Πρòς Φιλιππησίους ἐπιστολὴ ἀποστόλου Παυ̃λου

Κεφάλαιον Α' (1)

1 Παυ̃λος καὶ Τιμόθεος δου̃λοι Χριστου̃ ’Ιησου̃ πα̃σιν τοι̃ς ἁγίοις ἐν Χριστω̨̃ ’Ιησου̃ τοι̃ς οὐ̃σιν ἐν Φιλίπποις σὺν ἐπισκόποις καὶ διακόνοις

2 χάρις ὑμι̃ν καὶ εἰρήνη ἀπò θεου̃ πατρòς ἡμω̃ν καὶ κυρίου ’Ιησου̃ Χριστου̃

3 εὐχαριστω̃ τω̨̃ θεω̨̃ μου ἐπὶ πάση̨ τη̨̃ μνεία̨ ὑμω̃ν

4 πάντοτε ἐν πάση̨ δεήσει μου ὑπὲρ πάντων ὑμω̃ν μετὰ χαρα̃ς τὴν δέησιν ποιούμενος

5 ἐπὶ τη̨̃ κοινωνία̨ ὑμω̃ν εἰς τò εὐαγγέλιον ἀπò τη̃ς πρώτης ἡμέρας ἄχρι του̃ νυ̃ν

6 πεποιθὼς αὐτò του̃το ὅτι ὁ ἐναρξάμενος ἐν ὑμι̃ν ἔργον ἀγαθòν ἐπιτελέσει ἄχρι ἡμέρας Χριστου̃ ’Ιησου̃

7 καθώς ἐστιν δίκαιον ἐμοὶ του̃το φρονει̃ν ὑπὲρ πάντων ὑμω̃ν διὰ τò ἔχειν με ἐν τη̨̃ καρδία̨ ὑμα̃ς ἔν τε τοι̃ς δεσμοι̃ς μου καὶ ἐν τη̨̃ ἀπολογία̨ καὶ βεβαιώσει του̃ εὐαγγελίου συγκοινωνούς μου τη̃ς χάριτος πάντας ὑμα̃ς ὄντας

8 μάρτυς γάρ μου ὁ θεός ὡς ἐπιποθω̃ πάντας ὑμα̃ς ἐν σπλάγχνοις Χριστου̃ ’Ιησου̃

9 καὶ του̃το προσεύχομαι ἵνα ἡ ἀγάπη ὑμω̃ν ἔτι μα̃λλον καὶ μα̃λλον περισσεύη̨ ἐν ἐπιγνώσει καὶ πάση̨ αἰσθήσει

10 εἰς τò δοκιμάζειν ὑμα̃ς τὰ διαφέροντα ἵνα ἠ̃τε εἰλικρινει̃ς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστου̃

11 πεπληρωμένοι καρπòν δικαιοσύνης τòν διὰ ’Ιησου̃ Χριστου̃ εἰς δόξαν καὶ ἔπαινον θεου̃

12 γινώσκειν δὲ ὑμα̃ς βούλομαι ἀδελφοί ὅτι τὰ κατ' ἐμὲ μα̃λλον εἰς προκοπὴν του̃ εὐαγγελίου ἐλήλυθεν

13 ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστω̨̃ γενέσθαι ἐν ὅλω̨ τω̨̃ πραιτωρίω̨ καὶ τοι̃ς λοιποι̃ς πάσιν

14 καὶ τοὺς πλείονας τω̃ν ἀδελφω̃ν ἐν κυρίω̨ πεποιθότας τοι̃ς δεσμοι̃ς μου περισσοτέρως τολμα̃ν ἀφόβως τòν λόγον λαλει̃ν

15 τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν τινὲς δὲ καὶ δι' εὐδοκίαν τòν Χριστòν κηρύσσουσιν

16 οἱ μὲν ἐξ ἀγάπης εἰδότες ὅτι εἰς ἀπολογίαν του̃ εὐαγγελίου κει̃μαι

17 οἱ δὲ ἐξ ἐριθείας τòν Χριστòν καταγγέλλουσιν οὐχ ἁγνω̃ς οἰόμενοι θλι̃ψιν ἐγείρειν τοι̃ς δεσμοι̃ς μου

18 τί γάρ πλὴν ὅτι παντὶ τρόπω̨ εἴτε προφάσει εἴτε ἀληθεία̨ Χριστòς καταγγέλλεται καὶ ἐν τούτω̨ χαίρω ἀλλὰ καὶ χαρήσομαι

19 οἰ̃δα γὰρ ὅτι του̃τό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τη̃ς ὑμω̃ν δεήσεως καὶ ἐπιχορηγίας του̃ πνεύματος ’Ιησου̃ Χριστου̃

20 κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι ἀλλ' ἐν πάση̨ παρρησία̨ ὡς πάντοτε καὶ νυ̃ν μεγαλυνθήσεται Χριστòς ἐν τω̨̃ σώματί μου εἴτε διὰ ζωη̃ς εἴτε διὰ θανάτου

21 ἐμοὶ γὰρ τò ζη̃ν Χριστòς καὶ τò ἀποθανει̃ν κέρδος

22 εἰ δὲ τò ζη̃ν ἐν σαρκί του̃τό μοι καρπòς ἔργου καὶ τί αἱρήσομαι οὐ γνωρίζω

23 συνέχομαι δὲ ἐκ τω̃ν δύο τὴν ἐπιθυμίαν ἔχων εἰς τò ἀναλυ̃σαι καὶ σὺν Χριστω̨̃ εἰ̃ναι πολλω̨̃ γὰρ μα̃λλον κρει̃σσον

24 τò δὲ ἐπιμένειν ἐν τη̨̃ σαρκὶ ἀναγκαιότερον δι' ὑμα̃ς

25 καὶ του̃το πεποιθὼς οἰ̃δα ὅτι μενω̃ καὶ παραμενω̃ πα̃σιν ὑμι̃ν εἰς τὴν ὑμω̃ν προκοπὴν καὶ χαρὰν τη̃ς πίστεως

26 ἵνα τò καύχημα ὑμω̃ν περισσεύη̨ ἐν Χριστω̨̃ ’Ιησου̃ ἐν ἐμοὶ διὰ τη̃ς ἐμη̃ς παρουσίας πάλιν πρòς ὑμα̃ς

27 μόνον ἀξίως του̃ εὐαγγελίου του̃ Χριστου̃ πολιτεύεσθε ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμα̃ς εἴτε ἀπὼν ἀκούω τὰ περὶ ὑμω̃ν ὅτι στήκετε ἐν ἑνὶ πνεύματι μια̨̃ ψυχη̨̃ συναθλου̃ντες τη̨̃ πίστει του̃ εὐαγγελίου

28 καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπò τω̃ν ἀντικειμένων ἥτις ἐστὶν αὐτοι̃ς ἔνδειξις ἀπωλείας ὑμω̃ν δὲ σωτηρίας καὶ του̃το ἀπò θεου̃

29 ὅτι ὑμι̃ν ἐχαρίσθη τò ὑπὲρ Χριστου̃ οὐ μόνον τò εἰς αὐτòν πιστεύειν ἀλλὰ καὶ τò ὑπὲρ αὐτου̃ πάσχειν

30 τòν αὐτòν ἀγω̃να ἔχοντες οἱ̃ον εἴδετε ἐν ἐμοὶ καὶ νυ̃ν ἀκούετε ἐν ἐμοί

 

Κεφάλαιον Β' (2)

1 εἴ τις οὐ̃ν παράκλησις ἐν Χριστω̨̃ εἴ τι παραμύθιον ἀγάπης εἴ τις κοινωνία πνεύματος εἴ τις σπλάγχνα καὶ οἰκτιρμοί

2 πληρώσατέ μου τὴν χαρὰν ἵνα τò αὐτò φρονη̃τε τὴν αὐτὴν ἀγάπην ἔχοντες σύμψυχοι τò ἓν φρονου̃ντες

3 μηδὲν κατ' ἐριθείαν μηδὲ κατὰ κενοδοξίαν ἀλλὰ τη̨̃ ταπεινοφροσύνη̨ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτω̃ν

4 μὴ τὰ ἑαυτω̃ν ἕκαστος σκοπου̃ντες ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστοι

5 του̃το φρονει̃τε ἐν ὑμι̃ν ὃ καὶ ἐν Χριστω̨̃ ’Ιησου̃

6 ὃς ἐν μορφη̨̃ θεου̃ ὑπάρχων οὐχ ἁρπαγμòν ἡγήσατο τò εἰ̃ναι ἴσα θεω̨̃

7 ἀλλὰ ἑαυτòν ἐκένωσεν μορφὴν δούλου λαβών ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος

8 ἐταπείνωσεν ἑαυτòν γενόμενος ὑπήκοος μέχρι θανάτου θανάτου δὲ σταυρου̃

9 διò καὶ ὁ θεòς αὐτòν ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτω̨̃ τò ὄνομα τò ὑπὲρ πα̃ν ὄνομα

10 ἵνα ἐν τω̨̃ ὀνόματι ’Ιησου̃ πα̃ν γόνυ κάμψη̨ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων

11 καὶ πα̃σα γλω̃σσα ἐξομολογήσηται ὅτι κύριος ’Ιησου̃ς Χριστòς εἰς δόξαν θεου̃ πατρός

12 ὥστε ἀγαπητοί μου καθὼς πάντοτε ὑπηκούσατε μὴ ὡς ἐν τη̨̃ παρουσία̨ μου μόνον ἀλλὰ νυ̃ν πολλω̨̃ μα̃λλον ἐν τη̨̃ ἀπουσία̨ μου μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτω̃ν σωτηρίαν κατεργάζεσθε

13 θεòς γάρ ἐστιν ὁ ἐνεργω̃ν ἐν ὑμι̃ν καὶ τò θέλειν καὶ τò ἐνεργει̃ν ὑπὲρ τη̃ς εὐδοκίας

14 πάντα ποιει̃τε χωρὶς γογγυσμω̃ν καὶ διαλογισμω̃ν

15 ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι τέκνα θεου̃ ἄμωμα μέσον γενεα̃ς σκολια̃ς καὶ διεστραμμένης ἐν οἱ̃ς φαίνεσθε ὡς φωστη̃ρες ἐν κόσμω̨

16 λόγον ζωη̃ς ἐπέχοντες εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστου̃ ὅτι οὐκ εἰς κενòν ἔδραμον οὐδὲ εἰς κενòν ἐκοπίασα

17 ἀλλὰ εἰ καὶ σπένδομαι ἐπὶ τη̨̃ θυσία̨ καὶ λειτουργία̨ τη̃ς πίστεως ὑμω̃ν χαίρω καὶ συγχαίρω πα̃σιν ὑμι̃ν

18 τò δὲ αὐτò καὶ ὑμει̃ς χαίρετε καὶ συγχαίρετέ μοι

19 ἐλπίζω δὲ ἐν κυρίω̨ ’Ιησου̃ Τιμόθεον ταχέως πέμψαι ὑμι̃ν ἵνα κἀγὼ εὐψυχω̃ γνοὺς τὰ περὶ ὑμω̃ν

20 οὐδένα γὰρ ἔχω ἰσόψυχον ὅστις γνησίως τὰ περὶ ὑμω̃ν μεριμνήσει

21 οἱ πάντες γὰρ τὰ ἑαυτω̃ν ζητου̃σιν οὐ τὰ ’Ιησου̃ Χριστου̃

22 τὴν δὲ δοκιμὴν αὐτου̃ γινώσκετε ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν εἰς τò εὐαγγέλιον

23 του̃τον μὲν οὐ̃ν ἐλπίζω πέμψαι ὡς ἂν ἀφίδω τὰ περὶ ἐμὲ ἐξαυτη̃ς

24 πέποιθα δὲ ἐν κυρίω̨ ὅτι καὶ αὐτòς ταχέως ἐλεύσομαι

25 ἀναγκαι̃ον δὲ ἡγησάμην ’Επαφρόδιτον τòν ἀδελφòν καὶ συνεργòν καὶ συστρατιώτην μου ὑμω̃ν δὲ ἀπόστολον καὶ λειτουργòν τη̃ς χρείας μου πέμψαι πρòς ὑμα̃ς

26 ἐπειδὴ ἐπιποθω̃ν ἠ̃ν πάντας ὑμα̃ς καὶ ἀδημονω̃ν διότι ἠκούσατε ὅτι ἠσθένησεν

27 καὶ γὰρ ἠσθένησεν παραπλήσιον θανάτω̨ ἀλλὰ ὁ θεòς ἠλέησεν αὐτόν οὐκ αὐτòν δὲ μόνον ἀλλὰ καὶ ἐμέ ἵνα μὴ λύπην ἐπὶ λύπην σχω̃

28 σπουδαιοτέρως οὐ̃ν ἔπεμψα αὐτòν ἵνα ἰδόντες αὐτòν πάλιν χαρη̃τε κἀγὼ ἀλυπότερος ὠ̃

29 προσδέχεσθε οὐ̃ν αὐτòν ἐν κυρίω̨ μετὰ πάσης χαρα̃ς καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε

30 ὅτι διὰ τò ἔργον Χριστου̃ μέχρι θανάτου ἤγγισεν παραβολευσάμενος τη̨̃ ψυχη̨̃ ἵνα ἀναπληρώση̨ τò ὑμω̃ν ὑστέρημα τη̃ς πρός με λειτουργίας

 

Κεφάλαιον Γ' (3)

1 τò λοιπόν ἀδελφοί μου χαίρετε ἐν κυρίω̨ τὰ αὐτὰ γράφειν ὑμι̃ν ἐμοὶ μὲν οὐκ ὀκνηρόν ὑμι̃ν δὲ ἀσφαλές

2 βλέπετε τοὺς κύνας βλέπετε τοὺς κακοὺς ἐργάτας βλέπετε τὴν κατατομήν

3 ἡμει̃ς γάρ ἐσμεν ἡ περιτομή οἱ πνεύματι θεου̃ λατρεύοντες καὶ καυχώμενοι ἐν Χριστω̨̃ ’Ιησου̃ καὶ οὐκ ἐν σαρκὶ πεποιθότες

4 καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί εἴ τις δοκει̃ ἄλλος πεποιθέναι ἐν σαρκί ἐγὼ μα̃λλον

5 περιτομη̨̃ ὀκταήμερος ἐκ γένους ’Ισραήλ φυλη̃ς Βενιαμίν ‘Εβραι̃ος ἐξ ‘Εβραίων κατὰ νόμον Φαρισαι̃ος

6 κατὰ ζη̃λος διώκων τὴν ἐκκλησίαν κατὰ δικαιοσύνην τὴν ἐν νόμω̨ γενόμενος ἄμεμπτος

7 ἀλλὰ ἅτινα ἠ̃ν μοι κέρδη ταυ̃τα ἥγημαι διὰ τòν Χριστòν ζημίαν

8 ἀλλὰ μενου̃νγε καὶ ἡγου̃μαι πάντα ζημίαν εἰ̃ναι διὰ τò ὑπερέχον τη̃ς γνώσεως Χριστου̃ ’Ιησου̃ του̃ κυρίου μου δι' ὃν τὰ πάντα ἐζημιώθην καὶ ἡγου̃μαι σκύβαλα ἵνα Χριστòν κερδήσω

9 καὶ εὑρεθω̃ ἐν αὐτω̨̃ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου ἀλλὰ τὴν διὰ πίστεως Χριστου̃ τὴν ἐκ θεου̃ δικαιοσύνην ἐπὶ τη̨̃ πίστει

10 του̃ γνω̃ναι αὐτòν καὶ τὴν δύναμιν τη̃ς ἀναστάσεως αὐτου̃ καὶ τὴν κοινωνίαν τω̃ν παθημάτων αὐτου̃ συμμορφιζόμενος τω̨̃ θανάτω̨ αὐτου̃

11 εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τὴν ἐκ νεκρω̃ν

12 οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωμαι διώκω δὲ εἰ καὶ καταλάβω ἐφ' ὡ̨̃ καὶ κατελήμφθην ὑπò Χριστου̃ ’Ιησου̃

13 ἀδελφοί ἐγὼ ἐμαυτòν οὐ λογίζομαι κατειληφέναι ἓν δέ τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος τοι̃ς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος

14 κατὰ σκοπòν διώκω εἰς τò βραβει̃ον τη̃ς ἄνω κλήσεως του̃ θεου̃ ἐν Χριστω̨̃ ’Ιησου̃

15 ὅσοι οὐ̃ν τέλειοι του̃το φρονω̃μεν καὶ εἴ τι ἑτέρως φρονει̃τε καὶ του̃το ὁ θεòς ὑμι̃ν ἀποκαλύψει

16 πλὴν εἰς ὃ ἐφθάσαμεν τω̨̃ αὐτω̨̃ στοιχει̃ν

17 συμμιμηταί μου γίνεσθε ἀδελφοί καὶ σκοπει̃τε τοὺς οὕτω περιπατου̃ντας καθὼς ἔχετε τύπον ἡμα̃ς

18 πολλοὶ γὰρ περιπατου̃σιν οὓς πολλάκις ἔλεγον ὑμι̃ν νυ̃ν δὲ καὶ κλαίων λέγω τοὺς ἐχθροὺς του̃ σταυρου̃ του̃ Χριστου̃

19 ὡ̃ν τò τέλος ἀπώλεια ὡ̃ν ὁ θεòς ἡ κοιλία καὶ ἡ δόξα ἐν τη̨̃ αἰσχύνη̨ αὐτω̃ν οἱ τὰ ἐπίγεια φρονου̃ντες

20 ἡμω̃ν γὰρ τò πολίτευμα ἐν οὐρανοι̃ς ὑπάρχει ἐξ οὑ̃ καὶ σωτη̃ρα ἀπεκδεχόμεθα κύριον ’Ιησου̃ν Χριστόν

21 ὃς μετασχηματίσει τò σω̃μα τη̃ς ταπεινώσεως ἡμω̃ν σύμμορφον τω̨̃ σώματι τη̃ς δόξης αὐτου̃ κατὰ τὴν ἐνέργειαν του̃ δύνασθαι αὐτòν καὶ ὑποτάξαι αὐτω̨̃ τὰ πάντα

 

Κεφάλαιον Δ' (4)

1 ὥστε ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι χαρὰ καὶ στέφανός μου οὕτως στήκετε ἐν κυρίω̨ ἀγαπητοί

2 Εὐοδίαν παρακαλω̃ καὶ Συντύχην παρακαλω̃ τò αὐτò φρονει̃ν ἐν κυρίω̨

3 ναὶ ἐρωτω̃ καὶ σέ γνήσιε σύζυγε συλλαμβάνου αὐται̃ς αἵτινες ἐν τω̨̃ εὐαγγελίω̨ συνήθλησάν μοι μετὰ καὶ Κλήμεντος καὶ τω̃ν λοιπω̃ν συνεργω̃ν μου ὡ̃ν τὰ ὀνόματα ἐν βίβλω̨ ζωη̃ς

4 χαίρετε ἐν κυρίω̨ πάντοτε πάλιν ἐρω̃ χαίρετε

5 τò ἐπιεικὲς ὑμω̃ν γνωσθήτω πα̃σιν ἀνθρώποις ὁ κύριος ἐγγύς

6 μηδὲν μεριμνα̃τε ἀλλ' ἐν παντὶ τη̨̃ προσευχη̨̃ καὶ τη̨̃ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμω̃ν γνωριζέσθω πρòς τòν θεόν

7 καὶ ἡ εἰρήνη του̃ θεου̃ ἡ ὑπερέχουσα πάντα νου̃ν φρουρήσει τὰς καρδίας ὑμω̃ν καὶ τὰ νοήματα ὑμω̃ν ἐν Χριστω̨̃ ’Ιησου̃

8 τò λοιπόν ἀδελφοί ὅσα ἐστὶν ἀληθη̃ ὅσα σεμνά ὅσα δίκαια ὅσα ἁγνά ὅσα προσφιλη̃ ὅσα εὔφημα εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος ταυ̃τα λογίζεσθε

9 ἃ καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί ταυ̃τα πράσσετε καὶ ὁ θεòς τη̃ς εἰρήνης ἔσται μεθ' ὑμω̃ν

10 ἐχάρην δὲ ἐν κυρίω̨ μεγάλως ὅτι ἤδη ποτὲ ἀνεθάλετε τò ὑπὲρ ἐμου̃ φρονει̃ν ἐφ' ὡ̨̃ καὶ ἐφρονει̃τε ἠκαιρει̃σθε δέ

11 οὐχ ὅτι καθ' ὑστέρησιν λέγω ἐγὼ γὰρ ἔμαθον ἐν οἱ̃ς εἰμι αὐτάρκης εἰ̃ναι

12 οἰ̃δα καὶ ταπεινου̃σθαι οἰ̃δα καὶ περισσεύειν ἐν παντὶ καὶ ἐν πα̃σιν μεμύημαι καὶ χορτάζεσθαι καὶ πεινα̃ν καὶ περισσεύειν καὶ ὑστερει̃σθαι

13 πάντα ἰσχύω ἐν τω̨̃ ἐνδυναμου̃ντί με

14 πλὴν καλω̃ς ἐποιήσατε συγκοινωνήσαντές μου τη̨̃ θλίψει

15 οἴδατε δὲ καὶ ὑμει̃ς Φιλιππήσιοι ὅτι ἐν ἀρχη̨̃ του̃ εὐαγγελίου ὅτε ἐξη̃λθον ἀπò Μακεδονίας οὐδεμία μοι ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήμψεως εἰ μὴ ὑμει̃ς μόνοι

16 ὅτι καὶ ἐν Θεσσαλονίκη̨ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μοι ἐπέμψατε

17 οὐχ ὅτι ἐπιζητω̃ τò δόμα ἀλλὰ ἐπιζητω̃ τòν καρπòν τòν πλεονάζοντα εἰς λόγον ὑμω̃ν

18 ἀπέχω δὲ πάντα καὶ περισσεύω πεπλήρωμαι δεξάμενος παρὰ ’Επαφροδίτου τὰ παρ' ὑμω̃ν ὀσμὴν εὐωδίας θυσίαν δεκτήν εὐάρεστον τω̨̃ θεω̨̃

19 ὁ δὲ θεός μου πληρώσει πα̃σαν χρείαν ὑμω̃ν κατὰ τò πλου̃τος αὐτου̃ ἐν δόξη̨ ἐν Χριστω̨̃ ’Ιησου̃

20 τω̨̃ δὲ θεω̨̃ καὶ πατρὶ ἡμω̃ν ἡ δόξα εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων ἀμήν

21 ἀσπάσασθε πάντα ἅγιον ἐν Χριστω̨̃ ’Ιησου̃ ἀσπάζονται ὑμα̃ς οἱ σὺν ἐμοὶ ἀδελφοί

22 ἀσπάζονται ὑμα̃ς πάντες οἱ ἅγιοι μάλιστα δὲ οἱ ἐκ τη̃ς Καίσαρος οἰκίας

23 ἡ χάρις του̃ κυρίου ’Ιησου̃ Χριστου̃ μετὰ του̃ πνεύματος ὑμω̃ν

 

Κνθγξ

[X]