’Επιστολὴ ’Ιωάννου Β’

Κεφάλαιον Α' (1)

1 ὁ πρεσβύτερος ἐκλεκτη̨̃ κυρία̨ καὶ τοι̃ς τέκνοις αὐτη̃ς οὓς ἐγὼ ἀγαπω̃ ἐν ἀληθεία̨ καὶ οὐκ ἐγὼ μόνος ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν

2 διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμι̃ν καὶ μεθ' ἡμω̃ν ἔσται εἰς τòν αἰω̃να

3 ἔσται μεθ' ἡμω̃ν χάρις ἔλεος εἰρήνη παρὰ θεου̃ πατρός καὶ παρὰ ’Ιησου̃ Χριστου̃ του̃ υἱου̃ του̃ πατρός ἐν ἀληθεία̨ καὶ ἀγάπη̨

4 ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τω̃ν τέκνων σου περιπατου̃ντας ἐν ἀληθεία̨ καθὼς ἐντολὴν ἐλάβομεν παρὰ του̃ πατρός

5 καὶ νυ̃ν ἐρωτω̃ σε κυρία οὐχ ὡς ἐντολὴν καινὴν γράφων σοι ἀλλὰ ἣν εἴχομεν ἀπ' ἀρχη̃ς ἵνα ἀγαπω̃μεν ἀλλήλους

6 καὶ αὕτη ἐστὶν ἡ ἀγάπη ἵνα περιπατω̃μεν κατὰ τὰς ἐντολὰς αὐτου̃ αὕτη ἡ ἐντολή ἐστιν καθὼς ἠκούσατε ἀπ' ἀρχη̃ς ἵνα ἐν αὐτη̨̃ περιπατη̃τε

7 ὅτι πολλοὶ πλάνοι ἐξη̃λθον εἰς τòν κόσμον οἱ μὴ ὁμολογου̃ντες ’Ιησου̃ν Χριστòν ἐρχόμενον ἐν σαρκί οὑ̃τός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος

8 βλέπετε ἑαυτούς ἵνα μὴ ἀπολέσητε ἃ εἰργασάμεθα ἀλλὰ μισθòν πλήρη ἀπολάβητε

9 πα̃ς ὁ προάγων καὶ μὴ μένων ἐν τη̨̃ διδαχη̨̃ του̃ Χριστου̃ θεòν οὐκ ἔχει ὁ μένων ἐν τη̨̃ διδαχη̨̃ οὑ̃τος καὶ τòν πατέρα καὶ τòν υἱòν ἔχει

10 εἴ τις ἔρχεται πρòς ὑμα̃ς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει μὴ λαμβάνετε αὐτòν εἰς οἰκίαν καὶ χαίρειν αὐτω̨̃ μὴ λέγετε

11 ὁ λέγων γὰρ αὐτω̨̃ χαίρειν κοινωνει̃ τοι̃ς ἔργοις αὐτου̃ τοι̃ς πονηροι̃ς

12 πολλὰ ἔχων ὑμι̃ν γράφειν οὐκ ἐβουλήθην διὰ χάρτου καὶ μέλανος ἀλλὰ ἐλπίζω γενέσθαι πρòς ὑμα̃ς καὶ στόμα πρòς στόμα λαλη̃σαι ἵνα ἡ χαρὰ ἡμω̃ν πεπληρωμένη ἠ̨̃

13 ἀσπάζεταί σε τὰ τέκνα τη̃ς ἀδελφη̃ς σου τη̃ς ἐκλεκτη̃ς

 

تٍوكَ

[X]