Πρòς Τίτον ἐπιστολὴ ἀποστόλου Παυ̃λου

Κεφάλαιον Α' (1)

1 Παυ̃λος δου̃λος θεου̃ ἀπόστολος δὲ ’Ιησου̃ Χριστου̃ κατὰ πίστιν ἐκλεκτω̃ν θεου̃ καὶ ἐπίγνωσιν ἀληθείας τη̃ς κατ' εὐσέβειαν

2 ἐπ' ἐλπίδι ζωη̃ς αἰωνίου ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς θεòς πρò χρόνων αἰωνίων

3 ἐφανέρωσεν δὲ καιροι̃ς ἰδίοις τòν λόγον αὐτου̃ ἐν κηρύγματι ὃ ἐπιστεύθην ἐγὼ κατ' ἐπιταγὴν του̃ σωτη̃ρος ἡμω̃ν θεου̃

4 Τίτω̨ γνησίω̨ τέκνω̨ κατὰ κοινὴν πίστιν χάρις καὶ εἰρήνη ἀπò θεου̃ πατρòς καὶ Χριστου̃ ’Ιησου̃ του̃ σωτη̃ρος ἡμω̃ν

5 τούτου χάριν ἀπέλιπόν σε ἐν Κρήτη̨ ἵνα τὰ λείποντα ἐπιδιορθώση̨ καὶ καταστήση̨ς κατὰ πόλιν πρεσβυτέρους ὡς ἐγώ σοι διεταξάμην

6 εἴ τίς ἐστιν ἀνέγκλητος μια̃ς γυναικòς ἀνήρ τέκνα ἔχων πιστά μὴ ἐν κατηγορία̨ ἀσωτίας ἢ ἀνυπότακτα

7 δει̃ γὰρ τòν ἐπίσκοπον ἀνέγκλητον εἰ̃ναι ὡς θεου̃ οἰκονόμον μὴ αὐθάδη μὴ ὀργίλον μὴ πάροινον μὴ πλήκτην μὴ αἰσχροκερδη̃

8 ἀλλὰ φιλόξενον φιλάγαθον σώφρονα δίκαιον ὅσιον ἐγκρατη̃

9 ἀντεχόμενον του̃ κατὰ τὴν διδαχὴν πιστου̃ λόγου ἵνα δυνατòς ἠ̨̃ καὶ παρακαλει̃ν ἐν τη̨̃ διδασκαλία̨ τη̨̃ ὑγιαινούση̨ καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν

10 εἰσὶν γὰρ πολλοὶ καὶ ἀνυπότακτοι ματαιολόγοι καὶ φρεναπάται μάλιστα οἱ ἐκ τη̃ς περιτομη̃ς

11 οὓς δει̃ ἐπιστομίζειν οἵτινες ὅλους οἴκους ἀνατρέπουσιν διδάσκοντες ἃ μὴ δει̃ αἰσχρου̃ κέρδους χάριν

12 εἰ̃πέν τις ἐξ αὐτω̃ν ἴδιος αὐτω̃ν προφήτης Κρη̃τες ἀεὶ ψευ̃σται κακὰ θηρία γαστέρες ἀργαί

13 ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής δι' ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως ἵνα ὑγιαίνωσιν ἐν τη̨̃ πίστει

14 μὴ προσέχοντες ’Ιουδαϊκοι̃ς μύθοις καὶ ἐντολαι̃ς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν

15 πάντα καθαρὰ τοι̃ς καθαροι̃ς τοι̃ς δὲ μεμιαμμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν ἀλλὰ μεμίανται αὐτω̃ν καὶ ὁ νου̃ς καὶ ἡ συνείδησις

16 θεòν ὁμολογου̃σιν εἰδέναι τοι̃ς δὲ ἔργοις ἀρνου̃νται βδελυκτοὶ ὄντες καὶ ἀπειθει̃ς καὶ πρòς πα̃ν ἔργον ἀγαθòν ἀδόκιμοι

 

Κεφάλαιον Β' (2)

1 σὺ δὲ λάλει ἃ πρέπει τη̨̃ ὑγιαινούση̨ διδασκαλία̨

2 πρεσβύτας νηφαλίους εἰ̃ναι σεμνούς σώφρονας ὑγιαίνοντας τη̨̃ πίστει τη̨̃ ἀγάπη̨ τη̨̃ ὑπομονη̨̃

3 πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπει̃ς μὴ διαβόλους μηδὲ οἴνω̨ πολλω̨̃ δεδουλωμένας καλοδιδασκάλους

4 ἵνα σωφρονίζωσιν τὰς νέας φιλάνδρους εἰ̃ναι φιλοτέκνους

5 σώφρονας ἁγνάς οἰκουργούς ἀγαθάς ὑποτασσομένας τοι̃ς ἰδίοις ἀνδράσιν ἵνα μὴ ὁ λόγος του̃ θεου̃ βλασφημη̃ται

6 τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονει̃ν

7 περὶ πάντα σεαυτòν παρεχόμενος τύπον καλω̃ν ἔργων ἐν τη̨̃ διδασκαλία̨ ἀφθορίαν σεμνότητα

8 λόγον ὑγιη̃ ἀκατάγνωστον ἵνα ὁ ἐξ ἐναντίας ἐντραπη̨̃ μηδὲν ἔχων λέγειν περὶ ἡμω̃ν φαυ̃λον

9 δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι ἐν πα̃σιν εὐαρέστους εἰ̃ναι μὴ ἀντιλέγοντας

10 μὴ νοσφιζομένους ἀλλὰ πα̃σαν πίστιν ἐνδεικνυμένους ἀγαθήν ἵνα τὴν διδασκαλίαν τὴν του̃ σωτη̃ρος ἡμω̃ν θεου̃ κοσμω̃σιν ἐν πα̃σιν

11 ἐπεφάνη γὰρ ἡ χάρις του̃ θεου̃ σωτήριος πα̃σιν ἀνθρώποις

12 παιδεύουσα ἡμα̃ς ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβω̃ς ζήσωμεν ἐν τω̨̃ νυ̃ν αἰω̃νι

13 προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τη̃ς δόξης του̃ μεγάλου θεου̃ καὶ σωτη̃ρος ἡμω̃ν ’Ιησου̃ Χριστου̃

14 ὃς ἔδωκεν ἑαυτòν ὑπὲρ ἡμω̃ν ἵνα λυτρώσηται ἡμα̃ς ἀπò πάσης ἀνομίας καὶ καθαρίση̨ ἑαυτω̨̃ λαòν περιούσιον ζηλωτὴν καλω̃ν ἔργων

15 ταυ̃τα λάλει καὶ παρακάλει καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγη̃ς μηδείς σου περιφρονείτω

 

Κεφάλαιον Γ' (3)

1 ὑπομίμνη̨σκε αὐτοὺς ἀρχαι̃ς ἐξουσίαις ὑποτάσσεσθαι πειθαρχει̃ν πρòς πα̃ν ἔργον ἀγαθòν ἑτοίμους εἰ̃ναι

2 μηδένα βλασφημει̃ν ἀμάχους εἰ̃ναι ἐπιεικει̃ς πα̃σαν ἐνδεικνυμένους πραΰτητα πρòς πάντας ἀνθρώπους

3 ἠ̃μεν γάρ ποτε καὶ ἡμει̃ς ἀνόητοι ἀπειθει̃ς πλανώμενοι δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναι̃ς ποικίλαις ἐν κακία̨ καὶ φθόνω̨ διάγοντες στυγητοί μισου̃ντες ἀλλήλους

4 ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη του̃ σωτη̃ρος ἡμω̃ν θεου̃

5 οὐκ ἐξ ἔργων τω̃ν ἐν δικαιοσύνη̨ ἃ ἐποιήσαμεν ἡμει̃ς ἀλλὰ κατὰ τò αὐτου̃ ἔλεος ἔσωσεν ἡμα̃ς διὰ λουτρου̃ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου

6 οὑ̃ ἐξέχεεν ἐφ' ἡμα̃ς πλουσίως διὰ ’Ιησου̃ Χριστου̃ του̃ σωτη̃ρος ἡμω̃ν

7 ἵνα δικαιωθέντες τη̨̃ ἐκείνου χάριτι κληρονόμοι γενηθω̃μεν κατ' ἐλπίδα ζωη̃ς αἰωνίου

8 πιστòς ὁ λόγος καὶ περὶ τούτων βούλομαί σε διαβεβαιου̃σθαι ἵνα φροντίζωσιν καλω̃ν ἔργων προΐστασθαι οἱ πεπιστευκότες θεω̨̃ ταυ̃τά ἐστιν καλὰ καὶ ὠφέλιμα τοι̃ς ἀνθρώποις

9 μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιΐστασο εἰσὶν γὰρ ἀνωφελει̃ς καὶ μάταιοι

10 αἱρετικòν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτου̃

11 εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιου̃τος καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος

12 ὅταν πέμψω ’Αρτεμα̃ν πρòς σὲ ἢ Τυχικόν σπούδασον ἐλθει̃ν πρός με εἰς Νικόπολιν ἐκει̃ γὰρ κέκρικα παραχειμάσαι

13 Ζηνα̃ν τòν νομικòν καὶ ’Απολλω̃ν σπουδαίως πρόπεμψον ἵνα μηδὲν αὐτοι̃ς λείπη̨

14 μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλω̃ν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας ἵνα μὴ ὠ̃σιν ἄκαρποι

15 ἀσπάζονταί σε οἱ μετ' ἐμου̃ πάντες ἄσπασαι τοὺς φιλου̃ντας ἡμα̃ς ἐν πίστει ἡ χάρις μετὰ πάντων ὑμω̃ν

 

Κνθγξ

[X]