’Αποκάλθψις ’Ιωάννου

Κεφάλαιον Α' (1)

1 ἀποκάλυψις ’Ιησου̃ Χριστου̃ ἣν ἔδωκεν αὐτω̨̃ ὁ θεός δει̃ξαι τοι̃ς δούλοις αὐτου̃ ἃ δει̃ γενέσθαι ἐν τάχει καὶ ἐσήμανεν ἀποστείλας διὰ του̃ ἀγγέλου αὐτου̃ τω̨̃ δούλω̨ αὐτου̃ ’Ιωάννη̨

2 ὃς ἐμαρτύρησεν τòν λόγον του̃ θεου̃ καὶ τὴν μαρτυρίαν ’Ιησου̃ Χριστου̃ ὅσα εἰ̃δεν

3 μακάριος ὁ ἀναγινώσκων καὶ οἱ ἀκούοντες τοὺς λόγους τη̃ς προφητείας καὶ τηρου̃ντες τὰ ἐν αὐτη̨̃ γεγραμμένα ὁ γὰρ καιρòς ἐγγύς

4 ’Ιωάννης ται̃ς ἑπτὰ ἐκκλησίαις ται̃ς ἐν τη̨̃ ’Ασία̨ χάρις ὑμι̃ν καὶ εἰρήνη ἀπò ὁ ὢν καὶ ὁ ἠ̃ν καὶ ὁ ἐρχόμενος καὶ ἀπò τω̃ν ἑπτὰ πνευμάτων ἃ ἐνώπιον του̃ θρόνου αὐτου̃

5 καὶ ἀπò ’Ιησου̃ Χριστου̃ ὁ μάρτυς ὁ πιστός ὁ πρωτότοκος τω̃ν νεκρω̃ν καὶ ὁ ἄρχων τω̃ν βασιλέων τη̃ς γη̃ς τω̨̃ ἀγαπω̃ντι ἡμα̃ς καὶ λύσαντι ἡμα̃ς ἐκ τω̃ν ἁμαρτιω̃ν ἡμω̃ν ἐν τω̨̃ αἵματι αὐτου̃

6 καὶ ἐποίησεν ἡμα̃ς βασιλείαν ἱερει̃ς τω̨̃ θεω̨̃ καὶ πατρὶ αὐτου̃ αὐτω̨̃ ἡ δόξα καὶ τò κράτος εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων ἀμήν

7 ἰδοὺ ἔρχεται μετὰ τω̃ν νεφελω̃ν καὶ ὄψεται αὐτòν πα̃ς ὀφθαλμòς καὶ οἵτινες αὐτòν ἐξεκέντησαν καὶ κόψονται ἐπ' αὐτòν πα̃σαι αἱ φυλαὶ τη̃ς γη̃ς ναί ἀμήν

8 ἐγώ εἰμι τò ἄλφα καὶ τò ὠ̃ λέγει κύριος ὁ θεός ὁ ὢν καὶ ὁ ἠ̃ν καὶ ὁ ἐρχόμενος ὁ παντοκράτωρ

9 ἐγὼ ’Ιωάννης ὁ ἀδελφòς ὑμω̃ν καὶ συγκοινωνòς ἐν τη̨̃ θλίψει καὶ βασιλεία̨ καὶ ὑπομονη̨̃ ἐν ’Ιησου̃ ἐγενόμην ἐν τη̨̃ νήσω̨ τη̨̃ καλουμένη̨ Πάτμω̨ διὰ τòν λόγον του̃ θεου̃ καὶ τὴν μαρτυρίαν ’Ιησου̃

10 ἐγενόμην ἐν πνεύματι ἐν τη̨̃ κυριακη̨̃ ἡμέρα̨ καὶ ἤκουσα ὀπίσω μου φωνὴν μεγάλην ὡς σάλπιγγος

11 λεγούσης ὃ βλέπεις γράψον εἰς βιβλίον καὶ πέμψον ται̃ς ἑπτὰ ἐκκλησίαις εἰς ’Έφεσον καὶ εἰς Σμύρναν καὶ εἰς Πέργαμον καὶ εἰς Θυάτειρα καὶ εἰς Σάρδεις καὶ εἰς Φιλαδέλφειαν καὶ εἰς Λαοδίκειαν

12 καὶ ἐπέστρεψα βλέπειν τὴν φωνὴν ἥτις ἐλάλει μετ' ἐμου̃ καὶ ἐπιστρέψας εἰ̃δον ἑπτὰ λυχνίας χρυσα̃ς

13 καὶ ἐν μέσω̨ τω̃ν λυχνιω̃ν ὅμοιον υἱòν ἀνθρώπου ἐνδεδυμένον ποδήρη καὶ περιεζωσμένον πρòς τοι̃ς μαστοι̃ς ζώνην χρυσα̃ν

14 ἡ δὲ κεφαλὴ αὐτου̃ καὶ αἱ τρίχες λευκαὶ ὡς ἔριον λευκόν ὡς χιών καὶ οἱ ὀφθαλμοὶ αὐτου̃ ὡς φλòξ πυρός

15 καὶ οἱ πόδες αὐτου̃ ὅμοιοι χαλκολιβάνω̨ ὡς ἐν καμίνω̨ πεπυρωμένης καὶ ἡ φωνὴ αὐτου̃ ὡς φωνὴ ὑδάτων πολλω̃ν

16 καὶ ἔχων ἐν τη̨̃ δεξια̨̃ χειρὶ αὐτου̃ ἀστέρας ἑπτά καὶ ἐκ του̃ στόματος αὐτου̃ ῥομφαία δίστομος ὀξει̃α ἐκπορευομένη καὶ ἡ ὄψις αὐτου̃ ὡς ὁ ἥλιος φαίνει ἐν τη̨̃ δυνάμει αὐτου̃

17 καὶ ὅτε εἰ̃δον αὐτόν ἔπεσα πρòς τοὺς πόδας αὐτου̃ ὡς νεκρός καὶ ἔθηκεν τὴν δεξιὰν αὐτου̃ ἐπ' ἐμὲ λέγων μὴ φοβου̃ ἐγώ εἰμι ὁ πρω̃τος καὶ ὁ ἔσχατος

18 καὶ ὁ ζω̃ν καὶ ἐγενόμην νεκρòς καὶ ἰδοὺ ζω̃ν εἰμι εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων καὶ ἔχω τὰς κλει̃ς του̃ θανάτου καὶ του̃ ἅ̨δου

19 γράψον οὐ̃ν ἃ εἰ̃δες καὶ ἃ εἰσὶν καὶ ἃ μέλλει γενέσθαι μετὰ ταυ̃τα

20 τò μυστήριον τω̃ν ἑπτὰ ἀστέρων οὓς εἰ̃δες ἐπὶ τη̃ς δεξια̃ς μου καὶ τὰς ἑπτὰ λυχνίας τὰς χρυσα̃ς οἱ ἑπτὰ ἀστέρες ἄγγελοι τω̃ν ἑπτὰ ἐκκλησιω̃ν εἰσιν καὶ αἱ λυχνίαι αἱ ἑπτὰ ἑπτὰ ἐκκλησίαι εἰσίν

 

Κεφάλαιον Β' (2)

1 τω̨̃ ἀγγέλω̨ τη̃ς ἐν ’Εφέσω̨ ἐκκλησίας γράψον τάδε λέγει ὁ κρατω̃ν τοὺς ἑπτὰ ἀστέρας ἐν τη̨̃ δεξια̨̃ αὐτου̃ ὁ περιπατω̃ν ἐν μέσω̨ τω̃ν ἑπτὰ λυχνιω̃ν τω̃ν χρυσω̃ν

2 οἰ̃δα τὰ ἔργα σου καὶ τòν κόπον καὶ τὴν ὑπομονήν σου καὶ ὅτι οὐ δύνη̨ βαστάσαι κακούς καὶ ἐπείρασας τοὺς λέγοντας ἑαυτοὺς ἀποστόλους καὶ οὐκ εἰσίν καὶ εὑ̃ρες αὐτοὺς ψευδει̃ς

3 καὶ ὑπομονὴν ἔχεις καὶ ἐβάστασας διὰ τò ὄνομά μου καὶ οὐ κεκοπίακες

4 ἀλλὰ ἔχω κατὰ σου̃ ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφη̃κες

5 μνημόνευε οὐ̃ν πόθεν πέπτωκας καὶ μετανόησον καὶ τὰ πρω̃τα ἔργα ποίησον εἰ δὲ μή ἔρχομαί σοι καὶ κινήσω τὴν λυχνίαν σου ἐκ του̃ τόπου αὐτη̃ς ἐὰν μὴ μετανοήση̨ς

6 ἀλλὰ του̃το ἔχεις ὅτι μισει̃ς τὰ ἔργα τω̃ν Νικολαϊτω̃ν ἃ κἀγὼ μισω̃

7 ὁ ἔχων οὐ̃ς ἀκουσάτω τί τò πνευ̃μα λέγει ται̃ς ἐκκλησίαις τω̨̃ νικω̃ντι δώσω αὐτω̨̃ φαγει̃ν ἐκ του̃ ξύλου τη̃ς ζωη̃ς ὅ ἐστιν ἐν τω̨̃ παραδείσω̨ του̃ θεου̃

8 καὶ τω̨̃ ἀγγέλω̨ τη̃ς ἐν Σμύρνη̨ ἐκκλησίας γράψον τάδε λέγει ὁ πρω̃τος καὶ ὁ ἔσχατος ὃς ἐγένετο νεκρòς καὶ ἔζησεν

9 οἰ̃δά σου τὴν θλι̃ψιν καὶ τὴν πτωχείαν ἀλλὰ πλούσιος εἰ̃ καὶ τὴν βλασφημίαν ἐκ τω̃ν λεγόντων ’Ιουδαίους εἰ̃ναι ἑαυτούς καὶ οὐκ εἰσὶν ἀλλὰ συναγωγὴ του̃ Σατανα̃

10 μηδὲν φοβου̃ ἃ μέλλεις πάσχειν ἰδοὺ μέλλει βάλλειν ὁ διάβολος ἐξ ὑμω̃ν εἰς φυλακὴν ἵνα πειρασθη̃τε καὶ ἕξετε θλι̃ψιν ἡμερω̃ν δέκα γίνου πιστòς ἄχρι θανάτου καὶ δώσω σοι τòν στέφανον τη̃ς ζωη̃ς

11 ὁ ἔχων οὐ̃ς ἀκουσάτω τί τò πνευ̃μα λέγει ται̃ς ἐκκλησίαις ὁ νικω̃ν οὐ μὴ ἀδικηθη̨̃ ἐκ του̃ θανάτου του̃ δευτέρου

12 καὶ τω̨̃ ἀγγέλω̨ τη̃ς ἐν Περγάμω̨ ἐκκλησίας γράψον τάδε λέγει ὁ ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξει̃αν

13 οἰ̃δα που̃ κατοικει̃ς ὅπου ὁ θρόνος του̃ Σατανα̃ καὶ κρατει̃ς τò ὄνομά μου καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου καὶ ἐν ται̃ς ἡμέραις ’Αντιπα̃ς ὁ μάρτυς μου ὁ πιστός μου ὃς ἀπεκτάνθη παρ' ὑμι̃ν ὅπου ὁ Σατανα̃ς κατοικει̃

14 ἀλλ' ἔχω κατὰ σου̃ ὀλίγα ὅτι ἔχεις ἐκει̃ κρατου̃ντας τὴν διδαχὴν Βαλαάμ ὃς ἐδίδασκεν τω̨̃ Βαλὰκ βαλει̃ν σκάνδαλον ἐνώπιον τω̃ν υἱω̃ν ’Ισραήλ φαγει̃ν εἰδωλόθυτα καὶ πορνευ̃σαι

15 οὕτως ἔχεις καὶ σὺ κρατου̃ντας τὴν διδαχὴν τω̃ν Νικολαϊτω̃ν ὁμοίως

16 μετανόησον οὐ̃ν εἰ δὲ μή ἔρχομαί σοι ταχύ καὶ πολεμήσω μετ' αὐτω̃ν ἐν τη̨̃ ῥομφαία̨ του̃ στόματός μου

17 ὁ ἔχων οὐ̃ς ἀκουσάτω τί τò πνευ̃μα λέγει ται̃ς ἐκκλησίαις τω̨̃ νικω̃ντι δώσω αὐτω̨̃ του̃ μάννα του̃ κεκρυμμένου καὶ δώσω αὐτω̨̃ ψη̃φον λευκὴν καὶ ἐπὶ τὴν ψη̃φον ὄνομα καινòν γεγραμμένον ὃ οὐδεὶς οἰ̃δεν εἰ μὴ ὁ λαμβάνων

18 καὶ τω̨̃ ἀγγέλω̨ τη̃ς ἐν θυατείροις ἐκκλησίας γράψον τάδε λέγει ὁ υἱòς του̃ θεου̃ ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτου̃ ὡς φλόγα πυρός καὶ οἱ πόδες αὐτου̃ ὅμοιοι χαλκολιβάνω̨

19 οἰ̃δά σου τὰ ἔργα καὶ τὴν ἀγάπην καὶ τὴν πίστιν καὶ τὴν διακονίαν καὶ τὴν ὑπομονήν σου καὶ τὰ ἔργα σου τὰ ἔσχατα πλείονα τω̃ν πρώτων

20 ἀλλὰ ἔχω κατὰ σου̃ ὅτι ἀφει̃ς τὴν γυναι̃κα ’Ιεζάβελ ἡ λέγουσα ἑαυτὴν προφη̃τιν καὶ διδάσκει καὶ πλανα̨̃ τοὺς ἐμοὺς δούλους πορνευ̃σαι καὶ φαγει̃ν εἰδωλόθυτα

21 καὶ ἔδωκα αὐτη̨̃ χρόνον ἵνα μετανοήση̨ καὶ οὐ θέλει μετανοη̃σαι ἐκ τη̃ς πορνείας αὐτη̃ς

22 ἰδοὺ βάλλω αὐτὴν εἰς κλίνην καὶ τοὺς μοιχεύοντας μετ' αὐτη̃ς εἰς θλι̃ψιν μεγάλην ἐὰν μὴ μετανοήσωσιν ἐκ τω̃ν ἔργων αὐτη̃ς

23 καὶ τὰ τέκνα αὐτη̃ς ἀποκτενω̃ ἐν θανάτω̨ καὶ γνώσονται πα̃σαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰμι ὁ ἐραυνω̃ν νεφροὺς καὶ καρδίας καὶ δώσω ὑμι̃ν ἑκάστω̨ κατὰ τὰ ἔργα ὑμω̃ν

24 ὑμι̃ν δὲ λέγω τοι̃ς λοιποι̃ς τοι̃ς ἐν Θυατείροις ὅσοι οὐκ ἔχουσιν τὴν διδαχὴν ταύτην οἵτινες οὐκ ἔγνωσαν τὰ βαθέα του̃ Σατανα̃ ὡς λέγουσιν οὐ βάλλω ἐφ' ὑμα̃ς ἄλλο βάρος

25 πλὴν ὃ ἔχετε κρατήσατε ἄχρις οὑ̃ ἂν ἥξω

26 καὶ ὁ νικω̃ν καὶ ὁ τηρω̃ν ἄχρι τέλους τὰ ἔργα μου δώσω αὐτω̨̃ ἐξουσίαν ἐπὶ τω̃ν ἐθνω̃ν

27 καὶ ποιμανει̃ αὐτοὺς ἐν ῥάβδω̨ σιδηρα̨̃ ὡς τὰ σκεύη τὰ κεραμικὰ συντρίβεται

28 ὡς κἀγὼ εἴληφα παρὰ του̃ πατρός μου καὶ δώσω αὐτω̨̃ τòν ἀστέρα τòν πρωϊνόν

29 ὁ ἔχων οὐ̃ς ἀκουσάτω τί τò πνευ̃μα λέγει ται̃ς ἐκκλησίαις

 

Κεφάλαιον Γ' (3)

1 καὶ τω̨̃ ἀγγέλω̨ τη̃ς ἐν Σάρδεσιν ἐκκλησίας γράψον τάδε λέγει ὁ ἔχων τὰ ἑπτὰ πνεύματα του̃ θεου̃ καὶ τοὺς ἑπτὰ ἀστέρας οἰ̃δά σου τὰ ἔργα ὅτι ὄνομα ἔχεις ὅτι ζη̨̃ς καὶ νεκρòς εἰ̃

2 γίνου γρηγορω̃ν καὶ στήρισον τὰ λοιπὰ ἃ ἔμελλον ἀποθανει̃ν οὐ γὰρ εὕρηκά σου τὰ ἔργα πεπληρωμένα ἐνώπιον του̃ θεου̃ μου

3 μνημόνευε οὐ̃ν πω̃ς εἴληφας καὶ ἤκουσας καὶ τήρει καὶ μετανόησον ἐὰν οὐ̃ν μὴ γρηγορήση̨ς ἥξω ὡς κλέπτης καὶ οὐ μὴ γνω̨̃ς ποίαν ὥραν ἥξω ἐπὶ σέ

4 ἀλλὰ ἔχεις ὀλίγα ὀνόματα ἐν Σάρδεσιν ἃ οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτω̃ν καὶ περιπατήσουσιν μετ' ἐμου̃ ἐν λευκοι̃ς ὅτι ἄξιοί εἰσιν

5 ὁ νικω̃ν οὕτως περιβαλει̃ται ἐν ἱματίοις λευκοι̃ς καὶ οὐ μὴ ἐξαλείψω τò ὄνομα αὐτου̃ ἐκ τη̃ς βίβλου τη̃ς ζωη̃ς καὶ ὁμολογήσω τò ὄνομα αὐτου̃ ἐνώπιον του̃ πατρός μου καὶ ἐνώπιον τω̃ν ἀγγέλων αὐτου̃

6 ὁ ἔχων οὐ̃ς ἀκουσάτω τί τò πνευ̃μα λέγει ται̃ς ἐκκλησίαις

7 καὶ τω̨̃ ἀγγέλω̨ τη̃ς ἐν Φιλαδελφεία̨ ἐκκλησίας γράψον τάδε λέγει ὁ ἅγιος ὁ ἀληθινός ὁ ἔχων τὴν κλει̃ν Δαυίδ ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει καὶ κλείων καὶ οὐδεὶς ἀνοίγει

8 οἰ̃δά σου τὰ ἔργα ἰδοὺ δέδωκα ἐνώπιόν σου θύραν ἠνεω̨γμένην ἣν οὐδεὶς δύναται κλει̃σαι αὐτήν ὅτι μικρὰν ἔχεις δύναμιν καὶ ἐτήρησάς μου τòν λόγον καὶ οὐκ ἠρνήσω τò ὄνομά μου

9 ἰδοὺ διδω̃ ἐκ τη̃ς συναγωγη̃ς του̃ Σατανα̃ τω̃ν λεγόντων ἑαυτοὺς ’Ιουδαίους εἰ̃ναι καὶ οὐκ εἰσὶν ἀλλὰ ψεύδονται ἰδοὺ ποιήσω αὐτοὺς ἵνα ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιον τω̃ν ποδω̃ν σου καὶ γνω̃σιν ὅτι ἐγὼ ἠγάπησά σε

10 ὅτι ἐτήρησας τòν λόγον τη̃ς ὑπομονη̃ς μου κἀγώ σε τηρήσω ἐκ τη̃ς ὥρας του̃ πειρασμου̃ τη̃ς μελλούσης ἔρχεσθαι ἐπὶ τη̃ς οἰκουμένης ὅλης πειράσαι τοὺς κατοικου̃ντας ἐπὶ τη̃ς γη̃ς

11 ἔρχομαι ταχύ κράτει ὃ ἔχεις ἵνα μηδεὶς λάβη̨ τòν στέφανόν σου

12 ὁ νικω̃ν ποιήσω αὐτòν στυ̃λον ἐν τω̨̃ ναω̨̃ του̃ θεου̃ μου καὶ ἔξω οὐ μὴ ἐξέλθη̨ ἔτι καὶ γράψω ἐπ' αὐτòν τò ὄνομα του̃ θεου̃ μου καὶ τò ὄνομα τη̃ς πόλεως του̃ θεου̃ μου τη̃ς καινη̃ς ’Ιερουσαλήμ ἡ καταβαίνουσα ἐκ του̃ οὐρανου̃ ἀπò του̃ θεου̃ μου καὶ τò ὄνομά μου τò καινόν

13 ὁ ἔχων οὐ̃ς ἀκουσάτω τί τò πνευ̃μα λέγει ται̃ς ἐκκλησίαις

14 καὶ τω̨̃ ἀγγέλω̨ τη̃ς ἐν Λαοδικεία̨ ἐκκλησίας γράψον τάδε λέγει ὁ ἀμήν ὁ μάρτυς ὁ πιστòς καὶ ἀληθινός ἡ ἀρχὴ τη̃ς κτίσεως του̃ θεου̃

15 οἰ̃δά σου τὰ ἔργα ὅτι οὔτε ψυχρòς εἰ̃ οὔτε ζεστός ὄφελον ψυχρòς ἠ̃ς ἢ ζεστός

16 οὕτως ὅτι χλιαρòς εἰ̃ καὶ οὔτε ζεστòς οὔτε ψυχρός μέλλω σε ἐμέσαι ἐκ του̃ στόματός μου

17 ὅτι λέγεις ὅτι πλούσιός εἰμι καὶ πεπλούτηκα καὶ οὐδὲν χρείαν ἔχω καὶ οὐκ οἰ̃δας ὅτι σὺ εἰ̃ ὁ ταλαίπωρος καὶ ἐλεεινòς καὶ πτωχòς καὶ τυφλòς καὶ γυμνός

18 συμβουλεύω σοι ἀγοράσαι παρ' ἐμου̃ χρυσίον πεπυρωμένον ἐκ πυρòς ἵνα πλουτήση̨ς καὶ ἱμάτια λευκὰ ἵνα περιβάλη̨ καὶ μὴ φανερωθη̨̃ ἡ αἰσχύνη τη̃ς γυμνότητός σου καὶ κολλούριον ἐγχρι̃σαι τοὺς ὀφθαλμούς σου ἵνα βλέπη̨ς

19 ἐγὼ ὅσους ἐὰν φιλω̃ ἐλέγχω καὶ παιδεύω ζήλευε οὐ̃ν καὶ μετανόησον

20 ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω ἐάν τις ἀκούση̨ τη̃ς φωνη̃ς μου καὶ ἀνοίξη̨ τὴν θύραν καὶ εἰσελεύσομαι πρòς αὐτòν καὶ δειπνήσω μετ' αὐτου̃ καὶ αὐτòς μετ' ἐμου̃

21 ὁ νικω̃ν δώσω αὐτω̨̃ καθίσαι μετ' ἐμου̃ ἐν τω̨̃ θρόνω̨ μου ὡς κἀγὼ ἐνίκησα καὶ ἐκάθισα μετὰ του̃ πατρός μου ἐν τω̨̃ θρόνω̨ αὐτου̃

22 ὁ ἔχων οὐ̃ς ἀκουσάτω τί τò πνευ̃μα λέγει ται̃ς ἐκκλησίαις

 

Κεφάλαιον Δ' (4)

1 μετὰ ταυ̃τα εἰ̃δον καὶ ἰδοὺ θύρα ἠνεω̨γμένη ἐν τω̨̃ οὐρανω̨̃ καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετ' ἐμου̃ λέγων ἀνάβα ὡ̃δε καὶ δείξω σοι ἃ δει̃ γενέσθαι μετὰ ταυ̃τα

2 εὐθέως ἐγενόμην ἐν πνεύματι καὶ ἰδοὺ θρόνος ἔκειτο ἐν τω̨̃ οὐρανω̨̃ καὶ ἐπὶ τòν θρόνον καθήμενος

3 καὶ ὁ καθήμενος ὅμοιος ὁράσει λίθω̨ ἰάσπιδι καὶ σαρδίω̨ καὶ ἰ̃ρις κυκλόθεν του̃ θρόνου ὅμοιος ὁράσει σμαραγδίνω̨

4 καὶ κυκλόθεν του̃ θρόνου θρόνους εἴκοσι τέσσαρες καὶ ἐπὶ τοὺς θρόνους εἴκοσι τέσσαρας πρεσβυτέρους καθημένους περιβεβλημένους ἐν ἱματίοις λευκοι̃ς καὶ ἐπὶ τὰς κεφαλὰς αὐτω̃ν στεφάνους χρυσου̃ς

5 καὶ ἐκ του̃ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί καὶ ἑπτὰ λαμπάδες πυρòς καιόμεναι ἐνώπιον του̃ θρόνου ἅ εἰσιν τὰ ἑπτὰ πνεύματα του̃ θεου̃

6 καὶ ἐνώπιον του̃ θρόνου ὡς θάλασσα ὑαλίνη ὁμοία κρυστάλλω̨ καὶ ἐν μέσω̨ του̃ θρόνου καὶ κύκλω̨ του̃ θρόνου τέσσαρα ζω̨̃α γέμοντα ὀφθαλμω̃ν ἔμπροσθεν καὶ ὄπισθεν

7 καὶ τò ζω̨̃ον τò πρω̃τον ὅμοιον λέοντι καὶ τò δεύτερον ζω̨̃ον ὅμοιον μόσχω̨ καὶ τò τρίτον ζω̨̃ον ἔχων τò πρόσωπον ὡς ἀνθρώπου καὶ τò τέταρτον ζω̨̃ον ὅμοιον ἀετω̨̃ πετομένω̨

8 καὶ τὰ τέσσαρα ζω̨̃α ἓν καθ' ἓν αὐτω̃ν ἔχων ἀνὰ πτέρυγας ἕξ κυκλόθεν καὶ ἔσωθεν γέμουσιν ὀφθαλμω̃ν καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτòς λέγοντες ἅγιος ἅγιος ἅγιος κύριος ὁ θεòς ὁ παντοκράτωρ ὁ ἠ̃ν καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος

9 καὶ ὅταν δώσουσιν τὰ ζω̨̃α δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν τω̨̃ καθημένω̨ ἐπὶ τω̨̃ θρόνω̨ τω̨̃ ζω̃ντι εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων

10 πεσου̃νται οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἐνώπιον του̃ καθημένου ἐπὶ του̃ θρόνου καὶ προσκυνήσουσιν τω̨̃ ζω̃ντι εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων καὶ βαλου̃σιν τοὺς στεφάνους αὐτω̃ν ἐνώπιον του̃ θρόνου λέγοντες

11 ἄξιος εἰ̃ ὁ κύριος καὶ ὁ θεòς ἡμω̃ν λαβει̃ν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν ὅτι σὺ ἔκτισας τὰ πάντα καὶ διὰ τò θέλημά σου ἠ̃σαν καὶ ἐκτίσθησαν

 

Κεφάλαιον Ε' (5)

1 καὶ εἰ̃δον ἐπὶ τὴν δεξιὰν του̃ καθημένου ἐπὶ του̃ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ ὄπισθεν κατεσφραγισμένον σφραγι̃σιν ἑπτά

2 καὶ εἰ̃δον ἄγγελον ἰσχυρòν κηρύσσοντα ἐν φωνη̨̃ μεγάλη̨ τίς ἄξιος ἀνοι̃ξαι τò βιβλίον καὶ λυ̃σαι τὰς σφραγι̃δας αὐτου̃

3 καὶ οὐδεὶς ἐδύνατο ἐν τω̨̃ οὐρανω̨̃ οὐδὲ ἐπὶ τη̃ς γη̃ς οὐδὲ ὑποκάτω τη̃ς γη̃ς ἀνοι̃ξαι τò βιβλίον οὔτε βλέπειν αὐτό

4 καὶ ἔκλαιον πολὺ ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοι̃ξαι τò βιβλίον οὔτε βλέπειν αὐτό

5 καὶ εἱ̃ς ἐκ τω̃ν πρεσβυτέρων λέγει μοι μὴ κλαι̃ε ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τη̃ς φυλη̃ς ’Ιούδα ἡ ῥίζα Δαυίδ ἀνοι̃ξαι τò βιβλίον καὶ τὰς ἑπτὰ σφραγι̃δας αὐτου̃

6 καὶ εἰ̃δον ἐν μέσω̨ του̃ θρόνου καὶ τω̃ν τεσσάρων ζώ̨ων καὶ ἐν μέσω̨ τω̃ν πρεσβυτέρων ἀρνίον ἑστηκòς ὡς ἐσφαγμένον ἔχων κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά οἵ εἰσιν τὰ ἑπτὰ πνεύματα του̃ θεου̃ ἀπεσταλμένοι εἰς πα̃σαν τὴν γη̃ν

7 καὶ ἠ̃λθεν καὶ εἴληφεν ἐκ τη̃ς δεξια̃ς του̃ καθημένου ἐπὶ του̃ θρόνου

8 καὶ ὅτε ἔλαβεν τò βιβλίον τὰ τέσσαρα ζω̨̃α καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσαν ἐνώπιον του̃ ἀρνίου ἔχοντες ἕκαστος κιθάραν καὶ φιάλας χρυσα̃ς γεμούσας θυμιαμάτων αἵ εἰσιν αἱ προσευχαὶ τω̃ν ἁγίων

9 καὶ ἄ̨δουσιν ὠ̨δὴν καινὴν λέγοντες ἄξιος εἰ̃ λαβει̃ν τò βιβλίον καὶ ἀνοι̃ξαι τὰς σφραγι̃δας αὐτου̃ ὅτι ἐσφάγης καὶ ἠγόρασας τω̨̃ θεω̨̃ ἐν τω̨̃ αἵματί σου ἐκ πάσης φυλη̃ς καὶ γλώσσης καὶ λαου̃ καὶ ἔθνους

10 καὶ ἐποίησας αὐτοὺς τω̨̃ θεω̨̃ ἡμω̃ν βασιλείαν καὶ ἱερει̃ς καὶ βασιλεύσουσιν ἐπὶ τη̃ς γη̃ς

11 καὶ εἰ̃δον καὶ ἤκουσα φωνὴν ἀγγέλων πολλω̃ν κύκλω̨ του̃ θρόνου καὶ τω̃ν ζώ̨ων καὶ τω̃ν πρεσβυτέρων καὶ ἠ̃ν ὁ ἀριθμòς αὐτω̃ν μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων

12 λέγοντες φωνη̨̃ μεγάλη̨ ἄξιόν ἐστιν τò ἀρνίον τò ἐσφαγμένον λαβει̃ν τὴν δύναμιν καὶ πλου̃τον καὶ σοφίαν καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν

13 καὶ πα̃ν κτίσμα ὃ ἐν τω̨̃ οὐρανω̨̃ καὶ ἐπὶ τη̃ς γη̃ς καὶ ὑποκάτω τη̃ς γη̃ς καὶ ἐπὶ τη̃ς θαλάσσης καὶ τὰ ἐν αὐτοι̃ς πάντα ἤκουσα λέγοντας τω̨̃ καθημένω̨ ἐπὶ τω̨̃ θρόνω̨ καὶ τω̨̃ ἀρνίω̨ ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τò κράτος εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων

14 καὶ τὰ τέσσαρα ζω̨̃α ἔλεγον ἀμήν καὶ οἱ πρεσβύτεροι ἔπεσαν καὶ προσεκύνησαν

 

Κεφάλαιον ΣΤ' (6)

1 καὶ εἰ̃δον ὅτε ἤνοιξεν τò ἀρνίον μίαν ἐκ τω̃ν ἑπτὰ σφραγίδων καὶ ἤκουσα ἑνòς ἐκ τω̃ν τεσσάρων ζώ̨ων λέγοντος ὡς φωνὴ βροντη̃ς ἔρχου

2 καὶ εἰ̃δον καὶ ἰδοὺ ἵππος λευκός καὶ ὁ καθήμενος ἐπ' αὐτòν ἔχων τόξον καὶ ἐδόθη αὐτω̨̃ στέφανος καὶ ἐξη̃λθεν νικω̃ν καὶ ἵνα νικήση̨

3 καὶ ὅτε ἤνοιξεν τὴν σφραγι̃δα τὴν δευτέραν ἤκουσα του̃ δευτέρου ζώ̨ου λέγοντος ἔρχου

4 καὶ ἐξη̃λθεν ἄλλος ἵππος πυρρός καὶ τω̨̃ καθημένω̨ ἐπ' αὐτòν ἐδόθη αὐτω̨̃ λαβει̃ν τὴν εἰρήνην ἐκ τη̃ς γη̃ς καὶ ἵνα ἀλλήλους σφάξουσιν καὶ ἐδόθη αὐτω̨̃ μάχαιρα μεγάλη

5 καὶ ὅτε ἤνοιξεν τὴν σφραγι̃δα τὴν τρίτην ἤκουσα του̃ τρίτου ζώ̨ου λέγοντος ἔρχου καὶ εἰ̃δον καὶ ἰδοὺ ἵππος μέλας καὶ ὁ καθήμενος ἐπ' αὐτòν ἔχων ζυγòν ἐν τη̨̃ χειρὶ αὐτου̃

6 καὶ ἤκουσα ὡς φωνὴν ἐν μέσω̨ τω̃ν τεσσάρων ζώ̨ων λέγουσαν χοι̃νιξ σίτου δηναρίου καὶ τρει̃ς χοίνικες κριθω̃ν δηναρίου καὶ τò ἔλαιον καὶ τòν οἰ̃νον μὴ ἀδικήση̨ς

7 καὶ ὅτε ἤνοιξεν τὴν σφραγι̃δα τὴν τετάρτην ἤκουσα φωνὴν του̃ τετάρτου ζώ̨ου λέγοντος ἔρχου

8 καὶ εἰ̃δον καὶ ἰδοὺ ἵππος χλωρός καὶ ὁ καθήμενος ἐπάνω αὐτου̃ ὄνομα αὐτω̨̃ ὁ θάνατος καὶ ὁ ἅ̨δης ἠκολούθει μετ' αὐτου̃ καὶ ἐδόθη αὐτοι̃ς ἐξουσία ἐπὶ τò τέταρτον τη̃ς γη̃ς ἀποκτει̃ναι ἐν ῥομφαία̨ καὶ ἐν λιμω̨̃ καὶ ἐν θανάτω̨ καὶ ὑπò τω̃ν θηρίων τη̃ς γη̃ς

9 καὶ ὅτε ἤνοιξεν τὴν πέμπτην σφραγι̃δα εἰ̃δον ὑποκάτω του̃ θυσιαστηρίου τὰς ψυχὰς τω̃ν ἐσφαγμένων διὰ τòν λόγον του̃ θεου̃ καὶ διὰ τὴν μαρτυρίαν ἣν εἰ̃χον

10 καὶ ἔκραξαν φωνη̨̃ μεγάλη̨ λέγοντες ἕως πότε ὁ δεσπότης ὁ ἅγιος καὶ ἀληθινός οὐ κρίνεις καὶ ἐκδικει̃ς τò αἱ̃μα ἡμω̃ν ἐκ τω̃ν κατοικούντων ἐπὶ τη̃ς γη̃ς

11 καὶ ἐδόθη αὐτοι̃ς ἑκάστω̨ στολὴ λευκή καὶ ἐρρέθη αὐτοι̃ς ἵνα ἀναπαύσονται ἔτι χρόνον μικρόν ἕως πληρωθω̃σιν καὶ οἱ σύνδουλοι αὐτω̃ν καὶ οἱ ἀδελφοὶ αὐτω̃ν οἱ μέλλοντες ἀποκτέννεσθαι ὡς καὶ αὐτοί

12 καὶ εἰ̃δον ὅτε ἤνοιξεν τὴν σφραγι̃δα τὴν ἕκτην καὶ σεισμòς μέγας ἐγένετο καὶ ὁ ἥλιος ἐγένετο μέλας ὡς σάκκος τρίχινος καὶ ἡ σελήνη ὅλη ἐγένετο ὡς αἱ̃μα

13 καὶ οἱ ἀστέρες του̃ οὐρανου̃ ἔπεσαν εἰς τὴν γη̃ν ὡς συκη̃ βάλλει τοὺς ὀλύνθους αὐτη̃ς ὑπò ἀνέμου μεγάλου σειομένη

14 καὶ ὁ οὐρανòς ἀπεχωρίσθη ὡς βιβλίον ἑλισσόμενον καὶ πα̃ν ὄρος καὶ νη̃σος ἐκ τω̃ν τόπων αὐτω̃ν ἐκινήθησαν

15 καὶ οἱ βασιλει̃ς τη̃ς γη̃ς καὶ οἱ μεγιστα̃νες καὶ οἱ χιλίαρχοι καὶ οἱ πλούσιοι καὶ οἱ ἰσχυροὶ καὶ πα̃ς δου̃λος καὶ ἐλεύθερος ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τω̃ν ὀρέων

16 καὶ λέγουσιν τοι̃ς ὄρεσιν καὶ ται̃ς πέτραις πέσετε ἐφ' ἡμα̃ς καὶ κρύψατε ἡμα̃ς ἀπò προσώπου του̃ καθημένου ἐπὶ του̃ θρόνου καὶ ἀπò τη̃ς ὀργη̃ς του̃ ἀρνίου

17 ὅτι ἠ̃λθεν ἡ ἡμέρα ἡ μεγάλη τη̃ς ὀργη̃ς αὐτω̃ν καὶ τίς δύναται σταθη̃ναι

 

Κεφάλαιον Ζ' (7)

1 μετὰ του̃το εἰ̃δον τέσσαρας ἀγγέλους ἑστω̃τας ἐπὶ τὰς τέσσαρας γωνίας τη̃ς γη̃ς κρατου̃ντας τοὺς τέσσαρας ἀνέμους τη̃ς γη̃ς ἵνα μὴ πνέη̨ ἄνεμος ἐπὶ τη̃ς γη̃ς μήτε ἐπὶ τη̃ς θαλάσσης μήτε ἐπὶ πα̃ν δένδρον

2 καὶ εἰ̃δον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπò ἀνατολη̃ς ἡλίου ἔχοντα σφραγι̃δα θεου̃ ζω̃ντος καὶ ἔκραξεν φωνη̨̃ μεγάλη̨ τοι̃ς τέσσαρσιν ἀγγέλοις οἱ̃ς ἐδόθη αὐτοι̃ς ἀδικη̃σαι τὴν γη̃ν καὶ τὴν θάλασσαν

3 λέγων μὴ ἀδικήσητε τὴν γη̃ν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα ἄχρι σφραγίσωμεν τοὺς δούλους του̃ θεου̃ ἡμω̃ν ἐπὶ τω̃ν μετώπων αὐτω̃ν

4 καὶ ἤκουσα τòν ἀριθμòν τω̃ν ἐσφραγισμένων ἑκατòν τεσσεράκοντα τέσσαρες χιλιάδες ἐσφραγισμένοι ἐκ πάσης φυλη̃ς υἱω̃ν ’Ισραήλ

5 ἐκ φυλη̃ς ’Ιούδα δώδεκα χιλιάδες ἐσφραγισμένοι ἐκ φυλη̃ς ‘Ρουβὴν δώδεκα χιλιάδες ἐκ φυλη̃ς Γὰδ δώδεκα χιλιάδες

6 ἐκ φυλη̃ς ’Ασὴρ δώδεκα χιλιάδες ἐκ φυλη̃ς Νεφθαλὶμ δώδεκα χιλιάδες ἐκ φυλη̃ς Μανασση̃ δώδεκα χιλιάδες

7 ἐκ φυλη̃ς Συμεὼν δώδεκα χιλιάδες ἐκ φυλη̃ς Λευὶ δώδεκα χιλιάδες ἐκ φυλη̃ς ’Ισσαχὰρ δώδεκα χιλιάδες

8 ἐκ φυλη̃ς Ζαβουλὼν δώδεκα χιλιάδες ἐκ φυλη̃ς ’Ιωσὴφ δώδεκα χιλιάδες ἐκ φυλη̃ς Βενιαμὶν δώδεκα χιλιάδες ἐσφραγισμένοι

9 μετὰ ταυ̃τα εἰ̃δον καὶ ἰδοὺ ὄχλος πολύς ὃν ἀριθμη̃σαι αὐτòν οὐδεὶς ἐδύνατο ἐκ παντòς ἔθνους καὶ φυλω̃ν καὶ λαω̃ν καὶ γλωσσω̃ν ἑστω̃τες ἐνώπιον του̃ θρόνου καὶ ἐνώπιον του̃ ἀρνίου περιβεβλημένους στολὰς λευκάς καὶ φοίνικες ἐν ται̃ς χερσὶν αὐτω̃ν

10 καὶ κράζουσιν φωνη̨̃ μεγάλη̨ λέγοντες ἡ σωτηρία τω̨̃ θεω̨̃ ἡμω̃ν τω̨̃ καθημένω̨ ἐπὶ τω̨̃ θρόνω̨ καὶ τω̨̃ ἀρνίω̨

11 καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισαν κύκλω̨ του̃ θρόνου καὶ τω̃ν πρεσβυτέρων καὶ τω̃ν τεσσάρων ζώ̨ων καὶ ἔπεσαν ἐνώπιον του̃ θρόνου ἐπὶ τὰ πρόσωπα αὐτω̃ν καὶ προσεκύνησαν τω̨̃ θεω̨̃

12 λέγοντες ἀμήν ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τω̨̃ θεω̨̃ ἡμω̃ν εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων ἀμήν

13 καὶ ἀπεκρίθη εἱ̃ς ἐκ τω̃ν πρεσβυτέρων λέγων μοι οὑ̃τοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς τίνες εἰσὶν καὶ πόθεν ἠ̃λθον

14 καὶ εἴρηκα αὐτω̨̃ κύριέ μου σὺ οἰ̃δας καὶ εἰ̃πέν μοι οὑ̃τοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τη̃ς θλίψεως τη̃ς μεγάλης καὶ ἔπλυναν τὰς στολὰς αὐτω̃ν καὶ ἐλεύκαναν αὐτὰς ἐν τω̨̃ αἵματι του̃ ἀρνίου

15 διὰ του̃τό εἰσιν ἐνώπιον του̃ θρόνου του̃ θεου̃ καὶ λατρεύουσιν αὐτω̨̃ ἡμέρας καὶ νυκτòς ἐν τω̨̃ ναω̨̃ αὐτου̃ καὶ ὁ καθήμενος ἐπὶ του̃ θρόνου σκηνώσει ἐπ' αὐτούς

16 οὐ πεινάσουσιν ἔτι οὐδὲ διψήσουσιν ἔτι οὐδὲ μὴ πέση̨ ἐπ' αὐτοὺς ὁ ἥλιος οὐδὲ πα̃ν καυ̃μα

17 ὅτι τò ἀρνίον τò ἀνὰ μέσον του̃ θρόνου ποιμανει̃ αὐτούς καὶ ὁδηγήσει αὐτοὺς ἐπὶ ζωη̃ς πηγὰς ὑδάτων καὶ ἐξαλείψει ὁ θεòς πα̃ν δάκρυον ἐκ τω̃ν ὀφθαλμω̃ν αὐτω̃ν

 

Κεφάλαιον Η' (8)

1 καὶ ὅταν ἤνοιξεν τὴν σφραγι̃δα τὴν ἑβδόμην ἐγένετο σιγὴ ἐν τω̨̃ οὐρανω̨̃ ὡς ἡμιώριον

2 καὶ εἰ̃δον τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον του̃ θεου̃ ἑστήκασιν καὶ ἐδόθησαν αὐτοι̃ς ἑπτὰ σάλπιγγες

3 καὶ ἄλλος ἄγγελος ἠ̃λθεν καὶ ἐστάθη ἐπὶ του̃ θυσιαστηρίου ἔχων λιβανωτòν χρυσου̃ν καὶ ἐδόθη αὐτω̨̃ θυμιάματα πολλὰ ἵνα δώσει ται̃ς προσευχαι̃ς τω̃ν ἁγίων πάντων ἐπὶ τò θυσιαστήριον τò χρυσου̃ν τò ἐνώπιον του̃ θρόνου

4 καὶ ἀνέβη ὁ καπνòς τω̃ν θυμιαμάτων ται̃ς προσευχαι̃ς τω̃ν ἁγίων ἐκ χειρòς του̃ ἀγγέλου ἐνώπιον του̃ θεου̃

5 καὶ εἴληφεν ὁ ἄγγελος τòν λιβανωτόν καὶ ἐγέμισεν αὐτòν ἐκ του̃ πυρòς του̃ θυσιαστηρίου καὶ ἔβαλεν εἰς τὴν γη̃ν καὶ ἐγένοντο βρονταὶ καὶ φωναὶ καὶ ἀστραπαὶ καὶ σεισμός

6 καὶ οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ σάλπιγγας ἡτοίμασαν αὐτοὺς ἵνα σαλπίσωσιν

7 καὶ ὁ πρω̃τος ἐσάλπισεν καὶ ἐγένετο χάλαζα καὶ πυ̃ρ μεμιγμένα ἐν αἵματι καὶ ἐβλήθη εἰς τὴν γη̃ν καὶ τò τρίτον τη̃ς γη̃ς κατεκάη καὶ τò τρίτον τω̃ν δένδρων κατεκάη καὶ πα̃ς χόρτος χλωρòς κατεκάη

8 καὶ ὁ δεύτερος ἄγγελος ἐσάλπισεν καὶ ὡς ὄρος μέγα πυρὶ καιόμενον ἐβλήθη εἰς τὴν θάλασσαν καὶ ἐγένετο τò τρίτον τη̃ς θαλάσσης αἱ̃μα

9 καὶ ἀπέθανεν τò τρίτον τω̃ν κτισμάτων τω̃ν ἐν τη̨̃ θαλάσση̨ τὰ ἔχοντα ψυχάς καὶ τò τρίτον τω̃ν πλοίων διεφθάρησαν

10 καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισεν καὶ ἔπεσεν ἐκ του̃ οὐρανου̃ ἀστὴρ μέγας καιόμενος ὡς λαμπάς καὶ ἔπεσεν ἐπὶ τò τρίτον τω̃ν ποταμω̃ν καὶ ἐπὶ τὰς πηγὰς τω̃ν ὑδάτων

11 καὶ τò ὄνομα του̃ ἀστέρος λέγεται ὁ ἄψινθος καὶ ἐγένετο τò τρίτον τω̃ν ὑδάτων εἰς ἄψινθον καὶ πολλοὶ τω̃ν ἀνθρώπων ἀπέθανον ἐκ τω̃ν ὑδάτων ὅτι ἐπικράνθησαν

12 καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισεν καὶ ἐπλήγη τò τρίτον του̃ ἡλίου καὶ τò τρίτον τη̃ς σελήνης καὶ τò τρίτον τω̃ν ἀστέρων ἵνα σκοτισθη̨̃ τò τρίτον αὐτω̃ν καὶ ἡ ἡμέρα μὴ φάνη̨ τò τρίτον αὐτη̃ς καὶ ἡ νὺξ ὁμοίως

13 καὶ εἰ̃δον καὶ ἤκουσα ἑνòς ἀετου̃ πετομένου ἐν μεσουρανήματι λέγοντος φωνη̨̃ μεγάλη̨ οὐαὶ οὐαὶ οὐαὶ τοὺς κατοικου̃ντας ἐπὶ τη̃ς γη̃ς ἐκ τω̃ν λοιπω̃ν φωνω̃ν τη̃ς σάλπιγγος τω̃ν τριω̃ν ἀγγέλων τω̃ν μελλόντων σαλπίζειν

 

Κεφάλαιον Θ' (9)

1 καὶ ὁ πέμπτος ἄγγελος ἐσάλπισεν καὶ εἰ̃δον ἀστέρα ἐκ του̃ οὐρανου̃ πεπτωκότα εἰς τὴν γη̃ν καὶ ἐδόθη αὐτω̨̃ ἡ κλεὶς του̃ φρέατος τη̃ς ἀβύσσου

2 καὶ ἤνοιξεν τò φρέαρ τη̃ς ἀβύσσου καὶ ἀνέβη καπνòς ἐκ του̃ φρέατος ὡς καπνòς καμίνου μεγάλης καὶ ἐσκοτώθη ὁ ἥλιος καὶ ὁ ἀὴρ ἐκ του̃ καπνου̃ του̃ φρέατος

3 καὶ ἐκ του̃ καπνου̃ ἐξη̃λθον ἀκρίδες εἰς τὴν γη̃ν καὶ ἐδόθη αὐται̃ς ἐξουσία ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τη̃ς γη̃ς

4 καὶ ἐρρέθη αὐται̃ς ἵνα μὴ ἀδικήσουσιν τòν χόρτον τη̃ς γη̃ς οὐδὲ πα̃ν χλωρòν οὐδὲ πα̃ν δένδρον εἰ μὴ τοὺς ἀνθρώπους οἵτινες οὐκ ἔχουσι τὴν σφραγι̃δα του̃ θεου̃ ἐπὶ τω̃ν μετώπων

5 καὶ ἐδόθη αὐτοι̃ς ἵνα μὴ ἀποκτείνωσιν αὐτούς ἀλλ' ἵνα βασανισθήσονται μη̃νας πέντε καὶ ὁ βασανισμòς αὐτω̃ν ὡς βασανισμòς σκορπίου ὅταν παίση̨ ἄνθρωπον

6 καὶ ἐν ται̃ς ἡμέραις ἐκείναις ζητήσουσιν οἱ ἄνθρωποι τòν θάνατον καὶ οὐ μὴ εὑρήσουσιν αὐτόν καὶ ἐπιθυμήσουσιν ἀποθανει̃ν καὶ φεύγει ὁ θάνατος ἀπ' αὐτω̃ν

7 καὶ τὰ ὁμοιώματα τω̃ν ἀκρίδων ὅμοια ἵπποις ἡτοιμασμένοις εἰς πόλεμον καὶ ἐπὶ τὰς κεφαλὰς αὐτω̃ν ὡς στέφανοι ὅμοιοι χρυσω̨̃ καὶ τὰ πρόσωπα αὐτω̃ν ὡς πρόσωπα ἀνθρώπων

8 καὶ εἰ̃χον τρίχας ὡς τρίχας γυναικω̃ν καὶ οἱ ὀδόντες αὐτω̃ν ὡς λεόντων ἠ̃σαν

9 καὶ εἰ̃χον θώρακας ὡς θώρακας σιδηρου̃ς καὶ ἡ φωνὴ τω̃ν πτερύγων αὐτω̃ν ὡς φωνὴ ἁρμάτων ἵππων πολλω̃ν τρεχόντων εἰς πόλεμον

10 καὶ ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις καὶ κέντρα καὶ ἐν ται̃ς οὐραι̃ς αὐτω̃ν ἡ ἐξουσία αὐτω̃ν ἀδικη̃σαι τοὺς ἀνθρώπους μη̃νας πέντε

11 ἔχουσιν ἐπ' αὐτω̃ν βασιλέα τòν ἄγγελον τη̃ς ἀβύσσου ὄνομα αὐτω̨̃ ‘Εβραϊστὶ ’Αβαδδὼν καὶ ἐν τη̨̃ ‘Ελληνικη̨̃ ὄνομα ἔχει ’Απολλύων

12 ἡ οὐαὶ ἡ μία ἀπη̃λθεν ἰδοὺ ἔρχεται ἔτι δύο οὐαὶ μετὰ ταυ̃τα

13 καὶ ὁ ἕκτος ἄγγελος ἐσάλπισεν καὶ ἤκουσα φωνὴν μίαν ἐκ τω̃ν τεσσάρων κεράτων του̃ θυσιαστηρίου του̃ χρυσου̃ του̃ ἐνώπιον του̃ θεου̃

14 λέγοντα τω̨̃ ἕκτω̨ ἀγγέλω̨ ὁ ἔχων τὴν σάλπιγγα λυ̃σον τοὺς τέσσαρας ἀγγέλους τοὺς δεδεμένους ἐπὶ τω̨̃ ποταμω̨̃ τω̨̃ μεγάλω̨ Εὐφράτη̨

15 καὶ ἐλύθησαν οἱ τέσσαρες ἄγγελοι οἱ ἡτοιμασμένοι εἰς τὴν ὥραν καὶ ἡμέραν καὶ μη̃να καὶ ἐνιαυτόν ἵνα ἀποκτείνωσιν τò τρίτον τω̃ν ἀνθρώπων

16 καὶ ὁ ἀριθμòς τω̃ν στρατευμάτων του̃ ἱππικου̃ δισμυριάδες μυριάδων ἤκουσα τòν ἀριθμòν αὐτω̃ν

17 καὶ οὕτως εἰ̃δον τοὺς ἵππους ἐν τη̨̃ ὁράσει καὶ τοὺς καθημένους ἐπ' αὐτω̃ν ἔχοντας θώρακας πυρίνους καὶ ὑακινθίνους καὶ θειώδεις καὶ αἱ κεφαλαὶ τω̃ν ἵππων ὡς κεφαλαὶ λεόντων καὶ ἐκ τω̃ν στομάτων αὐτω̃ν ἐκπορεύεται πυ̃ρ καὶ καπνòς καὶ θει̃ον

18 ἀπò τω̃ν τριω̃ν πληγω̃ν τούτων ἀπεκτάνθησαν τò τρίτον τω̃ν ἀνθρώπων ἐκ του̃ πυρòς καὶ του̃ καπνου̃ καὶ του̃ θείου του̃ ἐκπορευομένου ἐκ τω̃ν στομάτων αὐτω̃ν

19 ἡ γὰρ ἐξουσία τω̃ν ἵππων ἐν τω̨̃ στόματι αὐτω̃ν ἐστιν καὶ ἐν ται̃ς οὐραι̃ς αὐτω̃ν αἱ γὰρ οὐραὶ αὐτω̃ν ὅμοιαι ὄφεσιν ἔχουσαι κεφαλάς καὶ ἐν αὐται̃ς ἀδικου̃σιν

20 καὶ οἱ λοιποὶ τω̃ν ἀνθρώπων οἳ οὐκ ἀπεκτάνθησαν ἐν ται̃ς πληγαι̃ς ταύταις οὐδὲ μετενόησαν ἐκ τω̃ν ἔργων τω̃ν χειρω̃ν αὐτω̃ν ἵνα μὴ προσκυνήσουσιν τὰ δαιμόνια καὶ τὰ εἴδωλα τὰ χρυσα̃ καὶ τὰ ἀργυρα̃ καὶ τὰ χαλκα̃ καὶ τὰ λίθινα καὶ τὰ ξύλινα ἃ οὔτε βλέπειν δύνανται οὔτε ἀκούειν οὔτε περιπατει̃ν

21 καὶ οὐ μετενόησαν ἐκ τω̃ν φόνων αὐτω̃ν οὔτε ἐκ τω̃ν φαρμάκων αὐτω̃ν οὔτε ἐκ τη̃ς πορνείας αὐτω̃ν οὔτε ἐκ τω̃ν κλεμμάτων αὐτω̃ν

 

Κεφάλαιον Ι' (10)

1 καὶ εἰ̃δον ἄλλον ἄγγελον ἰσχυρòν καταβαίνοντα ἐκ του̃ οὐρανου̃ περιβεβλημένον νεφέλην καὶ ἡ ἰ̃ρις ἐπὶ τη̃ς κεφαλη̃ς αὐτου̃ καὶ τò πρόσωπον αὐτου̃ ὡς ὁ ἥλιος καὶ οἱ πόδες αὐτου̃ ὡς στυ̃λοι πυρός

2 καὶ ἔχων ἐν τη̨̃ χειρὶ αὐτου̃ βιβλαρίδιον ἠνεω̨γμένον καὶ ἔθηκεν τòν πόδα αὐτου̃ τòν δεξιòν ἐπὶ τη̃ς θαλάσσης τòν δὲ εὐώνυμον ἐπὶ τη̃ς γη̃ς

3 καὶ ἔκραξεν φωνη̨̃ μεγάλη̨ ὥσπερ λέων μυκα̃ται καὶ ὅτε ἔκραξεν ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτω̃ν φωνάς

4 καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ βρονταί ἤμελλον γράφειν καὶ ἤκουσα φωνὴν ἐκ του̃ οὐρανου̃ λέγουσαν σφράγισον ἃ ἐλάλησαν αἱ ἑπτὰ βρονταί καὶ μὴ αὐτὰ γράψη̨ς

5 καὶ ὁ ἄγγελος ὃν εἰ̃δον ἑστω̃τα ἐπὶ τη̃ς θαλάσσης καὶ ἐπὶ τη̃ς γη̃ς ἠ̃ρεν τὴν χει̃ρα αὐτου̃ τὴν δεξιὰν εἰς τòν οὐρανòν

6 καὶ ὤμοσεν ἐν τω̨̃ ζω̃ντι εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων ὃς ἔκτισεν τòν οὐρανòν καὶ τὰ ἐν αὐτω̨̃ καὶ τὴν γη̃ν καὶ τὰ ἐν αὐτη̨̃ καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτη̨̃ ὅτι χρόνος οὐκέτι ἔσται

7 ἀλλ' ἐν ται̃ς ἡμέραις τη̃ς φωνη̃ς του̃ ἑβδόμου ἀγγέλου ὅταν μέλλη̨ σαλπίζειν καὶ ἐτελέσθη τò μυστήριον του̃ θεου̃ ὡς εὐηγγέλισεν τοὺς ἑαυτου̃ δούλους τοὺς προφήτας

8 καὶ ἡ φωνὴ ἣν ἤκουσα ἐκ του̃ οὐρανου̃ πάλιν λαλου̃σαν μετ' ἐμου̃ καὶ λέγουσαν ὕπαγε λάβε τò βιβλίον τò ἠνεω̨γμένον ἐν τη̨̃ χειρὶ του̃ ἀγγέλου του̃ ἑστω̃τος ἐπὶ τη̃ς θαλάσσης καὶ ἐπὶ τη̃ς γη̃ς

9 καὶ ἀπη̃λθα πρòς τòν ἄγγελον λέγων αὐτω̨̃ δου̃ναί μοι τò βιβλαρίδιον καὶ λέγει μοι λάβε καὶ κατάφαγε αὐτό καὶ πικρανει̃ σου τὴν κοιλίαν ἀλλ' ἐν τω̨̃ στόματί σου ἔσται γλυκὺ ὡς μέλι

10 καὶ ἔλαβον τò βιβλαρίδιον ἐκ τη̃ς χειρòς του̃ ἀγγέλου καὶ κατέφαγον αὐτό καὶ ἠ̃ν ἐν τω̨̃ στόματί μου ὡς μέλι γλυκύ καὶ ὅτε ἔφαγον αὐτό ἐπικράνθη ἡ κοιλία μου

11 καὶ λέγουσίν μοι δει̃ σε πάλιν προφητευ̃σαι ἐπὶ λαοι̃ς καὶ ἔθνεσιν καὶ γλώσσαις καὶ βασιλευ̃σιν πολλοι̃ς

 

Κεφάλαιον ΙΑ' (11)

1 καὶ ἐδόθη μοι κάλαμος ὅμοιος ῥάβδω̨ λέγων ἔγειρε καὶ μέτρησον τòν ναòν του̃ θεου̃ καὶ τò θυσιαστήριον καὶ τοὺς προσκυνου̃ντας ἐν αὐτω̨̃

2 καὶ τὴν αὐλὴν τὴν ἔξωθεν του̃ ναου̃ ἔκβαλε ἔξωθεν καὶ μὴ αὐτὴν μετρήση̨ς ὅτι ἐδόθη τοι̃ς ἔθνεσιν καὶ τὴν πόλιν τὴν ἁγίαν πατήσουσιν μη̃νας τεσσεράκοντα καὶ δύο

3 καὶ δώσω τοι̃ς δυσὶν μάρτυσίν μου καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα περιβεβλημένοι σάκκους

4 οὑ̃τοί εἰσιν αἱ δύο ἐλαι̃αι καὶ αἱ δύο λυχνίαι αἱ ἐνώπιον του̃ κυρίου τη̃ς γη̃ς ἑστω̃τες

5 καὶ εἴ τις αὐτοὺς θέλει ἀδικη̃σαι πυ̃ρ ἐκπορεύεται ἐκ του̃ στόματος αὐτω̃ν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτω̃ν καὶ εἴ τις θελήση̨ αὐτοὺς ἀδικη̃σαι οὕτως δει̃ αὐτòν ἀποκτανθη̃ναι

6 οὑ̃τοι ἔχουσιν τὴν ἐξουσίαν κλει̃σαι τòν οὐρανόν ἵνα μὴ ὑετòς βρέχη̨ τὰς ἡμέρας τη̃ς προφητείας αὐτω̃ν καὶ ἐξουσίαν ἔχουσιν ἐπὶ τω̃ν ὑδάτων στρέφειν αὐτὰ εἰς αἱ̃μα καὶ πατάξαι τὴν γη̃ν ἐν πάση̨ πληγη̨̃ ὁσάκις ἐὰν θελήσωσιν

7 καὶ ὅταν τελέσωσιν τὴν μαρτυρίαν αὐτω̃ν τò θηρίον τò ἀναβαι̃νον ἐκ τη̃ς ἀβύσσου ποιήσει μετ' αὐτω̃ν πόλεμον καὶ νικήσει αὐτοὺς καὶ ἀποκτενει̃ αὐτούς

8 καὶ τò πτω̃μα αὐτω̃ν ἐπὶ τη̃ς πλατείας τη̃ς πόλεως τη̃ς μεγάλης ἥτις καλει̃ται πνευματικω̃ς Σόδομα καὶ Αἴγυπτος ὅπου καὶ ὁ κύριος αὐτω̃ν ἐσταυρώθη

9 καὶ βλέπουσιν ἐκ τω̃ν λαω̃ν καὶ φυλω̃ν καὶ γλωσσω̃ν καὶ ἐθνω̃ν τò πτω̃μα αὐτω̃ν ἡμέρας τρει̃ς καὶ ἥμισυ καὶ τὰ πτώματα αὐτω̃ν οὐκ ἀφίουσιν τεθη̃ναι εἰς μνη̃μα

10 καὶ οἱ κατοικου̃ντες ἐπὶ τη̃ς γη̃ς χαίρουσιν ἐπ' αὐτοι̃ς καὶ εὐφραίνονται καὶ δω̃ρα πέμψουσιν ἀλλήλοις ὅτι οὑ̃τοι οἱ δύο προφη̃ται ἐβασάνισαν τοὺς κατοικου̃ντας ἐπὶ τη̃ς γη̃ς

11 καὶ μετὰ τὰς τρει̃ς ἡμέρας καὶ ἥμισυ πνευ̃μα ζωη̃ς ἐκ του̃ θεου̃ εἰση̃λθεν ἐν αὐτοι̃ς καὶ ἔστησαν ἐπὶ τοὺς πόδας αὐτω̃ν καὶ φόβος μέγας ἐπέπεσεν ἐπὶ τοὺς θεωρου̃ντας αὐτούς

12 καὶ ἤκουσαν φωνη̃ς μεγάλης ἐκ του̃ οὐρανου̃ λεγούσης αὐτοι̃ς ἀνάβατε ὡ̃δε καὶ ἀνέβησαν εἰς τòν οὐρανòν ἐν τη̨̃ νεφέλη̨ καὶ ἐθεώρησαν αὐτοὺς οἱ ἐχθροὶ αὐτω̃ν

13 καὶ ἐν ἐκείνη̨ τη̨̃ ὥρα̨ ἐγένετο σεισμòς μέγας καὶ τò δέκατον τη̃ς πόλεως ἔπεσεν καὶ ἀπεκτάνθησαν ἐν τω̨̃ σεισμω̨̃ ὀνόματα ἀνθρώπων χιλιάδες ἑπτά καὶ οἱ λοιποὶ ἔμφοβοι ἐγένοντο καὶ ἔδωκαν δόξαν τω̨̃ θεω̨̃ του̃ οὐρανου̃

14 ἡ οὐαὶ ἡ δευτέρα ἀπη̃λθεν ἰδοὺ ἡ οὐαὶ ἡ τρίτη ἔρχεται ταχύ

15 καὶ ὁ ἕβδομος ἄγγελος ἐσάλπισεν καὶ ἐγένοντο φωναὶ μεγάλαι ἐν τω̨̃ οὐρανω̨̃ λέγοντες ἐγένετο ἡ βασιλεία του̃ κόσμου του̃ κυρίου ἡμω̃ν καὶ του̃ Χριστου̃ αὐτου̃ καὶ βασιλεύσει εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων

16 καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι οἱ ἐνώπιον του̃ θεου̃ καθήμενοι ἐπὶ τοὺς θρόνους αὐτω̃ν ἔπεσαν ἐπὶ τὰ πρόσωπα αὐτω̃ν καὶ προσεκύνησαν τω̨̃ θεω̨̃

17 λέγοντες εὐχαριστου̃μέν σοι κύριε ὁ θεòς ὁ παντοκράτωρ ὁ ὢν καὶ ὁ ἠ̃ν ὅτι εἴληφας τὴν δύναμίν σου τὴν μεγάλην καὶ ἐβασίλευσας

18 καὶ τὰ ἔθνη ὠργίσθησαν καὶ ἠ̃λθεν ἡ ὀργή σου καὶ ὁ καιρòς τω̃ν νεκρω̃ν κριθη̃ναι καὶ δου̃ναι τòν μισθòν τοι̃ς δούλοις σου τοι̃ς προφήταις καὶ τοι̃ς ἁγίοις καὶ τοι̃ς φοβουμένοις τò ὄνομά σου τοὺς μικροὺς καὶ τοὺς μεγάλους καὶ διαφθει̃ραι τοὺς διαφθείροντας τὴν γη̃ν

19 καὶ ἠνοίγη ὁ ναòς του̃ θεου̃ ὁ ἐν τω̨̃ οὐρανω̨̃ καὶ ὤφθη ἡ κιβωτòς τη̃ς διαθήκης αὐτου̃ ἐν τω̨̃ ναω̨̃ αὐτου̃ καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταὶ καὶ σεισμòς καὶ χάλαζα μεγάλη

 

Κεφάλαιον ΙΒ' (12)

1 καὶ σημει̃ον μέγα ὤφθη ἐν τω̨̃ οὐρανω̨̃ γυνὴ περιβεβλημένη τòν ἥλιον καὶ ἡ σελήνη ὑποκάτω τω̃ν ποδω̃ν αὐτη̃ς καὶ ἐπὶ τη̃ς κεφαλη̃ς αὐτη̃ς στέφανος ἀστέρων δώδεκα

2 καὶ ἐν γαστρὶ ἔχουσα καὶ κράζει ὠδίνουσα καὶ βασανιζομένη τεκει̃ν

3 καὶ ὤφθη ἄλλο σημει̃ον ἐν τω̨̃ οὐρανω̨̃ καὶ ἰδοὺ δράκων μέγας πυρρός ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα καὶ ἐπὶ τὰς κεφαλὰς αὐτου̃ ἑπτὰ διαδήματα

4 καὶ ἡ οὐρὰ αὐτου̃ σύρει τò τρίτον τω̃ν ἀστέρων του̃ οὐρανου̃ καὶ ἔβαλεν αὐτοὺς εἰς τὴν γη̃ν καὶ ὁ δράκων ἕστηκεν ἐνώπιον τη̃ς γυναικòς τη̃ς μελλούσης τεκει̃ν ἵνα ὅταν τέκη̨ τò τέκνον αὐτη̃ς καταφάγη̨

5 καὶ ἔτεκεν υἱόν ἄρσεν ὃς μέλλει ποιμαίνειν πάντα τὰ ἔθνη ἐν ῥάβδω̨ σιδηρα̨̃ καὶ ἡρπάσθη τò τέκνον αὐτη̃ς πρòς τòν θεòν καὶ πρòς τòν θρόνον αὐτου̃

6 καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον ὅπου ἔχει ἐκει̃ τόπον ἡτοιμασμένον ἀπò του̃ θεου̃ ἵνα ἐκει̃ τρέφωσιν αὐτὴν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα

7 καὶ ἐγένετο πόλεμος ἐν τω̨̃ οὐρανω̨̃ ὁ Μιχαὴλ καὶ οἱ ἄγγελοι αὐτου̃ του̃ πολεμη̃σαι μετὰ του̃ δράκοντος καὶ ὁ δράκων ἐπολέμησεν καὶ οἱ ἄγγελοι αὐτου̃

8 καὶ οὐκ ἴσχυσεν οὐδὲ τόπος εὑρέθη αὐτω̃ν ἔτι ἐν τω̨̃ οὐρανω̨̃

9 καὶ ἐβλήθη ὁ δράκων ὁ μέγας ὁ ὄφις ὁ ἀρχαι̃ος ὁ καλούμενος Διάβολος καὶ ὁ Σατανα̃ς ὁ πλανω̃ν τὴν οἰκουμένην ὅλην ἐβλήθη εἰς τὴν γη̃ν καὶ οἱ ἄγγελοι αὐτου̃ μετ' αὐτου̃ ἐβλήθησαν

10 καὶ ἤκουσα φωνὴν μεγάλην ἐν τω̨̃ οὐρανω̨̃ λέγουσαν ἄρτι ἐγένετο ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ βασιλεία του̃ θεου̃ ἡμω̃ν καὶ ἡ ἐξουσία του̃ Χριστου̃ αὐτου̃ ὅτι ἐβλήθη ὁ κατήγωρ τω̃ν ἀδελφω̃ν ἡμω̃ν ὁ κατηγορω̃ν αὐτοὺς ἐνώπιον του̃ θεου̃ ἡμω̃ν ἡμέρας καὶ νυκτός

11 καὶ αὐτοὶ ἐνίκησαν αὐτòν διὰ τò αἱ̃μα του̃ ἀρνίου καὶ διὰ τòν λόγον τη̃ς μαρτυρίας αὐτω̃ν καὶ οὐκ ἠγάπησαν τὴν ψυχὴν αὐτω̃ν ἄχρι θανάτου

12 διὰ του̃το εὐφραίνεσθε οἱ οὐρανοὶ καὶ οἱ ἐν αὐτοι̃ς σκηνου̃ντες οὐαὶ τὴν γη̃ν καὶ τὴν θάλασσαν ὅτι κατέβη ὁ διάβολος πρòς ὑμα̃ς ἔχων θυμòν μέγαν εἰδὼς ὅτι ὀλίγον καιρòν ἔχει

13 καὶ ὅτε εἰ̃δεν ὁ δράκων ὅτι ἐβλήθη εἰς τὴν γη̃ν ἐδίωξεν τὴν γυναι̃κα ἥτις ἔτεκεν τòν ἄρσενα

14 καὶ ἐδόθησαν τη̨̃ γυναικὶ αἱ δύο πτέρυγες του̃ ἀετου̃ του̃ μεγάλου ἵνα πέτηται εἰς τὴν ἔρημον εἰς τòν τόπον αὐτη̃ς ὅπου τρέφεται ἐκει̃ καιρòν καὶ καιροὺς καὶ ἥμισυ καιρου̃ ἀπò προσώπου του̃ ὄφεως

15 καὶ ἔβαλεν ὁ ὄφις ἐκ του̃ στόματος αὐτου̃ ὀπίσω τη̃ς γυναικòς ὕδωρ ὡς ποταμόν ἵνα αὐτὴν ποταμοφόρητον ποιήση̨

16 καὶ ἐβοήθησεν ἡ γη̃ τη̨̃ γυναικί καὶ ἤνοιξεν ἡ γη̃ τò στόμα αὐτη̃ς καὶ κατέπιεν τòν ποταμòν ὃν ἔβαλεν ὁ δράκων ἐκ του̃ στόματος αὐτου̃

17 καὶ ὠργίσθη ὁ δράκων ἐπὶ τη̨̃ γυναικί καὶ ἀπη̃λθεν ποιη̃σαι πόλεμον μετὰ τω̃ν λοιπω̃ν του̃ σπέρματος αὐτη̃ς τω̃ν τηρούντων τὰς ἐντολὰς του̃ θεου̃ καὶ ἐχόντων τὴν μαρτυρίαν ’Ιησου̃

18 καὶ ἐστάθη ἐπὶ τὴν ἄμμον τη̃ς θαλάσσης

 

Κεφάλαιον ΙΓ' (13)

1 καὶ εἰ̃δον ἐκ τη̃ς θαλάσσης θηρίον ἀναβαι̃νον ἔχον κέρατα δέκα καὶ κεφαλὰς ἑπτά καὶ ἐπὶ τω̃ν κεράτων αὐτου̃ δέκα διαδήματα καὶ ἐπὶ τὰς κεφαλὰς αὐτου̃ ὀνόματα βλασφημίας

2 καὶ τò θηρίον ὃ εἰ̃δον ἠ̃ν ὅμοιον παρδάλει καὶ οἱ πόδες αὐτου̃ ὡς ἄρκου καὶ τò στόμα αὐτου̃ ὡς στόμα λέοντος καὶ ἔδωκεν αὐτω̨̃ ὁ δράκων τὴν δύναμιν αὐτου̃ καὶ τòν θρόνον αὐτου̃ καὶ ἐξουσίαν μεγάλην

3 καὶ μίαν ἐκ τω̃ν κεφαλω̃ν αὐτου̃ ὡς ἐσφαγμένην εἰς θάνατον καὶ ἡ πληγὴ του̃ θανάτου αὐτου̃ ἐθεραπεύθη καὶ ἐθαυμάσθη ὅλη ἡ γη̃ ὀπίσω του̃ θηρίου

4 καὶ προσεκύνησαν τω̨̃ δράκοντι ὅτι ἔδωκεν τὴν ἐξουσίαν τω̨̃ θηρίω̨ καὶ προσεκύνησαν τω̨̃ θηρίω̨ λέγοντες τίς ὅμοιος τω̨̃ θηρίω̨ καὶ τίς δύναται πολεμη̃σαι μετ' αὐτου̃

5 καὶ ἐδόθη αὐτω̨̃ στόμα λαλου̃ν μεγάλα καὶ βλασφημίας καὶ ἐδόθη αὐτω̨̃ ἐξουσία ποιη̃σαι μη̃νας τεσσεράκοντα καὶ δύο

6 καὶ ἤνοιξεν τò στόμα αὐτου̃ εἰς βλασφημίας πρòς τòν θεόν βλασφημη̃σαι τò ὄνομα αὐτου̃ καὶ τὴν σκηνὴν αὐτου̃ τοὺς ἐν τω̨̃ οὐρανω̨̃ σκηνου̃ντας

7 καὶ ἐδόθη αὐτω̨̃ ποιη̃σαι πόλεμον μετὰ τω̃ν ἁγίων καὶ νικη̃σαι αὐτούς καὶ ἐδόθη αὐτω̨̃ ἐξουσία ἐπὶ πα̃σαν φυλὴν καὶ λαòν καὶ γλω̃σσαν καὶ ἔθνος

8 καὶ προσκυνήσουσιν αὐτòν πάντες οἱ κατοικου̃ντες ἐπὶ τη̃ς γη̃ς οὑ̃ οὐ γέγραπται τò ὄνομα αὐτου̃ ἐν τω̨̃ βιβλίω̨ τη̃ς ζωη̃ς του̃ ἀρνίου του̃ ἐσφαγμένου ἀπò καταβολη̃ς κόσμου

9 εἴ τις ἔχει οὐ̃ς ἀκουσάτω

10 εἴ τις εἰς αἰχμαλωσίαν εἰς αἰχμαλωσίαν ὑπάγει εἴ τις ἐν μαχαίρη̨ ἀποκτανθη̃ναι αὐτòν ἐν μαχαίρη̨ ἀποκτανθη̃ναι ὡ̃δέ ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τω̃ν ἁγίων

11 καὶ εἰ̃δον ἄλλο θηρίον ἀναβαι̃νον ἐκ τη̃ς γη̃ς καὶ εἰ̃χεν κέρατα δύο ὅμοια ἀρνίω̨ καὶ ἐλάλει ὡς δράκων

12 καὶ τὴν ἐξουσίαν του̃ πρώτου θηρίου πα̃σαν ποιει̃ ἐνώπιον αὐτου̃ καὶ ποιει̃ τὴν γη̃ν καὶ τοὺς ἐν αὐτη̨̃ κατοικου̃ντας ἵνα προσκυνήσουσιν τò θηρίον τò πρω̃τον οὑ̃ ἐθεραπεύθη ἡ πληγὴ του̃ θανάτου αὐτου̃

13 καὶ ποιει̃ σημει̃α μεγάλα ἵνα καὶ πυ̃ρ ποιη̨̃ ἐκ του̃ οὐρανου̃ καταβαίνειν εἰς τὴν γη̃ν ἐνώπιον τω̃ν ἀνθρώπων

14 καὶ πλανα̨̃ τοὺς κατοικου̃ντας ἐπὶ τη̃ς γη̃ς διὰ τὰ σημει̃α ἃ ἐδόθη αὐτω̨̃ ποιη̃σαι ἐνώπιον του̃ θηρίου λέγων τοι̃ς κατοικου̃σιν ἐπὶ τη̃ς γη̃ς ποιη̃σαι εἰκόνα τω̨̃ θηρίω̨ ὃς ἔχει τὴν πληγὴν τη̃ς μαχαίρης καὶ ἔζησεν

15 καὶ ἐδόθη αὐτω̨̃ δου̃ναι πνευ̃μα τη̨̃ εἰκόνι του̃ θηρίου ἵνα καὶ λαλήση̨ ἡ εἰκὼν του̃ θηρίου καὶ ποιήση̨ ἵνα ὅσοι ἐὰν μὴ προσκυνήσωσιν τη̨̃ εἰκόνι του̃ θηρίου ἀποκτανθω̃σιν

16 καὶ ποιει̃ πάντας τοὺς μικροὺς καὶ τοὺς μεγάλους καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχούς καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους ἵνα δω̃σιν αὐτοι̃ς χάραγμα ἐπὶ τη̃ς χειρòς αὐτω̃ν τη̃ς δεξια̃ς ἢ ἐπὶ τò μέτωπον αὐτω̃ν

17 καὶ ἵνα μή τις δύνηται ἀγοράσαι ἢ πωλη̃σαι εἰ μὴ ὁ ἔχων τò χάραγμα τò ὄνομα του̃ θηρίου ἢ τòν ἀριθμòν του̃ ὀνόματος αὐτου̃

18 ὡ̃δε ἡ σοφία ἐστίν ὁ ἔχων νου̃ν ψηφισάτω τòν ἀριθμòν του̃ θηρίου ἀριθμòς γὰρ ἀνθρώπου ἐστίν καὶ ὁ ἀριθμòς αὐτου̃ ἑξακόσιοι ἑξήκοντα ἕξ

 

Κεφάλαιον ΙΔ' (14)

1 καὶ εἰ̃δον καὶ ἰδοὺ τò ἀρνίον ἑστòς ἐπὶ τò ὄρος Σιών καὶ μετ' αὐτου̃ ἑκατòν τεσσεράκοντα τέσσαρες χιλιάδες ἔχουσαι τò ὄνομα αὐτου̃ καὶ τò ὄνομα του̃ πατρòς αὐτου̃ γεγραμμένον ἐπὶ τω̃ν μετώπων αὐτω̃ν

2 καὶ ἤκουσα φωνὴν ἐκ του̃ οὐρανου̃ ὡς φωνὴν ὑδάτων πολλω̃ν καὶ ὡς φωνὴν βροντη̃ς μεγάλης καὶ ἡ φωνὴ ἣν ἤκουσα ὡς κιθαρω̨δω̃ν κιθαριζόντων ἐν ται̃ς κιθάραις αὐτω̃ν

3 καὶ ἄ̨δουσιν ὡς ὠ̨δὴν καινὴν ἐνώπιον του̃ θρόνου καὶ ἐνώπιον τω̃ν τεσσάρων ζώ̨ων καὶ τω̃ν πρεσβυτέρων καὶ οὐδεὶς ἐδύνατο μαθει̃ν τὴν ὠ̨δὴν εἰ μὴ αἱ ἑκατòν τεσσεράκοντα τέσσαρες χιλιάδες οἱ ἠγορασμένοι ἀπò τη̃ς γη̃ς

4 οὑ̃τοί εἰσιν οἳ μετὰ γυναικω̃ν οὐκ ἐμολύνθησαν παρθένοι γάρ εἰσιν οὑ̃τοι οἱ ἀκολουθου̃ντες τω̨̃ ἀρνίω̨ ὅπου ἂν ὑπάγη̨ οὑ̃τοι ἠγοράσθησαν ἀπò τω̃ν ἀνθρώπων ἀπαρχὴ τω̨̃ θεω̨̃ καὶ τω̨̃ ἀρνίω̨

5 καὶ ἐν τω̨̃ στόματι αὐτω̃ν οὐχ εὑρέθη ψευ̃δος ἄμωμοί εἰσιν

6 καὶ εἰ̃δον ἄλλον ἄγγελον πετόμενον ἐν μεσουρανήματι ἔχοντα εὐαγγέλιον αἰώνιον εὐαγγελίσαι ἐπὶ τοὺς καθημένους ἐπὶ τη̃ς γη̃ς καὶ ἐπὶ πα̃ν ἔθνος καὶ φυλὴν καὶ γλω̃σσαν καὶ λαόν

7 λέγων ἐν φωνη̨̃ μεγάλη̨ φοβήθητε τòν θεòν καὶ δότε αὐτω̨̃ δόξαν ὅτι ἠ̃λθεν ἡ ὥρα τη̃ς κρίσεως αὐτου̃ καὶ προσκυνήσατε τω̨̃ ποιήσαντι τòν οὐρανòν καὶ τὴν γη̃ν καὶ θάλασσαν καὶ πηγὰς ὑδάτων

8 καὶ ἄλλος ἄγγελος δεύτερος ἠκολούθησεν λέγων ἔπεσεν ἔπεσεν Βαβυλὼν ἡ μεγάλη ἣ ἐκ του̃ οἴνου του̃ θυμου̃ τη̃ς πορνείας αὐτη̃ς πεπότικεν πάντα τὰ ἔθνη

9 καὶ ἄλλος ἄγγελος τρίτος ἠκολούθησεν αὐτοι̃ς λέγων ἐν φωνη̨̃ μεγάλη̨ εἴ τις προσκυνει̃ τò θηρίον καὶ τὴν εἰκόνα αὐτου̃ καὶ λαμβάνει χάραγμα ἐπὶ του̃ μετώπου αὐτου̃ ἢ ἐπὶ τὴν χει̃ρα αὐτου̃

10 καὶ αὐτòς πίεται ἐκ του̃ οἴνου του̃ θυμου̃ του̃ θεου̃ του̃ κεκερασμένου ἀκράτου ἐν τω̨̃ ποτηρίω̨ τη̃ς ὀργη̃ς αὐτου̃ καὶ βασανισθήσεται ἐν πυρὶ καὶ θείω̨ ἐνώπιον ἀγγέλων ἁγίων καὶ ἐνώπιον του̃ ἀρνίου

11 καὶ ὁ καπνòς του̃ βασανισμου̃ αὐτω̃ν εἰς αἰω̃νας αἰώνων ἀναβαίνει καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν ἡμέρας καὶ νυκτός οἱ προσκυνου̃ντες τò θηρίον καὶ τὴν εἰκόνα αὐτου̃ καὶ εἴ τις λαμβάνει τò χάραγμα του̃ ὀνόματος αὐτου̃

12 ὡ̃δε ἡ ὑπομονὴ τω̃ν ἁγίων ἐστίν οἱ τηρου̃ντες τὰς ἐντολὰς του̃ θεου̃ καὶ τὴν πίστιν ’Ιησου̃

13 καὶ ἤκουσα φωνη̃ς ἐκ του̃ οὐρανου̃ λεγούσης γράψον μακάριοι οἱ νεκροὶ οἱ ἐν κυρίω̨ ἀποθνή̨σκοντες ἀπ' ἄρτι ναί λέγει τò πνευ̃μα ἵνα ἀναπαήσονται ἐκ τω̃ν κόπων αὐτω̃ν τὰ γὰρ ἔργα αὐτω̃ν ἀκολουθει̃ μετ' αὐτω̃ν

14 καὶ εἰ̃δον καὶ ἰδοὺ νεφέλη λευκή καὶ ἐπὶ τὴν νεφέλην καθήμενον ὅμοιον υἱòν ἀνθρώπου ἔχων ἐπὶ τη̃ς κεφαλη̃ς αὐτου̃ στέφανον χρυσου̃ν καὶ ἐν τη̨̃ χειρὶ αὐτου̃ δρέπανον ὀξύ

15 καὶ ἄλλος ἄγγελος ἐξη̃λθεν ἐκ του̃ ναου̃ κράζων ἐν φωνη̨̃ μεγάλη̨ τω̨̃ καθημένω̨ ἐπὶ τη̃ς νεφέλης πέμψον τò δρέπανόν σου καὶ θέρισον ὅτι ἠ̃λθεν ἡ ὥρα θερίσαι ὅτι ἐξηράνθη ὁ θερισμòς τη̃ς γη̃ς

16 καὶ ἔβαλεν ὁ καθήμενος ἐπὶ τη̃ς νεφέλης τò δρέπανον αὐτου̃ ἐπὶ τὴν γη̃ν καὶ ἐθερίσθη ἡ γη̃

17 καὶ ἄλλος ἄγγελος ἐξη̃λθεν ἐκ του̃ ναου̃ του̃ ἐν τω̨̃ οὐρανω̨̃ ἔχων καὶ αὐτòς δρέπανον ὀξύ

18 καὶ ἄλλος ἄγγελος ἐξη̃λθεν ἐκ του̃ θυσιαστηρίου ὁ ἔχων ἐξουσίαν ἐπὶ του̃ πυρός καὶ ἐφώνησεν φωνη̨̃ μεγάλη̨ τω̨̃ ἔχοντι τò δρέπανον τò ὀξὺ λέγων πέμψον σου τò δρέπανον τò ὀξὺ καὶ τρύγησον τοὺς βότρυας τη̃ς ἀμπέλου τη̃ς γη̃ς ὅτι ἤκμασαν αἱ σταφυλαὶ αὐτη̃ς

19 καὶ ἔβαλεν ὁ ἄγγελος τò δρέπανον αὐτου̃ εἰς τὴν γη̃ν καὶ ἐτρύγησεν τὴν ἄμπελον τη̃ς γη̃ς καὶ ἔβαλεν εἰς τὴν ληνòν του̃ θυμου̃ του̃ θεου̃ τòν μέγαν

20 καὶ ἐπατήθη ἡ ληνòς ἔξωθεν τη̃ς πόλεως καὶ ἐξη̃λθεν αἱ̃μα ἐκ τη̃ς ληνου̃ ἄχρι τω̃ν χαλινω̃ν τω̃ν ἵππων ἀπò σταδίων χιλίων ἑξακοσίων

 

Κεφάλαιον ΙΕ' (15)

1 καὶ εἰ̃δον ἄλλο σημει̃ον ἐν τω̨̃ οὐρανω̨̃ μέγα καὶ θαυμαστόν ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας ὅτι ἐν αὐται̃ς ἐτελέσθη ὁ θυμòς του̃ θεου̃

2 καὶ εἰ̃δον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρί καὶ τοὺς νικω̃ντας ἐκ του̃ θηρίου καὶ ἐκ τη̃ς εἰκόνος αὐτου̃ καὶ ἐκ του̃ ἀριθμου̃ του̃ ὀνόματος αὐτου̃ ἑστω̃τας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην ἔχοντας κιθάρας του̃ θεου̃

3 καὶ ἄ̨δουσιν τὴν ὠ̨δὴν Μωϋσέως του̃ δούλου του̃ θεου̃ καὶ τὴν ὠ̨δὴν του̃ ἀρνίου λέγοντες μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου κύριε ὁ θεòς ὁ παντοκράτωρ δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου ὁ βασιλεὺς τω̃ν ἐθνω̃ν

4 τίς οὐ μὴ φοβηθη̨̃ κύριε καὶ δοξάσει τò ὄνομά σου ὅτι μόνος ὅσιος ὅτι πάντα τὰ ἔθνη ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν

5 καὶ μετὰ ταυ̃τα εἰ̃δον καὶ ἠνοίγη ὁ ναòς τη̃ς σκηνη̃ς του̃ μαρτυρίου ἐν τω̨̃ οὐρανω̨̃

6 καὶ ἐξη̃λθον οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ πληγὰς ἐκ του̃ ναου̃ ἐνδεδυμένοι λίνον καθαρòν λαμπρòν καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσα̃ς

7 καὶ ἓν ἐκ τω̃ν τεσσάρων ζώ̨ων ἔδωκεν τοι̃ς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσα̃ς γεμούσας του̃ θυμου̃ του̃ θεου̃ του̃ ζω̃ντος εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων

8 καὶ ἐγεμίσθη ὁ ναòς καπνου̃ ἐκ τη̃ς δόξης του̃ θεου̃ καὶ ἐκ τη̃ς δυνάμεως αὐτου̃ καὶ οὐδεὶς ἐδύνατο εἰσελθει̃ν εἰς τòν ναòν ἄχρι τελεσθω̃σιν αἱ ἑπτὰ πληγαὶ τω̃ν ἑπτὰ ἀγγέλων

 

Κεφάλαιον ΙΣΤ' (16)

1 καὶ ἤκουσα μεγάλης φωνη̃ς ἐκ του̃ ναου̃ λεγούσης τοι̃ς ἑπτὰ ἀγγέλοις ὑπάγετε καὶ ἐκχέετε τὰς ἑπτὰ φιάλας του̃ θυμου̃ του̃ θεου̃ εἰς τὴν γη̃ν

2 καὶ ἀπη̃λθεν ὁ πρω̃τος καὶ ἐξέχεεν τὴν φιάλην αὐτου̃ εἰς τὴν γη̃ν καὶ ἐγένετο ἕλκος κακòν καὶ πονηρòν ἐπὶ τοὺς ἀνθρώπους τοὺς ἔχοντας τò χάραγμα του̃ θηρίου καὶ τοὺς προσκυνου̃ντας τη̨̃ εἰκόνι αὐτου̃

3 καὶ ὁ δεύτερος ἐξέχεεν τὴν φιάλην αὐτου̃ εἰς τὴν θάλασσαν καὶ ἐγένετο αἱ̃μα ὡς νεκρου̃ καὶ πα̃σα ψυχὴ ζωη̃ς ἀπέθανεν τὰ ἐν τη̨̃ θαλάσση̨

4 καὶ ὁ τρίτος ἐξέχεεν τὴν φιάλην αὐτου̃ εἰς τοὺς ποταμοὺς καὶ τὰς πηγὰς τω̃ν ὑδάτων καὶ ἐγένετο αἱ̃μα

5 καὶ ἤκουσα του̃ ἀγγέλου τω̃ν ὑδάτων λέγοντος δίκαιος εἰ̃ ὁ ὢν καὶ ὁ ἠ̃ν ὁ ὅσιος ὅτι ταυ̃τα ἔκρινας

6 ὅτι αἱ̃μα ἁγίων καὶ προφητω̃ν ἐξέχεαν καὶ αἱ̃μα αὐτοι̃ς δέδωκας πιει̃ν ἄξιοί εἰσιν

7 καὶ ἤκουσα του̃ θυσιαστηρίου λέγοντος ναί κύριε ὁ θεòς ὁ παντοκράτωρ ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου

8 καὶ ὁ τέταρτος ἐξέχεεν τὴν φιάλην αὐτου̃ ἐπὶ τòν ἥλιον καὶ ἐδόθη αὐτω̨̃ καυματίσαι τοὺς ἀνθρώπους ἐν πυρί

9 καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καυ̃μα μέγα καὶ ἐβλασφήμησαν τò ὄνομα του̃ θεου̃ του̃ ἔχοντος τὴν ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας καὶ οὐ μετενόησαν δου̃ναι αὐτω̨̃ δόξαν

10 καὶ ὁ πέμπτος ἐξέχεεν τὴν φιάλην αὐτου̃ ἐπὶ τòν θρόνον του̃ θηρίου καὶ ἐγένετο ἡ βασιλεία αὐτου̃ ἐσκοτωμένη καὶ ἐμασω̃ντο τὰς γλώσσας αὐτω̃ν ἐκ του̃ πόνου

11 καὶ ἐβλασφήμησαν τòν θεòν του̃ οὐρανου̃ ἐκ τω̃ν πόνων αὐτω̃ν καὶ ἐκ τω̃ν ἑλκω̃ν αὐτω̃ν καὶ οὐ μετενόησαν ἐκ τω̃ν ἔργων αὐτω̃ν

12 καὶ ὁ ἕκτος ἐξέχεεν τὴν φιάλην αὐτου̃ ἐπὶ τòν ποταμòν τòν μέγαν τòν Εὐφράτην καὶ ἐξηράνθη τò ὕδωρ αὐτου̃ ἵνα ἑτοιμασθη̨̃ ἡ ὁδòς τω̃ν βασιλέων τω̃ν ἀπò ἀνατολη̃ς ἡλίου

13 καὶ εἰ̃δον ἐκ του̃ στόματος του̃ δράκοντος καὶ ἐκ του̃ στόματος του̃ θηρίου καὶ ἐκ του̃ στόματος του̃ ψευδοπροφήτου πνεύματα τρία ἀκάθαρτα ὡς βάτραχοι

14 εἰσὶν γὰρ πνεύματα δαιμονίων ποιου̃ντα σημει̃α ἃ ἐκπορεύεται ἐπὶ τοὺς βασιλει̃ς τη̃ς οἰκουμένης ὅλης συναγαγει̃ν αὐτοὺς εἰς τòν πόλεμον τη̃ς ἡμέρας τη̃ς μεγάλης του̃ θεου̃ του̃ παντοκράτορος

15 ἰδοὺ ἔρχομαι ὡς κλέπτης μακάριος ὁ γρηγορω̃ν καὶ τηρω̃ν τὰ ἱμάτια αὐτου̃ ἵνα μὴ γυμνòς περιπατη̨̃ καὶ βλέπωσιν τὴν ἀσχημοσύνην αὐτου̃

16 καὶ συνήγαγεν αὐτοὺς εἰς τòν τόπον τòν καλούμενον ‘Εβραϊστὶ ‘Αρμαγεδών

17 καὶ ὁ ἕβδομος ἐξέχεεν τὴν φιάλην αὐτου̃ ἐπὶ τòν ἀέρα καὶ ἐξη̃λθεν φωνὴ μεγάλη ἐκ του̃ ναου̃ ἀπò του̃ θρόνου λέγουσα γέγονεν

18 καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί καὶ σεισμòς ἐγένετο μέγας οἱ̃ος οὐκ ἐγένετο ἀφ' οὑ̃ ἄνθρωπος ἐγένετο ἐπὶ τη̃ς γη̃ς τηλικου̃τος σεισμòς οὕτω μέγας

19 καὶ ἐγένετο ἡ πόλις ἡ μεγάλη εἰς τρία μέρη καὶ αἱ πόλεις τω̃ν ἐθνω̃ν ἔπεσαν καὶ Βαβυλὼν ἡ μεγάλη ἐμνήσθη ἐνώπιον του̃ θεου̃ δου̃ναι αὐτη̨̃ τò ποτήριον του̃ οἴνου του̃ θυμου̃ τη̃ς ὀργη̃ς αὐτου̃

20 καὶ πα̃σα νη̃σος ἔφυγεν καὶ ὄρη οὐχ εὑρέθησαν

21 καὶ χάλαζα μεγάλη ὡς ταλαντιαία καταβαίνει ἐκ του̃ οὐρανου̃ ἐπὶ τοὺς ἀνθρώπους καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τòν θεòν ἐκ τη̃ς πληγη̃ς τη̃ς χαλάζης ὅτι μεγάλη ἐστὶν ἡ πληγὴ αὐτη̃ς σφόδρα

 

Κεφάλαιον ΙΖ' (17)

1 καὶ ἠ̃λθεν εἱ̃ς ἐκ τω̃ν ἑπτὰ ἀγγέλων τω̃ν ἐχόντων τὰς ἑπτὰ φιάλας καὶ ἐλάλησεν μετ' ἐμου̃ λέγων δευ̃ρο δείξω σοι τò κρίμα τη̃ς πόρνης τη̃ς μεγάλης τη̃ς καθημένης ἐπὶ ὑδάτων πολλω̃ν

2 μεθ' ἡ̃ς ἐπόρνευσαν οἱ βασιλει̃ς τη̃ς γη̃ς καὶ ἐμεθύσθησαν οἱ κατοικου̃ντες τὴν γη̃ν ἐκ του̃ οἴνου τη̃ς πορνείας αὐτη̃ς

3 καὶ ἀπήνεγκέν με εἰς ἔρημον ἐν πνεύματι καὶ εἰ̃δον γυναι̃κα καθημένην ἐπὶ θηρίον κόκκινον γέμοντα ὀνόματα βλασφημίας ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα

4 καὶ ἡ γυνὴ ἠ̃ν περιβεβλημένη πορφυρου̃ν καὶ κόκκινον καὶ κεχρυσωμένη χρυσίω̨ καὶ λίθω̨ τιμίω̨ καὶ μαργαρίταις ἔχουσα ποτήριον χρυσου̃ν ἐν τη̨̃ χειρὶ αὐτη̃ς γέμον βδελυγμάτων καὶ τὰ ἀκάθαρτα τη̃ς πορνείας αὐτη̃ς

5 καὶ ἐπὶ τò μέτωπον αὐτη̃ς ὄνομα γεγραμμένον μυστήριον Βαβυλὼν ἡ μεγάλη ἡ μήτηρ τω̃ν πορνω̃ν καὶ τω̃ν βδελυγμάτων τη̃ς γη̃ς

6 καὶ εἰ̃δον τὴν γυναι̃κα μεθύουσαν ἐκ του̃ αἵματος τω̃ν ἁγίων καὶ ἐκ του̃ αἵματος τω̃ν μαρτύρων ’Ιησου̃ καὶ ἐθαύμασα ἰδὼν αὐτὴν θαυ̃μα μέγα

7 καὶ εἰ̃πέν μοι ὁ ἄγγελος διὰ τί ἐθαύμασας ἐγὼ ἐρω̃ σοι τò μυστήριον τη̃ς γυναικòς καὶ του̃ θηρίου του̃ βαστάζοντος αὐτήν του̃ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα

8 τò θηρίον ὃ εἰ̃δες ἠ̃ν καὶ οὐκ ἔστιν καὶ μέλλει ἀναβαίνειν ἐκ τη̃ς ἀβύσσου καὶ εἰς ἀπώλειαν ὑπάγει καὶ θαυμασθήσονται οἱ κατοικου̃ντες ἐπὶ τη̃ς γη̃ς ὡ̃ν οὐ γέγραπται τò ὄνομα ἐπὶ τò βιβλίον τη̃ς ζωη̃ς ἀπò καταβολη̃ς κόσμου βλεπόντων τò θηρίον ὅτι ἠ̃ν καὶ οὐκ ἔστιν καὶ παρέσται

9 ὡ̃δε ὁ νου̃ς ὁ ἔχων σοφίαν αἱ ἑπτὰ κεφαλαὶ ἑπτὰ ὄρη εἰσίν ὅπου ἡ γυνὴ κάθηται ἐπ' αὐτω̃ν καὶ βασιλει̃ς ἑπτά εἰσιν

10 οἱ πέντε ἔπεσαν ὁ εἱ̃ς ἔστιν ὁ ἄλλος οὔπω ἠ̃λθεν καὶ ὅταν ἔλθη̨ ὀλίγον αὐτòν δει̃ μει̃ναι

11 καὶ τò θηρίον ὃ ἠ̃ν καὶ οὐκ ἔστιν καὶ αὐτòς ὄγδοός ἐστιν καὶ ἐκ τω̃ν ἑπτά ἐστιν καὶ εἰς ἀπώλειαν ὑπάγει

12 καὶ τὰ δέκα κέρατα ἃ εἰ̃δες δέκα βασιλει̃ς εἰσιν οἵτινες βασιλείαν οὔπω ἔλαβον ἀλλὰ ἐξουσίαν ὡς βασιλει̃ς μίαν ὥραν λαμβάνουσιν μετὰ του̃ θηρίου

13 οὑ̃τοι μίαν γνώμην ἔχουσιν καὶ τὴν δύναμιν καὶ ἐξουσίαν αὐτω̃ν τω̨̃ θηρίω̨ διδόασιν

14 οὑ̃τοι μετὰ του̃ ἀρνίου πολεμήσουσιν καὶ τò ἀρνίον νικήσει αὐτούς ὅτι κύριος κυρίων ἐστὶν καὶ βασιλεὺς βασιλέων καὶ οἱ μετ' αὐτου̃ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί

15 καὶ λέγει μοι τὰ ὕδατα ἃ εἰ̃δες οὑ̃ ἡ πόρνη κάθηται λαοὶ καὶ ὄχλοι εἰσὶν καὶ ἔθνη καὶ γλω̃σσαι

16 καὶ τὰ δέκα κέρατα ἃ εἰ̃δες καὶ τò θηρίον οὑ̃τοι μισήσουσιν τὴν πόρνην καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν καὶ γυμνήν καὶ τὰς σάρκας αὐτη̃ς φάγονται καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί

17 ὁ γὰρ θεòς ἔδωκεν εἰς τὰς καρδίας αὐτω̃ν ποιη̃σαι τὴν γνώμην αὐτου̃ καὶ ποιη̃σαι μίαν γνώμην καὶ δου̃ναι τὴν βασιλείαν αὐτω̃ν τω̨̃ θηρίω̨ ἄχρι τελεσθήσονται οἱ λόγοι του̃ θεου̃

18 καὶ ἡ γυνὴ ἣν εἰ̃δες ἔστιν ἡ πόλις ἡ μεγάλη ἡ ἔχουσα βασιλείαν ἐπὶ τω̃ν βασιλέων τη̃ς γη̃ς

 

Κεφάλαιον ΙΗ' (18)

1 μετὰ ταυ̃τα εἰ̃δον ἄλλον ἄγγελον καταβαίνοντα ἐκ του̃ οὐρανου̃ ἔχοντα ἐξουσίαν μεγάλην καὶ ἡ γη̃ ἐφωτίσθη ἐκ τη̃ς δόξης αὐτου̃

2 καὶ ἔκραξεν ἐν ἰσχυρα̨̃ φωνη̨̃ λέγων ἔπεσεν ἔπεσεν Βαβυλὼν ἡ μεγάλη καὶ ἐγένετο κατοικητήριον δαιμονίων καὶ φυλακὴ παντòς πνεύματος ἀκαθάρτου καὶ φυλακὴ παντòς ὀρνέου ἀκαθάρτου καὶ φυλακὴ παντòς θηρίου ἀκαθάρτου καὶ μεμισημένου

3 ὅτι ἐκ του̃ οἴνου του̃ θυμου̃ τη̃ς πορνείας αὐτη̃ς πέπωκαν πάντα τὰ ἔθνη καὶ οἱ βασιλει̃ς τη̃ς γη̃ς μετ' αὐτη̃ς ἐπόρνευσαν καὶ οἱ ἔμποροι τη̃ς γη̃ς ἐκ τη̃ς δυνάμεως του̃ στρήνους αὐτη̃ς ἐπλούτησαν

4 καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ του̃ οὐρανου̃ λέγουσαν ἐξέλθατε ὁ λαός μου ἐξ αὐτη̃ς ἵνα μὴ συγκοινωνήσητε ται̃ς ἁμαρτίαις αὐτη̃ς καὶ ἐκ τω̃ν πληγω̃ν αὐτη̃ς ἵνα μὴ λάβητε

5 ὅτι ἐκολλήθησαν αὐτη̃ς αἱ ἁμαρτίαι ἄχρι του̃ οὐρανου̃ καὶ ἐμνημόνευσεν ὁ θεòς τὰ ἀδικήματα αὐτη̃ς

6 ἀπόδοτε αὐτη̨̃ ὡς καὶ αὐτὴ ἀπέδωκεν καὶ διπλώσατε τὰ διπλα̃ κατὰ τὰ ἔργα αὐτη̃ς ἐν τω̨̃ ποτηρίω̨ ὡ̨̃ ἐκέρασεν κεράσατε αὐτη̨̃ διπλου̃ν

7 ὅσα ἐδόξασεν αὐτὴν καὶ ἐστρηνίασεν τοσου̃τον δότε αὐτη̨̃ βασανισμòν καὶ πένθος ὅτι ἐν τη̨̃ καρδία̨ αὐτη̃ς λέγει ὅτι κάθημαι βασίλισσα καὶ χήρα οὐκ εἰμί καὶ πένθος οὐ μὴ ἴδω

8 διὰ του̃το ἐν μια̨̃ ἡμέρα̨ ἥξουσιν αἱ πληγαὶ αὐτη̃ς θάνατος καὶ πένθος καὶ λιμός καὶ ἐν πυρὶ κατακαυθήσεται ὅτι ἰσχυρòς κύριος ὁ θεòς ὁ κρίνας αὐτήν

9 καὶ κλαύσουσιν καὶ κόψονται ἐπ' αὐτὴν οἱ βασιλει̃ς τη̃ς γη̃ς οἱ μετ' αὐτη̃ς πορνεύσαντες καὶ στρηνιάσαντες ὅταν βλέπωσιν τòν καπνòν τη̃ς πυρώσεως αὐτη̃ς

10 ἀπò μακρόθεν ἑστηκότες διὰ τòν φόβον του̃ βασανισμου̃ αὐτη̃ς λέγοντες οὐαὶ οὐαί ἡ πόλις ἡ μεγάλη Βαβυλὼν ἡ πόλις ἡ ἰσχυρά ὅτι μια̨̃ ὥρα̨ ἠ̃λθεν ἡ κρίσις σου

11 καὶ οἱ ἔμποροι τη̃ς γη̃ς κλαίουσιν καὶ πενθου̃σιν ἐπ' αὐτήν ὅτι τòν γόμον αὐτω̃ν οὐδεὶς ἀγοράζει οὐκέτι

12 γόμον χρυσου̃ καὶ ἀργύρου καὶ λίθου τιμίου καὶ μαργαριτω̃ν καὶ βυσσίνου καὶ πορφύρας καὶ σιρικου̃ καὶ κοκκίνου καὶ πα̃ν ξύλον θύϊνον καὶ πα̃ν σκευ̃ος ἐλεφάντινον καὶ πα̃ν σκευ̃ος ἐκ ξύλου τιμιωτάτου καὶ χαλκου̃ καὶ σιδήρου καὶ μαρμάρου

13 καὶ κιννάμωμον καὶ ἄμωμον καὶ θυμιάματα καὶ μύρον καὶ λίβανον καὶ οἰ̃νον καὶ ἔλαιον καὶ σεμίδαλιν καὶ σι̃τον καὶ κτήνη καὶ πρόβατα καὶ ἵππων καὶ ῥεδω̃ν καὶ σωμάτων καὶ ψυχὰς ἀνθρώπων

14 καὶ ἡ ὀπώρα σου τη̃ς ἐπιθυμίας τη̃ς ψυχη̃ς ἀπη̃λθεν ἀπò σου̃ καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπώλετο ἀπò σου̃ καὶ οὐκέτι οὐ μὴ αὐτὰ εὑρήσουσιν

15 οἱ ἔμποροι τούτων οἱ πλουτήσαντες ἀπ' αὐτη̃ς ἀπò μακρόθεν στήσονται διὰ τòν φόβον του̃ βασανισμου̃ αὐτη̃ς κλαίοντες καὶ πενθου̃ντες

16 λέγοντες οὐαὶ οὐαί ἡ πόλις ἡ μεγάλη ἡ περιβεβλημένη βύσσινον καὶ πορφυρου̃ν καὶ κόκκινον καὶ κεχρυσωμένη ἐν χρυσίω̨ καὶ λίθω̨ τιμίω̨ καὶ μαργαρίτη̨

17 ὅτι μια̨̃ ὥρα̨ ἠρημώθη ὁ τοσου̃τος πλου̃τος καὶ πα̃ς κυβερνήτης καὶ πα̃ς ὁ ἐπὶ τόπον πλέων καὶ ναυ̃ται καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται ἀπò μακρόθεν ἔστησαν

18 καὶ ἔκραζον βλέποντες τòν καπνòν τη̃ς πυρώσεως αὐτη̃ς λέγοντες τίς ὁμοία τη̨̃ πόλει τη̨̃ μεγάλη̨

19 καὶ ἔβαλον χου̃ν ἐπὶ τὰς κεφαλὰς αὐτω̃ν καὶ ἔκραζον κλαίοντες καὶ πενθου̃ντες λέγοντες οὐαὶ οὐαί ἡ πόλις ἡ μεγάλη ἐν ἡ̨̃ ἐπλούτησαν πάντες οἱ ἔχοντες τὰ πλοι̃α ἐν τη̨̃ θαλάσση̨ ἐκ τη̃ς τιμιότητος αὐτη̃ς ὅτι μια̨̃ ὥρα̨ ἠρημώθη

20 εὐφραίνου ἐπ' αὐτη̨̃ οὐρανέ καὶ οἱ ἅγιοι καὶ οἱ ἀπόστολοι καὶ οἱ προφη̃ται ὅτι ἔκρινεν ὁ θεòς τò κρίμα ὑμω̃ν ἐξ αὐτη̃ς

21 καὶ ἠ̃ρεν εἱ̃ς ἄγγελος ἰσχυρòς λίθον ὡς μύλινον μέγαν καὶ ἔβαλεν εἰς τὴν θάλασσαν λέγων οὕτως ὁρμήματι βληθήσεται Βαβυλὼν ἡ μεγάλη πόλις καὶ οὐ μὴ εὑρεθη̨̃ ἔτι

22 καὶ φωνὴ κιθαρω̨δω̃ν καὶ μουσικω̃ν καὶ αὐλητω̃ν καὶ σαλπιστω̃ν οὐ μὴ ἀκουσθη̨̃ ἐν σοὶ ἔτι καὶ πα̃ς τεχνίτης πάσης τέχνης οὐ μὴ εὑρεθη̨̃ ἐν σοὶ ἔτι καὶ φωνὴ μύλου οὐ μὴ ἀκουσθη̨̃ ἐν σοὶ ἔτι

23 καὶ φω̃ς λύχνου οὐ μὴ φάνη̨ ἐν σοὶ ἔτι καὶ φωνὴ νυμφίου καὶ νύμφης οὐ μὴ ἀκουσθη̨̃ ἐν σοὶ ἔτι ὅτι οἱ ἔμποροί σου ἠ̃σαν οἱ μεγιστα̃νες τη̃ς γη̃ς ὅτι ἐν τη̨̃ φαρμακεία̨ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη

24 καὶ ἐν αὐτη̨̃ αἱ̃μα προφητω̃ν καὶ ἁγίων εὑρέθη καὶ πάντων τω̃ν ἐσφαγμένων ἐπὶ τη̃ς γη̃ς

 

Κεφάλαιον ΙΘ' (19)

1 μετὰ ταυ̃τα ἤκουσα ὡς φωνὴν μεγάλην ὄχλου πολλου̃ ἐν τω̨̃ οὐρανω̨̃ λεγόντων ἁλληλουϊά ἡ σωτηρία καὶ ἡ δόξα καὶ ἡ δύναμις του̃ θεου̃ ἡμω̃ν

2 ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτου̃ ὅτι ἔκρινεν τὴν πόρνην τὴν μεγάλην ἥτις ἔφθειρεν τὴν γη̃ν ἐν τη̨̃ πορνεία̨ αὐτη̃ς καὶ ἐξεδίκησεν τò αἱ̃μα τω̃ν δούλων αὐτου̃ ἐκ χειρòς αὐτη̃ς

3 καὶ δεύτερον εἴρηκαν ἁλληλουϊά καὶ ὁ καπνòς αὐτη̃ς ἀναβαίνει εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων

4 καὶ ἔπεσαν οἱ πρεσβύτεροι οἱ εἴκοσι τέσσαρες καὶ τὰ τέσσαρα ζω̨̃α καὶ προσεκύνησαν τω̨̃ θεω̨̃ τω̨̃ καθημένω̨ ἐπὶ τω̨̃ θρόνω̨ λέγοντες ἀμήν ἁλληλουϊά

5 καὶ φωνὴ ἀπò του̃ θρόνου ἐξη̃λθεν λέγουσα αἰνει̃τε τω̨̃ θεω̨̃ ἡμω̃ν πάντες οἱ δου̃λοι αὐτου̃ καὶ οἱ φοβούμενοι αὐτόν οἱ μικροὶ καὶ οἱ μεγάλοι

6 καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλου̃ καὶ ὡς φωνὴν ὑδάτων πολλω̃ν καὶ ὡς φωνὴν βροντω̃ν ἰσχυρω̃ν λεγόντων ἁλληλουϊά ὅτι ἐβασίλευσεν κύριος ὁ θεòς ἡμω̃ν ὁ παντοκράτωρ

7 χαίρωμεν καὶ ἀγαλλιω̃μεν καὶ δώσωμεν τὴν δόξαν αὐτω̨̃ ὅτι ἠ̃λθεν ὁ γάμος του̃ ἀρνίου καὶ ἡ γυνὴ αὐτου̃ ἡτοίμασεν ἑαυτήν

8 καὶ ἐδόθη αὐτη̨̃ ἵνα περιβάληται βύσσινον λαμπρòν καθαρόν τò γὰρ βύσσινον τὰ δικαιώματα τω̃ν ἁγίων ἐστίν

9 καὶ λέγει μοι γράψον μακάριοι οἱ εἰς τò δει̃πνον του̃ γάμου του̃ ἀρνίου κεκλημένοι καὶ λέγει μοι οὑ̃τοι οἱ λόγοι ἀληθινοὶ του̃ θεου̃ εἰσιν

10 καὶ ἔπεσα ἔμπροσθεν τω̃ν ποδω̃ν αὐτου̃ προσκυνη̃σαι αὐτω̨̃ καὶ λέγει μοι ὅρα μή σύνδουλός σού εἰμι καὶ τω̃ν ἀδελφω̃ν σου τω̃ν ἐχόντων τὴν μαρτυρίαν ’Ιησου̃ τω̨̃ θεω̨̃ προσκύνησον ἡ γὰρ μαρτυρία ’Ιησου̃ ἐστιν τò πνευ̃μα τη̃ς προφητείας

11 καὶ εἰ̃δον τòν οὐρανòν ἠνεω̨γμένον καὶ ἰδοὺ ἵππος λευκός καὶ ὁ καθήμενος ἐπ' αὐτòν καλούμενος πιστòς καὶ ἀληθινός καὶ ἐν δικαιοσύνη̨ κρίνει καὶ πολεμει̃

12 οἱ δὲ ὀφθαλμοὶ αὐτου̃ ὡς φλòξ πυρός καὶ ἐπὶ τὴν κεφαλὴν αὐτου̃ διαδήματα πολλά ἔχων ὄνομα γεγραμμένον ὃ οὐδεὶς οἰ̃δεν εἰ μὴ αὐτός

13 καὶ περιβεβλημένος ἱμάτιον βεβαμμένον αἵματι καὶ κέκληται τò ὄνομα αὐτου̃ ὁ λόγος του̃ θεου̃

14 καὶ τὰ στρατεύματα τὰ ἐν τω̨̃ οὐρανω̨̃ ἠκολούθει αὐτω̨̃ ἐφ' ἵπποις λευκοι̃ς ἐνδεδυμένοι βύσσινον λευκòν καθαρόν

15 καὶ ἐκ του̃ στόματος αὐτου̃ ἐκπορεύεται ῥομφαία ὀξει̃α ἵνα ἐν αὐτη̨̃ πατάξη̨ τὰ ἔθνη καὶ αὐτòς ποιμανει̃ αὐτοὺς ἐν ῥάβδω̨ σιδηρα̨̃ καὶ αὐτòς πατει̃ τὴν ληνòν του̃ οἴνου του̃ θυμου̃ τη̃ς ὀργη̃ς του̃ θεου̃ του̃ παντοκράτορος

16 καὶ ἔχει ἐπὶ τò ἱμάτιον καὶ ἐπὶ τòν μηρòν αὐτου̃ ὄνομα γεγραμμένον βασιλεὺς βασιλέων καὶ κύριος κυρίων

17 καὶ εἰ̃δον ἕνα ἄγγελον ἑστω̃τα ἐν τω̨̃ ἡλίω̨ καὶ ἔκραξεν ἐν φωνη̨̃ μεγάλη̨ λέγων πα̃σιν τοι̃ς ὀρνέοις τοι̃ς πετομένοις ἐν μεσουρανήματι δευ̃τε συνάχθητε εἰς τò δει̃πνον τò μέγα του̃ θεου̃

18 ἵνα φάγητε σάρκας βασιλέων καὶ σάρκας χιλιάρχων καὶ σάρκας ἰσχυρω̃ν καὶ σάρκας ἵππων καὶ τω̃ν καθημένων ἐπ' αὐτω̃ν καὶ σάρκας πάντων ἐλευθέρων τε καὶ δούλων καὶ μικρω̃ν καὶ μεγάλων

19 καὶ εἰ̃δον τò θηρίον καὶ τοὺς βασιλει̃ς τη̃ς γη̃ς καὶ τὰ στρατεύματα αὐτω̃ν συνηγμένα ποιη̃σαι τòν πόλεμον μετὰ του̃ καθημένου ἐπὶ του̃ ἵππου καὶ μετὰ του̃ στρατεύματος αὐτου̃

20 καὶ ἐπιάσθη τò θηρίον καὶ μετ' αὐτου̃ ὁ ψευδοπροφήτης ὁ ποιήσας τὰ σημει̃α ἐνώπιον αὐτου̃ ἐν οἱ̃ς ἐπλάνησεν τοὺς λαβόντας τò χάραγμα του̃ θηρίου καὶ τοὺς προσκυνου̃ντας τη̨̃ εἰκόνι αὐτου̃ ζω̃ντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην του̃ πυρòς τη̃ς καιομένης ἐν θείω̨

21 καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τη̨̃ ῥομφαία̨ του̃ καθημένου ἐπὶ του̃ ἵππου τη̨̃ ἐξελθούση̨ ἐκ του̃ στόματος αὐτου̃ καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τω̃ν σαρκω̃ν αὐτω̃ν

 

Κεφάλαιον Κ' (20)

1 καὶ εἰ̃δον ἄγγελον καταβαίνοντα ἐκ του̃ οὐρανου̃ ἔχοντα τὴν κλει̃ν τη̃ς ἀβύσσου καὶ ἅλυσιν μεγάλην ἐπὶ τὴν χει̃ρα αὐτου̃

2 καὶ ἐκράτησεν τòν δράκοντα ὁ ὄφις ὁ ἀρχαι̃ος ὅς ἐστιν Διάβολος καὶ ὁ Σατανα̃ς καὶ ἔδησεν αὐτòν χίλια ἔτη

3 καὶ ἔβαλεν αὐτòν εἰς τὴν ἄβυσσον καὶ ἔκλεισεν καὶ ἐσφράγισεν ἐπάνω αὐτου̃ ἵνα μὴ πλανήση̨ ἔτι τὰ ἔθνη ἄχρι τελεσθη̨̃ τὰ χίλια ἔτη μετὰ ταυ̃τα δει̃ λυθη̃ναι αὐτòν μικρòν χρόνον

4 καὶ εἰ̃δον θρόνους καὶ ἐκάθισαν ἐπ' αὐτούς καὶ κρίμα ἐδόθη αὐτοι̃ς καὶ τὰς ψυχὰς τω̃ν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν ’Ιησου̃ καὶ διὰ τòν λόγον του̃ θεου̃ καὶ οἵτινες οὐ προσεκύνησαν τò θηρίον οὐδὲ τὴν εἰκόνα αὐτου̃ καὶ οὐκ ἔλαβον τò χάραγμα ἐπὶ τò μέτωπον καὶ ἐπὶ τὴν χει̃ρα αὐτω̃ν καὶ ἔζησαν καὶ ἐβασίλευσαν μετὰ του̃ Χριστου̃ χίλια ἔτη

5 οἱ λοιποὶ τω̃ν νεκρω̃ν οὐκ ἔζησαν ἄχρι τελεσθη̨̃ τὰ χίλια ἔτη αὕτη ἡ ἀνάστασις ἡ πρώτη

6 μακάριος καὶ ἅγιος ὁ ἔχων μέρος ἐν τη̨̃ ἀναστάσει τη̨̃ πρώτη̨ ἐπὶ τούτων ὁ δεύτερος θάνατος οὐκ ἔχει ἐξουσίαν ἀλλ' ἔσονται ἱερει̃ς του̃ θεου̃ καὶ του̃ Χριστου̃ καὶ βασιλεύσουσιν μετ' αὐτου̃ τὰ χίλια ἔτη

7 καὶ ὅταν τελεσθη̨̃ τὰ χίλια ἔτη λυθήσεται ὁ Σατανα̃ς ἐκ τη̃ς φυλακη̃ς αὐτου̃

8 καὶ ἐξελεύσεται πλανη̃σαι τὰ ἔθνη τὰ ἐν ται̃ς τέσσαρσιν γωνίαις τη̃ς γη̃ς τòν Γὼγ καὶ Μαγώγ συναγαγει̃ν αὐτοὺς εἰς τòν πόλεμον ὡ̃ν ὁ ἀριθμòς αὐτω̃ν ὡς ἡ ἄμμος τη̃ς θαλάσσης

9 καὶ ἀνέβησαν ἐπὶ τò πλάτος τη̃ς γη̃ς καὶ ἐκύκλευσαν τὴν παρεμβολὴν τω̃ν ἁγίων καὶ τὴν πόλιν τὴν ἠγαπημένην καὶ κατέβη πυ̃ρ ἐκ του̃ οὐρανου̃ καὶ κατέφαγεν αὐτούς

10 καὶ ὁ διάβολος ὁ πλανω̃ν αὐτοὺς ἐβλήθη εἰς τὴν λίμνην του̃ πυρòς καὶ θείου ὅπου καὶ τò θηρίον καὶ ὁ ψευδοπροφήτης καὶ βασανισθήσονται ἡμέρας καὶ νυκτòς εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων

11 καὶ εἰ̃δον θρόνον μέγαν λευκòν καὶ τòν καθήμενον ἐπ' αὐτόν οὑ̃ ἀπò του̃ προσώπου ἔφυγεν ἡ γη̃ καὶ ὁ οὐρανός καὶ τόπος οὐχ εὑρέθη αὐτοι̃ς

12 καὶ εἰ̃δον τοὺς νεκρούς τοὺς μεγάλους καὶ τοὺς μικρούς ἑστω̃τας ἐνώπιον του̃ θρόνου καὶ βιβλία ἠνοίχθησαν καὶ ἄλλο βιβλίον ἠνοίχθη ὅ ἐστιν τη̃ς ζωη̃ς καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τω̃ν γεγραμμένων ἐν τοι̃ς βιβλίοις κατὰ τὰ ἔργα αὐτω̃ν

13 καὶ ἔδωκεν ἡ θάλασσα τοὺς νεκροὺς τοὺς ἐν αὐτη̨̃ καὶ ὁ θάνατος καὶ ὁ ἅ̨δης ἔδωκαν τοὺς νεκροὺς τοὺς ἐν αὐτοι̃ς καὶ ἐκρίθησαν ἕκαστος κατὰ τὰ ἔργα αὐτω̃ν

14 καὶ ὁ θάνατος καὶ ὁ ἅ̨δης ἐβλήθησαν εἰς τὴν λίμνην του̃ πυρός οὑ̃τος ὁ θάνατος ὁ δεύτερός ἐστιν ἡ λίμνη του̃ πυρός

15 καὶ εἴ τις οὐχ εὑρέθη ἐν τη̨̃ βίβλω̨ τη̃ς ζωη̃ς γεγραμμένος ἐβλήθη εἰς τὴν λίμνην του̃ πυρός

 

Κεφάλαιον ΚΑ' (21)

1 καὶ εἰ̃δον οὐρανòν καινòν καὶ γη̃ν καινήν ὁ γὰρ πρω̃τος οὐρανòς καὶ ἡ πρώτη γη̃ ἀπη̃λθαν καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι

2 καὶ τὴν πόλιν τὴν ἁγίαν ’Ιερουσαλὴμ καινὴν εἰ̃δον καταβαίνουσαν ἐκ του̃ οὐρανου̃ ἀπò του̃ θεου̃ ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην τω̨̃ ἀνδρὶ αὐτη̃ς

3 καὶ ἤκουσα φωνη̃ς μεγάλης ἐκ του̃ θρόνου λεγούσης ἰδοὺ ἡ σκηνὴ του̃ θεου̃ μετὰ τω̃ν ἀνθρώπων καὶ σκηνώσει μετ' αὐτω̃ν καὶ αὐτοὶ λαοὶ αὐτου̃ ἔσονται καὶ αὐτòς ὁ θεòς μετ' αὐτω̃ν ἔσται αὐτω̃ν θεός

4 καὶ ἐξαλείψει πα̃ν δάκρυον ἐκ τω̃ν ὀφθαλμω̃ν αὐτω̃ν καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι οὔτε πένθος οὔτε κραυγὴ οὔτε πόνος οὐκ ἔσται ἔτι ὅτι τὰ πρω̃τα ἀπη̃λθαν

5 καὶ εἰ̃πεν ὁ καθήμενος ἐπὶ τω̨̃ θρόνω̨ ἰδοὺ καινὰ ποιω̃ πάντα καὶ λέγει γράψον ὅτι οὑ̃τοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί εἰσιν

6 καὶ εἰ̃πέν μοι γέγοναν ἐγώ εἰμι τò ἄλφα καὶ τò ὠ̃ ἡ ἀρχὴ καὶ τò τέλος ἐγὼ τω̨̃ διψω̃ντι δώσω ἐκ τη̃ς πηγη̃ς του̃ ὕδατος τη̃ς ζωη̃ς δωρεάν

7 ὁ νικω̃ν κληρονομήσει ταυ̃τα καὶ ἔσομαι αὐτω̨̃ θεòς καὶ αὐτòς ἔσται μοι υἱός

8 τοι̃ς δὲ δειλοι̃ς καὶ ἀπίστοις καὶ ἐβδελυγμένοις καὶ φονευ̃σιν καὶ πόρνοις καὶ φαρμάκοις καὶ εἰδωλολάτραις καὶ πα̃σιν τοι̃ς ψευδέσιν τò μέρος αὐτω̃ν ἐν τη̨̃ λίμνη̨ τη̨̃ καιομένη̨ πυρὶ καὶ θείω̨ ὅ ἐστιν ὁ θάνατος ὁ δεύτερος

9 καὶ ἠ̃λθεν εἱ̃ς ἐκ τω̃ν ἑπτὰ ἀγγέλων τω̃ν ἐχόντων τὰς ἑπτὰ φιάλας τω̃ν γεμόντων τω̃ν ἑπτὰ πληγω̃ν τω̃ν ἐσχάτων καὶ ἐλάλησεν μετ' ἐμου̃ λέγων δευ̃ρο δείξω σοι τὴν νύμφην τὴν γυναι̃κα του̃ ἀρνίου

10 καὶ ἀπήνεγκέν με ἐν πνεύματι ἐπὶ ὄρος μέγα καὶ ὑψηλόν καὶ ἔδειξέν μοι τὴν πόλιν τὴν ἁγίαν ’Ιερουσαλὴμ καταβαίνουσαν ἐκ του̃ οὐρανου̃ ἀπò του̃ θεου̃

11 ἔχουσαν τὴν δόξαν του̃ θεου̃ ὁ φωστὴρ αὐτη̃ς ὅμοιος λίθω̨ τιμιωτάτω̨ ὡς λίθω̨ ἰάσπιδι κρυσταλλίζοντι

12 ἔχουσα τει̃χος μέγα καὶ ὑψηλόν ἔχουσα πυλω̃νας δώδεκα καὶ ἐπὶ τοι̃ς πυλω̃σιν ἀγγέλους δώδεκα καὶ ὀνόματα ἐπιγεγραμμένα ἅ ἐστιν τὰ ὀνόματα τω̃ν δώδεκα φυλω̃ν υἱω̃ν ’Ισραήλ

13 ἀπò ἀνατολη̃ς πυλω̃νες τρει̃ς καὶ ἀπò βορρα̃ πυλω̃νες τρει̃ς καὶ ἀπò νότου πυλω̃νες τρει̃ς καὶ ἀπò δυσμω̃ν πυλω̃νες τρει̃ς

14 καὶ τò τει̃χος τη̃ς πόλεως ἔχων θεμελίους δώδεκα καὶ ἐπ' αὐτω̃ν δώδεκα ὀνόματα τω̃ν δώδεκα ἀποστόλων του̃ ἀρνίου

15 καὶ ὁ λαλω̃ν μετ' ἐμου̃ εἰ̃χεν μέτρον κάλαμον χρυσου̃ν ἵνα μετρήση̨ τὴν πόλιν καὶ τοὺς πυλω̃νας αὐτη̃ς καὶ τò τει̃χος αὐτη̃ς

16 καὶ ἡ πόλις τετράγωνος κει̃ται καὶ τò μη̃κος αὐτη̃ς ὅσον καὶ τò πλάτος καὶ ἐμέτρησεν τὴν πόλιν τω̨̃ καλάμω̨ ἐπὶ σταδίων δώδεκα χιλιάδων τò μη̃κος καὶ τò πλάτος καὶ τò ὕψος αὐτη̃ς ἴσα ἐστίν

17 καὶ ἐμέτρησεν τò τει̃χος αὐτη̃ς ἑκατòν τεσσεράκοντα τεσσάρων πηχω̃ν μέτρον ἀνθρώπου ὅ ἐστιν ἀγγέλου

18 καὶ ἡ ἐνδώμησις του̃ τείχους αὐτη̃ς ἴασπις καὶ ἡ πόλις χρυσίον καθαρòν ὅμοιον ὑάλω̨ καθαρω̨̃

19 οἱ θεμέλιοι του̃ τείχους τη̃ς πόλεως παντὶ λίθω̨ τιμίω̨ κεκοσμημένοι ὁ θεμέλιος ὁ πρω̃τος ἴασπις ὁ δεύτερος σάπφιρος ὁ τρίτος χαλκηδών ὁ τέταρτος σμάραγδος

20 ὁ πέμπτος σαρδόνυξ ὁ ἕκτος σάρδιον ὁ ἕβδομος χρυσόλιθος ὁ ὄγδοος βήρυλλος ὁ ἔνατος τοπάζιον ὁ δέκατος χρυσόπρασος ὁ ἑνδέκατος ὑάκινθος ὁ δωδέκατος ἀμέθυστος

21 καὶ οἱ δώδεκα πυλω̃νες δώδεκα μαργαρι̃ται ἀνὰ εἱ̃ς ἕκαστος τω̃ν πυλώνων ἠ̃ν ἐξ ἑνòς μαργαρίτου καὶ ἡ πλατει̃α τη̃ς πόλεως χρυσίον καθαρòν ὡς ὕαλος διαυγής

22 καὶ ναòν οὐκ εἰ̃δον ἐν αὐτη̨̃ ὁ γὰρ κύριος ὁ θεòς ὁ παντοκράτωρ ναòς αὐτη̃ς ἐστιν καὶ τò ἀρνίον

23 καὶ ἡ πόλις οὐ χρείαν ἔχει του̃ ἡλίου οὐδὲ τη̃ς σελήνης ἵνα φαίνωσιν αὐτη̨̃ ἡ γὰρ δόξα του̃ θεου̃ ἐφώτισεν αὐτήν καὶ ὁ λύχνος αὐτη̃ς τò ἀρνίον

24 καὶ περιπατήσουσιν τὰ ἔθνη διὰ του̃ φωτòς αὐτη̃ς καὶ οἱ βασιλει̃ς τη̃ς γη̃ς φέρουσιν τὴν δόξαν αὐτω̃ν εἰς αὐτήν

25 καὶ οἱ πυλω̃νες αὐτη̃ς οὐ μὴ κλεισθω̃σιν ἡμέρας νὺξ γὰρ οὐκ ἔσται ἐκει̃

26 καὶ οἴσουσιν τὴν δόξαν καὶ τὴν τιμὴν τω̃ν ἐθνω̃ν εἰς αὐτήν

27 καὶ οὐ μὴ εἰσέλθη̨ εἰς αὐτὴν πα̃ν κοινòν καὶ ὁ ποιω̃ν βδέλυγμα καὶ ψευ̃δος εἰ μὴ οἱ γεγραμμένοι ἐν τω̨̃ βιβλίω̨ τη̃ς ζωη̃ς του̃ ἀρνίου

 

Κεφάλαιον ΚΒ' (22)

1 καὶ ἔδειξέν μοι ποταμòν ὕδατος ζωη̃ς λαμπρòν ὡς κρύσταλλον ἐκπορευόμενον ἐκ του̃ θρόνου του̃ θεου̃ καὶ του̃ ἀρνίου

2 ἐν μέσω̨ τη̃ς πλατείας αὐτη̃ς καὶ του̃ ποταμου̃ ἐντευ̃θεν καὶ ἐκει̃θεν ξύλον ζωη̃ς ποιου̃ν καρποὺς δώδεκα κατὰ μη̃να ἕκαστον ἀποδιδου̃ν τòν καρπòν αὐτου̃ καὶ τὰ φύλλα του̃ ξύλου εἰς θεραπείαν τω̃ν ἐθνω̃ν

3 καὶ πα̃ν κατάθεμα οὐκ ἔσται ἔτι καὶ ὁ θρόνος του̃ θεου̃ καὶ του̃ ἀρνίου ἐν αὐτη̨̃ ἔσται καὶ οἱ δου̃λοι αὐτου̃ λατρεύσουσιν αὐτω̨̃

4 καὶ ὄψονται τò πρόσωπον αὐτου̃ καὶ τò ὄνομα αὐτου̃ ἐπὶ τω̃ν μετώπων αὐτω̃ν

5 καὶ νὺξ οὐκ ἔσται ἔτι καὶ οὐκ ἔχουσιν χρείαν φωτòς λύχνου καὶ φωτòς ἡλίου ὅτι κύριος ὁ θεòς φωτίσει ἐπ' αὐτούς καὶ βασιλεύσουσιν εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων

6 καὶ εἰ̃πέν μοι οὑ̃τοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί καὶ ὁ κύριος ὁ θεòς τω̃ν πνευμάτων τω̃ν προφητω̃ν ἀπέστειλεν τòν ἄγγελον αὐτου̃ δει̃ξαι τοι̃ς δούλοις αὐτου̃ ἃ δει̃ γενέσθαι ἐν τάχει

7 καὶ ἰδοὺ ἔρχομαι ταχύ μακάριος ὁ τηρω̃ν τοὺς λόγους τη̃ς προφητείας του̃ βιβλίου τούτου

8 κἀγὼ ’Ιωάννης ὁ ἀκούων καὶ βλέπων ταυ̃τα καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα ἔπεσα προσκυνη̃σαι ἔμπροσθεν τω̃ν ποδω̃ν του̃ ἀγγέλου του̃ δεικνύοντός μοι ταυ̃τα

9 καὶ λέγει μοι ὅρα μή σύνδουλός σού εἰμι καὶ τω̃ν ἀδελφω̃ν σου τω̃ν προφητω̃ν καὶ τω̃ν τηρούντων τοὺς λόγους του̃ βιβλίου τούτου τω̨̃ θεω̨̃ προσκύνησον

10 καὶ λέγει μοι μὴ σφραγίση̨ς τοὺς λόγους τη̃ς προφητείας του̃ βιβλίου τούτου ὁ καιρòς γὰρ ἐγγύς ἐστιν

11 ὁ ἀδικω̃ν ἀδικησάτω ἔτι καὶ ὁ ῥυπαρòς ῥυπανθήτω ἔτι καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι

12 ἰδοὺ ἔρχομαι ταχύ καὶ ὁ μισθός μου μετ' ἐμου̃ ἀποδου̃ναι ἑκάστω̨ ὡς τò ἔργον ἐστὶν αὐτου̃

13 ἐγὼ τò ἄλφα καὶ τò ὠ̃ ὁ πρω̃τος καὶ ὁ ἔσχατος ἡ ἀρχὴ καὶ τò τέλος

14 μακάριοι οἱ πλύνοντες τὰς στολὰς αὐτω̃ν ἵνα ἔσται ἡ ἐξουσία αὐτω̃ν ἐπὶ τò ξύλον τη̃ς ζωη̃ς καὶ τοι̃ς πυλω̃σιν εἰσέλθωσιν εἰς τὴν πόλιν

15 ἔξω οἱ κύνες καὶ οἱ φάρμακοι καὶ οἱ πόρνοι καὶ οἱ φονει̃ς καὶ οἱ εἰδωλολάτραι καὶ πα̃ς φιλω̃ν καὶ ποιω̃ν ψευ̃δος

16 ἐγὼ ’Ιησου̃ς ἔπεμψα τòν ἄγγελόν μου μαρτυρη̃σαι ὑμι̃ν ταυ̃τα ἐπὶ ται̃ς ἐκκλησίαις ἐγώ εἰμι ἡ ῥίζα καὶ τò γένος Δαυίδ ὁ ἀστὴρ ὁ λαμπρòς ὁ πρωϊνός

17 καὶ τò πνευ̃μα καὶ ἡ νύμφη λέγουσιν ἔρχου καὶ ὁ ἀκούων εἰπάτω ἔρχου καὶ ὁ διψω̃ν ἐρχέσθω ὁ θέλων λαβέτω ὕδωρ ζωη̃ς δωρεάν

18 μαρτυρω̃ ἐγὼ παντὶ τω̨̃ ἀκούοντι τοὺς λόγους τη̃ς προφητείας του̃ βιβλίου τούτου ἐάν τις ἐπιθη̨̃ ἐπ' αὐτά ἐπιθήσει ὁ θεòς ἐπ' αὐτòν τὰς πληγὰς τὰς γεγραμμένας ἐν τω̨̃ βιβλίω̨ τούτω̨

19 καὶ ἐάν τις ἀφέλη̨ ἀπò τω̃ν λόγων του̃ βιβλίου τη̃ς προφητείας ταύτης ἀφελει̃ ὁ θεòς τò μέρος αὐτου̃ ἀπò του̃ ξύλου τη̃ς ζωη̃ς καὶ ἐκ τη̃ς πόλεως τη̃ς ἁγίας τω̃ν γεγραμμένων ἐν τω̨̃ βιβλίω̨ τούτω̨

20 λέγει ὁ μαρτυρω̃ν ταυ̃τα ναί ἔρχομαι ταχύ ἀμήν ἔρχου κύριε ’Ιησου̃

21 ἡ χάρις του̃ κυρίου ’Ιησου̃ μετὰ πάντων

 

Κνθγξ

[X]