’Επιστολὴ ’Ιωάννου Α’

Κεφάλαιον Α' (1)

1 ὃ ἠ̃ν ἀπ' ἀρχη̃ς ὃ ἀκηκόαμεν ὃ ἑωράκαμεν τοι̃ς ὀφθαλμοι̃ς ἡμω̃ν ὃ ἐθεασάμεθα καὶ αἱ χει̃ρες ἡμω̃ν ἐψηλάφησαν περὶ του̃ λόγου τη̃ς ζωη̃ς

2 καὶ ἡ ζωὴ ἐφανερώθη καὶ ἑωράκαμεν καὶ μαρτυρου̃μεν καὶ ἀπαγγέλλομεν ὑμι̃ν τὴν ζωὴν τὴν αἰώνιον ἥτις ἠ̃ν πρòς τòν πατέρα καὶ ἐφανερώθη ἡμι̃ν

3 ὃ ἑωράκαμεν καὶ ἀκηκόαμεν ἀπαγγέλλομεν καὶ ὑμι̃ν ἵνα καὶ ὑμει̃ς κοινωνίαν ἔχητε μεθ' ἡμω̃ν καὶ ἡ κοινωνία δὲ ἡ ἡμετέρα μετὰ του̃ πατρòς καὶ μετὰ του̃ υἱου̃ αὐτου̃ ’Ιησου̃ Χριστου̃

4 καὶ ταυ̃τα γράφομεν ἡμει̃ς ἵνα ἡ χαρὰ ἡμω̃ν ἠ̨̃ πεπληρωμένη

5 καὶ ἔστιν αὕτη ἡ ἀγγελία ἣν ἀκηκόαμεν ἀπ' αὐτου̃ καὶ ἀναγγέλλομεν ὑμι̃ν ὅτι ὁ θεòς φω̃ς ἐστιν καὶ σκοτία ἐν αὐτω̨̃ οὐκ ἔστιν οὐδεμία

6 ἐὰν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν μετ' αὐτου̃ καὶ ἐν τω̨̃ σκότει περιπατω̃μεν ψευδόμεθα καὶ οὐ ποιου̃μεν τὴν ἀλήθειαν

7 ἐὰν δὲ ἐν τω̨̃ φωτὶ περιπατω̃μεν ὡς αὐτός ἐστιν ἐν τω̨̃ φωτί κοινωνίαν ἔχομεν μετ' ἀλλήλων καὶ τò αἱ̃μα ’Ιησου̃ του̃ υἱου̃ αὐτου̃ καθαρίζει ἡμα̃ς ἀπò πάσης ἁμαρτίας

8 ἐὰν εἴπωμεν ὅτι ἁμαρτίαν οὐκ ἔχομεν ἑαυτοὺς πλανω̃μεν καὶ ἡ ἀλήθεια οὐκ ἔστιν ἐν ἡμι̃ν

9 ἐὰν ὁμολογω̃μεν τὰς ἁμαρτίας ἡμω̃ν πιστός ἐστιν καὶ δίκαιος ἵνα ἀφη̨̃ ἡμι̃ν τὰς ἁμαρτίας καὶ καθαρίση̨ ἡμα̃ς ἀπò πάσης ἀδικίας

10 ἐὰν εἴπωμεν ὅτι οὐχ ἡμαρτήκαμεν ψεύστην ποιου̃μεν αὐτòν καὶ ὁ λόγος αὐτου̃ οὐκ ἔστιν ἐν ἡμι̃ν

 

Κεφάλαιον Β' (2)

1 τεκνία μου ταυ̃τα γράφω ὑμι̃ν ἵνα μὴ ἁμάρτητε καὶ ἐάν τις ἁμάρτη̨ παράκλητον ἔχομεν πρòς τòν πατέρα ’Ιησου̃ν Χριστòν δίκαιον

2 καὶ αὐτòς ἱλασμός ἐστιν περὶ τω̃ν ἁμαρτιω̃ν ἡμω̃ν οὐ περὶ τω̃ν ἡμετέρων δὲ μόνον ἀλλὰ καὶ περὶ ὅλου του̃ κόσμου

3 καὶ ἐν τούτω̨ γινώσκομεν ὅτι ἐγνώκαμεν αὐτόν ἐὰν τὰς ἐντολὰς αὐτου̃ τηρω̃μεν

4 ὁ λέγων ὅτι ἔγνωκα αὐτόν καὶ τὰς ἐντολὰς αὐτου̃ μὴ τηρω̃ν ψεύστης ἐστίν καὶ ἐν τούτω̨ ἡ ἀλήθεια οὐκ ἔστιν

5 ὃς δ' ἂν τηρη̨̃ αὐτου̃ τòν λόγον ἀληθω̃ς ἐν τούτω̨ ἡ ἀγάπη του̃ θεου̃ τετελείωται ἐν τούτω̨ γινώσκομεν ὅτι ἐν αὐτω̨̃ ἐσμεν

6 ὁ λέγων ἐν αὐτω̨̃ μένειν ὀφείλει καθὼς ἐκει̃νος περιεπάτησεν καὶ αὐτòς οὕτως περιπατει̃ν

7 ἀγαπητοί οὐκ ἐντολὴν καινὴν γράφω ὑμι̃ν ἀλλ' ἐντολὴν παλαιὰν ἣν εἴχετε ἀπ' ἀρχη̃ς ἡ ἐντολὴ ἡ παλαιά ἐστιν ὁ λόγος ὃν ἠκούσατε

8 πάλιν ἐντολὴν καινὴν γράφω ὑμι̃ν ὅ ἐστιν ἀληθὲς ἐν αὐτω̨̃ καὶ ἐν ὑμι̃ν ὅτι ἡ σκοτία παράγεται καὶ τò φω̃ς τò ἀληθινòν ἤδη φαίνει

9 ὁ λέγων ἐν τω̨̃ φωτὶ εἰ̃ναι καὶ τòν ἀδελφòν αὐτου̃ μισω̃ν ἐν τη̨̃ σκοτία̨ ἐστὶν ἕως ἄρτι

10 ὁ ἀγαπω̃ν τòν ἀδελφòν αὐτου̃ ἐν τω̨̃ φωτὶ μένει καὶ σκάνδαλον ἐν αὐτω̨̃ οὐκ ἔστιν

11 ὁ δὲ μισω̃ν τòν ἀδελφòν αὐτου̃ ἐν τη̨̃ σκοτία̨ ἐστὶν καὶ ἐν τη̨̃ σκοτία̨ περιπατει̃ καὶ οὐκ οἰ̃δεν που̃ ὑπάγει ὅτι ἡ σκοτία ἐτύφλωσεν τοὺς ὀφθαλμοὺς αὐτου̃

12 γράφω ὑμι̃ν τεκνία ὅτι ἀφέωνται ὑμι̃ν αἱ ἁμαρτίαι διὰ τò ὄνομα αὐτου̃

13 γράφω ὑμι̃ν πατέρες ὅτι ἐγνώκατε τòν ἀπ' ἀρχη̃ς γράφω ὑμι̃ν νεανίσκοι ὅτι νενικήκατε τòν πονηρόν

14 ἔγραψα ὑμι̃ν παιδία ὅτι ἐγνώκατε τòν πατέρα ἔγραψα ὑμι̃ν πατέρες ὅτι ἐγνώκατε τòν ἀπ' ἀρχη̃ς ἔγραψα ὑμι̃ν νεανίσκοι ὅτι ἰσχυροί ἐστε καὶ ὁ λόγος του̃ θεου̃ ἐν ὑμι̃ν μένει καὶ νενικήκατε τòν πονηρόν

15 μὴ ἀγαπα̃τε τòν κόσμον μηδὲ τὰ ἐν τω̨̃ κόσμω̨ ἐάν τις ἀγαπα̨̃ τòν κόσμον οὐκ ἔστιν ἡ ἀγάπη του̃ πατρòς ἐν αὐτω̨̃

16 ὅτι πα̃ν τò ἐν τω̨̃ κόσμω̨ ἡ ἐπιθυμία τη̃ς σαρκòς καὶ ἡ ἐπιθυμία τω̃ν ὀφθαλμω̃ν καὶ ἡ ἀλαζονεία του̃ βίου οὐκ ἔστιν ἐκ του̃ πατρòς ἀλλ' ἐκ του̃ κόσμου ἐστίν

17 καὶ ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία αὐτου̃ ὁ δὲ ποιω̃ν τò θέλημα του̃ θεου̃ μένει εἰς τòν αἰω̃να

18 παιδία ἐσχάτη ὥρα ἐστίν καὶ καθὼς ἠκούσατε ὅτι ἀντίχριστος ἔρχεται καὶ νυ̃ν ἀντίχριστοι πολλοὶ γεγόνασιν ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν

19 ἐξ ἡμω̃ν ἐξη̃λθαν ἀλλ' οὐκ ἠ̃σαν ἐξ ἡμω̃ν εἰ γὰρ ἐξ ἡμω̃ν ἠ̃σαν μεμενήκεισαν ἂν μεθ' ἡμω̃ν ἀλλ' ἵνα φανερωθω̃σιν ὅτι οὐκ εἰσὶν πάντες ἐξ ἡμω̃ν

20 καὶ ὑμει̃ς χρι̃σμα ἔχετε ἀπò του̃ ἁγίου καὶ οἴδατε πάντες

21 οὐκ ἔγραψα ὑμι̃ν ὅτι οὐκ οἴδατε τὴν ἀλήθειαν ἀλλ' ὅτι οἴδατε αὐτήν καὶ ὅτι πα̃ν ψευ̃δος ἐκ τη̃ς ἀληθείας οὐκ ἔστιν

22 τίς ἐστιν ὁ ψεύστης εἰ μὴ ὁ ἀρνούμενος ὅτι ’Ιησου̃ς οὐκ ἔστιν ὁ Χριστός οὑ̃τός ἐστιν ὁ ἀντίχριστος ὁ ἀρνούμενος τòν πατέρα καὶ τòν υἱόν

23 πα̃ς ὁ ἀρνούμενος τòν υἱòν οὐδὲ τòν πατέρα ἔχει ὁ ὁμολογω̃ν τòν υἱòν καὶ τòν πατέρα ἔχει

24 ὑμει̃ς ὃ ἠκούσατε ἀπ' ἀρχη̃ς ἐν ὑμι̃ν μενέτω ἐὰν ἐν ὑμι̃ν μείνη̨ ὃ ἀπ' ἀρχη̃ς ἠκούσατε καὶ ὑμει̃ς ἐν τω̨̃ υἱω̨̃ καὶ ἐν τω̨̃ πατρὶ μενει̃τε

25 καὶ αὕτη ἐστὶν ἡ ἐπαγγελία ἣν αὐτòς ἐπηγγείλατο ἡμι̃ν τὴν ζωὴν τὴν αἰώνιον

26 ταυ̃τα ἔγραψα ὑμι̃ν περὶ τω̃ν πλανώντων ὑμα̃ς

27 καὶ ὑμει̃ς τò χρι̃σμα ὃ ἐλάβετε ἀπ' αὐτου̃ μένει ἐν ὑμι̃ν καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκη̨ ὑμα̃ς ἀλλ' ὡς τò αὐτου̃ χρι̃σμα διδάσκει ὑμα̃ς περὶ πάντων καὶ ἀληθές ἐστιν καὶ οὐκ ἔστιν ψευ̃δος καὶ καθὼς ἐδίδαξεν ὑμα̃ς μένετε ἐν αὐτω̨̃

28 καὶ νυ̃ν τεκνία μένετε ἐν αὐτω̨̃ ἵνα ἐὰν φανερωθη̨̃ σχω̃μεν παρρησίαν καὶ μὴ αἰσχυνθω̃μεν ἀπ' αὐτου̃ ἐν τη̨̃ παρουσία̨ αὐτου̃

29 ἐὰν εἰδη̃τε ὅτι δίκαιός ἐστιν γινώσκετε ὅτι καὶ πα̃ς ὁ ποιω̃ν τὴν δικαιοσύνην ἐξ αὐτου̃ γεγέννηται

 

Κεφάλαιον Γ' (3)

1 ἴδετε ποταπὴν ἀγάπην δέδωκεν ἡμι̃ν ὁ πατὴρ ἵνα τέκνα θεου̃ κληθω̃μεν καὶ ἐσμέν διὰ του̃το ὁ κόσμος οὐ γινώσκει ἡμα̃ς ὅτι οὐκ ἔγνω αὐτόν

2 ἀγαπητοί νυ̃ν τέκνα θεου̃ ἐσμεν καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα οἴδαμεν ὅτι ἐὰν φανερωθη̨̃ ὅμοιοι αὐτω̨̃ ἐσόμεθα ὅτι ὀψόμεθα αὐτòν καθώς ἐστιν

3 καὶ πα̃ς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπ' αὐτω̨̃ ἁγνίζει ἑαυτòν καθὼς ἐκει̃νος ἁγνός ἐστιν

4 πα̃ς ὁ ποιω̃ν τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίαν ποιει̃ καὶ ἡ ἁμαρτία ἐστὶν ἡ ἀνομία

5 καὶ οἴδατε ὅτι ἐκει̃νος ἐφανερώθη ἵνα τὰς ἁμαρτίας ἄρη̨ καὶ ἁμαρτία ἐν αὐτω̨̃ οὐκ ἔστιν

6 πα̃ς ὁ ἐν αὐτω̨̃ μένων οὐχ ἁμαρτάνει πα̃ς ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτòν οὐδὲ ἔγνωκεν αὐτόν

7 τεκνία μηδεὶς πλανάτω ὑμα̃ς ὁ ποιω̃ν τὴν δικαιοσύνην δίκαιός ἐστιν καθὼς ἐκει̃νος δίκαιός ἐστιν

8 ὁ ποιω̃ν τὴν ἁμαρτίαν ἐκ του̃ διαβόλου ἐστίν ὅτι ἀπ' ἀρχη̃ς ὁ διάβολος ἁμαρτάνει εἰς του̃το ἐφανερώθη ὁ υἱòς του̃ θεου̃ ἵνα λύση̨ τὰ ἔργα του̃ διαβόλου

9 πα̃ς ὁ γεγεννημένος ἐκ του̃ θεου̃ ἁμαρτίαν οὐ ποιει̃ ὅτι σπέρμα αὐτου̃ ἐν αὐτω̨̃ μένει καὶ οὐ δύναται ἁμαρτάνειν ὅτι ἐκ του̃ θεου̃ γεγέννηται

10 ἐν τούτω̨ φανερά ἐστιν τὰ τέκνα του̃ θεου̃ καὶ τὰ τέκνα του̃ διαβόλου πα̃ς ὁ μὴ ποιω̃ν δικαιοσύνην οὐκ ἔστιν ἐκ του̃ θεου̃ καὶ ὁ μὴ ἀγαπω̃ν τòν ἀδελφòν αὐτου̃

11 ὅτι αὕτη ἐστὶν ἡ ἀγγελία ἣν ἠκούσατε ἀπ' ἀρχη̃ς ἵνα ἀγαπω̃μεν ἀλλήλους

12 οὐ καθὼς Κάϊν ἐκ του̃ πονηρου̃ ἠ̃ν καὶ ἔσφαξεν τòν ἀδελφòν αὐτου̃ καὶ χάριν τίνος ἔσφαξεν αὐτόν ὅτι τὰ ἔργα αὐτου̃ πονηρὰ ἠ̃ν τὰ δὲ του̃ ἀδελφου̃ αὐτου̃ δίκαια

13 καὶ μὴ θαυμάζετε ἀδελφοί εἰ μισει̃ ὑμα̃ς ὁ κόσμος

14 ἡμει̃ς οἴδαμεν ὅτι μεταβεβήκαμεν ἐκ του̃ θανάτου εἰς τὴν ζωήν ὅτι ἀγαπω̃μεν τοὺς ἀδελφούς ὁ μὴ ἀγαπω̃ν μένει ἐν τω̨̃ θανάτω̨

15 πα̃ς ὁ μισω̃ν τòν ἀδελφòν αὐτου̃ ἀνθρωποκτόνος ἐστίν καὶ οἴδατε ὅτι πα̃ς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον ἐν αὐτω̨̃ μένουσαν

16 ἐν τούτω̨ ἐγνώκαμεν τὴν ἀγάπην ὅτι ἐκει̃νος ὑπὲρ ἡμω̃ν τὴν ψυχὴν αὐτου̃ ἔθηκεν καὶ ἡμει̃ς ὀφείλομεν ὑπὲρ τω̃ν ἀδελφω̃ν τὰς ψυχὰς θει̃ναι

17 ὃς δ' ἂν ἔχη̨ τòν βίον του̃ κόσμου καὶ θεωρη̨̃ τòν ἀδελφòν αὐτου̃ χρείαν ἔχοντα καὶ κλείση̨ τὰ σπλάγχνα αὐτου̃ ἀπ' αὐτου̃ πω̃ς ἡ ἀγάπη του̃ θεου̃ μένει ἐν αὐτω̨̃

18 τεκνία μὴ ἀγαπω̃μεν λόγω̨ μηδὲ τη̨̃ γλώσση̨ ἀλλὰ ἐν ἔργω̨ καὶ ἀληθεία̨

19 καὶ ἐν τούτω̨ γνωσόμεθα ὅτι ἐκ τη̃ς ἀληθείας ἐσμέν καὶ ἔμπροσθεν αὐτου̃ πείσομεν τὴν καρδίαν ἡμω̃ν

20 ὅτι ἐὰν καταγινώσκη̨ ἡμω̃ν ἡ καρδία ὅτι μείζων ἐστὶν ὁ θεòς τη̃ς καρδίας ἡμω̃ν καὶ γινώσκει πάντα

21 ἀγαπητοί ἐὰν ἡ καρδία ἡμω̃ν μὴ καταγινώσκη̨ παρρησίαν ἔχομεν πρòς τòν θεόν

22 καὶ ὃ ἐὰν αἰτω̃μεν λαμβάνομεν ἀπ' αὐτου̃ ὅτι τὰς ἐντολὰς αὐτου̃ τηρου̃μεν καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτου̃ ποιου̃μεν

23 καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτου̃ ἵνα πιστεύσωμεν τω̨̃ ὀνόματι του̃ υἱου̃ αὐτου̃ ’Ιησου̃ Χριστου̃ καὶ ἀγαπω̃μεν ἀλλήλους καθὼς ἔδωκεν ἐντολὴν ἡμι̃ν

24 καὶ ὁ τηρω̃ν τὰς ἐντολὰς αὐτου̃ ἐν αὐτω̨̃ μένει καὶ αὐτòς ἐν αὐτω̨̃ καὶ ἐν τούτω̨ γινώσκομεν ὅτι μένει ἐν ἡμι̃ν ἐκ του̃ πνεύματος οὑ̃ ἡμι̃ν ἔδωκεν

 

Κεφάλαιον Δ' (4)

1 ἀγαπητοί μὴ παντὶ πνεύματι πιστεύετε ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ του̃ θεου̃ ἐστιν ὅτι πολλοὶ ψευδοπροφη̃ται ἐξεληλύθασιν εἰς τòν κόσμον

2 ἐν τούτω̨ γινώσκετε τò πνευ̃μα του̃ θεου̃ πα̃ν πνευ̃μα ὃ ὁμολογει̃ ’Ιησου̃ν Χριστòν ἐν σαρκὶ ἐληλυθότα ἐκ του̃ θεου̃ ἐστιν

3 καὶ πα̃ν πνευ̃μα ὃ μὴ ὁμολογει̃ τòν ’Ιησου̃ν ἐκ του̃ θεου̃ οὐκ ἔστιν καὶ του̃τό ἐστιν τò του̃ ἀντιχρίστου ὃ ἀκηκόατε ὅτι ἔρχεται καὶ νυ̃ν ἐν τω̨̃ κόσμω̨ ἐστὶν ἤδη

4 ὑμει̃ς ἐκ του̃ θεου̃ ἐστε τεκνία καὶ νενικήκατε αὐτούς ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμι̃ν ἢ ὁ ἐν τω̨̃ κόσμω̨

5 αὐτοὶ ἐκ του̃ κόσμου εἰσίν διὰ του̃το ἐκ του̃ κόσμου λαλου̃σιν καὶ ὁ κόσμος αὐτω̃ν ἀκούει

6 ἡμει̃ς ἐκ του̃ θεου̃ ἐσμεν ὁ γινώσκων τòν θεòν ἀκούει ἡμω̃ν ὃς οὐκ ἔστιν ἐκ του̃ θεου̃ οὐκ ἀκούει ἡμω̃ν ἐκ τούτου γινώσκομεν τò πνευ̃μα τη̃ς ἀληθείας καὶ τò πνευ̃μα τη̃ς πλάνης

7 ἀγαπητοί ἀγαπω̃μεν ἀλλήλους ὅτι ἡ ἀγάπη ἐκ του̃ θεου̃ ἐστιν καὶ πα̃ς ὁ ἀγαπω̃ν ἐκ του̃ θεου̃ γεγέννηται καὶ γινώσκει τòν θεόν

8 ὁ μὴ ἀγαπω̃ν οὐκ ἔγνω τòν θεόν ὅτι ὁ θεòς ἀγάπη ἐστίν

9 ἐν τούτω̨ ἐφανερώθη ἡ ἀγάπη του̃ θεου̃ ἐν ἡμι̃ν ὅτι τòν υἱòν αὐτου̃ τòν μονογενη̃ ἀπέσταλκεν ὁ θεòς εἰς τòν κόσμον ἵνα ζήσωμεν δι' αὐτου̃

10 ἐν τούτω̨ ἐστὶν ἡ ἀγάπη οὐχ ὅτι ἡμει̃ς ἠγαπήκαμεν τòν θεόν ἀλλ' ὅτι αὐτòς ἠγάπησεν ἡμα̃ς καὶ ἀπέστειλεν τòν υἱòν αὐτου̃ ἱλασμòν περὶ τω̃ν ἁμαρτιω̃ν ἡμω̃ν

11 ἀγαπητοί εἰ οὕτως ὁ θεòς ἠγάπησεν ἡμα̃ς καὶ ἡμει̃ς ὀφείλομεν ἀλλήλους ἀγαπα̃ν

12 θεòν οὐδεὶς πώποτε τεθέαται ἐὰν ἀγαπω̃μεν ἀλλήλους ὁ θεòς ἐν ἡμι̃ν μένει καὶ ἡ ἀγάπη αὐτου̃ ἐν ἡμι̃ν τετελειωμένη ἐστιν

13 ἐν τούτω̨ γινώσκομεν ὅτι ἐν αὐτω̨̃ μένομεν καὶ αὐτòς ἐν ἡμι̃ν ὅτι ἐκ του̃ πνεύματος αὐτου̃ δέδωκεν ἡμι̃ν

14 καὶ ἡμει̃ς τεθεάμεθα καὶ μαρτυρου̃μεν ὅτι ὁ πατὴρ ἀπέσταλκεν τòν υἱòν σωτη̃ρα του̃ κόσμου

15 ὃς ἐὰν ὁμολογήση̨ ὅτι ’Ιησου̃ς ἐστιν ὁ υἱòς του̃ θεου̃ ὁ θεòς ἐν αὐτω̨̃ μένει καὶ αὐτòς ἐν τω̨̃ θεω̨̃

16 καὶ ἡμει̃ς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ θεòς ἐν ἡμι̃ν ὁ θεòς ἀγάπη ἐστίν καὶ ὁ μένων ἐν τη̨̃ ἀγάπη̨ ἐν τω̨̃ θεω̨̃ μένει καὶ ὁ θεòς ἐν αὐτω̨̃ μένει

17 ἐν τούτω̨ τετελείωται ἡ ἀγάπη μεθ' ἡμω̃ν ἵνα παρρησίαν ἔχωμεν ἐν τη̨̃ ἡμέρα̨ τη̃ς κρίσεως ὅτι καθὼς ἐκει̃νός ἐστιν καὶ ἡμει̃ς ἐσμεν ἐν τω̨̃ κόσμω̨ τούτω̨

18 φόβος οὐκ ἔστιν ἐν τη̨̃ ἀγάπη̨ ἀλλ' ἡ τελεία ἀγάπη ἔξω βάλλει τòν φόβον ὅτι ὁ φόβος κόλασιν ἔχει ὁ δὲ φοβούμενος οὐ τετελείωται ἐν τη̨̃ ἀγάπη̨

19 ἡμει̃ς ἀγαπω̃μεν ὅτι αὐτòς πρω̃τος ἠγάπησεν ἡμα̃ς

20 ἐάν τις εἴπη̨ ὅτι ἀγαπω̃ τòν θεόν καὶ τòν ἀδελφòν αὐτου̃ μιση̨̃ ψεύστης ἐστίν ὁ γὰρ μὴ ἀγαπω̃ν τòν ἀδελφòν αὐτου̃ ὃν ἑώρακεν τòν θεòν ὃν οὐχ ἑώρακεν οὐ δύναται ἀγαπα̃ν

21 καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ' αὐτου̃ ἵνα ὁ ἀγαπω̃ν τòν θεòν ἀγαπα̨̃ καὶ τòν ἀδελφòν αὐτου̃

 

Κεφάλαιον Ε' (5)

1 πα̃ς ὁ πιστεύων ὅτι ’Ιησου̃ς ἐστιν ὁ Χριστòς ἐκ του̃ θεου̃ γεγέννηται καὶ πα̃ς ὁ ἀγαπω̃ν τòν γεννήσαντα ἀγαπα̨̃ καὶ τòν γεγεννημένον ἐξ αὐτου̃

2 ἐν τούτω̨ γινώσκομεν ὅτι ἀγαπω̃μεν τὰ τέκνα του̃ θεου̃ ὅταν τòν θεòν ἀγαπω̃μεν καὶ τὰς ἐντολὰς αὐτου̃ ποιω̃μεν

3 αὕτη γάρ ἐστιν ἡ ἀγάπη του̃ θεου̃ ἵνα τὰς ἐντολὰς αὐτου̃ τηρω̃μεν καὶ αἱ ἐντολαὶ αὐτου̃ βαρει̃αι οὐκ εἰσίν

4 ὅτι πα̃ν τò γεγεννημένον ἐκ του̃ θεου̃ νικα̨̃ τòν κόσμον καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τòν κόσμον ἡ πίστις ἡμω̃ν

5 τίς δέ ἐστιν ὁ νικω̃ν τòν κόσμον εἰ μὴ ὁ πιστεύων ὅτι ’Ιησου̃ς ἐστιν ὁ υἱòς του̃ θεου̃

6 οὑ̃τός ἐστιν ὁ ἐλθὼν δι' ὕδατος καὶ αἵματος ’Ιησου̃ς Χριστός οὐκ ἐν τω̨̃ ὕδατι μόνον ἀλλ' ἐν τω̨̃ ὕδατι καὶ ἐν τω̨̃ αἵματι καὶ τò πνευ̃μά ἐστιν τò μαρτυρου̃ν ὅτι τò πνευ̃μά ἐστιν ἡ ἀλήθεια

7 ὅτι τρει̃ς εἰσιν οἱ μαρτυρου̃ντες

8 τò πνευ̃μα καὶ τò ὕδωρ καὶ τò αἱ̃μα καὶ οἱ τρει̃ς εἰς τò ἕν εἰσιν

9 εἰ τὴν μαρτυρίαν τω̃ν ἀνθρώπων λαμβάνομεν ἡ μαρτυρία του̃ θεου̃ μείζων ἐστίν ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία του̃ θεου̃ ὅτι μεμαρτύρηκεν περὶ του̃ υἱου̃ αὐτου̃

10 ὁ πιστεύων εἰς τòν υἱòν του̃ θεου̃ ἔχει τὴν μαρτυρίαν ἐν ἑαυτω̨̃ ὁ μὴ πιστεύων τω̨̃ θεω̨̃ ψεύστην πεποίηκεν αὐτόν ὅτι οὐ πεπίστευκεν εἰς τὴν μαρτυρίαν ἣν μεμαρτύρηκεν ὁ θεòς περὶ του̃ υἱου̃ αὐτου̃

11 καὶ αὕτη ἐστὶν ἡ μαρτυρία ὅτι ζωὴν αἰώνιον ἔδωκεν ἡμι̃ν ὁ θεός καὶ αὕτη ἡ ζωὴ ἐν τω̨̃ υἱω̨̃ αὐτου̃ ἐστιν

12 ὁ ἔχων τòν υἱòν ἔχει τὴν ζωήν ὁ μὴ ἔχων τòν υἱòν του̃ θεου̃ τὴν ζωὴν οὐκ ἔχει

13 ταυ̃τα ἔγραψα ὑμι̃ν ἵνα εἰδη̃τε ὅτι ζωὴν ἔχετε αἰώνιον τοι̃ς πιστεύουσιν εἰς τò ὄνομα του̃ υἱου̃ του̃ θεου̃

14 καὶ αὕτη ἐστὶν ἡ παρρησία ἣν ἔχομεν πρòς αὐτόν ὅτι ἐάν τι αἰτώμεθα κατὰ τò θέλημα αὐτου̃ ἀκούει ἡμω̃ν

15 καὶ ἐὰν οἴδαμεν ὅτι ἀκούει ἡμω̃ν ὃ ἐὰν αἰτώμεθα οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα ἃ ἠ̨τήκαμεν ἀπ' αὐτου̃

16 ἐάν τις ἴδη̨ τòν ἀδελφòν αὐτου̃ ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρòς θάνατον αἰτήσει καὶ δώσει αὐτω̨̃ ζωήν τοι̃ς ἁμαρτάνουσιν μὴ πρòς θάνατον ἔστιν ἁμαρτία πρòς θάνατον οὐ περὶ ἐκείνης λέγω ἵνα ἐρωτήση̨

17 πα̃σα ἀδικία ἁμαρτία ἐστίν καὶ ἔστιν ἁμαρτία οὐ πρòς θάνατον

18 οἴδαμεν ὅτι πα̃ς ὁ γεγεννημένος ἐκ του̃ θεου̃ οὐχ ἁμαρτάνει ἀλλ' ὁ γεννηθεὶς ἐκ του̃ θεου̃ τηρει̃ αὐτόν καὶ ὁ πονηρòς οὐχ ἅπτεται αὐτου̃

19 οἴδαμεν ὅτι ἐκ του̃ θεου̃ ἐσμεν καὶ ὁ κόσμος ὅλος ἐν τω̨̃ πονηρω̨̃ κει̃ται

20 οἴδαμεν δὲ ὅτι ὁ υἱòς του̃ θεου̃ ἥκει καὶ δέδωκεν ἡμι̃ν διάνοιαν ἵνα γινώσκωμεν τòν ἀληθινόν καὶ ἐσμὲν ἐν τω̨̃ ἀληθινω̨̃ ἐν τω̨̃ υἱω̨̃ αὐτου̃ ’Ιησου̃ Χριστω̨̃ οὑ̃τός ἐστιν ὁ ἀληθινòς θεòς καὶ ζωὴ αἰώνιος

21 τεκνία φυλάξατε ἑαυτὰ ἀπò τω̃ν εἰδώλων

 

Κνθγξ

[X]