψεν τὴν γη̃ν Αἰγύπτου 8:3 ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ τω̃ν Αἰγυπτίων ται̃ς φαρμακείαις αὐτω̃ν καὶ ἀνήγαγον τοὺς βατράχους ἐπὶ γη̃ν Αἰγύπτου 8:4 καὶ ἐκάλεσεν Φαραω Μωυση̃ν καὶ Ααρων καὶ εἰ̃πεν εὔξασθε περὶ ἐμου̃ πρὸς κύριον καὶ περιελέτω τοὺς βατράχους ἀπ' ἐμου̃ καὶ ἀπὸ του̃ ἐμου̃ λαου̃ καὶ ἐξαποστελω̃ τὸν λαόν καὶ θύσωσιν κυρίω̨ 8:5 εἰ̃πεν δὲ Μωυση̃ς πρὸς Φαραω τάξαι πρός με πότε εὔξωμαι περὶ σου̃ καὶ περὶ τω̃ν θεραπόντων σου καὶ περὶ του̃ λαου̃ σου ἀφανίσαι τοὺς βατράχους ἀπὸ σου̃ καὶ ἀπὸ του̃ λαου̃ σου καὶ ἐκ τω̃ν οἰκιω̃ν ὑμω̃ν πλὴν ἐν τω̨̃ ποταμω̨̃ ὑπολειφθήσονται 8:6 ὁ δὲ εἰ̃πεν εἰς αὔριον εἰ̃πεν οὐ̃ν ὡς εἴρηκας ἵνα εἰδη̨̃ς ὅτι οὐκ ἔστιν ἄλλος πλὴν κυρίου 8:7 καὶ περιαιρεθήσονται οἱ βάτραχοι ἀπὸ σου̃ καὶ ἐκ τω̃ν οἰκιω̃ν ὑμω̃ν καὶ ἐκ τω̃ν ἐπαύλεων καὶ ἀπὸ τω̃ν θεραπόντων σου καὶ ἀπὸ του̃ λαου̃ σου πλὴν ἐν τω̨̃ ποταμω̨̃ ὑπολειφθήσονται 8:8 ἐξη̃λθεν δὲ Μωυση̃ς καὶ Ααρων ἀπὸ Φαραω καὶ ἐβόησεν Μωυση̃ς πρὸς κύριον περὶ του̃ ὁρισμου̃ τω̃ν βατράχων ὡς ἐτάξατο Φαραω 8:9 ἐποίησεν δὲ κύριος καθάπερ εἰ̃πεν Μωυση̃ς καὶ ἐτελεύτησαν οἱ βάτραχοι ἐκ τω̃ν οἰκιω̃ν καὶ ἐκ τω̃ν ἐπαύλεων καὶ ἐκ τω̃ν ἀγρω̃ν 8:10 καὶ συνήγαγον αὐτοὺς θιμωνιὰς θιμωνιάς καὶ ὤζεσεν ἡ γη̃ 8:11 ἰδὼν δὲ Φαραω ὅτι γέγονεν ἀνάψυξις ἐβαρύνθη ἡ καρδία αὐτου̃ καὶ οὐκ εἰσήκουσεν αὐτω̃ν καθάπερ ἐλάλησεν κύριος 8:12 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν εἰπὸν Ααρων ἕκτεινον τη̨̃ χειρὶ τὴν ῥάβδον σου καὶ πάταξον τὸ χω̃μα τη̃ς γη̃ς καὶ ἔσονται σκνι̃φες ἔν τε τοι̃ς ἀνθρώποις καὶ ἐν τοι̃ς τετράποσιν καὶ ἐν πάση̨ γη̨̃ Αἰγύπτου 8:13 ἐξέτεινεν οὐ̃ν Ααρων τη̨̃ χειρὶ τὴν ῥάβδον καὶ ἐπάταξεν τὸ χω̃μα τη̃ς γη̃ς καὶ ἐγένοντο οἱ σκνι̃φες ἔν τε τοι̃ς ἀνθρώποις καὶ ἐν τοι̃ς τετράποσιν καὶ ἐν παντὶ χώματι τη̃ς γη̃ς ἐγένοντο οἱ σκνι̃φες ἐν πάση̨ γη̨̃ Αἰγύπτου 8:14 ἐποιήσαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ ται̃ς φαρμακείαις αὐτω̃ν ἐξαγαγει̃ν τὸν σκνι̃φα καὶ οὐκ ἠδύναντο καὶ ἐγένοντο οἱ σκνι̃φες ἐν τοι̃ς ἀνθρώποις καὶ ἐν τοι̃ς τετράποσιν 8:15 εἰ̃παν οὐ̃ν οἱ ἐπαοιδοὶ τω̨̃ Φαραω δάκτυλος θεου̃ ἐστιν του̃το καὶ ἐσκληρύνθη ἡ καρδία Φαραω καὶ οὐκ εἰσήκουσεν αὐτω̃ν καθάπερ ἐλάλησεν κύριος 8:16 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν ὄρθρισον τὸ πρωὶ καὶ στη̃θι ἐναντίον Φαραω καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται ἐπὶ τὸ ὕδωρ καὶ ἐρει̃ς πρὸς αὐτόν τάδε λέγει κύριος ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι λατρεύσωσιν ἐν τη̨̃ ἐρήμω̨ 8:17 ἐὰν δὲ μὴ βούλη̨ ἐξαποστει̃λαι τὸν λαόν μου ἰδοὺ ἐγὼ ἐπαποστέλλω ἐπὶ σὲ καὶ ἐπὶ τοὺς θεράποντάς σου καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τοὺς οἴκους ὑμω̃ν κυνόμυιαν καὶ πλησθήσονται αἱ οἰκίαι τω̃ν Αἰγυπτίων τη̃ς κυνομυίης καὶ εἰς τὴν γη̃ν ἐφ' ἡ̃ς εἰσιν ἐπ' αὐτη̃ς 8:18 καὶ παραδοξάσω ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ τὴν γη̃ν Γεσεμ ἐφ' ἡ̃ς ὁ λαός μου ἔπεστιν ἐπ' αὐτη̃ς ἐφ' ἡ̃ς οὐκ ἔσται ἐκει̃ ἡ κυνόμυια ἵνα εἰδη̨̃ς ὅτι ἐγώ εἰμι κύριος ὁ κύριος πάσης τη̃ς γη̃ς 8:19 καὶ δώσω διαστολὴν ἀνὰ μέσον του̃ ἐμου̃ λαου̃ καὶ ἀνὰ μέσον του̃ σου̃ λαου̃ ἐν δὲ τη̨̃ αὔριον ἔσται τὸ σημει̃ον του̃το ἐπὶ τη̃ς γη̃ς 8:20 ἐποίησεν δὲ κύριος οὕτως καὶ παρεγένετο ἡ κυνόμυια πλη̃θος εἰς τοὺς οἴκους Φαραω καὶ εἰς τοὺς οἴκους τω̃ν θεραπόντων αὐτου̃ καὶ εἰς πα̃σαν τὴν γη̃ν Αἰγύπτου καὶ ἐξωλεθρεύθη ἡ γη̃ ἀπὸ τη̃ς κυνομυίης 8:21 ἐκάλεσεν δὲ Φαραω Μωυση̃ν καὶ Ααρων λέγων ἐλθόντες θύσατε τω̨̃ θεω̨̃ ὑμω̃ν ἐν τη̨̃ γη̨̃ 8:22 καὶ εἰ̃πεν Μωυση̃ς οὐ δυνατὸν γενέσθαι οὕτως τὰ γὰρ βδελύγματα τω̃ν Αἰγυπτίων θύσομεν κυρίω̨ τω̨̃ θεω̨̃ ἡμω̃ν ἐὰν γὰρ θύσωμεν τὰ βδελύγματα τω̃ν Αἰγυπτίων ἐναντίον αὐτω̃ν λιθοβοληθησόμεθα 8:23 ὁδὸν τριω̃ν ἡμερω̃ν πορευσόμεθα εἰς τὴν ἔρημον καὶ θύσομεν κυρίω̨ τω̨̃ θεω̨̃ ἡμω̃ν καθάπερ εἰ̃πεν ἡμι̃ν 8:24 καὶ εἰ̃πεν Φαραω ἐγὼ ἀποστέλλω ὑμα̃ς καὶ θύσατε κυρίω̨ τω̨̃ θεω̨̃ ὑμω̃ν ἐν τη̨̃ ἐρήμω̨ ἀλλ' οὐ μακρὰν ἀποτενει̃τε πορευθη̃ναι εὔξασθε οὐ̃ν περὶ ἐμου̃ πρὸς κύριον 8:25 εἰ̃πεν δὲ Μωυση̃ς ὅδε ἐγὼ ἐξελεύσομαι ἀπὸ σου̃ καὶ εὔξομαι πρὸς τὸν θεόν καὶ ἀπελεύσεται ἡ κυνόμυια ἀπὸ σου̃ καὶ ἀπὸ τω̃ν θεραπόντων σου καὶ του̃ λαου̃ σου αὔριον μὴ προσθη̨̃ς ἔτι Φαραω ἐξαπατη̃σαι του̃ μὴ ἐξαποστει̃λαι τὸν λαὸν θυ̃σαι κυρίω̨ 8:26 ἐξη̃λθεν δὲ Μωυση̃ς ἀπὸ Φαραω καὶ ηὔξατο πρὸς τὸν θεόν 8:27 ἐποίησεν δὲ κύριος καθάπερ εἰ̃πεν Μωυση̃ς καὶ περιει̃λεν τὴν κυνόμυιαν ἀπὸ Φαραω καὶ τω̃ν θεραπόντων αὐτου̃ καὶ του̃ λαου̃ αὐτου̃ καὶ οὐ κατελείφθη οὐδεμία 8:28 καὶ ἐβάρυνεν Φαραω τὴν καρδίαν αὐτου̃ καὶ ἐπὶ του̃ καιρου̃ τούτου καὶ οὐκ ἠθέλησεν ἐξαποστει̃λαι τὸν λαόν 9:1 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν εἴσελθε πρὸς Φαραω καὶ ἐρει̃ς αὐτω̨̃ τάδε λέγει κύριος ὁ θεὸς τω̃ν Εβραίων ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι λατρεύσωσιν 9:2 εἰ μὲν οὐ̃ν μὴ βούλει ἐξαποστει̃λαι τὸν λαόν μου ἀλλ' ἔτι ἐγκρατει̃ς αὐτου̃ 9:3 ἰδοὺ χεὶρ κυρίου ἐπέσται ἐν τοι̃ς κτήνεσίν σου τοι̃ς ἐν τοι̃ς πεδίοις ἔν τε τοι̃ς ἵπποις καὶ ἐν τοι̃ς ὑποζυγίοις καὶ ται̃ς καμήλοις καὶ βουσὶν καὶ προβάτοις θάνατος μέγας σφόδρα 9:4 καὶ παραδοξάσω ἐγὼ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἀνὰ μέσον τω̃ν κτηνω̃ν τω̃ν Αἰγυπτίων καὶ ἀνὰ μέσον τω̃ν κτηνω̃ν τω̃ν υἱω̃ν Ισραηλ οὐ τελευτήσει ἀπὸ πάντων τω̃ν του̃ Ισραηλ υἱω̃ν ῥητόν 9:5 καὶ ἔδωκεν ὁ θεὸς ὅρον λέγων ἐν τη̨̃ αὔριον ποιήσει κύριος τὸ ῥη̃μα του̃το ἐπὶ τη̃ς γη̃ς 9:6 καὶ ἐποίησεν κύριος τὸ ῥη̃μα του̃το τη̨̃ ἐπαύριον καὶ ἐτελεύτησεν πάντα τὰ κτήνη τω̃ν Αἰγυπτίων ἀπὸ δὲ τω̃ν κτηνω̃ν τω̃ν υἱω̃ν Ισραηλ οὐκ ἐτελεύτησεν οὐδέν 9:7 ἰδὼν δὲ Φαραω ὅτι οὐκ ἐτελεύτησεν ἀπὸ πάντων τω̃ν κτηνω̃ν τω̃ν υἱω̃ν Ισραηλ οὐδέν ἐβαρύνθη ἡ καρδία Φαραω καὶ οὐκ ἐξαπέστειλεν τὸν λαόν 9:8 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν καὶ Ααρων λέγων λάβετε ὑμει̃ς πλήρεις τὰς χει̃ρας αἰθάλης καμιναίας καὶ πασάτω Μωυση̃ς εἰς τὸν οὐρανὸν ἐναντίον Φαραω καὶ ἐναντίον τω̃ν θεραπόντων αὐτου̃ 9:9 καὶ γενηθήτω κονιορτὸς ἐπὶ πα̃σαν τὴν γη̃ν Αἰγύπτου καὶ ἔσται ἐπὶ τοὺς ἀνθρώπους καὶ ἐπὶ τὰ τετράποδα ἕλκη φλυκτίδες ἀναζέουσαι ἔν τε τοι̃ς ἀνθρώποις καὶ ἐν τοι̃ς τετράποσιν καὶ ἐν πάση̨ γη̨̃ Αἰγύπτου 9:10 καὶ ἔλαβεν τὴν αἰθάλην τη̃ς καμιναίας ἐναντίον Φαραω καὶ ἔπασεν αὐτὴν Μωυση̃ς εἰς τὸν οὐρανόν καὶ ἐγένετο ἕλκη φλυκτίδες ἀναζέουσαι ἐν τοι̃ς ἀνθρώποις καὶ ἐν τοι̃ς τετράποσιν 9:11 καὶ οὐκ ἠδύναντο οἱ φαρμακοὶ στη̃ναι ἐναντίον Μωυση̃ διὰ τὰ ἕλκη ἐγένετο γὰρ τὰ ἔλκη ἐν τοι̃ς φαρμακοι̃ς καὶ ἐν πάση̨ γη̨̃ Αἰγύπτου 9:12 ἐσκλήρυνεν δὲ κύριος τὴν καρδίαν Φαραω καὶ οὐκ εἰσήκουσεν αὐτω̃ν καθὰ συνέταξεν κύριος 9:13 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν ὄρθρισον τὸ πρωὶ καὶ στη̃θι ἐναντίον Φαραω καὶ ἐρει̃ς πρὸς αὐτόν τάδε λέγει κύριος ὁ θεὸς τω̃ν Εβραίων ἐξαπόστειλον τὸν λαόν μου ἵνα λατρεύσωσίν μοι 9:14 ἐν τω̨̃ γὰρ νυ̃ν καιρω̨̃ ἐγὼ ἐξαποστέλλω πάντα τὰ συναντήματά μου εἰς τὴν καρδίαν σου καὶ τω̃ν θεραπόντων σου καὶ του̃ λαου̃ σου ἵν' εἰδη̨̃ς ὅτι οὐκ ἔστιν ὡς ἐγὼ ἄλλος ἐν πάση̨ τη̨̃ γη̨̃ 9:15 νυ̃ν γὰρ ἀποστείλας τὴν χει̃ρα πατάξω σε καὶ τὸν λαόν σου θανάτω̨ καὶ ἐκτριβήση̨ ἀπὸ τη̃ς γη̃ς 9:16 καὶ ἕνεκεν τούτου διετηρήθης ἵνα ἐνδείξωμαι ἐν σοὶ τὴν ἰσχύν μου καὶ ὅπως διαγγελη̨̃ τὸ ὄνομά μου ἐν πάση̨ τη̨̃ γη̨̃ 9:17 ἔτι οὐ̃ν σὺ ἐμποιη̨̃ του̃ λαου̃ μου του̃ μὴ ἐξαποστει̃λαι αὐτούς 9:18 ἰδοὺ ἐγὼ ὕω ταύτην τὴν ὥραν αὔριον χάλαζαν πολλὴν σφόδρα ἥτις τοιαύτη οὐ γέγονεν ἐν Αἰγύπτω̨ ἀφ' ἡ̃ς ἡμέρας ἕκτισται ἕως τη̃ς ἡμέρας ταύτης 9:19 νυ̃ν οὐ̃ν κατάσπευσον συναγαγει̃ν τὰ κτήνη σου καὶ ὅσα σοί ἐστιν ἐν τω̨̃ πεδίω̨ πάντες γὰρ οἱ ἄνθρωποι καὶ τὰ κτήνη ὅσα ἂν εὑρεθη̨̃ ἐν τω̨̃ πεδίω̨ καὶ μὴ εἰσέλθη̨ εἰς οἰκίαν πέση̨ δὲ ἐπ' αὐτὰ ἡ χάλαζα τελευτήσει 9:20 ὁ φοβούμενος τὸ ῥη̃μα κυρίου τω̃ν θεραπόντων Φαραω συνήγαγεν τὰ κτήνη αὐτου̃ εἰς τοὺς οἴκους 9:21 ὃς δὲ μὴ προσέσχεν τη̨̃ διανοία̨ εἰς τὸ ῥη̃μα κυρίου ἀφη̃κεν τὰ κτήνη ἐν τοι̃ς πεδίοις 9:22 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν ἕκτεινον τὴν χει̃ρά σου εἰς τὸν οὐρανόν καὶ ἔσται χάλαζα ἐπὶ πα̃σαν γη̃ν Αἰγύπτου ἐπί τε τοὺς ἀνθρώπους καὶ τὰ κτήνη καὶ ἐπὶ πα̃σαν βοτάνην τὴν ἐπὶ τη̃ς γη̃ς 9:23 ἐξέτεινεν δὲ Μωυση̃ς τὴν χει̃ρα εἰς τὸν οὐρανόν καὶ κύριος ἔδωκεν φωνὰς καὶ χάλαζαν καὶ διέτρεχεν τὸ πυ̃ρ ἐπὶ τη̃ς γη̃ς καὶ ἔβρεξεν κύριος χάλαζαν ἐπὶ πα̃σαν γη̃ν Αἰγύπτου 9:24 ἠ̃ν δὲ ἡ χάλαζα καὶ τὸ πυ̃ρ φλογίζον ἐν τη̨̃ χαλάζη̨ ἡ δὲ χάλαζα πολλὴ σφόδρα σφόδρα ἥτις τοιαύτη οὐ γέγονεν ἐν Αἰγύπτω̨ ἀφ' οὑ̃ γεγένηται ἐπ' αὐτη̃ς ἔθνος 9:25 ἐπάταξεν δὲ ἡ χάλαζα ἐν πάση̨ γη̨̃ Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ πα̃σαν βοτάνην τὴν ἐν τω̨̃ πεδίω̨ ἐπάταξεν ἡ χάλαζα καὶ πάντα τὰ ξύλα τὰ ἐν τοι̃ς πεδίοις συνέτριψεν ἡ χάλαζα 9:26 πλὴν ἐν γη̨̃ Γεσεμ οὑ̃ ἠ̃σαν οἱ υἱοὶ Ισραηλ οὐκ ἐγένετο ἡ χάλαζα 9:27 ἀποστείλας δὲ Φαραω ἐκάλεσεν Μωυση̃ν καὶ Ααρων καὶ εἰ̃πεν αὐτοι̃ς ἡμάρτηκα τὸ νυ̃ν ὁ κύριος δίκαιος ἐγὼ δὲ καὶ ὁ λαός μου ἀσεβει̃ς 9:28 εὔξασθε οὐ̃ν περὶ ἐμου̃ πρὸς κύριον καὶ παυσάσθω του̃ γενηθη̃ναι φωνὰς θεου̃ καὶ χάλαζαν καὶ πυ̃ρ καὶ ἐξαποστελω̃ ὑμα̃ς καὶ οὐκέτι προσθήσεσθε μένειν 9:29 εἰ̃πεν δὲ αὐτω̨̃ Μωυση̃ς ὡς ἂν ἐξέλθω τὴν πόλιν ἐκπετάσω τὰς χει̃ράς μου πρὸς κύριον καὶ αἱ φωναὶ παύσονται καὶ ἡ χάλαζα καὶ ὁ ὑετὸς οὐκ ἔσται ἔτι ἵνα γνω̨̃ς ὅτι του̃ κυρίου ἡ γη̃ 9:30 καὶ σὺ καὶ οἱ θεράποντές σου ἐπίσταμαι ὅτι οὐδέπω πεφόβησθε τὸν κύριον 9:31 τὸ δὲ λίνον καὶ ἡ κριθὴ ἐπλήγη ἡ γὰρ κριθὴ παρεστηκυι̃α τὸ δὲ λίνον σπερματίζον 9:32 ὁ δὲ πυρὸς καὶ ἡ ὀλύρα οὐκ ἐπλήγη ὄψιμα γὰρ ἠ̃ν 9:33 ἐξη̃λθεν δὲ Μωυση̃ς ἀπὸ Φαραω ἐκτὸς τη̃ς πόλεως καὶ ἐξεπέτασεν τὰς χει̃ρας πρὸς κύριον καὶ αἱ φωναὶ ἐπαύσαντο καὶ ἡ χάλαζα καὶ ὁ ὑετὸς οὐκ ἔσταξεν ἔτι ἐπὶ τὴν γη̃ν 9:34 ἰδὼν δὲ Φαραω ὅτι πέπαυται ὁ ὑετὸς καὶ ἡ χάλαζα καὶ αἱ φωναί προσέθετο του̃ ἁμαρτάνειν καὶ ἐβάρυνεν αὐτου̃ τὴν καρδίαν καὶ τω̃ν θεραπόντων αὐτου̃ 9:35 καὶ ἐσκληρύνθη ἡ καρδία Φαραω καὶ οὐκ ἐξαπέστειλεν τοὺς υἱοὺς Ισραηλ καθάπερ ἐλάλησεν κύριος τω̨̃ Μωυση̨̃ 10:1 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν λέγων εἴσελθε πρὸς Φαραω ἐγὼ γὰρ ἐσκλήρυνα αὐτου̃ τὴν καρδίαν καὶ τω̃ν θεραπόντων αὐτου̃ ἵνα ἑξη̃ς ἐπέλθη̨ τὰ σημει̃α ταυ̃τα ἐπ' αὐτούς 10:2 ὅπως διηγήσησθε εἰς τὰ ὠ̃τα τω̃ν τέκνων ὑμω̃ν καὶ τοι̃ς τέκνοις τω̃ν τέκνων ὑμω̃ν ὅσα ἐμπέπαιχα τοι̃ς Αἰγυπτίοις καὶ τὰ σημει̃ά μου ἃ ἐποίησα ἐν αὐτοι̃ς καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος 10:3 εἰση̃λθεν δὲ Μωυση̃ς καὶ Ααρων ἐναντίον Φαραω καὶ εἰ̃παν αὐτω̨̃ τάδε λέγει κύριος ὁ θεὸς τω̃ν Εβραίων ἕως τίνος οὐ βούλει ἐντραπη̃ναί με ἐξαπόστειλον τὸν λαόν μου ἵνα λατρεύσωσίν μοι 10:4 ἐὰν δὲ μὴ θέλη̨ς σὺ ἐξαποστει̃λαι τὸν λαόν μου ἰδοὺ ἐγὼ ἐπάγω ταύτην τὴν ὥραν αὔριον ἀκρίδα πολλὴν ἐπὶ πάντα τὰ ὅριά σου 10:5 καὶ καλύψει τὴν ὄψιν τη̃ς γη̃ς καὶ οὐ δυνήση̨ κατιδει̃ν τὴν γη̃ν καὶ κατέδεται πα̃ν τὸ περισσὸν τη̃ς γη̃ς τὸ καταλειφθέν ὃ κατέλιπεν ὑμι̃ν ἡ χάλαζα καὶ κατέδεται πα̃ν ξύλον τὸ φυόμενον ὑμι̃ν ἐπὶ τη̃ς γη̃ς 10:6 καὶ πλησθήσονταί σου αἱ οἰκίαι καὶ αἱ οἰκίαι τω̃ν θεραπόντων σου καὶ πα̃σαι αἱ οἰκίαι ἐν πάση̨ γη̨̃ τω̃ν Αἰγυπτίων ἃ οὐδέποτε ἑωράκασιν οἱ πατέρες σου οὐδὲ οἱ πρόπαπποι αὐτω̃ν ἀφ' ἡ̃ς ἡμέρας γεγόνασιν ἐπὶ τη̃ς γη̃ς ἕως τη̃ς ἡμέρας ταύτης καὶ ἐκκλίνας Μωυση̃ς ἐξη̃λθεν ἀπὸ Φαραω 10:7 καὶ λέγουσιν οἱ θεράποντες Φαραω πρὸς αὐτόν ἕως τίνος ἔσται του̃το ἡμι̃ν σκω̃λον ἐξαπόστειλον τοὺς ἀνθρώπους ὅπως λατρεύσωσιν τω̨̃ θεω̨̃ αὐτω̃ν ἢ εἰδέναι βούλει ὅτι ἀπόλωλεν Αἴγυπτος 10:8 καὶ ἀπέστρεψαν τόν τε Μωυση̃ν καὶ Ααρων πρὸς Φαραω καὶ εἰ̃πεν αὐτοι̃ς πορεύεσθε καὶ λατρεύσατε τω̨̃ θεω̨̃ ὑμω̃ν τίνες δὲ καὶ τίνες εἰσὶν οἱ πορευόμενοι 10:9 καὶ λέγει Μωυση̃ς σὺν τοι̃ς νεανίσκοις καὶ πρεσβυτέροις πορευσόμεθα σὺν τοι̃ς υἱοι̃ς καὶ θυγατράσιν καὶ προβάτοις καὶ βουσὶν ἡμω̃ν ἔστιν γὰρ ἑορτὴ κυρίου του̃ θεου̃ ἡμω̃ν 10:10 καὶ εἰ̃πεν πρὸς αὐτούς ἔστω οὕτως κύριος μεθ' ὑμω̃ν καθότι ἀποστέλλω ὑμα̃ς μὴ καὶ τὴν ἀποσκευὴν ὑμω̃ν ἴδετε ὅτι πονηρία πρόκειται ὑμι̃ν 10:11 μὴ οὕτως πορευέσθωσαν δὲ οἱ ἄνδρες καὶ λατρεύσατε τω̨̃ θεω̨̃ του̃το γὰρ αὐτοὶ ζητει̃τε ἐξέβαλον δὲ αὐτοὺς ἀπὸ προσώπου Φαραω 10:12 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν ἕκτεινον τὴν χει̃ρα ἐπὶ γη̃ν Αἰγύπτου καὶ ἀναβήτω ἀκρὶς ἐπὶ τὴν γη̃ν καὶ κατέδεται πα̃σαν βοτάνην τη̃ς γη̃ς καὶ πάντα τὸν καρπὸν τω̃ν ξύλων ὃν ὑπελίπετο ἡ χάλαζα 10:13 καὶ ἐπη̃ρεν Μωυση̃ς τὴν ῥάβδον εἰς τὸν οὐρανόν καὶ κύριος ἐπήγαγεν ἄνεμον νότον ἐπὶ τὴν γη̃ν ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα τὸ πρωὶ ἐγενήθη καὶ ὁ ἄνεμος ὁ νότος ἀνέλαβεν τὴν ἀκρίδα 10:14 καὶ ἀνήγαγεν αὐτὴν ἐπὶ πα̃σαν γη̃ν Αἰγύπτου καὶ κατέπαυσεν ἐπὶ πάντα τὰ ὅρια Αἰγύπτου πολλὴ σφόδρα προτέρα αὐτη̃ς οὐ γέγονεν τοιαύτη ἀκρὶς καὶ μετὰ ταυ̃τα οὐκ ἔσται οὕτως 10:15 καὶ ἐκάλυψεν τὴν ὄψιν τη̃ς γη̃ς καὶ ἐφθάρη ἡ γη̃ καὶ κατέφαγεν πα̃σαν βοτάνην τη̃ς γη̃ς καὶ πάντα τὸν καρπὸν τω̃ν ξύλων ὃς ὑπελείφθη ἀπὸ τη̃ς χαλάζης οὐχ ὑπελείφθη χλωρὸν οὐδὲν ἐν τοι̃ς ξύλοις καὶ ἐν πάση̨ βοτάνη̨ του̃ πεδίου ἐν πάση̨ γη̨̃ Αἰγύπτου 10:16 κατέσπευδεν δὲ Φαραω καλέσαι Μωυση̃ν καὶ Ααρων λέγων ἡμάρτηκα ἐναντίον κυρίου του̃ θεου̃ ὑμω̃ν καὶ εἰς ὑμα̃ς 10:17 προσδέξασθε οὐ̃ν μου τὴν ἁμαρτίαν ἔτι νυ̃ν καὶ προσεύξασθε πρὸς κύριον τὸν θεὸν ὑμω̃ν καὶ περιελέτω ἀπ' ἐμου̃ τὸν θάνατον του̃τον 10:18 ἐξη̃λθεν δὲ Μωυση̃ς ἀπὸ Φαραω καὶ ηὔξατο πρὸς τὸν θεόν 10:19 καὶ μετέβαλεν κύριος ἄνεμον ἀπὸ θαλάσσης σφοδρόν καὶ ἀνέλαβεν τὴν ἀκρίδα καὶ ἐνέβαλεν αὐτὴν εἰς τὴν ἐρυθρὰν θάλασσαν καὶ οὐχ ὑπελείφθη ἀκρὶς μία ἐν πάση̨ γη̨̃ Αἰγύπτου 10:20 καὶ ἐσκλήρυνεν κύριος τὴν καρδίαν Φαραω καὶ οὐκ ἐξαπέστειλεν τοὺς υἱοὺς Ισραηλ 10:21 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν ἕκτεινον τὴν χει̃ρά σου εἰς τὸν οὐρανόν καὶ γενηθήτω σκότος ἐπὶ γη̃ν Αἰγύπτου ψηλαφητὸν σκότος 10:22 ἐξέτεινεν δὲ Μωυση̃ς τὴν χει̃ρα εἰς τὸν οὐρανόν καὶ ἐγένετο σκότος γνόφος θύελλα ἐπὶ πα̃σαν γη̃ν Αἰγύπτου τρει̃ς ἡμέρας 10:23 καὶ οὐκ εἰ̃δεν οὐδεὶς τὸν ἀδελφὸν αὐτου̃ τρει̃ς ἡμέρας καὶ οὐκ ἐξανέστη οὐδεὶς ἐκ τη̃ς κοίτης αὐτου̃ τρει̃ς ἡμέρας πα̃σι δὲ τοι̃ς υἱοι̃ς Ισραηλ ἠ̃ν φω̃ς ἐν πα̃σιν οἱ̃ς κατεγίνοντο 10:24 καὶ ἐκάλεσεν Φαραω Μωυση̃ν καὶ Ααρων λέγων βαδίζετε λατρεύσατε κυρίω̨ τω̨̃ θεω̨̃ ὑμω̃ν πλὴν τω̃ν προβάτων καὶ τω̃ν βοω̃ν ὑπολίπεσθε καὶ ἡ ἀποσκευὴ ὑμω̃ν ἀποτρεχέτω μεθ' ὑμω̃ν 10:25 καὶ εἰ̃πεν Μωυση̃ς ἀλλὰ καὶ σὺ δώσεις ἡμι̃ν ὁλοκαυτώματα καὶ θυσίας ἃ ποιήσομεν κυρίω̨ τω̨̃ θεω̨̃ ἡμω̃ν 10:26 καὶ τὰ κτήνη ἡμω̃ν πορεύσεται μεθ' ἡμω̃ν καὶ οὐχ ὑπολειψόμεθα ὁπλήν ἀπ' αὐτω̃ν γὰρ λημψόμεθα λατρευ̃σαι κυρίω̨ τω̨̃ θεω̨̃ ἡμω̃ν ἡμει̃ς δὲ οὐκ οἴδαμεν τί λατρεύσωμεν κυρίω̨ τω̨̃ θεω̨̃ ἡμω̃ν ἕως του̃ ἐλθει̃ν ἡμα̃ς ἐκει̃ 10:27 ἐσκλήρυνεν δὲ κύριος τὴν καρδίαν Φαραω καὶ οὐκ ἐβουλήθη ἐξαποστει̃λαι αὐτούς 10:28 καὶ λέγει Φαραω ἄπελθε ἀπ' ἐμου̃ πρόσεχε σεαυτω̨̃ ἔτι προσθει̃ναι ἰδει̃ν μου τὸ πρόσωπον ἡ̨̃ δ' ἂν ἡμέρα̨ ὀφθη̨̃ς μοι ἀποθανη̨̃ 10:29 λέγει δὲ Μωυση̃ς εἴρηκας οὐκέτι ὀφθήσομαί σοι εἰς πρόσωπον 11:1 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν ἔτι μίαν πληγὴν ἐπάξω ἐπὶ Φαραω καὶ ἐπ' Αἴγυπτον καὶ μετὰ ταυ̃τα ἐξαποστελει̃ ὑμα̃ς ἐντευ̃θεν ὅταν δὲ ἐξαποστέλλη̨ ὑμα̃ς σὺν παντὶ ἐκβαλει̃ ὑμα̃ς ἐκβολη̨̃ 11:2 λάλησον οὐ̃ν κρυφη̨̃ εἰς τὰ ὠ̃τα του̃ λαου̃ καὶ αἰτησάτω ἕκαστος παρὰ του̃ πλησίον καὶ γυνὴ παρὰ τη̃ς πλησίον σκεύη ἀργυρα̃ καὶ χρυσα̃ καὶ ἱματισμόν 11:3 κύριος δὲ ἔδωκεν τὴν χάριν τω̨̃ λαω̨̃ αὐτου̃ ἐναντίον τω̃ν Αἰγυπτίων καὶ ἔχρησαν αὐτοι̃ς καὶ ὁ ἄνθρωπος Μωυση̃ς μέγας ἐγενήθη σφόδρα ἐναντίον τω̃ν Αἰγυπτίων καὶ ἐναντίον Φαραω καὶ ἐναντίον πάντων τω̃ν θεραπόντων αὐτου̃ 11:4 καὶ εἰ̃πεν Μωυση̃ς τάδε λέγει κύριος περὶ μέσας νύκτας ἐγὼ εἰσπορεύομαι εἰς μέσον Αἰγύπτου 11:5 καὶ τελευτήσει πα̃ν πρωτότοκον ἐν γη̨̃ Αἰγύπτω̨ ἀπὸ πρωτοτόκου Φαραω ὃς κάθηται ἐπὶ του̃ θρόνου καὶ ἕως πρωτοτόκου τη̃ς θεραπαίνης τη̃ς παρὰ τὸν μύλον καὶ ἕως πρωτοτόκου παντὸς κτήνους 11:6 καὶ ἔσται κραυγὴ μεγάλη κατὰ πα̃σαν γη̃ν Αἰγύπτου ἥτις τοιαύτη οὐ γέγονεν καὶ τοιαύτη οὐκέτι προστεθήσεται 11:7 καὶ ἐν πα̃σι τοι̃ς υἱοι̃ς Ισραηλ οὐ γρύξει κύων τη̨̃ γλώσση̨ αὐτου̃ ἀπὸ ἀνθρώπου ἕως κτήνους ὅπως εἰδη̨̃ς ὅσα παραδοξάσει κύριος ἀνὰ μέσον τω̃ν Αἰγυπτίων καὶ του̃ Ισραηλ 11:8 καὶ καταβήσονται πάντες οἱ παι̃δές σου οὑ̃τοι πρός με καὶ προκυνήσουσίν με λέγοντες ἔξελθε σὺ καὶ πα̃ς ὁ λαός σου οὑ̃ σὺ ἀφηγη̨̃ καὶ μετὰ ταυ̃τα ἐξελεύσομαι ἐξη̃λθεν δὲ Μωυση̃ς ἀπὸ Φαραω μετὰ θυμου̃ 11:9 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν οὐκ εἰσακούσεται ὑμω̃ν Φαραω ἵνα πληθύνων πληθύνω μου τὰ σημει̃α καὶ τὰ τέρατα ἐν γη̨̃ Αἰγύπτω̨ 11:10 Μωυση̃ς δὲ καὶ Ααρων ἐποίησαν πάντα τὰ σημει̃α καὶ τὰ τέρατα ταυ̃τα ἐν γη̨̃ Αἰγύπτω̨ ἐναντίον Φαραω ἐσκλήρυνεν δὲ κύριος τὴν καρδίαν Φαραω καὶ οὐκ ἠθέλησεν ἐξαποστει̃λαι τοὺς υἱοὺς Ισραηλ ἐκ γη̃ς Αἰγύπτου 12:1 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν καὶ Ααρων ἐν γη̨̃ Αἰγύπτου λέγων 12:2 ὁ μὴν οὑ̃τος ὑμι̃ν ἀρχὴ μηνω̃ν πρω̃τός ἐστιν ὑμι̃ν ἐν τοι̃ς μησὶν του̃ ἐνιαυτου̃ 12:3 λάλησον πρὸς πα̃σαν συναγωγὴν υἱω̃ν Ισραηλ λέγων τη̨̃ δεκάτη̨ του̃ μηνὸς τούτου λαβέτωσαν ἕκαστος πρόβατον κατ' οἴκους πατριω̃ν ἕκαστος πρόβατον κατ' οἰκίαν 12:4 ἐὰν δὲ ὀλιγοστοὶ ὠ̃σιν οἱ ἐν τη̨̃ οἰκία̨ ὥστε μὴ ἱκανοὺς εἰ̃ναι εἰς πρόβατον συλλήμψεται μεθ' ἑαυτου̃ τὸν γείτονα τὸν πλησίον αὐτου̃ κατὰ ἀριθμὸν ψυχω̃ν ἕκαστος τὸ ἀρκου̃ν αὐτω̨̃ συναριθμήσεται εἰς πρόβατον 12:5 πρόβατον τέλειον ἄρσεν ἐνιαύσιον ἔσται ὑμι̃ν ἀπὸ τω̃ν ἀρνω̃ν καὶ τω̃ν ἐρίφων λήμψεσθε 12:6 καὶ ἔσται ὑμι̃ν διατετηρημένον ἕως τη̃ς τεσσαρεσκαιδεκάτης του̃ μηνὸς τούτου καὶ σφάξουσιν αὐτὸ πα̃ν τὸ πλη̃θος συναγωγη̃ς υἱω̃ν Ισραηλ πρὸς ἑσπέραν 12:7 καὶ λήμψονται ἀπὸ του̃ αἵματος καὶ θήσουσιν ἐπὶ τω̃ν δύο σταθμω̃ν καὶ ἐπὶ τὴν φλιὰν ἐν τοι̃ς οἴκοις ἐν οἱ̃ς ἐὰν φάγωσιν αὐτὰ ἐν αὐτοι̃ς 12:8 καὶ φάγονται τὰ κρέα τη̨̃ νυκτὶ ταύτη̨ ὀπτὰ πυρὶ καὶ ἄζυμα ἐπὶ πικρίδων ἔδονται 12:9 οὐκ ἔδεσθε ἀπ' αὐτω̃ν ὠμὸν οὐδὲ ἡψημένον ἐν ὕδατι ἀλλ' ἢ ὀπτὰ πυρί κεφαλὴν σὺν τοι̃ς ποσὶν καὶ τοι̃ς ἐνδοσθίοις 12:10 οὐκ ἀπολείψετε ἀπ' αὐτου̃ ἕως πρωὶ καὶ ὀστου̃ν οὐ συντρίψετε ἀπ' αὐτου̃ τὰ δὲ καταλειπόμενα ἀπ' αὐτου̃ ἕως πρωὶ ἐν πυρὶ κατακαύσετε 12:11 οὕτως δὲ φάγεσθε αὐτό αἱ ὀσφύες ὑμω̃ν περιεζωσμέναι καὶ τὰ ὑποδήματα ἐν τοι̃ς ποσὶν ὑμω̃ν καὶ αἱ βακτηρίαι ἐν ται̃ς χερσὶν ὑμω̃ν καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδη̃ς πασχα ἐστὶν κυρίω̨ 12:12 καὶ διελεύσομαι ἐν γη̨̃ Αἰγύπτω̨ ἐν τη̨̃ νυκτὶ ταύτη̨ καὶ πατάξω πα̃ν πρωτότοκον ἐν γη̨̃ Αἰγύπτω̨ ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἐν πα̃σι τοι̃ς θεοι̃ς τω̃ν Αἰγυπτίων ποιήσω τὴν ἐκδίκησιν ἐγὼ κύριος 12:13 καὶ ἔσται τὸ αἱ̃μα ὑμι̃ν ἐν σημείω̨ ἐπὶ τω̃ν οἰκιω̃ν ἐν αἱ̃ς ὑμει̃ς ἐστε ἐκει̃ καὶ ὄψομαι τὸ αἱ̃μα καὶ σκεπάσω ὑμα̃ς καὶ οὐκ ἔσται ἐν ὑμι̃ν πληγὴ του̃ ἐκτριβη̃ναι ὅταν παίω ἐν γη̨̃ Αἰγύπτω̨ 12:14 καὶ ἔσται ἡ ἡμέρα ὑμι̃ν αὕτη μνημόσυνον καὶ ἑορτάσετε αὐτὴν ἑορτὴν κυρίω̨ εἰς πάσας τὰς γενεὰς ὑμω̃ν νόμιμον αἰώνιον ἑορτάσετε αὐτήν 12:15 ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε ἀπὸ δὲ τη̃ς ἡμέρας τη̃ς πρώτης ἀφανιει̃τε ζύμην ἐκ τω̃ν οἰκιω̃ν ὑμω̃ν πα̃ς ὃς ἂν φάγη̨ ζύμην ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ισραηλ ἀπὸ τη̃ς ἡμέρας τη̃ς πρώτης ἕως τη̃ς ἡμέρας τη̃ς ἑβδόμης 12:16 καὶ ἡ ἡμέρα ἡ πρώτη κληθήσεται ἁγία καὶ ἡ ἡμέρα ἡ ἑβδόμη κλητὴ ἁγία ἔσται ὑμι̃ν πα̃ν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐται̃ς πλὴν ὅσα ποιηθήσεται πάση̨ ψυχη̨̃ του̃το μόνον ποιηθήσεται ὑμι̃ν 12:17 καὶ φυλάξεσθε τὴν ἐντολὴν ταύτην ἐν γὰρ τη̨̃ ἡμέρα̨ ταύτη̨ ἐξάξω τὴν δύναμιν ὑμω̃ν ἐκ γη̃ς Αἰγύπτου καὶ ποιήσετε τὴν ἡμέραν ταύτην εἰς γενεὰς ὑμω̃ν νόμιμον αἰώνιον 12:18 ἐναρχομένου τη̨̃ τεσσαρεσκαιδεκάτη̨ ἡμέρα̨ του̃ μηνὸς του̃ πρώτου ἀφ' ἑσπέρας ἔδεσθε ἄζυμα ἕως ἡμέρας μια̃ς καὶ εἰκάδος του̃ μηνὸς ἕως ἑσπέρας 12:19 ἑπτὰ ἡμέρας ζύμη οὐχ εὑρεθήσεται ἐν ται̃ς οἰκίαις ὑμω̃ν πα̃ς ὃς ἂν φάγη̨ ζυμωτόν ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ συναγωγη̃ς Ισραηλ ἔν τε τοι̃ς γειώραις καὶ αὐτόχθοσιν τη̃ς γη̃ς 12:20 πα̃ν ζυμωτὸν οὐκ ἔδεσθε ἐν παντὶ δὲ κατοικητηρίω̨ ὑμω̃ν ἔδεσθε ἄζυμα 12:21 ἐκάλεσεν δὲ Μωυση̃ς πα̃σαν γερουσίαν υἱω̃ν Ισραηλ καὶ εἰ̃πεν πρὸς αὐτούς ἀπελθόντες λάβετε ὑμι̃ν ἑαυτοι̃ς πρόβατον κατὰ συγγενείας ὑμω̃ν καὶ θύσατε τὸ πασχα 12:22 λήμψεσθε δὲ δέσμην ὑσσώπου καὶ βάψαντες ἀπὸ του̃ αἵματος του̃ παρὰ τὴν θύραν καθίξετε τη̃ς φλια̃ς καὶ ἐπ' ἀμφοτέρων τω̃ν σταθμω̃ν ἀπὸ του̃ αἵματος ὅ ἐστιν παρὰ τὴν θύραν ὑμει̃ς δὲ οὐκ ἐξελεύσεσθε ἕκαστος τὴν θύραν του̃ οἴκου αὐτου̃ ἕως πρωί 12:23 καὶ παρελεύσεται κύριος πατάξαι τοὺς Αἰγυπτίους καὶ ὄψεται τὸ αἱ̃μα ἐπὶ τη̃ς φλια̃ς καὶ ἐπ' ἀμφοτέρων τω̃ν σταθμω̃ν καὶ παρελεύσεται κύριος τὴν θύραν καὶ οὐκ ἀφήσει τὸν ὀλεθρεύοντα εἰσελθει̃ν εἰς τὰς οἰκίας ὑμω̃ν πατάξαι 12:24 καὶ φυλάξεσθε τὸ ῥη̃μα του̃το νόμιμον σεαυτω̨̃ καὶ τοι̃ς υἱοι̃ς σου ἕως αἰω̃νος 12:25 ἐὰν δὲ εἰσέλθητε εἰς τὴν γη̃ν ἣν ἂν δω̨̃ κύριος ὑμι̃ν καθότι ἐλάλησεν φυλάξεσθε τὴν λατρείαν ταύτην 12:26 καὶ ἔσται ἐὰν λέγωσιν πρὸς ὑμα̃ς οἱ υἱοὶ ὑμω̃ν τίς ἡ λατρεία αὕτη 12:27 καὶ ἐρει̃τε αὐτοι̃ς θυσία τὸ πασχα του̃το κυρίω̨ ὡς ἐσκέπασεν τοὺς οἴκους τω̃ν υἱω̃ν Ισραηλ ἐν Αἰγύπτω̨ ἡνίκα ἐπάταξεν τοὺς Αἰγυπτίους τοὺς δὲ οἴκους ἡμω̃ν ἐρρύσατο καὶ κύψας ὁ λαὸς προσεκύνησεν 12:28 καὶ ἀπελθόντες ἐποίησαν οἱ υἱοὶ Ισραηλ καθὰ ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃ καὶ Ααρων οὕτως ἐποίησαν 12:29 ἐγενήθη δὲ μεσούσης τη̃ς νυκτὸς καὶ κύριος ἐπάταξεν πα̃ν πρωτότοκον ἐν γη̨̃ Αἰγύπτω̨ ἀπὸ πρωτοτόκου Φαραω του̃ καθημένου ἐπὶ του̃ θρόνου ἕως πρωτοτόκου τη̃ς αἰχμαλωτίδος τη̃ς ἐν τω̨̃ λάκκω̨ καὶ ἕως πρωτοτόκου παντὸς κτήνους 12:30 καὶ ἀναστὰς Φαραω νυκτὸς καὶ πάντες οἱ θεράποντες αὐτου̃ καὶ πάντες οἱ Αἰγύπτιοι καὶ ἐγενήθη κραυγὴ μεγάλη ἐν πάση̨ γη̨̃ Αἰγύπτω̨ οὐ γὰρ ἠ̃ν οἰκία ἐν ἡ̨̃ οὐκ ἠ̃ν ἐν αὐτη̨̃ τεθνηκώς 12:31 καὶ ἐκάλεσεν Φαραω Μωυση̃ν καὶ Ααρων νυκτὸς καὶ εἰ̃πεν αὐτοι̃ς ἀνάστητε καὶ ἐξέλθατε ἐκ του̃ λαου̃ μου καὶ ὑμει̃ς καὶ οἱ υἱοὶ Ισραηλ βαδίζετε καὶ λατρεύσατε κυρίω̨ τω̨̃ θεω̨̃ ὑμω̃ν καθὰ λέγετε 12:32 καὶ τὰ πρόβατα καὶ τοὺς βόας ὑμω̃ν ἀναλαβόντες πορεύεσθε εὐλογήσατε δὲ κἀμέ 12:33 καὶ κατεβιάζοντο οἱ Αἰγύπτιοι τὸν λαὸν σπουδη̨̃ ἐκβαλει̃ν αὐτοὺς ἐκ τη̃ς γη̃ς εἰ̃παν γὰρ ὅτι πάντες ἡμει̃ς ἀποθνή̨σκομεν 12:34 ἀνέλαβεν δὲ ὁ λαὸς τὸ σται̃ς πρὸ του̃ ζυμωθη̃ναι τὰ φυράματα αὐτω̃ν ἐνδεδεμένα ἐν τοι̃ς ἱματίοις αὐτω̃ν ἐπὶ τω̃ν ὤμων 12:35 οἱ δὲ υἱοὶ Ισραηλ ἐποίησαν καθὰ συνέταξεν αὐτοι̃ς Μωυση̃ς καὶ ἤ̨τησαν παρὰ τω̃ν Αἰγυπτίων σκεύη ἀργυρα̃ καὶ χρυσα̃ καὶ ἱματισμόν 12:36 καὶ κύριος ἔδωκεν τὴν χάριν τω̨̃ λαω̨̃ αὐτου̃ ἐναντίον τω̃ν Αἰγυπτίων καὶ ἔχρησαν αὐτοι̃ς καὶ ἐσκύλευσαν τοὺς Αἰγυπτίους 12:37 ἀπάραντες δὲ οἱ υἱοὶ Ισραηλ ἐκ Ραμεσση εἰς Σοκχωθα εἰς ἑξακοσίας χιλιάδας πεζω̃ν οἱ ἄνδρες πλὴν τη̃ς ἀποσκευη̃ς 12:38 καὶ ἐπίμικτος πολὺς συνανέβη αὐτοι̃ς καὶ πρόβατα καὶ βόες καὶ κτήνη πολλὰ σφόδρα 12:39 καὶ ἔπεψαν τὸ σται̃ς ὃ ἐξήνεγκαν ἐξ Αἰγύπτου ἐγκρυφίας ἀζύμους οὐ γὰρ ἐζυμώθη ἐξέβαλον γὰρ αὐτοὺς οἱ Αἰγύπτιοι καὶ οὐκ ἠδυνήθησαν ἐπιμει̃ναι οὐδὲ ἐπισιτισμὸν ἐποίησαν ἑαυτοι̃ς εἰς τὴν ὁδόν 12:40 ἡ δὲ κατοίκησις τω̃ν υἱω̃ν Ισραηλ ἣν κατώ̨κησαν ἐν γη̨̃ Αἰγύπτω̨ καὶ ἐν γη̨̃ Χανααν ἔτη τετρακόσια τριάκοντα 12:41 καὶ ἐγένετο μετὰ τὰ τετρακόσια τριάκοντα ἔτη ἐξη̃λθεν πα̃σα ἡ δύναμις κυρίου ἐκ γη̃ς Αἰγύπτου 12:42 νυκτὸς προφυλακή ἐστιν τω̨̃ κυρίω̨ ὥστε ἐξαγαγει̃ν αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου ἐκείνη ἡ νὺξ αὕτη προφυλακὴ κυρίω̨ ὥστε πα̃σι τοι̃ς υἱοι̃ς Ισραηλ εἰ̃ναι εἰς γενεὰς αὐτω̃ν 12:43 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν καὶ Ααρων λέγων οὑ̃τος ὁ νόμος του̃ πασχα πα̃ς ἀλλογενὴς οὐκ ἔδεται ἀπ' αὐτου̃ 12:44 καὶ πα̃ν οἰκέτην τινὸς ἢ ἀργυρώνητον περιτεμει̃ς αὐτόν καὶ τότε φάγεται ἀπ' αὐτου̃ 12:45 πάροικος ἢ μισθωτὸς οὐκ ἔδεται ἀπ' αὐτου̃ 12:46 ἐν οἰκία̨ μια̨̃ βρωθήσεται καὶ οὐκ ἐξοίσετε ἐκ τη̃ς οἰκίας τω̃ν κρεω̃ν ἔξω καὶ ὀστου̃ν οὐ συντρίψετε ἀπ' αὐτου̃ 12:47 πα̃σα συναγωγὴ υἱω̃ν Ισραηλ ποιήσει αὐτό 12:48 ἐὰν δέ τις προσέλθη̨ πρὸς ὑμα̃ς προσήλυτος ποιη̃σαι τὸ πασχα κυρίω̨ περιτεμει̃ς αὐτου̃ πα̃ν ἀρσενικόν καὶ τότε προσελεύσεται ποιη̃σαι αὐτὸ καὶ ἔσται ὥσπερ καὶ ὁ αὐτόχθων τη̃ς γη̃ς πα̃ς ἀπερίτμητος οὐκ ἔδεται ἀπ' αὐτου̃ 12:49 νόμος εἱ̃ς ἔσται τω̨̃ ἐγχωρίω̨ καὶ τω̨̃ προσελθόντι προσηλύτω̨ ἐν ὑμι̃ν 12:50 καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ καθὰ ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃ καὶ Ααρων πρὸς αὐτούς οὕτως ἐποίησαν 12:51 καὶ ἐγένετο ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐξήγαγεν κύριος τοὺς υἱοὺς Ισραηλ ἐκ γη̃ς Αἰγύπτου σὺν δυνάμει αὐτω̃ν 13:1 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν λέγων 13:2 ἁγίασόν μοι πα̃ν πρωτότοκον πρωτογενὲς διανοι̃γον πα̃σαν μήτραν ἐν τοι̃ς υἱοι̃ς Ισραηλ ἀπὸ ἀνθρώπου ἕως κτήνους ἐμοί ἐστιν 13:3 εἰ̃πεν δὲ Μωυση̃ς πρὸς τὸν λαόν μνημονεύετε τὴν ἡμέραν ταύτην ἐν ἡ̨̃ ἐξήλθατε ἐκ γη̃ς Αἰγύπτου ἐξ οἴκου δουλείας ἐν γὰρ χειρὶ κραταια̨̃ ἐξήγαγεν ὑμα̃ς κύριος ἐντευ̃θεν καὶ οὐ βρωθήσεται ζύμη 13:4 ἐν γὰρ τη̨̃ σήμερον ὑμει̃ς ἐκπορεύεσθε ἐν μηνὶ τω̃ν νέων 13:5 καὶ ἔσται ἡνίκα ἐὰν εἰσαγάγη̨ σε κύριος ὁ θεός σου εἰς τὴν γη̃ν τω̃ν Χαναναίων καὶ Χετταίων καὶ Ευαίων καὶ Γεργεσαίων καὶ Αμορραίων καὶ Φερεζαίων καὶ Ιεβουσαίων ἣν ὤμοσεν τοι̃ς πατράσιν σου δου̃ναί σοι γη̃ν ῥέουσαν γάλα καὶ μέλι καὶ ποιήσεις τὴν λατρείαν ταύτην ἐν τω̨̃ μηνὶ τούτω̨ 13:6 ἓξ ἡμέρας ἔδεσθε ἄζυμα τη̨̃ δὲ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ ἑορτὴ κυρίου 13:7 ἄζυμα ἔδεσθε τὰς ἑπτὰ ἡμέρας οὐκ ὀφθήσεταί σοι ζυμωτόν οὐδὲ ἔσται σοι ζύμη ἐν πα̃σιν τοι̃ς ὁρίοις σου 13:8 καὶ ἀναγγελει̃ς τω̨̃ υἱω̨̃ σου ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ λέγων διὰ του̃το ἐποίησεν κύριος ὁ θεός μοι ὡς ἐξεπορευόμην ἐξ Αἰγύπτου 13:9 καὶ ἔσται σοι σημει̃ον ἐπὶ τη̃ς χειρός σου καὶ μνημόσυνον πρὸ ὀφθαλμω̃ν σου ὅπως ἂν γένηται ὁ νόμος κυρίου ἐν τω̨̃ στόματί σου ἐν γὰρ χειρὶ κραταια̨̃ ἐξήγαγέν σε κύριος ὁ θεὸς ἐξ Αἰγύπτου 13:10 καὶ φυλάξεσθε τὸν νόμον του̃τον κατὰ καιροὺς ὡρω̃ν ἀφ' ἡμερω̃ν εἰς ἡμέρας 13:11 καὶ ἔσται ὡς ἂν εἰσαγάγη̨ σε κύριος ὁ θεός σου εἰς τὴν γη̃ν τω̃ν Χαναναίων ὃν τρόπον ὤμοσεν τοι̃ς πατράσιν σου καὶ δώσει σοι αὐτήν 13:12 καὶ ἀφελει̃ς πα̃ν διανοι̃γον μήτραν τὰ ἀρσενικά τω̨̃ κυρίω̨ πα̃ν διανοι̃γον μήτραν ἐκ τω̃ν βουκολίων ἢ ἐν τοι̃ς κτήνεσίν σου ὅσα ἐὰν γένηταί σοι τὰ ἀρσενικά ἁγιάσεις τω̨̃ κυρίω̨ 13:13 πα̃ν διανοι̃γον μήτραν ὄνου ἀλλάξεις προβάτω̨ ἐὰν δὲ μὴ ἀλλάξη̨ς λυτρώση̨ αὐτό πα̃ν πρωτότοκον ἀνθρώπου τω̃ν υἱω̃ν σου λυτρώση̨ 13:14 ἐὰν δὲ ἐρωτήση̨ σε ὁ υἱός σου μετὰ ταυ̃τα λέγων τί του̃το καὶ ἐρει̃ς αὐτω̨̃ ὅτι ἐν χειρὶ κραταια̨̃ ἐξήγαγεν ἡμα̃ς κύριος ἐκ γη̃ς Αἰγύπτου ἐξ οἴκου δουλείας 13:15 ἡνίκα δὲ ἐσκλήρυνεν Φαραω ἐξαποστει̃λαι ἡμα̃ς ἀπέκτεινεν πα̃ν πρωτότοκον ἐν γη̨̃ Αἰγύπτω̨ ἀπὸ πρωτοτόκων ἀνθρώπων ἕως πρωτοτόκων κτηνω̃ν διὰ του̃το ἐγὼ θύω τω̨̃ κυρίω̨ πα̃ν διανοι̃γον μήτραν τὰ ἀρσενικά καὶ πα̃ν πρωτότοκον τω̃ν υἱω̃ν μου λυτρώσομαι 13:16 καὶ ἔσται εἰς σημει̃ον ἐπὶ τη̃ς χειρός σου καὶ ἀσάλευτον πρὸ ὀφθαλμω̃ν σου ἐν γὰρ χειρὶ κραταια̨̃ ἐξήγαγέν σε κύριος ἐξ Αἰγύπτου 13:17 ὡς δὲ ἐξαπέστειλεν Φαραω τὸν λαόν οὐχ ὡδήγησεν αὐτοὺς ὁ θεὸς ὁδὸν γη̃ς Φυλιστιιμ ὅτι ἐγγὺς ἠ̃ν εἰ̃πεν γὰρ ὁ θεός μήποτε μεταμελήση̨ τω̨̃ λαω̨̃ ἰδόντι πόλεμον καὶ ἀποστρέψη̨ εἰς Αἴγυπτον 13:18 καὶ ἐκύκλωσεν ὁ θεὸς τὸν λαὸν ὁδὸν τὴν εἰς τὴν ἔρημον εἰς τὴν ἐρυθρὰν θάλασσαν πέμπτη δὲ γενεὰ ἀνέβησαν οἱ υἱοὶ Ισραηλ ἐκ γη̃ς Αἰγύπτου 13:19 καὶ ἔλαβεν Μωυση̃ς τὰ ὀστα̃ Ιωσηφ μεθ' ἑαυτου̃ ὅρκω̨ γὰρ ὥρκισεν Ιωσηφ τοὺς υἱοὺς Ισραηλ λέγων ἐπισκοπη̨̃ ἐπισκέψεται ὑμα̃ς κύριος καὶ συνανοίσετέ μου τὰ ὀστα̃ ἐντευ̃θεν μεθ' ὑμω̃ν 13:20 ἐξάραντες δὲ οἱ υἱοὶ Ισραηλ ἐκ Σοκχωθ ἐστρατοπέδευσαν ἐν Οθομ παρὰ τὴν ἔρημον 13:21 ὁ δὲ θεὸς ἡγει̃το αὐτω̃ν ἡμέρας μὲν ἐν στύλω̨ νεφέλης δει̃ξαι αὐτοι̃ς τὴν ὁδόν τὴν δὲ νύκτα ἐν στύλω̨ πυρός 13:22 οὐκ ἐξέλιπεν ὁ στυ̃λος τη̃ς νεφέλης ἡμέρας καὶ ὁ στυ̃λος του̃ πυρὸς νυκτὸς ἐναντίον παντὸς του̃ λαου̃ 14:1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων 14:2 λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἀποστρέψαντες στρατοπεδευσάτωσαν ἀπέναντι τη̃ς ἐπαύλεως ἀνὰ μέσον Μαγδώλου καὶ ἀνὰ μέσον τη̃ς θαλάσσης ἐξ ἐναντίας Βεελσεπφων ἐνώπιον αὐτω̃ν στρατοπεδεύσεις ἐπὶ τη̃ς θαλάσσης 14:3 καὶ ἐρει̃ Φαραω τω̨̃ λαω̨̃ αὐτου̃ οἱ υἱοὶ Ισραηλ πλανω̃νται οὑ̃τοι ἐν τη̨̃ γη̨̃ συγκέκλεικεν γὰρ αὐτοὺς ἡ ἔρημος 14:4 ἐγὼ δὲ σκληρυνω̃ τὴν καρδίαν Φαραω καὶ καταδιώξεται ὀπίσω αὐτω̃ν καὶ ἐνδοξασθήσομαι ἐν Φαραω καὶ ἐν πάση̨ τη̨̃ στρατια̨̃ αὐτου̃ καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι κύριος καὶ ἐποίησαν οὕτως 14:5 καὶ ἀνηγγέλη τω̨̃ βασιλει̃ τω̃ν Αἰγυπτίων ὅτι πέφευγεν ὁ λαός καὶ μετεστράφη ἡ καρδία Φαραω καὶ τω̃ν θεραπόντων αὐτου̃ ἐπὶ τὸν λαόν καὶ εἰ̃παν τί του̃το ἐποιήσαμεν του̃ ἐξαποστει̃λαι τοὺς υἱοὺς Ισραηλ του̃ μὴ δουλεύειν ἡμι̃ν 14:6 ἔζευξεν οὐ̃ν Φαραω τὰ ἅρματα αὐτου̃ καὶ πάντα τὸν λαὸν αὐτου̃ συναπήγαγεν μεθ' ἑαυτου̃ 14:7 καὶ λαβὼν ἑξακόσια ἅρματα ἐκλεκτὰ καὶ πα̃σαν τὴν ἵππον τω̃ν Αἰγυπτίων καὶ τριστάτας ἐπὶ πάντων 14:8 καὶ ἐσκλήρυνεν κύριος τὴν καρδίαν Φαραω βασιλέως Αἰγύπτου καὶ τω̃ν θεραπόντων αὐτου̃ καὶ κατεδίωξεν ὀπίσω τω̃ν υἱω̃ν Ισραηλ οἱ δὲ υἱοὶ Ισραηλ ἐξεπορεύοντο ἐν χειρὶ ὑψηλη̨̃ 14:9 καὶ κατεδίωξαν οἱ Αἰγύπτιοι ὀπίσω αὐτω̃ν καὶ εὕροσαν αὐτοὺς παρεμβεβληκότας παρὰ τὴν θάλασσαν καὶ πα̃σα ἡ ἵππος καὶ τὰ ἅρματα Φαραω καὶ οἱ ἱππει̃ς καὶ ἡ στρατιὰ αὐτου̃ ἀπέναντι τη̃ς ἐπαύλεως ἐξ ἐναντίας Βεελσεπφων 14:10 καὶ Φαραω προση̃γεν καὶ ἀναβλέψαντες οἱ υἱοὶ Ισραηλ τοι̃ς ὀφθαλμοι̃ς ὁρω̃σιν καὶ οἱ Αἰγύπτιοι ἐστρατοπέδευσαν ὀπίσω αὐτω̃ν καὶ ἐφοβήθησαν σφόδρα ἀνεβόησαν δὲ οἱ υἱοὶ Ισραηλ πρὸς κύριον 14:11 καὶ εἰ̃πεν πρὸς Μωυση̃ν παρὰ τὸ μὴ ὑπάρχειν μνήματα ἐν γη̨̃ Αἰγύπτω̨ ἐξήγαγες ἡμα̃ς θανατω̃σαι ἐν τη̨̃ ἐρήμω̨ τί του̃το ἐποίησας ἡμι̃ν ἐξαγαγὼν ἐξ Αἰγύπτου 14:12 οὐ του̃το ἠ̃ν τὸ ῥη̃μα ὃ ἐλαλήσαμεν πρὸς σὲ ἐν Αἰγύπτω̨ λέγοντες πάρες ἡμα̃ς ὅπως δουλεύσωμεν τοι̃ς Αἰγυπτίοις κρει̃σσον γὰρ ἡμα̃ς δουλεύειν τοι̃ς Αἰγυπτίοις ἢ ἀποθανει̃ν ἐν τη̨̃ ἐρήμω̨ ταύτη̨ 14:13 εἰ̃πεν δὲ Μωυση̃ς πρὸς τὸν λαόν θαρσει̃τε στη̃τε καὶ ὁρα̃τε τὴν σωτηρίαν τὴν παρὰ του̃ θεου̃ ἣν ποιήσει ἡμι̃ν σήμερον ὃν τρόπον γὰρ ἑωράκατε τοὺς Αἰγυπτίους σήμερον οὐ προσθήσεσθε ἔτι ἰδει̃ν αὐτοὺς εἰς τὸν αἰω̃να χρόνον 14:14 κύριος πολεμήσει περὶ ὑμω̃ν καὶ ὑμει̃ς σιγήσετε 14:15 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν τί βοα̨̃ς πρός με λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἀναζευξάτωσαν 14:16 καὶ σὺ ἔπαρον τη̨̃ ῥάβδω̨ σου καὶ ἕκτεινον τὴν χει̃ρά σου ἐπὶ τὴν θάλασσαν καὶ ῥη̃ξον αὐτήν καὶ εἰσελθάτωσαν οἱ υἱοὶ Ισραηλ εἰς μέσον τη̃ς θαλάσσης κατὰ τὸ ξηρόν 14:17 καὶ ἰδοὺ ἐγὼ σκληρυνω̃ τὴν καρδίαν Φαραω καὶ τω̃ν Αἰγυπτίων πάντων καὶ εἰσελεύσονται ὀπίσω αὐτω̃ν καὶ ἐνδοξασθήσομαι ἐν Φαραω καὶ ἐν πάση̨ τη̨̃ στρατια̨̃ αὐτου̃ καὶ ἐν τοι̃ς ἅρμασιν καὶ ἐν τοι̃ς ἵπποις αὐτου̃ 14:18 καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι κύριος ἐνδοξαζομένου μου ἐν Φαραω καὶ ἐν τοι̃ς ἅρμασιν καὶ ἵπποις αὐτου̃ 14:19 ἐξη̃ρεν δὲ ὁ ἄγγελος του̃ θεου̃ ὁ προπορευόμενος τη̃ς παρεμβολη̃ς τω̃ν υἱω̃ν Ισραηλ καὶ ἐπορεύθη ἐκ τω̃ν ὄπισθεν ἐξη̃ρεν δὲ καὶ ὁ στυ̃λος τη̃ς νεφέλης ἀπὸ προσώπου αὐτω̃ν καὶ ἔστη ἐκ τω̃ν ὀπίσω αὐτω̃ν 14:20 καὶ εἰση̃λθεν ἀνὰ μέσον τη̃ς παρεμβολη̃ς τω̃ν Αἰγυπτίων καὶ ἀνὰ μέσον τη̃ς παρεμβολη̃ς Ισραηλ καὶ ἔστη καὶ ἐγένετο σκότος καὶ γνόφος καὶ διη̃λθεν ἡ νύξ καὶ οὐ συνέμιξαν ἀλλήλοις ὅλην τὴν νύκτα 14:21 ἐξέτεινεν δὲ Μωυση̃ς τὴν χει̃ρα ἐπὶ τὴν θάλασσαν καὶ ὑπήγαγεν κύριος τὴν θάλασσαν ἐν ἀνέμω̨ νότω̨ βιαίω̨ ὅλην τὴν νύκτα καὶ ἐποίησεν τὴν θάλασσαν ξηράν καὶ ἐσχίσθη τὸ ὕδωρ 14:22 καὶ εἰση̃λθον οἱ υἱοὶ Ισραηλ εἰς μέσον τη̃ς θαλάσσης κατὰ τὸ ξηρόν καὶ τὸ ὕδωρ αὐτοι̃ς τει̃χος ἐκ δεξιω̃ν καὶ τει̃χος ἐξ εὐωνύμων 14:23 κατεδίωξαν δὲ οἱ Αἰγύπτιοι καὶ εἰση̃λθον ὀπίσω αὐτω̃ν πα̃σα ἡ ἵππος Φαραω καὶ τὰ ἅρματα καὶ οἱ ἀναβάται εἰς μέσον τη̃ς θαλάσσης 14:24 ἐγενήθη δὲ ἐν τη̨̃ φυλακη̨̃ τη̨̃ ἑωθινη̨̃ καὶ ἐπέβλεψεν κύριος ἐπὶ τὴν παρεμβολὴν τω̃ν Αἰγυπτίων ἐν στύλω̨ πυρὸς καὶ νεφέλης καὶ συνετάραξεν τὴν παρεμβολὴν τω̃ν Αἰγυπτίων 14:25 καὶ συνέδησεν τοὺς ἄξονας τω̃ν ἁρμάτων αὐτω̃ν καὶ ἤγαγεν αὐτοὺς μετὰ βίας καὶ εἰ̃παν οἱ Αἰγύπτιοι φύγωμεν ἀπὸ προσώπου Ισραηλ ὁ γὰρ κύριος πολεμει̃ περὶ αὐτω̃ν τοὺς Αἰγυπτίους 14:26 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν ἕκτεινον τὴν χει̃ρά σου ἐπὶ τὴν θάλασσαν καὶ ἀποκαταστήτω τὸ ὕδωρ καὶ ἐπικαλυψάτω τοὺς Αἰγυπτίους ἐπί τε τὰ ἅρματα καὶ τοὺς ἀναβάτας 14:27 ἐξέτεινεν δὲ Μωυση̃ς τὴν χει̃ρα ἐπὶ τὴν θάλασσαν καὶ ἀπεκατέστη τὸ ὕδωρ πρὸς ἡμέραν ἐπὶ χώρας οἱ δὲ Αἰγύπτιοι ἔφυγον ὑπὸ τὸ ὕδωρ καὶ ἐξετίναξεν κύριος τοὺς Αἰγυπτίους μέσον τη̃ς θαλάσσης 14:28 καὶ ἐπαναστραφὲν τὸ ὕδωρ ἐκάλυψεν τὰ ἅρματα καὶ τοὺς ἀναβάτας καὶ πα̃σαν τὴν δύναμιν Φαραω τοὺς εἰσπεπορευμένους ὀπίσω αὐτω̃ν εἰς τὴν θάλασσαν καὶ οὐ κατελείφθη ἐξ αὐτω̃ν οὐδὲ εἱ̃ς 14:29 οἱ δὲ υἱοὶ Ισραηλ ἐπορεύθησαν διὰ ξηρα̃ς ἐν μέσω̨ τη̃ς θαλάσσης τὸ δὲ ὕδωρ αὐτοι̃ς τει̃χος ἐκ δεξιω̃ν καὶ τει̃χος ἐξ εὐωνύμων 14:30 καὶ ἐρρύσατο κύριος τὸν Ισραηλ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐκ χειρὸς τω̃ν Αἰγυπτίων καὶ εἰ̃δεν Ισραηλ τοὺς Αἰγυπτίους τεθνηκότας παρὰ τὸ χει̃λος τη̃ς θαλάσσης 14:31 εἰ̃δεν δὲ Ισραηλ τὴν χει̃ρα τὴν μεγάλην ἃ ἐποίησεν κύριος τοι̃ς Αἰγυπτίοις ἐφοβήθη δὲ ὁ λαὸς τὸν κύριον καὶ ἐπίστευσαν τω̨̃ θεω̨̃ καὶ Μωυση̨̃ τω̨̃ θεράποντι αὐτου̃ 15:1 τότε ἠ̨̃σεν Μωυση̃ς καὶ οἱ υἱοὶ Ισραηλ τὴν ὠ̨δὴν ταύτην τω̨̃ θεω̨̃ καὶ εἰ̃παν λέγοντες ἄ̨σωμεν τω̨̃ κυρίω̨ ἐνδόξως γὰρ δεδόξασται ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν 15:2 βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν οὑ̃τός μου θεός καὶ δοξάσω αὐτόν θεὸς του̃ πατρός μου καὶ ὑψώσω αὐτόν 15:3 κύριος συντρίβων πολέμους κύριος ὄνομα αὐτω̨̃ 15:4 ἅρματα Φαραω καὶ τὴν δύναμιν αὐτου̃ ἔρριψεν εἰς θάλασσαν ἐπιλέκτους ἀναβάτας τριστάτας κατεπόντισεν ἐν ἐρυθρα̨̃ θαλάσση̨ 15:5 πόντω̨ ἐκάλυψεν αὐτούς κατέδυσαν εἰς βυθὸν ὡσεὶ λίθος 15:6 ἡ δεξιά σου κύριε δεδόξασται ἐν ἰσχύι ἡ δεξιά σου χείρ κύριε ἔθραυσεν ἐχθρούς 15:7 καὶ τω̨̃ πλήθει τη̃ς δόξης σου συνέτριψας τοὺς ὑπεναντίους ἀπέστειλας τὴν ὀργήν σου καὶ κατέφαγεν αὐτοὺς ὡς καλάμην 15:8 καὶ διὰ πνεύματος του̃ θυμου̃ σου διέστη τὸ ὕδωρ ἐπάγη ὡσεὶ τει̃χος τὰ ὕδατα ἐπάγη τὰ κύματα ἐν μέσω̨ τη̃ς θαλάσσης 15:9 εἰ̃πεν ὁ ἐχθρός διώξας καταλήμψομαι μεριω̃ σκυ̃λα ἐμπλήσω ψυχήν μου ἀνελω̃ τη̨̃ μαχαίρη̨ μου κυριεύσει ἡ χείρ μου 15:10 ἀπέστειλας τὸ πνευ̃μά σου ἐκάλυψεν αὐτοὺς θάλασσα ἔδυσαν ὡσεὶ μόλιβος ἐν ὕδατι σφοδρω̨̃ 15:11 τίς ὅμοιός σοι ἐν θεοι̃ς κύριε τίς ὅμοιός σοι δεδοξασμένος ἐν ἁγίοις θαυμαστὸς ἐν δόξαις ποιω̃ν τέρατα 15:12 ἐξέτεινας τὴν δεξιάν σου κατέπιεν αὐτοὺς γη̃ 15:13 ὡδήγησας τη̨̃ δικαιοσύνη̨ σου τὸν λαόν σου του̃τον ὃν ἐλυτρώσω παρεκάλεσας τη̨̃ ἰσχύι σου εἰς κατάλυμα ἅγιόν σου 15:14 ἤκουσαν ἔθνη καὶ ὠργίσθησαν ὠδι̃νες ἔλαβον κατοικου̃ντας Φυλιστιιμ 15:15 τότε ἔσπευσαν ἡγεμόνες Εδωμ καὶ ἄρχοντες Μωαβιτω̃ν ἔλαβεν αὐτοὺς τρόμος ἐτάκησαν πάντες οἱ κατοικου̃ντες Χανααν 15:16 ἐπιπέσοι ἐπ' αὐτοὺς φόβος καὶ τρόμος μεγέθει βραχίονός σου ἀπολιθωθήτωσαν ἕως ἂν παρέλθη̨ ὁ λαός σου κύριε ἕως ἂν παρέλθη̨ ὁ λαός σου οὑ̃τος ὃν ἐκτήσω 15:17 εἰσαγαγὼν καταφύτευσον αὐτοὺς εἰς ὄρος κληρονομίας σου εἰς ἕτοιμον κατοικητήριόν σου ὃ κατειργάσω κύριε ἁγίασμα κύριε ὃ ἡτοίμασαν αἱ χει̃ρές σου 15:18 κύριος βασιλεύων τὸν αἰω̃να καὶ ἐπ' αἰω̃να καὶ ἔτι 15:19 ὅτι εἰση̃λθεν ἵππος Φαραω σὺν ἅρμασιν καὶ ἀναβάταις εἰς θάλασσαν καὶ ἐπήγαγεν ἐπ' αὐτοὺς κύριος τὸ ὕδωρ τη̃ς θαλάσσης οἱ δὲ υἱοὶ Ισραηλ ἐπορεύθησαν διὰ ξηρα̃ς ἐν μέσω̨ τη̃ς θαλάσσης 15:20 λαβου̃σα δὲ Μαριαμ ἡ προφη̃τις ἡ ἀδελφὴ Ααρων τὸ τύμπανον ἐν τη̨̃ χειρὶ αὐτη̃ς καὶ ἐξήλθοσαν πα̃σαι αἱ γυναι̃κες ὀπίσω αὐτη̃ς μετὰ τυμπάνων καὶ χορω̃ν 15:21 ἐξη̃ρχεν δὲ αὐτω̃ν Μαριαμ λέγουσα ἄ̨σωμεν τω̨̃ κυρίω̨ ἐνδόξως γὰρ δεδόξασται ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν 15:22 ἐξη̃ρεν δὲ Μωυση̃ς τοὺς υἱοὺς Ισραηλ ἀπὸ θαλάσσης ἐρυθρα̃ς καὶ ἤγαγεν αὐτοὺς εἰς τὴν ἔρημον Σουρ καὶ ἐπορεύοντο τρει̃ς ἡμέρας ἐν τη̨̃ ἐρήμω̨ καὶ οὐχ ηὕρισκον ὕδωρ ὥστε πιει̃ν 15:23 ἠ̃λθον δὲ εἰς Μερρα καὶ οὐκ ἠδύναντο πιει̃ν ἐκ Μερρας πικρὸν γὰρ ἠ̃ν διὰ του̃το ἐπωνομάσθη τὸ ὄνομα του̃ τόπου ἐκείνου πικρία 15:24 καὶ διεγόγγυζεν ὁ λαὸς ἐπὶ Μωυση̃ν λέγοντες τί πιόμεθα 15:25 ἐβόησεν δὲ Μωυση̃ς πρὸς κύριον καὶ ἔδειξεν αὐτω̨̃ κύριος ξύλον καὶ ἐνέβαλεν αὐτὸ εἰς τὸ ὕδωρ καὶ ἐγλυκάνθη τὸ ὕδωρ ἐκει̃ ἔθετο αὐτω̨̃ δικαιώματα καὶ κρίσεις καὶ ἐκει̃ ἐπείρασεν αὐτὸν 15:26 καὶ εἰ̃πεν ἐὰν ἀκοη̨̃ ἀκούση̨ς τη̃ς φωνη̃ς κυρίου του̃ θεου̃ σου καὶ τὰ ἀρεστὰ ἐναντίον αὐτου̃ ποιήση̨ς καὶ ἐνωτίση̨ ται̃ς ἐντολαι̃ς αὐτου̃ καὶ φυλάξη̨ς πάντα τὰ δικαιώματα αὐτου̃ πα̃σαν νόσον ἣν ἐπήγαγον τοι̃ς Αἰγυπτίοις οὐκ ἐπάξω ἐπὶ σέ ἐγὼ γάρ εἰμι κύριος ὁ ἰώμενός σε 15:27 καὶ ἤλθοσαν εἰς Αιλιμ καὶ ἠ̃σαν ἐκει̃ δώδεκα πηγαὶ ὑδάτων καὶ ἑβδομήκοντα στελέχη φοινίκων παρενέβαλον δὲ ἐκει̃ παρὰ τὰ ὕδατα 16:1 ἀπη̃ραν δὲ ἐξ Αιλιμ καὶ ἤλθοσαν πα̃σα συναγωγὴ υἱω̃ν Ισραηλ εἰς τὴν ἔρημον Σιν ὅ ἐστιν ἀνὰ μέσον Αιλιμ καὶ ἀνὰ μέσον Σινα τη̨̃ δὲ πεντεκαιδεκάτη̨ ἡμέρα̨ τω̨̃ μηνὶ τω̨̃ δευτέρω̨ ἐξεληλυθότων αὐτω̃ν ἐκ γη̃ς Αἰγύπτου 16:2 διεγόγγυζεν πα̃σα συναγωγὴ υἱω̃ν Ισραηλ ἐπὶ Μωυση̃ν καὶ Ααρων 16:3 καὶ εἰ̃παν πρὸς αὐτοὺς οἱ υἱοὶ Ισραηλ ὄφελον ἀπεθάνομεν πληγέντες ὑπὸ κυρίου ἐν γη̨̃ Αἰγύπτω̨ ὅταν ἐκαθίσαμεν ἐπὶ τω̃ν λεβήτων τω̃ν κρεω̃ν καὶ ἠσθίομεν ἄρτους εἰς πλησμονήν ὅτι ἐξηγάγετε ἡμα̃ς εἰς τὴν ἔρημον ταύτην ἀποκτει̃ναι πα̃σαν τὴν συναγωγὴν ταύτην ἐν λιμω̨̃ 16:4 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν ἰδοὺ ἐγὼ ὕω ὑμι̃ν ἄρτους ἐκ του̃ οὐρανου̃ καὶ ἐξελεύσεται ὁ λαὸς καὶ συλλέξουσιν τὸ τη̃ς ἡμέρας εἰς ἡμέραν ὅπως πειράσω αὐτοὺς εἰ πορεύσονται τω̨̃ νόμω̨ μου ἢ οὔ 16:5 καὶ ἔσται τη̨̃ ἡμέρα̨ τη̨̃ ἕκτη̨ καὶ ἑτοιμάσουσιν ὃ ἐὰν εἰσενέγκωσιν καὶ ἔσται διπλου̃ν ὃ ἐὰν συναγάγωσιν τὸ καθ' ἡμέραν εἰς ἡμέραν 16:6 καὶ εἰ̃πεν Μωυση̃ς καὶ Ααρων πρὸς πα̃σαν συναγωγὴν υἱω̃ν Ισραηλ ἑσπέρας γνώσεσθε ὅτι κύριος ἐξήγαγεν ὑμα̃ς ἐκ γη̃ς Αἰγύπτου 16:7 καὶ πρωὶ ὄψεσθε τὴν δόξαν κυρίου ἐν τω̨̃ εἰσακου̃σαι τὸν γογγυσμὸν ὑμω̃ν ἐπὶ τω̨̃ θεω̨̃ ἡμει̃ς δὲ τί ἐσμεν ὅτι διαγογγύζετε καθ' ἡμω̃ν 16:8 καὶ εἰ̃πεν Μωυση̃ς ἐν τω̨̃ διδόναι κύριον ὑμι̃ν ἑσπέρας κρέα φαγει̃ν καὶ ἄρτους τὸ πρωὶ εἰς πλησμονὴν διὰ τὸ εἰσακου̃σαι κύριον τὸν γογγυσμὸν ὑμω̃ν ὃν ὑμει̃ς διαγογγύζετε καθ' ἡμω̃ν ἡμει̃ς δὲ τί ἐσμεν οὐ γὰρ καθ' ἡμω̃ν ὁ γογγυσμὸς ὑμω̃ν ἐστιν ἀλλ' ἢ κατὰ του̃ θεου̃ 16:9 εἰ̃πεν δὲ Μωυση̃ς πρὸς Ααρων εἰπὸν πάση̨ συναγωγη̨̃ υἱω̃ν Ισραηλ προσέλθατε ἐναντίον του̃ θεου̃ εἰσακήκοεν γὰρ ὑμω̃ν τὸν γογγυσμόν 16:10 ἡνίκα δὲ ἐλάλει Ααρων πάση̨ συναγωγη̨̃ υἱω̃ν Ισραηλ καὶ ἐπεστράφησαν εἰς τὴν ἔρημον καὶ ἡ δόξα κυρίου ὤφθη ἐν νεφέλη̨ 16:11 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων 16:12 εἰσακήκοα τὸν γογγυσμὸν τω̃ν υἱω̃ν Ισραηλ λάλησον πρὸς αὐτοὺς λέγων τὸ πρὸς ἑσπέραν ἔδεσθε κρέα καὶ τὸ πρωὶ πλησθήσεσθε ἄρτων καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν 16:13 ἐγένετο δὲ ἑσπέρα καὶ ἀνέβη ὀρτυγομήτρα καὶ ἐκάλυψεν τὴν παρεμβολήν τὸ πρωὶ ἐγένετο καταπαυομένης τη̃ς δρόσου κύκλω̨ τη̃ς παρεμβολη̃ς 16:14 καὶ ἰδοὺ ἐπὶ πρόσωπον τη̃ς ἐρήμου λεπτὸν ὡσεὶ κόριον λευκὸν ὡσεὶ πάγος ἐπὶ τη̃ς γη̃ς 16:15 ἰδόντες δὲ αὐτὸ οἱ υἱοὶ Ισραηλ εἰ̃παν ἕτερος τω̨̃ ἑτέρω̨ τί ἐστιν του̃το οὐ γὰρ ἤ̨δεισαν τί ἠ̃ν εἰ̃πεν δὲ Μωυση̃ς πρὸς αὐτούς οὑ̃τος ὁ ἄρτος ὃν ἔδωκεν κύριος ὑμι̃ν φαγει̃ν 16:16 του̃το τὸ ῥη̃μα ὃ συνέταξεν κύριος συναγάγετε ἀπ' αὐτου̃ ἕκαστος εἰς τοὺς καθήκοντας γομορ κατὰ κεφαλὴν κατὰ ἀριθμὸν ψυχω̃ν ὑμω̃ν ἕκαστος σὺν τοι̃ς συσκηνίοις ὑμω̃ν συλλέξατε 16:17 ἐποίησαν δὲ οὕτως οἱ υἱοὶ Ισραηλ καὶ συνέλεξαν ὁ τὸ πολὺ καὶ ὁ τὸ ἔλαττον 16:18 καὶ μετρήσαντες τω̨̃ γομορ οὐκ ἐπλεόνασεν ὁ τὸ πολύ καὶ ὁ τὸ ἔλαττον οὐκ ἠλαττόνησεν ἕκαστος εἰς τοὺς καθήκοντας παρ' ἑαυτω̨̃ συνέλεξαν 16:19 εἰ̃πεν δὲ Μωυση̃ς πρὸς αὐτούς μηδεὶς καταλιπέτω ἀπ' αὐτου̃ εἰς τὸ πρωί 16:20 καὶ οὐκ εἰσήκουσαν Μωυση̃ ἀλλὰ κατέλιπόν τινες ἀπ' αὐτου̃ εἰς τὸ πρωί καὶ ἐξέζεσεν σκώληκας καὶ ἐπώζεσεν καὶ ἐπικράνθη ἐπ' αὐτοι̃ς Μωυση̃ς 16:21 καὶ συνέλεξαν αὐτὸ πρωὶ πρωί ἕκαστος τὸ καθη̃κον αὐτω̨̃ ἡνίκα δὲ διεθέρμαινεν ὁ ἥλιος ἐτήκετο 16:22 ἐγένετο δὲ τη̨̃ ἡμέρα̨ τη̨̃ ἕκτη̨ συνέλεξαν τὰ δέοντα διπλα̃ δύο Γομορ τω̨̃ ἑνί εἰσήλθοσαν δὲ πάντες οἱ ἄρχοντες τη̃ς συναγωγη̃ς καὶ ἀνήγγειλαν Μωυσει̃ 16:23 εἰ̃πεν δὲ Μωυση̃ς πρὸς αὐτούς του̃το τὸ ῥη̃μά ἐστιν ὃ ἐλάλησεν κύριος σάββατα ἀνάπαυσις ἁγία τω̨̃ κυρίω̨ αὔριον ὅσα ἐὰν πέσσητε πέσσετε καὶ ὅσα ἐὰν ἕψητε ἕψετε καὶ πα̃ν τὸ πλεονάζον καταλίπετε αὐτὸ εἰς ἀποθήκην εἰς τὸ πρωί 16:24 καὶ κατελίποσαν ἀπ' αὐτου̃ εἰς τὸ πρωί καθάπερ συνέταξεν αὐτοι̃ς Μωυση̃ς καὶ οὐκ ἐπώζεσεν οὐδὲ σκώληξ ἐγένετο ἐν αὐτω̨̃ 16:25 εἰ̃πεν δὲ Μωυση̃ς φάγετε σήμερον ἔστιν γὰρ σάββατα σήμερον τω̨̃ κυρίω̨ οὐχ εὑρεθήσεται ἐν τω̨̃ πεδίω̨ 16:26 ἓξ ἡμέρας συλλέξετε τη̨̃ δὲ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ σάββατα ὅτι οὐκ ἔσται ἐν αὐτη̨̃ 16:27 ἐγένετο δὲ ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ ἐξήλθοσάν τινες ἐκ του̃ λαου̃ συλλέξαι καὶ οὐχ εὑ̃ρον 16:28 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν ἕως τίνος οὐ βούλεσθε εἰσακούειν τὰς ἐντολάς μου καὶ τὸν νόμον μου 16:29 ἴδετε ὁ γὰρ κύριος ἔδωκεν ὑμι̃ν τὴν ἡμέραν ταύτην τὰ σάββατα διὰ του̃το αὐτὸς ἔδωκεν ὑμι̃ν τη̨̃ ἡμέρα̨ τη̨̃ ἕκτη̨ ἄρτους δύο ἡμερω̃ν καθήσεσθε ἕκαστος εἰς τοὺς οἴκους ὑμω̃ν μηδεὶς ἐκπορευέσθω ἐκ του̃ τόπου αὐτου̃ τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ 16:30 καὶ ἐσαββάτισεν ὁ λαὸς τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ 16:31 καὶ ἐπωνόμασαν οἱ υἱοὶ Ισραηλ τὸ ὄνομα αὐτου̃ Μαν ἠ̃ν δὲ ὡς σπέρμα κορίου λευκόν τὸ δὲ γευ̃μα αὐτου̃ ὡς ἐγκρὶς ἐν μέλιτι 16:32 εἰ̃πεν δὲ Μωυση̃ς του̃το τὸ ῥη̃μα ὃ συνέταξεν κύριος πλήσατε τὸ γομορ του̃ μαν εἰς ἀποθήκην εἰς τὰς γενεὰς ὑμω̃ν ἵνα ἴδωσιν τὸν ἄρτον ὃν ἐφάγετε ὑμει̃ς ἐν τη̨̃ ἐρήμω̨ ὡς ἐξήγαγεν ὑμα̃ς κύριος ἐκ γη̃ς Αἰγύπτου 16:33 καὶ εἰ̃πεν Μωυση̃ς πρὸς Ααρων λαβὲ στάμνον χρυσου̃ν ἕνα καὶ ἔμβαλε εἰς αὐτὸν πλη̃ρες τὸ γομορ του̃ μαν καὶ ἀποθήσεις αὐτὸ ἐναντίον του̃ θεου̃ εἰς διατήρησιν εἰς τὰς γενεὰς ὑμω̃ν 16:34 ὃν τρόπον συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ καὶ ἀπέθετο Ααρων ἐναντίον του̃ μαρτυρίου εἰς διατήρησιν 16:35 οἱ δὲ υἱοὶ Ισραηλ ἔφαγον τὸ μαν ἔτη τεσσαράκοντα ἕως ἠ̃λθον εἰς γη̃ν οἰκουμένην τὸ μαν ἐφάγοσαν ἕως παρεγένοντο εἰς μέρος τη̃ς Φοινίκης 16:36 τὸ δὲ γομορ τὸ δέκατον τω̃ν τριω̃ν μέτρων ἠ̃ν 17:1 καὶ ἀπη̃ρεν πα̃σα συναγωγὴ υἱω̃ν Ισραηλ ἐκ τη̃ς ἐρήμου Σιν κατὰ παρεμβολὰς αὐτω̃ν διὰ ῥήματος κυρίου καὶ παρενεβάλοσαν ἐν Ραφιδιν οὐκ ἠ̃ν δὲ ὕδωρ τω̨̃ λαω̨̃ πιει̃ν 17:2 καὶ ἐλοιδορει̃το ὁ λαὸς πρὸς Μωυση̃ν λέγοντες δὸς ἡμι̃ν ὕδωρ ἵνα πίωμεν καὶ εἰ̃πεν αὐτοι̃ς Μωυση̃ς τί λοιδορει̃σθέ μοι καὶ τί πειράζετε κύριον 17:3 ἐδίψησεν δὲ ἐκει̃ ὁ λαὸς ὕδατι καὶ ἐγόγγυζεν ἐκει̃ ὁ λαὸς πρὸς Μωυση̃ν λέγοντες ἵνα τί του̃το ἀνεβίβασας ἡμα̃ς ἐξ Αἰγύπτου ἀποκτει̃ναι ἡμα̃ς καὶ τὰ τέκνα ἡμω̃ν καὶ τὰ κτήνη τω̨̃ δίψει 17:4 ἐβόησεν δὲ Μωυση̃ς πρὸς κύριον λέγων τί ποιήσω τω̨̃ λαω̨̃ τούτω̨ ἔτι μικρὸν καὶ καταλιθοβολήσουσίν με 17:5 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν προπορεύου του̃ λαου̃ τούτου λαβὲ δὲ μετὰ σεαυτου̃ ἀπὸ τω̃ν πρεσβυτέρων του̃ λαου̃ καὶ τὴν ῥάβδον ἐν ἡ̨̃ ἐπάταξας τὸν ποταμόν λαβὲ ἐν τη̨̃ χειρί σου καὶ πορεύση̨ 17:6 ὅδε ἐγὼ ἕστηκα πρὸ του̃ σὲ ἐκει̃ ἐπὶ τη̃ς πέτρας ἐν Χωρηβ καὶ πατάξεις τὴν πέτραν καὶ ἐξελεύσεται ἐξ αὐτη̃ς ὕδωρ καὶ πίεται ὁ λαός μου ἐποίησεν δὲ Μωυση̃ς οὕτως ἐναντίον τω̃ν υἱω̃ν Ισραηλ 17:7 καὶ ἐπωνόμασεν τὸ ὄνομα του̃ τόπου ἐκείνου πειρασμὸς καὶ λοιδόρησις διὰ τὴν λοιδορίαν τω̃ν υἱω̃ν Ισραηλ καὶ διὰ τὸ πειράζειν κύριον λέγοντας εἰ ἔστιν κύριος ἐν ἡμι̃ν ἢ οὔ 17:8 ἠ̃λθεν δὲ Αμαληκ καὶ ἐπολέμει Ισραηλ ἐν Ραφιδιν 17:9 εἰ̃πεν δὲ Μωυση̃ς τω̨̃ 'Ιησου̃ ἐπίλεξον σεαυτω̨̃ ἄνδρας δυνατοὺς καὶ ἐξελθὼν παράταξαι τω̨̃ Αμαληκ αὔριον καὶ ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τη̃ς κορυφη̃ς του̃ βουνου̃ καὶ ἡ ῥάβδος του̃ θεου̃ ἐν τη̨̃ χειρί μου 17:10 καὶ ἐποίησεν 'Ιησου̃ς καθάπερ εἰ̃πεν αὐτω̨̃ Μωυση̃ς καὶ ἐξελθὼν παρετάξατο τω̨̃ Αμαληκ καὶ Μωυση̃ς καὶ Ααρων καὶ Ωρ ἀνέβησαν ἐπὶ τὴν κορυφὴν του̃ βουνου̃ 17:11 καὶ ἐγίνετο ὅταν ἐπη̃ρεν Μωυση̃ς τὰς χει̃ρας κατίσχυεν Ισραηλ ὅταν δὲ καθη̃κεν τὰς χει̃ρας κατίσχυεν Αμαληκ 17:12 αἱ δὲ χει̃ρες Μωυση̃ βαρει̃αι καὶ λαβόντες λίθον ὑπέθηκαν ὑπ' αὐτόν καὶ ἐκάθητο ἐπ' αὐτου̃ καὶ Ααρων καὶ Ωρ ἐστήριζον τὰς χει̃ρας αὐτου̃ ἐντευ̃θεν εἱ̃ς καὶ ἐντευ̃θεν εἱ̃ς καὶ ἐγένοντο αἱ χει̃ρες Μωυση̃ ἐστηριγμέναι ἕως δυσμω̃ν ἡλίου 17:13 καὶ ἐτρέψατο 'Ιησου̃ς τὸν Αμαληκ καὶ πάντα τὸν λαὸν αὐτου̃ ἐν φόνω̨ μαχαίρας 17:14 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν κατάγραψον του̃το εἰς μνημόσυνον ἐν βιβλίω̨ καὶ δὸς εἰς τὰ ὠ̃τα 'Ιησοι̃ ὅτι ἀλοιφη̨̃ ἐξαλείψω τὸ μνημόσυνον Αμαληκ ἐκ τη̃ς ὑπὸ τὸν οὐρανόν 17:15 καὶ ὠ̨κοδόμησεν Μωυση̃ς θυσιαστήριον κυρίω̨ καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτου̃ κύριός μου καταφυγή 17:16 ὅτι ἐν χειρὶ κρυφαία̨ πολεμει̃ κύριος ἐπὶ Αμαληκ ἀπὸ γενεω̃ν εἰς γενεάς 18:1 ἤκουσεν δὲ Ιοθορ ὁ ἱερεὺς Μαδιαμ ὁ γαμβρὸς Μωυση̃ πάντα ὅσα ἐποίησεν κύριος Ισραηλ τω̨̃ ἑαυτου̃ λαω̨̃ ἐξήγαγεν γὰρ κύριος τὸν Ισραηλ ἐξ Αἰγύπτου 18:2 ἔλαβεν δὲ Ιοθορ ὁ γαμβρὸς Μωυση̃ Σεπφωραν τὴν γυναι̃κα Μωυση̃ μετὰ τὴν ἄφεσιν αὐτη̃ς 18:3 καὶ τοὺς δύο υἱοὺς αὐτου̃ ὄνομα τω̨̃ ἑνὶ αὐτω̃ν Γηρσαμ λέγων πάροικος ἤμην ἐν γη̨̃ ἀλλοτρία̨ 18:4 καὶ τὸ ὄνομα του̃ δευτέρου Ελιεζερ λέγων ὁ γὰρ θεὸς του̃ πατρός μου βοηθός μου καὶ ἐξείλατό με ἐκ χειρὸς Φαραω 18:5 καὶ ἐξη̃λθεν Ιοθορ ὁ γαμβρὸς Μωυση̃ καὶ οἱ υἱοὶ καὶ ἡ γυνὴ πρὸς Μωυση̃ν εἰς τὴν ἔρημον οὑ̃ παρενέβαλεν ἐπ' ὄρους του̃ θεου̃ 18:6 ἀνηγγέλη δὲ Μωυσει̃ λέγοντες ἰδοὺ ὁ γαμβρός σου Ιοθορ παραγίνεται πρὸς σέ καὶ ἡ γυνὴ καὶ οἱ δύο υἱοί σου μετ' αὐτου̃ 18:7 ἐξη̃λθεν δὲ Μωυση̃ς εἰς συνάντησιν τω̨̃ γαμβρω̨̃ αὐτου̃ καὶ προσεκύνησεν αὐτω̨̃ καὶ ἐφίλησεν αὐτόν καὶ ἠσπάσαντο ἀλλήλους καὶ εἰσήγαγεν αὐτὸν εἰς τὴν σκηνήν 18:8 καὶ διηγήσατο Μωυση̃ς τω̨̃ γαμβρω̨̃ πάντα ὅσα ἐποίησεν κύριος τω̨̃ Φαραω καὶ τοι̃ς Αἰγυπτίοις ἕνεκεν του̃ Ισραηλ καὶ πάντα τὸν μόχθον τὸν γενόμενον αὐτοι̃ς ἐν τη̨̃ ὁδω̨̃ καὶ ὅτι ἐξείλατο αὐτοὺς κύριος ἐκ χειρὸς Φαραω καὶ ἐκ χειρὸς τω̃ν Αἰγυπτίων 18:9 ἐξέστη δὲ Ιοθορ ἐπὶ πα̃σι τοι̃ς ἀγαθοι̃ς οἱ̃ς ἐποίησεν αὐτοι̃ς κύριος ὅτι ἐξείλατο αὐτοὺς ἐκ χειρὸς Αἰγυπτίων καὶ ἐκ χειρὸς Φαραω 18:10 καὶ εἰ̃πεν Ιοθορ εὐλογητὸς κύριος ὅτι ἐξείλατο τὸν λαὸν αὐτου̃ ἐκ χειρὸς Αἰγυπτίων καὶ ἐκ χειρὸς Φαραω 18:11 νυ̃ν ἔγνων ὅτι μέγας κύριος παρὰ πάντας τοὺς θεούς ἕνεκεν τούτου ὅτι ἐπέθεντο αὐτοι̃ς 18:12 καὶ ἔλαβεν Ιοθορ ὁ γαμβρὸς Μωυση̃ ὁλοκαυτώματα καὶ θυσίας τω̨̃ θεω̨̃ παρεγένετο δὲ Ααρων καὶ πάντες οἱ πρεσβύτεροι Ισραηλ συμφαγει̃ν ἄρτον μετὰ του̃ γαμβρου̃ Μωυση̃ ἐναντίον του̃ θεου̃ 18:13 καὶ ἐγένετο μετὰ τὴν ἐπαύριον συνεκάθισεν Μωυση̃ς κρίνειν τὸν λαόν παρειστήκει δὲ πα̃ς ὁ λαὸς Μωυσει̃ ἀπὸ πρωίθεν ἕως ἑσπέρας 18:14 καὶ ἰδὼν Ιοθορ πάντα ὅσα ἐποίει τω̨̃ λαω̨̃ λέγει τί του̃το ὃ σὺ ποιει̃ς τω̨̃ λαω̨̃ διὰ τί σὺ κάθησαι μόνος πα̃ς δὲ ὁ λαὸς παρέστηκέν σοι ἀπὸ πρωίθεν ἕως δείλης 18:15 καὶ λέγει Μωυση̃ς τω̨̃ γαμβρω̨̃ ὅτι παραγίνεται πρός με ὁ λαὸς ἐκζητη̃σαι κρίσιν παρὰ του̃ θεου̃ 18:16 ὅταν γὰρ γένηται αὐτοι̃ς ἀντιλογία καὶ ἔλθωσι πρός με διακρίνω ἕκαστον καὶ συμβιβάζω αὐτοὺς τὰ προστάγματα του̃ θεου̃ καὶ τὸν νόμον αὐτου̃ 18:17 εἰ̃πεν δὲ ὁ γαμβρὸς Μωυση̃ πρὸς αὐτόν οὐκ ὀρθω̃ς σὺ ποιει̃ς τὸ ῥη̃μα του̃το 18:18 φθορα̨̃ καταφθαρήση̨ ἀνυπομονήτω̨ καὶ σὺ καὶ πα̃ς ὁ λαὸς οὑ̃τος ὅς ἐστιν μετὰ σου̃ βαρύ σοι τὸ ῥη̃μα του̃το οὐ δυνήση̨ ποιει̃ν μόνος 18:19 νυ̃ν οὐ̃ν ἄκουσόν μου καὶ συμβουλεύσω σοι καὶ ἔσται ὁ θεὸς μετὰ σου̃ γίνου σὺ τω̨̃ λαω̨̃ τὰ πρὸς τὸν θεὸν καὶ ἀνοίσεις τοὺς λόγους αὐτω̃ν πρὸς τὸν θεὸν 18:20 καὶ διαμαρτυρη̨̃ αὐτοι̃ς τὰ προστάγματα του̃ θεου̃ καὶ τὸν νόμον αὐτου̃ καὶ σημανει̃ς αὐτοι̃ς τὰς ὁδούς ἐν αἱ̃ς πορεύσονται ἐν αὐται̃ς καὶ τὰ ἔργα ἃ ποιήσουσιν 18:21 καὶ σὺ σεαυτω̨̃ σκέψαι ἀπὸ παντὸς του̃ λαου̃ ἄνδρας δυνατοὺς θεοσεβει̃ς ἄνδρας δικαίους μισου̃ντας ὑπερηφανίαν καὶ καταστήσεις αὐτοὺς ἐπ' αὐτω̃ν χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους 18:22 καὶ κρινου̃σιν τὸν λαὸν πα̃σαν ὥραν τὸ δὲ ῥη̃μα τὸ ὑπέρογκον ἀνοίσουσιν ἐπὶ σέ τὰ δὲ βραχέα τω̃ν κριμάτων κρινου̃σιν αὐτοὶ καὶ κουφιου̃σιν ἀπὸ σου̃ καὶ συναντιλήμψονταί σοι 18:23 ἐὰν τὸ ῥη̃μα του̃το ποιήση̨ς κατισχύσει σε ὁ θεός καὶ δυνήση̨ παραστη̃ναι καὶ πα̃ς ὁ λαὸς οὑ̃τος εἰς τὸν ἑαυτου̃ τόπον μετ' εἰρήνης ἥξει 18:24 ἤκουσεν δὲ Μωυση̃ς τη̃ς φωνη̃ς του̃ γαμβρου̃ καὶ ἐποίησεν ὅσα αὐτω̨̃ εἰ̃πεν 18:25 καὶ ἐπέλεξεν Μωυση̃ς ἄνδρας δυνατοὺς ἀπὸ παντὸς Ισραηλ καὶ ἐποίησεν αὐτοὺς ἐπ' αὐτω̃ν χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους 18:26 καὶ ἐκρίνοσαν τὸν λαὸν πα̃σαν ὥραν πα̃ν δὲ ῥη̃μα ὑπέρογκον ἀνεφέροσαν ἐπὶ Μωυση̃ν πα̃ν δὲ ῥη̃μα ἐλαφρὸν ἐκρίνοσαν αὐτοί 18:27 ἐξαπέστειλεν δὲ Μωυση̃ς τὸν ἑαυτου̃ γαμβρόν καὶ ἀπη̃λθεν εἰς τὴν γη̃ν αὐτου̃ 19:1 του̃ δὲ μηνὸς του̃ τρίτου τη̃ς ἐξόδου τω̃ν υἱω̃ν Ισραηλ ἐκ γη̃ς Αἰγύπτου τη̨̃ ἡμέρα̨ ταύτη̨ ἤλθοσαν εἰς τὴν ἔρημον του̃ Σινα 19:2 καὶ ἐξη̃ραν ἐκ Ραφιδιν καὶ ἤλθοσαν εἰς τὴν ἔρημον του̃ Σινα καὶ παρενέβαλεν ἐκει̃ Ισραηλ κατέναντι του̃ ὄρους 19:3 καὶ Μωυση̃ς ἀνέβη εἰς τὸ ὄρος του̃ θεου̃ καὶ ἐκάλεσεν αὐτὸν ὁ θεὸς ἐκ του̃ ὄρους λέγων τάδε ἐρει̃ς τω̨̃ οἴκω̨ Ιακωβ καὶ ἀναγγελει̃ς τοι̃ς υἱοι̃ς Ισραηλ 19:4 αὐτοὶ ἑωράκατε ὅσα πεποίηκα τοι̃ς Αἰγυπτίοις καὶ ἀνέλαβον ὑμα̃ς ὡσεὶ ἐπὶ πτερύγων ἀετω̃ν καὶ προσηγαγόμην ὑμα̃ς πρὸς ἐμαυτόν 19:5 καὶ νυ̃ν ἐὰν ἀκοη̨̃ ἀκούσητε τη̃ς ἐμη̃ς φωνη̃ς καὶ φυλάξητε τὴν διαθήκην μου ἔσεσθέ μοι λαὸς περιούσιος ἀπὸ πάντων τω̃ν ἐθνω̃ν ἐμὴ γάρ ἐστιν πα̃σα ἡ γη̃ 19:6 ὑμει̃ς δὲ ἔσεσθέ μοι βασίλειον ἱεράτευμα καὶ ἔθνος ἅγιον ταυ̃τα τὰ ῥήματα ἐρει̃ς τοι̃ς υἱοι̃ς Ισραηλ 19:7 ἠ̃λθεν δὲ Μωυση̃ς καὶ ἐκάλεσεν τοὺς πρεσβυτέρους του̃ λαου̃ καὶ παρέθηκεν αὐτοι̃ς πάντας τοὺς λόγους τούτους οὓς συνέταξεν αὐτω̨̃ ὁ θεός 19:8 ἀπεκρίθη δὲ πα̃ς ὁ λαὸς ὁμοθυμαδὸν καὶ εἰ̃παν πάντα ὅσα εἰ̃πεν ὁ θεός ποιήσομεν καὶ ἀκουσόμεθα ἀνήνεγκεν δὲ Μωυση̃ς τοὺς λόγους του̃ λαου̃ πρὸς τὸν θεόν 19:9 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν ἰδοὺ ἐγὼ παραγίνομαι πρὸς σὲ ἐν στύλω̨ νεφέλης ἵνα ἀκούση̨ ὁ λαὸς λαλου̃ντός μου πρὸς σὲ καὶ σοὶ πιστεύσωσιν εἰς τὸν αἰω̃να ἀνήγγειλεν δὲ Μωυση̃ς τὰ ῥήματα του̃ λαου̃ πρὸς κύριον 19:10 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν καταβὰς διαμάρτυραι τω̨̃ λαω̨̃ καὶ ἅγνισον αὐτοὺς σήμερον καὶ αὔριον καὶ πλυνάτωσαν τὰ ἱμάτια 19:11 καὶ ἔστωσαν ἕτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην τη̨̃ γὰρ ἡμέρα̨ τη̨̃ τρίτη̨ καταβήσεται κύριος ἐπὶ τὸ ὄρος τὸ Σινα ἐναντίον παντὸς του̃ λαου̃ 19:12 καὶ ἀφοριει̃ς τὸν λαὸν κύκλω̨ λέγων προσέχετε ἑαυτοι̃ς του̃ ἀναβη̃ναι εἰς τὸ ὄρος καὶ θιγει̃ν τι αὐτου̃ πα̃ς ὁ ἁψάμενος του̃ ὄρους θανάτω̨ τελευτήσει 19:13 οὐχ ἅψεται αὐτου̃ χείρ ἐν γὰρ λίθοις λιθοβοληθήσεται ἢ βολίδι κατατοξευθήσεται ἐάν τε κτη̃νος ἐάν τε ἄνθρωπος οὐ ζήσεται ὅταν αἱ φωναὶ καὶ αἱ σάλπιγγες καὶ ἡ νεφέλη ἀπέλθη̨ ἀπὸ του̃ ὄρους ἐκει̃νοι ἀναβήσονται ἐπὶ τὸ ὄρος 19:14 κατέβη δὲ Μωυση̃ς ἐκ του̃ ὄρους πρὸς τὸν λαὸν καὶ ἡγίασεν αὐτούς καὶ ἔπλυναν τὰ ἱμάτια 19:15 καὶ εἰ̃πεν τω̨̃ λαω̨̃ γίνεσθε ἕτοιμοι τρει̃ς ἡμέρας μὴ προσέλθητε γυναικί 19:16 ἐγένετο δὲ τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ γενηθέντος πρὸς ὄρθρον καὶ ἐγίνοντο φωναὶ καὶ ἀστραπαὶ καὶ νεφέλη γνοφώδης ἐπ' ὄρους Σινα φωνὴ τη̃ς σάλπιγγος ἤχει μέγα καὶ ἐπτοήθη πα̃ς ὁ λαὸς ὁ ἐν τη̨̃ παρεμβολη̨̃ 19:17 καὶ ἐξήγαγεν Μωυση̃ς τὸν λαὸν εἰς συνάντησιν του̃ θεου̃ ἐκ τη̃ς παρεμβολη̃ς καὶ παρέστησαν ὑπὸ τὸ ὄρος 19:18 τὸ δὲ ὄρος τὸ Σινα ἐκαπνίζετο ὅλον διὰ τὸ καταβεβηκέναι ἐπ' αὐτὸ τὸν θεὸν ἐν πυρί καὶ ἀνέβαινεν ὁ καπνὸς ὡς καπνὸς καμίνου καὶ ἐξέστη πα̃ς ὁ λαὸς σφόδρα 19:19 ἐγίνοντο δὲ αἱ φωναὶ τη̃ς σάλπιγγος προβαίνουσαι ἰσχυρότεραι σφόδρα Μωυση̃ς ἐλάλει ὁ δὲ θεὸς ἀπεκρίνατο αὐτω̨̃ φωνη̨̃ 19:20 κατέβη δὲ κύριος ἐπὶ τὸ ὄρος τὸ Σινα ἐπὶ τὴν κορυφὴν του̃ ὄρους καὶ ἐκάλεσεν κύριος Μωυση̃ν ἐπὶ τὴν κορυφὴν του̃ ὄρους καὶ ἀνέβη Μωυση̃ς 19:21 καὶ εἰ̃πεν ὁ θεὸς πρὸς Μωυση̃ν λέγων καταβὰς διαμάρτυραι τω̨̃ λαω̨̃ μήποτε ἐγγίσωσιν πρὸς τὸν θεὸν κατανοη̃σαι καὶ πέσωσιν ἐξ αὐτω̃ν πλη̃θος 19:22 καὶ οἱ ἱερει̃ς οἱ ἐγγίζοντες κυρίω̨ τω̨̃ θεω̨̃ ἁγιασθήτωσαν μήποτε ἀπαλλάξη̨ ἀπ' αὐτω̃ν κύριος 19:23 καὶ εἰ̃πεν Μωυση̃ς πρὸς τὸν θεόν οὐ δυνήσεται ὁ λαὸς προσαναβη̃ναι πρὸς τὸ ὄρος τὸ Σινα σὺ γὰρ διαμεμαρτύρησαι ἡμι̃ν λέγων ἀφόρισαι τὸ ὄρος καὶ ἁγίασαι αὐτό 19:24 εἰ̃πεν δὲ αὐτω̨̃ κύριος βάδιζε κατάβηθι καὶ ἀνάβηθι σὺ καὶ Ααρων μετὰ σου̃ οἱ δὲ ἱερει̃ς καὶ ὁ λαὸς μὴ βιαζέσθωσαν ἀναβη̃ναι πρὸς τὸν θεόν μήποτε ἀπολέση̨ ἀπ' αὐτω̃ν κύριος 19:25 κατέβη δὲ Μωυση̃ς πρὸς τὸν λαὸν καὶ εἰ̃πεν αὐτοι̃ς 20:1 καὶ ἐλάλησεν κύριος πάντας τοὺς λόγους τούτους λέγων 20:2 ἐγώ εἰμι κύριος ὁ θεός σου ὅστις ἐξήγαγόν σε ἐκ γη̃ς Αἰγύπτου ἐξ οἴκου δουλείας 20:3 οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμου̃ 20:4 οὐ ποιήσεις σεαυτω̨̃ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα ὅσα ἐν τω̨̃ οὐρανω̨̃ ἄνω καὶ ὅσα ἐν τη̨̃ γη̨̃ κάτω καὶ ὅσα ἐν τοι̃ς ὕδασιν ὑποκάτω τη̃ς γη̃ς 20:5 οὐ προσκυνήσεις αὐτοι̃ς οὐδὲ μὴ λατρεύση̨ς αὐτοι̃ς ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου θεὸς ζηλωτὴς ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης γενεα̃ς τοι̃ς μισου̃σίν με 20:6 καὶ ποιω̃ν ἔλεος εἰς χιλιάδας τοι̃ς ἀγαπω̃σίν με καὶ τοι̃ς φυλάσσουσιν τὰ προστάγματά μου 20:7 οὐ λήμψη̨ τὸ ὄνομα κυρίου του̃ θεου̃ σου ἐπὶ ματαίω̨ οὐ γὰρ μὴ καθαρίση̨ κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτου̃ ἐπὶ ματαίω̨ 20:8 μνήσθητι τὴν ἡμέραν τω̃ν σαββάτων ἁγιάζειν αὐτήν 20:9 ἓξ ἡμέρας ἐργα̨̃ καὶ ποιήσεις πάντα τὰ ἔργα σου 20:10 τη̨̃ δὲ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ σάββατα κυρίω̨ τω̨̃ θεω̨̃ σου οὐ ποιήσεις ἐν αὐτη̨̃ πα̃ν ἔργον σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου ὁ παι̃ς σου καὶ ἡ παιδίσκη σου ὁ βου̃ς σου καὶ τὸ ὑποζύγιόν σου καὶ πα̃ν κτη̃νός σου καὶ ὁ προσήλυτος ὁ παροικω̃ν ἐν σοί 20:11 ἐν γὰρ ἓξ ἡμέραις ἐποίησεν κύριος τὸν οὐρανὸν καὶ τὴν γη̃ν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοι̃ς καὶ κατέπαυσεν τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ διὰ του̃το εὐλόγησεν κύριος τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν 20:12 τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα ἵνα εὐ̃ σοι γένηται καὶ ἵνα μακροχρόνιος γένη̨ ἐπὶ τη̃ς γη̃ς τη̃ς ἀγαθη̃ς ἡ̃ς κύριος ὁ θεός σου δίδωσίν σοι 20:13 οὐ μοιχεύσεις 20:14 οὐ κλέψεις 20:15 οὐ φονεύσεις 20:16 οὐ ψευδομαρτυρήσεις κατὰ του̃ πλησίον σου μαρτυρίαν ψευδη̃ 20:17 οὐκ ἐπιθυμήσεις τὴν γυναι̃κα του̃ πλησίον σου οὐκ ἐπιθυμήσεις τὴν οἰκίαν του̃ πλησίον σου οὕτε τὸν ἀγρὸν αὐτου̃ οὕτε τὸν παι̃δα αὐτου̃ οὕτε τὴν παιδίσκην αὐτου̃ οὕτε του̃ βοὸς αὐτου̃ οὕτε του̃ ὑποζυγίου αὐτου̃ οὕτε παντὸς κτήνους αὐτου̃ οὕτε ὅσα τω̨̃ πλησίον σού ἐστιν 20:18 καὶ πα̃ς ὁ λαὸς ἑώρα τὴν φωνὴν καὶ τὰς λαμπάδας καὶ τὴν φωνὴν τη̃ς σάλπιγγος καὶ τὸ ὄρος τὸ καπνίζον φοβηθέντες δὲ πα̃ς ὁ λαὸς ἔστησαν μακρόθεν 20:19 καὶ εἰ̃παν πρὸς Μωυση̃ν λάλησον σὺ ἡμι̃ν καὶ μὴ λαλείτω πρὸς ἡμα̃ς ὁ θεός μήποτε ἀποθάνωμεν 20:20 καὶ λέγει αὐτοι̃ς Μωυση̃ς θαρσει̃τε ἕνεκεν γὰρ του̃ πειράσαι ὑμα̃ς παρεγενήθη ὁ θεὸς πρὸς ὑμα̃ς ὅπως ἂν γένηται ὁ φόβος αὐτου̃ ἐν ὑμι̃ν ἵνα μὴ ἁμαρτάνητε 20:21 εἱστήκει δὲ ὁ λαὸς μακρόθεν Μωυση̃ς δὲ εἰση̃λθεν εἰς τὸν γνόφον οὑ̃ ἠ̃ν ὁ θεός 20:22 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν τάδε ἐρει̃ς τω̨̃ οἴκω̨ Ιακωβ καὶ ἀναγγελει̃ς τοι̃ς υἱοι̃ς Ισραηλ ὑμει̃ς ἑωράκατε ὅτι ἐκ του̃ οὐρανου̃ λελάληκα πρὸς ὑμα̃ς 20:23 οὐ ποιήσετε ἑαυτοι̃ς θεοὺς ἀργυρου̃ς καὶ θεοὺς χρυσου̃ς οὐ ποιήσετε ὑμι̃ν αὐτοι̃ς 20:24 θυσιαστήριον ἐκ γη̃ς ποιήσετέ μοι καὶ θύσετε ἐπ' αὐτου̃ τὰ ὁλοκαυτώματα καὶ τὰ σωτήρια ὑμω̃ν τὰ πρόβατα καὶ τοὺς μόσχους ὑμω̃ν ἐν παντὶ τόπω̨ οὑ̃ ἐὰν ἐπονομάσω τὸ ὄνομά μου ἐκει̃ καὶ ἥξω πρὸς σὲ καὶ εὐλογήσω σε 20:25 ἐὰν δὲ θυσιαστήριον ἐκ λίθων ποιη̨̃ς μοι οὐκ οἰκοδομήσεις αὐτοὺς τμητούς τὸ γὰρ ἐγχειρίδιόν σου ἐπιβέβληκας ἐπ' αὐτούς καὶ μεμίανται 20:26 οὐκ ἀναβήση̨ ἐν ἀναβαθμίσιν ἐπὶ τὸ θυσιαστήριόν μου ὅπως ἂν μὴ ἀποκαλύψη̨ς τὴν ἀσχημοσύνην σου ἐπ' αὐτου̃ 21:1 καὶ ταυ̃τα τὰ δικαιώματα ἃ παραθήσεις ἐνώπιον αὐτω̃ν 21:2 ἐὰν κτήση̨ παι̃δα Εβραι̃ον ἓξ ἔτη δουλεύσει σοι τω̨̃ δὲ ἑβδόμω̨ ἔτει ἀπελεύσεται ἐλεύθερος δωρεάν 21:3 ἐὰν αὐτὸς μόνος εἰσέλθη̨ καὶ μόνος ἐξελεύσεται ἐὰν δὲ γυνὴ συνεισέλθη̨ μετ' αὐτου̃ ἐξελεύσεται καὶ ἡ γυνὴ μετ' αὐτου̃ 21:4 ἐὰν δὲ ὁ κύριος δω̨̃ αὐτω̨̃ γυναι̃κα καὶ τέκη̨ αὐτω̨̃ υἱοὺς ἢ θυγατέρας ἡ γυνὴ καὶ τὰ παιδία ἔσται τω̨̃ κυρίω̨ αὐτου̃ αὐτὸς δὲ μόνος ἐξελεύσεται 21:5 ἐὰν δὲ ἀποκριθεὶς εἴπη̨ ὁ παι̃ς ἠγάπηκα τὸν κύριόν μου καὶ τὴν γυναι̃κα καὶ τὰ παιδία οὐκ ἀποτρέχω ἐλεύθερος 21:6 προσάξει αὐτὸν ὁ κύριος αὐτου̃ πρὸς τὸ κριτήριον του̃ θεου̃ καὶ τότε προσάξει αὐτὸν ἐπὶ τὴν θύραν ἐπὶ τὸν σταθμόν καὶ τρυπήσει αὐτου̃ ὁ κύριος τὸ οὐ̃ς τω̨̃ ὀπητίω̨ καὶ δουλεύσει αὐτω̨̃ εἰς τὸν αἰω̃να 21:7 ἐὰν δέ τις ἀποδω̃ται τὴν ἑαυτου̃ θυγατέρα οἰκέτιν οὐκ ἀπελεύσεται ὥσπερ ἀποτρέχουσιν αἱ δου̃λαι 21:8 ἐὰν μὴ εὐαρεστήση̨ τω̨̃ κυρίω̨ αὐτη̃ς ἣν αὑτω̨̃ καθωμολογήσατο ἀπολυτρώσει αὐτήν ἔθνει δὲ ἀλλοτρίω̨ οὐ κύριός ἐστιν πωλει̃ν αὐτήν ὅτι ἠθέτησεν ἐν αὐτη̨̃ 21:9 ἐὰν δὲ τω̨̃ υἱω̨̃ καθομολογήσηται αὐτήν κατὰ τὸ δικαίωμα τω̃ν θυγατέρων ποιήσει αὐτη̨̃ 21:10 ἐὰν δὲ ἄλλην λάβη̨ ἑαυτω̨̃ τὰ δέοντα καὶ τὸν ἱματισμὸν καὶ τὴν ὁμιλίαν αὐτη̃ς οὐκ ἀποστερήσει 21:11 ἐὰν δὲ τὰ τρία ταυ̃τα μὴ ποιήση̨ αὐτη̨̃ ἐξελεύσεται δωρεὰν ἄνευ ἀργυρίου 21:12 ἐὰν δὲ πατάξη̨ τίς τινα καὶ ἀποθάνη̨ θανάτω̨ θανατούσθω 21:13 ὁ δὲ οὐχ ἑκών ἀλλὰ ὁ θεὸς παρέδωκεν εἰς τὰς χει̃ρας αὐτου̃ δώσω σοι τόπον οὑ̃ φεύξεται ἐκει̃ ὁ φονεύσας 21:14 ἐὰν δέ τις ἐπιθη̃ται τω̨̃ πλησίον ἀποκτει̃ναι αὐτὸν δόλω̨ καὶ καταφύγη̨ ἀπὸ του̃ θυσιαστηρίου μου λήμψη̨ αὐτὸν θανατω̃σαι 21:15 ὃς τύπτει πατέρα αὐτου̃ ἢ μητέρα αὐτου̃ θανάτω̨ θανατούσθω 21:16 ὁ κακολογω̃ν πατέρα αὐτου̃ ἢ μητέρα αὐτου̃ τελευτήσει θανάτω̨ 21:17 ὃς ἐὰν κλέψη̨ τίς τινα τω̃ν υἱω̃ν Ισραηλ καὶ καταδυναστεύσας αὐτὸν ἀποδω̃ται καὶ εὑρεθη̨̃ ἐν αὐτω̨̃ θανάτω̨ τελευτάτω 21:18 ἐὰν δὲ λοιδορω̃νται δύο ἄνδρες καὶ πατάξη̨ τις τὸν πλησίον λίθω̨ ἢ πυγμη̨̃ καὶ μὴ ἀποθάνη̨ κατακλιθη̨̃ δὲ ἐπὶ τὴν κοίτην 21:19 ἐὰν ἐξαναστὰς ὁ ἄνθρωπος περιπατήση̨ ἔξω ἐπὶ ῥάβδου ἀθω̨̃ος ἔσται ὁ πατάξας πλὴν τη̃ς ἀργίας αὐτου̃ ἀποτείσει καὶ τὰ ἰατρει̃α 21:20 ἐὰν δέ τις πατάξη̨ τὸν παι̃δα αὐτου̃ ἢ τὴν παιδίσκην αὐτου̃ ἐν ῥάβδω̨ καὶ ἀποθάνη̨ ὑπὸ τὰς χει̃ρας αὐτου̃ δίκη̨ ἐκδικηθήτω 21:21 ἐὰν δὲ διαβιώση̨ ἡμέραν μίαν ἢ δύο οὐκ ἐκδικηθήσεται τὸ γὰρ ἀργύριον αὐτου̃ ἐστιν 21:22 ἐὰν δὲ μάχωνται δύο ἄνδρες καὶ πατάξωσιν γυναι̃κα ἐν γαστρὶ ἔχουσαν καὶ ἐξέλθη̨ τὸ παιδίον αὐτη̃ς μὴ ἐξεικονισμένον ἐπιζήμιον ζημιωθήσεται καθότι ἂν ἐπιβάλη̨ ὁ ἀνὴρ τη̃ς γυναικός δώσει μετὰ ἀξιώματος 21:23 ἐὰν δὲ ἐξεικονισμένον ἠ̃ν δώσει ψυχὴν ἀντὶ ψυχη̃ς 21:24 ὀφθαλμὸν ἀντὶ ὀφθαλμου̃ ὀδόντα ἀντὶ ὀδόντος χει̃ρα ἀντὶ χειρός πόδα ἀντὶ ποδός 21:25 κατάκαυμα ἀντὶ κατακαύματος τραυ̃μα ἀντὶ τραύματος μώλωπα ἀντὶ μώλωπος 21:26 ἐὰν δέ τις πατάξη̨ τὸν ὀφθαλμὸν του̃ οἰκέτου αὐτου̃ ἢ τὸν ὀφθαλμὸν τη̃ς θεραπαίνης αὐτου̃ καὶ ἐκτυφλώση̨ ἐλευθέρους ἐξαποστελει̃ αὐτοὺς ἀντὶ του̃ ὀφθαλμου̃ αὐτω̃ν 21:27 ἐὰν δὲ τὸν ὀδόντα του̃ οἰκέτου ἢ τὸν ὀδόντα τη̃ς θεραπαίνης αὐτου̃ ἐκκόψη̨ ἐλευθέρους ἐξαποστελει̃ αὐτοὺς ἀντὶ του̃ ὀδόντος αὐτω̃ν 21:28 ἐὰν δὲ κερατίση̨ ταυ̃ρος ἄνδρα ἢ γυναι̃κα καὶ ἀποθάνη̨ λίθοις λιθοβοληθήσεται ὁ ταυ̃ρος καὶ οὐ βρωθήσεται τὰ κρέα αὐτου̃ ὁ δὲ κύριος του̃ ταύρου ἀθω̨̃ος ἔσται 21:29 ἐὰν δὲ ὁ ταυ̃ρος κερατιστὴς ἠ̨̃ πρὸ τη̃ς ἐχθὲς καὶ πρὸ τη̃ς τρίτης καὶ διαμαρτύρωνται τω̨̃ κυρίω̨ αὐτου̃ καὶ μὴ ἀφανίση̨ αὐτόν ἀνέλη̨ δὲ ἄνδρα ἢ γυναι̃κα ὁ ταυ̃ρος λιθοβοληθήσεται καὶ ὁ κύριος αὐτου̃ προσαποθανει̃ται 21:30 ἐὰν δὲ λύτρα ἐπιβληθη̨̃ αὐτω̨̃ δώσει λύτρα τη̃ς ψυχη̃ς αὐτου̃ ὅσα ἐὰν ἐπιβάλωσιν αὐτω̨̃ 21:31 ἐὰν δὲ υἱὸν ἢ θυγατέρα κερατίση̨ κατὰ τὸ δικαίωμα του̃το ποιήσουσιν αὐτω̨̃ 21:32 ἐὰν δὲ παι̃δα κερατίση̨ ὁ ταυ̃ρος ἢ παιδίσκην ἀργυρίου τριάκοντα δίδραχμα δώσει τω̨̃ κυρίω̨ αὐτω̃ν καὶ ὁ ταυ̃ρος λιθοβοληθήσεται 21:33 ἐὰν δέ τις ἀνοίξη̨ λάκκον ἢ λατομήση̨ λάκκον καὶ μὴ καλύψη̨ αὐτόν καὶ ἐμπέση̨ ἐκει̃ μόσχος ἢ ὄνος 21:34 ὁ κύριος του̃ λάκκου ἀποτείσει ἀργύριον δώσει τω̨̃ κυρίω̨ αὐτω̃ν τὸ δὲ τετελευτηκὸς αὐτω̨̃ ἔσται 21:35 ἐὰν δὲ κερατίση̨ τινὸς ταυ̃ρος τὸν ταυ̃ρον του̃ πλησίον καὶ τελευτήση̨ ἀποδώσονται τὸν ταυ̃ρον τὸν ζω̃ντα καὶ διελου̃νται τὸ ἀργύριον αὐτου̃ καὶ τὸν ταυ̃ρον τὸν τεθνηκότα διελου̃νται 21:36 ἐὰν δὲ γνωρίζηται ὁ ταυ̃ρος ὅτι κερατιστής ἐστιν πρὸ τη̃ς ἐχθὲς καὶ πρὸ τη̃ς τρίτης ἡμέρας καὶ διαμεμαρτυρημένοι ὠ̃σιν τω̨̃ κυρίω̨ αὐτου̃ καὶ μὴ ἀφανίση̨ αὐτόν ἀποτείσει ταυ̃ρον ἀντὶ ταύρου ὁ δὲ τετελευτηκὼς αὐτω̨̃ ἔσται 21:37 ἐὰν δέ τις κλέψη̨ μόσχον ἢ πρόβατον καὶ σφάξη̨ αὐτὸ ἢ ἀποδω̃ται πέντε μόσχους ἀποτείσει ἀντὶ του̃ μόσχου καὶ τέσσαρα πρόβατα ἀντὶ του̃ προβάτου 22:1 ἐὰν δὲ ἐν τω̨̃ διορύγματι εὑρεθη̨̃ ὁ κλέπτης καὶ πληγεὶς ἀποθάνη̨ οὐκ ἔστιν αὐτω̨̃ φόνος 22:2 ἐὰν δὲ ἀνατείλη̨ ὁ ἥλιος ἐπ' αὐτω̨̃ ἔνοχός ἐστιν ἀνταποθανει̃ται ἐὰν δὲ μὴ ὑπάρχη̨ αὐτω̨̃ πραθήτω ἀντὶ του̃ κλέμματος 22:3 ἐὰν δὲ καταλημφθη̨̃ καὶ εὑρεθη̨̃ ἐν τη̨̃ χειρὶ αὐτου̃ τὸ κλέμμα ἀπό τε ὄνου ἕως προβάτου ζω̃ντα διπλα̃ αὐτὰ ἀποτείσει 22:4 ἐὰν δὲ καταβοσκήση̨ τις ἀγρὸν ἢ ἀμπελω̃να καὶ ἀφη̨̃ τὸ κτη̃νος αὐτου̃ καταβοσκη̃σαι ἀγρὸν ἕτερον ἀποτείσει ἐκ του̃ ἀγρου̃ αὐτου̃ κατὰ τὸ γένημα αὐτου̃ ἐὰν δὲ πάντα τὸν ἀγρὸν καταβοσκήση̨ τὰ βέλτιστα του̃ ἀγρου̃ αὐτου̃ καὶ τὰ βέλτιστα του̃ ἀμπελω̃νος αὐτου̃ ἀποτείσει 22:5 ἐὰν δὲ ἐξελθὸν πυ̃ρ εὕρη̨ ἀκάνθας καὶ προσεμπρήση̨ ἅλωνα ἢ στάχυς ἢ πεδίον ἀποτείσει ὁ τὸ πυ̃ρ ἐκκαύσας 22:6 ἐὰν δέ τις δω̨̃ τω̨̃ πλησίον ἀργύριον ἢ σκεύη φυλάξαι καὶ κλαπη̨̃ ἐκ τη̃ς οἰκίας του̃ ἀνθρώπου ἐὰν εὑρεθη̨̃ ὁ κλέψας ἀποτείσει διπλου̃ν 22:7 ἐὰν δὲ μὴ εὑρεθη̨̃ ὁ κλέψας προσελεύσεται ὁ κύριος τη̃ς οἰκίας ἐνώπιον του̃ θεου̃ καὶ ὀμει̃ται ἠ̃ μὴν μὴ αὐτὸς πεπονηρευ̃σθαι ἐφ' ὅλης τη̃ς παρακαταθήκης του̃ πλησίον 22:8 κατὰ πα̃ν ῥητὸν ἀδίκημα περί τε μόσχου καὶ ὑποζυγίου καὶ προβάτου καὶ ἱματίου καὶ πάσης ἀπωλείας τη̃ς ἐγκαλουμένης ὅ τι οὐ̃ν ἂν ἠ̨̃ ἐνώπιον του̃ θεου̃ ἐλεύσεται ἡ κρίσις ἀμφοτέρων καὶ ὁ ἁλοὺς διὰ του̃ θεου̃ ἀποτείσει διπλου̃ν τω̨̃ πλησίον 22:9 ἐὰν δέ τις δω̨̃ τω̨̃ πλησίον ὑποζύγιον ἢ μόσχον ἢ πρόβατον ἢ πα̃ν κτη̃νος φυλάξαι καὶ συντριβη̨̃ ἢ τελευτήση̨ ἢ αἰχμάλωτον γένηται καὶ μηδεὶς γνω̨̃ 22:10 ὄρκος ἔσται του̃ θεου̃ ἀνὰ μέσον ἀμφοτέρων ἠ̃ μὴν μὴ αὐτὸν πεπονηρευ̃σθαι καθ' ὅλης τη̃ς παρακαταθήκης του̃ πλησίον καὶ οὕτως προσδέξεται ὁ κύριος αὐτου̃ καὶ οὐκ ἀποτείσει 22:11 ἐὰν δὲ κλαπη̨̃ παρ' αὐτου̃ ἀποτείσει τω̨̃ κυρίω̨ 22:12 ἐὰν δὲ θηριάλωτον γένηται ἄξει αὐτὸν ἐπὶ τὴν θήραν καὶ οὐκ ἀποτείσει 22:13 ἐὰν δὲ αἰτήση̨ τις παρὰ του̃ πλησίον καὶ συντριβη̨̃ ἢ ἀποθάνη̨ ἢ αἰχμάλωτον γένηται ὁ δὲ κύριος μὴ ἠ̨̃ μετ' αὐτου̃ ἀποτείσει 22:14 ἐὰν δὲ ὁ κύριος ἠ̨̃ μετ' αὐτου̃ οὐκ ἀποτείσει ἐὰν δὲ μισθωτὸς ἠ̨̃ ἔσται αὐτω̨̃ ἀντὶ του̃ μισθου̃ αὐτου̃ 22:15 ἐὰν δὲ ἀπατήση̨ τις παρθένον ἀμνήστευτον καὶ κοιμηθη̨̃ μετ' αὐτη̃ς φερνη̨̃ φερνιει̃ αὐτὴν αὐτω̨̃ γυναι̃κα 22:16 ἐὰν δὲ ἀνανεύων ἀνανεύση̨ καὶ μὴ βούληται ὁ πατὴρ αὐτη̃ς δου̃ναι αὐτὴν αὐτω̨̃ γυναι̃κα ἀργύριον ἀποτείσει τω̨̃ πατρὶ καθ' ὅσον ἐστὶν ἡ φερνὴ τω̃ν παρθένων 22:17 φαρμακοὺς οὐ περιποιήσετε 22:18 πα̃ν κοιμώμενον μετὰ κτήνους θανάτω̨ ἀποκτενει̃τε αὐτούς 22:19 ὁ θυσιάζων θεοι̃ς θανάτω̨ ὀλεθρευθήσεται πλὴν κυρίω̨ μόνω̨ 22:20 καὶ προσήλυτον οὐ κακώσετε οὐδὲ μὴ θλίψητε αὐτόν ἠ̃τε γὰρ προσήλυτοι ἐν γη̨̃ Αἰγύπτω̨ 22:21 πα̃σαν χήραν καὶ ὀρφανὸν οὐ κακώσετε 22:22 ἐὰν δὲ κακία̨ κακώσητε αὐτοὺς καὶ κεκράξαντες καταβοήσωσι πρός με ἀκοη̨̃ εἰσακούσομαι τη̃ς φωνη̃ς αὐτω̃ν 22:23 καὶ ὀργισθήσομαι θυμω̨̃ καὶ ἀποκτενω̃ ὑμα̃ς μαχαίρα̨ καὶ ἔσονται αἱ γυναι̃κες ὑμω̃ν χη̃ραι καὶ τὰ παιδία ὑμω̃ν ὀρφανά 22:24 ἐὰν δὲ ἀργύριον ἐκδανείση̨ς τω̨̃ ἀδελφω̨̃ τω̨̃ πενιχρω̨̃ παρὰ σοί οὐκ ἔση̨ αὐτὸν κατεπείγων οὐκ ἐπιθήσεις αὐτω̨̃ τόκον 22:25 ἐὰν δὲ ἐνεχύρασμα ἐνεχυράση̨ς τὸ ἱμάτιον του̃ πλησίον πρὸ δυσμω̃ν ἡλίου ἀποδώσεις αὐτω̨̃ 22:26 ἔστιν γὰρ του̃το περιβόλαιον αὐτου̃ μόνον του̃το τὸ ἱμάτιον ἀσχημοσύνης αὐτου̃ ἐν τίνι κοιμηθήσεται ἐὰν οὐ̃ν καταβοήση̨ πρός με εἰσακούσομαι αὐτου̃ ἐλεήμων γάρ εἰμι 22:27 θεοὺς οὐ κακολογήσεις καὶ ἄρχοντας του̃ λαου̃ σου οὐ κακω̃ς ἐρει̃ς 22:28 ἀπαρχὰς ἅλωνος καὶ ληνου̃ σου οὐ καθυστερήσεις τὰ πρωτότοκα τω̃ν υἱω̃ν σου δώσεις ἐμοί 22:29 οὕτως ποιήσεις τὸν μόσχον σου καὶ τὸ πρόβατόν σου καὶ τὸ ὑποζύγιόν σου ἑπτὰ ἡμέρας ἔσται ὑπὸ τὴν μητέρα τη̨̃ δὲ ὀγδόη̨ ἡμέρα̨ ἀποδώσεις μοι αὐτό 22:30 καὶ ἄνδρες ἅγιοι ἔσεσθέ μοι καὶ κρέας θηριάλωτον οὐκ ἔδεσθε τω̨̃ κυνὶ ἀπορρίψατε αὐτό 23:1 οὐ παραδέξη̨ ἀκοὴν ματαίαν οὐ συγκαταθήση̨ μετὰ του̃ ἀδίκου γενέσθαι μάρτυς ἄδικος 23:2 οὐκ ἔση̨ μετὰ πλειόνων ἐπὶ κακία̨ οὐ προστεθήση̨ μετὰ πλήθους ἐκκλι̃ναι μετὰ πλειόνων ὥστε ἐκκλι̃ναι κρίσιν 23:3 καὶ πένητα οὐκ ἐλεήσεις ἐν κρίσει 23:4 ἐὰν δὲ συναντήση̨ς τω̨̃ βοὶ του̃ ἐχθρου̃ σου ἢ τω̨̃ ὑποζυγίω̨ αὐτου̃ πλανωμένοις ἀποστρέψας ἀποδώσεις αὐτω̨̃ 23:5 ἐὰν δὲ ἴδη̨ς τὸ ὑποζύγιον του̃ ἐχθρου̃ σου πεπτωκὸς ὑπὸ τὸν γόμον αὐτου̃ οὐ παρελεύση̨ αὐτό ἀλλὰ συνεγερει̃ς αὐτὸ μετ' αὐτου̃ 23:6 οὐ διαστρέψεις κρίμα πένητος ἐν κρίσει αὐτου̃ 23:7 ἀπὸ παντὸς ῥήματος ἀδίκου ἀποστήση̨ ἀθω̨̃ον καὶ δίκαιον οὐκ ἀποκτενει̃ς καὶ οὐ δικαιώσεις τὸν ἀσεβη̃ ἕνεκεν δώρων 23:8 καὶ δω̃ρα οὐ λήμψη̨ τὰ γὰρ δω̃ρα ἐκτυφλοι̃ ὀφθαλμοὺς βλεπόντων καὶ λυμαίνεται ῥήματα δίκαια 23:9 καὶ προσήλυτον οὐ θλίψετε ὑμει̃ς γὰρ οἴδατε τὴν ψυχὴν του̃ προσηλύτου αὐτοὶ γὰρ προσήλυτοι ἠ̃τε ἐν γη̨̃ Αἰγύπτω̨ 23:10 ἓξ ἔτη σπερει̃ς τὴν γη̃ν σου καὶ συνάξεις τὰ γενήματα αὐτη̃ς 23:11 τω̨̃ δὲ ἑβδόμω̨ ἄφεσιν ποιήσεις καὶ ἀνήσεις αὐτήν καὶ ἔδονται οἱ πτωχοὶ του̃ ἔθνους σου τὰ δὲ ὑπολειπόμενα ἔδεται τὰ ἄγρια θηρία οὕτως ποιήσεις τὸν ἀμπελω̃νά σου καὶ τὸν ἐλαιω̃νά σου 23:12 ἓξ ἡμέρας ποιήσεις τὰ ἔργα σου τη̨̃ δὲ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ ἀνάπαυσις ἵνα ἀναπαύσηται ὁ βου̃ς σου καὶ τὸ ὑποζύγιόν σου καὶ ἵνα ἀναψύξη̨ ὁ υἱὸς τη̃ς παιδίσκης σου καὶ ὁ προσήλυτος 23:13 πάντα ὅσα εἴρηκα πρὸς ὑμα̃ς φυλάξασθε καὶ ὄνομα θεω̃ν ἑτέρων οὐκ ἀναμνησθήσεσθε οὐδὲ μὴ ἀκουσθη̨̃ ἐκ του̃ στόματος ὑμω̃ν 23:14 τρει̃ς καιροὺς του̃ ἐνιαυτου̃ ἑορτάσατέ μοι 23:15 τὴν ἑορτὴν τω̃ν ἀζύμων φυλάξασθε ποιει̃ν ἑπτὰ ἡμέρας ἔδεσθε ἄζυμα καθάπερ ἐνετειλάμην σοι κατὰ τὸν καιρὸν του̃ μηνὸς τω̃ν νέων ἐν γὰρ αὐτω̨̃ ἐξη̃λθες ἐξ Αἰγύπτου οὐκ ὀφθήση̨ ἐνώπιόν μου κενός 23:16 καὶ ἑορτὴν θερισμου̃ πρωτογενημάτων ποιήσεις τω̃ν ἔργων σου ὡ̃ν ἐὰν σπείρη̨ς ἐν τω̨̃ ἀγρω̨̃ σου καὶ ἑορτὴν συντελείας ἐπ' ἐξόδου του̃ ἐνιαυτου̃ ἐν τη̨̃ συναγωγη̨̃ τω̃ν ἔργων σου τω̃ν ἐκ του̃ ἀγρου̃ σου 23:17 τρει̃ς καιροὺς του̃ ἐνιαυτου̃ ὀφθήσεται πα̃ν ἀρσενικόν σου ἐνώπιον κυρίου του̃ θεου̃ σου 23:18 ὅταν γὰρ ἐκβάλω ἔθνη ἀπὸ προσώπου σου καὶ ἐμπλατύνω τὰ ὅριά σου οὐ θύσεις ἐπὶ ζύμη̨ αἱ̃μα θυσιάσματός μου οὐδὲ μὴ κοιμηθη̨̃ στέαρ τη̃ς ἑορτη̃ς μου ἕως πρωί 23:19 τὰς ἀπαρχὰς τω̃ν πρωτογενημάτων τη̃ς γη̃ς σου εἰσοίσεις εἰς τὸν οἰ̃κον κυρίου του̃ θεου̃ σου οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτου̃ 23:20 καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου ἵνα φυλάξη̨ σε ἐν τη̨̃ ὁδω̨̃ ὅπως εἰσαγάγη̨ σε εἰς τὴν γη̃ν ἣν ἡτοίμασά σοι 23:21 πρόσεχε σεαυτω̨̃ καὶ εἰσάκουε αὐτου̃ καὶ μὴ ἀπείθει αὐτω̨̃ οὐ γὰρ μὴ ὑποστείληταί σε τὸ γὰρ ὄνομά μού ἐστιν ἐπ' αὐτω̨̃ 23:22 ἐὰν ἀκοη̨̃ ἀκούσητε τη̃ς ἐμη̃ς φωνη̃ς καὶ ποιήση̨ς πάντα ὅσα ἂν ἐντείλωμαί σοι καὶ φυλάξητε τὴν διαθήκην μου ἔσεσθέ μοι λαὸς περιούσιος ἀπὸ πάντων τω̃ν ἐθνω̃ν ἐμὴ γάρ ἐστιν πα̃σα ἡ γη̃ ὑμει̃ς δὲ ἔσεσθέ μοι βασίλειον ἱεράτευμα καὶ ἔθνος ἅγιον ταυ̃τα τὰ ῥήματα ἐρει̃ς τοι̃ς υἱοι̃ς Ισραηλ ἐὰν ἀκοη̨̃ ἀκούσητε τη̃ς φωνη̃ς μου καὶ ποιήση̨ς πάντα ὅσα ἂν εἴπω σοι ἐχθρεύσω τοι̃ς ἐχθροι̃ς σου καὶ ἀντικείσομαι τοι̃ς ἀντικειμένοις σοι 23:23 πορεύσεται γὰρ ὁ ἄγγελός μου ἡγούμενός σου καὶ εἰσάξει σε πρὸς τὸν Αμορραι̃ον καὶ Χετται̃ον καὶ Φερεζαι̃ον καὶ Χαναναι̃ον καὶ Γεργεσαι̃ον καὶ Ευαι̃ον καὶ Ιεβουσαι̃ον καὶ ἐκτρίψω αὐτούς 23:24 οὐ προσκυνήσεις τοι̃ς θεοι̃ς αὐτω̃ν οὐδὲ μὴ λατρεύση̨ς αὐτοι̃ς οὐ ποιήσεις κατὰ τὰ ἔργα αὐτω̃ν ἀλλὰ καθαιρέσει καθελει̃ς καὶ συντρίβων συντρίψεις τὰς στήλας αὐτω̃ν 23:25 καὶ λατρεύσεις κυρίω̨ τω̨̃ θεω̨̃ σου καὶ εὐλογήσω τὸν ἄρτον σου καὶ τὸν οἰ̃νόν σου καὶ τὸ ὕδωρ σου καὶ ἀποστρέψω μαλακίαν ἀφ' ὑμω̃ν 23:26 οὐκ ἔσται ἄγονος οὐδὲ στει̃ρα ἐπὶ τη̃ς γη̃ς σου τὸν ἀριθμὸν τω̃ν ἡμερω̃ν σου ἀναπληρώσω 23:27 καὶ τὸν φόβον ἀποστελω̃ ἡγούμενόν σου καὶ ἐκστήσω πάντα τὰ ἔθνη εἰς οὓς σὺ εἰσπορεύη̨ εἰς αὐτούς καὶ δώσω πάντας τοὺς ὑπεναντίους σου φυγάδας 23:28 καὶ ἀποστελω̃ τὰς σφηκίας προτέρας σου καὶ ἐκβαλει̃ τοὺς Αμορραίους καὶ τοὺς Ευαίους καὶ τοὺς Χαναναίους καὶ τοὺς Χετταίους ἀπὸ σου̃ 23:29 οὐκ ἐκβαλω̃ αὐτοὺς ἐν ἐνιαυτω̨̃ ἑνί ἵνα μὴ γένηται ἡ γη̃ ἔρημος καὶ πολλὰ γένηται ἐπὶ σὲ τὰ θηρία τη̃ς γη̃ς 23:30 κατὰ μικρὸν μικρὸν ἐκβαλω̃ αὐτοὺς ἀπὸ σου̃ ἕως ἂν αὐξηθη̨̃ς καὶ κληρονομήση̨ς τὴν γη̃ν 23:31 καὶ θήσω τὰ ὅριά σου ἀπὸ τη̃ς ἐρυθρα̃ς θαλάσσης ἕως τη̃ς θαλάσσης τη̃ς Φυλιστιιμ καὶ ἀπὸ τη̃ς ἐρήμου ἕως του̃ μεγάλου ποταμου̃ Εὐφράτου καὶ παραδώσω εἰς τὰς χει̃ρας ὑμω̃ν τοὺς ἐγκαθημένους ἐν τη̨̃ γη̨̃ καὶ ἐκβαλω̃ αὐτοὺς ἀπὸ σου̃ 23:32 οὐ συγκαταθήση̨ αὐτοι̃ς καὶ τοι̃ς θεοι̃ς αὐτω̃ν διαθήκην 23:33 καὶ οὐκ ἐγκαθήσονται ἐν τη̨̃ γη̨̃ σου ἵνα μὴ ἁμαρτει̃ν σε ποιήσωσιν πρός με ἐὰν γὰρ δουλεύση̨ς τοι̃ς θεοι̃ς αὐτω̃ν οὑ̃τοι ἔσονταί σοι πρόσκομμα 24:1 καὶ Μωυση̨̃ εἰ̃πεν ἀνάβηθι πρὸς κύριον σὺ καὶ Ααρων καὶ Ναδαβ καὶ Αβιουδ καὶ ἑβδομήκοντα τω̃ν πρεσβυτέρων Ισραηλ καὶ προσκυνήσουσιν μακρόθεν τω̨̃ κυρίω̨ 24:2 καὶ ἐγγιει̃ Μωυση̃ς μόνος πρὸς τὸν θεόν αὐτοὶ δὲ οὐκ ἐγγιου̃σιν ὁ δὲ λαὸς οὐ συναναβήσεται μετ' αὐτω̃ν 24:3 εἰση̃λθεν δὲ Μωυση̃ς καὶ διηγήσατο τω̨̃ λαω̨̃ πάντα τὰ ῥήματα του̃ θεου̃ καὶ τὰ δικαιώματα ἀπεκρίθη δὲ πα̃ς ὁ λαὸς φωνη̨̃ μια̨̃ λέγοντες πάντας τοὺς λόγους οὓς ἐλάλησεν κύριος ποιήσομεν καὶ ἀκουσόμεθα 24:4 καὶ ἔγραψεν Μωυση̃ς πάντα τὰ ῥήματα κυρίου ὀρθρίσας δὲ Μωυση̃ς τὸ πρωὶ ὠ̨κοδόμησεν θυσιαστήριον ὑπὸ τὸ ὄρος καὶ δώδεκα λίθους εἰς τὰς δώδεκα φυλὰς του̃ Ισραηλ 24:5 καὶ ἐξαπέστειλεν τοὺς νεανίσκους τω̃ν υἱω̃ν Ισραηλ καὶ ἀνήνεγκαν ὁλοκαυτώματα καὶ ἔθυσαν θυσίαν σωτηρίου τω̨̃ θεω̨̃ μοσχάρια 24:6 λαβὼν δὲ Μωυση̃ς τὸ ἥμισυ του̃ αἵματος ἐνέχεεν εἰς κρατη̃ρας τὸ δὲ ἥμισυ του̃ αἵματος προσέχεεν πρὸς τὸ θυσιαστήριον 24:7 καὶ λαβὼν τὸ βιβλίον τη̃ς διαθήκης ἀνέγνω εἰς τὰ ὠ̃τα του̃ λαου̃ καὶ εἰ̃παν πάντα ὅσα ἐλάλησεν κύριος ποιήσομεν καὶ ἀκουσόμεθα 24:8 λαβὼν δὲ Μωυση̃ς τὸ αἱ̃μα κατεσκέδασεν του̃ λαου̃ καὶ εἰ̃πεν ἰδοὺ τὸ αἱ̃μα τη̃ς διαθήκης ἡ̃ς διέθετο κύριος πρὸς ὑμα̃ς περὶ πάντων τω̃ν λόγων τούτων 24:9 καὶ ἀνέβη Μωυση̃ς καὶ Ααρων καὶ Ναδαβ καὶ Αβιουδ καὶ ἑβδομήκοντα τη̃ς γερουσίας Ισραηλ 24:10 καὶ εἰ̃δον τὸν τόπον οὑ̃ εἱστήκει ἐκει̃ ὁ θεὸς του̃ Ισραηλ καὶ τὰ ὑπὸ τοὺς πόδας αὐτου̃ ὡσεὶ ἔργον πλίνθου σαπφείρου καὶ ὥσπερ εἰ̃δος στερεώματος του̃ οὐρανου̃ τη̨̃ καθαριότητι 24:11 καὶ τω̃ν ἐπιλέκτων του̃ Ισραηλ οὐ διεφώνησεν οὐδὲ εἱ̃ς καὶ ὤφθησαν ἐν τω̨̃ τόπω̨ του̃ θεου̃ καὶ ἔφαγον καὶ ἔπιον 24:12 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν ἀνάβηθι πρός με εἰς τὸ ὄρος καὶ ἴσθι ἐκει̃ καὶ δώσω σοι τὰ πυξία τὰ λίθινα τὸν νόμον καὶ τὰς ἐντολάς ἃς ἔγραψα νομοθετη̃σαι αὐτοι̃ς 24:13 καὶ ἀναστὰς Μωυση̃ς καὶ 'Ιησου̃ς ὁ παρεστηκὼς αὐτω̨̃ ἀνέβησαν εἰς τὸ ὄρος του̃ θεου̃ 24:14 καὶ τοι̃ς πρεσβυτέροις εἰ̃παν ἡσυχάζετε αὐτου̃ ἕως ἀναστρέψωμεν πρὸς ὑμα̃ς καὶ ἰδοὺ Ααρων καὶ Ωρ μεθ' ὑμω̃ν ἐάν τινι συμβη̨̃ κρίσις προσπορευέσθωσαν αὐτοι̃ς 24:15 καὶ ἀνέβη Μωυση̃ς καὶ 'Ιησου̃ς εἰς τὸ ὄρος καὶ ἐκάλυψεν ἡ νεφέλη τὸ ὄρος 24:16 καὶ κατέβη ἡ δόξα του̃ θεου̃ ἐπὶ τὸ ὄρος τὸ Σινα καὶ ἐκάλυψεν αὐτὸ ἡ νεφέλη ἓξ ἡμέρας καὶ ἐκάλεσεν κύριος τὸν Μωυση̃ν τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ ἐκ μέσου τη̃ς νεφέλης 24:17 τὸ δὲ εἰ̃δος τη̃ς δόξης κυρίου ὡσεὶ πυ̃ρ φλέγον ἐπὶ τη̃ς κορυφη̃ς του̃ ὄρους ἐναντίον τω̃ν υἱω̃ν Ισραηλ 24:18 καὶ εἰση̃λθεν Μωυση̃ς εἰς τὸ μέσον τη̃ς νεφέλης καὶ ἀνέβη εἰς τὸ ὄρος καὶ ἠ̃ν ἐκει̃ ἐν τω̨̃ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας 25:1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων 25:2 εἰπὸν τοι̃ς υἱοι̃ς Ισραηλ καὶ λάβετέ μοι ἀπαρχὰς παρὰ πάντων οἱ̃ς ἂν δόξη̨ τη̨̃ καρδία̨ καὶ λήμψεσθε τὰς ἀπαρχάς μου 25:3 καὶ αὕτη ἐστὶν ἡ ἀπαρχή ἣν λήμψεσθε παρ' αὐτω̃ν χρυσίον καὶ ἀργύριον καὶ χαλκὸν 25:4 καὶ ὑάκινθον καὶ πορφύραν καὶ κόκκινον διπλου̃ν καὶ βύσσον κεκλωσμένην καὶ τρίχας αἰγείας 25:5 καὶ δέρματα κριω̃ν ἠρυθροδανωμένα καὶ δέρματα ὑακίνθινα καὶ ξύλα ἄσηπτα 25:7 καὶ λίθους σαρδίου καὶ λίθους εἰς τὴν γλυφὴν εἰς τὴν ἐπωμίδα καὶ τὸν ποδήρη 25:8 καὶ ποιήσεις μοι ἁγίασμα καὶ ὀφθήσομαι ἐν ὑμι̃ν 25:9 καὶ ποιήσεις μοι κατὰ πάντα ὅσα ἐγώ σοι δεικνύω ἐν τω̨̃ ὄρει τὸ παράδειγμα τη̃ς σκηνη̃ς καὶ τὸ παράδειγμα πάντων τω̃ν σκευω̃ν αὐτη̃ς οὕτω ποιήσεις 25:10 καὶ ποιήσεις κιβωτὸν μαρτυρίου ἐκ ξύλων ἀσήπτων δύο πήχεων καὶ ἡμίσους τὸ μη̃κος καὶ πήχεος καὶ ἡμίσους τὸ πλάτος καὶ πήχεος καὶ ἡμίσους τὸ ὕψος 25:11 καὶ καταχρυσώσεις αὐτὴν χρυσίω̨ καθαρω̨̃ ἔξωθεν καὶ ἔσωθεν χρυσώσεις αὐτήν καὶ ποιήσεις αὐτη̨̃ κυμάτια στρεπτὰ χρυσα̃ κύκλω̨ 25:12 καὶ ἐλάσεις αὐτη̨̃ τέσσαρας δακτυλίους χρυσου̃ς καὶ ἐπιθήσεις ἐπὶ τὰ τέσσαρα κλίτη δύο δακτυλίους ἐπὶ τὸ κλίτος τὸ ἓν καὶ δύο δακτυλίους ἐπὶ τὸ κλίτος τὸ δεύτερον 25:13 ποιήσεις δὲ ἀναφορει̃ς ξύλα ἄσηπτα καὶ καταχρυσώσεις αὐτὰ χρυσίω̨ 25:14 καὶ εἰσάξεις τοὺς ἀναφορει̃ς εἰς τοὺς δακτυλίους τοὺς ἐν τοι̃ς κλίτεσι τη̃ς κιβωτου̃ αἴρειν τὴν κιβωτὸν ἐν αὐτοι̃ς 25:15 ἐν τοι̃ς δακτυλίοις τη̃ς κιβωτου̃ ἔσονται οἱ ἀναφορει̃ς ἀκίνητοι 25:16 καὶ ἐμβαλει̃ς εἰς τὴν κιβωτὸν τὰ μαρτύρια ἃ ἂν δω̃ σοι 25:17 καὶ ποιήσεις ἱλαστήριον ἐπίθεμα χρυσίου καθαρου̃ δύο πήχεων καὶ ἡμίσους τὸ μη̃κος καὶ πήχεος καὶ ἡμίσους τὸ πλάτος 25:18 καὶ ποιήσεις δύο χερουβιμ χρυσα̃ τορευτὰ καὶ ἐπιθήσεις αὐτὰ ἐξ ἀμφοτέρων τω̃ν κλιτω̃ν του̃ ἱλαστηρίου 25:19 ποιηθήσονται χερουβ εἱ̃ς ἐκ του̃ κλίτους τούτου καὶ χερουβ εἱ̃ς ἐκ του̃ κλίτους του̃ δευτέρου του̃ ἱλαστηρίου καὶ ποιήσεις τοὺς δύο χερουβιμ ἐπὶ τὰ δύο κλίτη 25:20 ἔσονται οἱ χερουβιμ ἐκτείνοντες τὰς πτέρυγας ἐπάνωθεν συσκιάζοντες ται̃ς πτέρυξιν αὐτω̃ν ἐπὶ του̃ ἱλαστηρίου καὶ τὰ πρόσωπα αὐτω̃ν εἰς ἄλληλα εἰς τὸ ἱλαστήριον ἔσονται τὰ πρόσωπα τω̃ν χερουβιμ 25:21 καὶ ἐπιθήσεις τὸ ἱλαστήριον ἐπὶ τὴν κιβωτὸν ἄνωθεν καὶ εἰς τὴν κιβωτὸν ἐμβαλει̃ς τὰ μαρτύρια ἃ ἂν δω̃ σοι 25:22 καὶ γνωσθήσομαί σοι ἐκει̃θεν καὶ λαλήσω σοι ἄνωθεν του̃ ἱλαστηρίου ἀνὰ μέσον τω̃ν δύο χερουβιμ τω̃ν ὄντων ἐπὶ τη̃ς κιβωτου̃ του̃ μαρτυρίου καὶ κατὰ πάντα ὅσα ἂν ἐντείλωμαί σοι πρὸς τοὺς υἱοὺς Ισραηλ 25:23 καὶ ποιήσεις τράπεζαν χρυσίου καθαρου̃ δύο πήχεων τὸ μη̃κος καὶ πήχεος τὸ εὐ̃ρος καὶ πήχεος καὶ ἡμίσους τὸ ὕψος 25:24 καὶ ποιήσεις αὐτη̨̃ στρεπτὰ κυμάτια χρυσα̃ κύκλω̨ 25:25 καὶ ποιήσεις αὐτη̨̃ στεφάνην παλαιστου̃ κύκλω̨ καὶ ποιήσεις στρεπτὸν κυμάτιον τη̨̃ στεφάνη̨ κύκλω̨ 25:26 καὶ ποιήσεις τέσσαρας δακτυλίους χρυσου̃ς καὶ ἐπιθήσεις τοὺς δακτυλίους ἐπὶ τὰ τέσσαρα μέρη τω̃ν ποδω̃ν αὐτη̃ς 25:27 ὑπὸ τὴν στεφάνην καὶ ἔσονται οἱ δακτύλιοι εἰς θήκας τοι̃ς ἀναφορευ̃σιν ὥστε αἴρειν ἐν αὐτοι̃ς τὴν τράπεζαν 25:28 καὶ ποιήσεις τοὺς ἀναφορει̃ς ἐκ ξύλων ἀσήπτων καὶ καταχρυσώσεις αὐτοὺς χρυσίω̨ καθαρω̨̃ καὶ ἀρθήσεται ἐν αὐτοι̃ς ἡ τράπεζα 25:29 καὶ ποιήσεις τὰ τρυβλία αὐτη̃ς καὶ τὰς θυίσκας καὶ τὰ σπονδει̃α καὶ τοὺς κυάθους ἐν οἱ̃ς σπείσεις ἐν αὐτοι̃ς χρυσίου καθαρου̃ ποιήσεις αὐτά 25:30 καὶ ἐπιθήσεις ἐπὶ τὴν τράπεζαν ἄρτους ἐνωπίους ἐναντίον μου διὰ παντός 25:31 καὶ ποιήσεις λυχνίαν ἐκ χρυσίου καθαρου̃ τορευτὴν ποιήσεις τὴν λυχνίαν ὁ καυλὸς αὐτη̃ς καὶ οἱ καλαμίσκοι καὶ οἱ κρατη̃ρες καὶ οἱ σφαιρωτη̃ρες καὶ τὰ κρίνα ἐξ αὐτη̃ς ἔσται 25:32 ἓξ δὲ καλαμίσκοι ἐκπορευόμενοι ἐκ πλαγίων τρει̃ς καλαμίσκοι τη̃ς λυχνίας ἐκ του̃ κλίτους αὐτη̃ς του̃ ἑνὸς καὶ τρει̃ς καλαμίσκοι τη̃ς λυχνίας ἐκ του̃ κλίτους του̃ δευτέρου 25:33 καὶ τρει̃ς κρατη̃ρες ἐκτετυπωμένοι καρυίσκους ἐν τω̨̃ ἑνὶ καλαμίσκω̨ σφαιρωτὴρ καὶ κρίνον οὕτως τοι̃ς ἓξ καλαμίσκοις τοι̃ς ἐκπορευομένοις ἐκ τη̃ς λυχνίας 25:34 καὶ ἐν τη̨̃ λυχνία̨ τέσσαρες κρατη̃ρες ἐκτετυπωμένοι καρυίσκους ἐν τω̨̃ ἑνὶ καλαμίσκω̨ οἱ σφαιρωτη̃ρες καὶ τὰ κρίνα αὐτη̃ς 25:35 ὁ σφαιρωτὴρ ὑπὸ τοὺς δύο καλαμίσκους ἐξ αὐτη̃ς καὶ σφαιρωτὴρ ὑπὸ τοὺς τέσσαρας καλαμίσκους ἐξ αὐτη̃ς οὕτως τοι̃ς ἓξ καλαμίσκοις τοι̃ς ἐκπορευομένοις ἐκ τη̃ς λυχνίας 25:36 οἱ σφαιρωτη̃ρες καὶ οἱ καλαμίσκοι ἐξ αὐτη̃ς ἔστωσαν ὅλη τορευτὴ ἐξ ἑνὸς χρυσίου καθαρου̃ 25:37 καὶ ποιήσεις τοὺς λύχνους αὐτη̃ς ἑπτά καὶ ἐπιθήσεις τοὺς λύχνους καὶ φανου̃σιν ἐκ του̃ ἑνὸς προσώπου 25:38 καὶ τὸν ἐπαρυστη̃ρα αὐτη̃ς καὶ τὰ ὑποθέματα αὐτη̃ς ἐκ χρυσίου καθαρου̃ ποιήσεις 25:39 πάντα τὰ σκεύη ταυ̃τα τάλαντον χρυσίου καθαρου̃ 25:40 ὅρα ποιήσεις κατὰ τὸν τύπον τὸν δεδειγμένον σοι ἐν τω̨̃ ὄρει 26:1 καὶ τὴν σκηνὴν ποιήσεις δέκα αὐλαίας ἐκ βύσσου κεκλωσμένης καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου κεκλωσμένου χερουβιμ ἐργασία̨ ὑφάντου ποιήσεις αὐτάς 26:2 μη̃κος τη̃ς αὐλαίας τη̃ς μια̃ς ὀκτὼ καὶ εἴκοσι πήχεων καὶ εὐ̃ρος τεσσάρων πήχεων ἡ αὐλαία ἡ μία ἔσται μέτρον τὸ αὐτὸ ἔσται πάσαις ται̃ς αὐλαίαις 26:3 πέντε δὲ αὐλαι̃αι ἔσονται ἐξ ἀλλήλων ἐχόμεναι ἡ ἑτέρα ἐκ τη̃ς ἑτέρας καὶ πέντε αὐλαι̃αι ἔσονται συνεχόμεναι ἑτέρα τη̨̃ ἑτέρα̨ 26:4 καὶ ποιήσεις αὐται̃ς ἀγκύλας ὑακινθίνας ἐπὶ του̃ χείλους τη̃ς αὐλαίας τη̃ς μια̃ς ἐκ του̃ ἑνὸς μέρους εἰς τὴν συμβολὴν καὶ οὕτως ποιήσεις ἐπὶ του̃ χείλους τη̃ς αὐλαίας τη̃ς ἐξωτέρας πρὸς τη̨̃ συμβολη̨̃ τη̨̃ δευτέρα̨ 26:5 πεντήκοντα ἀγκύλας ποιήσεις τη̨̃ αὐλαία̨ τη̨̃ μια̨̃ καὶ πεντήκοντα ἀγκύλας ποιήσεις ἐκ του̃ μέρους τη̃ς αὐλαίας κατὰ τὴν συμβολὴν τη̃ς δευτέρας ἀντιπρόσωποι ἀντιπίπτουσαι ἀλλήλαις εἰς ἑκάστην 26:6 καὶ ποιήσεις κρίκους πεντήκοντα χρυσου̃ς καὶ συνάψεις τὰς αὐλαίας ἑτέραν τη̨̃ ἑτέρα̨ τοι̃ς κρίκοις καὶ ἔσται ἡ σκηνὴ μία 26:7 καὶ ποιήσεις δέρρεις τριχίνας σκέπην ἐπὶ τη̃ς σκηνη̃ς ἕνδεκα δέρρεις ποιήσεις αὐτάς 26:8 τὸ μη̃κος τη̃ς δέρρεως τη̃ς μια̃ς ἔσται τριάκοντα πήχεων καὶ τεσσάρων πήχεων τὸ εὐ̃ρος τη̃ς δέρρεως τη̃ς μια̃ς μέτρον τὸ αὐτὸ ἔσται ται̃ς ἕνδεκα δέρρεσι 26:9 καὶ συνάψεις τὰς πέντε δέρρεις ἐπὶ τὸ αὐτὸ καὶ τὰς ἓξ δέρρεις ἐπὶ τὸ αὐτό καὶ ἐπιδιπλώσεις τὴν δέρριν τὴν ἕκτην κατὰ πρόσωπον τη̃ς σκηνη̃ς 26:10 καὶ ποιήσεις ἀγκύλας πεντήκοντα ἐπὶ του̃ χείλους τη̃ς δέρρεως τη̃ς μια̃ς τη̃ς ἀνὰ μέσον κατὰ συμβολὴν καὶ πεντήκοντα ἀγκύλας ποιήσεις ἐπὶ του̃ χείλους τη̃ς δέρρεως τη̃ς συναπτούσης τη̃ς δευτέρας 26:11 καὶ ποιήσεις κρίκους χαλκου̃ς πεντήκοντα καὶ συνάψεις τοὺς κρίκους ἐκ τω̃ν ἀγκυλω̃ν καὶ συνάψεις τὰς δέρρεις καὶ ἔσται ἕν 26:12 καὶ ὑποθήσεις τὸ πλεονάζον ἐν ται̃ς δέρρεσιν τη̃ς σκηνη̃ς τὸ ἥμισυ τη̃ς δέρρεως τὸ ὑπολελειμμένον ὑποκαλύψεις τὸ πλεονάζον τω̃ν δέρρεων τη̃ς σκηνη̃ς ὑποκαλύψεις ὀπίσω τη̃ς σκηνη̃ς 26:13 πη̃χυν ἐκ τούτου καὶ πη̃χυν ἐκ τούτου ἐκ του̃ ὑπερέχοντος τω̃ν δέρρεων ἐκ του̃ μήκους τω̃ν δέρρεων τη̃ς σκηνη̃ς ἔσται συγκαλύπτον ἐπὶ τὰ πλάγια τη̃ς σκηνη̃ς ἔνθεν καὶ ἔνθεν ἵνα καλύπτη̨ 26:14 καὶ ποιήσεις κατακάλυμμα τη̨̃ σκηνη̨̃ δέρματα κριω̃ν ἠρυθροδανωμένα καὶ ἐπικαλύμματα δέρματα ὑακίνθινα ἐπάνωθεν 26:15 καὶ ποιήσεις στύλους τη̨̃ σκηνη̨̃ ἐκ ξύλων ἀσήπτων 26:16 δέκα πήχεων ποιήσεις τὸν στυ̃λον τὸν ἕνα καὶ πήχεος ἑνὸς καὶ ἡμίσους τὸ πλάτος του̃ στύλου του̃ ἑνός 26:17 δύο ἀγκωνίσκους τω̨̃ στύλω̨ τω̨̃ ἑνὶ ἀντιπίπτοντας ἕτερον τω̨̃ ἑτέρω̨ οὕτως ποιήσεις πα̃σι τοι̃ς στύλοις τη̃ς σκηνη̃ς 26:18 καὶ ποιήσεις στύλους τη̨̃ σκηνη̨̃ εἴκοσι στύλους ἐκ του̃ κλίτους του̃ πρὸς βορρα̃ν 26:19 καὶ τεσσαράκοντα βάσεις ἀργυρα̃ς ποιήσεις τοι̃ς εἴκοσι στύλοις δύο βάσεις τω̨̃ στύλω̨ τω̨̃ ἑνὶ εἰς ἀμφότερα τὰ μέρη αὐτου̃ καὶ δύο βάσεις τω̨̃ στύλω̨ τω̨̃ ἑνὶ εἰς ἀμφότερα τὰ μέρη αὐτου̃ 26:20 καὶ τὸ κλίτος τὸ δεύτερον τὸ πρὸς νότον εἴκοσι στύλους 26:21 καὶ τεσσαράκοντα βάσεις αὐτω̃ν ἀργυρα̃ς δύο βάσεις τω̨̃ στύλω̨ τω̨̃ ἑνὶ εἰς ἀμφότερα τὰ μέρη αὐτου̃ καὶ δύο βάσεις τω̨̃ στύλω̨ τω̨̃ ἑνὶ εἰς ἀμφότερα τὰ μέρη αὐτου̃ 26:22 καὶ ἐκ τω̃ν ὀπίσω τη̃ς σκηνη̃ς κατὰ τὸ μέρος τὸ πρὸς θάλασσαν ποιήσεις ἓξ στύλους 26:23 καὶ δύο στύλους ποιήσεις ἐπὶ τω̃ν γωνιω̃ν τη̃ς σκηνη̃ς ἐκ τω̃ν ὀπισθίων 26:24 καὶ ἔσται ἐξ ἴσου κάτωθεν κατὰ τὸ αὐτὸ ἔσονται ἴσοι ἐκ τω̃ν κεφαλίδων εἰς σύμβλησιν μίαν οὕτως ποιήσεις ἀμφοτέραις ται̃ς δυσὶν γωνίαις ἔστωσαν 26:25 καὶ ἔσονται ὀκτὼ στυ̃λοι καὶ αἱ βάσεις αὐτω̃ν ἀργυραι̃ δέκα ἕξ δύο βάσεις τω̨̃ στύλω̨ τω̨̃ ἑνὶ εἰς ἀμφότερα τὰ μέρη αὐτου̃ καὶ δύο βάσεις τω̨̃ στύλω̨ τω̨̃ ἑνί 26:26 καὶ ποιήσεις μοχλοὺς ἐκ ξύλων ἀσήπτων πέντε τω̨̃ ἑνὶ στύλω̨ ἐκ του̃ ἑνὸς μέρους τη̃ς σκηνη̃ς 26:27 καὶ πέντε μοχλοὺς τω̨̃ στύλω̨ τω̨̃ κλίτει τη̃ς σκηνη̃ς τω̨̃ δευτέρω̨ καὶ πέντε μοχλοὺς τω̨̃ στύλω̨ τω̨̃ ὀπισθίω̨ τω̨̃ κλίτει τη̃ς σκηνη̃ς τω̨̃ πρὸς θάλασσαν 26:28 καὶ ὁ μοχλὸς ὁ μέσος ἀνὰ μέσον τω̃ν στύλων διικνείσθω ἀπὸ του̃ ἑνὸς κλίτους εἰς τὸ ἕτερον κλίτος 26:29 καὶ τοὺς στύλους καταχρυσώσεις χρυσίω̨ καὶ τοὺς δακτυλίους ποιήσεις χρυσου̃ς εἰς οὓς εἰσάξεις τοὺς μοχλούς καὶ καταχρυσώσεις τοὺς μοχλοὺς χρυσίω̨ 26:30 καὶ ἀναστήσεις τὴν σκηνὴν κατὰ τὸ εἰ̃δος τὸ δεδειγμένον σοι ἐν τω̨̃ ὄρει 26:31 καὶ ποιήσεις καταπέτασμα ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου κεκλωσμένου καὶ βύσσου νενησμένης ἔργον ὑφαντὸν ποιήσεις αὐτὸ χερουβιμ 26:32 καὶ ἐπιθήσεις αὐτὸ ἐπὶ τεσσάρων στύλων ἀσήπτων κεχρυσωμένων χρυσίω̨ καὶ αἱ κεφαλίδες αὐτω̃ν χρυσαι̃ καὶ αἱ βάσεις αὐτω̃ν τέσσαρες ἀργυραι̃ 26:33 καὶ θήσεις τὸ καταπέτασμα ἐπὶ τοὺς στύλους καὶ εἰσοίσεις ἐκει̃ ἐσώτερον του̃ καταπετάσματος τὴν κιβωτὸν του̃ μαρτυρίου καὶ διοριει̃ τὸ καταπέτασμα ὑμι̃ν ἀνὰ μέσον του̃ ἁγίου καὶ ἀνὰ μέσον του̃ ἁγίου τω̃ν ἁγίων 26:34 καὶ κατακαλύψεις τω̨̃ καταπετάσματι τὴν κιβωτὸν του̃ μαρτυρίου ἐν τω̨̃ ἁγίω̨ τω̃ν ἁγίων 26:35 καὶ θήσεις τὴν τράπεζαν ἔξωθεν του̃ καταπετάσματος καὶ τὴν λυχνίαν ἀπέναντι τη̃ς τραπέζης ἐπὶ μέρους τη̃ς σκηνη̃ς τὸ πρὸς νότον καὶ τὴν τράπεζαν θήσεις ἐπὶ μέρους τη̃ς σκηνη̃ς τὸ πρὸς βορρα̃ν 26:36 καὶ ποιήσεις ἐπίσπαστρον ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου κεκλωσμένου καὶ βύσσου κεκλωσμένης ἔργον ποικιλτου̃ 26:37 καὶ ποιήσεις τω̨̃ καταπετάσματι πέντε στύλους καὶ χρυσώσεις αὐτοὺς χρυσίω̨ καὶ αἱ κεφαλίδες αὐτω̃ν χρυσαι̃ καὶ χωνεύσεις αὐτοι̃ς πέντε βάσεις χαλκα̃ς 27:1 καὶ ποιήσεις θυσιαστήριον ἐκ ξύλων ἀσήπτων πέντε πήχεων τὸ μη̃κος καὶ πέντε πήχεων τὸ εὐ̃ρος τετράγωνον ἔσται τὸ θυσιαστήριον καὶ τριω̃ν πήχεων τὸ ὕψος αὐτου̃ 27:2 καὶ ποιήσεις τὰ κέρατα ἐπὶ τω̃ν τεσσάρων γωνιω̃ν ἐξ αὐτου̃ ἔσται τὰ κέρατα καὶ καλύψεις αὐτὰ χαλκω̨̃ 27:3 καὶ ποιήσεις στεφάνην τω̨̃ θυσιαστηρίω̨ καὶ τὸν καλυπτη̃ρα αὐτου̃ καὶ τὰς φιάλας αὐτου̃ καὶ τὰς κρεάγρας αὐτου̃ καὶ τὸ πυρει̃ον αὐτου̃ καὶ πάντα τὰ σκεύη αὐτου̃ ποιήσεις χαλκα̃ 27:4 καὶ ποιήσεις αὐτω̨̃ ἐσχάραν ἔργω̨ δικτυωτω̨̃ χαλκη̃ν καὶ ποιήσεις τη̨̃ ἐσχάρα̨ τέσσαρας δακτυλίους χαλκου̃ς ἐπὶ τὰ τέσσαρα κλίτη 27:5 καὶ ὑποθήσεις αὐτοὺς ὑπὸ τὴν ἐσχάραν του̃ θυσιαστηρίου κάτωθεν ἔσται δὲ ἡ ἐσχάρα ἕως του̃ ἡμίσους του̃ θυσιαστηρίου 27:6 καὶ ποιήσεις τω̨̃ θυσιαστηρίω̨ φορει̃ς ἐκ ξύλων ἀσήπτων καὶ περιχαλκώσεις αὐτοὺς χαλκω̨̃ 27:7 καὶ εἰσάξεις τοὺς φορει̃ς εἰς τοὺς δακτυλίους καὶ ἔστωσαν οἱ φορει̃ς κατὰ τὰ πλευρὰ του̃ θυσιαστηρίου ἐν τω̨̃ αἴρειν αὐτό 27:8 κοι̃λον σανιδωτὸν ποιήσεις αὐτό κατὰ τὸ παραδειχθέν σοι ἐν τω̨̃ ὄρει οὕτως ποιήσεις αὐτό 27:9 καὶ ποιήσεις αὐλὴν τη̨̃ σκηνη̨̃ εἰς τὸ κλίτος τὸ πρὸς λίβα ἱστία τη̃ς αὐλη̃ς ἐκ βύσσου κεκλωσμένης μη̃κος ἑκατὸν πηχω̃ν τω̨̃ ἑνὶ κλίτει 27:10 καὶ οἱ στυ̃λοι αὐτω̃ν εἴκοσι καὶ αἱ βάσεις αὐτω̃ν εἴκοσι χαλκαι̃ καὶ οἱ κρίκοι αὐτω̃ν καὶ αἱ ψαλίδες αὐτω̃ν ἀργυραι̃ 27:11 οὕτως τω̨̃ κλίτει τω̨̃ πρὸς ἀπηλιώτην ἱστία ἑκατὸν πηχω̃ν μη̃κος καὶ οἱ στυ̃λοι αὐτω̃ν εἴκοσι καὶ αἱ βάσεις αὐτω̃ν εἴκοσι χαλκαι̃ καὶ οἱ κρίκοι καὶ αἱ ψαλίδες τω̃ν στύλων καὶ αἱ βάσεις αὐτω̃ν περιηργυρωμέναι ἀργύρω̨ 27:12 τὸ δὲ εὐ̃ρος τη̃ς αὐλη̃ς τὸ κατὰ θάλασσαν ἱστία πεντήκοντα πηχω̃ν στυ̃λοι αὐτω̃ν δέκα καὶ αἱ βάσεις αὐτω̃ν δέκα 27:13 καὶ εὐ̃ρος τη̃ς αὐλη̃ς τὸ πρὸς νότον ἱστία πεντήκοντα πήχεων στυ̃λοι αὐτω̃ν δέκα καὶ αἱ βάσεις αὐτω̃ν δέκα 27:14 καὶ πεντεκαίδεκα πήχεων τὸ ὕψος τω̃ν ἱστίων τω̨̃ κλίτει τω̨̃ ἑνί στυ̃λοι αὐτω̃ν τρει̃ς καὶ αἱ βάσεις αὐτω̃ν τρει̃ς 27:15 καὶ τὸ κλίτος τὸ δεύτερον δέκα πέντε πηχω̃ν τω̃ν ἱστίων τὸ ὕψος στυ̃λοι αὐτω̃ν τρει̃ς καὶ αἱ βάσεις αὐτω̃ν τρει̃ς 27:16 καὶ τη̨̃ πύλη̨ τη̃ς αὐλη̃ς κάλυμμα εἴκοσι πηχω̃ν τὸ ὕψος ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου κεκλωσμένου καὶ βύσσου κεκλωσμένης τη̨̃ ποικιλία̨ του̃ ῥαφιδευτου̃ στυ̃λοι αὐτω̃ν τέσσαρες καὶ αἱ βάσεις αὐτω̃ν τέσσαρες 27:17 πάντες οἱ στυ̃λοι τη̃ς αὐλη̃ς κύκλω̨ κατηργυρωμένοι ἀργυρίω̨ καὶ αἱ κεφαλίδες αὐτω̃ν ἀργυραι̃ καὶ αἱ βάσεις αὐτω̃ν χαλκαι̃ 27:18 τὸ δὲ μη̃κος τη̃ς αὐλη̃ς ἑκατὸν ἐφ' ἑκατόν καὶ εὐ̃ρος πεντήκοντα ἐπὶ πεντήκοντα καὶ ὕψος πέντε πηχω̃ν ἐκ βύσσου κεκλωσμένης καὶ αἱ βάσεις αὐτω̃ν χαλκαι̃ 27:19 καὶ πα̃σα ἡ κατασκευὴ καὶ πάντα τὰ ἐργαλει̃α καὶ οἱ πάσσαλοι τη̃ς αὐλη̃ς χαλκοι̃ 27:20 καὶ σὺ σύνταξον τοι̃ς υἱοι̃ς Ισραηλ καὶ λαβέτωσάν σοι ἔλαιον ἐξ ἐλαίων ἄτρυγον καθαρὸν κεκομμένον εἰς φω̃ς καυ̃σαι ἵνα κάηται λύχνος διὰ παντός 27:21 ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου ἔξωθεν του̃ καταπετάσματος του̃ ἐπὶ τη̃ς διαθήκης καύσει αὐτὸ Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ ἀφ' ἑσπέρας ἕως πρωὶ ἐναντίον κυρίου νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμω̃ν παρὰ τω̃ν υἱω̃ν Ισραηλ 28:1 καὶ σὺ προσαγάγου πρὸς σεαυτὸν τόν τε Ααρων τὸν ἀδελφόν σου καὶ τοὺς υἱοὺς αὐτου̃ ἐκ τω̃ν υἱω̃ν Ισραηλ ἱερατεύειν μοι Ααρων καὶ Ναδαβ καὶ Αβιουδ καὶ Ελεαζαρ καὶ Ιθαμαρ υἱοὺς Ααρων 28:2 καὶ ποιήσεις στολὴν ἁγίαν Ααρων τω̨̃ ἀδελφω̨̃ σου εἰς τιμὴν καὶ δόξαν 28:3 καὶ σὺ λάλησον πα̃σι τοι̃ς σοφοι̃ς τη̨̃ διανοία̨ οὓς ἐνέπλησα πνεύματος αἰσθήσεως καὶ ποιήσουσιν τὴν στολὴν τὴν ἁγίαν Ααρων εἰς τὸ ἅγιον ἐν ἡ̨̃ ἱερατεύσει μοι 28:4 καὶ αὑ̃ται αἱ στολαί ἃς ποιήσουσιν τὸ περιστήθιον καὶ τὴν ἐπωμίδα καὶ τὸν ποδήρη καὶ χιτω̃να κοσυμβωτὸν καὶ κίδαριν καὶ ζώνην καὶ ποιήσουσιν στολὰς ἁγίας Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ εἰς τὸ ἱερατεύειν μοι 28:5 καὶ αὐτοὶ λήμψονται τὸ χρυσίον καὶ τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον καὶ τὴν βύσσον 28:6 καὶ ποιήσουσιν τὴν ἐπωμίδα ἐκ βύσσου κεκλωσμένης ἔργον ὑφαντὸν ποικιλτου̃ 28:7 δύο ἐπωμίδες συνέχουσαι ἔσονται αὐτω̨̃ ἑτέρα τὴν ἑτέραν ἐπὶ τοι̃ς δυσὶ μέρεσιν ἐξηρτημέναι 28:8 καὶ τὸ ὕφασμα τω̃ν ἐπωμίδων ὅ ἐστιν ἐπ' αὐτω̨̃ κατὰ τὴν ποίησιν ἐξ αὐτου̃ ἔσται ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμένης 28:9 καὶ λήμψη̨ τοὺς δύο λίθους λίθους σμαράγδου καὶ γλύψεις ἐν αὐτοι̃ς τὰ ὀνόματα τω̃ν υἱω̃ν Ισραηλ 28:10 ἓξ ὀνόματα ἐπὶ τὸν λίθον τὸν ἕνα καὶ τὰ ἓξ ὀνόματα τὰ λοιπὰ ἐπὶ τὸν λίθον τὸν δεύτερον κατὰ τὰς γενέσεις αὐτω̃ν 28:11 ἔργον λιθουργικη̃ς τέχνης γλύμμα σφραγι̃δος διαγλύψεις τοὺς δύο λίθους ἐπὶ τοι̃ς ὀνόμασιν τω̃ν υἱω̃ν Ισραηλ 28:12 καὶ θήσεις τοὺς δύο λίθους ἐπὶ τω̃ν ὤμων τη̃ς ἐπωμίδος λίθοι μνημοσύνου εἰσὶν τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἀναλήμψεται Ααρων τὰ ὀνόματα τω̃ν υἱω̃ν Ισραηλ ἔναντι κυρίου ἐπὶ τω̃ν δύο ὤμων αὐτου̃ μνημόσυνον περὶ αὐτω̃ν 28:13 καὶ ποιήσεις ἀσπιδίσκας ἐκ χρυσίου καθαρου̃ 28:14 καὶ ποιήσεις δύο κροσσωτὰ ἐκ χρυσίου καθαρου̃ καταμεμιγμένα ἐν ἄνθεσιν ἔργον πλοκη̃ς καὶ ἐπιθήσεις τὰ κροσσωτὰ τὰ πεπλεγμένα ἐπὶ τὰς ἀσπιδίσκας κατὰ τὰς παρωμίδας αὐτω̃ν ἐκ τω̃ν ἐμπροσθίων 28:15 καὶ ποιήσεις λογει̃ον τω̃ν κρίσεων ἔργον ποικιλτου̃ κατὰ τὸν ῥυθμὸν τη̃ς ἐπωμίδος ποιήσεις αὐτό ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου κεκλωσμένου καὶ βύσσου κεκλωσμένης ποιήσεις αὐτό 28:16 τετράγωνον ἔσται διπλου̃ν σπιθαμη̃ς τὸ μη̃κος καὶ σπιθαμη̃ς τὸ εὐ̃ρος 28:17 καὶ καθυφανει̃ς ἐν αὐτω̨̃ ὕφασμα κατάλιθον τετράστιχον στίχος λίθων ἔσται σάρδιον τοπάζιον καὶ σμάραγδος ὁ στίχος ὁ εἱ̃ς 28:18 καὶ ὁ στίχος ὁ δεύτερος ἄνθραξ καὶ σάπφειρος καὶ ἴασπις 28:19 καὶ ὁ στίχος ὁ τρίτος λιγύριον ἀχάτης καὶ ἀμέθυστος 28:20 καὶ ὁ στίχος ὁ τέταρτος χρυσόλιθος καὶ βηρύλλιον καὶ ὀνύχιον περικεκαλυμμένα χρυσίω̨ συνδεδεμένα ἐν χρυσίω̨ ἔστωσαν κατὰ στίχον αὐτω̃ν 28:21 καὶ οἱ λίθοι ἔστωσαν ἐκ τω̃ν ὀνομάτων τω̃ν υἱω̃ν Ισραηλ δέκα δύο κατὰ τὰ ὀνόματα αὐτω̃ν γλυφαὶ σφραγίδων ἕκαστος κατὰ τὸ ὄνομα ἔστωσαν εἰς δέκα δύο φυλάς 28:22 καὶ ποιήσεις ἐπὶ τὸ λογει̃ον κροσσοὺς συμπεπλεγμένους ἔργον ἁλυσιδωτὸν ἐκ χρυσίου καθαρου̃ 28:29 καὶ λήμψεται Ααρων τὰ ὀνόματα τω̃ν υἱω̃ν Ισραηλ ἐπὶ του̃ λογείου τη̃ς κρίσεως ἐπὶ του̃ στήθους εἰσιόντι εἰς τὸ ἅγιον μνημόσυνον ἔναντι του̃ θεου̃ 28:29a καὶ θήσεις ἐπὶ τὸ λογει̃ον τη̃ς κρίσεως τοὺς κροσσούς τὰ ἁλυσιδωτὰ ἐπ' ἀμφοτέρων τω̃ν κλιτω̃ν του̃ λογείου ἐπιθήσεις καὶ τὰς δύο ἀσπιδίσκας ἐπιθήσεις ἐπ' ἀμφοτέρους τοὺς ὤμους τη̃ς ἐπωμίδος κατὰ πρόσωπον 28:30 καὶ ἐπιθήσεις ἐπὶ τὸ λογει̃ον τη̃ς κρίσεως τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν καὶ ἔσται ἐπὶ του̃ στήθους Ααρων ὅταν εἰσπορεύηται εἰς τὸ ἅγιον ἐναντίον κυρίου καὶ οἴσει Ααρων τὰς κρίσεις τω̃ν υἱω̃ν Ισραηλ ἐπὶ του̃ στήθους ἐναντίον κυρίου διὰ παντός 28:31 καὶ ποιήσεις ὑποδύτην ποδήρη ὅλον ὑακίνθινον 28:32 καὶ ἔσται τὸ περιστόμιον ἐξ αὐτου̃ μέσον ὤ̨αν ἔχον κύκλω̨ του̃ περιστομίου ἔργον ὑφάντου τὴν συμβολὴν συνυφασμένην ἐξ αὐτου̃ ἵνα μὴ ῥαγη̨̃ 28:33 καὶ ποιήσεις ἐπὶ τὸ λω̃μα του̃ ὑποδύτου κάτωθεν ὡσεὶ ἐξανθούσης ῥόας ῥοίσκους ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμένης ἐπὶ του̃ λώματος του̃ ὑποδύτου κύκλω̨ τὸ αὐτὸ δὲ εἰ̃δος ῥοίσκους χρυσου̃ς καὶ κώδωνας ἀνὰ μέσον τούτων περικύκλω̨ 28:34 παρὰ ῥοίσκον χρυσου̃ν κώδωνα καὶ ἄνθινον ἐπὶ του̃ λώματος του̃ ὑποδύτου κύκλω̨ 28:35 καὶ ἔσται Ααρων ἐν τω̨̃ λειτουργει̃ν ἀκουστὴ ἡ φωνὴ αὐτου̃ εἰσιόντι εἰς τὸ ἅγιον ἐναντίον κυρίου καὶ ἐξιόντι ἵνα μὴ ἀποθάνη̨ 28:36 καὶ ποιήσεις πέταλον χρυσου̃ν καθαρὸν καὶ ἐκτυπώσεις ἐν αὐτω̨̃ ἐκτύπωμα σφραγι̃δος ἁγίασμα κυρίου 28:37 καὶ ἐπιθήσεις αὐτὸ ἐπὶ ὑακίνθου κεκλωσμένης καὶ ἔσται ἐπὶ τη̃ς μίτρας κατὰ πρόσωπον τη̃ς μίτρας ἔσται 28:38 καὶ ἔσται ἐπὶ του̃ μετώπου Ααρων καὶ ἐξαρει̃ Ααρων τὰ ἁμαρτήματα τω̃ν ἁγίων ὅσα ἂν ἁγιάσωσιν οἱ υἱοὶ Ισραηλ παντὸς δόματος τω̃ν ἁγίων αὐτω̃ν καὶ ἔσται ἐπὶ του̃ μετώπου Ααρων διὰ παντός δεκτὸν αὐτοι̃ς ἔναντι κυρίου 28:39 καὶ οἱ κόσυμβοι τω̃ν χιτώνων ἐκ βύσσου καὶ ποιήσεις κίδαριν βυσσίνην καὶ ζώνην ποιήσεις ἔργον ποικιλτου̃ 28:40 καὶ τοι̃ς υἱοι̃ς Ααρων ποιήσεις χιτω̃νας καὶ ζώνας καὶ κιδάρεις ποιήσεις αὐτοι̃ς εἰς τιμὴν καὶ δόξαν 28:41 καὶ ἐνδύσεις αὐτὰ Ααρων τὸν ἀδελφόν σου καὶ τοὺς υἱοὺς αὐτου̃ μετ' αὐτου̃ καὶ χρίσεις αὐτοὺς καὶ ἐμπλήσεις αὐτω̃ν τὰς χει̃ρας καὶ ἁγιάσεις αὐτούς ἵνα ἱερατεύωσίν μοι 28:42 καὶ ποιήσεις αὐτοι̃ς περισκελη̃ λινα̃ καλύψαι ἀσχημοσύνην χρωτὸς αὐτω̃ν ἀπὸ ὀσφύος ἕως μηρω̃ν ἔσται 28:43 καὶ ἕξει Ααρων αὐτὰ καὶ οἱ υἱοὶ αὐτου̃ ὡς ἂν εἰσπορεύωνται εἰς τὴν σκηνὴν του̃ μαρτυρίου ἢ ὅταν προσπορεύωνται λειτουργει̃ν πρὸς τὸ θυσιαστήριον του̃ ἁγίου καὶ οὐκ ἐπάξονται πρὸς ἑαυτοὺς ἁμαρτίαν ἵνα μὴ ἀποθάνωσιν νόμιμον αἰώνιον αὐτω̨̃ καὶ τω̨̃ σπέρματι αὐτου̃ μετ' αὐτόν 29:1 καὶ ταυ̃τά ἐστιν ἃ ποιήσεις αὐτοι̃ς ἁγιάσαι αὐτοὺς ὥστε ἱερατεύειν μοι αὐτούς λήμψη̨ μοσχάριον ἐκ βοω̃ν ἓν καὶ κριοὺς δύο ἀμώμους 29:2 καὶ ἄρτους ἀζύμους πεφυραμένους ἐν ἐλαίω̨ καὶ λάγανα ἄζυμα κεχρισμένα ἐν ἐλαίω̨ σεμίδαλιν ἐκ πυρω̃ν ποιήσεις αὐτά 29:3 καὶ ἐπιθήσεις αὐτὰ ἐπὶ κανου̃ν ἓν καὶ προσοίσεις αὐτὰ ἐπὶ τω̨̃ κανω̨̃ καὶ τὸ μοσχάριον καὶ τοὺς δύο κριούς 29:4 καὶ Ααρων καὶ τοὺς υἱοὺς αὐτου̃ προσάξεις ἐπὶ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ λούσεις αὐτοὺς ἐν ὕδατι 29:5 καὶ λαβὼν τὰς στολὰς ἐνδύσεις Ααρων τὸν ἀδελφόν σου καὶ τὸν χιτω̃να τὸν ποδήρη καὶ τὴν ἐπωμίδα καὶ τὸ λογει̃ον καὶ συνάψεις αὐτω̨̃ τὸ λογει̃ον πρὸς τὴν ἐπωμίδα 29:6 καὶ ἐπιθήσεις τὴν μίτραν ἐπὶ τὴν κεφαλὴν αὐτου̃ καὶ ἐπιθήσεις τὸ πέταλον τὸ ἁγίασμα ἐπὶ τὴν μίτραν 29:7 καὶ λήμψη̨ του̃ ἐλαίου του̃ χρίσματος καὶ ἐπιχεει̃ς αὐτὸ ἐπὶ τὴν κεφαλὴν αὐτου̃ καὶ χρίσεις αὐτόν 29:8 καὶ τοὺς υἱοὺς αὐτου̃ προσάξεις καὶ ἐνδύσεις αὐτοὺς χιτω̃νας 29:9 καὶ ζώσεις αὐτοὺς ται̃ς ζώναις καὶ περιθήσεις αὐτοι̃ς τὰς κιδάρεις καὶ ἔσται αὐτοι̃ς ἱερατεία ἐμοὶ εἰς τὸν αἰω̃να καὶ τελειώσεις τὰς χει̃ρας Ααρων καὶ τὰς χει̃ρας τω̃ν υἱω̃ν αὐτου̃ 29:10 καὶ προσάξεις τὸν μόσχον ἐπὶ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ ἐπιθήσουσιν Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ τὰς χει̃ρας αὐτω̃ν ἐπὶ τὴν κεφαλὴν του̃ μόσχου ἔναντι κυρίου παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου 29:11 καὶ σφάξεις τὸν μόσχον ἔναντι κυρίου παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου 29:12 καὶ λήμψη̨ ἀπὸ του̃ αἵματος του̃ μόσχου καὶ θήσεις ἐπὶ τω̃ν κεράτων του̃ θυσιαστηρίου τω̨̃ δακτύλω̨ σου τὸ δὲ λοιπὸν πα̃ν αἱ̃μα ἐκχεει̃ς παρὰ τὴν βάσιν του̃ θυσιαστηρίου 29:13 καὶ λήμψη̨ πα̃ν τὸ στέαρ τὸ ἐπὶ τη̃ς κοιλίας καὶ τὸν λοβὸν του̃ ἥπατος καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ' αὐτω̃ν καὶ ἐπιθήσεις ἐπὶ τὸ θυσιαστήριον 29:14 τὰ δὲ κρέα του̃ μόσχου καὶ τὸ δέρμα καὶ τὴν κόπρον κατακαύσεις πυρὶ ἔξω τη̃ς παρεμβολη̃ς ἁμαρτίας γάρ ἐστιν 29:15 καὶ τὸν κριὸν λήμψη̨ τὸν ἕνα καὶ ἐπιθήσουσιν Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ τὰς χει̃ρας αὐτω̃ν ἐπὶ τὴν κεφαλὴν του̃ κριου̃ 29:16 καὶ σφάξεις αὐτὸν καὶ λαβὼν τὸ αἱ̃μα προσχεει̃ς πρὸς τὸ θυσιαστήριον κύκλω̨ 29:17 καὶ τὸν κριὸν διχοτομήσεις κατὰ μέλη καὶ πλυνει̃ς τὰ ἐνδόσθια καὶ τοὺς πόδας ὕδατι καὶ ἐπιθήσεις ἐπὶ τὰ διχοτομήματα σὺν τη̨̃ κεφαλη̨̃ 29:18 καὶ ἀνοίσεις ὅλον τὸν κριὸν ἐπὶ τὸ θυσιαστήριον ὁλοκαύτωμα κυρίω̨ εἰς ὀσμὴν εὐωδίας θυσίασμα κυρίω̨ ἐστίν 29:19 καὶ λήμψη̨ τὸν κριὸν τὸν δεύτερον καὶ ἐπιθήσει Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ τὰς χει̃ρας αὐτω̃ν ἐπὶ τὴν κεφαλὴν του̃ κριου̃ 29:20 καὶ σφάξεις αὐτὸν καὶ λήμψη̨ του̃ αἵματος αὐτου̃ καὶ ἐπιθήσεις ἐπὶ τὸν λοβὸν του̃ ὠτὸς Ααρων του̃ δεξιου̃ καὶ ἐπὶ τὸ ἄκρον τη̃ς χειρὸς τη̃ς δεξια̃ς καὶ ἐπὶ τὸ ἄκρον του̃ ποδὸς του̃ δεξιου̃ καὶ ἐπὶ τοὺς λοβοὺς τω̃ν ὤτων τω̃ν υἱω̃ν αὐτου̃ τω̃ν δεξιω̃ν καὶ ἐπὶ τὰ ἄκρα τω̃ν χειρω̃ν αὐτω̃ν τω̃ν δεξιω̃ν καὶ ἐπὶ τὰ ἄκρα τω̃ν ποδω̃ν αὐτω̃ν τω̃ν δεξιω̃ν 29:21 καὶ λήμψη̨ ἀπὸ του̃ αἵματος του̃ ἀπὸ του̃ θυσιαστηρίου καὶ ἀπὸ του̃ ἐλαίου τη̃ς χρίσεως καὶ ῥανει̃ς ἐπὶ Ααρων καὶ ἐπὶ τὴν στολὴν αὐτου̃ καὶ ἐπὶ τοὺς υἱοὺς αὐτου̃ καὶ ἐπὶ τὰς στολὰς τω̃ν υἱω̃ν αὐτου̃ μετ' αὐτου̃ καὶ ἁγιασθήσεται αὐτὸς καὶ ἡ στολὴ αὐτου̃ καὶ οἱ υἱοὶ αὐτου̃ καὶ αἱ στολαὶ τω̃ν υἱω̃ν αὐτου̃ μετ' αὐτου̃ τὸ δὲ αἱ̃μα του̃ κριου̃ προσχεει̃ς πρὸς τὸ θυσιαστήριον κύκλω̨ 29:22 καὶ λήμψη̨ ἀπὸ του̃ κριου̃ τὸ στέαρ αὐτου̃ καὶ τὸ στέαρ τὸ κατακαλύπτον τὴν κοιλίαν καὶ τὸν λοβὸν του̃ ἥπατος καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ' αὐτω̃ν καὶ τὸν βραχίονα τὸν δεξιόν ἔστιν γὰρ τελείωσις αὕτη 29:23 καὶ ἄρτον ἕνα ἐξ ἐλαίου καὶ λάγανον ἓν ἀπὸ του̃ κανου̃ τω̃ν ἀζύμων τω̃ν προτεθειμένων ἔναντι κυρίου 29:24 καὶ ἐπιθήσεις τὰ πάντα ἐπὶ τὰς χει̃ρας Ααρων καὶ ἐπὶ τὰς χει̃ρας τω̃ν υἱω̃ν αὐτου̃ καὶ ἀφοριει̃ς αὐτοὺς ἀφόρισμα ἔναντι κυρίου 29:25 καὶ λήμψη̨ αὐτὰ ἐκ τω̃ν χειρω̃ν αὐτω̃ν καὶ ἀνοίσεις ἐπὶ τὸ θυσιαστήριον τη̃ς ὁλοκαυτώσεως εἰς ὀσμὴν εὐωδίας ἔναντι κυρίου κάρπωμά ἐστιν κυρίω̨ 29:26 καὶ λήμψη̨ τὸ στηθύνιον ἀπὸ του̃ κριου̃ τη̃ς τελειώσεως ὅ ἐστιν Ααρων καὶ ἀφοριει̃ς αὐτὸ ἀφόρισμα ἔναντι κυρίου καὶ ἔσται σοι ἐν μερίδι 29:27 καὶ ἁγιάσεις τὸ στηθύνιον ἀφόρισμα καὶ τὸν βραχίονα του̃ ἀφαιρέματος ὃς ἀφώρισται καὶ ὃς ἀφή̨ρηται ἀπὸ του̃ κριου̃ τη̃ς τελειώσεως ἀπὸ του̃ Ααρων καὶ ἀπὸ τω̃ν υἱω̃ν αὐτου̃ 29:28 καὶ ἔσται Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ νόμιμον αἰώνιον παρὰ τω̃ν υἱω̃ν Ισραηλ ἔστιν γὰρ ἀφαίρεμα του̃το καὶ ἀφαίρεμα ἔσται παρὰ τω̃ν υἱω̃ν Ισραηλ ἀπὸ τω̃ν θυμάτων τω̃ν σωτηρίων τω̃ν υἱω̃ν Ισραηλ ἀφαίρεμα κυρίω̨ 29:29 καὶ ἡ στολὴ του̃ ἁγίου ἥ ἐστιν Ααρων ἔσται τοι̃ς υἱοι̃ς αὐτου̃ μετ' αὐτόν χρισθη̃ναι αὐτοὺς ἐν αὐτοι̃ς καὶ τελειω̃σαι τὰς χει̃ρας αὐτω̃ν 29:30 ἑπτὰ ἡμέρας ἐνδύσεται αὐτὰ ὁ ἱερεὺς ὁ ἀντ' αὐτου̃ τω̃ν υἱω̃ν αὐτου̃ ὃς εἰσελεύσεται εἰς τὴν σκηνὴν του̃ μαρτυρίου λειτουργει̃ν ἐν τοι̃ς ἁγίοις 29:31 καὶ τὸν κριὸν τη̃ς τελειώσεως λήμψη̨ καὶ ἑψήσεις τὰ κρέα ἐν τόπω̨ ἁγίω̨ 29:32 καὶ ἔδονται Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ τὰ κρέα του̃ κριου̃ καὶ τοὺς ἄρτους τοὺς ἐν τω̨̃ κανω̨̃ παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου 29:33 ἔδονται αὐτά ἐν οἱ̃ς ἡγιάσθησαν ἐν αὐτοι̃ς τελειω̃σαι τὰς χει̃ρας αὐτω̃ν ἁγιάσαι αὐτούς καὶ ἀλλογενὴς οὐκ ἔδεται ἀπ' αὐτω̃ν ἔστιν γὰρ ἅγια 29:34 ἐὰν δὲ καταλειφθη̨̃ ἀπὸ τω̃ν κρεω̃ν τη̃ς θυσίας τη̃ς τελειώσεως καὶ τω̃ν ἄρτων ἕως πρωί κατακαύσεις τὰ λοιπὰ πυρί οὐ βρωθήσεται ἁγίασμα γάρ ἐστιν 29:35 καὶ ποιήσεις Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ οὕτως κατὰ πάντα ὅσα ἐνετειλάμην σοι ἑπτὰ ἡμέρας τελειώσεις αὐτω̃ν τὰς χει̃ρας 29:36 καὶ τὸ μοσχάριον τη̃ς ἁμαρτίας ποιήσεις τη̨̃ ἡμέρα̨ του̃ καθαρισμου̃ καὶ καθαριει̃ς τὸ θυσιαστήριον ἐν τω̨̃ ἁγιάζειν σε ἐπ' αὐτω̨̃ καὶ χρίσεις αὐτὸ ὥστε ἁγιάσαι αὐτό 29:37 ἑπτὰ ἡμέρας καθαριει̃ς τὸ θυσιαστήριον καὶ ἁγιάσεις αὐτό καὶ ἔσται τὸ θυσιαστήριον ἅγιον του̃ ἁγίου πα̃ς ὁ ἁπτόμενος του̃ θυσιαστηρίου ἁγιασθήσεται 29:38 καὶ ταυ̃τά ἐστιν ἃ ποιήσεις ἐπὶ του̃ θυσιαστηρίου ἀμνοὺς ἐνιαυσίους ἀμώμους δύο τὴν ἡμέραν ἐπὶ τὸ θυσιαστήριον ἐνδελεχω̃ς κάρπωμα ἐνδελεχισμου̃ 29:39 τὸν ἀμνὸν τὸν ἕνα ποιήσεις τὸ πρωὶ καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ δειλινόν 29:40 καὶ δέκατον σεμιδάλεως πεφυραμένης ἐν ἐλαίω̨ κεκομμένω̨ τω̨̃ τετάρτω̨ του̃ ιν καὶ σπονδὴν τὸ τέταρτον του̃ ιν οἴνου τω̨̃ ἀμνω̨̃ τω̨̃ ἑνί 29:41 καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ δειλινόν κατὰ τὴν θυσίαν τὴν πρωινὴν καὶ κατὰ τὴν σπονδὴν αὐτου̃ ποιήσεις εἰς ὀσμὴν εὐωδίας κάρπωμα κυρίω̨ 29:42 θυσίαν ἐνδελεχισμου̃ εἰς γενεὰς ὑμω̃ν ἐπὶ θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου ἔναντι κυρίου ἐν οἱ̃ς γνωσθήσομαί σοι ἐκει̃θεν ὥστε λαλη̃σαί σοι 29:43 καὶ τάξομαι ἐκει̃ τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἁγιασθήσομαι ἐν δόξη̨ μου 29:44 καὶ ἁγιάσω τὴν σκηνὴν του̃ μαρτυρίου καὶ τὸ θυσιαστήριον καὶ Ααρων καὶ τοὺς υἱοὺς αὐτου̃ ἁγιάσω ἱερατεύειν μοι 29:45 καὶ ἐπικληθήσομαι ἐν τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἔσομαι αὐτω̃ν θεός 29:46 καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς αὐτω̃ν ὁ ἐξαγαγὼν αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου ἐπικληθη̃ναι αὐτοι̃ς καὶ θεὸς εἰ̃ναι αὐτω̃ν 30:1 καὶ ποιήσεις θυσιαστήριον θυμιάματος ἐκ ξύλων ἀσήπτων καὶ ποιήσεις αὐτὸ 30:2 πήχεος τὸ μη̃κος καὶ πήχεος τὸ εὐ̃ρος τετράγωνον ἔσται καὶ δύο πήχεων τὸ ὕψος ἐξ αὐτου̃ ἔσται τὰ κέρατα αὐτου̃ 30:3 καὶ καταχρυσώσεις αὐτὰ χρυσίω̨ καθαρω̨̃ τὴν ἐσχάραν αὐτου̃ καὶ τοὺς τοίχους αὐτου̃ κύκλω̨ καὶ τὰ κέρατα αὐτου̃ καὶ ποιήσεις αὐτω̨̃ στρεπτὴν στεφάνην χρυση̃ν κύκλω̨ 30:4 καὶ δύο δακτυλίους χρυσου̃ς καθαροὺς ποιήσεις ὑπὸ τὴν στρεπτὴν στεφάνην αὐτου̃ εἰς τὰ δύο κλίτη ποιήσεις ἐν τοι̃ς δυσὶ πλευροι̃ς καὶ ἔσονται ψαλίδες ται̃ς σκυτάλαις ὥστε αἴρειν αὐτὸ ἐν αὐται̃ς 30:5 καὶ ποιήσεις σκυτάλας ἐκ ξύλων ἀσήπτων καὶ καταχρυσώσεις αὐτὰς χρυσίω̨ 30:6 καὶ θήσεις αὐτὸ ἀπέναντι του̃ καταπετάσματος του̃ ὄντος ἐπὶ τη̃ς κιβωτου̃ τω̃ν μαρτυρίων ἐν οἱ̃ς γνωσθήσομαί σοι ἐκει̃θεν 30:7 καὶ θυμιάσει ἐπ' αὐτου̃ Ααρων θυμίαμα σύνθετον λεπτόν τὸ πρωὶ πρωί ὅταν ἐπισκευάζη̨ τοὺς λύχνους θυμιάσει ἐπ' αὐτου̃ 30:8 καὶ ὅταν ἐξάπτη̨ Ααρων τοὺς λύχνους ὀψέ θυμιάσει ἐπ' αὐτου̃ θυμίαμα ἐνδελεχισμου̃ διὰ παντὸς ἔναντι κυρίου εἰς γενεὰς αὐτω̃ν 30:9 καὶ οὐκ ἀνοίσεις ἐπ' αὐτου̃ θυμίαμα ἕτερον κάρπωμα θυσίαν καὶ σπονδὴν οὐ σπείσεις ἐπ' αὐτου̃ 30:10 καὶ ἐξιλάσεται ἐπ' αὐτὸ Ααρων ἐπὶ τω̃ν κεράτων αὐτου̃ ἅπαξ του̃ ἐνιαυτου̃ ἀπὸ του̃ αἵματος του̃ καθαρισμου̃ τω̃ν ἁμαρτιω̃ν του̃ ἐξιλασμου̃ ἅπαξ του̃ ἐνιαυτου̃ καθαριει̃ αὐτὸ εἰς τὰς γενεὰς αὐτω̃ν ἅγιον τω̃ν ἁγίων ἐστὶν κυρίω̨ 30:11 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων 30:12 ἐὰν λάβη̨ς τὸν συλλογισμὸν τω̃ν υἱω̃ν Ισραηλ ἐν τη̨̃ ἐπισκοπη̨̃ αὐτω̃ν καὶ δώσουσιν ἕκαστος λύτρα τη̃ς ψυχη̃ς αὐτου̃ τω̨̃ κυρίω̨ καὶ οὐκ ἔσται ἐν αὐτοι̃ς πτω̃σις ἐν τη̨̃ ἐπισκοπη̨̃ αὐτω̃ν 30:13 καὶ του̃τό ἐστιν ὃ δώσουσιν ὅσοι ἂν παραπορεύωνται τὴν ἐπίσκεψιν τὸ ἥμισυ του̃ διδράχμου ὅ ἐστιν κατὰ τὸ δίδραχμον τὸ ἅγιον εἴκοσι ὀβολοὶ τὸ δίδραχμον τὸ δὲ ἥμισυ του̃ διδράχμου εἰσφορὰ κυρίω̨ 30:14 πα̃ς ὁ παραπορευόμενος εἰς τὴν ἐπίσκεψιν ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω δώσουσιν τὴν εἰσφορὰν κυρίω̨ 30:15 ὁ πλουτω̃ν οὐ προσθήσει καὶ ὁ πενόμενος οὐκ ἐλαττονήσει ἀπὸ του̃ ἡμίσους του̃ διδράχμου ἐν τω̨̃ διδόναι τὴν εἰσφορὰν κυρίω̨ ἐξιλάσασθαι περὶ τω̃ν ψυχω̃ν ὑμω̃ν 30:16 καὶ λήμψη̨ τὸ ἀργύριον τη̃ς εἰσφορα̃ς παρὰ τω̃ν υἱω̃ν Ισραηλ καὶ δώσεις αὐτὸ εἰς κάτεργον τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ ἔσται τοι̃ς υἱοι̃ς Ισραηλ μνημόσυνον ἔναντι κυρίου ἐξιλάσασθαι περὶ τω̃ν ψυχω̃ν ὑμω̃ν 30:17 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων 30:18 ποίησον λουτη̃ρα χαλκου̃ν καὶ βάσιν αὐτω̨̃ χαλκη̃ν ὥστε νίπτεσθαι καὶ θήσεις αὐτὸν ἀνὰ μέσον τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ ἀνὰ μέσον του̃ θυσιαστηρίου καὶ ἐκχεει̃ς εἰς αὐτὸν ὕδωρ 30:19 καὶ νίψεται Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ ἐξ αὐτου̃ τὰς χει̃ρας καὶ τοὺς πόδας ὕδατι 30:20 ὅταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν του̃ μαρτυρίου νίψονται ὕδατι καὶ οὐ μὴ ἀποθάνωσιν ἢ ὅταν προσπορεύωνται πρὸς τὸ θυσιαστήριον λειτουργει̃ν καὶ ἀναφέρειν τὰ ὁλοκαυτώματα κυρίω̨ 30:21 νίψονται τὰς χει̃ρας καὶ τοὺς πόδας ὕδατι ὅταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν του̃ μαρτυρίου νίψονται ὕδατι ἵνα μὴ ἀποθάνωσιν καὶ ἔσται αὐτοι̃ς νόμιμον αἰώνιον αὐτω̨̃ καὶ ται̃ς γενεαι̃ς αὐτου̃ μετ' αὐτόν 30:22 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων 30:23 καὶ σὺ λαβὲ ἡδύσματα τὸ ἄνθος σμύρνης ἐκλεκτη̃ς πεντακοσίους σίκλους καὶ κινναμώμου εὐώδους τὸ ἥμισυ τούτου διακοσίους πεντήκοντα καὶ καλάμου εὐώδους διακοσίους πεντήκοντα 30:24 καὶ ἴρεως πεντακοσίους σίκλους του̃ ἁγίου καὶ ἔλαιον ἐξ ἐλαίων ιν 30:25 καὶ ποιήσεις αὐτὸ ἔλαιον χρι̃σμα ἅγιον μύρον μυρεψικὸν τέχνη̨ μυρεψου̃ ἔλαιον χρι̃σμα ἅγιον ἔσται 30:26 καὶ χρίσεις ἐξ αὐτου̃ τὴν σκηνὴν του̃ μαρτυρίου καὶ τὴν κιβωτὸν του̃ μαρτυρίου 30:27 καὶ τὴν λυχνίαν καὶ πάντα τὰ σκεύη αὐτη̃ς καὶ τὸ θυσιαστήριον του̃ θυμιάματος 30:28 καὶ τὸ θυσιαστήριον τω̃ν ὁλοκαυτωμάτων καὶ πάντα αὐτου̃ τὰ σκεύη καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτη̃ς καὶ τὸν λουτη̃ρα καὶ τὴν βάσιν αὐτου̃ 30:29 καὶ ἁγιάσεις αὐτά καὶ ἔσται ἅγια τω̃ν ἁγίων πα̃ς ὁ ἁπτόμενος αὐτω̃ν ἁγιασθήσεται 30:30 καὶ Ααρων καὶ τοὺς υἱοὺς αὐτου̃ χρίσεις καὶ ἁγιάσεις αὐτοὺς ἱερατεύειν μοι 30:31 καὶ τοι̃ς υἱοι̃ς Ισραηλ λαλήσεις λέγων ἔλαιον ἄλειμμα χρίσεως ἅγιον ἔσται του̃το ὑμι̃ν εἰς τὰς γενεὰς ὑμω̃ν 30:32 ἐπὶ σάρκα ἀνθρώπου οὐ χρισθήσεται καὶ κατὰ τὴν σύνθεσιν ταύτην οὐ ποιήσετε ὑμι̃ν ἑαυτοι̃ς ὡσαύτως ἅγιόν ἐστιν καὶ ἁγίασμα ἔσται ὑμι̃ν 30:33 ὃς ἂν ποιήση̨ ὡσαύτως καὶ ὃς ἂν δω̨̃ ἀπ' αὐτου̃ ἀλλογενει̃ ἐξολεθρευθήσεται ἐκ του̃ λαου̃ αὐτου̃ 30:34 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν λαβὲ σεαυτω̨̃ ἡδύσματα στακτήν ὄνυχα χαλβάνην ἡδυσμου̃ καὶ λίβανον διαφανη̃ ἴσον ἴσω̨ ἔσται 30:35 καὶ ποιήσουσιν ἐν αὐτω̨̃ θυμίαμα μυρεψικὸν ἔργον μυρεψου̃ μεμιγμένον καθαρόν ἔργον ἅγιον 30:36 καὶ συγκόψεις ἐκ τούτων λεπτὸν καὶ θήσεις ἀπέναντι τω̃ν μαρτυρίων ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου ὅθεν γνωσθήσομαί σοι ἐκει̃θεν ἅγιον τω̃ν ἁγίων ἔσται ὑμι̃ν 30:37 θυμίαμα κατὰ τὴν σύνθεσιν ταύτην οὐ ποιήσετε ὑμι̃ν αὐτοι̃ς ἁγίασμα ἔσται ὑμι̃ν κυρίω̨ 30:38 ὃς ἂν ποιήση̨ ὡσαύτως ὥστε ὀσφραίνεσθαι ἐν αὐτω̨̃ ἀπολει̃ται ἐκ του̃ λαου̃ αὐτου̃ 31:1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων 31:2 ἰδοὺ ἀνακέκλημαι ἐξ ὀνόματος τὸν Βεσελεηλ τὸν του̃ Ουριου τὸν Ωρ τη̃ς φυλη̃ς Ιουδα 31:3 καὶ ἐνέπλησα αὐτὸν πνευ̃μα θει̃ον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης ἐν παντὶ ἔργω̨ 31:4 διανοει̃σθαι καὶ ἀρχιτεκτονη̃σαι ἐργάζεσθαι τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν χαλκὸν καὶ τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον τὸ νηστὸν καὶ τὴν βύσσον τὴν κεκλωσμένην 31:5 καὶ τὰ λιθουργικὰ καὶ εἰς τὰ ἔργα τὰ τεκτονικὰ τω̃ν ξύλων ἐργάζεσθαι κατὰ πάντα τὰ ἔργα 31:6 καὶ ἐγὼ ἔδωκα αὐτὸν καὶ τὸν Ελιαβ τὸν του̃ Αχισαμαχ ἐκ φυλη̃ς Δαν καὶ παντὶ συνετω̨̃ καρδία̨ δέδωκα σύνεσιν καὶ ποιήσουσιν πάντα ὅσα σοι συνέταξα 31:7 τὴν σκηνὴν του̃ μαρτυρίου καὶ τὴν κιβωτὸν τη̃ς διαθήκης καὶ τὸ ἱλαστήριον τὸ ἐπ' αὐτη̃ς καὶ τὴν διασκευὴν τη̃ς σκηνη̃ς 31:8 καὶ τὰ θυσιαστήρια καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτη̃ς καὶ τὴν λυχνίαν τὴν καθαρὰν καὶ πάντα τὰ σκεύη αὐτη̃ς 31:9 καὶ τὸν λουτη̃ρα καὶ τὴν βάσιν αὐτου̃ 31:10 καὶ τὰς στολὰς τὰς λειτουργικὰς Ααρων καὶ τὰς στολὰς τω̃ν υἱω̃ν αὐτου̃ ἱερατεύειν μοι 31:11 καὶ τὸ ἔλαιον τη̃ς χρίσεως καὶ τὸ θυμίαμα τη̃ς συνθέσεως του̃ ἁγίου κατὰ πάντα ὅσα ἐγὼ ἐνετειλάμην σοι ποιήσουσιν 31:12 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων 31:13 καὶ σὺ σύνταξον τοι̃ς υἱοι̃ς Ισραηλ λέγων ὁρα̃τε καὶ τὰ σάββατά μου φυλάξεσθε σημει̃όν ἐστιν παρ' ἐμοὶ καὶ ἐν ὑμι̃ν εἰς τὰς γενεὰς ὑμω̃ν ἵνα γνω̃τε ὅτι ἐγὼ κύριος ὁ ἁγιάζων ὑμα̃ς 31:14 καὶ φυλάξεσθε τὰ σάββατα ὅτι ἅγιον του̃τό ἐστιν κυρίου ὑμι̃ν ὁ βεβηλω̃ν αὐτὸ θανάτω̨ θανατωθήσεται πα̃ς ὃς ποιήσει ἐν αὐτω̨̃ ἔργον ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ μέσου του̃ λαου̃ αὐτου̃ 31:15 ἓξ ἡμέρας ποιήσεις ἔργα τη̨̃ δὲ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ σάββατα ἀνάπαυσις ἁγία τω̨̃ κυρίω̨ πα̃ς ὃς ποιήσει ἔργον τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ θανάτω̨ θανατωθήσεται 31:16 καὶ φυλάξουσιν οἱ υἱοὶ Ισραηλ τὰ σάββατα ποιει̃ν αὐτὰ εἰς τὰς γενεὰς αὐτω̃ν διαθήκη αἰώνιος 31:17 ἐν ἐμοὶ καὶ τοι̃ς υἱοι̃ς Ισραηλ σημει̃όν ἐστιν αἰώνιον ὅτι ἐν ἓξ ἡμέραις ἐποίησεν κύριος τὸν οὐρανὸν καὶ τὴν γη̃ν καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ ἐπαύσατο καὶ κατέπαυσεν 31:18 καὶ ἔδωκεν Μωυσει̃ ἡνίκα κατέπαυσεν λαλω̃ν αὐτω̨̃ ἐν τω̨̃ ὄρει τω̨̃ Σινα τὰς δύο πλάκας του̃ μαρτυρίου πλάκας λιθίνας γεγραμμένας τω̨̃ δακτύλω̨ του̃ θεου̃ 32:1 καὶ ἰδὼν ὁ λαὸς ὅτι κεχρόνικεν Μωυση̃ς καταβη̃ναι ἐκ του̃ ὄρους συνέστη ὁ λαὸς ἐπὶ Ααρων καὶ λέγουσιν αὐτω̨̃ ἀνάστηθι καὶ ποίησον ἡμι̃ν θεούς οἳ προπορεύσονται ἡμω̃ν ὁ γὰρ Μωυση̃ς οὑ̃τος ὁ ἄνθρωπος ὃς ἐξήγαγεν ἡμα̃ς ἐξ Αἰγύπτου οὐκ οἴδαμεν τί γέγονεν αὐτω̨̃ 32:2 καὶ λέγει αὐτοι̃ς Ααρων περιέλεσθε τὰ ἐνώτια τὰ χρυσα̃ τὰ ἐν τοι̃ς ὠσὶν τω̃ν γυναικω̃ν ὑμω̃ν καὶ θυγατέρων καὶ ἐνέγκατε πρός με 32:3 καὶ περιείλαντο πα̃ς ὁ λαὸς τὰ ἐνώτια τὰ χρυσα̃ τὰ ἐν τοι̃ς ὠσὶν αὐτω̃ν καὶ ἤνεγκαν πρὸς Ααρων 32:4 καὶ ἐδέξατο ἐκ τω̃ν χειρω̃ν αὐτω̃ν καὶ ἔπλασεν αὐτὰ ἐν τη̨̃ γραφίδι καὶ ἐποίησεν αὐτὰ μόσχον χωνευτὸν καὶ εἰ̃πεν οὑ̃τοι οἱ θεοί σου Ισραηλ οἵτινες ἀνεβίβασάν σε ἐκ γη̃ς Αἰγύπτου 32:5 καὶ ἰδὼν Ααρων ὠ̨κοδόμησεν θυσιαστήριον κατέναντι αὐτου̃ καὶ ἐκήρυξεν Ααρων λέγων ἑορτὴ του̃ κυρίου αὔριον 32:6 καὶ ὀρθρίσας τη̨̃ ἐπαύριον ἀνεβίβασεν ὁλοκαυτώματα καὶ προσήνεγκεν θυσίαν σωτηρίου καὶ ἐκάθισεν ὁ λαὸς φαγει̃ν καὶ πιει̃ν καὶ ἀνέστησαν παίζειν 32:7 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων βάδιζε τὸ τάχος ἐντευ̃θεν κατάβηθι ἠνόμησεν γὰρ ὁ λαός σου οὓς ἐξήγαγες ἐκ γη̃ς Αἰγύπτου 32:8 παρέβησαν ταχὺ ἐκ τη̃ς ὁδου̃ ἡ̃ς ἐνετείλω αὐτοι̃ς ἐποίησαν ἑαυτοι̃ς μόσχον καὶ προσκεκυνήκασιν αὐτω̨̃ καὶ τεθύκασιν αὐτω̨̃ καὶ εἰ̃παν οὑ̃τοι οἱ θεοί σου Ισραηλ οἵτινες ἀνεβίβασάν σε ἐκ γη̃ς Αἰγύπτου 32:10 καὶ νυ̃ν ἔασόν με καὶ θυμωθεὶς ὀργη̨̃ εἰς αὐτοὺς ἐκτρίψω αὐτοὺς καὶ ποιήσω σὲ εἰς ἔθνος μέγα 32:11 καὶ ἐδεήθη Μωυση̃ς ἔναντι κυρίου του̃ θεου̃ καὶ εἰ̃πεν ἵνα τί κύριε θυμοι̃ ὀργη̨̃ εἰς τὸν λαόν σου οὓς ἐξήγαγες ἐκ γη̃ς Αἰγύπτου ἐν ἰσχύι μεγάλη̨ καὶ ἐν τω̨̃ βραχίονί σου τω̨̃ ὑψηλω̨̃ 32:12 μήποτε εἴπωσιν οἱ Αἰγύπτιοι λέγοντες μετὰ πονηρίας ἐξήγαγεν αὐτοὺς ἀποκτει̃ναι ἐν τοι̃ς ὄρεσιν καὶ ἐξαναλω̃σαι αὐτοὺς ἀπὸ τη̃ς γη̃ς παυ̃σαι τη̃ς ὀργη̃ς του̃ θυμου̃ σου καὶ ἵλεως γενου̃ ἐπὶ τη̨̃ κακία̨ του̃ λαου̃ σου 32:13 μνησθεὶς Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ τω̃ν σω̃ν οἰκετω̃ν οἱ̃ς ὤμοσας κατὰ σεαυτου̃ καὶ ἐλάλησας πρὸς αὐτοὺς λέγων πολυπληθυνω̃ τὸ σπέρμα ὑμω̃ν ὡσεὶ τὰ ἄστρα του̃ οὐρανου̃ τω̨̃ πλήθει καὶ πα̃σαν τὴν γη̃ν ταύτην ἣν εἰ̃πας δου̃ναι τω̨̃ σπέρματι αὐτω̃ν καὶ καθέξουσιν αὐτὴν εἰς τὸν αἰω̃να 32:14 καὶ ἱλάσθη κύριος περὶ τη̃ς κακίας ἡ̃ς εἰ̃πεν ποιη̃σαι τὸν λαὸν αὐτου̃ 32:15 καὶ ἀποστρέψας Μωυση̃ς κατέβη ἀπὸ του̃ ὄρους καὶ αἱ δύο πλάκες του̃ μαρτυρίου ἐν ται̃ς χερσὶν αὐτου̃ πλάκες λίθιναι καταγεγραμμέναι ἐξ ἀμφοτέρων τω̃ν μερω̃ν αὐτω̃ν ἔνθεν καὶ ἔνθεν ἠ̃σαν γεγραμμέναι 32:16 καὶ αἱ πλάκες ἔργον θεου̃ ἠ̃σαν καὶ ἡ γραφὴ γραφὴ θεου̃ ἐστιν κεκολαμμένη ἐν ται̃ς πλαξίν 32:17 καὶ ἀκούσας 'Ιησου̃ς τὴν φωνὴν του̃ λαου̃ κραζόντων λέγει πρὸς Μωυση̃ν φωνὴ πολέμου ἐν τη̨̃ παρεμβολη̨̃ 32:18 καὶ λέγει οὐκ ἔστιν φωνὴ ἐξαρχόντων κατ' ἰσχὺν οὐδὲ φωνὴ ἐξαρχόντων τροπη̃ς ἀλλὰ φωνὴν ἐξαρχόντων οἴνου ἐγὼ ἀκούω 32:19 καὶ ἡνίκα ἤγγιζεν τη̨̃ παρεμβολη̨̃ ὁρα̨̃ τὸν μόσχον καὶ τοὺς χορούς καὶ ὀργισθεὶς θυμω̨̃ Μωυση̃ς ἔρριψεν ἀπὸ τω̃ν χειρω̃ν αὐτου̃ τὰς δύο πλάκας καὶ συνέτριψεν αὐτὰς ὑπὸ τὸ ὄρος 32:20 καὶ λαβὼν τὸν μόσχον ὃν ἐποίησαν κατέκαυσεν αὐτὸν ἐν πυρὶ καὶ κατήλεσεν αὐτὸν λεπτὸν καὶ ἔσπειρεν αὐτὸν ἐπὶ τὸ ὕδωρ καὶ ἐπότισεν αὐτὸ τοὺς υἱοὺς Ισραηλ 32:21 καὶ εἰ̃πεν Μωυση̃ς τω̨̃ Ααρων τί ἐποίησέν σοι ὁ λαὸς οὑ̃τος ὅτι ἐπήγαγες ἐπ' αὐτοὺς ἁμαρτίαν μεγάλην 32:22 καὶ εἰ̃πεν Ααρων πρὸς Μωυση̃ν μὴ ὀργίζου κύριε σὺ γὰρ οἰ̃δας τὸ ὅρμημα του̃ λαου̃ τούτου 32:23 λέγουσιν γάρ μοι ποίησον ἡμι̃ν θεούς οἳ προπορεύσονται ἡμω̃ν ὁ γὰρ Μωυση̃ς οὑ̃τος ὁ ἄνθρωπος ὃς ἐξήγαγεν ἡμα̃ς ἐξ Αἰγύπτου οὐκ οἴδαμεν τί γέγονεν αὐτω̨̃ 32:24 καὶ εἰ̃πα αὐτοι̃ς εἴ τινι ὑπάρχει χρυσία περιέλεσθε καὶ ἔδωκάν μοι καὶ ἔρριψα εἰς τὸ πυ̃ρ καὶ ἐξη̃λθεν ὁ μόσχος οὑ̃τος 32:25 καὶ ἰδὼν Μωυση̃ς τὸν λαὸν ὅτι διεσκέδασται διεσκέδασεν γὰρ αὐτοὺς Ααρων ἐπίχαρμα τοι̃ς ὑπεναντίοις αὐτω̃ν 32:26 ἔστη δὲ Μωυση̃ς ἐπὶ τη̃ς πύλης τη̃ς παρεμβολη̃ς καὶ εἰ̃πεν τίς πρὸς κύριον ἴτω πρός με συνη̃λθον οὐ̃ν πρὸς αὐτὸν πάντες οἱ υἱοὶ Λευι 32:27 καὶ λέγει αὐτοι̃ς τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ θέσθε ἕκαστος τὴν ἑαυτου̃ ῥομφαίαν ἐπὶ τὸν μηρὸν καὶ διέλθατε καὶ ἀνακάμψατε ἀπὸ πύλης ἐπὶ πύλην διὰ τη̃ς παρεμβολη̃ς καὶ ἀποκτείνατε ἕκαστος τὸν ἀδελφὸν αὐτου̃ καὶ ἕκαστος τὸν πλησίον αὐτου̃ καὶ ἕκαστος τὸν ἔγγιστα αὐτου̃ 32:28 καὶ ἐποίησαν οἱ υἱοὶ Λευι καθὰ ἐλάλησεν αὐτοι̃ς Μωυση̃ς καὶ ἔπεσαν ἐκ του̃ λαου̃ ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ εἰς τρισχιλίους ἄνδρας 32:29 καὶ εἰ̃πεν αὐτοι̃ς Μωυση̃ς ἐπληρώσατε τὰς χει̃ρας ὑμω̃ν σήμερον κυρίω̨ ἕκαστος ἐν τω̨̃ υἱω̨̃ ἢ τω̨̃ ἀδελφω̨̃ δοθη̃ναι ἐφ' ὑμα̃ς εὐλογίαν 32:30 καὶ ἐγένετο μετὰ τὴν αὔριον εἰ̃πεν Μωυση̃ς πρὸς τὸν λαόν ὑμει̃ς ἡμαρτήκατε ἁμαρτίαν μεγάλην καὶ νυ̃ν ἀναβήσομαι πρὸς τὸν θεόν ἵνα ἐξιλάσωμαι περὶ τη̃ς ἁμαρτίας ὑμω̃ν 32:31 ὑπέστρεψεν δὲ Μωυση̃ς πρὸς κύριον καὶ εἰ̃πεν δέομαι κύριε ἡμάρτηκεν ὁ λαὸς οὑ̃τος ἁμαρτίαν μεγάλην καὶ ἐποίησαν ἑαυτοι̃ς θεοὺς χρυσου̃ς 32:32 καὶ νυ̃ν εἰ μὲν ἀφει̃ς αὐτοι̃ς τὴν ἁμαρτίαν ἄφες εἰ δὲ μή ἐξάλειψόν με ἐκ τη̃ς βίβλου σου ἡ̃ς ἔγραψας 32:33 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν εἴ τις ἡμάρτηκεν ἐνώπιόν μου ἐξαλείψω αὐτὸν ἐκ τη̃ς βίβλου μου 32:34 νυνὶ δὲ βάδιζε κατάβηθι καὶ ὁδήγησον τὸν λαὸν του̃τον εἰς τὸν τόπον ὃν εἰ̃πά σοι ἰδοὺ ὁ ἄγγελός μου προπορεύεται πρὸ προσώπου σου ἡ̨̃ δ' ἂν ἡμέρα̨ ἐπισκέπτωμαι ἐπάξω ἐπ' αὐτοὺς τὴν ἁμαρτίαν αὐτω̃ν 32:35 καὶ ἐπάταξεν κύριος τὸν λαὸν περὶ τη̃ς ποιήσεως του̃ μόσχου οὑ̃ ἐποίησεν Ααρων 33:1 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν πορεύου ἀνάβηθι ἐντευ̃θεν σὺ καὶ ὁ λαός σου οὓς ἐξήγαγες ἐκ γη̃ς Αἰγύπτου εἰς τὴν γη̃ν ἣν ὤμοσα τω̨̃ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ λέγων τω̨̃ σπέρματι ὑμω̃ν δώσω αὐτήν 33:2 καὶ συναποστελω̃ τὸν ἄγγελόν μου πρὸ προσώπου σου καὶ ἐκβαλει̃ τὸν Αμορραι̃ον καὶ Χετται̃ον καὶ Φερεζαι̃ον καὶ Γεργεσαι̃ον καὶ Ευαι̃ον καὶ Ιεβουσαι̃ον 33:3 καὶ εἰσάξω σε εἰς γη̃ν ῥέουσαν γάλα καὶ μέλι οὐ γὰρ μὴ συναναβω̃ μετὰ σου̃ διὰ τὸ λαὸν σκληροτράχηλόν σε εἰ̃ναι ἵνα μὴ ἐξαναλώσω σε ἐν τη̨̃ ὁδω̨̃ 33:4 καὶ ἀκούσας ὁ λαὸς τὸ ῥη̃μα τὸ πονηρὸν του̃το κατεπένθησαν ἐν πενθικοι̃ς 33:5 καὶ εἰ̃πεν κύριος τοι̃ς υἱοι̃ς Ισραηλ ὑμει̃ς λαὸς σκληροτράχηλος ὁρα̃τε μὴ πληγὴν ἄλλην ἐπάξω ἐγὼ ἐφ' ὑμα̃ς καὶ ἐξαναλώσω ὑμα̃ς νυ̃ν οὐ̃ν ἀφέλεσθε τὰς στολὰς τω̃ν δοξω̃ν ὑμω̃ν καὶ τὸν κόσμον καὶ δείξω σοι ἃ ποιήσω σοι 33:6 καὶ περιείλαντο οἱ υἱοὶ Ισραηλ τὸν κόσμον αὐτω̃ν καὶ τὴν περιστολὴν ἀπὸ του̃ ὄρους του̃ Χωρηβ 33:7 καὶ λαβὼν Μωυση̃ς τὴν σκηνὴν αὐτου̃ ἔπηξεν ἔξω τη̃ς παρεμβολη̃ς μακρὰν ἀπὸ τη̃ς παρεμβολη̃ς καὶ ἐκλήθη σκηνὴ μαρτυρίου καὶ ἐγένετο πα̃ς ὁ ζητω̃ν κύριον ἐξεπορεύετο εἰς τὴν σκηνὴν ἔξω τη̃ς παρεμβολη̃ς 33:8 ἡνίκα δ' ἂν εἰσεπορεύετο Μωυση̃ς εἰς τὴν σκηνὴν ἔξω τη̃ς παρεμβολη̃ς εἱστήκει πα̃ς ὁ λαὸς σκοπεύοντες ἕκαστος παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς αὐτου̃ καὶ κατενοου̃σαν ἀπιόντος Μωυση̃ ἕως του̃ εἰσελθει̃ν αὐτὸν εἰς τὴν σκηνήν 33:9 ὡς δ' ἂν εἰση̃λθεν Μωυση̃ς εἰς τὴν σκηνήν κατέβαινεν ὁ στυ̃λος τη̃ς νεφέλης καὶ ἵστατο ἐπὶ τὴν θύραν τη̃ς σκηνη̃ς καὶ ἐλάλει Μωυση̨̃ 33:10 καὶ ἑώρα πα̃ς ὁ λαὸς τὸν στυ̃λον τη̃ς νεφέλης ἑστω̃τα ἐπὶ τη̃ς θύρας τη̃ς σκηνη̃ς καὶ στάντες πα̃ς ὁ λαὸς προσεκύνησαν ἕκαστος ἀπὸ τη̃ς θύρας τη̃ς σκηνη̃ς αὐτου̃ 33:11 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν ἐνώπιος ἐνωπίω̨ ὡς εἴ τις λαλήσει πρὸς τὸν ἑαυτου̃ φίλον καὶ ἀπελύετο εἰς τὴν παρεμβολήν ὁ δὲ θεράπων 'Ιησου̃ς υἱὸς Ναυη νέος οὐκ ἐξεπορεύετο ἐκ τη̃ς σκηνη̃ς 33:12 καὶ εἰ̃πεν Μωυση̃ς πρὸς κύριον ἰδοὺ σύ μοι λέγεις ἀνάγαγε τὸν λαὸν του̃τον σὺ δὲ οὐκ ἐδήλωσάς μοι ὃν συναποστελει̃ς μετ' ἐμου̃ σὺ δέ μοι εἰ̃πας οἰ̃δά σε παρὰ πάντας καὶ χάριν ἔχεις παρ' ἐμοί 33:13 εἰ οὐ̃ν εὕρηκα χάριν ἐναντίον σου ἐμφάνισόν μοι σεαυτόν γνωστω̃ς ἴδω σε ὅπως ἂν ὠ̃ εὑρηκὼς χάριν ἐναντίον σου καὶ ἵνα γνω̃ ὅτι λαός σου τὸ ἔθνος τὸ μέγα του̃το 33:14 καὶ λέγει αὐτὸς προπορεύσομαί σου καὶ καταπαύσω σε 33:15 καὶ λέγει πρὸς αὐτόν εἰ μὴ αὐτὸς σὺ πορεύη̨ μή με ἀναγάγη̨ς ἐντευ̃θεν 33:16 καὶ πω̃ς γνωστὸν ἔσται ἀληθω̃ς ὅτι εὕρηκα χάριν παρὰ σοί ἐγώ τε καὶ ὁ λαός σου ἀλλ' ἢ συμπορευομένου σου μεθ' ἡμω̃ν καὶ ἐνδοξασθήσομαι ἐγώ τε καὶ ὁ λαός σου παρὰ πάντα τὰ ἔθνη ὅσα ἐπὶ τη̃ς γη̃ς ἐστιν 33:17 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν καὶ του̃τόν σοι τὸν λόγον ὃν εἴρηκας ποιήσω εὕρηκας γὰρ χάριν ἐνώπιόν μου καὶ οἰ̃δά σε παρὰ πάντας 33:18 καὶ λέγει δει̃ξόν μοι τὴν σεαυτου̃ δόξαν 33:19 καὶ εἰ̃πεν ἐγὼ παρελεύσομαι πρότερός σου τη̨̃ δόξη̨ μου καὶ καλέσω ἐπὶ τω̨̃ ὀνόματί μου κύριος ἐναντίον σου καὶ ἐλεήσω ὃν ἂν ἐλεω̃ καὶ οἰκτιρήσω ὃν ἂν οἰκτίρω 33:20 καὶ εἰ̃πεν οὐ δυνήση̨ ἰδει̃ν μου τὸ πρόσωπον οὐ γὰρ μὴ ἴδη̨ ἄνθρωπος τὸ πρόσωπόν μου καὶ ζήσεται 33:21 καὶ εἰ̃πεν κύριος ἰδοὺ τόπος παρ' ἐμοί στήση̨ ἐπὶ τη̃ς πέτρας 33:22 ἡνίκα δ' ἂν παρέλθη̨ μου ἡ δόξα καὶ θήσω σε εἰς ὀπὴν τη̃ς πέτρας καὶ σκεπάσω τη̨̃ χειρί μου ἐπὶ σέ ἕως ἂν παρέλθω 33:23 καὶ ἀφελω̃ τὴν χει̃ρα καὶ τότε ὄψη̨ τὰ ὀπίσω μου τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι 34:1 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν λάξευσον σεαυτω̨̃ δύο πλάκας λιθίνας καθὼς καὶ αἱ πρω̃ται καὶ ἀνάβηθι πρός με εἰς τὸ ὄρος καὶ γράψω ἐπὶ τω̃ν πλακω̃ν τὰ ῥήματα ἃ ἠ̃ν ἐν ται̃ς πλαξὶν ται̃ς πρώταις αἱ̃ς συνέτριψας 34:2 καὶ γίνου ἕτοιμος εἰς τὸ πρωὶ καὶ ἀναβήση̨ ἐπὶ τὸ ὄρος τὸ Σινα καὶ στήση̨ μοι ἐκει̃ ἐπ' ἄκρου του̃ ὄρους 34:3 καὶ μηδεὶς ἀναβήτω μετὰ σου̃ μηδὲ ὀφθήτω ἐν παντὶ τω̨̃ ὄρει καὶ τὰ πρόβατα καὶ αἱ βόες μὴ νεμέσθωσαν πλησίον του̃ ὄρους ἐκείνου 34:4 καὶ ἐλάξευσεν δύο πλάκας λιθίνας καθάπερ καὶ αἱ πρω̃ται καὶ ὀρθρίσας Μωυση̃ς ἀνέβη εἰς τὸ ὄρος τὸ Σινα καθότι συνέταξεν αὐτω̨̃ κύριος καὶ ἔλαβεν Μωυση̃ς τὰς δύο πλάκας τὰς λιθίνας 34:5 καὶ κατέβη κύριος ἐν νεφέλη̨ καὶ παρέστη αὐτω̨̃ ἐκει̃ καὶ ἐκάλεσεν τω̨̃ ὀνόματι κυρίου 34:6 καὶ παρη̃λθεν κύριος πρὸ προσώπου αὐτου̃ καὶ ἐκάλεσεν κύριος ὁ θεὸς οἰκτίρμων καὶ ἐλεήμων μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς 34:7 καὶ δικαιοσύνην διατηρω̃ν καὶ ποιω̃ν ἔλεος εἰς χιλιάδας ἀφαιρω̃ν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας καὶ οὐ καθαριει̃ τὸν ἔνοχον ἐπάγων ἀνομίας πατέρων ἐπὶ τέκνα καὶ ἐπὶ τέκνα τέκνων ἐπὶ τρίτην καὶ τετάρτην γενεάν 34:8 καὶ σπεύσας Μωυση̃ς κύψας ἐπὶ τὴν γη̃ν προσεκύνησεν 34:9 καὶ εἰ̃πεν εἰ εὕρηκα χάριν ἐνώπιόν σου συμπορευθήτω ὁ κύριός μου μεθ' ἡμω̃ν ὁ λαὸς γὰρ σκληροτράχηλός ἐστιν καὶ ἀφελει̃ς σὺ τὰς ἁμαρτίας ἡμω̃ν καὶ τὰς ἀνομίας ἡμω̃ν καὶ ἐσόμεθα σοί 34:10 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν ἰδοὺ ἐγὼ τίθημί σοι διαθήκην ἐνώπιον παντὸς του̃ λαου̃ σου ποιήσω ἔνδοξα ἃ οὐ γέγονεν ἐν πάση̨ τη̨̃ γη̨̃ καὶ ἐν παντὶ ἔθνει καὶ ὄψεται πα̃ς ὁ λαός ἐν οἱ̃ς εἰ̃ σύ τὰ ἔργα κυρίου ὅτι θαυμαστά ἐστιν ἃ ἐγὼ ποιήσω σοι 34:11 πρόσεχε σὺ πάντα ὅσα ἐγὼ ἐντέλλομαί σοι ἰδοὺ ἐγὼ ἐκβάλλω πρὸ προσώπου ὑμω̃ν τὸν Αμορραι̃ον καὶ Χαναναι̃ον καὶ Χετται̃ον καὶ Φερεζαι̃ον καὶ Ευαι̃ον καὶ Γεργεσαι̃ον καὶ Ιεβουσαι̃ον 34:12 πρόσεχε σεαυτω̨̃ μήποτε θη̨̃ς διαθήκην τοι̃ς ἐγκαθημένοις ἐπὶ τη̃ς γη̃ς εἰς ἣν εἰσπορεύη̨ εἰς αὐτήν μή σοι γένηται πρόσκομμα ἐν ὑμι̃ν 34:13 τοὺς βωμοὺς αὐτω̃ν καθελει̃τε καὶ τὰς στήλας αὐτω̃ν συντρίψετε καὶ τὰ ἄλση αὐτω̃ν ἐκκόψετε καὶ τὰ γλυπτὰ τω̃ν θεω̃ν αὐτω̃ν κατακαύσετε ἐν πυρί 34:14 οὐ γὰρ μὴ προσκυνήσητε θεω̨̃ ἑτέρω̨ ὁ γὰρ κύριος ὁ θεὸς ζηλωτὸν ὄνομα θεὸς ζηλωτής ἐστιν 34:15 μήποτε θη̨̃ς διαθήκην τοι̃ς ἐγκαθημένοις πρὸς ἀλλοφύλους ἐπὶ τη̃ς γη̃ς καὶ ἐκπορνεύσωσιν ὀπίσω τω̃ν θεω̃ν αὐτω̃ν καὶ θύσωσι τοι̃ς θεοι̃ς αὐτω̃ν καὶ καλέσωσίν σε καὶ φάγη̨ς τω̃ν θυμάτων αὐτω̃ν 34:16 καὶ λάβη̨ς τω̃ν θυγατέρων αὐτω̃ν τοι̃ς υἱοι̃ς σου καὶ τω̃ν θυγατέρων σου δω̨̃ς τοι̃ς υἱοι̃ς αὐτω̃ν καὶ ἐκπορνεύσωσιν αἱ θυγατέρες σου ὀπίσω τω̃ν θεω̃ν αὐτω̃ν καὶ ἐκπορνεύσωσιν τοὺς υἱούς σου ὀπίσω τω̃ν θεω̃ν αὐτω̃ν 34:17 καὶ θεοὺς χωνευτοὺς οὐ ποιήσεις σεαυτω̨̃ 34:18 καὶ τὴν ἑορτὴν τω̃ν ἀζύμων φυλάξη̨ ἑπτὰ ἡμέρας φάγη̨ ἄζυμα καθάπερ ἐντέταλμαί σοι εἰς τὸν καιρὸν ἐν μηνὶ τω̃ν νέων ἐν γὰρ μηνὶ τω̃ν νέων ἐξη̃λθες ἐξ Αἰγύπτου 34:19 πα̃ν διανοι̃γον μήτραν ἐμοί τὰ ἀρσενικά πρωτότοκον μόσχου καὶ πρωτότοκον προβάτου 34:20 καὶ πρωτότοκον ὑποζυγίου λυτρώση̨ προβάτω̨ ἐὰν δὲ μὴ λυτρώση̨ αὐτό τιμὴν δώσεις πα̃ν πρωτότοκον τω̃ν υἱω̃ν σου λυτρώση̨ οὐκ ὀφθήση̨ ἐνώπιόν μου κενός 34:21 ἓξ ἡμέρας ἐργα̨̃ τη̨̃ δὲ ἑβδόμη̨ καταπαύσεις τω̨̃ σπόρω̨ καὶ τω̨̃ ἀμήτω̨ καταπαύσεις 34:22 καὶ ἑορτὴν ἑβδομάδων ποιήσεις μοι ἀρχὴν θερισμου̃ πυρω̃ν καὶ ἑορτὴν συναγωγη̃ς μεσου̃ντος του̃ ἐνιαυτου̃ 34:23 τρει̃ς καιροὺς του̃ ἐνιαυτου̃ ὀφθήσεται πα̃ν ἀρσενικόν σου ἐνώπιον κυρίου του̃ θεου̃ Ισραηλ 34:24 ὅταν γὰρ ἐκβάλω τὰ ἔθνη πρὸ προσώπου σου καὶ πλατύνω τὰ ὅριά σου οὐκ ἐπιθυμήσει οὐδεὶς τη̃ς γη̃ς σου ἡνίκα ἂν ἀναβαίνη̨ς ὀφθη̃ναι ἐναντίον κυρίου του̃ θεου̃ σου τρει̃ς καιροὺς του̃ ἐνιαυτου̃ 34:25 οὐ σφάξεις ἐπὶ ζύμη̨ αἱ̃μα θυμιαμάτων μου καὶ οὐ κοιμηθήσεται εἰς τὸ πρωὶ θύματα τη̃ς ἑορτη̃ς του̃ πασχα 34:26 τὰ πρωτογενήματα τη̃ς γη̃ς σου θήσεις εἰς τὸν οἰ̃κον κυρίου του̃ θεου̃ σου οὐ προσοίσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτου̃ 34:27 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν γράψον σεαυτω̨̃ τὰ ῥήματα ταυ̃τα ἐπὶ γὰρ τω̃ν λόγων τούτων τέθειμαί σοι διαθήκην καὶ τω̨̃ Ισραηλ 34:28 καὶ ἠ̃ν ἐκει̃ Μωυση̃ς ἐναντίον κυρίου τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἄρτον οὐ̃κ ἔφαγεν καὶ ὕδωρ οὐκ ἔπιεν καὶ ἔγραψεν τὰ ῥήματα ταυ̃τα ἐπὶ τω̃ν πλακω̃ν τη̃ς διαθήκης τοὺς δέκα λόγους 34:29 ὡς δὲ κατέβαινεν Μωυση̃ς ἐκ του̃ ὄρους καὶ αἱ δύο πλάκες ἐπὶ τω̃ν χειρω̃ν Μωυση̃ καταβαίνοντος δὲ αὐτου̃ ἐκ του̃ ὄρους Μωυση̃ς οὐκ ἤ̨δει ὅτι δεδόξασται ἡ ὄψις του̃ χρώματος του̃ προσώπου αὐτου̃ ἐν τω̨̃ λαλει̃ν αὐτὸν αὐτω̨̃ 34:30 καὶ εἰ̃δεν Ααρων καὶ πάντες οἱ πρεσβύτεροι Ισραηλ τὸν Μωυση̃ν καὶ ἠ̃ν δεδοξασμένη ἡ ὄψις του̃ χρώματος του̃ προσώπου αὐτου̃ καὶ ἐφοβήθησαν ἐγγίσαι αὐτου̃ 34:31 καὶ ἐκάλεσεν αὐτοὺς Μωυση̃ς καὶ ἐπεστράφησαν πρὸς αὐτὸν Ααρων καὶ πάντες οἱ ἄρχοντες τη̃ς συναγωγη̃ς καὶ ἐλάλησεν αὐτοι̃ς Μωυση̃ς 34:32 καὶ μετὰ ταυ̃τα προση̃λθον πρὸς αὐτὸν πάντες οἱ υἱοὶ Ισραηλ καὶ ἐνετείλατο αὐτοι̃ς πάντα ὅσα ἐλάλησεν κύριος πρὸς αὐτὸν ἐν τω̨̃ ὄρει Σινα 34:33 καὶ ἐπειδὴ κατέπαυσεν λαλω̃ν πρὸς αὐτούς ἐπέθηκεν ἐπὶ τὸ πρόσωπον αὐτου̃ κάλυμμα 34:34 ἡνίκα δ' ἂν εἰσεπορεύετο Μωυση̃ς ἔναντι κυρίου λαλει̃ν αὐτω̨̃ περιη̨ρει̃το τὸ κάλυμμα ἕως του̃ ἐκπορεύεσθαι καὶ ἐξελθὼν ἐλάλει πα̃σιν τοι̃ς υἱοι̃ς Ισραηλ ὅσα ἐνετείλατο αὐτω̨̃ κύριος 34:35 καὶ εἰ̃δον οἱ υἱοὶ Ισραηλ τὸ πρόσωπον Μωυση̃ ὅτι δεδόξασται καὶ περιέθηκεν Μωυση̃ς κάλυμμα ἐπὶ τὸ πρόσωπον ἑαυτου̃ ἕως ἂν εἰσέλθη̨ συλλαλει̃ν αὐτω̨̃ 35:1 καὶ συνήθροισεν Μωυση̃ς πα̃σαν συναγωγὴν υἱω̃ν Ισραηλ καὶ εἰ̃πεν πρὸς αὐτούς οὑ̃τοι οἱ λόγοι οὓς εἰ̃πεν κύριος ποιη̃σαι αὐτούς 35:2 ἓξ ἡμέρας ποιήσεις ἔργα τη̨̃ δὲ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ κατάπαυσις ἅγιον σάββατα ἀνάπαυσις κυρίω̨ πα̃ς ὁ ποιω̃ν ἔργον ἐν αὐτη̨̃ τελευτάτω 35:3 οὐ καύσετε πυ̃ρ ἐν πάση̨ κατοικία̨ ὑμω̃ν τη̨̃ ἡμέρα̨ τω̃ν σαββάτων ἐγὼ κύριος 35:4 καὶ εἰ̃πεν Μωυση̃ς πρὸς πα̃σαν συναγωγὴν υἱω̃ν Ισραηλ λέγων του̃το τὸ ῥη̃μα ὃ συνέταξεν κύριος λέγων 35:5 λάβετε παρ' ὑμω̃ν αὐτω̃ν ἀφαίρεμα κυρίω̨ πα̃ς ὁ καταδεχόμενος τη̨̃ καρδία̨ οἴσουσιν τὰς ἀπαρχὰς κυρίω̨ χρυσίον ἀργύριον χαλκόν 35:6 ὑάκινθον πορφύραν κόκκινον διπλου̃ν διανενησμένον καὶ βύσσον κεκλωσμένην καὶ τρίχας αἰγείας 35:7 καὶ δέρματα κριω̃ν ἠρυθροδανωμένα καὶ δέρματα ὑακίνθινα καὶ ξύλα ἄσηπτα 35:9 καὶ λίθους σαρδίου καὶ λίθους εἰς τὴν γλυφὴν εἰς τὴν ἐπωμίδα καὶ τὸν ποδήρη 35:10 καὶ πα̃ς σοφὸς τη̨̃ καρδία̨ ἐν ὑμι̃ν ἐλθὼν ἐργαζέσθω πάντα ὅσα συνέταξεν κύριος 35:11 τὴν σκηνὴν καὶ τὰ παραρρύματα καὶ τὰ καλύμματα καὶ τὰ διατόνια καὶ τοὺς μοχλοὺς καὶ τοὺς στύλους 35:12 καὶ τὴν κιβωτὸν του̃ μαρτυρίου καὶ τοὺς ἀναφορει̃ς αὐτη̃ς καὶ τὸ ἱλαστήριον αὐτη̃ς καὶ τὸ καταπέτασμα 35:12a καὶ τὰ ἱστία τη̃ς αὐλη̃ς καὶ τοὺς στύλους αὐτη̃ς καὶ τοὺς λίθους τη̃ς σμαράγδου καὶ τὸ θυμίαμα καὶ τὸ ἔλαιον του̃ χρίσματος 35:13 καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτη̃ς 35:14 καὶ τὴν λυχνίαν του̃ φωτὸς καὶ πάντα τὰ σκεύη αὐτη̃ς 35:16 καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτου̃ 35:19 καὶ τὰς στολὰς τὰς ἁγίας Ααρων του̃ ἱερέως καὶ τὰς στολάς ἐν αἱ̃ς λειτουργήσουσιν ἐν αὐται̃ς καὶ τοὺς χιτω̃νας τοι̃ς υἱοι̃ς Ααρων τη̃ς ἱερατείας καὶ τὸ ἔλαιον του̃ χρίσματος καὶ τὸ θυμίαμα τη̃ς συνθέσεως 35:20 καὶ ἐξη̃λθεν πα̃σα συναγωγὴ υἱω̃ν Ισραηλ ἀπὸ Μωυση̃ 35:21 καὶ ἤνεγκαν ἕκαστος ὡ̃ν ἔφερεν αὐτω̃ν ἡ καρδία καὶ ὅσοις ἔδοξεν τη̨̃ ψυχη̨̃ αὐτω̃ν ἤνεγκαν ἀφαίρεμα κυρίω̨ εἰς πάντα τὰ ἔργα τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ εἰς πάντα τὰ κάτεργα αὐτη̃ς καὶ εἰς πάσας τὰς στολὰς του̃ ἁγίου 35:22 καὶ ἤνεγκαν οἱ ἄνδρες παρὰ τω̃ν γυναικω̃ν πα̃ς ὡ̨̃ ἔδοξεν τη̨̃ διανοία̨ ἤνεγκαν σφραγι̃δας καὶ ἐνώτια καὶ δακτυλίους καὶ ἐμπλόκια καὶ περιδέξια πα̃ν σκευ̃ος χρυσου̃ν καὶ πάντες ὅσοι ἤνεγκαν ἀφαιρέματα χρυσίου κυρίω̨ 35:23 καὶ παρ' ὡ̨̃ εὑρέθη βύσσος καὶ δέρματα ὑακίνθινα καὶ δέρματα κριω̃ν ἠρυθροδανωμένα ἤνεγκαν 35:24 καὶ πα̃ς ὁ ἀφαιρω̃ν ἀφαίρεμα ἀργύριον καὶ χαλκὸν ἤνεγκαν τὰ ἀφαιρέματα κυρίω̨ καὶ παρ' οἱ̃ς εὑρέθη ξύλα ἄσηπτα εἰς πάντα τὰ ἔργα τη̃ς κατασκευη̃ς ἤνεγκαν 35:25 καὶ πα̃σα γυνὴ σοφὴ τη̨̃ διανοία̨ ται̃ς χερσὶν νήθειν ἤνεγκαν νενησμένα τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον καὶ τὴν βύσσον 35:26 καὶ πα̃σαι αἱ γυναι̃κες αἱ̃ς ἔδοξεν τη̨̃ διανοία̨ αὐτω̃ν ἐν σοφία̨ ἔνησαν τὰς τρίχας τὰς αἰγείας 35:27 καὶ οἱ ἄρχοντες ἤνεγκαν τοὺς λίθους τη̃ς σμαράγδου καὶ τοὺς λίθους τη̃ς πληρώσεως εἰς τὴν ἐπωμίδα καὶ εἰς τὸ λογει̃ον 35:28 καὶ τὰς συνθέσεις καὶ τὸ ἔλαιον τη̃ς χρίσεως καὶ τὴν σύνθεσιν του̃ θυμιάματος 35:29 καὶ πα̃ς ἀνὴρ καὶ γυνή ὡ̃ν ἔφερεν ἡ διάνοια αὐτω̃ν εἰσελθόντας ποιει̃ν πάντα τὰ ἔργα ὅσα συνέταξεν κύριος ποιη̃σαι αὐτὰ διὰ Μωυση̃ ἤνεγκαν οἱ υἱοὶ Ισραηλ ἀφαίρεμα κυρίω̨ 35:30 καὶ εἰ̃πεν Μωυση̃ς τοι̃ς υἱοι̃ς Ισραηλ ἰδοὺ ἀνακέκληκεν ὁ θεὸς ἐξ ὀνόματος τὸν Βεσελεηλ τὸν του̃ Ουριου τὸν Ωρ ἐκ φυλη̃ς Ιουδα 35:31 καὶ ἐνέπλησεν αὐτὸν πνευ̃μα θει̃ον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης πάντων 35:32 ἀρχιτεκτονει̃ν κατὰ πάντα τὰ ἔργα τη̃ς ἀρχιτεκτονίας ποιει̃ν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν χαλκὸν 35:33 καὶ λιθουργη̃σαι τὸν λίθον καὶ κατεργάζεσθαι τὰ ξύλα καὶ ποιει̃ν ἐν παντὶ ἔργω̨ σοφίας 35:34 καὶ προβιβάσαι γε ἔδωκεν αὐτω̨̃ ἐν τη̨̃ διανοία̨ αὐτω̨̃ τε καὶ Ελιαβ τω̨̃ του̃ Αχισαμακ ἐκ φυλη̃ς Δαν 35:35 ἐνέπλησεν αὐτοὺς σοφίας καὶ συνέσεως διανοίας πάντα συνιέναι ποιη̃σαι τὰ ἔργα του̃ ἁγίου καὶ τὰ ὑφαντὰ καὶ ποικιλτὰ ὑφα̃ναι τω̨̃ κοκκίνω̨ καὶ τη̨̃ βύσσω̨ ποιει̃ν πα̃ν ἔργον ἀρχιτεκτονίας ποικιλίας 36:1 καὶ ἐποίησεν Βεσελεηλ καὶ Ελιαβ καὶ πα̃ς σοφὸς τη̨̃ διανοία̨ ὡ̨̃ ἐδόθη σοφία καὶ ἐπιστήμη ἐν αὐτοι̃ς συνιέναι ποιει̃ν πάντα τὰ ἔργα κατὰ τὰ ἅγια καθήκοντα κατὰ πάντα ὅσα συνέταξεν κύριος 36:2 καὶ ἐκάλεσεν Μωυση̃ς Βεσελεηλ καὶ Ελιαβ καὶ πάντας τοὺς ἔχοντας τὴν σοφίαν ὡ̨̃ ἔδωκεν ὁ θεὸς ἐπιστήμην ἐν τη̨̃ καρδία̨ καὶ πάντας τοὺς ἑκουσίως βουλομένους προσπορεύεσθαι πρὸς τὰ ἔργα ὥστε συντελει̃ν αὐτά 36:3 καὶ ἔλαβον παρὰ Μωυση̃ πάντα τὰ ἀφαιρέματα ἃ ἤνεγκαν οἱ υἱοὶ Ισραηλ εἰς πάντα τὰ ἔργα του̃ ἁγίου ποιει̃ν αὐτά καὶ αὐτοὶ προσεδέχοντο ἔτι τὰ προσφερόμενα παρὰ τω̃ν φερόντων τὸ πρωὶ πρωί 36:4 καὶ παρεγίνοντο πάντες οἱ σοφοὶ οἱ ποιου̃ντες τὰ ἔργα του̃ ἁγίου ἕκαστος κατὰ τὸ αὐτου̃ ἔργον ὃ αὐτοὶ ἠργάζοντο 36:5 καὶ εἰ̃παν πρὸς Μωυση̃ν ὅτι πλη̃θος φέρει ὁ λαὸς παρὰ τὰ ἔργα ὅσα συνέταξεν κύριος ποιη̃σαι 36:6 καὶ προσέταξεν Μωυση̃ς καὶ ἐκήρυξεν ἐν τη̨̃ παρεμβολη̨̃ λέγων ἀνὴρ καὶ γυνὴ μηκέτι ἐργαζέσθωσαν εἰς τὰς ἀπαρχὰς του̃ ἁγίου καὶ ἐκωλύθη ὁ λαὸς ἔτι προσφέρειν 36:7 καὶ τὰ ἔργα ἠ̃ν αὐτοι̃ς ἱκανὰ εἰς τὴν κατασκευὴν ποιη̃σαι καὶ προσκατέλιπον 36:8 καὶ ἐποίησεν πα̃ς σοφὸς ἐν τοι̃ς ἐργαζομένοις τὰς στολὰς τω̃ν ἁγίων αἵ εἰσιν Ααρων τω̨̃ ἱερει̃ καθὰ συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ 36:9 καὶ ἐποίησαν τὴν ἐπωμίδα ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης 36:10 καὶ ἐτμήθη τὰ πέταλα του̃ χρυσίου τρίχες ὥστε συνυφα̃ναι σὺν τη̨̃ ὑακίνθω̨ καὶ τη̨̃ πορφύρα̨ καὶ σὺν τω̨̃ κοκκίνω̨ τω̨̃ διανενησμένω̨ καὶ σὺν τη̨̃ βύσσω̨ τη̨̃ κεκλωσμένη̨ ἔργον ὑφαντόν 36:11 ἐποίησαν αὐτὸ ἐπωμίδας συνεχούσας ἐξ ἀμφοτέρων τω̃ν μερω̃ν 36:12 ἔργον ὑφαντὸν εἰς ἄλληλα συμπεπλεγμένον καθ' ἑαυτὸ ἐξ αὐτου̃ ἐποίησαν κατὰ τὴν αὐτου̃ ποίησιν ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμένης καθὰ συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ 36:13 καὶ ἐποίησαν ἀμφοτέρους τοὺς λίθους τη̃ς σμαράγδου συμπεπορπημένους καὶ περισεσιαλωμένους χρυσίω̨ γεγλυμμένους καὶ ἐκκεκολαμμένους ἐκκόλαμμα σφραγι̃δος ἐκ τω̃ν ὀνομάτων τω̃ν υἱω̃ν Ισραηλ 36:14 καὶ ἐπέθηκεν αὐτοὺς ἐπὶ τοὺς ὤμους τη̃ς ἐπωμίδος λίθους μνημοσύνου τω̃ν υἱω̃ν Ισραηλ καθὰ συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ 36:15 καὶ ἐποίησαν λογει̃ον ἔργον ὑφαντὸν ποικιλία̨ κατὰ τὸ ἔργον τη̃ς ἐπωμίδος ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμένης 36:16 τετράγωνον διπλου̃ν ἐποίησαν τὸ λογει̃ον σπιθαμη̃ς τὸ μη̃κος καὶ σπιθαμη̃ς τὸ εὐ̃ρος διπλου̃ν 36:17 καὶ συνυφάνθη ἐν αὐτω̨̃ ὕφασμα κατάλιθον τετράστιχον στίχος λίθων σάρδιον καὶ τοπάζιον καὶ σμάραγδος ὁ στίχος ὁ εἱ̃ς 36:18 καὶ ὁ στίχος ὁ δεύτερος ἄνθραξ καὶ σάπφειρος καὶ ἴασπις 36:19 καὶ ὁ στίχος ὁ τρίτος λιγύριον καὶ ἀχάτης καὶ ἀμέθυστος 36:20 καὶ ὁ στίχος ὁ τέταρτος χρυσόλιθος καὶ βηρύλλιον καὶ ὀνύχιον περικεκυκλωμένα χρυσίω̨ καὶ συνδεδεμένα χρυσίω̨ 36:21 καὶ οἱ λίθοι ἠ̃σαν ἐκ τω̃ν ὀνομάτων τω̃ν υἱω̃ν Ισραηλ δώδεκα ἐκ τω̃ν ὀνομάτων αὐτω̃ν ἐγγεγραμμένα εἰς σφραγι̃δας ἕκαστος ἐκ του̃ ἑαυτου̃ ὀνόματος εἰς τὰς δώδεκα φυλάς 36:22 καὶ ἐποίησαν ἐπὶ τὸ λογει̃ον κροσσοὺς συμπεπλεγμένους ἔργον ἐμπλοκίου ἐκ χρυσίου καθαρου̃ 36:23 καὶ ἐποίησαν δύο ἀσπιδίσκας χρυσα̃ς καὶ δύο δακτυλίους χρυσου̃ς καὶ ἐπέθηκαν τοὺς δύο δακτυλίους τοὺς χρυσου̃ς ἐπ' ἀμφοτέρας τὰς ἀρχὰς του̃ λογείου 36:24 καὶ ἐπέθηκαν τὰ ἐμπλόκια ἐκ χρυσίου ἐπὶ τοὺς δακτυλίους ἐπ' ἀμφοτέρων τω̃ν μερω̃ν του̃ λογείου 36:25 καὶ εἰς τὰς δύο συμβολὰς τὰ δύο ἐμπλόκια καὶ ἐπέθηκαν ἐπὶ τὰς δύο ἀσπιδίσκας καὶ ἐπέθηκαν ἐπὶ τοὺς ὤμους τη̃ς ἐπωμίδος ἐξ ἐναντίας κατὰ πρόσωπον 36:26 καὶ ἐποίησαν δύο δακτυλίους χρυσου̃ς καὶ ἐπέθηκαν ἐπὶ τὰ δύο πτερύγια ἐπ' ἄκρου του̃ λογείου ἐπὶ τὸ ἄκρον του̃ ὀπισθίου τη̃ς ἐπωμίδος ἔσωθεν 36:27 καὶ ἐποίησαν δύο δακτυλίους χρυσου̃ς καὶ ἐπέθηκαν ἐπ' ἀμφοτέρους τοὺς ὤμους τη̃ς ἐπωμίδος κάτωθεν αὐτου̃ κατὰ πρόσωπον κατὰ τὴν συμβολὴν ἄνωθεν τη̃ς συνυφη̃ς τη̃ς ἐπωμίδος 36:28 καὶ συνέσφιγξεν τὸ λογει̃ον ἀπὸ τω̃ν δακτυλίων τω̃ν ἐπ' αὐτου̃ εἰς τοὺς δακτυλίους τη̃ς ἐπωμίδος συνεχομένους ἐκ τη̃ς ὑακίνθου συμπεπλεγμένους εἰς τὸ ὕφασμα τη̃ς ἐπωμίδος ἵνα μὴ χαλα̃ται τὸ λογει̃ον ἀπὸ τη̃ς ἐπωμίδος καθὰ συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ 36:29 καὶ ἐποίησαν τὸν ὑποδύτην ὑπὸ τὴν ἐπωμίδα ἔργον ὑφαντὸν ὅλον ὑακίνθινον 36:30 τὸ δὲ περιστόμιον του̃ ὑποδύτου ἐν τω̨̃ μέσω̨ διυφασμένον συμπλεκτόν ὤ̨αν ἔχον κύκλω̨ τὸ περιστόμιον ἀδιάλυτον 36:31 καὶ ἐποίησαν ἐπὶ του̃ λώματος του̃ ὑποδύτου κάτωθεν ὡς ἐξανθούσης ῥόας ῥοίσκους ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης 36:32 καὶ ἐποίησαν κώδωνας χρυσου̃ς καὶ ἐπέθηκαν τοὺς κώδωνας ἐπὶ τὸ λω̃μα του̃ ὑποδύτου κύκλω̨ ἀνὰ μέσον τω̃ν ῥοίσκων 36:33 κώδων χρυσου̃ς καὶ ῥοίσκος ἐπὶ του̃ λώματος του̃ ὑποδύτου κύκλω̨ εἰς τὸ λειτουργει̃ν καθὰ συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ 36:34 καὶ ἐποίησαν χιτω̃νας βυσσίνους ἔργον ὑφαντὸν Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ 36:35 καὶ τὰς κιδάρεις ἐκ βύσσου καὶ τὴν μίτραν ἐκ βύσσου καὶ τὰ περισκελη̃ ἐκ βύσσου κεκλωσμένης 36:36 καὶ τὰς ζώνας αὐτω̃ν ἐκ βύσσου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου ἔργον ποικιλτου̃ ὃν τρόπον συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ 36:37 καὶ ἐποίησαν τὸ πέταλον τὸ χρυσου̃ν ἀφόρισμα του̃ ἁγίου χρυσίου καθαρου̃ καὶ ἔγραψεν ἐπ' αὐτου̃ γράμματα ἐκτετυπωμένα σφραγι̃δος ἁγίασμα κυρίω̨ 36:38 καὶ ἐπέθηκαν ἐπ' αὐτὸ λω̃μα ὑακίνθινον ὥστε ἐπικει̃σθαι ἐπὶ τὴν μίτραν ἄνωθεν ὃν τρόπον συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ 37:1 καὶ ἐποίησαν τη̨̃ σκηνη̨̃ δέκα αὐλαίας 37:2 ὀκτὼ καὶ εἴκοσι πήχεων μη̃κος τη̃ς αὐλαίας τη̃ς μια̃ς τὸ αὐτὸ ἠ̃σαν πα̃σαι καὶ τεσσάρων πηχω̃ν τὸ εὐ̃ρος τη̃ς αὐλαίας τη̃ς μια̃ς 37:3 καὶ ἐποίησαν τὸ καταπέτασμα ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης ἔργον ὑφάντου χερουβιμ 37:4 καὶ ἐπέθηκαν αὐτὸ ἐπὶ τέσσαρας στύλους ἀσήπτους κατακεχρυσωμένους ἐν χρυσίω̨ καὶ αἱ κεφαλίδες αὐτω̃ν χρυσαι̃ καὶ αἱ βάσεις αὐτω̃ν τέσσαρες ἀργυραι̃ 37:5 καὶ ἐποίησαν τὸ καταπέτασμα τη̃ς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης ἔργον ὑφάντου χερουβιμ 37:6 καὶ τοὺς στύλους αὐτου̃ πέντε καὶ τοὺς κρίκους καὶ τὰς κεφαλίδας αὐτω̃ν καὶ τὰς ψαλίδας αὐτω̃ν κατεχρύσωσαν χρυσίω̨ καὶ αἱ βάσεις αὐτω̃ν πέντε χαλκαι̃ 37:7 καὶ ἐποίησαν τὴν αὐλήν τὰ πρὸς λίβα ἱστία τη̃ς αὐλη̃ς ἐκ βύσσου κεκλωσμένης ἑκατὸν ἐφ' ἑκατόν 37:8 καὶ οἱ στυ̃λοι αὐτω̃ν εἴκοσι καὶ αἱ βάσεις αὐτω̃ν εἴκοσι 37:9 καὶ τὸ κλίτος τὸ πρὸς βορρα̃ν ἑκατὸν ἐφ' ἑκατόν καὶ οἱ στυ̃λοι αὐτω̃ν εἴκοσι καὶ αἱ βάσεις αὐτω̃ν εἴκοσι 37:10 καὶ τὸ κλίτος τὸ πρὸς θάλασσαν αὐλαι̃αι πεντήκοντα πήχεων στυ̃λοι αὐτω̃ν δέκα καὶ αἱ βάσεις αὐτω̃ν δέκα 37:11 καὶ τὸ κλίτος τὸ πρὸς ἀνατολὰς πεντήκοντα πήχεων 37:12 ἱστία πεντεκαίδεκα πήχεων τὸ κατὰ νώτου καὶ οἱ στυ̃λοι αὐτω̃ν τρει̃ς καὶ αἱ βάσεις αὐτω̃ν τρει̃ς 37:13 καὶ ἐπὶ του̃ νώτου του̃ δευτέρου ἔνθεν καὶ ἔνθεν κατὰ τὴν πύλην τη̃ς αὐλη̃ς αὐλαι̃αι πεντεκαίδεκα πήχεων καὶ οἱ στυ̃λοι αὐτω̃ν τρει̃ς καὶ αἱ βάσεις αὐτω̃ν τρει̃ς 37:14 πα̃σαι αἱ αὐλαι̃αι τη̃ς αὐλη̃ς ἐκ βύσσου κεκλωσμένης 37:15 καὶ αἱ βάσεις τω̃ν στύλων χαλκαι̃ καὶ αἱ ἀγκύλαι αὐτω̃ν ἀργυραι̃ καὶ αἱ κεφαλίδες αὐτω̃ν περιηργυρωμέναι ἀργυρίω̨ καὶ οἱ στυ̃λοι περιηργυρωμένοι ἀργυρίω̨ πάντες οἱ στυ̃λοι τη̃ς αὐλη̃ς 37:16 καὶ τὸ καταπέτασμα τη̃ς πύλης τη̃ς αὐλη̃ς ἔργον ποικιλτου̃ ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης εἴκοσι πήχεων τὸ μη̃κος καὶ τὸ ὕψος καὶ τὸ εὐ̃ρος πέντε πήχεων ἐξισούμενον τοι̃ς ἱστίοις τη̃ς αὐλη̃ς 37:17 καὶ οἱ στυ̃λοι αὐτω̃ν τέσσαρες καὶ αἱ βάσεις αὐτω̃ν τέσσαρες χαλκαι̃ καὶ αἱ ἀγκύλαι αὐτω̃ν ἀργυραι̃ καὶ αἱ κεφαλίδες αὐτω̃ν περιηργυρωμέναι ἀργυρίω̨ 37:18 καὶ αὐτοὶ περιηργυρωμένοι ἀργυρίω̨ καὶ πάντες οἱ πάσσαλοι τη̃ς αὐλη̃ς κύκλω̨ χαλκοι̃ 37:19 καὶ αὕτη ἡ σύνταξις τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καθὰ συνετάγη Μωυση̨̃ τὴν λειτουργίαν εἰ̃ναι τω̃ν Λευιτω̃ν διὰ Ιθαμαρ του̃ υἱου̃ Ααρων του̃ ἱερέως 37:20 καὶ Βεσελεηλ ὁ του̃ Ουριου ἐκ φυλη̃ς Ιουδα ἐποίησεν καθὰ συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ 37:21 καὶ Ελιαβ ὁ του̃ Αχισαμακ ἐκ τη̃ς φυλη̃ς Δαν ὃς ἠρχιτεκτόνησεν τὰ ὑφαντὰ καὶ τὰ ῥαφιδευτὰ καὶ ποικιλτικὰ ὑφα̃ναι τω̨̃ κοκκίνω̨ καὶ τη̨̃ βύσσω̨ 38:1 καὶ ἐποίησεν Βεσελεηλ τὴν κιβωτὸν 38:2 καὶ κατεχρύσωσεν αὐτὴν χρυσίω̨ καθαρω̨̃ ἔσωθεν καὶ ἔξωθεν 38:3 καὶ ἐχώνευσεν αὐτη̨̃ τέσσαρας δακτυλίους χρυσου̃ς δύο ἐπὶ τὸ κλίτος τὸ ἓν καὶ δύο ἐπὶ τὸ κλίτος τὸ δεύτερον 38:4 εὐρει̃ς τοι̃ς διωστη̃ρσιν ὥστε αἴρειν αὐτὴν ἐν αὐτοι̃ς 38:5 καὶ ἐποίησεν τὸ ἱλαστήριον ἐπάνωθεν τη̃ς κιβωτου̃ ἐκ χρυσίου 38:6 καὶ τοὺς δύο χερουβιμ χρυσου̃ς 38:7 χερουβ ἕνα ἐπὶ τὸ ἄκρον του̃ ἱλαστηρίου τὸ ἓν καὶ χερουβ ἕνα ἐπὶ τὸ ἄκρον τὸ δεύτερον του̃ ἱλαστηρίου 38:8 σκιάζοντα ται̃ς πτέρυξιν αὐτω̃ν ἐπὶ τὸ ἱλαστήριον 38:9 καὶ ἐποίησεν τὴν τράπεζαν τὴν προκειμένην ἐκ χρυσίου καθαρου̃ 38:10 καὶ ἐχώνευσεν αὐτη̨̃ τέσσαρας δακτυλίους δύο ἐπὶ του̃ κλίτους του̃ ἑνὸς καὶ δύο ἐπὶ του̃ κλίτους του̃ δευτέρου εὐρει̃ς ὥστε αἴρειν τοι̃ς διωστη̃ρσιν ἐν αὐτοι̃ς 38:11 καὶ τοὺς διωστη̃ρας τη̃ς κιβωτου̃ καὶ τη̃ς τραπέζης ἐποίησεν καὶ κατεχρύσωσεν αὐτοὺς χρυσίω̨ 38:12 καὶ ἐποίησεν τὰ σκεύη τη̃ς τραπέζης τά τε τρυβλία καὶ τὰς θυίσκας καὶ τοὺς κυάθους καὶ τὰ σπονδει̃α ἐν οἱ̃ς σπείσει ἐν αὐτοι̃ς χρυσα̃ 38:13 καὶ ἐποίησεν τὴν λυχνίαν ἣ φωτίζει χρυση̃ν στερεὰν τὸν καυλόν 38:14 καὶ τοὺς καλαμίσκους ἐξ ἀμφοτέρων τω̃ν μερω̃ν αὐτη̃ς 38:15 ἐκ τω̃ν καλαμίσκων αὐτη̃ς οἱ βλαστοὶ ἐξέχοντες τρει̃ς ἐκ τούτου καὶ τρει̃ς ἐκ τούτου ἐξισούμενοι ἀλλήλοις 38:16 καὶ τὰ λαμπάδια αὐτω̃ν ἅ ἐστιν ἐπὶ τω̃ν ἄκρων καρυωτὰ ἐξ αὐτω̃ν καὶ τὰ ἐνθέμια ἐξ αὐτω̃ν ἵνα ὠ̃σιν ἐπ' αὐτω̃ν οἱ λύχνοι καὶ τὸ ἐνθέμιον τὸ ἕβδομον ἀπ' ἄκρου του̃ λαμπαδίου ἐπὶ τη̃ς κορυφη̃ς ἄνωθεν στερεὸν ὅλον χρυσου̃ν 38:17 καὶ ἑπτὰ λύχνους ἐπ' αὐτη̃ς χρυσου̃ς καὶ τὰς λαβίδας αὐτη̃ς χρυσα̃ς καὶ τὰς ἐπαρυστρίδας αὐτω̃ν χρυσα̃ς 38:18 οὑ̃τος περιηργύρωσεν τοὺς στύλους καὶ ἐχώνευσεν τω̨̃ στύλω̨ δακτυλίους χρυσου̃ς καὶ ἐχρύσωσεν τοὺς μοχλοὺς χρυσίω̨ καὶ κατεχρύσωσεν τοὺς στύλους του̃ καταπετάσματος χρυσίω̨ καὶ ἐποίησεν τὰς ἀγκύλας χρυσα̃ς 38:19 οὑ̃τος ἐποίησεν καὶ τοὺς κρίκους τη̃ς σκηνη̃ς χρυσου̃ς καὶ τοὺς κρίκους τη̃ς αὐλη̃ς καὶ κρίκους εἰς τὸ ἐκτείνειν τὸ κατακάλυμμα ἄνωθεν χαλκου̃ς 38:20 οὑ̃τος ἐχώνευσεν τὰς κεφαλίδας τὰς ἀργυρα̃ς τη̃ς σκηνη̃ς καὶ τὰς κεφαλίδας τὰς χαλκα̃ς τη̃ς θύρας τη̃ς σκηνη̃ς καὶ τὴν πύλην τη̃ς αὐλη̃ς καὶ ἀγκύλας ἐποίησεν τοι̃ς στύλοις ἀργυρα̃ς ἐπὶ τω̃ν στύλων οὑ̃τος περιηργύρωσεν αὐτάς 38:21 οὑ̃τος ἐποίησεν καὶ τοὺς πασσάλους τη̃ς σκηνη̃ς καὶ τοὺς πασσάλους τη̃ς αὐλη̃ς χαλκου̃ς 38:22 οὑ̃τος ἐποίησεν τὸ θυσιαστήριον τὸ χαλκου̃ν ἐκ τω̃ν πυρείων τω̃ν χαλκω̃ν ἃ ἠ̃σαν τοι̃ς ἀνδράσιν τοι̃ς καταστασιάσασι μετὰ τη̃ς Κορε συναγωγη̃ς 38:23 οὑ̃τος ἐποίησεν πάντα τὰ σκεύη του̃ θυσιαστηρίου καὶ τὸ πυρει̃ον αὐτου̃ καὶ τὴν βάσιν καὶ τὰς φιάλας καὶ τὰς κρεάγρας χαλκα̃ς 38:24 οὑ̃τος ἐποίησεν τω̨̃ θυσιαστηρίω̨ παράθεμα ἔργον δικτυωτόν κάτωθεν του̃ πυρείου ὑπὸ αὐτὸ ἕως του̃ ἡμίσους αὐτου̃ καὶ ἐπέθηκεν αὐτω̨̃ τέσσαρας δακτυλίους ἐκ τω̃ν τεσσάρων μερω̃ν του̃ παραθέματος του̃ θυσιαστηρίου χαλκου̃ς τοι̃ς μοχλοι̃ς εὐρει̃ς ὥστε αἴρειν τὸ θυσιαστήριον ἐν αὐτοι̃ς 38:25 οὑ̃τος ἐποίησεν τὸ ἔλαιον τη̃ς χρίσεως τὸ ἅγιον καὶ τὴν σύνθεσιν του̃ θυμιάματος καθαρὸν ἔργον μυρεψου̃ 38:26 οὑ̃τος ἐποίησεν τὸν λουτη̃ρα χαλκου̃ν καὶ τὴν βάσιν αὐτου̃ χαλκη̃ν ἐκ τω̃ν κατόπτρων τω̃ν νηστευσασω̃ν αἳ ἐνήστευσαν παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου ἐν ἡ̨̃ ἡμέρα̨ ἔπηξεν αὐτήν 38:27 καὶ ἐποίησεν τὸν λουτη̃ρα ἵνα νίπτωνται ἐξ αὐτου̃ Μωυση̃ς καὶ Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ τὰς χει̃ρας αὐτω̃ν καὶ τοὺς πόδας εἰσπορευομένων αὐτω̃ν εἰς τὴν σκηνὴν του̃ μαρτυρίου ἢ ὅταν προσπορεύωνται πρὸς τὸ θυσιαστήριον λειτουργει̃ν ἐνίπτοντο ἐξ αὐτου̃ καθάπερ συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ 39:1 πα̃ν τὸ χρυσίον ὃ κατειργάσθη εἰς τὰ ἔργα κατὰ πα̃σαν τὴν ἐργασίαν τω̃ν ἁγίων ἐγένετο χρυσίου του̃ τη̃ς ἀπαρχη̃ς ἐννέα καὶ εἴκοσι τάλαντα καὶ ἑπτακόσιοι εἴκοσι σίκλοι κατὰ τὸν σίκλον τὸν ἅγιον 39:2 καὶ ἀργυρίου ἀφαίρεμα παρὰ τω̃ν ἐπεσκεμμένων ἀνδρω̃ν τη̃ς συναγωγη̃ς ἑκατὸν τάλαντα καὶ χίλιοι ἑπτακόσιοι ἑβδομήκοντα πέντε σίκλοι 39:3 δραχμὴ μία τη̨̃ κεφαλη̨̃ τὸ ἥμισυ του̃ σίκλου κατὰ τὸν σίκλον τὸν ἅγιον πα̃ς ὁ παραπορευόμενος τὴν ἐπίσκεψιν ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω εἰς τὰς ἑξήκοντα μυριάδας καὶ τρισχίλιοι πεντακόσιοι καὶ πεντήκοντα 39:4 καὶ ἐγενήθη τὰ ἑκατὸν τάλαντα του̃ ἀργυρίου εἰς τὴν χώνευσιν τω̃ν ἑκατὸν κεφαλίδων τη̃ς σκηνη̃ς καὶ εἰς τὰς κεφαλίδας του̃ καταπετάσματος ἑκατὸν κεφαλίδες εἰς τὰ ἑκατὸν τάλαντα τάλαντον τη̨̃ κεφαλίδι 39:5 καὶ τοὺς χιλίους ἑπτακοσίους ἑβδομήκοντα πέντε σίκλους ἐποίησαν εἰς τὰς ἀγκύλας τοι̃ς στύλοις καὶ κατεχρύσωσεν τὰς κεφαλίδας αὐτω̃ν καὶ κατεκόσμησεν αὐτούς 39:6 καὶ ὁ χαλκὸς του̃ ἀφαιρέματος ἑβδομήκοντα τάλαντα καὶ χίλιοι πεντακόσιοι σίκλοι 39:7 καὶ ἐποίησεν ἐξ αὐτου̃ τὰς βάσεις τη̃ς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου 39:8 καὶ τὰς βάσεις τη̃ς αὐλη̃ς κύκλω̨ καὶ τὰς βάσεις τη̃ς πύλης τη̃ς αὐλη̃ς καὶ τοὺς πασσάλους τη̃ς σκηνη̃ς καὶ τοὺς πασσάλους τη̃ς αὐλη̃ς κύκλω̨ 39:9 καὶ τὸ παράθεμα τὸ χαλκου̃ν του̃ θυσιαστηρίου καὶ πάντα τὰ σκεύη του̃ θυσιαστηρίου καὶ πάντα τὰ ἐργαλει̃α τη̃ς σκηνη̃ς του̃ μαρτυρίου 39:10 καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ καθὰ συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ οὕτως ἐποίησαν 39:11 τὸ δὲ λοιπὸν χρυσίον του̃ ἀφαιρέματος ἐποίησαν σκεύη εἰς τὸ λειτουργει̃ν ἐν αὐτοι̃ς ἔναντι κυρίου 39:12 καὶ τὴν καταλειφθει̃σαν ὑάκινθον καὶ πορφύραν καὶ τὸ κόκκινον ἐποίησαν στολὰς λειτουργικὰς Ααρων ὥστε λειτουργει̃ν ἐν αὐται̃ς ἐν τω̨̃ ἁγίω̨ 39:13 καὶ ἤνεγκαν τὰς στολὰς πρὸς Μωυση̃ν καὶ τὴν σκηνὴν καὶ τὰ σκεύη αὐτη̃ς καὶ τὰς βάσεις καὶ τοὺς μοχλοὺς αὐτη̃ς καὶ τοὺς στύλους 39:14 καὶ τὴν κιβωτὸν τη̃ς διαθήκης καὶ τοὺς διωστη̃ρας αὐτη̃ς 39:15 καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτου̃ καὶ τὸ ἔλαιον τη̃ς χρίσεως καὶ τὸ θυμίαμα τη̃ς συνθέσεως 39:16 καὶ τὴν λυχνίαν τὴν καθαρὰν καὶ τοὺς λύχνους αὐτη̃ς λύχνους τη̃ς καύσεως καὶ τὸ ἔλαιον του̃ φωτὸς 39:17 καὶ τὴν τράπεζαν τη̃ς προθέσεως καὶ πάντα τὰ αὐτη̃ς σκεύη καὶ τοὺς ἄρτους τοὺς προκειμένους 39:18 καὶ τὰς στολὰς του̃ ἁγίου αἵ εἰσιν Ααρων καὶ τὰς στολὰς τω̃ν υἱω̃ν αὐτου̃ εἰς τὴν ἱερατείαν 39:19 καὶ τὰ ἱστία τη̃ς αὐλη̃ς καὶ τοὺς στύλους καὶ τὸ καταπέτασμα τη̃ς θύρας τη̃ς σκηνη̃ς καὶ τη̃ς πύλης τη̃ς αὐλη̃ς καὶ πάντα τὰ σκεύη τη̃ς σκηνη̃ς καὶ πάντα τὰ ἐργαλει̃α αὐτη̃ς 39:20 καὶ τὰς διφθέρας δέρματα κριω̃ν ἠρυθροδανωμένα καὶ τὰ καλύμματα δέρματα ὑακίνθινα καὶ τω̃ν λοιπω̃ν τὰ ἐπικαλύμματα 39:21 καὶ τοὺς πασσάλους καὶ πάντα τὰ ἐργαλει̃α τὰ εἰς τὰ ἔργα τη̃ς σκηνη̃ς του̃ μαρτυρίου 39:22 ὅσα συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ οὕτως ἐποίησαν οἱ υἱοὶ Ισραηλ πα̃σαν τὴν ἀποσκευήν 39:23 καὶ εἰ̃δεν Μωυση̃ς πάντα τὰ ἔργα καὶ ἠ̃σαν πεποιηκότες αὐτὰ ὃν τρόπον συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ οὕτως ἐποίησαν αὐτά καὶ εὐλόγησεν αὐτοὺς Μωυση̃ς 40:1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων 40:2 ἐν ἡμέρα̨ μια̨̃ του̃ μηνὸς του̃ πρώτου νουμηνία̨ στήσεις τὴν σκηνὴν του̃ μαρτυρίου 40:3 καὶ θήσεις τὴν κιβωτὸν του̃ μαρτυρίου καὶ σκεπάσεις τὴν κιβωτὸν τω̨̃ καταπετάσματι 40:4 καὶ εἰσοίσεις τὴν τράπεζαν καὶ προθήσεις τὴν πρόθεσιν αὐτη̃ς καὶ εἰσοίσεις τὴν λυχνίαν καὶ ἐπιθήσεις τοὺς λύχνους αὐτη̃ς 40:5 καὶ θήσεις τὸ θυσιαστήριον τὸ χρυσου̃ν εἰς τὸ θυμια̃ν ἐναντίον τη̃ς κιβωτου̃ καὶ ἐπιθήσεις κάλυμμα καταπετάσματος ἐπὶ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου 40:6 καὶ τὸ θυσιαστήριον τω̃ν καρπωμάτων θήσεις παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου 40:8 καὶ περιθήσεις τὴν σκηνὴν καὶ πάντα τὰ αὐτη̃ς ἁγιάσεις κύκλω̨ 40:9 καὶ λήμψη̨ τὸ ἔλαιον του̃ χρίσματος καὶ χρίσεις τὴν σκηνὴν καὶ πάντα τὰ ἐν αὐτη̨̃ καὶ ἁγιάσεις αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτη̃ς καὶ ἔσται ἁγία 40:10 καὶ χρίσεις τὸ θυσιαστήριον τω̃ν καρπωμάτων καὶ πάντα αὐτου̃ τὰ σκεύη καὶ ἁγιάσεις τὸ θυσιαστήριον καὶ ἔσται τὸ θυσιαστήριον ἅγιον τω̃ν ἁγίων 40:12 καὶ προσάξεις Ααρων καὶ τοὺς υἱοὺς αὐτου̃ ἐπὶ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ λούσεις αὐτοὺς ὕδατι 40:13 καὶ ἐνδύσεις Ααρων τὰς στολὰς τὰς ἁγίας καὶ χρίσεις αὐτὸν καὶ ἁγιάσεις αὐτόν καὶ ἱερατεύσει μοι 40:14 καὶ τοὺς υἱοὺς αὐτου̃ προσάξεις καὶ ἐνδύσεις αὐτοὺς χιτω̃νας 40:15 καὶ ἀλείψεις αὐτούς ὃν τρόπον ἤλειψας τὸν πατέρα αὐτω̃ν καὶ ἱερατεύσουσίν μοι καὶ ἔσται ὥστε εἰ̃ναι αὐτοι̃ς χρι̃σμα ἱερατείας εἰς τὸν αἰω̃να εἰς τὰς γενεὰς αὐτω̃ν 40:16 καὶ ἐποίησεν Μωυση̃ς πάντα ὅσα ἐνετείλατο αὐτω̨̃ κύριος οὕτως ἐποίησεν 40:17 καὶ ἐγένετο ἐν τω̨̃ μηνὶ τω̨̃ πρώτω̨ τω̨̃ δευτέρω̨ ἔτει ἐκπορευομένων αὐτω̃ν ἐξ Αἰγύπτου νουμηνία̨ ἐστάθη ἡ σκηνή 40:18 καὶ ἔστησεν Μωυση̃ς τὴν σκηνὴν καὶ ἐπέθηκεν τὰς κεφαλίδας καὶ διενέβαλεν τοὺς μοχλοὺς καὶ ἔστησεν τοὺς στύλους 40:19 καὶ ἐξέτεινεν τὰς αὐλαίας ἐπὶ τὴν σκηνὴν καὶ ἐπέθηκεν τὸ κατακάλυμμα τη̃ς σκηνη̃ς ἐπ' αὐτη̃ς ἄνωθεν καθὰ συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ 40:20 καὶ λαβὼν τὰ μαρτύρια ἐνέβαλεν εἰς τὴν κιβωτὸν καὶ ὑπέθηκεν τοὺς διωστη̃ρας ὑπὸ τὴν κιβωτὸν 40:21 καὶ εἰσήνεγκεν τὴν κιβωτὸν εἰς τὴν σκηνὴν καὶ ἐπέθηκεν τὸ κατακάλυμμα του̃ καταπετάσματος καὶ ἐσκέπασεν τὴν κιβωτὸν του̃ μαρτυρίου ὃν τρόπον συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ 40:22 καὶ ἔθηκεν τὴν τράπεζαν εἰς τὴν σκηνὴν του̃ μαρτυρίου ἐπὶ τὸ κλίτος τη̃ς σκηνη̃ς του̃ μαρτυρίου τὸ πρὸς βορρα̃ν ἔξωθεν του̃ καταπετάσματος τη̃ς σκηνη̃ς 40:23 καὶ προέθηκεν ἐπ' αὐτη̃ς ἄρτους τη̃ς προθέσεως ἔναντι κυρίου ὃν τρόπον συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ 40:24 καὶ ἔθηκεν τὴν λυχνίαν εἰς τὴν σκηνὴν του̃ μαρτυρίου εἰς τὸ κλίτος τη̃ς σκηνη̃ς τὸ πρὸς νότον 40:25 καὶ ἐπέθηκεν τοὺς λύχνους αὐτη̃ς ἔναντι κυρίου ὃν τρόπον συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ 40:26 καὶ ἔθηκεν τὸ θυσιαστήριον τὸ χρυσου̃ν ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου ἀπέναντι του̃ καταπετάσματος 40:27 καὶ ἐθυμίασεν ἐπ' αὐτου̃ τὸ θυμίαμα τη̃ς συνθέσεως καθάπερ συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ 40:29 καὶ τὸ θυσιαστήριον τω̃ν καρπωμάτων ἔθηκεν παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς 40:33 καὶ ἔστησεν τὴν αὐλὴν κύκλω̨ τη̃ς σκηνη̃ς καὶ του̃ θυσιαστηρίου καὶ συνετέλεσεν Μωυση̃ς πάντα τὰ ἔργα 40:34 καὶ ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνὴν του̃ μαρτυρίου καὶ δόξης κυρίου ἐπλήσθη ἡ σκηνή 40:35 καὶ οὐκ ἠδυνάσθη Μωυση̃ς εἰσελθει̃ν εἰς τὴν σκηνὴν του̃ μαρτυρίου ὅτι ἐπεσκίαζεν ἐπ' αὐτὴν ἡ νεφέλη καὶ δόξης κυρίου ἐπλήσθη ἡ σκηνή 40:36 ἡνίκα δ' ἂν ἀνέβη ἡ νεφέλη ἀπὸ τη̃ς σκηνη̃ς ἀνεζεύγνυσαν οἱ υἱοὶ Ισραηλ σὺν τη̨̃ ἀπαρτία̨ αὐτω̃ν 40:37 εἰ δὲ μὴ ἀνέβη ἡ νεφέλη οὐκ ἀνεζεύγνυσαν ἕως τη̃ς ἡμέρας ἡ̃ς ἀνέβη ἡ νεφέλη 40:38 νεφέλη γὰρ ἠ̃ν ἐπὶ τη̃ς σκηνη̃ς ἡμέρας καὶ πυ̃ρ ἠ̃ν ἐπ' αὐτη̃ς νυκτὸς ἐναντίον παντὸς Ισραηλ ἐν πάσαις ται̃ς ἀναζυγαι̃ς αὐτω̃ν . |
[X] |